[47] Εὔδαιμόν γε τὸ τῶν ποιητῶν ἐστι γένος καὶ πραγμάτων ἀπήλλακται πανταχῆ. οὐ γὰρ μόνον αὐτοῖς ἔξεστι τὰς ὑποθέσεις τοιαύτας ὁποίας ἂν αὐτοὶ βουληθῶσιν ἑκάστοτε ἐνστήσασθαι, οὔτε ἀληθεῖς οὔτε ἐνίοτε πιθανὰς, ἀλλ' οὐδὲ ἐχούσας σύστασιν τὸ παράπαν, εἴ τις ὀρθῶς βούλοιτο σκοπεῖν, ἀλλὰ καὶ διαχειρίζουσι ταύτας οὕτως ὅπως ἂν αὐτοῖς δόξῃ νοήμασί τε καὶ ἐνθυμήμασιν, ὧν ἔνια, εἴ τις τὰ πρὸ αὐτῶν τε καὶ μετὰ ταῦτα ἀφέλοι, οὐδὲ μαθεῖν ἔστιν αὐτά γε καθ' αὑτὰ ὅ τι δηλοῖ. ὁμοῦ δὲ πάντων λεχθέντων συνέντες ἀπεδεξάμεθα ὥσπερ ἀγαπήσαντες ὅτι συνήκαμεν. ἐνίων δὲ τὰς ἀρχὰς εἰπόντες τὸ λοιπὸν ἀφῆκαν, ὥσπερ καταγνόντες, τὰ δὲ τῆς ἀρχῆς στερήσαντες, ἄλλων δὲ τὰ μέσα ἐξελόντες, ἀποχρῆν ᾠήθησαν, ὥσπερ τύραννοί τινες τῶν νοημάτων ὄντες. ἔπειτα δὲ οὐδὲν αὐτοῖς ἀτόλμητον οὐδ' ἄπορόν ἐστιν, ἀλλὰ θεοὺς ἀπὸ μηχανῆς αἴρουσι, καὶ εἰς πλοῦν ἐμβιβάζουσι συμπλεῖν οἷς ἂν αὐτοῖς δοκῇ, καὶ ποιοῦσιν οὐ μόνον συγκαθημένους, ἂν οὕτω τύχῃ, τοῖς ἀνθρώποις, ἀλλὰ καὶ συμπίνοντας καὶ λύχνους ἔχοντας φῶς ποιοῦντας. καὶ ταῦτα δὴ οὕτω μεγαλοπρεπεῖς εἰσιν, ἀφ' οὗ πᾶς ὅδε λόγος ὡρμήθη, ὡς εἰσὶν εὐδαίμονες κατ' αὐτὸν τὸν Ὅμηρον ῥεῖα ζώοντες, ἐπειδὰν ποιῶσι τοὺς ὕμνους καὶ παιᾶνας τοῖς θεοῖς. αἱ δὲ στροφαὶ ἢ περίοδοι ἀπεπλήρωσαν τὸ πᾶν. καὶ Δᾶλον ἀμφιρρύταν εἰπόντες, ἢ Δία τερπικέραυνον, ἢ πόντον ἐρίβρομον, καὶ παρελθόντες ὡς Ἡρακλῆς εἰς Ὑπερβορέους ἀφίκετο, καὶ ὡς Ἴαμος ἦν μάντις παλαιὸς, ἢ ὡς τὸν Ἀνταῖον Ἡρακλῆς, ἢ Μίνωα, ἢ Ῥαδάμυνθυν προσθέντες, ἢ Φᾶσιν, ἢ [48] Ἴστρον, ἢ ὡς αὐτοὶ θρέμματα Μουσῶν εἰσι καὶ ἄμαχοί τινες εἰς σοφίαν ἀναφθεγξάμενοι, αὐτάρκως σφίσιν ὑμνῆσθαι νομίζουσι, καὶ οὐδὲ τῶν ἰδιωτῶν οὐδεὶς πλέον ἐπιζητεῖ παρ' αὐτῶν. οὕτω δὲ σφόδρα αὐτοὺς ἱεροὺς ἄγομεν καὶ σεμνύνομεν ὥστε καὶ αὐτὸ τὸ ποιεῖν τοὺς ὕμνους τοῖς θεοῖς καὶ προσαγορεύειν τούτοις παρακεχωρήκαμεν, ὥσπερ προφήταις ὡς ἀληθῶς οὖσι τῶν θεῶν. καὶ οὐδὲ ᾧ τὸ προσῆκον ὀρθῶς ὑποθέσθαι καὶ διαχειρίσαι τοῖς πᾶσιν ἐξητασμένως ἐστὶ καὶ διὰ πάσης ἐλθεῖν ἀκριβείας εἰς ὅσον ἀνθρώπῳ δυνατὸν τέτακται, οὐδὲν ἡγούμεθα δεῖν πρός γε τοὺς θεοὺς χρῆσθαι, ἀλλ' ἐπὶ μὲν τὰ ἄλλα πάντα ἀγωνίσματα τῷ λόγῳ χρώμεθα, καὶ πανηγύρεις τε ἐγκωμιάζομεν καὶ πράξεις ἀνδρῶν καὶ πολέμους ἀφηγούμεθα, καὶ μύθους ποιοῦμεν, κἀν τοῖς δικαστηρίοις ἀγωνιζόμεθα, καὶ πρὸς πάνθ', ὡς ἔπος εἰπεῖν, ἡμῖν ἔπεισιν ὁ λόγος, πρὸς δὲ τοὺς θεοὺς αὐτοὺς τοὺς δόντας ἡμῖν αὐτὸν οὐ παντάπασιν ἀξιοῦμεν χρῆσθαι τούτῳ. ἀλλ' ὑπὲρ μὲν τῶν ἱερῶν αὐτῶν καὶ τῶν τελουμένων θυσιῶν λόγῳ πεζῷ διῃρήκαμεν ἃ χρὴ ποιεῖν, νόμους γράψαντες. ὕμνους δὲ οὐχ ἡγούμεθα δεῖν κατὰ τοῦτον τὸν τρόπον ποιεῖν. πότερον οἱ μὲν ποιηταὶ χρῄζουσι τῶν θεῶν, ἡμεῖς δὲ ὃ μὴ θέμις εἰπεῖν; ἀλλὰ μὴν τοῦτό γε καὶ παρ' αὐτῶν τῶν ποιητῶν μαρτυρεῖται, ὅτι πάντες δὲ θεῶν χατέουσ' ἄνθρωποι. πάντας οὖν καὶ τιμᾶν αὐτοὺς εἰκὸς ἀπὸ τῆς ὑπαρχούσης ἑκάστοις δυνάμεως. ἀλλ' οἱ ποιηταὶ μόνοι θεοφιλεῖς εἰσι καὶ παρὰ τούτων οἱ θεοὶ ἥδιστα δέχονται τὰ δῶρα; τί οὖν οὐ καὶ ἱερέας τῶν θεῶν μόνους τοὺς ποιητὰς ἐποιήσαμεν; ἀλλ' ὅτι νὴ Δία καὶ οἱ προφῆται τῶν θεῶν ὁπόσοι μαντικοὶ μέτρῳ σημαίνουσιν ἃ χρὴ ποιεῖν; τὰ δέ γε πλείω νὴ Δία χωρὶς μέτρου ἡ πρόμαντις αὐτὴ ἡ ἐν Δελφοῖς, αἱ ἐν Δωδώνῃ ἱέρειαι, Τροφώνιος, τὰ ἐξ Ἀσκληπιοῦ καὶ Σαράπιδος ὀνείρατα. ἀλλὰ μὴν κατὰ φύσιν γε μᾶλλόν ἐστιν ἀνθρώπῳ πεζῷ λόγῳ χρῆσθαι, ὥσπερ γε καὶ βαδίζειν, [49] οἶμαι, μᾶλλον ἢ ὀχούμενον φέρεσθαι. οὐ γὰρ μέτρα πρῶτον ἐγένετο, εἶθ' οὕτως εὑρέθη λόγος καὶ διαλέγεσθαι, οὐδὲ ποιηταὶ γενόμενοι τὰ ὀνόματα οἷς δεῖ χρῆσθαι διέθηκαν, ἀλλ' ὄντων ὀνομάτων καὶ λόγου πεζοῦ χάριτός τινος ἕνεκα καὶ ψυχαγωγίας ἡ τούτων ἐργάτις ὕστερον εἰσῆλθε ποιητική. ὥστ' εἰ τὴν φύσιν τιμῶμεν, τὴν αὐτῶν τῶν θεῶν διάταξιν καὶ βούλησιν τιμῶντες ἂν εἴημεν καὶ τὸ πρότερον καὶ πρεσβύτερον καὶ κατ' αὐτοὺς ἄμεινον τοὺς ποιητὰς τιμιώτερον ἂν ποιοῖμεν τῇ τοιᾷδε προσρήσει προσαγορεύοντες τοὺς ἅπαντα ταῦτα διαθέντας θεοὺς, ὥσπερ γε καὶ ἡμᾶς αὐτοὺς ἄνευ μέτρων προσαγορεύοντες οὐκ αἰσχυνόμεθα.
Ταῦτα οὐ τὸ τῶν ποιητῶν ἀτιμάζων γένος εἶπον οὐδ' ἀφαιρούμενος ἣν ἔχει τάξιν, ἀλλ' ἐξ αὐτῶν τῶν ἐκείνοις συγκεχωρημένων ἀποδεικνὺς ὅτι καὶ ταῦτα δικαίως ἂν προσνομίζοιμεν ὥσπερ ἱερεῖα πρὸς τοῖς οὖσι. καὶ εἰ τὸ κατὰ φύσιν ἐφ' ὅτου ποτ' ἂν εἴπῃς μᾶλλον κεχαρισμένον τοῖς θεοῖς, μᾶλλον ἂν ἐκ τῶν εἰκότων χαριζοίμεθα αὐτοῖς οὕτω τιμῶντες ἢ 'κείνως, καὶ μᾶλλόν γ' ἂν ἡμᾶς οἱ θεοὶ τιμῷεν, εἰ τὰ πρεσβεῖα ἀποδιδοῖμεν τοῖς αὐτοῖς οἷσπερ ἐκεῖνοι, ἐπεὶ καὶ τὸ μέτρον αὐτὸ τὴν μὲν εὐφημίαν τοῦ ὀνόματος τοῖς ποιηταῖς νέμει, τῇ δὲ χρείᾳ πολὺ μᾶλλον ἡμέτερόν ἐστιν. ἐκεῖ μὲν γὰρ τὸ ἔπος ἰαμβεῖον μετρεῖ μόνον, εἰ πληροῖ τὸν τόνον, ἐνταῦθα δὲ ὅλον καταμετρεῖ τὸν λόγον καὶ διὰ παντὸς ὡς ἀληθῶς δίεισι, καὶ ἄρχεταί γε εὐθὺς ἐκ τοῦ ὀνόματος. οὔτε γὰρ ὑπερβαλεῖν οὔτ' ἐνδοτέρω τῆς ἀξίας ἐλθεῖν ἐᾷ, ἀλλ' ἑκάστῳ τὸ γιγνόμενον ἀποδιδόναι κελεύει. ἔπειτα παρεμβαλεῖν οὐκ ἐᾷ περιττὰ, ὃ γελοῖόν ἐστιν, ἕνεκα τοῦ μέτρου· ἔπειτα ἐπὶ τὰς περιόδους ἐλθὸν ἀπαιτεῖ τὸ αὔταρκες, ἁπάντων, οἶμαι, μέτρων χαλεπώτατον, καὶ ἐπὶ πᾶσιν ἂν δὴ τοῦθ' ὃ προεῖπον, εἰ τὰ σύμπαντα συμμετρίαν ἔχει, καὶ τὸν σκοπὸν τὸν προτεθέντα εἰ πεπλήρωκεν ἐπισκοπεῖ. ὥσπερ [50] οὖν τὰ κατ' ἀγορὰν μέτρα οἷς νομίζομεν ἔστιν, οἶμαι, τοῦθ' ὃ καλεῖται, οὐ μέντοι τό γε τοῦ μέτρου τυγχάνειν παρὰ τοῖς καπήλοις μάλιστ' ἂν φήσαιμεν εἶναι, ὅτι χοίνικα καὶ κοτύλην κέκτηνται, ἀλλὰ ταῦτα μέν ἐστι τὰ καθ' ἕκαστα μέτρα, μᾶλλον δὲ ὀνόματα ὡς εἰπεῖν μέτρου, τὸ δὲ ὅλον μέτρον, εἰς ὃ καὶ τούτων δεῖ πολλάκις καὶ πρὸς ὃ πάντα ἀναφέρειν χρὴ περὶ παντὸς πράγματος καὶ τὸ ὡς ἀληθῶς τοῦ παντὸς ἄξιον καὶ φέρον εἰς ἀρετὴν ἄλλο τι καὶ εἰδέναι καὶ ἔχειν φαῖμεν ἂν, οὕτω καὶ ἐνταῦθά ἐστι τὰ μέτρα παρὰ τοῖς ποιηταῖς τὰ καθ' ἕκαστα, οἶμαι, ταῦτα, οὐ μέντοι τό γε ὅλον μέτρον παρ' αὐτοῖς. καὶ μάλιστα οὐδ' ὀκνητέον διὰ τὴν τοῦ ὀνόματος εὐφημίαν, ὡς τῶν ποιητῶν μόνων εἰδότων τὸ μέτρον τῶν λόγων. ἔνι γὰρ καὶ χωρὶς μέτρων τῶν γε τοιούτων τυγχάνειν τοῦ μέτρου καὶ τοὐναντίον, ὥσπερ ἰατρὸν ἄνευ σταθμῶν καὶ μέτρων ἔνεστι τὸ δέον συλλογίσασθαι καὶ αὖ τὸν τούτοις χρώμενον διαμαρτεῖν ἀπειρίᾳ τοῦ πράγματος εἰς ὃ δεῖ τῶν μέτρων. ἐγὼ δὲ οὐκ ἀγνοῶ μὲν, ὅπερ εἶπον, ὡς πολὺ ῥᾷον δι' ᾠδῆς ἢ λόγῳ ταῦτα ποιεῖν, καὶ ὡς τοῖς ποιηταῖς παρακεχώρηται τῶν τοιούτων ἀγωνισμάτων· εἰκότως. πολλὰ γὰρ αὐτοῖς ὑπάρχει πλεονεκτήματα καὶ εἰσὶν αὐτοκράτορες ὅ τι ἂν βούλωνται ποιεῖν. ἡμῖν δὲ οὔτε ἀνοῖξαι πίθον ὕμνων οὔθ' ἅρμα μουσαῖον οὔθ' ὁλκάδα μυριοφόρον οὔτε νεφέλας, οὐ γρῦπας οὐδὲ τῶν τοιούτων οὐδὲν ἔξεστιν εἰπεῖν, οὔτε θρασύνασθαι οὔτ' ἐπεμβαλεῖν λόγον ἔξω τοῦ πράγματος, ἀλλ' ὡς ἀληθῶς δεῖ μένειν ἐν τῷ μέτρῳ καὶ μεμνῆσθαι παρὰ πάντα ἑαυτοῦ, οἷον ἐπὶ στρατείας τὴν τάξιν φυλάττοντα. ὅμως δὲ πειρατέον τήν γε πρόσρησιν ἐκτελέσαι, ἄλλως τε καὶ εὐχὴν ἀποπληροῦντας, ἐπειδήπερ ἐσώθημεν, καὶ ἅμα διατρίβειν περὶ μέτρου διαλεγομένους οὐ συμβαῖνόν ἐστιν. εἶεν. σὲ γὰρ δὴ πᾶς τις ἐν παντὶ καιρῷ βοηθὸν καλεῖ, Σάραπι· δὸς λέξαι τὸν λόγον εὐμενῶς, [51] πάντως οὐδέν γε σοὶ ἀδύνατον, ἀρχήν τε ἥτις σοι φίλη πορίζειν, καὶ ὥσπερ τὰ πρῶτα ἔδωκας, οὕτω καὶ τὰ δεύτερα εἰσακούσας γενοῦ. καὶ πάντα γὰρ πανταχοῦ διὰ σοῦ τε καὶ διὰ σὲ ἡμῖν γίγνεται ἃ μάλιστ' ἂν ἡμῖν γίγνεσθαι βουλοίμεθα.
Ὅστις μὲν δὴ καὶ ἥντινα τὴν φύσιν ἔχων ἐστὶν ὁ θεὸς ἱερεῦσί τε καὶ λογίοις Αἰγυπτίων παρείσθω λέγειν τε καὶ εἰδέναι, ὅσων δὲ καὶ οἵων ἀγαθῶν αἴτιος ἀνθρώποις δείκνυται, ἀρκούντως τ' ἂν ἐγκωμιάζοιμεν ὡς ἐν τῷ παρόντι λέγοντες καὶ ἅμα καὶ τὴν φύσιν αὐτοῦ διὰ τῶν αὐτῶν τούτων ἔξεστιν ἐπισκοπεῖσθαι. ἂν γὰρ ἃ δύναταί τις καὶ διαδίδωσιν εἴπωμεν, καὶ τὸ ὅστις ἐστὶ καὶ τὸ ἥντινα ἔχει τὴν φύσιν σχεδὸν εἰρήκαμεν. οὐ γὰρ ἀλλοῖός ἐστιν ἢ οἷος ἐκ τῶν ἔργων ἐπιφαίνει καὶ δείκνυται. τίνα οὖν ἔργα Σαράπιδος; οὐκ ἀνθρωπείας μοι δοκεῖ δεῖσθαι τοῦτ' ἔτι τῆς ἀποκρίσεως. ἀλλ' Ὅμηρος δέκα γλώττας καὶ δέκα στόματα οὐκ ἄν φησιν οἷός τε εἶναι λαβὼν τὸν τῶν νεῶν ἀριθμὸν εἰπεῖν ὅσαι τοῖς Ἀχαιοῖς εἵποντο, εἰ μὴ αἱ Μοῦσαι εἴποιεν αὐτῷ καὶ ἡγήσαιντο τοῦ λόγου· ἐμοὶ δὲ τὰ τοῦ μεγίστου τῶν θεῶν ἔργα τε καὶ δῶρα εἰς ἀνθρώπους ἀεὶ τελούμενα ἦ που σφόδρα ἀμήχανον ἁπάντων ἀνθρώπων στόματα καὶ πᾶσαν ὅση ἀνθρωπίνη φωνὴ κτησαμένῳ, εἰ μὴ θεοί τινες ὡς ἀληθῶς ἡγεμόνες τῷ λόγῳ γένοιντο. καὶ δὴ θεοὶ μὲν κεκλήσθων αὖθις, τὰ δὲ ἔργα τοῦ θεοῦ λέγωμεν· βούλεται γὰρ καὶ δίδωσι λέγειν αὐτοῖς οἷς ὁ τῶν ἀνθρώπων βίος διοικεῖται καὶ σώζεται, ταῦτά ἐστιν ἔργα Σαράπιδος. ἀρκτέον δὲ, φασὶν, ἐξ ἀρχῆς. τρία ταῦτα ἐπὶ παντὸς ἀνθρώπου θεωρεῖται καὶ συνέχει τὸν βίον, ψυχὴ, σῶμα, ὅσα τούτων ἐκτὸς εἰς χρείαν ἔρχεται. τούτοις δὴ πᾶσιν ἐφέστηκεν οὗτος ὁ θεὸς, ἐξ ἀρχῆς τε ἡμᾶς ἄγων εἰς φῶς καὶ τὴν ἑαυτοῦ ἀρχὴν καὶ γενομένοις ὅπως ἕκαστα ὑπάρξει προνοούμενος, τὴν μὲν ψυχὴν σοφίᾳ κοσμῶν ἡμῶν, ἣ μόνη τὴν πρὸς θεοὺς συγγένειαν [52] ἀνθρώποις δείκνυσι καὶ ᾗ τῶν ἄλλων θνητῶν ἢ ζώων διαφέρομεν, ἣ θεῶν τε αὐτῶν ἔννοιαν ἔδωκεν ἀνθρώποις καὶ ἱερὰ καὶ τελετὰς καὶ τιμὰς πάσας εὗρεν, ἔτι δὲ νόμους καὶ πολιτείαν καὶ μηχανήματα πάντα καὶ τέχνας πάσας ἐδίδαξε καὶ κατεστήσατο, καὶ ψευδοῦς καὶ ἀληθοῦς ἔδωκε διάγνωσιν, ὡς δ' εἰπεῖν, ἐποίησε τὸν βίον· τὴν μὲν δὴ ψυχὴν, ὅπερ εἶπον, σοφίᾳ καθαίρων, τὸ δὲ σῶμα ὑγίειαν διδοὺς σώζει, ἧς χωρὶς οὔτε τοῖς τῆς ψυχῆς ἀγαθοῖς χρῆσθαι οὔτ' ἄλλης οὐδεμιᾶς εὐτυχίας ἀπολαύειν ἔστι. τοσαύτην δ' ἔχει δύναμιν καὶ τιμὴν παρὰ θεοῖς καὶ ἀνθρώποις ὥστε ἐκ μὲν θεῶν οἴκων οὐδὲ ἐξέρχεται, οὐ πρότερόν γε ἢ ἄστρα τε ἐξ οὐρανοῦ καὶ αὐτὸς οὐρανὸς ἐξέλθοι ποτ' ἂν τῆς αὑτοῦ χώρας, ἀνθρώπων δὲ οὓς ἂν προλίπῃ ζῶντες οἰκτείρονται μᾶλλον ἢ τελευτήσαντες. μόνος δὲ ὁμοίως μὲν βασιλεῦσιν, ὁμοίως δὲ ἰδιώταις τίμιος, ὁμοίως δὲ σοφοῖς καὶ φαύλοις, καὶ μεγάλοις καὶ ἐλάττοσι, καὶ καλῶς καὶ τοὐναντίον πράττουσι, τοῖς μὲν τῆς ὑπαρχούσης εὐδαιμονίας ὄνησιν διδοὺς, τοῖς δὲ ἀντὶ τῶν ἄλλων δυσχερῶν μόνος γιγνόμενος. τὴν δ' αὖ μεθ' ὑγίειαν περισπούδαστον ἀνθρώποις χρημάτων κτῆσιν καὶ ταύτην Σάραπις δίδωσιν ἄνευ πολέμων καὶ μάχης καὶ κινδύνων· οὕτω διὰ παντὸς ἡμῖν εὐμενής ἐστι τοῦ βίου καὶ οὐδεμία ἀργὸς χώρα παρείθη τῷ θεῷ τούτῳ, ἀλλὰ μεθ' ὧν ἄνθρωπον δεῖ νοεῖν, πάνθ' οὗτος ἐξετάζει καὶ κατὰ πᾶν μέρος εὐεργεσίαν ἔχει, ἀπὸ τῆς ψυχῆς ἀρξάμενος καὶ τελευτῶν εἰς τὰς ἔξωθεν εὐπορίας. καὶ πεποίηκεν ἡμῖν οἷον ἁρμονίαν τὸν βίον καὶ συνῆψε ταῖς δωρεαῖς, σοφίας ἐρᾶν δι' ὑγιείας ποιήσας, ὑγίειαν δὲ ἡδίω σὺν εὐπορίᾳ καταστήσας, τῷ δὲ μέσῳ τὰ ἄκρα οἷον γόμφῳ συλλαβὼν καὶ βεβαιωσάμενος τῇ ὑγιείᾳ τὰ τῆς ψυχῆς ἀγαθὰ καὶ τὴν τῶν ὄντων ὄνησιν. πῶς οὖν οὐ τοῦτον ἀνακηρύττειν [53] χρὴ ἐν πανηγύρεσί τε καὶ πάσαις ἡμέραις κηδεμόνα καὶ σωτῆρα πάντων ἀνθρώπων αὐτάρκη θεόν;
Καὶ μὴν καὶ τὰ ὅλα γε τοῦ βίου μέτρα συνέχων ἀνθρώποις καὶ ταμίας ὢν τοῦ βιωσίμου, κατὰ τοῦτ' ἂν δικαίως ἅπαντα περιειληφέναι νομίζοιτο καὶ πάντα οἷον κυβερνᾶν ἡμῶν τὸν βίον. οἱ μὲν δὴ τῆς μεγάλης πρὸς Αἰγύπτῳ πόλεως πολῖται καὶ ἕνα τοῦτον ἀνακαλοῦσι Δία, ὅτι οὐκ ἀπολέλειπται δυνάμει περιττῇ, ἀλλὰ διὰ πάντων ἥκει καὶ τὸ πᾶν πεπλήρωκε. τῶν μὲν γὰρ ἄλλων θεῶν διῄρηνται αἱ δυνάμεις τε καὶ αἱ τιμαὶ, καὶ ἄλλους ἐπ' ἄλλα ἄνθρωποι καλοῦσιν, ὁ δὲ ὥσπερ κορυφαῖος πάντων ἀρχὰς καὶ πέρατα ἔχει. μόνος δὲ καὶ ἕτοιμος τῷ τινὸς δεομένῳ τοῦτον καλεῖν· ὥστε καὶ ἄνθρωποι περὶ μὲν τῶν ἄλλων οὐ κατὰ τὰ αὐτὰ φέρονται, ἀλλὰ τιμῶσιν ἄλλοι ἄλλους θεοὺς, τοῦτον δὲ μόνον πάντες ὁμοίως τοῖς σφετέροις νομίζουσι. διὰ γὰρ τὸ τὰς πάντων ἔχειν δυνάμεις οἱ μὲν ἀντὶ πάντων τοῦτον θεραπεύουσιν, οἱ δὲ οἷς νομίζουσιν ἐφ' ὁτῳοῦν καὶ τοῦτον προσνομίζουσιν ὡς κοινὸν ἁπάσης ὄντα τῆς γῆς ἐξαίρετον. οὐ μόνον δὲ τὰς ἐν τῇ γῇ πάσας ἔχει δυνάμεις οὗτος εἷς ὢν καθ' ἑκάστην, οὐδ' ὥσπερ ἄλλος ἄλλῃ τέτακται θεὸς, οὐδὲ κατὰ τὸν Ὁμήρου κλῆρον τριῶν μοῖραν ἔλαχε λαβὼν, ὡς τὸν Δία καὶ τὸν Ποσειδῶ καὶ τὸν Πλούτωνα ἐκεῖνος ἔφη διαλαχεῖν, ἀλλὰ καὶ ἐν θαλάττῃ μέγας οὗτος ὁ θεὸς καὶ ὁλκάδες καὶ τριήρεις ὑπὸ τούτῳ κυβερνῶνται καὶ ἐν αἰθέρι καὶ νεφέλαις, ἐκείνῳ μέλειν γῆς καὶ θαλάττης ἀνάγκης λόγος αἱρεῖ. Ὅμηρος μὲν οὖν ἔφη τὴν γῆν ἐπίκοινον λελεῖφθαι καὶ τὸν Ὄλυμπον τοῖς θεοῖς, ὁ δὲ γῆς τε κληροῦχος αὐτὸς διαφέρων καὶ τῶν ἰδίων αὖ τῶν ἄλλων μερῶν κοινωνὸς ἑκάστῳ προσφαίνεται, πάντα αὐτὸς εἷς ὢν ἅπασιν, εἷς ταυτὸν δυνάμενος, πάσας πράξεις καὶ πάσας εὐπορίας [54] ἐν ἅπασι καιροῖς καὶ τόποις συγκατεργαζόμενος, γῆς καὶ θαλάττης, φαῖεν ἂν ποιηταὶ, κλῇδας ἔχων, ἐπεὶ καὶ μετὰ τὴν ἀναγκαίαν τοῦ βίου τελευτὴν ἔτι οὗτος ἄρχων ἀνθρώποις μένει. καὶ παρὰ τοῦτον δεῖ βαδίζειν παρ' αὐτοῦ, τοῦτο δὴ τὸ λεγόμενον οἴκοθεν οἴκαδε, ὡς αὐτόν. χώρους τε ὁ διαιρῶν ἑκάστοις οὗτός ἐστι πρὸς ἀξίαν τῆς ἐν τῇ γῇ διαίτης καὶ δίκης τῆς τῶν ὕστερον γιγνομένων, ἡμέρας μὲν τὰ ὑπὲρ γῆς ἐπιὼν, νυκτὸς δὲ τὰς ἀθεάτους ζῶσι κρίσεις ποιούμενος, σωτὴρ αὐτὸς καὶ ψυχοπομπὸς, ἄγων εἰς φῶς καὶ πάλιν δεχόμενος, πανταχῆ πάντας περιέχων. εἰ δέ του θεῶν, καὶ Σαράπιδος μνησθεὶς ἀνὴρ εὐθυμίας ἅμα καὶ δέους ἐμπίπλαται. φιλανθρωπότατος γὰρ θεῶν καὶ φοβερώτατος αὐτὸς, τὸν λυσιτελῆ φόβον ἀνθρώποις ἔχων, ὅπως μήτε ποιήσουσι μήτε πείσονται κακῶς ἀλλήλους μηδ' ὑπ' ἀλλήλων. πρὸς δ' οὖν τὸν ἔλεον μᾶλλον τέτραπται καὶ ὅπερ εἶπε περὶ πάντων τῶν θεῶν Ὅμηρος, στρεπτοὺς εἶναι καὶ παραιτητοὺς, μάλιστα οὗτος βεβαιοῖ, τοσαύτας στρέφεται στροφὰς ἐπὶ σωτηρίᾳ τῶν ἀεὶ δεομένων. καὶ τοίνυν καὶ θυσιῶν μόνῳ τούτῳ θεῷ διαφερόντως κοινωνοῦσιν ἄνθρωποι τὴν ἀκριβῆ κοινωνίαν, καλοῦντές τε ἐφ' ἑστίαν καὶ προϊστάμενοι δαιτυμόνα αὐτὸν καὶ ἑστιάτορα, ὥστε ἄλλων ἄλλους ἐράνους πληρούντων κοινὸς ἁπάντων ἐράνων οὗτός ἐστι πληρωτὴς, συμποσιάρχου τάξιν ἔχων τοῖς ἀεὶ κατὰ ταυτὸν συλλεγομένοις. ὥσπερ Ὅμηρος ἔφη τὴν Ἀθηνᾶν αὐτὴν ἅμα σπένδειν τε καὶ τελεῖν ἕκαστα, αὐτὸς ὢν ὁμόσπονδός τε καὶ ὁ τὰς σπονδὰς δεχόμενος, ἐπὶ κῶμόν τε ἀφικνούμενος καὶ καλῶν ὡς αὑτὸν κωμαστὰς, οἳ χορεύοντες ὑπ' αὐτῷ τὴν ἀδεᾶ κακῶν χορείαν, ἅμα τοῖς στεφάνοις τὴν ἀγαθὴν εὐθυμίαν οἴκαδε εἰσενεγκάμενοι, τὴν δευτέραν ἀποδιδόασιν ἐπικαλεσάμενοι. παραπλησία δὲ καὶ ἡ κατὰ τὰ ἄλλα πρὸς αὐτὸν κοινωνία ὁμότιμος, οὐ πρὸς ὁμότιμον, οἷον ἐμπόρων [55] καὶ ναυκλήρων, οὐ μόνον δεκάτας ἀναγόντων, ἀλλὰ καὶ μερίτην ἐξ ἴσου ποιουμένων, ὥσπερ συνέμπορον καὶ κοινωνὸν τῶν διὰ μέσου πάντων· ἐπὶ τοσοῦτον ἀνθρώποις ἐγκαταμέμικται. οὗτός ἐστιν ὁ τῷ ὄντι ταμίας ἀνέμων πολὺ μᾶλλον ἢ ὁ νησιώτης, ὃν Ὅμηρος ἐποίησεν, οὗτος κύριος ἠμὲν παυέμεναι ἠδ' ὀρνύμεν ὅν κ' ἐθέλῃσιν· οὗτος ὕδωρ ἀνῆκε πότιμον ἐν μέσῃ θαλάττῃ, οὗτος κειμένους ἀνέστησεν, οὗτος περισπούδαστον ἡλίον φῶς τοῖς θεαταῖς ἔδειξεν, ὧν ἱεραὶ θῆκαι βίβλων ἱερῶν ἀπείρους ἀριθμοὺς ἔχουσι. μεσταὶ δὲ ἀγοραὶ, φασὶ, καὶ λιμένες καὶ τὰ εὐρύχωρα τῶν πόλεων τῶν καθ' ἕκαστα ἐξηγουμένων. ἐμοὶ δ' ἐγχειροῦντι λέγειν ἀπέραντον ἡμερῶν πλῆθος ἐπιρρυὲν ἀτέλεστον ὁμοίως ἕξει τὸν κατάλογον. οὐδὲ γὰρ ἕστηκεν αὐτοῦ τὰ ἔργα, οὐδὲ τοσαῦτά ἐστιν ὁπόσα γέγονεν, ἀλλ' ἐφ' ἡμέρᾳ καὶ νυκτὶ πρόσεισιν ἄλλα ἐπ' ἄλλοις. καὶ ὥσπερ τοῦ παντὸς αἰῶνος καθ' ἡμέραν ἑκάστην προϊόντος οὐκ ἔστιν εἰπεῖν τὸ ἀπανηλωμένον, ἀλλ' ἀεὶ τὸ ἴσον λείπεται, οὕτως οὐδ' ὧν ὁ θεὸς ἔργων ἐργάζεται οὐκ ἔνεστιν εἰπεῖν πότερ' ἃ εἰλήφαμέν ἐστι τὰ πλείω, ἢ τὰ μέλλοντα ἔσεσθαι· τοσαῦτα γίγνεται. εἰ δή τις οὖν ταῦτα καταλέγειν ἐπιχειροίη, τὰ ἐκφεύγοντα διώξεται, οἷον οἱ τὰ τῶν ποταμῶν ῥεύματα κατόπιν διώκοντες, καὶ ὅμοιον ποιήσει ὥσπερ ἂν εἰ πάντα τὸν αἰῶνα ἀξιοίη ζῆν· πάντως γὰρ αὐτῷ δεήσει.
Ἀλλὰ ταῦτα μὲν ἀνὰ χρόνους ἄλλα ἄλλοι βοήσονται, οἱ μὲν ἐν σφίσιν αὐτοῖς, οἱ δὲ ἐν ἑτέροις ὁρῶντες γιγνόμενα. καὶ ἡμῖν ἤδη προειρήσθω κοινῷ λόγῳ ὥσπερ ἐν σπονδῶν ἀπαγγελίᾳ. πάντως οὐ δέος μὴ ψευσώμεθα. ὃ δ' οὖν ὑπεθέμεθα ἐν ἀρχῇ, διὰ πάντων δείκνυται, οἷς τὸ ἀνθρώπειον φῦλον ἄγεται, ταῦτ' εἶναι ἔργα Σαράπιδος καὶ μηδέποτε ἐκφεύγειν ἡμᾶς τὸ τούτου κράτος, ἀλλὰ καὶ σώζειν, καὶ ὕστερον εἶναι τὴν παρὰ τούτου πρόνοιαν.
[56] προέστηκε δὲ καὶ πάντων ζώων γενέσεως καὶ τροφῆς, καὶ πολλὰ τῶν ἱερῶν θρεμμάτων, ὥσπερ ἄνθρωποι, πρὸς τοῦτον διαιτᾶται. οὗτος ἄγει Νεῖλον ὥρᾳ θέρους, οὗτος χειμῶνος ἀνακαλεῖ, οὗτος δύο καὶ τετταράκοντα ἱερὰ κατ' Αἴγυπτον, οὗτος πάντας τοὺς ἐν τῇ γῇ νεὼς συνέχει τε καὶ κοσμεῖ, φύλαξ τῶν φανερῶν καὶ τῶν ἀπορρήτων, ἡγεμὼν ἀνθρώπων καὶ δαιμόνων· καὶ ἡμῶν ἤδη μεταστρέψει τὸν λόγον πρὸς αὑτὸν, καὶ προσειποῦσιν ὥρα κατεπαύειν. ὦ τὴν καλλίστην ὧν ἐφορᾷς κατέχων πόλιν, ἥ σοι τὴν δι' ἔτους πανήγυριν πληροῖ, ὦ κοινὸν ἅπασιν ἀνθρώποις φῶς, ἡμῖν τε δὴ πρώην περιφανῶς γενόμενος, ὅτ' ἐπιρρεούσης τῆς θαλάττης καὶ πολλῆς πάντοθεν αἰρομένης καὶ οὐδενὸς ὁρωμένου πλὴν τοῦ μέλλοντος καὶ σχεδὸν ἤδη παρόντος ὀλέθρου, χεῖρα ἀντάρας, οὐρανόν τε κεκρυμμένον ἐξέφηνας καὶ γῆν ἔδωκας ἰδεῖν καὶ προσορμίσασθαι, τοσοῦτον παρ' ἐλπίδα ὥστ' οὐδ' ἐπιβᾶσι πίστις ἦν. τούτων τε δή σοι πολλὴ χάρις, ὦ πολυτίμητε, καὶ τὰ νῦν μὴ πρόῃ με, ἀλλ' ἀνάσωσον βεβαίως, τόν τε ὕμνον τόνδε ὡς ἐν τοιούτοις πεποιημένον προσοῦ φαιδρῶς, χαριστήριον μὲν ἐκείνων τῶν ἔμπροσθεν, ἱκετηρίαν δὲ καὶ παράκλησιν περὶ τῶν μελλόντων, ἡδίω καὶ βελτίω τῶν παρόντων γενέσθαι.