[391] Πρῶτον μὲν, ὦ Ἀθηναῖοι, χάρις πολλὴ τοῖς θεοῖς, οἳ τοὺς μὲν πρότερον θρασυνομένους καὶ μηδ' ὄνομα εἰρήνης ἐθέλοντας ἀνασχέσθαι, πολλάκις ἡμῶν προκαλουμένων αὐτοὺς, ὑπὲρ εἰρήνης δεῦρ' ἥκειν παρεσκεύασαν ἐν τούτῳ τῷ σχήματι, τῇ πόλει δ' ἀπέδωκαν ἐξ ἀρχῆς βουλεύσασθαι περὶ τῶν Ἑλληνικῶν ὅπως ἂν πείσησθε. ἄξιον δὲ χρήσασθαι τῷ καιρῷ καὶ τὴν μὲν τούτων ἀγνωμοσύνην καὶ φιλονεικίαν φυλάξασθαι, τοῖς δ' ὑμετέροις αὐτῶν ἤθεσι καὶ τρόποις ἐμμεῖναι. ἔστι μὲν οὖν παλαιός τις λόγος ὡς ἄρα οὐ ῥᾴδιον εὖ πράττοντας εὖ φρονεῖν, ἀλλ' οἱ πολλοὶ χείρους ὑπὸ τῆς τύχης γίγνονται· ἐγὼ δ' ὅσοι μὲν, ὦ Ἀθηναῖοι, παρ' ἀξίαν ἢ παρ' ἐλπίδας εὐτυχοῦσιν, τούτους μὲν εἰκός τι πάσχειν ὑπολαμβάνω μὴ δυναμένους χρῆσθαι μείζοσιν ἢ καθ' αὑτοὺς πράγμασιν, ὅσοις δὲ πλεῖστα μὲν τῶν Ἑλλήνων ὑπάρχει κατωρθωκέναι, οὐκ ἐλάττω δὲ τούτων εὐβουλίας σύμβολα πᾶσι παρεσχῆσθαι, λόγος οὐ λείπεται ταυτὸν τοῖς πολλοῖς καὶ τοῖς ἀνοήτοις παθεῖν. ἔστι δ' οὐ περὶ τοῦ μέλλοντος μόνον ἡμῖν ἡ [392] βουλὴ, ἀλλὰ καὶ περὶ αὐτῶν ὧν κατωρθώκαμεν. ἂν μὲν γὰρ ἃ δεῖ προελώμεθα καὶ ταῦτα βεβαίως ἔχῃ, καὶ τοῦ λοιποῦ μετ' ἀσφαλείας καὶ μετ' εὐδοξίας τὴν πόλιν οἰκήσομεν· ἐὰν δὲ πέρα τοῦ μετρίου φιλονεικήσωμεν, εὔδηλον δή που τοῦθ' ὅτι καὶ περὶ τῶν ὑπαρχόντων κινδυνεύειν δεήσει. ὥσθ' ὅσῳ μᾶλλον χαίρομεν αὐτοῖς, τοσούτῳ μειζόνως ἄξιον προϊδεῖν ὅπως ἀσφαλῶς ἕξει. οὐκ ἀγνοῶ μὲν οὖν ὅτι πάντες, ὡς ἔπος εἰπεῖν, τοὺς μὲν ὑπηρετοῦντας αὐτῶν ταῖς ἐπιθυμίαις ἀποδέχονται καὶ νομίζουσιν οὐ μόνον εὔνους, ἀλλὰ καὶ μόνους ἄνδρας ὡς ἀληθῶς εἶναι, τοῖς δὲ σωφρονίζειν ἐπιχειροῦσιν ἀηδῶς ἔχουσιν. οὐ μὴν ἀλλ' εἰ μὲν ὁμοίως ἦν τῶν τε λόγων καὶ τῶν πραγμάτων γενέσθαι κύριον, ὥστε μὴ μόνον εἰπεῖν τὰ ἥδιστα, ἀλλὰ καὶ καταπρᾶξαι, δικαίως ἄν τις τοῖς οὐκ ἐθέλουσιν οὕτω ποιεῖν ἤχθετο καὶ δυσκόλους ὑπελάμβανεν· εἰ δὲ χωρὶς μέν ἐστι συνεύξασθαι τὰ μέγιστα, χωρὶς δὲ συμβουλεῦσαι περὶ τῶν ἐνεστηκότων, ἓν τοῦτ' ἀξιῶ ταῖς γνώμαις ὑποθέντας ὑμᾶς ἀκροᾶσθαι, εἰ μὴ διαμαρτάνω τῶν λογισμῶν, οὓς ἔχω περὶ τούτων.
Ἐγὼ τοίνυν ἡγοῦμαι τὴν πόλιν τὴν ἡμετέραν τῶν μὲν Ἑλληνίδων εὐτυχεστάτην εἶναι καὶ νὴ Δία γ', εἰ βούλεσθε, προσθήσω καὶ τῶν ἁπασῶν, οὐ μήν πω τῆς φύσεως τῆς ἀνθρωπίνης κρείττονα. ἔστι δ' αὕτη τίς; οὐκ ἐξ ἴσου τὰ πράγματα οἱ θεοὶ σφίσι τ' αὐτοῖς καὶ τοῖς ἀνθρώποις ἔνειμαν, ἀλλ' αὐτοὶ μὲν, ἅτ' ὄντες ἀθάνατοι καὶ κύριοι τῶν ἁπάντων, ἀθανάτους καὶ τὰς εὐτυχίας ἔχουσι καὶ οὐ δέος μή τις αὐτοὺς ἀφέληται κρείττων γενόμενος· οἷς τοσοῦτον περίεστιν, ὥστ' οὐ μόνον αὐτοὶ τἀγαθὰ πάντα κέκτηνται, ἀλλὰ καὶ τοῖς ἄλλοις αὐτοὶ νέμουσι. νέμουσι δ' οὐχ ὅνπερ αὐτοὶ κέκτηνται τρόπον, ἀλλ' ὅσοις τὰ κράτιστα τῶν ἀνθρώπων ἔδοσαν, τὰ πλείω κατορθοῦν, οὐ πάντ', ἔδοσαν. καὶ τούτου μέγιστον παράδειγμα οἱ νῦν ὑμᾶς ἐπὶ τὴν εἰρήνην οὗτοι προκαλούμενοι. ἐξὸν γὰρ αὐτοῖς, εἰ μετριάζειν ἠξίουν, αὐτούς τ' ἐξ ἀρχῆς ἔχειν καὶ ἑτέροις ταῦτα βραβεύειν, ἐπαρθέντες τοῖς ὑπάρχουσιν, εἰ νῦν δυνήσονται παρ' ὑμῶν τῶν αὐτῶν τούτων τυχεῖν, εὕρημα ποιοῦνται. μὴ τοίνυν ὅ γε τούτοις ἐγκαλοῦμεν, [393] τοῦτ' αὐτοὶ πάθωμεν, μηδὲ τῆς τούτων ἀβουλίας μᾶλλον κληρονομήσωμεν ἢ τοῖς ἡμετέροις αὐτῶν λογισμοῖς χρησώμεθα, οὓς περὶ τούτων ἐξ ἀρχῆς εἴχομεν. ἴστε γὰρ δή που καὶ τότε πρὸς τὰς πολλὰς πρεσβείας αὐτῶν καὶ τὰ προστάγματα ἐκεῖνα μίαν ταύτην οὖσαν ἀπόκρισιν, δίκῃ διαλύεσθαι, πόλεμον δὲ κοινὸν τοῖς Ἕλλησι μὴ κινεῖν. τότε μὲν τοίνυν τούτων οὐ δεχομένων, ἀναγκαίως εἰς τὸν πόλεμον κατέστητε, νῦν δὲ πῶς εἰκὸς ἐφ' ὑμῖν γεγενημένων μὴ χρῆσθαι τούτοις, ἅ γ' ἐξ ἀρχῆς ἂν, εἰ μηδεὶς ἐκώλυσε μηδὲν, ἐπράξατε, ἀλλ' ἀμφοτέρωθεν τὸ πρᾶγμα ἀναστραφῆναι, καὶ τοὺς μὲν τότε φυγόντας τὴν εἰρήνην νῦν ἥκειν ἐπὶ ταύτην προκαλουμένους, ἡμᾶς δ' οἳ τότε τῆς εἰρήνης εἰχόμεθα, αὖθις αὖ τὸν πόλεμον φαίνεσθαι προαιρουμένους; καὶ μὴν οἱ μὲν ἔχοιεν ἂν εἰπεῖν ὡς εἰκότως μεταβέβληνται, ἡμῖν δ' ὡς ὀρθῶς τότ' ἐγιγνώσκομεν αὐτὰ τὰ τούτοις συμβεβηκότα μαρτυρεῖ. ὥστ' οὐκ ἂν δή που δικαίως μεταβαλλοίμεθα, ἢ κομιδῆ γε ἄτοπον, εἰ Λακεδαιμόνιοι μὲν ἡμῖν σύμψηφοι γεγόνασιν, ἀφέντες τὰ δοκοῦντα ἑαυτοῖς, ἡμεῖς δ' ἡμῖν αὐτοῖς ὑπεναντία γιγνώσκοντες ὀφθησόμεθα.
Ἡγοῦμαι δὲ θεῶν τινα ταυτὶ πάντα στρατηγῆσαι εἴτε γὰρ ἐξ ἀρχῆς ἐθελονταὶ τὸν πόλεμον προειλόμεθα. ἀνδρείας μὲν ἄν τι τοῦτ' ἴσως σύμβολον ἐξηνέγκαμεν, τὴν δ' ἐπιείκειαν οὐδεὶς ἰδεῖν εἶχεν ἂν, οὔκουν ἐν αὐτοῖς γε οἷς ᾑρούμεθα, εἴτε καὶ βουλομένων ἡμῶν τὴν εἰρήνην ἄγειν ἐπείσθησαν οὗτοι, τὸ μὲν προορᾶσθαι τῆς Ἑλλάδος ἡμᾶς καὶ τὸ μὴ προχείρως ἔχειν πρὸς τὰς πλεονεξίας ἐπῄνεσεν ἄν τις δικαίως, τὰ δὲ τῆς ἀνδρείας καὶ τῆς δυνάμεως οὐ πάντες ἔμελλον συνείσεσθαι, οὔκουν ἐν αὐτῷ γε τῷ τὴν εἰρήνην ἄγειν αἱρεῖσθαι. νῦν δ' ἀμφότερα ὡς κάλλιστα ἐνεδειξάμεθα. οἷς μὲν γὰρ τὴν εἰρήνην ἐπρεσβεύομεν οὓς πολεμεῖν διεκωλύομεν πραότητος καὶ προνοίας τῶν Ἑλλήνων ὅπως μή τι πείσονται πίστιν παρειχόμεθα, οἷς δ' ἀναγκασθέντες πολεμεῖν κεκρατήκαμεν ἀνδρείας ἅμα καὶ δυνάμεως δόξαν προσειλήφαμεν, ὥστ' ἐξ ἀμφοτέρων ὑπάρχειν τῇ πόλει θαυμάζεσθαι μετ' εὐνοίας. ἔπειτά γ' οἶμαι τρίτος οὑτοσί τις ἥκει πάλιν καιρὸς εὐβουλίας δεόμενος, ὃν ἐὰν ὡς χρὴ μεταχειρισώμεθα, πανταχῆ [394] κρείττους τῶν ἀνταγωνιστῶν εἶναι δόξομεν. μὴ τοίνυν ἐξὸν ἅπασι κρατεῖν, καὶ ἐν οἷς νενικήκαμεν καὶ ἐν οἷς προειλόμεθα, ταῦτ' εἰς ἄδηλον τρέψωμεν. ἡσυχασάντων μὲν γὰρ ἡμῶν αἵ τ' ἐπὶ τῶν ἔργων εὐπραξίαι βεβαιοῦνται τό τε σωφρονεῖν πανταχῆ προσγίγνεται, ἂν δ' ἀφορμὰς τῷ πολέμῳ δῶμεν, ὅσπερ εἴωθε νεωτερίζειν, δέδοιχ' ὅπως μὴ ζητοῦντες πλείω ποιῆσαι τὰ κατορθώματα τὴν ἐπὶ τοῖς ὑπάρχουσι φιλοτιμίαν ἀποβάλωμεν. οἶμαι δ' οὐ τοῖς ὥσπερ ἡμεῖς πράττουσι προσήκειν φιλοκινδύνως ἔχειν, ἀλλὰ πολλῷ μᾶλλον τοῖς ὥσπερ οὗτοι διακειμένοις. τοῖς μὲν γὰρ, εἰ καὶ μηδὲν ἄλλο προσκαταπράξαιεν, ἔκ γε τῶν ὑπαρχόντων ἔξεστιν εὐδοκιμεῖν καὶ τῆς κρείττονος εἶναι τύχης, οἷς δ' ἡσυχάσασι μὲν αἰσχύνη καὶ βέβαια τὰ τῆς συμφορᾶς, ἕτερον δ' ἀναρρίπτουσι κίνδυνον ἐλπὶς ἀπαλλαγῆναι τῶν παρόντων, ἐὰν ἄμεινον ἀγωνίσωνται, οὐδὲν ἀπεικὸς ἐγχειρεῖν, λογιζομένους ὡς ἐν μὲν τῷ σφαλῆναι παραπλησίως πράττειν ᾗ καὶ πρὸ τοῦ, κρατήσασι δὲ πάντων ἔστιν ἀπηλλάχθαι τῶν κακῶν. καὶ μὴν ὅτι μὲν τὸ μέλλον ἄδηλον ἅπασιν ἀνθρώποις οὐδεὶς ἀγνοεῖ. ὅπου γὰρ οὔτε τυραννὶς ἰσχυρὸν οὔτε πλοῦτος βέβαιον, μυρίαι δὲ αἱ μεταβολαὶ καὶ ἰδίᾳ καὶ δημοσία καὶ νὴ Δία γ' οὐ πόλεσι μόνον, ἀλλὰ καὶ ὅλοις ἔθνεσι, τί τις ἂν προϊδεῖν ἔχοι; ἔστι δ' εὖ φρονούντων ἐπ' ἀμφότερ' ἐξετάζοντας οὕτω τίθεσθαι πρὸς τὸ συμβαῖνον. ἡμεῖς τοίνυν κρατήσαντες μὲν Λακεδαιμονίους καὶ παραστησάμενοι τὴν Πελοπόννησον τὴν ἀρχὴν αὐξήσομεν, ὡς ἔοικεν, εἰ δ', ὃ μὴ γένοιτο, σφαλείημεν, τοῖς οὖσι κινδυνεύσομεν. οὐκοῦν ὅτ' ἔλαττον τοῦ δυσχεροῦς τἀγαθὸν, κρεῖττον διηλλάχθαι. καὶ μὴν τὸ μὲν ἐξὸν ὅλως κρατῆσαι τραπέσθαι πρὸς τὴν εἰρήνην ἀντίρροπον τῆς πλεονεξίας ἔχει τὴν δόξαν τὴν ἐπὶ τῷ τὸ κοινῇ βέλτιστον ᾑρῆσθαι καὶ περὶ πλείονος ποιεῖσθαι τὸ τὴν Ἑλλάδα σῶσαι τοῦ διαφθεῖραι τοὺς ἀνταγωνιστὰς, τὸ δ' ἄδηλον τοῦ μέλλοντος συμβήσεσθαι μὴ φυλάξασθαι πάσης ἔξω παραμυθίας ἐστίν.
Οὕτω τὸ μὲν τὴν εἰρήνην ἑλέσθαι πρὸς ἀμφότερα ὀρθῶς ἔχει, τὸ δὲ τῷ πολέμω πεπιστευκέναι πλείω τὴν [395] βλάβην τῆς ὠφελείας ἔχει παρ' ἄλληλα θεωμένους. θαυμάζω δ' εἰ παραστησάμενοι μὲν τοὺς Λακεδαιμονίους ἐπιστήσεσθε φείσασθαι, ἐξὸν δὲ καὶ ὑμῶν αὐτῶν ἅμα καὶ τούτων φείσασθαι νῦν οὐ τολμήσετε. καὶ τί φήσετε, ὦ Ἀθηναῖοι; ὅτε μὲν γὰρ Πελοπόννησον περιεπλεῖτε, καὶ ἀποβάσεις ἐποιεῖσθε εἰς τὴν χώραν καὶ Πύλον ταυτηνὶ κατελαμβάνετε καὶ τἄλλα ἐπραγματεύεσθε, εἴ τις ἔροιθ' ὑμᾶς ἀντὶ τοῦ ταῦτα ποιεῖτε, ἦν εἰπεῖν ὅτι ἠναγκασμένοι καὶ ὅτι βουλομένων ἡμῶν ἡσυχίαν ἄγειν Λακεδαιμονίοις οὐ συνέδοξεν, ἀλλ' εἰς ὅπλα καὶ πόλεμον προὐκαλοῦντο· νῦν δὲ τί φήσομεν, εἴ τις ἔροιθ' ἡμᾶς, ἢ πλέοντας ἰδὼν ἢ κατὰ γῆν ἐξιόντας ἢ ὅλως ἕν τι τῶν αὐτῶν πράττοντας; πότερον ὡς ἠναγκάσμεθα; ἀλλ' οἱ τότ' ἐκεῖνα ἐπαιρόμενοι νῦν ἥκουσι τὴν εἰρήνην προτείνοντες. ἀλλ' ὡς ἐλαττώσεσθέ τι ταῦτ' ἐὰν δέξησθε; ἀλλ' οὔτε τὴν Αἴγιναν οὐδεὶς ὑμᾶς ἀφιέναι κελεύει νῦν οὔτ' ἐκ Ποτιδαίας ἀπιέναι οὔτε δέχεσθαι Μεγαρέας, ἐάν τε βούλησθ' ἐάν τε μὴ, οὔτ' ἔνεστι πολυπραγμοσύνης οὐδὲν τοῖς δρωμένοις, ἀλλὰ κύριον μὲν τὸ πινάκιον, βέβαιος δ' ἡ τῶν Ἑλλήνων ἀρχὴ, πάντα δὲ σῶα τὰ χωρία καὶ λιμένες καὶ ἵπποι καὶ τριήρεις καὶ τὸ βουλεύεσθαι περὶ αὐτῶν. οἱ δὲ τὰς σεμνὰς ἐκείνας ἐπαγγελίας ἐπαγγελλόμενοι καὶ δελεάζοντες τοὺς Ἕλληνας τῷ τῆς ἐλευθερίας ὀνόματι, οὗτοι νῦν ἐὰν αὐτοῖς αὐτονόμοις ἐξῇ τὴν ἑαυτῶν οἰκεῖν, ἀγαπᾶν ὁμολογοῦσι καὶ οἱ περὶ τῆς ἡγεμονίας ἀμφισβητήσαντες ὑμῖν βεβαιωταὶ μᾶλλον αὐτῆς γεγόνασι. πρὶν μὲν γὰρ ὅπλα κινῆσαι τάχα ἄν τις καὶ προσεδόκησεν αὐτοὺς ἐπιέναι, ἐγχειρήσαντες δὲ ἐναντιοῦσθαι, κᾆτ' ἀποστάντες, οὔθ' ὡς ἀδίκως κέκτησθε τὴν ἀρχὴν οὔθ' ὡς κωλύειν δύνανται λέγειν ἕξουσιν, ὥστ' ἔργῳ τὴν ψῆφον οἴσουσιν ὡς εἰκότως ἔχετε αὐτὴν καὶ παραδώσουσι τοὺς Ἕλληνας ὑμῖν πολὺ μᾶλλον ἢ ὅτε Παυσανίαν μὲν ἀπαλλαξάντων, ὑμᾶς δ' ἑλομένων, συνεχώρησαν αὐτοί.
Καίτοι εἰ ταύτην τὴν γνώμην ἀπ' ἀρχῆς ἔσχον Λακεδαιμόνιοι πρὸς ὑμᾶς, τί τῶν ἁπάντων ἂν ὑμᾶς προήγαγεν [396] εἰς τὸν πόλεμον τουτονί; πότερον ὡς τὰς σπονδὰς παρὰ φαῦλον ἐποιήσασθε ἄν; καὶ τίνες ὑμῶν ἀμείνους θεραπεύειν τὰ θεῖα; ἀλλ' ὡς οὐδὲν ὑμῖν ἀπόχρη δύναιτ' ἄν τις εἰπεῖν; ἀλλὰ ταῦτα Κορίνθιοι μὲν ἐβλασφήμουν, ὑμῖν δ' οὐδεὶς ἀνθρώπων σύνοιδεν. εἶθ' ὧν ἐξ ἀρχῆς ὑμῖν ὑπαρξάντων οὐκ ἄν ποτ' ἤρασθε τὸν πόλεμον, εἰ νῦν ταῦτ' ἔχειν ἔξεστιν, οὐχὶ παύσεσθε, ἀλλ' ἄκοντες φάσκοντες πολεμῆσαι ἑκόντες οὐ τρέψεσθε πρὸς τὴν εἰρήνην; τίνος ἕνεκα; ὅτι νὴ Δία εὐτυχήσαμεν οἷα ἂν εὐξάμεθα; οὐκοῦν αὐτὸ δὴ τοῦτο καὶ βέλτιστόν ἐστιν. ἀπόλωλε μὲν γὰρ οὐδὲν ἡμῖν τῶν ὑπαρξάντων, προσγέγονε δ' ἡ τοῦ νενικηκέναι δόξα, καὶ τὸ μηδ' αὖθις εἶναί τινι θαρρούντως ἡμᾶς ἀδικῆσαι. ὥστ' εἰ τότ' ἐστέργομεν οἷς εἴχομεν, πῶς οὐ νῦν γε κἀκείνοις καὶ τοῖς προσυπάρξασι στέρξαι προσήκει; τοὺς δ' ὑπερδιατεινομένους τουτουσὶ καὶ μέχρι παντὸς ἐπεξιέναι κελεύοντας ἐρωτᾶτε τίς ὑμῖν ἐγγυητὴς ἔσται τοσούτου πράγματος. οὐ γὰρ περὶ Σφακτηρίαν γε ἀεὶ πολεμήσομεν οὐδ' ἐφ' ἕτοιμα τοῖς στρατηγοῖς ἐξέσται πλεῖν οὐδ' ἐκ προρρήσεως ἄγειν τοὺς πολεμίους, ἀλλ' ἔστιν ἃ καὶ ἀγῶνος φανεῖται δεόμενα. καὶ εἰ μὲν αὐτοὶ ταῦτ' ἐγγυᾶσθαι φήσουσι, μαινομένων λόγον, οὐχ ὑγιαινόντων ἐροῦσιν. ἔτι δ' εἰ μὲν τούτοις ἔμελλεν ὁ κίνδυνος ἔσεσθαι μόνοις, ἀλλ' οὐ σύμπασιν, ἦν ἄν τι τοῦτο· ὅτε δ' οἱ πεισθέντες πρότεροι δώσομεν τὴν δίκην, τί τὸ κέρδος λαμβάνειν ὕστερον καὶ ζημιοῦσθαι μετὰ τούτων, ἐξὸν ὁμοῦ καὶ ἡμᾶς καὶ τούτους ἀσφαλεῖς εἶναι; ἀλλὰ μὴν εἴ γε μηδ' ἂν οὗτοι φήσαιεν, ἔχοι δ' ἐγγυήσασθαί τις, πῶς ὑμῖν καλῶς ἔχει ταῦτα πιστεῦσαι ἃ τούτοις ὑποσχέσθαι τῶν αἰσχρῶν εἶναι δοκεῖ; καὶ ἃ λόγῳ μόνον εἰπεῖν κουφότης, ἦ που βλακεία ταῦτ' ἔργῳ πάντως θεῖναι γενησόμενα. τότε γὰρ χρὴ, κἂν ἄδηλον ᾖ τὸ μέλλον, αἱρεῖσθαι κινδυνεύειν, ὅταν τὸ τὴν ἡσυχίαν ἄγειν φανερῶς χεῖρον ᾖ. οἷον ὅθ' ἡμῖν ἐπῄεσαν οἱ βάρβαροι, κινδυνεύειν ἔδει. διὰ τί; ὅτι δουλεύειν ἦν, εἰ μὴ τοῦτ' [397] ἐποιήσαμεν. πάλιν ἡνίχ' οὗτοι προσέταττον ἃ δεξαμένοις οὐ καλῶς ἔμελλε σχήσειν. ὅτε δὲ ἐν μὲν τῇ ἡσυχίᾳ δόξα μετὰ ἀσφαλείας, ἐν δὲ τῷ πολεμεῖν οὐ μόνον περὶ τῶν ὄντων, ἀλλὰ καὶ περὶ αὐτῆς τῆς δόξης ὁ κίνδυνος, τί δεῖ τετυφωμένως οὕτω φιλονεικεῖν, ὥσπερ ὑμῖν αὐτοῖς οὐχ ἧττον ἢ τούτοις χαλεπαίνοντας; σκέψασθε γὰρ καὶ τοῦτο, ὅτι τὴν μὲν εἰρήνην ὡς ἀκίνδυνον ἐπιεικῶς πάντες ἀσπάζονται, τοὺς πολέμους δ' ὑπὲρ εὐδοξίας οἵ γε ἐπιεικεῖς ὑφίστασθαι δοκοῦσιν. ὥσθ' ὑπὲρ μὲν τούτων γένοιτ' ἂν ἴσως ἔρις καὶ βουλεύσαιντ' ἂν ἕκαστοι πρὸς τὸν αὑτῶν τρόπον, οἱ μὲν τὴν ἀσφάλειαν, οἱ δὲ τὸ κρεῖττον προαιρούμενοι· νυνὶ δὲ οὐκ ἔνεστι χωρίσαι, ἀλλ' ὥσπερ θεῶν τινὸς ὑμῖν δεικνύντος ὅτι χρὴ τὴν εἰρήνην δέχεσθαι, καὶ μετὰ μὲν ταύτης ἅμα τ' ἀσφαλῶς οἰκεῖν καὶ φιλοτιμεῖσθαι, τὸν πόλεμον δ' αἱρουμένοις οὐχ ἧττον ἀδοξεῖν ἢ κινδυνεύειν ὑπάρχει. τί δή ποτε; ὅτι τὰς μὲν διαλλαγὰς οὐ φόβῳ περὶ ἡμῶν αὐτῶν ποιεῖσθαι δόξομεν, ἀλλὰ φιλανθρωπίᾳ· τοῦτο δ' οὐ μικρὸν εἰς ἀρετῆς λόγον· τοῦ πολέμου δ' ἐχόμενοι τριῶν τῶν χειρίστων δόξαν οἰσόμεθα, ἀπληστίας, ὠμότητος, ἀβουλίας. καὶ γὰρ πλειόνων ἢ δεῖ γλίχεσθαι καὶ ταῖς τῶν Ἑλλήνων συμφοραῖς ἐπιχαίρειν καὶ μὴ ἐπίστασθαι βουλεύσασθαι περὶ πραγμάτων ἐστὶν ἐν αὐτῷ. καίτοι τούτων οὐκ ἄν ποτ' ἐναντιώτερα τῇ φύσει τῆς πόλεως ὀνείδη γένοιτο. εἰ δὲ καὶ πταῖσαι προσέσται, τί τίς ἂν λέγοι;
Μὴ τοίνυν ἐκείνην τὴν ἡμέραν ἀναμείνητε, ἐν ᾗ κατ' ἀνάγκας δόξετε τῆς εἰρήνης ἐπιθυμεῖν, ἀλλὰ βουλήθητε ἐν ὅσῳ κύριοι καθέστατε καὶ πολεμεῖν καὶ τὴν ἡσυχίαν ἄγειν χαρίσασθαι τοῖς Ἕλλησιν, εἰ καὶ μὴ τούτοις, παραδείγμασιν οὐ τοῖς παροῦσι μόνον, ἀλλὰ καὶ τοῖς πρότερον χρώμενοι. κρατήσαντες γὰρ τῶν βαρβάρων καὶ ζητοῦντες ὡς ἐπὶ πλεῖστον ἐξελθεῖν, πλεύσαντες εἰς Αἴγυπτον πεντήκοντα καὶ διακοσίας τριήρεις δυοῖν στόλοιν ἀπεβάλομεν. καὶ μὴν ὅτι πολλῷ ῥᾷον τῶν βαρβάρων ἢ Λακεδαιμονίων κρατεῖν τίς οὐκ οἶδεν; ἃ χρὴ λογίζεσθαι καὶ [398] μηδὲν νῦν παθεῖν παραπλήσιον, ἀλλ' ἀτοπώτατον νομίσαι τῶν ἁπάντων εἶναι εἰ Νίσαιαν μὲν καὶ Πηγὰς καὶ Ἀχαΐαν ἔχοντές ποτε, τούτων ἐθελονταὶ παρεχωρήσαμεν, πλείονος ἀξίαν τὴν εἰρήνην τῶν ἀπὸ τοῦ πολέμου πλεονεξιῶν ἡγούμενοι, νυνὶ δ' ἐξὸν μετὰ τοῦ μηδὲν προέσθαι τῶν ὑπαρχόντων δόξαν φρονήσεως ἅμα καὶ δυνάμεως προσλαβεῖν οὐκ ἐθελήσομεν. ἀλλ' ἐκλείπειν μέν ποτε τὴν πόλιν καὶ προΐεσθαι καὶ ἱερὰ καὶ τάφους καὶ ἅμα τοῖς σώμασι καὶ τοῖς οὖσι κινδυνεύειν ᾠόμεθα δεῖν, τῆς κοινῆς σωτηρίας τῶν Ἑλλήνων ἕνεκα, ἐξὸν δ' ἐν αὐτῷ τῷ παύσασθαι κινδυνεύοντας σῶσαι τὰ πράγματ' αὐτοῖς, οὐ τολμήσομεν, ἀλλὰ τῶν μὲν ἀθλητῶν εὖ βουλεύεσθαι νομίζομεν οἵτινες ἂν νικῶντες καταλύωσι καὶ μὴ πρὸς ἀνάγκην, αὐτοὶ δ' οὐχ οὕτω πράξομεν, οὐδ' εἰσόμεθα ὅτι πρὸς μὲν τοὺς βαρβάρους καὶ μέχρι τῶν ἐσχάτων ἴσως προσήκει προϊέναι, τοὺς δὲ τῶν Ἑλλήνων πρὸς ἀλλήλους ἀγῶνας τοῖς στεφανίταις ἀγῶσι νομίζειν προσεοικέναι καὶ τὴν νίκην ἀποχρῶν ἡγεῖσθαι τέλος, πέρα δὲ μηδὲν ζητεῖν. εἰ δ' αὖ κἀκεῖνον ἀληθῆ χρὴ νομίζειν τὸν λόγον ὡς ὁ πρὸς ἀλλήλους πόλεμος τοῖς Ἕλλησι στάσει προσέοικεν, ἄριστον δή που σκοπεῖν ὅπως τις ὡς τάχιστ' αὐτὸν καταλύσεται καὶ μὴ ζητεῖν εἰς ἀπέραντον ἐκτείνειν οὗ μηδ' ἄρξασθαι προσῆκε. καὶ μὴν εἰ πρότερον δυσκόλως τινὲς τῶν Ἑλλήνων ἔσχον πρὸς ὑμᾶς ἐξ ἀδίκων ὑπονοιῶν, νῦν γε ἅπαντες σωτῆρας ἑαυτῶν κρινοῦσιν, ἐὰν αὐτοὺς πραγμάτων καὶ κακῶν ἀπαλλάξητε. οὐ γὰρ τοῖς κατ' ἀνάγκην δεηθεῖσι τὴν χάριν προσθήσουσιν, ἀλλὰ τοῖς καὶ ταῦτα κἀκεῖνα βουλεύσασθαι κυρίοις οὖσι τὰ κοινῇ συμφέροντα προκρίνασιν. ἡγοῦμαι δ' εἰ μέν τι πιστόν ἐστι Λακεδαιμονίοις, πανταχῆ καλῶς ἡμῖν ἔσεσθαι διεγνωσμένα, εἰ δ' αὖ νεωτερίζειν ἐγχειροῖεν, οὐκ εἶναι κρείττω κατ' αὐτῶν λαβήν. εἰ γὰρ ὅταν μὲν δέῃ σώζειν, ὑπέρχονται, θαρρήσαντες δὲ ἐπίασιν, οὐκ ἔστιν ὅπως οὐχ ἡμῖν στρατηγήσουσιν. ἐκείνους μὲν γὰρ ὁμοῦ φαύλους τε ἡγήσονται καὶ μισήσουσιν ἅπαντες, ἡμῖν δὲ μετ' εὐφημίας ὅ τι ἂν [399] οἷοί τ' ὦσιν ὑπηρετεῖν προθυμήσονται. θαυμάζω δ' εἴ τις δέδοικε μὲν μὴ λύσωσι τὰς σπονδὰς, πολεμεῖν δ' ἐξεπίτηδες αἱρεῖται καὶ μὴ λογίζεται τοὐναντίον ἢ βούλεται ποιῶν. ὅπως γὰρ ἀσφαλῶς γενήσονται πράττειν, οὐκ ἐξ ἀρχῆς γενέσθαι κωλύειν προσῆκεν. οἶμαι δ' εἰ πανούργους καὶ σφόδρα ἀσφαλεῖς τις ἡγεῖται Λακεδαιμονίους, ὑπό γ' αὐτῶν τῶν συμφορῶν πεπαιδευμένους ἔσεσθαι μαλακωτέρους· ὁρῶντες γὰρ ὡς οὐδὲ τὰ πρόσθεν αὐτοῖς εἰς καλὸν ἧκεν, εἰ μὴ ἑκόντες, ἀλλ' ἄκοντες σωφρονήσουσι. δεξαίμην δ' ἂν ἔγωγε καὶ δεύτερον αὐτῶν παρακινησάντων πολεμεῖν μᾶλλον ἢ νυνί. τότε μὲν γὰρ τὴν παρὰ τῶν θεῶν αὖ βοήθειαν προσυπάρξειν ἡγοῦμαι τῇ πόλει, νῦν δ' οὐδὲν εἶναι τοσοῦτον ἀνθ' ὅτου προσῆκε περαιτέρω τοῦ συνοίσοντος φιλονεικεῖν. ἐγὼ μὲν οὖν εἶπον ἃ βέλτιστα ἡγούμην. εὔχομαι δὲ δυοῖν θάτερον, ἢ καὶ ὑμῖν συνδοκεῖν, ἢ μετὰ τῶν ὑμῖν αὖ δοξάντων γενέσθαι τὴν τύχην.