7537 474 0 8 0 0 IV d. C. Retorica Libanius V Declamationes Foerster, R., Leipzig, Teubner, 1922 Rist. 1997, Hildesheim, Olms. 104

Libanius - Declamatio V

ΠΡΟΣ ΤΟΝ ΟΔΥΣΣΕΩΣ ΕΝ ΛΙΤΑΙΣ

   ΠΡΕΣΒΕΥΤΙΚΟΝ ΑΝΤΙΛΟΓΙΑ ΑΧΙΛΛΕΩΣ.

[1]   Ὅτε πρῶτον ὑμᾶς εἶδον ἐπὶ τὰς θύρας ἥκοντας, ὦ σοφώτατε Ὀδυσσεῦ, ἡγησάμην ὀψέ ποτε κοινωνοὺς ἀφῖχθαί μοι τῆς ἐφ' οἷς ὑβρίσθην ὀργῆς καὶ τοῦ γε λοιποῦ μεθ' ἡμῶν συνδιατρίψειν τῆς Ἀγαμέμνονος βδελυρίας εἰσάπαξ κατεγνωκότας. καί, μὰ τοὺς θεούς, οὐ τὸ νῦν ἐπὶ τούτοις ἥκειν ὑμᾶς θαυμαστὸν ἐποιούμην, ἀλλὰ μᾶλλον ὅτι μὴ πάλαι μετέστητε, τοῦτ' ἐθαύμαζον.

[2]

ἐπεὶ δὲ καὶ τῶν λόγων ἤκουσα τῶν καλῶν καὶ πολλῶν καὶ τὴν ὑπὲρ τῶν ἠδικηκότων ἐθεασάμην σπουδὴν καὶ τὴν κατ' ἐμοῦ τοῦ τὰ δεινότατα πεπονθότος τέχνην καὶ ὅτι με καθάπερ παῖδα προσεδόκησας οἰχήσεσθαι λαβών, νῦν πλέον ἢ πρότερον, εἰ καὶ παράδοξον εἰπεῖν, ἤλγηκα. τὸ γὰρ μηδὲ νοῦν ἔχειν δοκεῖν, ἀλλ' ἕτοιμον εἶναι πρὸς ἀπάτην ὅτου τις ἂν εἴποι δεινοῦ τοῖς γε οὐκ ὄντως ἀνοήτοις δεινότερον. ἐγὼ δέ σε ἠξίουν φάσκοντα συνέσει νικᾶν μὴ τὸ πᾶσι πρόδηλον ἀγνοεῖν, ὅτι καὶ τῇ δεινότητι καὶ τῇ ῥώμῃ καὶ τῇ τῶν πολεμικῶν ἐμπειρίᾳ καὶ ταῖς ἄλλαις δυνάμεσιν οὐκ ἐπὶ τοὺς οἰκείους χρῆσθαι νόμος, ἀλλ' οὗ δεῖ τῶν ἐχθρῶν πλεονεκτεῖν.

[3] ταύτης τοίνυν τῆς ῥητορείας ἕτερος ἦν ὁ καιρός, ἡνίκα ἦλθες εἰς τοὺς Τρῶας, Ὀδυσσεῦ, μετὰ τοῦ Μενέλεω τὴν Ἑλένην ἀπαιτήσων. νῦν δὲ ἐκείνοις μὲν οὕτως ἔδοξας εἶναι πιθανὸς ὥστε μικροῦ λαβόντες ἀπέκτειναν ἄν, εἰ μὴ παρελθὼν Ἀντήνωρ ἐξῃτήσατο, τὰς δὲ ἡμετέρας διαλλαγὰς πάντως που τοῖς ὑβρικόσιν ἐπηγγελμένος ἥκεις. οὕτω φαυλοτέρους ἡμᾶς τῶν βαρβάρων ὑπείληφας.

[4]

πάντων δέ μοι δοκεῖς ἐναντιώτατον πρᾶγμα ποιεῖν· τὴν μὲν γὰρ φιλοτησίαν προπίνων χαῖρε προσεφώνησας, λέγεις δὲ ἀφ' ὧν ἀνάγκη τὸν ἀκούοντα λυπεῖσθαι. πείθειν μὲν γὰρ ἐπιχειρῶν οὐκ ἂν ἔχοις μὴ μεμνῆσθαι τῶν ἔμπροσθεν, μεμνημένῳ δὲ τῶν ἔμπροσθεν οὐκ ἔστι σοι μὴ τὸν πεπονθότα λυπεῖν. καὶ τί λέγω τῶν ἔργων; πρὸς αὐτὸ τοὔνομα τοῦ πρεσβευομένου ταράττομαι. σὺ δ' ἐν Ἀγαμέμνονος ἔφθης ἑστιαθείς, ἐκεῖθεν δ' ὁρμηθεὶς ὡς ἡμᾶς ἐλθεῖν ὡς ἂν μάλιστα ἀνιάσαις.

[5] θαυμάζω δὲ ὅπως οὐ συνίετε τῇ πρεσβείᾳ μείζω ποιοῦντες, οὐ λύοντες τὰ ὑβρισμένα. δείκνυτε γάρ, εἰς οἷον ὄντα ὑβρίζετε, τῷ μόνον ἡγεῖσθαι σωτῆρα καὶ δι' ὧν, εἰ μὴ λάβοιτε βοηθόν, ἀπολεῖσθαι πεπιστεύκατε, τὸ τῇ παροινίᾳ κατὰ τοῦ πρώτου τῶν Ἑλλήνων κεχρῆσθαι μεμαρτυρήκατε. ὥστε ἐν οἷς ἱκετεύει παροξύνει καὶ ταῖς δεήσεσιν ἐλέγχει τὰ πονηρεύματα καὶ μονονοὺ βοᾷ πρὸς ἅπαντας ὡς ἐμοὶ μόνῳ τῶν ὑβριστῶν οὐκ ἔστι συγγνώμη· καὶ γὰρ ὕβρικα καὶ ὃν ἥκιστα ἐχρῆν.

[6] ἐγὼ δὲ μάλιστα μὲν ‹ἂν› ᾤμην δεῖν μηδένα τῶν συμπεπλευκότων προπηλακίζεσθαι μηδ' εἰ τῶν πολλῶν εἴη καὶ τῶν ἔλαττον ἰσχυόντων, αὐτὴ γὰρ ἡ προθυμία, κἂν ἀπῇ τὸ κατορθοῦν, τιμῆς ἀξία· εἰ δ' οὖν ἀνάξιον ἡγεῖτο τῆς αὑτοῦ τύχης τὸ σωφρονεῖν καὶ τοῦτ' εἶναι κέρδος τῆς βασιλείας τὸ κακῶς τὸν πλησίον ποιεῖν, εἰς τοὺς σκευοφόρους καὶ τελοῦντας εἰς δῆμον καὶ φρονήματος ἐστερημένους, εἰς τούτους ἀσελγαίνειν ἐχρῆν, εἴπερ ἄρα καὶ τοῦτο ἐχρῆν, οὐ κατὰ στρατηγοῦ μεθύειν καὶ τούτου φίλου τοῖς θεοῖς καὶ κυρίου τοῦ τὰς ναῦς εἶναί τε καὶ διεφθάρθαι κατὰ τὸν σόν, Ὀδυσσεῦ, λόγον

[7]    Ἐμοὶ μὲν οὖν ‹ἂν› ἤρκει τὰ πράγματα καὶ τὰ τῶν πολεμίων πάθη καὶ πρὸ τῶν ἄλλων Ἕκτωρ τότε μὲν τρέμων, νῦν δὲ φοβῶν, καὶ οὐδὲν ‹ἂν› ἐδεόμην λέγειν ἃ τοῖς ἔργοις ἐπεδειξάμην, τοῖς γὰρ εἰκότως μέγα φρονοῦσιν οὐ παρ' αὑτῶν ἐπαίνους, ἀπὸ δὲ τῶν πεπραγμένων εἶναι δεῖ τὴν μαρτυρίαν· ἐπεὶ δὲ βουλόμενον σιωπᾶν οὐκ ἐᾷς, Ὀδυσσεῦ, πολέμου μεμνημένος πρὸς ἄνδρα κιθαρίζειν ἀντὶ τοῦ πολεμεῖν ἠναγκασμένον, ἀκούσατε, ὦ παρόντες, ἀνθ' οἵων οἷα κεκόμισμαι, καὶ ταῖς εὐεργεσίαις ἀντίθετε τὰς ἀμοιβάς. εἴσεσθε γὰρ εἴτ' ἔχει λόγον τὸ μὴ συμμαχεῖν εἴτε καὶ ἄλλως ἀγανακτῶ.

[8]

εἰ γὰρ ἐθέλοιτε σκέψασθαι, τί τὸ ποιῆσάν ἐστι τοὺς Ἀχαιοὺς ἐπὶ Τρωάδος ἱδρύσθαι γῆς καὶ μὴ τοῦτ' αὐτὸ πρῶτον ἀγνοεῖν, τὴν χώραν τῶν λελυπηκότων καὶ τίς ἡ Πριάμου πόλις καὶ ποῖ δεῖ προσβαλεῖν καὶ ποίαν κακοῦν, ἐμὲ τουτονὶ τὸν ἄτιμον εὑρήσετε καὶ τὸ δόρυ τὸ πατρικόν. ὡς γὰρ ἀνήχθημεν ἀπὸ τῆς Αὐλίδος, ἀγνοίᾳ τῶν τόπων προσπεσόντες τῇ Μυσῶν τὴν ἀρχὴν κατεθέομεν Τηλέφου τὴν Ἀλεξάνδρου νομίζοντες, αἰσθόμενος δὲ ὁ Τήλεφος εὐθὺς ἐν ὅπλοις ἦν καὶ μετὰ τῆς δυνάμεως ἀπήντα, μάχης δὲ καρτερᾶς γενομένης καὶ τοῦ πράγματος προϊόντος ὁ τῶν Μυσῶν ἡγούμενος ὑπ' ἐμοῦ τιτρώσκεται. καὶ οἱ μὲν ᾤχοντο φεύγοντες, ἡμεῖς δὲ γνόντες τὴν πλάνην ἀποπλεύσαντες αὖθις ἦμεν ἐν Βοιωτίᾳ. καὶ τῷ συμβεβηκότι τὸ στράτευμα διελέλυτο.

[9] χρόνου δὲ ἐγγινομένου καὶ τῆς ἀγνοίας μενούσης κομίζεται Τήλεφος εἰς Δελφοὺς τῷ θεῷ χρησόμενος ὑπὲρ τοῦ τραύματος ὡς τῆς τῶν ἰατρῶν τέχνης οὐκ ἀρκούσης τῷ πάθει. ὁ δὲ ἀνεῖλε παρὰ τῷ τρώσαντι καὶ τὴν ἴασιν ζητεῖν. ταῦτ' ἀκούσας εἰς Ἄργος ἔρχεται καὶ τῶν ἀλγηδόνων παύεται ταῖς ναυσὶν ὁμολογήσας ἡγήσεσθαι, καὶ γίνεται τῆς ἰατρείας μισθὸς ἡ τῆς ἀγνοίας τῶν τόπων ἀπαλλαγή. αὕτη πρώτη καὶ μεγίστη τῶν εὐεργεσιῶν γνῶναι τὴν Ἀλεξάνδρου πατρίδα καὶ μὴ καθάπερ ἐν μανίᾳ τὸν παραπεπτωκότα βλάπτειν ἀντὶ τῶν αἰτίων.

[10] οὐκοῦν τῶν μὲν ἄλλων ἕκαστος τοῖς αὑτοῦ πράγμασι σεμνύνεται, ἐγὼ δὲ τοῖς τε ἐμαυτοῦ καὶ τοῖς ἁπάντων. καὶ γὰρ τὰ τῶν τοξοτῶν καὶ τῶν ὁπλιτῶν καὶ τῶν ἱππέων καὶ ὅλως ὅστις ὠφέληκέ τι τὸ κοινόν, πάντα ταῦτ' ἐστὶ τοῦ δεῦρο κεκομικότος τὴν στρατιάν. εἰμὶ δὲ οὗτος ἐγὼ τῷ τὴν ἀφορμὴν ἐνδοῦναι. εἰ τοίνυν τῶν μὲν νῦν εἰργασμένων οὐδὲν ἂν ἐπέπρακτο μὴ τὴν ἀρχὴν ἐλθόντων, τοῦτο δὲ οὐκ ἂν ὑπῆρξε μὴ τοῦ Τηλέφου τρωθέντος, ἐτρώθη δὲ ὑφ' ὅτουπερ ἴστε, τοῦ τὴν ὑπόθεσιν παρασχόντος καὶ τὰ ἔργα γίγνεται. παρ' ἀμφοτέρων τοίνυν ὀφείλεταί μοι χάρις, τῶν τε ἠριστευκότων αὐτῶν καὶ τῶν δοκούντων ἐφεστάναι τοῖς πράγμασι, τῶν μὲν ἀντὶ τῆς ἀρετῆς ἣν ἐπεδείξαντο, τῶν δὲ ἀντὶ τῆς παρὰ πάντων ὠφελείας.

[11] οὐ τοίνυν τοῦ μὲν ἐλθεῖν τὴν στρατιὰν αἴτιος ἐγενόμην, ἐπεὶ δὲ ἀφικόμην, ἀρκεῖν ἡγησάμην ἢ ταὐτὰ τοῖς ἄλλοις ποιεῖν ἢ μικρῷ τῳ τοὺς ἄλλους ὑπερβάλλειν, ἀλλ' ὁρῶν τοῖς μὲν Τρωσὶν ἐν τοῖς περιοίκοις τὴν ἰσχὺν οὖσαν τοῦ πολέμου καὶ τῇ τούτων εὐνοίᾳ μεγάλην ὑπάρχουσαν αὐτοῖς ἀποστροφὴν τάς τε νήσους τὰς ἐπικειμένας καὶ τῆς ἠπείρου πόλεις οὐκ ὀλίγας, τὰ δὲ ἡμέτερα τῇ πενίᾳ πρὸς ἀσθένειαν ἥκοντα, ταῦτα ἐνθυμηθεὶς Κύκνου μὲν ἤδη πεπτωκότος, τῶν δὲ Τρώων εἰς τὸ τεῖχος κατακλεισθέντων, ἀδείας δὲ οὔσης ἐνδιαιτᾶσθαι τῷ πεδίῳ νῦν μὲν πεζαῖς στρατιαῖς, νῦν δὲ ταῖς ναυσὶ χρώμενος περικόπτω τὴν τῶν ἐχθρῶν συμμαχίαν.

[12] καί μοι τὰς πόλεις ἐξαρίθμει τὰς ᾑρημένας. εἷλον Φώκαιαν, Κολωνάς, Κλαζομενάς, Τῆνον, Κύμην, τὴν Χρύσαν, τὴν Κίλλαν, τὴν Τένεδον, Σκῦρον, Θήβας, Πήδασον, Πύρραν, Λέσβον ὅλην. μακρὸν ἐπελθεῖν λόγῳ τὰς πόλεις ἃς ἐγὼ παρεστησάμην. καὶ σιωπῶ Τρωίλον καὶ Λυκάονα καὶ βοῦς ἐξ Ἴδης ἐληλαμένας. ἐντεῦθεν τοῖς Τρωσὶν ἀκριβὴς ἡ πολιορκία τῷ πάντ' ἐξηρημῶσθαι κύκλῳ. αἱ μὲν οὖν πόλεις εἰς ἔδαφος, ὁ δὲ πόνος ἐμός, τὰ δὲ χρήματα κοινά.

[13] οὐκοῦν τῇ Κύκνου μὲν τελευτῇ τὴν ἀπόβασιν τοῖς Ἕλλησιν ἔδωκα, ταῖς δὲ τῶν πόλεων ἁλώσεσι τοὺς Τρῶας συνέστειλα, τῇ περιουσίᾳ δὲ τῶν χρημάτων τὴν προσεδρείαν ἐμήκυνα. οὐ γὰρ ἐνῆν ἐν ἐνδείᾳ καὶ τροφῆς ἀπορίᾳ μακρὸν οὕτω πόλεμον διενεγκεῖν, ἐπεὶ καὶ τὴν Χερρόνησον οἱ γεωργοῦντες τῶν μὲν ἤδη κατεσκαμμένων, τῶν δὲ τῷ φόβῳ τὴν ἡσυχίαν ἀγόντων κατὰ πολλὴν ἀσφάλειαν περὶ τὰ ἔργα διέτριβον, ὥστε οὐχ ἧττον αἱ διὰ τῆς γεωργίας ἀφορμαὶ τῶν ἀπὸ τοῦ πολέμου πόρων ἐμοὶ προσήκουσι.

[14]    Φέρε δὴ καὶ περὶ τῆς αἰτίας ὅθεν προσκεκρούκαμεν Ἀγαμέμνονι μνημονεύσωμεν. οἶμαι γάρ, εἰ καὶ μηδὲν πρότερον εὖ πεποιηκὼς τοὺς ὁμοφύλους ἐτύγχανον, ἀλλὰ πάντων ἀργότατα καὶ ῥᾳθυμότατα τῷ πολέμῳ κεχρημένος καὶ μηδὲν ἐποίουν βέλτιον, ἀπό γε ταύτης προσήκειν ἡμῖν ἰσοθέων ἀξιωθῆναι τιμῶν.

[15] σκοπεῖτε γάρ· εἶχεν Ἀγαμέμνων τὴν Χρύσου παῖδα λαβών, ὁ δὲ Χρύσης οὗτος ἦν ἱερεὺς Ἀπόλλωνος. βουλόμενος οὖν ἀνασῶσαι τὴν θυγατέρα πρὸς τὸ στρατόπεδον ἧκεν οὔτε λύτρων φειδόμενος τῷ τε θεῷ δοθῆναι τὴν χάριν ἱκετεύων. ὁ δὲ μετρίως καὶ καλῶς ὑπὲρ τῶν κοινῶν βεβουλευμένος οὔτ' ἀφῆκεν οὔτε πρᾴως ἀπέπεμψεν, ἀλλ' ἠπείλησεν ἀποκτενεῖν, εἰ μὴ φύγοι, λῆρον εἶναι φήσας τὴν τοῦ θεοῦ συμμαχίαν.

[16] ἐμοὶ μὲν οὖν εὐθὺς δεινὸν τοῦτ' ἐφαίνετο καὶ μεγάλων ἀρχὴ συμφορῶν, οὔτε γὰρ ἐκεῖνον μὴ κατεύξεσθαι τῶν Ἀχαιῶν εἰκὸς ἦν οὔτε μὴν τὸν Ἀπόλλω μὴ συναλγήσειν τῷ πρεσβύτῃ, τοῦ δὲ μὴ δοκεῖν οὔπω τῶν δεινῶν παρόντων ἐξεπίτηδες συγκρούειν τὸν ἄνθρωπον τοῖς Ἀχαιοῖς ἐσιώπων. ἀλλ' οὐκ ἔφθη παροινήσας εἰς τὸν Ἀπόλλω, καὶ τὸ στρατόπεδον ἐξαίφνης ἀνηλίσκετο νόσῳ καὶ τὸ ἔργον ἡμῖν ἦν αἱ τῶν ἀπιόντων ταφαὶ καὶ τῷ πολέμῳ κρατοῦντες ἑνὸς ἀνδρὸς ἐφθειρόμεθα δυσσεβείᾳ.

[17]

ἔδει μὲν οὖν, εἰ καὶ πάντες ὀλιγώρως εἶχον τῶν συμβαινόντων καὶ τοῦ καθ' αὑτὸν ἕκαστος μόνου φροντίζων τῆς κοινῆς κατημέλει σωτηρίας, Ἀγαμέμνονα περιθεῖν ἄνω καὶ κάτω καὶ πρὸς τὰς σκηνὰς ἰόντα τῶν ἐν τέλει συγκαλεῖν, συνάγειν, δεῖσθαι, πάντα ποιεῖν ὥστε τὴν λύσιν εὑρεθῆναι τοῦ κακοῦ· νῦν δὲ ὥσπερ τῶν πολεμίων ἁπτόντων τοῖς νεκροῖς τὰς συνεχεῖς πυρὰς καὶ συμφορὰς ἀκούων ἀλλοτρίας, οὐ τὰς οἰκείας ὁρῶν οὐ λόγον εἶπεν, οὐ σύλλογον ἐποίησεν, οὐκ ἀνέστησε σύμβουλον, οὐκ ἤρετο μάντιν, ἀλλὰ τοὺς μὲν ἀφῆκεν ἀποθνήσκειν, αὑτῷ δὲ ἱκανὴν εὐδαιμονίαν ἔκρινεν, εἰ τρυφᾶν ἐξείη.

[18] τί τοίνυν ἐχρῆν με πράττειν, Ὀδυσσεῦ, τοῦ λοιμοῦ μὲν ἐπικειμένου, τῶν δὲ καταλόγων κενουμένων, ῥᾳθυμοῦντος δὲ τοῦ κρατοῦντος, σιωπῶντος δὲ σοῦ, σιωπῶντος δὲ Νέστορος, ὃν ἤγαγεν εἰς Τροίαν τὸ δοκεῖν δύνασθαι τὰ δέοντα παραινεῖν; ἐᾶν ἔδει τὸ δεινὸν χωρεῖν καὶ μὴ ζητεῖν ὅπως στήσεται; καὶ τίς ἂν ἐμήνυσε τοῖς οἴκοι τὸν τρόπον τῆς τελευτῆς; οὐδὲ γὰρ ἄγγελον ἂν κατέλιπεν ἡ νόσος. ἀλλ' ἔδει σκοπεῖν εἴ τις ἴασις ἔσται καὶ φανῆναί τινα ὑπὲρ τῶν κοινῶν ἀτυχημάτων ἀχθόμενον.

[19] ἐφάνην τοίνυν τηνικαῦτα ἐγὼ καὶ παρελθὼν εἶπον οὐδὲν οὔτε προπετὲς οὔτε ἀπαίδευτον, οὐ γὰρ ἰσχυρισάμην εὐθὺς ἐκ τῆς περὶ τὸν Χρύσην ἀτιμίας τὸ στρατόπεδον νοσεῖν, ἀλλ' ὃ δίκαιον πάντες ἂν εἶναι φαῖεν πλὴν Ἀγαμέμνονος, ἐπὶ τοὺς μάντεις ἠξίουν καταφεύγειν καὶ παρ' ἐκείνων μανθάνειν, πῶς ἂν πριαίμεθα τοῦ λοιμοῦ τὴν λύσιν, καί τινων αἰγῶν καὶ θυσιῶν ἐμνημόνευον. ὁ δὲ Χρύσης οὐκ ἦν ἐν τοῖς ἐμοῖς λόγοις. καλούμενος δὲ ὁ Κάλχας ὑπὸ τοῦ καιροῦ λέγει τὰ παρὰ τῆς τέχνης, ὡς ὁ θεὸς παρώξυνται καὶ τιμωρεῖ τῷ πρεσβύτῃ καὶ ζητεῖ τὴν κόρην.

[20] τί τοίνυν ἐπλημμέλουν; δεῖξον, Ὀδυσσεῦ. ἠδίκουν φυλάττων Ἀγαμέμνονι τὴν ἀρχήν; ὁ γὰρ τοὺς ἀρχομένους φυλάττων ἐκείνῳ συνεῖχε τὸ σχῆμα. ἠδίκουν ἐπὶ τὸν μάντιν ἄγων τὸ πρᾶγμα; τί οὖν εἵπετο τῇ στρατιᾷ μέλλων ἐν τοῖς ἀπόροις ἄφωνος ἔσεσθαι; καὶ μὴν ἐπ' αὐτῆς τῆς ὀργῆς ἐμαρτύρησεν Ἀγαμέμνων ταὐτά με σπεύδειν ἃ μάλιστ' ἂν αὐτὸς βούλοιτο. τί γὰρ ἔφησε;

   βούλομ' ἐγὼ λαὸν σόον ἔμμεναι ἢ ἀπολέσθαι. οὐκοῦν καὶ αὐτὸς σῶον εἶναι τὸν στρατὸν ἐθέλων μᾶλλον ἢ ἀπολωλέναι τὴν ἐκκλησίαν συνῆγον. πῶς οὖν ὑβριζόμην ὡς ἀδικῶν ὁ τὴν ἐπιθυμίαν Ἀγαμέμνονι πληρῶν;

[21] πῶς δ' οὐκ αὐτὸς παρ' αὑτοῦ λαμβάνει δίκην, εἰ τὸ βούλεσθαι σώζεσθαι τὸν στρατὸν ἀδικεῖν ἐστιν; ἐχρῆν γὰρ ἢ καὶ αὑτὸν ἀτιμοῦν ἢ καὶ ἐμὲ θαυμάζειν. εἰ γὰρ μὴ Κάλχας ἦν ὁ μνησθεὶς τῆς γυναικός, ἀλλ' ἐγώ, τί δεινὸν ἦν ἀποστάντα τῆς κόρης θαρρεῖν ὑπὲρ τοῦ στρατοῦ; οὐ τιμωρίας ἀξίαν ‹ἂν› ἐδεδώκειν τότε γνώμην, Ὀδυσσεῦ, ἀλλὰ στεφάνων καὶ τιμῶν καὶ δωρεῶν.

[22] δῆλον δὲ ἐκ τοῦ παρόντος. τίς γὰρ ἡ πρόφασις τουτωνὶ τῶν δώρων; ἡ σωτηρία τῶν Ἑλλήνων. οὐκοῦν καὶ τότε τοὺς Ἕλληνας ἔσωζον ὅπως ἀπαλλάξονται τοῦ λοιμοῦ προνοῶν. ὥστε καὶ τότε τοῦ δικαίου νικῶντος ἐτιμώμην ἄν. οὐ γὰρ δὴ τὸ σιδήρῳ μὲν πληγέντα πεσεῖν ἀφόρητον, λοιμῷ δὲ ἀπενεχθῆναι κοῦφον, ἀλλὰ τοσούτῳ τοῦτ' ἐκείνου χαλεπώτερον, ὅσῳ τὸ μὲν ἐπαινεῖται, τὸ δὲ οἰκτείρεται, καὶ τῷ μὲν ὑπάρχει τι δόξης, τὸ δὲ σημεῖόν ἐστι τῆς τῶν θεῶν δυσμενείας. εἰ δὴ τὸ τοὺς πολεμίους ἀπώσασθαι δωρεῶν ἄξιον, τό γε λῦσαι τὸν λοιμὸν πῶς οὐ μειζόνων; οὔκουν ἀντὶ τούτων ὑβρίζειν δίκαιος ἦν, ἀλλ', εἰ καὶ πρότερον ὑβρισμένος ἐτύγχανε, τούτων εἵνεκα διαλλάττεσθαι. ὁ δὲ ταῦτ' ἐν ἐγκλήμασιν ἐποιεῖτο, δι' ἃ καὶ παλαιὰ χρῆν ἀνελεῖν ἐγκλήματα.

[23] καὶ μὴν οὐδ' ἐκεῖνο δῆλον ὑπῆρχεν, ὡς μόνης τῆς Χρυσηίδος ὁ λοιμὸς ἀφέξοιτο. πότερον οὖν κρεῖττον ἦν καὶ λυσιτελέστερον μετὰ τῶν ἄλλων τεθνάναι τὴν κόρην ἢ σῶσαί τε τοὺς ἄλλους καὶ αὐτὴν σεσῶσθαι; [24] ἔτι τοίνυν, εἰ μὲν ἐμοὶ παραχωρήσεσθαι τῆς Χρυσηίδος ἔμελλεν ἢ Αἴαντι ἢ Ἰδομενεῖ ἢ σοὶ ἢ ὅλως ἀνθρώπων τινί, οὐδ' οὕτω μὲν ἐχρῆν ἀγανακτεῖν, εἰ τοῦ συμφέροντος ὁ λογισμὸς ἐνταῦθα ἦγεν, ἔδοξε δ' ἂν οὐκ ἔξω φύσεως ἀνθρωπίνης εἶναι τὸ πάθος· νῦν δὲ θεὸς ἦν ὁ τὴν ἄνθρωπον ἀπολαμβάνων. θεῶν δὲ ἡττᾶσθαι ποῦ λυπηρόν; ἢ τίς αἰσχύνη; εἰ γὰρ τὸ σκῆπτρον ἐκέλευεν ἀποθέμενον ἐν ὑπηρέτου μέρει διάγειν, οὐκ ἐχρῆν ἀγαπᾶν καὶ τοῦτο νομίζειν καλόν τε καὶ γενναῖον ὅπερ ἐκεῖνος προσέταττε; καὶ μὴν εἰ μὲν ἄκων ἠφίει τὴν κόρην, ἐχθρὸς ἦν τῷ θεῷ· εἰ δ' ἑκὼν ἀνεβίβαζεν εἰς τὴν ναῦν, πῶς ἃ μεθ' ἡδονῆς ἔπραττε, τούτων εἰσεπράττετο δίκην;

[25]    Συλλογίσασθαι δὴ βούλομαι τὰς εὐεργεσίας καὶ διελθεῖν ἐν βραχεῖ. ἔδωκα τὸν ἡγεμόνα τῷ στόλῳ Τήλεφον, ἐτρεψάμην τοὺς ἀνείργοντας τὴν ἀπόβασιν, ἐψίλωσα τοὺς Τρῶας τῶν περιοίκων, μετήνεγκα τὸν πλοῦτον εἰς ὑμᾶς, ἔπαυσα τὸν λοιμὸν διὰ τοῦ μάντεως. τίνες οὖν αἱ τούτων ἀμοιβαί; ἐστέρημαι τοῦ γέρως, ἀφῄρημαι τὴν τιμήν, ὑπὲρ τοὺς ἀτίμους ὕβρισμαι. ποῦ νῦν Βρισηίς, Ὀδυσσεῦ; παρὰ τῷ πέμψαντι τὴν πρεσβείαν. οὐ γέγονεν ἐκ τοῦ παντὸς χρόνου προπηλακισμὸς δεινότερος.

[26] μαρτυρήσατέ μοι, πρὸς Διός, ὦ κήρυκες, οἳ τοῖς ἐπιτάγμασιν Ἀγαμέμνονος ᾐσχύνεσθε καὶ τῷ μὴ τολμῆσαι προσελθεῖν τοῦ τολμήσαντος ἀποστεῖλαι κατεγνώκειτε. ἐξῆγε μὲν ὁ Πάτροκλος τὴν κόρην κύπτων εἰς γῆν, ἐδέχετο δὲ ὁ Ταλθύβιος ἐρυθριῶν, εἵπετο δὲ ἡ Βρισηὶς στένουσα, ἐγὼ δ' ἐγκαλυψάμενος ἀπεχώρουν, Ἕκτωρ δὲ ἴσως ἐγέλα.

[27] ὦ πόνοι καὶ μάχαι καὶ πόλεων ἀνδραποδισμοί. ἀνανεοῦμαι τῇ μνήμῃ τὴν ὕβριν καὶ πάλιν ἐμπίπλαμαι τοῦ θυμοῦ. φεῦγε μάλ' ἤκουον ἐπὶ τοῦ συλλόγου. τί οὖν ἐνοχλεῖ τῷ πεφευγότι; τὸ ἐκείνου μέρος ἀνῆγμαι καὶ νῦν εἰμι μετὰ τοῦ πατρός. πάρεισιν αὐτῷ βασιλεῖς ἐπιεικεῖς καὶ πρᾷοι καὶ μισοῦντες φιλονεικίας, ἐγὼ δὲ χαλεπός τις καὶ δύσερις. μὴ ζητείτω δὴ τοῦτον οὗ φαυλίζει τὸν τρόπον.

[28]    Ἀλλ' Ἕκτωρ, φησί, μέγας γέγονε καὶ φοβερὸς καὶ ταῖς ἀπειλαῖς πάντας ἐλαύνει τὸ θαρρεῖν ἔχων παρὰ τοῦ Διός. μηδὲ παύσαιτό ποτε τοιαῦτα δρῶν, ὦ Ζεῦ πρόγονε. ταῦτα γάρ ἐστιν ἃ μετὰ τὴν ὕβριν ηὐξάμεθα, τὸν μὲν κρατῆσαι τοῦ πεδίου, τοὺς δὲ ἀεὶ πρὸς θάλατταν βιασθῆναι, τὸν δὲ κίνδυνον ταῖς ναυσὶ προσελθεῖν. εἰ τοίνυν ταῦτ' ᾐτοῦμεν, ταῦτα δὲ πέπρακται, οὐκ ἀφ' ὧν λυπήσεις ἀπήγγελκας, ἀλλ' ὧν εἰς ἡδονὴν πάντα ἐλάττω.

[29] εἰ μὲν οὖν τέρψαι βουλόμενος ἀθυμοῦντα τὴν Ἕκτορος διηγοῦ λαμπρότητα, καλῶς εὗρες ὅθεν παραμυθήσῃ· εἰ δ' οἴει τούτοις κινήσειν, λίαν εὐήθως ἔχεις. πῶς γὰρ οὐκ ἄτοπον βούλεσθαι μὲν Ἕκτορα γενέσθαι μέγαν, γενομένῳ δὲ φθονεῖν, καὶ συνεύχεσθαι μὲν αὐτῷ πολέμου κράτος· ἐπεὶ δὲ κρατεῖ, κωλύειν, καὶ ταπεινοὺς μὲν τοὺς Ἕλληνας ἰδεῖν ἐπιθυμεῖν, ἡττωμένους δὲ πάλιν ὀρθοῦν, καὶ ταὐτὰ ποθεῖν τε ἀπόντα καὶ παρόντα διαφθείρειν, ὥσπερ ἂν εἴ τις παρὰ τῆς Δήμητρος αἰτήσας εἰς πλῆθος αὑτῷ γενέσθαι τοὺς καρπούς, εἶτα τυχὼν ἄχθοιτο τῇ φορᾷ;

[30] εἰ ‹μὲν› συμμαχοῦντος ἐμοῦ καὶ κοινωνοῦντος τῶν πόνων, Ὀδυσσεῦ, ταῦθ' ἃ νῦν Ἕκτωρ ἐτόλμα, εἶχεν ἄν τινά μοι τοῦτο παροξυσμὸν καὶ οὐκ ἂν ἠξίωσα ζῆν ἐκείνου ζῶντος· εἰ δὲ τότε μὲν ὑπὸ τῷ τείχει παρετάττετο καὶ τὰς ἐξόδους ὡρίζετο τῇ δρυί, νῦν δὲ οὐδὲν αὐτῷ τὴν μανίαν χωρεῖ, τί τοῦτο πρὸς τὸν ἐν τῇ σκηνῇ καθήμενον; καταφρονεῖται γὰρ οὐχ ὁ τῶν πραγμάτων ἀποστὰς διὰ τὴν ὕβριν, ἀλλ' οἱ μὴ τοῖς πράγμασιν ἱκανοὶ παρόντες βοηθεῖν.

[31] ἐγὼ δὲ τοσοῦτον ἀπέχω τοῦ μισεῖν Ἕκτορα διὰ τὴν νῦν ἀριστείαν, ὥστε καὶ χάριν αὐτῷ φαίην ἂν εἰδέναι τοῦ θράσους. εἰ μὲν γὰρ ἐπὶ τῆς προτέρας εὐλαβείας ἔμενε, πολλοὺς ἂν Ἑλλήνων ἐδόκει δεδιέναι· νῦν δὲ ἀναθαρρήσας, ἐπειδὴ μετέστην, ἔδειξέ με μόνον φοβούμενος. κἀκεῖνο μὲν τῆς αὐτοῦ δειλίας ἦν ἂν σημεῖον, τοῦτο δὲ τῆς ἐμῆς ἀνδρείας τεκμήριον, κἀκείνως μὲν οὐκ ἂν ἐφάνη τοῖς Ἕλλησι τῆς ἀπουσίας τὸ βλάβος, νῦν δ' ὁ πολέμιος διδάσκει τὴν τοῦ παροινηθέντος ἀξίαν κρατῶν ἁπάντων τοσοῦτον ὁπόσον ἑνὸς ἡττᾶτο. τοῦτον οὖν ἀναστὰς ἐγὼ παύσω χαριζόμενον ἐμοὶ καὶ δίκην ὑπὲρ ἐμοῦ πραττόμενον; οὐκ ἄρα σωφρονεῖν δόξω.

[32] καί μοι δοκεῖς οὐκ ὀρθὴν δόξαν ἐσχηκέναι καὶ καθ' ἡμῶν, Ὀδυσσεῦ. τούτους γὰρ δὴ σὺ τοὺς λόγους ἐπήρθης εἰπεῖν τοὺς περὶ τῆς μανίας Ἕκτορος ἐκεῖνο ἐνθυμούμενος ἴσως· φιλότιμος ὁ ἀνήρ. ὑπερβολὴ τοῦ πάθους παρ' Ἀχιλλεῖ. ἂν ἀκούσῃ τοῦ πολεμίου γενναῖον ἔργον, ἁρπάσεται τὰ ὅπλα. ἐγὼ δὲ τῆς μὲν ἐμαυτῷ προσηκούσης ἀντιποιεῖσθαι τιμῆς ὁμολογῶ κἂν ἀφαιρῶμαι ταύτην, οὐκ οἴσω μετρίως, οὐ μὴν οὕτω μικροψύχως ἔχω καὶ μειρακιωδῶς ὥστ', εἴ τις εὐδοκιμεῖ δικαίως, ἀποπνίγεσθαι.

[33] καὶ μὴν εἰ καὶ σφόδρα τοῦτ' ἔπασχον, οὐκ ἔσθ' ὅπως ἂν ἧττον ἐκινήθην ἢ τοιαῦτα ἀκούων. λέγεις γὰρ αὐτὸν τῇ τοῦ Διὸς συμμαχίᾳ τὰ μέγιστα δύνασθαι. τοῦτο δέ ἐστιν εὐτυχεῖν, οὐκ ἀγαθὸν εἶναι τὰ πολέμια. καὶ γίνεται τὰ κατορθώματα τῆς παρασχούσης Τύχης. φιλοτιμία δὲ ἀνθρώπου πρὸς μὲν τοὺς ἀρετῇ χρωμένους κἂν πάθοι τι καὶ παροξυνθείη, τοὺς δ' εὐπραξίᾳ τι δυνηθέντας οὐκ ἂν ζηλωτοὺς ἡγήσαιτο τῇ δούσῃ θεῷ λογιζόμενος τὰ ἔργα, ἐπεὶ καὶ τοὺς ἀγαθοὺς ἀτυχοῦντας οὐ φαύλους παρὰ τὰ πταίσματα κρίνομεν. καὶ νῦν Ἕκτωρ, εἴπερ ὄντως τῇ τύχῃ μέγας ἐστί, πόρρω τοῦ θαυμάζεσθαι γίγνεται.

[34]    Ἀλλὰ γὰρ εὖ ποιῶν προσέθηκας τὸν Δία καὶ τὴν εὔνοιαν ἣν εἰς τοὺς Τρῶας ἔχει. ἐν γὰρ τούτῳ τῷ λόγῳ τὰς καθ' ἡμῶν ἀνῄρηκας αἰτίας. τίνα γὰρ μάρτυρα μείζω παράσχωμαι τοῦ δικαίως τὴν ἡσυχίαν ἄγειν ἢ τὸν ἄριστον τῶν θεῶν, ὃν σὺ φῂς ταὐτά μοι περὶ ὑμῶν φρονεῖν καὶ συνοργίζεσθαι καὶ τὴν ῥοπὴν ἄγειν ἐπὶ τοὺς ἐναντίους. πῶς οὖν ἀδικῶ χαλεπαίνων, εἰ τῷ χαλεπαίνειν ὁμολογῶ τῷ Διί; πῶς δὲ οὐ σεμνύνει μοι τὴν ὀργὴν ὁ κοινωνῶν μοι τῆς καθ' ὑμῶν ὀργῆς, μᾶλλον δέ, καὶ μειζόνως ἀγανακτῶν, εἴπερ ἐγὼ μὲν οὐ βοηθῶ τοῖς Ἕλλησιν, ὁ δὲ καὶ πολεμεῖ τοῖς Ἕλλησιν; εἰ τοίνυν τὸ τοῖς θεοῖς ἀκολουθεῖν δίκαια ποιούντων ἐστίν, αἱ μὲν διαλλαγαὶ τὴν μέμψιν, τὸ δὲ φυλάττειν τὴν ὀργὴν ἔπαινον ἔχει.

[35]    Πάνυ τοίνυν ἠχθόμην, ὅτε με τοῦ πατρὸς ἀμνημονεῖν ἔφησθα· τὸν μὲν γὰρ κελεύειν θυμοῦ κρατεῖν, ἐμὲ δὲ ἥττω πεφηνέναι. οὐ γὰρ δὴ τοῖς μὲν ἄλλοις ἦν τότε ὦτα, ἐμοὶ δὲ οὐκ ἦν, Ὀδυσσεῦ, ἀλλ' ἴσμεν ἃ περὶ θυμοῦ λέγοντος ἀκηκόαμεν. σὺ δὲ σοφίζῃ καὶ διαστρέφεις τὸν λόγον. ἔλεγε τοίνυν τότε ἐκεῖνος· ὦ παῖ, μὴ καταμέλει τοῦ τοὺς Ἕλληνας ὡς οἰκειότατα πρὸς αὑτὸν διατεθῆναι. τούτου δ' ἂν ἐπιτυγχάνοις, εἰ μηδενὸς ἄρχοις ἀδίκου μήτ' ἔργου μήτε ῥήματος θυμῷ δουλεύων.

[36] ἐκεῖνα δὲ οὐκ ἀκήκοα οὐδὲ ὁ Πηλεὺς ἐπέτελλεν· ὦ παῖ, μικρὰ φρόνει, ταπεινὸς γίνου, εἰς γῆν κύπτε, μὴ δόξης ὀρέγου, μετὰ τῶν ἀνδραπόδων ἀριθμοῦ, προσκύνει τοὺς ὑβρίζοντας, κἂν ἐπὶ κόρρης σε πατάξῃ τις, μὴ χαλέπαινε, κἂν ἀποστερήσῃ γέρως, σιώπα. πέμπω σε νῦν ἐπ' Ἴλιον οὐ κτησόμενον εὔκλειαν, ἀλλ' αἰσχυνοῦντα τὸ γένος. τούτων οὐδὲν ἀκήκοα τῶν λόγων οὐδὲ Πηλεὺς ἐπέτελλεν, ἀλλὰ καὶ τῆς ἐπιεικείας αὐτὸν ἐκεῖνον ἔφασκεν εἶναι τὸν μισθὸν τὴν παρ' ἑκατέρας τῆς ἡλικίας τιμήν, καὶ νέων καὶ γερόντων.

[37] ὁ δὴ τὴν πρᾳότητα καλὸν ἡγούμενος διὰ τὴν ἀπ' αὐτῆς τιμὴν πῶς ἂν οὗτος ἔπειθεν ἀνάλγητον εἶναι πρὸς ἀτιμίαν; ἀλλ', ὅπερ ἔφην, ἄρχειν μὲν ὕβρεως ἀπέτρεπε, λυπεῖσθαι δὲ παθόντα κακῶς οὐκ ἐκώλυεν, ἀλλ' οὐδ' ἂν τὴν ἀρχὴν ἔπεμψεν, εἰ ταῦτ' ᾔδει πεισόμενον.

[38] εἰ μὲν οὖν ἐγὼ τὰ δίκαια τῶν Ἑλλήνων πρὸς ἐμὲ ποιούντων ἠγροικισάμην εἰς ὁντινοῦν ἢ τῶν νέων ἢ τῶν πρεσβυτέρων ἢ τῶν ἡγεμόνων ἢ τῶν πολλῶν, εἰ κακῶς εἶπον, εἰ περιέρρηξα χλανίσκιον, εἰ τὸ σκῆπτρον εἰς πληγὴν ἀνετεινάμην, εἰ γέρας ἀφειλόμην ὡς ἂν αὐτὸς τοῖς ἐμαυτοῦ κινδύνοις ταῦτα κομίσας, εἰ μικρὸν ἢ μεῖζον ὧν οὐκ ἄμεινον θυμῷ προήχθην ἐργάσασθαι, ἀδικῶ μὲν ὑμᾶς, ἀδικῶ δὲ Πηλέα, ὁ δὲ θυμὸς παρ' ἐμοὶ τὰ πρῶτα ἔχει, λήθη δέ μοι τοῦ πατρὸς οὐκ οἶδ' ὅπως ἐγγέγονεν.

[39]    Ἀλλ' ἐπάνειμι πρὸς τὰς παραινέσεις καὶ σωφρονῶ καὶ λαμβάνω τὰ ὅπλα. εἰ δ' ἥμαρτον μὲν οὐδέν, ὑβρισμένος δὲ ἀλγεῖν ἐπίσταμαι, ποῦ Πηλέως αἱ συμβουλαὶ παρορῶνται; δοκῶ δέ μοι τρόπον ἕτερον ἐπιλελῆσθαι Πηλέως ἔτ' ἔχων ἐν τῇ γῇ τὰς ναῦς καὶ μέλλων καθέλκειν, ἀλλ' οὐ συνάψας τῷ προπηλακισμῷ τὸν ἀπόπλουν. εἰ γὰρ αὐτῷ τις ἀγγείλειεν, οἷα παθὼν οἵους δέχομαι λόγους, μέγα ἂν οἰμώξειεν ὡς ἀπολωλότος μοι τοῦ φρονήματος.

[40] σὺ δὲ μὴ λέγε τὸν θυμὸν ἁπλῶς, ἀλλ' εἰ μὴ λόγον ἔχει, τοῦτ' ἐπίδειξον, μηδὲ ψιλὴν πρόφερε τὴν ὀργήν, ἀλλ' εἰ μὴ τάξιν ἔχει τιμωρίας, τοῦτ' ἐξέταζε. εἰ δ' ἐγὼ φαῦλος τῷ θυμῷ, φαῦλοι μὲν οἱ τὴν στρατιὰν ἀγείραντες, φαῦλοι δὲ οἱ τούτοις ὑπακούσαντες καὶ τοσαύτην ποιησάμενοι τὴν ὀργὴν ὥστε καὶ γονέων ‹καὶ γυναικῶν› καὶ παίδων καὶ συγγενείας καὶ κτημάτων καὶ κατασκευῆς λαμπρᾶς καὶ γῆς καὶ πατρίδος καὶ ἱερῶν καὶ τάφων καὶ πάντων ἃ κατέχειν ἰσχύει τὴν τῶν λελυπηκότων τιμωρίαν ποθεινοτέραν ἡγήσασθαι.

[41] καὶ μὴν ἐμοὶ μὲν οὔπω πεντεκαίδεκα ἡμέραι τοῦ θυμοῦ, κοινῇ δὲ τοῖς Ἕλλησι δέκατον ἔτος. τί οὖν οὐ ταῦτα πρὸς Ἀγαμέμνονα ἔλεγες·

   ληγέμεναι δ' ἔριδος κακομηχάνου, ὄφρα σε

   μᾶλλον

   τίωσιν Τρώων ἠμὲν νέοι ἠδὲ γέροντες; δῆλον γὰρ ὡς, εἴπερ ἀπαίρειν ἐβούλετο πάλαι καὶ μὴ παρέχειν πράγματα, κἂν εὔξατο τῷ Ποσειδῶνι παραπέμψαι τὰς ναῦς. ἀλλ', οἶμαι, τὸ δευτέρους ἥκειν ἐπὶ τὸ λυπεῖν κοσμεῖ τὸν θυμόν. ἔστι γὰρ δούλου μὲν σιγῇ παθεῖν, ἐλευθέρου δὲ παθόντα ἀμύνασθαι.

[42] χωρὶς δὲ τούτων πῶς ἔνεστι ταῦτα ἀμφότερα συνελθεῖν, τάς θ' ὑπὲρ Ἀγαμέμνονος ἱκετείας καὶ τὰ καθ' ἡμῶν ἐγκλήματα; εἰ μὲν γὰρ ἐγὼ τοῦ Πηλέως ἀμνημονῶ, τί τὸ κατηγορεῖν ἀφέντες εἰς συγγνώμην καταφεύγετε; εἰ δὲ ὑμῖν ἡ παραίτησις πρέπουσα, ταῖς καθ' ἡμῶν αἰτίαις οὐκ ἔστι χώρα. δεῖ τοίνυν δυοῖν θάτερον, ἢ συγγνώμην αἰτεῖν ἢ μέμφεσθαι.

[43]    Ἀλλὰ δῶρα, φῄς, τὰ μὲν δίδωσι, τὰ δ' ὑπισχνεῖται. καὶ τούτοις ὑβρίζων, φαίην ἄν, εἰ πεπίστευκεν ἐπ' ἐμαυτῷ με τὰ χρήματα λήψεσθαι καὶ τὴν ἐπιτιμίαν ἀποδόσεσθαι. καὶ τί κωλύσει καὶ τοῦτον αὐτὸν καὶ τῶν εὐπορούντων ἕκαστον ἀδεῶς ὑβρίζειν, εἴπερ ἐξαρκέσει χρήματα καταθέντι παῦσαι τῶν ἠδικημένων τὸν θυμόν; καλόν γε, οὐ γάρ; πλοῦτον συλλέγειν ἐξ ἀσωτίας καὶ χρηματίζεσθαι τοῖς ἀσελγαίνειν βουλομένοις αὑτὸν προθέντα.

[44] καὶ πότερον δῶρα ταῦτα χρὴ καλεῖν ἢ δουλείας ἀρχήν; οὐ γὰρ δὴ πρὶν μὲν γενέσθαι καταφανές, εἰ τὴν ὀργὴν ἐπὶ χρήμασιν ἀναιρήσω, ῥᾳδίως οὕτως Ἀγαμέμνων ὕβριζεν· ἔργῳ δὲ γνούς, ὅτι πάντ' ἂν ὑπομείναιμι χρημάτων, αἰδοῖ χρήσεται πρὸς τοῦτον ὃν ἔξεστι πρίασθαι; ὅλως δέ, εἰ μὲν ἀδίκως ὀργίζομαι, τίς ὁ καιρὸς τῶν δώρων; εἰ δ' ἐν δίκῃ χαλεπαίνω, πῶς ἀξιοῖς με δώρων τὸ δίκαιον προέσθαι;

[45] θαυμάζω δ' εἰ τὸν μὲν Χρύσην πολλὰ καὶ θαυμαστὰ λύτρα φέροντα μικροῦ διειργάσατο, ἡμᾶς δὲ ἀξιοῖ πρὸς τοὺς τρίποδας ἐκπλαγῆναι καθάπερ ἐν ἐνδείᾳ τραφέντας. εἰ δοῦλος ἦν, Ὀδυσσεῦ, περιουσίας, ἐξῆν ἂν ἐν Φθίᾳ μοι καθημένῳ τρυφᾶν, νῦν δ' ἔρωτι μὲν δόξης ὑπερεῖδον τῶν οἴκοι, τετελευτήκασι δέ μοι πρὸς ἀτιμίαν οἱ πόνοι.

[46] φέρε, εἰ πρὸ τῆς ἀτιμίας Ἀγαμέμνων ὑπισχνεῖτο δῶρα δώσειν, εἰ παροινοῦντος ἀνασχοίμην, ἆρ' ἄν μοι συνεβούλευσας εὐπρεπεῖς οὕτω ποιεῖσθαι συνθήκας; οὐκ ἔστιν. οὐχ οὕτω ποτ' ἂν φθέγξαιο. εἶθ' ὑβρίζεσθαι μὲν ἐπὶ δώρων ἐλπίδι πολλῆς αἰσχύνης, ὑβρισθέντα δὲ χρημάτων λύειν τὴν ὀργὴν τῶν καλῶν ἕν τί ἐστι; καὶ μὴν τὸ λαβόντα καταλῦσαι τὸν θυμὸν ἴσον γίνεται τῷ παθεῖν ἐπὶ τῷ λαβεῖν. ἑκάτερον γάρ ἐστιν ἀνδρὸς τὸ παροινεῖσθαι πεποιημένου πρόσοδον.

[47]    Ὅλως δὲ γέλως τὰ δῶρα καὶ τὰ νῦν προκεχειρισμένα καὶ ἃ Τροίας ἁλούσης ἐπαγγέλλεται. καὶ περὶ μὲν τῶν μελλόντων ἐκεῖνο λέγω· ἐμοὶ μένοντι καὶ μετέχοντι τῶν ἀγώνων εἵμαρται πεσεῖν, Ὀδυσσεῦ, Πηλέα δὲ καὶ τὸν πατρῷον οἶκον οὐκ ὄψεσθαι. ταῦτ' εἶπεν ἡ μήτηρ θεὸς οὖσα καὶ μὴ πιστεύειν οὐκ ἔνεστιν. ἄνελε οὖν ἐκ τοῦ λόγου τὴν ναῦν τοῦ χρυσοῦ καὶ τὰς εἴκοσι Τρωάδας καὶ τὰς ἑπτὰ πόλεις καὶ τὴν κηδείαν. κεναὶ γὰρ ταῦτα ὑποσχέσεις, ὥσπερ ἂν εἰ καὶ τῷ Πρωτεσιλάῳ δῶρα νῦν ἔπεμπεν εἰς Ἐλεοῦντα.

[48] περὶ μὲν οὖν τῶν μετὰ τὴν νίκην τοσαῦτα εἰρήσθω μοι περὶ δὲ τῶν ἑτοίμων καὶ ὧν πρόχειρος ἡ δόσις, τί φημι; ταχέως Ἀγαμέμνων ἐπιλέλησται πόθεν ἔχει τὸ δῶρα διδόναι δύνασθαι. ταῦτα γὰρ οὐκ ἐκ Μυκηνῶν ἐνθέμενος εἰς τὰς ναῦς ἧκεν ἄγων, ἀλλὰ τοῖς μὲν ἐμοῖς κινδύνοις ἐκτήθη, μεγαλοψυχίᾳ δὲ εἰς τὸ κοινὸν ἀφείθη. ἢν οὖν λάβω, τἀμαυτοῦ λαβὼν ἔσομαι. φέρε γάρ, εἰ μὴ τὴν Λέσβον εἷλον, ἆρ' ἂν εἶχεν ὑπισχνεῖσθαι τὰς ἑπτὰ γυναῖκας τὰς Λεσβίδας; τί δ', εἰ μὴ τὰς ἄλλας ᾑρήκειν, ἆρ' ἂν εἶχεν ὑπισχνεῖσθαι τἄλλα; εἰ τοίνυν ἃ παρ' ἐμοῦ γέγονεν ἐκείνῳ, ταῦτ' ἐμοὶ παρ' ἐκείνου, παρ' ἐμαυτοῦ μοι γίνεται τὰ δῶρα, καὶ χάριν εἰδέναι δίκαιος ἐκεῖνος ἐμοὶ πάντων, ἀλλ' οὐκ ἐγὼ τοῦ μέρους ἐκείνῳ.

[49] δοκεῖ δέ μοι μηδὲ τοὔνομα τῶν δώρων προσήκειν τῷ παρόντι πράγματι. ὁ μὲν γὰρ ὧν οὐ κατέστη κύριος, ταῦτα λαμβάνων δῶρα λαμβάνει, ὁ δ' ὧν ἐγκρατὴς ὑπῆρχε, ταῦτα δεχόμενος ἃ πρότερον εἶχε κομίζεται. ὥστ' οὐδὲ πάντων ἀφιστάμενος τῶν ἐν τῇ σκηνῇ δώρων μέμνητ' ἂν εἰκότως. οὐ γὰρ δοῦναι τοῦτ' ἔστιν, ἀλλ' ἀποδοῦναι. νῦν δὲ ποιεῖ παραπλήσιον ὥσπερ ἂν εἰ καὶ τὴν κιθάραν ταύτην εἰς δωρεάν μοι λογίζοιτο.

[50]    Χωρὶς δὲ τούτων μὴ θαυμάζοντα μὲν τὰ δῶρα τὴν ὀργὴν ἐξαλείφειν οὐκ ἔνι, θαυμάζειν δὲ ὧν τις ὑπερεῖδεν οὐχ οἷόν τε. ἐμοὶ τοίνυν κατέχειν μὲν ἐξῆν ἑλόντι, τίς γὰρ ἂν ἄκοντος ἥψατο; κοινὰ δὲ ποιεῖν τῶν Ἑλλήνων τὰ τῶν ἐχθρῶν ἀγαθὰ πρέπειν ᾠήθην. εἶτ' ἐν χεροῖν μὲν ὄντα ῥᾳδίως ἐξέβαλον, ζητῶ δ' ἀπόντα; καὶ τῷ δοῦναι σεμνυνόμενος ἐπιθυμῶ λαβεῖν; καὶ πάντα μὲν ἡγησάμην μικρά, μικρὰ δ' ἐξ ἁπάντων θαυμάζω; τί οὖν αἰτεῖ συγγνώμην Ἀγαμέμνων; εἰ γὰρ ἐφέλκεταί με τὰ δῶρα, καλῶς ἐκεῖνος ὕβριζε. πᾶς γὰρ ἐλάττων κέρδους ἀτιμαζέσθω.

[51]    Βούλομαι τοίνυν ἐπανελθὼν ὅσα φρονῶ περὶ τῆς κηδείας εἰπεῖν. θῶμεν γὰρ καὶ βιώσεσθαί με παρὰ τὴν τῆς μητρὸς μαντείαν καὶ πάλιν ἐπιβήσεσθαι τῆς οἰκείας. εὐθὺς οὖν Ἀγαμέμνων ἐγγυήσει τὸ θυγάτριον; τί λέγεις; ὁ τὴν οὖσαν ἀφαιρούμενος τὴν αὑτοῦ δώσει καὶ τῆς αἰχμαλώτου φθονῶν ἐγχειριεῖ τὴν παῖδα; καὶ τοῦ πολέμου τελευτὴν εἰληφότος ἔσται χρηστὸς ὁ μηδ' ἐν τῇ χρείᾳ σωφρονῶν; οὐκ ἔστιν. ὁρῶ τὸ μέλλον τοῖς ἤδη πεπραγμένοις καὶ γίγνεταί μοι τῶν δευτέρων ἃ πέπονθα διδαχὴ καὶ τοῖς ἐγνωσμένοις τἀφανὲς ἐξελέγχεται.

[52]

ἀλλ', εἰ δοκεῖ, καὶ τοῦτο θῶμεν, ἐμμενεῖν οἷς ὑπισχνεῖται καὶ πληρώσειν τὸν γάμον. τί τοίνυν ἐν τῇ παιδὶ τοιοῦτον, δι' ὃ δεῖ προκινδυνεῦσαι τοῦ δυσμενοῦς; πλοῦτον ἐποίσεται μέγαν. ἀλλ' οὐ θαυμάζω τὸ πλουτεῖν. ὥρᾳ λάμπει σώματος. ἀλλ' οὐκ ἀσφαλὲς τὸ κτῆμα καὶ δείκνυσιν Ἑλένη. τρόπων ἤσκηκεν ἀρετήν. καὶ πότερον τὴν τήθην ἢ τὴν τηθίδα μεμίμηται; γένους ἕνεκα, νὴ Δία. καὶ πότερον Αἰακὸς Ταντάλου χείρων ἢ Πηλεὺς Ἀτρέως; ὧν ὁ μὲν εὐχῇ τὸν λιμὸν ἔλυσεν, ὁ δὲ τὴν τῶν Κενταύρων ὕβριν κατέλυσε καὶ δι' ἀρετὴν τρόπων τῷ Θέτιδος ἐτιμήθη γάμῳ.

[53] ἐξεταζέτω τοὺς προγόνους Ἀγαμέμνων καὶ πάντας ἐκ τῶν ἀδικημάτων βεβοημένους εὑρήσει. Τάνταλος ἐξειπὼν τὰ ἀπόρρητα καὶ τεθνεὼς κολάζεται, δικάζει δὲ ὑπὸ γῆν Αἰακός. Πέλοψ τὸν συναγωνιστὴν Μυρτίλον ἐν Γεραιστῷ κατεπόντισεν. Ἀτρεὺς ἀδελφὸν ἀπέκτεινε καὶ παῖδας ἀδελφοῦ, τὴν δὲ θοίνην σιωπῶ. οὗτος αὐτὸς Ἀγαμέμνων εἰς τὸν Ἀπόλλω καὶ τὴν Ἄρτεμιν ἀσελγής. ὥστ' οὐκ οἶδ' εἰ προσῆκεν οἰκίαν θαυμάζειν τοσούτου γέμουσαν τοῦ μύσους.

[54] κεφάλαιον δέ, βάρβαρος Ἀγαμέμνων τὸ ἐξ ἀρχῆς, ἐγὼ δὲ Αἰγινήτης. γίνεται οὖν ἡ μίξις τοῖν γενοῖν ὄνειδος μὲν τοῖς Αἰακίδαις, κόσμος δὲ τοῖς Πελοπίδαις. οὔκουν ἐκεῖνος θεραπεύσει τὴν ὕβριν τῷ γάμῳ, ἀλλ' αὐτὸς ἁμαρτὼν οὕτως ἂν ᾤμην τὴν ἁμαρτίαν λύσειν φάσκων αὐτῷ κηδεύσειν ἐπὶ ταῖς διαλλαγαῖς.

[55]    Εἰ δ' ὥσπερ Ὀρέστην με τιμήσει, τῷ μὴ μᾶλλον ἐμὲ τιμᾶν ἀδικήσει. πῶς γὰρ οὐκ ἄτοπον παρ' ἐμοῦ μὲν ἔχειν τὸ τὸν Ὀρέστην αὖθις ἰδεῖν, τῆς δ' αὐτῆς ἄγειν ἐκείνῳ τιμῆς; Ὀρέστῃ τε γὰρ τοῦ πατρὸς ἐντιμότερος ἐγώ, δι' ὃν οὐκ ὀρφανὸς ἐκεῖνος, τούτῳ τε Ὀρέστου, δι' ὃν ἕξει τοῦ παιδὸς ἀπολαύειν. οὕτω τῶν ὑποσχέσεων αἱ μὲν ἐλάττους τοῦ δέοντος, αἱ δὲ δωρεῶν ἀφεστᾶσιν, ἐν δὲ ταῖς ἐκεῖνος πλεονεκτεῖ. ἀλλ' ἔστων καὶ μεγάλαι καὶ καλαὶ καὶ θαυμασταί, ἐχθροῦ δέ γέ εἰσι καὶ οὐ πεφύκασιν εὐφραίνειν.

[56]    Ὧι τοίνυν ἡμᾶς μάλιστα κάμψειν ἤλπισας, ὅτι τὴν κόρην ἀποπέμψει, τοῦτο τοῦ μηδενὸς ἄξιον εἰς τὴν σπουδὴν ἐστί σοι. τίς γὰρ οὕτως εὐήθης ὃς οὐ τῆς ἀφαιρέσεως ἀλγήσει μᾶλλον ἢ τῆς ἀποδόσεως εἴσεται χάριν; τὸ μὲν γὰρ ἐκ τῶν δικαίων ὑπῆρχε, τὸ τῶν αὑτοῦ κρατεῖν· ὃν δ' ἀφῄρηταί τις χρόνον, ἠδίκηται. καὶ τὸ μέν ἐστιν ἔγκλημα, τὸ δὲ οὐκ ἔστιν εὐεργεσία. ὃ γὰρ ἐχρῆν συνεχῶς παρ' ἐμοὶ μένειν, τοῦτο ἁρπάσας, εἶτ' ἀποδούς, τῷ μὲν ἐλύπεις, τῷ δὲ οὐ χαρίζῃ. τίς γὰρ ἡ χάρις ἀποστῆναι τῶν ἀλλοτρίων; [57] ὅτι τοίνυν οὐχ οἷόν τε λύσιν τῶν ἀδικημάτων διὰ τῆς ἀποδόσεως γενέσθαι γνοίης ἂν ὡδί. νῦν ἐπάνεισί μοι Βρισηίς. καλῶς. πόθεν οὖν ἐπάνεισι; παρ' Ἀγαμέμνονος. τοῦτ' οὖν αὐτὸ τὸ παρ' Ἀγαμέμνονος ἐπανήκειν τίς λύσει μηχανή; ἕως δ' ἂν ἀπὸ τῆς ἐκείνου σκηνῆς ἐξίῃ, μένει τὸ λυποῦν ἀνίατον. χωρὶς δὲ τούτων, οὐ τὸ σῶμα τῆς ἀνθρώπου τότ' ἀφῃρεῖτο μόνον, ἀλλὰ καὶ προσῆν ὕβρις τοῖς πραττομένοις, μᾶλλον δέ, ὅλον ὕβρις ἦν τὸ πρᾶγμα. ἡ μὲν οὖν ἄνθρωπος αὖθις ἔσται παρ' ἡμῖν, τὸ δὲ μὴ πεπαρῳνῆσθαι πόθεν προσέσται μοι; εἰ τοίνυν ὑπὲρ οὗ τὴν κόρην ἀπέσπα, τοῦτο οὐκ ἀναιρήσει, σώζεται τὸ ἀδίκημα, κἂν ἀποπέμπῃ τὴν κόρην, ἡ ὕβρις μένει.

[58] εἰ προσελθών τις τῶν Ἑλλήνων ‹σε› τρώσειεν ἐπιβουλεύων, οὐ καθυφήσεις τῆς ὀργῆς ὁρῶν κομίζοντα τῷ τραύματι φάρμακον. ἕτοιμον γὰρ ἅμα καὶ δίκαιον εἰπεῖν· ὦ κάκιστε ἀνδρῶν, τί γὰρ κατεσκεύαζες τῷ φαρμάκῳ τὴν χρείαν ἐξὸν ὅλως ἔχειν παρὰ σαυτῷ τὼ χεῖρε; τί δ' ἀντὶ τοῦ μὴ πλῆξαι τὴν πληγὴν ἐπανορθοῖς; εἶτα σὺ μὲν οὕτως, ἂν δ' Ἀγαμέμνων εἴπῃ· λέλυται τὸ δεινόν, ἐπάνεισιν ἡ κόρη, προσδραμὼν ἐγὼ περιπτύξομαι τὸν ἄνδρα καθάπερ ὄντως οὐδὲν ἠδικημένος;

[59] ἀλλ' οὐχ οὕτως ἀνόητός εἰμι καὶ κατὰ σὲ σοφός. ἐγὼ γὰρ ἡγοῦμαι τὴν ἀπόδοσιν αὐτὴν δεῖγμα εἶναι τῆς ἀδικίας. ἐν ᾧ γὰρ ἀφίησί τις τοῖς ἐξ ἀρχῆς κυρίοις ἃ τέως ἀπεστέρει, τὸ μὴ προσηκόντως ἀφελέσθαι δείκνυσιν. ὅταν οὖν ἀκούω τὴν ἀπόδοσιν, ἐννοῶ τὴν ἀφαίρεσιν καὶ συνεισέρχεται τὸ λυποῦν.

[60] πρὸς τῶν θεῶν, εἴ τις αὐτοῦ τὴν τιμὴν ἀφελόμενος ἡμέρας ἢ πλείους ἢ ἐλάττους, εἶτ' αὖθις ἑκὼν ἀπαλλάττοιτο τὴν βασιλείαν ἀποδούς, ἆρ' ἂν ἡγήσαιτο μηδὲν ἄξιον δίκης πεπρᾶχθαι; τί δ' εἴ τις τῇ Κλυταιμνήστρᾳ συνοικοίη, μέχρις ἂν οὗτος ἀπῇ, φανέντος δὲ μηκέτι προσίοι τῇ γυναικί, ἆρ' ἂν εὐγνώμονα καὶ βέλτιστον κρίνειε τὸν οὐκ ἄχρι παντὸς ἀδικοῦντα;

[61]

σὺ δέ, πρὸς τῆς Ἀθηνᾶς, εἰ τὴν Πηνελόπην ἀνὴρ Ἰθακήσιος ἀποσπάσας τῶν σῶν βασιλείων οἴκαδε ὡς αὑτὸν ἀγαγὼν ἔχοι, εἶτα πυθόμενός σε κατηρκέναι πάλιν καταστήσειεν εἰς τὰ πρότερα, ἆρ' οὐκ οἰήσῃ τοῦ ξίφους δεῖν ἐπ' αὐτὸν οὐδ' ἐκεῖνα μισήσεις, ἀλλὰ τούτων εἴσῃ χάριν; μέγα μεντἂν ὑπάρξειε τοῖς πονηροῖς, εἰ τρυφῶντες ἐν τοῖς ἀλλοτρίοις ὁπόσον ἐθέλουσιν, εἶτ' ἀποδόντες ἐν τοῖς ἐπιτηδείοις γεγράψονται. ἀλλ' οὐδ' Αὐτολύκῳ τῷ πάππῳ τῷ σῷ τοῦτ' ἂν ἤρκεσεν εἰπεῖν, εἴπερ ἑάλω κλοπῆς, ἀποδίδωμι, κομίζεσθε τὰ φώρια. τί κεκράγατε; τί ἠδίκησθε; δεῖ γὰρ ἐξ ἀρχῆς εἶναι χρηστόν, οὐκ ἀδικοῦντα σοφίζεσθαι.

[62] ἀξιῶ δέ σε μὴ δυσχερῶς ἀκούειν, μετὰ Πηνελόπης καὶ Κλυταιμνήστρας εἰ μνηνονεύοιμι τῆς Βρισέως. ἑκάστῳ γὰρ ὅ τι φίλον, τοῦτ' ἔντιμον. ἐμοὶ δὲ ἦν ἐκείνη περὶ πολλοῦ καὶ οὐδὲν ἐκώλυεν ἡ τύχη. ὥσπερ οὖν ὑμῖν ἀπολαμβάνουσιν οὐκ ἂν ἀπέχρησεν, οὐδ' ἑτέρῳ.

[63]    Καὶ μὴν εἰ λύσιν τῆς ὕβρεως οἰησόμεθα τὴν ἀπόδοσιν, πονηρὸν ἔθος εἰς τὸ στρατόπεδον εἰσάγοντες λήσομεν. ἀφαιρήσεται μὲν τὸ σὸν γέρας ὁ Διομήδης, Αἴας δὲ τὸ Αἴαντος οὑτοσὶ τὸ τοῦ Λοκροῦ, Μενέλεως δὲ τὸ Νέστορος, ἄλλος δὲ τὸ τοῦ δεῖνος. εἰ δ' ἀγανάκτησις γένοιτο, πάντες ἀποδώσουσι, τοῖς δ' ὑβρισμένοις σιωπᾶν καταλελείψεται. ἀλλ' οὐκ ἔσται τοῦτο μηδὲ γένοιτο, ὦ Πόσειδον. ἀλλ' ἐνταῦθα δὴ καὶ τὸ τούτου δεινότερον, εἰ πέπονθα μόνος ἃ μηδεὶς ἔτι τολμήσει.

[64]

χθὲς ὑμεῖς ἐπῃνεῖτε τὸν Τυδέως, ἔγνων γάρ, ἔγνων, ἐπειδὴ μάλα νεανικῶς ἀπεκρίνατο πρὸς Ἰδαῖον ὡς οὔτε τὰ χρήματα οὔτε τὴν Ἑλένην ἀποδοῦσιν ἔσται τοῦ πολέμου πέρας, καὶ ὡς οὐκ ἀπήρεσκε τοῖς Ἀτρείδαις ὁ λόγος, ἐμαρτύρησεν Ἀγαμέμνων οὐ ζητήσας ἑτέρας ἀποκρίσεις. μὴ τοίνυν οὕτω πλεονεκτικῶς ἐχόντων ὥστε τούτοις ἀξιοῦν στέργειν ἐμὲ ὧν αὑτοῖς γιγνομένων οὐκ ἂν ἠγάπησαν.

[65]    Καὶ δῆτα στέργει Μενέλεως Ἑλένην ἀπολαμβάνων καὶ πόλεμος οὐκ ἔσται. ἀλλ' οὐδέν τι μᾶλλον ἐμοὶ ταῦτα ποιητέον. διὰ τί; ὅτι πρῶτον μὲν Μενέλεως ὑπ' ἀλλοφύλων ἠδίκηται καὶ οἷς ἡ φύσις πρὸς τοὺς Ἕλληνας ἀθάνατον ἔστησε τὴν ἔχθραν, ὥστ' ἐλάττων ὁ θυμὸς γίγνεται τῷ τὸ εἰκὸς συμβῆναι. ἔπειτ' Ἀλέξανδρος οὐκ εἰς εὐεργέτην ἡμάρτανεν. οὐ γὰρ ἐκείνῳ συνανήχθη Μενέλεως οὐδὲ στρατείας ἐκοινώνησε καὶ πόνων οὐδὲ συνήρατο πράγματα οὐδὲ παρεῖχε καθεύδοντι τῶν δυσμενῶν κρατεῖν. οὔκουν εἶχεν ἀφορμὰς εἰς ὀργὴν μεγάλας.

[66]

ἐγὼ δὲ Ἕλλην ὑφ' Ἕλληνος ὑβριζόμην σύμπλους, συστράτηγος, ὑπὲρ τῶν ἐκείνῳ διαφερόντων κοπτόμενος, τῆς μὲν βουλῆς κοινωνῶν, τὰ δ' ἐν τοῖς ὅπλοις μόνος μοχθῶν, τὰς δ' εὐπορίας εἰς μέσον παρέχων. ὅσῳ τοίνυν εὖ ποιῶν ἠλαυνόμην, τοσούτῳ πλέον ἀλγῶ. καὶ θαυμαστὸν οὐδὲν μὴ τοῖς ἴσοις διαλλάττεσθαι τοὺς οὐκ ἴσα πεπονθότας· ᾧ μὲν γὰρ ἡ λύπη μικρά, τούτῳ τὸ κομίσασθαι μέτριον, ᾧ δὲ ὑπερβάλλουσα, τούτῳ πάλιν λαβεῖν οὐκ ἀπόχρη.

[67] ἄνευ δὲ τούτων ἀκούω τὸν Μενέλεων οὐ τοῦ κάλλους τῆς Ἑλένης ἐπιθυμεῖν, ἀλλὰ τῆς παρ' αὐτῆς δίκης. βούλεται γὰρ λαβὼν αἰκίσασθαι, λιμῷ πιέσαι, κατακόψαι. ταύτῃ γὰρ ἐγκαλεῖ πλέον ἢ τῷ τοῦ Πριάμου. μὴ γὰρ ἐθέλουσαν οὐκ ἂν ἐκ μέσης ἁρπασθῆναι Λακεδαίμονος. ἣν τοίνυν μᾶλλον ἢ Τρῶας μισεῖ, ταύτην εἰ λάβοι παρ' ἑκόντων, οὐκ ἔτ' ἂν Τρωσὶ χαλεπαίνοι. ἐγὼ δὲ τί χρήσωμαι τῇ κόρῃ; τὸ μὲν γὰρ συνοικεῖν αἰσχρόν, τὸ δ' ἀποκτείνειν οὐ δίκαιον. εἶδον γὰρ ἑλκομένην ἀφιεῖσαν δάκρυον. οὐκοῦν ἐκείνῳ μὲν ἵστησι τὴν λύπην Ἑλένη δοῦσα δίκην, ἐμοὶ δὲ οὐκ ἔστιν ὃ παύσει τὸν θυμόν.

[68]    Παρὰ πάντα δὲ ταῦτα ἐκεῖνο λέγω. νῦν ὁ καιρός μοι τὴν Βρισέως ἀποδίδωσιν, ὁ κίνδυνος, ὁ φόβος, ἡ ταραχή, τὰ τῶν βαρβάρων εὐτυχήματα. μὴ οὖν ὡς Ἀγαμέμνονος ἐπιεικοῦς γεγενημένου χρῶ τοῖς λόγοις. ὃ γὰρ ἑκὼν οὐ ποιεῖ, πῶς ἂν τούτῳ χρηστὸς εἶναι δοκοίη;

[69] εἰ μὲν οὖν οὔπω τῶν πραγμάτων εἰς δυσκολίαν ἡκόντων μετεβάλλετο καὶ πρέσβεις πέμπων ἀπελογεῖτο, τάχ' ἂν εἶχε λόγον ἐνδοῦναι καὶ νομίσαι βελτίω γεγονέναι τὸν ἄνθρωπον· ἐπεὶ δὲ οὐδὲν ἔπραξεν ἐπιεικὲς πρὸ τοῦ θορύβου, μὴ ποιείσθω τὰ τῆς ἀνάγκης ἑαυτοῦ. ὥσπερ γὰρ οὐ τῶν κηρύκων ἡγούμην τὴν ἀφαίρεσιν, εἰ καὶ λαβόντες ἀπήγαγον τὴν κόρην, οὕτως οὐδὲ τούτου τὴν ἀπόδοσιν, εἰ καὶ σφόδρα ἀποπέμψει, ἀλλ' ἦν ἐκεῖνο μὲν Ἀγαμέμνονος, τοῦτο δὲ τῆς ἥττης, αὐτὸ δέ γε τὸ τοὺς Τρῶας τῷ πολέμῳ κρατεῖν παρὰ τὴν ἐμὴν ἡσυχίαν. ὥστ' ἀκριβεῖ λόγῳ παρ' ἐμαυτοῦ λαμβάνω τὴν κόρην, εἴ γε τὴν μὲν ἀπόδοσιν ἡ ἀνάγκη, τὴν δ' ἀνάγκην ἐγὼ πεποίηκα.

[70]    Λογίζου δὲ κἀκεῖνο. νῦν Ἕκτωρ ἐπὶ ταῖς ναυσὶ στρατοπεδεύεται καὶ μόνον οὐ προσάγει τὸ πῦρ, καὶ τοῖς δεινοῖς ἡ νὺξ ἀναβολὴ μόνη. τῶν τοίνυν σκηνῶν ἐμπιπραμένων ἀνάγκη καὶ τὴν κόρην τεθνάναι. δίδωσιν οὖν ἣν οὐχ οἷός τέ ἐστιν ἔχειν καὶ φιλοτιμεῖται τούτοις ὧν ἐκπεσεῖται πάντως, ὥσπερ ἂν εἴ τις χειμῶνι χρησάμενος καὶ τῶν σκευῶν ὑπὲρ τῆς σωτηρίας ἐκβαλών τινα εἰς χαριστήριον ταῦτα τῷ Ποσειδῶνι λογίζοιτο. ἆρ' αἰσθάνῃ τῆς τῶν λόγων ἀνωμαλίας, Ὀδυσσεῦ, ὡς μὲν πάντων στερησόμενος ἱκετεύει, ὡς δὲ βεβαίων κύριος ὢν ὑπισχνεῖται καὶ τῆς ἀλαζονείας οὐδ' ἐν τοῖς φόβοις πέπαυται.

[71]    Ναί, φησίν, ἀλλ' οὐχ ὡμίληκα τῇ κόρῃ καὶ ὑπὲρ τούτων ὀμοῦμαι. τοῦτο γάρ ἐστι τὸ δεινόν, ὅτι μηδὲν χρῄζων τῆς γυναικὸς ὑβρίζων ἀπέσπα. εἰ μὲν γὰρ εὐθὺς ἔχων ἐπλησίαζεν, ἦν εἰπεῖν ὡς ἔρωτι δουλεύων πολλὰ ὧν οὐκ ἐβούλετο ποιεῖν ἠνάγκαστο καὶ τὸ πάθος ἐνίκησε τὴν γνώμην· ἐπεὶ δὲ ἔνδον οὔσης οὐχ ἥπτετο, μία ἐστὶν ἡ αἰτία τῆς ἀφαιρέσεως ἡ περὶ ἡμᾶς ἀτιμία. οὐ γὰρ αὑτῷ χαριζόμενος, ἀλλ' εἰς ἐμὲ παροινῶν ἐλάμβανεν. ὥστ' ἐπιορκῶν μὲν τὸ τῆς ἀπολογίας ἰσχυρὸν διαφθείρει, ὀμνὺς δὲ τὰ εὔορκα χείρω ποιεῖ τὰ ἐγκλήματα.

[72]

δῶμεν τοίνυν αὐτὸν οὐκ ἐπιορκεῖν, ἀλλ' ὑποπτεύεταί γε, τούτου δὲ οὕτως ἔχοντος καὶ τοιαύτης ἐν ἑκάστῳ δόξης ὑπαρχούσης οὐδὲν παρὰ τὸν ὅρκον ἐξαλείφεται τοὔνειδος, ἐπεὶ καὶ ταῖς ὕβρεσιν ἀχθόμεθα καὶ τὰς τιμὰς ἀγαπῶμεν καὶ κινδυνεύειν αἱρούμεθα καὶ προιέμεθα τὰς ψυχὰς καὶ πάντα δρῶμεν εἰς ἓν ἐκεῖνο βλέποντες, ἥντινα γνώμην τοῖς πολλοῖς ὑπὲρ ἡμῶν αὐτῶν παραστήσομεν.

[73] καὶ νῦν ὀμεῖται μὲν Ἀγαμέμνων, δεδόσθω δὲ ὡς ἀληθῆ, πείσει δὲ οὐδένα, μένει δὲ τὸ τῆς αἰσχύνης, ὅλως δὲ οὐδαμόθεν ἡ πίστις οἷς ὄμνυσι. πρῶτον μὲν γὰρ ὁ καιρὸς τὴν ἐπιορκίαν ἐλέγχει. τὸ γὰρ ἐπικεῖσθαι μὲν τοὺς Τρῶας, τετάχθαι δὲ μετ' ἐκείνων τὴν Τύχην, πλησίον δ' εἶναι τοὺς Φόβους, μικρὰν δὲ τὴν τάφρον, οὐδὲν δὲ ὄφελος τὸ τεῖχος, ἐπὶ ξυροῦ δὲ ἀκμῆς τὰ πράγματα ἑστάναι, μίαν δὲ σωτηρίας ὁδὸν ὑποφαίνεσθαι μόνην, εἰ διαλλαγείην, οὐκ ἐᾷ προσέχειν οἷς ὀμεῖται.

[74] ἐν μὲν γὰρ ἀσφαλείᾳ καὶ τῶν πραγμάτων εὖ κειμένων κἂν φυλάξαιτό τις ἐπιορκεῖν οὐκ οὔσης ἀνάγκης εἰς τὸ γενέσθαι πονηρόν· ὅτῳ δὲ τὰ μὲν ἄλλα ἀπέγνωσται, εἷς δὲ ὑπολείπεται πόρος ὃν οὐκ ἔστι μὴ ψευσάμενον ἔχειν, ὁ δὴ τοιοῦτος τολμᾷ κίνδυνον ἀνταλλαττόμενος κινδύνου τὸν μὲν ἐν ὀφθαλμοῖς ἀφύλακτον εἰδώς, ὑπὲρ δ' ἐκείνου πολλοῖς αὑτὸν ἀπατῶν, ὡς καὶ θυσίαι καὶ θεραπεῖαι καὶ εὐχαὶ καὶ ἱερεῖα καὶ κάλλος ἀναθημάτων συγγνώμονας ἂν κατασκευάσαι τοὺς θεούς.

[75] ἔπειτα τοῦ μὲν τὴν δίκην μέλλειν ἡγεῖται, τοῦ δὲ τὸ δεινὸν εὐθὺς ἐφεστάναι, ἐλάττω δὲ τῆς ἐπικειμένης τὴν οὔπω παροῦσαν κρίνει κατ' αὐτὸν τὸν χρόνον. τὸ γὰρ μὴ νῦν, ἀλλ' εἰς ὕστερον παθεῖν ἐν τῷ μέλλειν ἔχει τὸ κέρδος, ἄλλως θ' ὅταν ἄνθρωπος ᾖ πάλαι πεπαιδευμένος τῶν θεῶν ὀλιγωρεῖν, οἷος ὁ τοσούτου πολέμου προστάτης, καὶ παρὰ τῶν κρειττόνων αἰτῶν Τροίαν ἑλεῖν.

[76] δοκίμαζε γάρ, Ὀδυσσεῦ, τίς ποτε πρὸς τὸ δαιμόνιον ὁ μεμνημένος ὅρκων, κἂν μὲν εὑρίσκῃς εὐλαβείᾳ παρὰ πάντα τὸν βίον εἰς τὸ θεῖον κεχρημένον, καὶ σὺν ὅρκῳ πιστὸν ἡγοῦ καὶ πρὸ τῶν ὅρκων πολλάκις· ἂν δ' ἀσελγῆ καὶ θρασὺν οὐχ ἧττον εἰς ἐκείνους ἢ εἰς ἡμᾶς καὶ μήτε λόγῳ μήτ' ἔργῳ ὀκνοῦντα δυσσεβεῖν, κἂν σφάττῃ κάπρον κἂν αἱμάττῃ τὸ ξίφος κἂν διὰ τῶν τομίων πορεύηται, πάνθ' ἡγοῦ τὰ φρικώδη λῆρον τῇ τοιαύτῃ κεκρίσθαι ψυχῇ.

[77] τῆς ποίας οὖν μερίδος Ἀγαμέμνων εἶναί σοι φαίνεται; πότερον τῆς οὐδὲν ἀνωτέρω τῶν θεῶν ἀγούσης ἢ τῆς ἐν γέλωτι πεποιημένης τἀκείνων; σὺ μὲν οὐκ ἂν εἴποις ἃ φρονεῖς, ἐγὼ δὲ οὐκ ἀποκρύψομαι. οὐχ οὗτός ἐστιν ὁ πρῶτον μὲν ἐν Αὐλίδι τῆς Ἀρτέμιδος ἀμαθίαν εἰς τοξικὴν καταγνοὺς καὶ φήσας οὐδὲν εἶναι πρὸς ἑαυτὸν ἐκείνην ἐν ἀφέσει βελῶν, ἐξ οὗ δὴ καὶ τὸν στόλον ἐπέσχεν ἡ θεὸς χαλεπήνασα; καίτοι τί τῆς μανίας τὸ κέρδος; ἔτυχες τοῦ θηρίου. τί οὖν ὑπέρλαμπρον; οὐ γὰρ Ἀλεξάνδρου τετύχηκας. ἀλλὰ καὶ τοῦτο γενναῖον. οὐκ οὖν ἀρκεῖ βεβληκέναι, ἀλλὰ καὶ σεμνύνεσθαι τῷ βλήματι δεῖ; Τεύκρῳ σαυτὸν ἀντίθες. ἀλλ' οὐχ ἱκανὸν τοῖς ζῶσιν. Ἴδᾳ τῷ παλαιῷ. σὺ δὲ ἀφεὶς τὴν γῆν τοῖς θεοῖς πολεμεῖς.

[78] πάλιν τοίνυν ἥκοντος ἔναγχος ὑπὲρ τῆς θυγατρὸς τοῦ Χρύσου καὶ πρὸς Ἀπόλλωνος ἱκετεύοντος ὁ καλὸς κἀγαθὸς οὑτοσὶ καὶ τοὺς θεοὺς δεδιὼς ὀλίγου τὸν πρεσβύτην αὐτῷ σκήπτρῳ καὶ στεφάνοις ἐμβαλὼν εἰς τὴν θάλατταν ἀπέπνιξεν ἀσθενεῖ φήσας αὐτὸν συμμάχῳ πεπιστευκέναι τῷ θεῷ. καίτοι τὴν τῶν Γιγάντων ἀπόνοιαν τί χρὴ δοκεῖν ἕτερον ἢ ταῦτα εἶναι; ἃ δὲ Κάλχας ἤκουεν, ἐπειδὴ τἀληθὲς οὐκ ἔκρυψεν, οὐκ εἰς αὐτοὺς ἀνῄει τοὺς θεοὺς παρ' ὧν εἶχεν ἐκεῖνος τὴν τοῦ πάντ' ἐπίστασθαι τέχνην; τοσοῦτόν ἐστι κακὸν ἄνθρωπος ὀνόματι μὲν Ἕλλην, φύσει δὲ βάρβαρος.

[79]    Ἡμεῖς οὖν ἐκεῖνα εἰδότες ταῦτα πιστεύσομεν, ὥσπερ ἀγνοοῦντες ὅτι πᾶς ὅρκος ἐκ τοῦ πρὸς τοὺς θεοὺς φόβου τὴν ἰσχὺν λαμβάνει, τῇ δ' εἰς ἐκείνους ὀλιγωρίᾳ πίστις οὐχ ἕπεται; Ἀγαμέμνων τοίνυν, εἰ μὲν ἐδεδοίκει τοὺς θεούς, οὐδ' ἂν ἐκεῖνα ὕβριζε, καταφρονῶν δὲ ὅλως οὐδ' ἂν τοὺς ὅρκους δείσειεν. ὥσπερ γὰρ ὁ τολμῶν τὸν ἐντυγχάνοντα παίειν κἂν εἴποι τὸν αὐτὸν κακῶς οὐδὲν ὑποστειλάμενος, τῆς γὰρ αὐτῆς ἄμφω θρασύτητος, οὕτως ὁ φαυλίζων τοὺς θεοὺς κἂν ὀμόσαι ῥᾳδίως τὰ ψευδῆ μέλλων ὀμεῖσθαι, τῆς γὰρ αὐτῆς ὕβρεως ἀμφότερα.

[80] εἰ μὲν οὖν ἐτίμα τὸν Ἀπόλλω καὶ τὴν ἀδελφὴν τοῖς τ' ἐν Αὐλίδι καὶ πρῴην ἐνθάδε, μὴ διαβάλλωμεν τὸν ὅρκον· εἰ δ' ἑκατέρου τοῦ τολμήματος κοινῇ τὴν δίκην ἐτίσαμεν, τότε μὲν ὑπὸ τῶν πνευμάτων ἀνειργόμενοι, νῦν δὲ τῷ λοιμῷ φθειρόμενοι, πῶς ὧν ὑπερεῖδεν ἀεί, τούτους ὀμνὺς οὐ δόξει φενακίζειν;

[81]    Ἔτι τοίνυν, εἰ μὲν ἡ μίξις ἐποίει τὴν ὕβριν, εἶχεν ἂν λόγον ὑπὲρ τῆς μίξεως τῶν ὅρκων γιγνομένων μηδὲν ὑβριστικὸν πεπρᾶχθαι νομίζειν· ἐπεὶ δ' ἀρχὴ τῆς ἀσελγείας ἦν τὸ τοὺς κήρυκας ἐλθεῖν ἐπὶ τὴν κόρην καὶ πρὶν ἰδεῖν τὴν ἄνθρωπον ἀποσπῶν ἐλύπει, οὐδὲν ἧττον εἴη ἂν ὑβριστὴς καὶ μὴ συγκαθεύδων τῇ Βρισέως. ὥσθ' ὁ περὶ τῆς μίξεως ὅρκος οὐ τοῦ παντὸς ἴασις γίγνεται, ἀλλ' ὑπὲρ μὲν τῶν ἐπὶ τῆς σκηνῆς ὀμεῖται, τῶν δ' ἐν μέσῳ κακῶν τίς ἔσται λόγος εὐπρεπής;

[82]    Ὅτι, φησί, τοὺς λοιποὺς Ἕλληνας ἄξιον ἐλεεῖν. τί λέγεις; οἷς ἤρεσκε τὰ τότε πραττόμενα; πῶς γάρ, εἴπερ οὐκ ἤρεσκε, πέπρακται; εἰ γὰρ ἐκεῖνοι συστραφέντες καὶ τὰ ὅπλα θέμενοι καὶ περιστάντες τὴν σκηνὴν Ἀγαμέμνονος καὶ βοῆς ἐμπλήσαντες τὸν ναύσταθμον ἐχρήσαντο δικαίοις καὶ συμφέρουσι λόγοις, οὐκ ἂν οὕτω μετεπεπτώκει τὰ πράγματα, ἔλεγον δ' ἂν ὅτι, ὦ βασιλεῦ τῶν Μυκηνῶν, οὐ καλῶς ὑπὲρ τῶν ὅλων βουλεύῃ. Πριάμῳ στρατηγεῖς διὰ τῶν ὑβρισμάτων. ἡμᾶς προδίδως. τοὺς ἐναντίους αἴρεις. εὐχὰς Ἕκτορι πληροῖς. ἄνδρα τῆς συμμαχίας ἀπελαύνεις καὶ ποιεῖς ἐχθρὸν τοῖς πράγμασι δι' ὃν ἀφίγμεθα, δι' ὃν ἀπέβημεν, δι' ὃν εὐποροῦμεν, δι' ὃν εἴσω πυλῶν οἱ Τρῶες, ὃς ἀντὶ τείχους τοῖς Ἀχαιοῖς γεγένηται. ὅρα μὴ νῦν μὲν χαρίσῃ ταῖς ἡδοναῖς, μικρὸν δ' ὕστερον δακρύσῃς. ἀποδέδωκας τῷ θεῷ τὴν κόρην, ὁ γὰρ λοιμὸς ἐβιάζετο, ἔα μένειν παρ' Ἀχιλλεῖ τὸ γέρας. οὐ γὰρ ἀναγκάζῃ λαβεῖν. ποῖ Ταλθύβιον τοῦτον ἐκπέμπεις; μέμψῃ ταύτην τὴν διακονίαν.

[83] εἰ μὲν οὖν κατείχετο τοῖς λόγοις, εἶχεν ἂν συγγνώμην ἡ ὕβρις· εἰ δ' οὐ προσεῖχε τὸν νοῦν, ἄκων ἂν ἐποίει τὰ δίκαια τῶν Ἑλλήνων ὡς ἀληθῶς τοῖς γιγνομένοις ἀχθομένων. τί γὰρ ἂν ἔδρασεν ἐναντιουμένους ὁρῶν; ἐμπεσὼν ἂν εἰς μέσους ἐτρέψατο. πάνυ γε, εἰ τὸν ἀδελφὸν συναγωγιστὴν εἶχεν. ἀλλ' ὥπλισεν ἂν τοὺς Μυκηναίους ἐπὶ τοῖς ἄλλοις ἅπασι. καὶ ποῦ νῦν οἱ Μυκηναῖοι; μωρία ταῦτα καὶ γέλως.

[84] ἀλλ', οἶμαι, τῷ μηδεμίαν ἐπιστροφὴν πεποιῆσθαι μηδ' ἐνδείξασθαι τοῦθ' ὅτι οὐ χαίρων ὑβριεῖ, παρέσχον ἐπ' ἐξουσίας τολμῆσαι. καὶ μηδεὶς εἴπῃ· βασιλεὺς γὰρ ‹ὁ› ἄνθρωπος καὶ κύριος τῶν ὅλων. πρῶτον μὲν γὰρ ἅπας βασιλεὺς ἐν τοῖς ὑπηκόοις ἰσχύει καὶ πρὸς τὴν τούτων γνώμην τἀκείνου φέρεται καὶ κρατεῖ καὶ καθῄρηται, καὶ δέδοικε καὶ θαρρεῖ καὶ τοῦτο ἔστιν ὅ τι ἂν τοῖς ἀρχομένοις δοκῇ. οὐ γὰρ ἑνὶ σώματι καὶ ψυχῇ μιᾷ κρατεῖ τοσοῦτον πλῆθος, ἀλλὰ τῇ τῶν πολλῶν βουλήσει τὸ σχῆμα λαμβάνει. καὶ τῶν αὐτῶν δήπου δοῦναί τε καὶ πάλιν ἀφελέσθαι καὶ παρασχεῖν καὶ μηκέτ' ἐᾶν ἔχειν.

[85] τῷ μὲν οὖν δοκεῖν ἐκ τῆς ἐκείνου γνώμης τὰ τῶν ἀρχομένων ἤρτηται, τὸ δὲ ἀληθὲς ἐν τῇ τούτων τἀκείνου κεῖται, κἂν τούτοις ἀπειθεῖν παραστῇ, τό γε ἐπιτάξον οὐκ ἔσται. εἰ γὰρ Μυκηναῖοι σφᾶς αὐτοὺς ἑτέρῳ προσένεμον, οὐκ ἂν ἦν εὐθὺς ἰδιώτης Ἀγαμέμνων; ἢ τὸν μὲν Ἀτρέα μετὰ τὴν Εὐρυσθέως τελευτὴν τύραννον ἐξ ἰδιώτου κατέστησαν, εἰς δὲ τὸν ἐκείνου παῖδα τἀναντία ποιεῖν οὐ τῆς αὐτῆς ἐξουσίας;

[86] ἀλλ' ἐῶ Μυκηναίους καὶ συγχωρῶ μηκέθ' αὑτῶν εἶναι κυρίους, οὐ μὴν καὶ κατὰ πάντων γε τὴν αὐτὴν κέκτηται δυναστείαν, ἀλλὰ τὸ μὲν ἐκείνων ἐστὶ πατρικὴ βασιλεία, τὸ δὲ παρὰ τοῦ κοινοῦ τιμή τις ὑπὸ τοῦ πολέμου δοθεῖσα. ἥκομεν δὲ εἰς Τροίαν οὐ παραδώσοντες ἑτέρῳ τὴν αὑτοῦ βασιλείαν ἕκαστος, ἀλλ' εἰσὶ μὲν Βοιωτοῖς ἡγεμόνες, εἰσὶ δὲ Φωκεῦσιν, εἰσὶ δὲ Ἀργείοις, εἰσὶ δὲ Λοκροῖς, Εὐβοεῦσιν, Ἀθηναίοις, Σαλαμινίοις, Κεφαλλῆσι, Κρησί, Πυλίοις, τῶν ἄλλων ἑκάστοις. εἰς τούτους οὖν ὁρῶσι, καὶ παρὰ τούτων τοῖς ἑπομένοις τὰ παραγγέλματα, καὶ οὐ σκοποῦσιν Αἰτωλοί, τί δέδοκται τοῖς Ἀτρέως, ἀλλ' ὁ Θόας αὐτοῖς τοῦ τί δεῖ ποιεῖν ὁριστής, ἐπεὶ καὶ τὴν στρατιὰν συνήγαγεν οὐχ ὁ φόβος Ἀγαμέμνονος, ἀλλὰ τὸ δόξης ἐπιθυμεῖν.

[87] μέγα δέ σοι καὶ σαφὲς ἐρῶ τεκμήριον. οἱ τὴν ἡσυχίαν τῆς φιλοτιμίας προθέντες οὐκ ἐπηναγκάσθησαν πλεῖν, οἷον ἐβούλοντο Μεθωναῖοι μετ' ἀσφαλείας μᾶλλον τῶν ὄντων ἀπολαύειν ἢ κοινωνεῖν ἔργων μεγάλων. καὶ μένουσιν οἴκοι Μεθωναῖοι καὶ Μενέλεως παρακαλῶν ἀπῆλθεν ἄπρακτος. ἤρεσκε τῷ Ταναγραίων ἄρχοντι μήτε λαμπρότητος μήτε κινδύνων μετέχειν καὶ τοὺς Ταναγραίους ὥπλισεν ἐπ' αὐτὸν τὸν καλοῦντα περιεργαζόμενον λαβών, καὶ εἰ μὴ σὺ παρὼν ἔτυχες, ἔκειτο ἂν ὁ τοῦ δεσπότου τῶν Ἑλλήνων ἀδελφός.

[88]    Ἀλλ', οὐ γὰρ ἠνάγκασμαι πρὸς σὲ λέγειν ὧν αὐτόπτης γεγένησαι, τὸ δὲ καθ' ἡμᾶς τοῦτο τίνος σοι φαίνεται σημεῖον; ἀπέστην τοῦ συμμαχεῖν καὶ Μυρμιδόνες ἀργοῦσιν. ἐξάγει δὲ οὐδεὶς ἄκοντας. ἥκετε δὲ ὑμεῖς ἱκετεύσοντες, οὐκ ἐπιτάξοντες. ὁ δὲ πείρᾳ πρὸς τοὺς Ἕλληνας χρώμενος καὶ περὶ μὲν φυγῆς ἐν μέσῳ παραινῶν, διὰ δὲ τῶν ἡγεμόνων τῶν κατεσκευασμένων αὐτῷ τὴν ὁρμὴν κωλύων, καὶ φανερῶς μὲν οὐ τολμῶν ἃ φρονεῖ λέγειν, τέχνῃ δὲ χρώμενος πρὸς τὸ πλῆθος μεγάλην γε καὶ γενναίαν τὴν δεσποτείαν ἐμφαίνει.

[89] ὁρᾷς ὡς οὔτ' ἐκεῖνος πάντα κελεύειν κύριος τούτοις τε πάνθ' ὑπηρετεῖν οὐκ ἀνάγκη; βουληθῆναί γε ἔδει καὶ οὐδὲν ἂν ὑβρίσμην. εἰ γάρ, ἡνίκα τὴν ἀφαίρεσιν ἠπείλει, τὴν ἀπόστασιν παρὰ τῶν ἐθνῶν ἀντήκουσε, σώφρων ἂν ἐγένετο τῷ φόβῳ. νῦν δ' ἐγὼ μὲν ἠτιμαζόμην, οἱ δὲ ἐσιώπων. καὶ τὸν μὲν Χρύσην ἐκέλευον αἰδεῖσθαι καλῶς γε ποιοῦντες, ὑπὲρ ἡμῶν δὲ οὐ τὰς αὐτὰς ἀφῆκαν φωνὰς οὐδ' εἰ μηδὲν τῶν ἄλλων, αὐτὴν τὴν τῆς ὕβρεως αἰτίαν ᾐσχύνθησαν. ἡ δὲ ἦν τὸ τῶν Ἑλλήνων κήδεσθαι. εἰ δ', ὥσπερ τῶν ἄλλων ἕκαστος, μηδὲν ἐφρόντιζον, οὐκ ἄν, ὥσπερ οὐδὲ τῶν ἄλλων οὐδείς, ὑβριζόμην οὐδὲ προὐπηλακιζόμην παντάπασιν.

[90] οὐκοῦν ὁ μὲν ἠσέλγαινεν, οἱ δὲ ἐπέτρεπον, καὶ ὁ μὲν ἀπεστέρει τοῦ γέρως, οἱ δὲ οὐκ ἐκώλυον. κοινὸν οὖν ἦν τὸ ἀδίκημα τοῦ τε τολμῶντος καὶ τῶν οὐκ ἐπεχόντων, οὓς ἀξιοῖς ἐλεεῖν. μᾶλλον δ' εἰς ἐκείνους τὸ πλέον ἔρχεται. ὁ γὰρ τῷ πονηρῷ δοὺς ἀδικεῖν παῦσαι παρὸν μᾶλλον αὐτὸς εἴργασται τὸ πραχθέν. ἂν προδοσίαν αἰσθόμενος μὴ προαναστείλω, δίκην ὀφείλω τοῖς προδοθεῖσιν. ἂν φονεὺς ἐμοῦ συγχωροῦντος δράσῃ τὸ ἔργον, οὔκ εἰμι καθαρός. ἂν Ἀγαμέμνων ὑβρίζων μὴ λυπῇ τὸν στρατόν, ὑπ' ἀμφοτέρων ἠδίκημαι.

[91] νόμος δὲ κοινὸς Ἑλλήνων καὶ βαρβάρων ἀμύνεσθαι τὸν ὑπάρξαντα. ἐτιμώμην πρότερον καὶ παρὼν ὠφέλουν. ὑβριζόμην ὕστερον καὶ μεταστὰς ἀμύνομαι. οὔτ' ἀμοιβῶν ἀποστερῶ καὶ δίκην οἶδα λαμβάνειν. λυπεῖ τὸν ἄνθρωπον τῶν Ἑλλήνων ὁ φόνος. εἶτ' ἐμὲ πείθεις παῦσαι τοῦτο δι' οὗ στένειν ἐκείνῳ πάρεστι; καὶ βουκόλον μὲν μισῶν οὐκ ἂν τὴν νόσον τῆς ἀγέλης ἀπήλλαξα, τούτῳ δὲ ἐγκαλεῖν ἔχων ἐξαιρήσομαι τῶν δεινῶν τὸν στρατόν;

[92] καὶ τίς οὐκ οἶδεν ὡς ὁμοῦ τε τούτοις ἐν καλλίονι τὰ πράγματα κἀκεῖνος ἡδίων ἐμοί τε ὃ μόνον εἰς τιμωρίαν ἀπόλλυται; εἰ μὲν γὰρ ἦν τοὺς μὲν Ἕλληνας σώζειν, ἐκείνῳ δὲ μὴ χαρίζεσθαι, πονηροῖς μὲν ἂν καὶ οὕτως ἐβοηθοῦμεν, ἴσως δ' ἂν ὑπεμένομεν· εἰ δὲ ἡ τούτων σωτηρία φαιδρὸν ἐκεῖνον ποιεῖ, τίς λόγος ἂν εἴη δυσμενεῖ παρασκευάζειν ἡδονήν; [93] οὐδὲν δεινόν, Ὀδυσσεῦ, τὸν Ἀπόλλω μιμεῖσθαι, ἐσχάτης μὲν οὖν ἀρετῆς τῶν θεῶν εἶναι ζηλωτήν. ἐκεῖνος ὑπέρ τε αὑτοῦ καὶ τοῦ πρεσβύτου παροξυνθεὶς λοιμὸν ἐμβαλὼν εἰς τὸν στρατὸν τῇ φθορᾷ τῶν Ἀχαιῶν ἐκόλαζε τὸν ὑβρίσαντα καίτοι τῶν Ἑλλήνων πολλὰ καὶ φιλάνθρωπα πεποιηκότων εἰς τὸν Χρύσην. ἀλλ' ὅμως, ἐπειδὴ τὸ ἐκείνους ἀναλοῦσθαι συμφορὰν ἔχον εὕρισκεν Ἀγαμέμνονι, κοινῇ νόσῳ μετῄει τὸν ἄρχοντα. ποτέρου δὲ χρῄζουσι καὶ νῦν, ὦ πρὸς Διός; εἰ μὲν γὰρ σωτηρίας, ἔξεστιν αὐτοῖς μετὰ Μυρμιδόνων τουτωνὶ καταφρονεῖν Ἕκτορος· εἰ δὲ ὑπὲρ τῶν Ἀτρειδῶν τρέμουσιν, οὔπω δέονται τῆς ἐμῆς ἐξόδου.

[94]    Ἀλλ' αἱρήσω τὸν Ἕκτορα θρασυνόμενον, πρᾶγμα σεμνόν. πῶς, ὦ σοφώτατε, σεμνόν; εἰ γάρ, ὅτι μου φανεῖται χείρων, πάλαι τοῦτο πέφηνεν οὐ ταῖς ἐμαῖς οὐδὲ σαῖς, ἀλλ' αὐταῖς ταῖς ὁμολογίαις Ἕκτορος. ὁ γὰρ τὰ μὲν πολλὰ τειχήρης, τολμηρὸν δ' ἡγούμενος παρακύψαι, μένων δ' ὑπὸ τοῖς πύργοις, ὀρρωδῶν δὲ τὴν πρὸς ἐμὲ μάχην πλέον ἢ γυναῖκες οὐκ ἀμφισβητήσιμόν μοι τὴν νίκην πεποίηκεν. ἔστι δὲ πολλῷ μεῖζον εἰς δόξαν τοῦ μένοντα τὸν ἀντίπαλον κτεῖναι τὸ φεύγοντα δεῖξαι. τὸ μὲν γάρ ἐστιν ἀνδρείᾳ χρώμενον τῇ τύχῃ βλαβῆναι, τὸ δὲ μὴ συμμίξαι πρόφασιν οὐκ ἔχει πλὴν δειλίας. καὶ κτείνει μὲν πολλάκις τὸν ἀγαθὸν ὁ χείρων, φοβεῖ δὲ μόνος ὁ βελτίων. ὥστε εἰ τῆς τοῦ κρείττων ὑπειλῆφθαι δόξης ἐπιθυμῶ, πάλαι τετύχηκα.

[95] καὶ μὴν οὐδὲ λαβεῖν τὸν ἄνδρα τῶν ῥᾴστων, εἰ καὶ σφόδρα δεῖ τοῦ λαβεῖν ἐπιθυμεῖν. εἰπὲ γάρ μοι· τί κατήγαγεν αὐτὸν ἐπὶ τὰς ναῦς; οὐ τὸ μὴ κοινωνεῖν με τῶν ἔργων; οὐκοῦν, εἰ κοινωνοῦντα γνοίη, φεύξεται. πῶς οὖν εἰς χεῖρας ἀφίξεται; ὁ γὰρ τοῦ θαρρῆσαι τὸν καιρὸν εἰδὼς οὐκ ἀγνοήσει τὸν τῆς φυγῆς, ἀλλ' εἴσεται μὲν κινουμένας τῶν Μυρμιδόνων τὰς τάξεις, ὄψεται δὲ ἀπὸ τοῦ Σιγείου προσιούσας τὰς φάλαγγας, ἐμὲ δὲ ὀξέως μηνύσει τὰ ὅπλα τεθέντα, πάλιν δ' ἐκεῖνος ἐπανήξει πρὸς τὴν δρῦν.

[96]    Λογίζου δὲ καὶ τοῦτο. νῦν οἱ Πριαμίδαι μὲν τοὺς Ἀτρείδας ἀδικοῦσιν, ἐγὼ δὲ ὑπ' ἐκείνων μὲν οὐδέν, ὑπὸ δὲ τῶν Ἀτρειδῶν ἠδίκημαι. πῶς οὖν οὐκ ἄλογον ὑπὲρ τοῦ τὰ ἔσχατα λελυπηκότος τὸν ἀναμάρτητον εἰς τἀμὰ διαφθεῖραι καὶ δόξαν θηρεύοντα ῥώμης τὴν τῆς ἀναισθησίας μὴ δεῖσαι; ἢ τὸ μὲν Ἕκτορα κτεῖναι καλόν, τὸ δ' εὐχερῶς φέρειν ἀτιμίαν οὐκ αἰσχρόν; ἤσκηκεν Ἀγαμέμνων Ἕκτορα καὶ δεχέσθω τὸν ἄνδρα. ἐξελήλακεν ἐμὲ τῶν πραγμάτων, μὴ καλείτω τὸν ἄτιμον.

[97] ἤδη καθέλκω τὰς ναῦς, ὁ δὲ σβεννύτω τὸ πῦρ. κρείττων γάρ, κρείττων σοφία ῥώμης εἰς πολέμου τέλος, Ὀδυσσεῦ. Ἰδομενεὺς παρ' ὑμῶν εὑρεθήτω τοῖς δεινοῖς τὸ κώλυμα. νῦν δεικνύτω Νέστωρ τὴν σύνεσιν, νῦν σὺ τὴν εὐβουλίαν, νῦν μεθ' ὑμῶν ὁ Διομήδης τὸ δόρυ.