1623 153 0 5 0 0 II-III d. C. Storiografia Cassius Dio XIII Historiae Romanae Boissevain, U.P., Berlin, Weidmann, 1:1895; 2:1898; 3:1901 Rist. 1955 6

Cassius Dio - Historiae Romanae XIII

[52]   ὅτι οἱ Ῥωμαῖοι τὰ τοῦ πολέμου ἤκμαζον καὶ τῇ πρὸς ἀλλήλους ὁμονοίᾳ ἀκριβῶς ἐχρῶντο, ὥσθ' ἅπερ τοῖς πολλοῖς ἐκ μὲν ἀκράτου εὐπραγίας ἐς θάρσος, ἐκ δὲ ἰσχυροῦ δέους ἐς ἐπιείκειαν φέρει, ταῦτά τε αὐτοῖς τότε διαλλαγῆναι· ὅσῳ γὰρ ἐπὶ πλεῖον εὐτύχησαν, ἐπὶ μᾶλλον ἐσωφρόνησαν, τὸ μὲν θράσος, οὗ τὸ ἀνδρεῖον μετέχει, πρὸς τοὺς ἀντιπάλους ἐνδεικνύμενοι, τὸ δὲ ἐπιεικὲς οὗ κο‹ι›ν‹ωνεῖ [2] ἡ› εὐψυχία, κατ' ἀλλήλους παρεχόμενοι· τήν τε γὰρ ἰσχὺν πρὸς μετριότητος ἀκινδύνου ἐξουσίαν καὶ τὸ κόσμιον πρὸς ἀνδρείας ἀληθοῦς κτῆσιν ἐλάμβανον, μήτε τὴν εὐπραγίαν ἐς ὕβριν μήτε τὴν ἐπιείκειαν ἐς δειλίαν ἐξάγοντες. οὕτω μὲν γὰρ τό τε σωφρονοῦν ἐξ ἀνδρείας καὶ τὸ θαρσοῦν ἐκ θάρσους φθείρεσθαι, ἐκείνως δὲ τὸ μέτριον ὑπ' ἀνδρείας ἀσφαλέστερον καὶ τὸ εὐτυχοῦν ὑπ' εὐταξίας βεβαιότερον γίγνεσθαι ἐνόμιζον. καὶ διὰ τοῦτο καὶ τὰ μάλιστα τούς τε προσπεσόντας σφίσι πολέμους κράτιστα διήνεγκαν καὶ τὰ σφέτερα τά τε τῶν συμμάχων ἄριστα ἐπολίτευσαν. M. 132 (p. 186) Max. Conf. Flor. (cod. Paris. 1169 f. 264r).

[54]   ὅτι ὅσοι ἐντὸς τῶν Ἄλπεων ἐνέμοντο τοῖς Καρχηδονίοις συνεπανέστησαν, οὐχ ὅτι τοὺς Καρχηδονίους ἀντὶ τῶν Ῥωμαίων ἡγεμόνας ἀνθῃροῦντο, ἀλλ' ὅτι τὸ μὲν ἄρχον σφῶν ἐμίσουν, τὸ δὲ ἀπείρατον ἠγάπων. ἐκ πάντων μὲν δὴ ‹τῶν› τότε ἐθνῶν σύμμαχοι τοῖς Καρχηδονίοις ἐπὶ τοὺς Ῥωμαίους ὑπῆρξαν· πρὸς ἅπαντας δ' ὡς εἰπεῖν αὐτοὺς ἰσοστάσιος ὁ Ἀννίβας ἐγένετο· συνεῖναί τε γὰρ ὀξύτατα καὶ ἐκφροντίσαι πάνθ' ὅσα ἐνεθυμεῖτο τάχιστα ἐδύνατο· καίτοι πέφυκεν ὡς πλήθει τὸ μὲν βέβαιον ἐκ βραδυτῆτος τὸ δὲ [3] ὀξύρροπον ἐκ τάχους διανοίας ὑπάρχειν. κ ... ωτατος τε γὰρ ἐκ τοῦ ὑπογυωτάτου καὶ διαρκέστατος ἐς τὸ φερεγγυώτατον ἦν· τό τε ἀεὶ παρὸν ἀσφαλῶς διετίθετο καὶ τὸ μέλλον ἰσχυρῶς προενόει, βουλευτής τε τοῦ συνήθους ἱκανώτατος καὶ εἰκαστὴς τοῦ παραδόξου ἀκριβέστατος γενόμενος, ἀφ' ὧν τό τε ἤδη προσπῖπτόν οἱ ἑτοιμότατα καὶ δι' ἐλαχίστου καθίστατο, καὶ τὸ μέλλον ἐκ πολλοῦ [4] τοῖς λογισμοῖς προλαμβάνων ὡς καὶ παρὸν διεσκόπει. κἀκ τούτου καὶ τοῖς καιροῖς ἐπὶ πλεῖστον ἀνθρώπων καὶ τοὺς λόγους καὶ τὰς πράξεις ἐφήρμοζεν, ἅτε καὶ ἐν τῷ ὁμοίῳ τό τε ὑπάρχον καὶ τὸ ἐλπιζόμενον ποιούμενος. ἐδύνατο δὲ ταῦθ' οὕτω πράττειν, ὅτι πρὸς τῇ τῆς φύσεως ἀρετῇ καὶ παιδείᾳ πολλῇ μὲν Φοινικικῇ κατὰ τὸ πάτριον πολλῇ δὲ καὶ Ἑλληνικῇ ἤσκητο, καὶ προσέτι καὶ μαντικῆς τῆς διὰ σπλάχνων ἠπίστατο. M. 133 (p. 187) Val. 31 (p. 593).

[5]    τοιοῦτος οὖν δή τις τὴν ψυχὴν γενόμενος ἀντίρροπον καὶ τὸ σῶμα, τὰ μὲν φύσει τὰ δὲ καὶ διαίτῃ, παρεσκεύαστο, ὥσθ' ὅσα ἐνεχειρίζετο ῥᾳδίως κατεργάζεσθαι. κοῦφόν τε γὰρ καὶ ἐμβριθὲς ὅτι μάλιστα αὐτὸ εἶχε, καὶ διὰ τοῦτο καὶ θεῖν καὶ συνίστασθαι ἱππεύειν τε ἀνὰ κράτος ἀσφαλῶς ἐδύνατο. καὶ οὔτε πλήθει ποτὲ τροφῆς ἐβαρύνετο οὔτε ἐνδείᾳ ἔκαμνεν, ἀλλ' ἐν ἴσῳ καὶ τὸ πλέον καὶ τὸ ἔλαττον, ὡς καὶ αὔταρκες ἑκάτερον, ἐλάμβανεν. ταῖς ‹τε› ταλαιπωρίαις ἰσχυρίζετο, καὶ ταῖς ἀγρυπνίαις ἐρρώννυτο.

[6]    οὕτως οὖν δὴ καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος ἔχων τοιᾷδε τῇ τῶν πραγμάτων διαχειρίσει ἐπίπαν ἐχρῆτο. τούς τε γὰρ πολλοὺς ἐς μόνον τὸ συμφέρον σφίσι πιστοὺς ὁρῶν ὄντας, αὐτός τε τοῦτον τὸν τρόπον αὐτοῖς προσεφέρετο καὶ ἐς ἐκείνους ταὐτὸν ὑπώπτευεν, ὥστε πλεῖστα μὲν ἀπατήσας τινὰς κατορθῶσαι, ἐλάχιστα δὲ ἐπιβουλευθεὶς [7] σφαλῆναι. καὶ πολέμιον πᾶν τὸ πλεονεκτεῖν δυνάμενον καὶ ἐν τοῖς ὀθνείοις καὶ ἐν τοῖς ὁμοφύλοις ὁμοίως ἡγούμενος, οὐκ ἀνέμενε τοῖς ἔργοις τὴν διάνοιαν αὐτῶν ἐκμανθάνειν, ἀλλ' ὡς καὶ βουλομένους σφᾶς ἀδικεῖν ὅτι ἐδύναντο τραχύτατα μετεχειρίζετο, προποιῆσαί τέ τι μᾶλλον ἢ προπαθεῖν ἄμεινον ἡγεῖτο, καὶ ἐφ' ἑαυτῷ τοὺς ἄλλους, ἀλλ' οὐκ ἐφ' ἑτέροις ἑαυτὸν εἶναι [8] ἠξίου. τό τε σύμπαν εἰπεῖν, τῇ φύσει τῶν πραγμάτων, ἀλλ' οὐ τοῖς ἐς φήμην αὐτῶν εὐδοκιμοῦσιν, ὁσάκις γε μὴ κατ' αὐτὸ καὶ ἄμφω συνέπιπτε, προσέκειτο. καὶ μέντοι καὶ ἐτίμα καθ' ὑπερβολὴν ὅτου δέοιτο· δούλους τε γὰρ τοῦ τοιούτου τοὺς πλείστους ἡγεῖτο εἶναι, καὶ κινδυνεύειν ἐπ' αὐτῷ καὶ παρὰ τὸ συμφέρον [9] σφίσιν ἐθέλοντας ἑώρα. καὶ διὰ ταῦτα καὶ τῶν κερδῶν καὶ τῶν ἄλλων τῶν ἡδίστων αὐτὸς μὲν πολλάκις ἀπείχετο, ἐκείνοις δὲ ἀφθόνως μετεδίδου, καὶ ἀπ' αὐτοῦ κοινωνούς σφας καὶ τῶν πόνων οὐκ ἀκουσίους ἐκτᾶτο. καὶ τούτοις μὲν οὐχ ὅπως ἰσοδίαιτος ἀλλὰ καὶ ἰσοκίνδυνος ἐγίγνετο, πάνθ' ὅσα ἀπῄτει παρ' αὐτῶν πρῶτος ἐκπονούμενος· οὕτω γὰρ καὶ ἐκείνους ἀπροφασίστως καὶ προθύμως; ἅτε μήτε τοῖς λόγοις αὐτοῦ προσέχοντας, σύμπαντά οἱ συμπράξειν ἐπίστευεν· πρὸς δὲ δὴ τοὺς ἄλλους πολλῷ τῷ φρονήματι ἀεὶ [10] ἐχρῆτο· ὥστε τοὺς μὲν εὔνοιαν αὐτοῦ τοὺς δὲ δέος ἔκ τε τοῦ ὁμοδιαίτου καὶ ἐκ τοῦ ὑπέρφρονος παμπληθεῖς ἔχειν. ἐξ οὗπερ καὶ τὰ μάλιστα τό τε ὑπερέχον κολούειν καὶ τὸ ταπεινούμενον ἐξαίρειν, καὶ τῷ μὲν ὄκνον τῷ δὲ θάρσος, ἐλπίδα ‹τε καὶ› ἀπόγνωσιν ὑπὲρ τῶν μεγίστων δι' ἐλαχίστου πᾶσιν οἷς ἐβούλετο ἐμποιεῖν ἐδύνατο.

[11]    καὶ ὅτι ταῦτ' οὐκ ἄλλως περὶ αὐτοῦ λέγεται ἀλλ' ἀληθῆ παραδέδοται, τεκμηριοῖ τὰ ἔργα. τῆς τε γὰρ Ἰβηρίας πολλὰ διὰ βραχέος προσεκτήσατο, καὶ τὸν πόλεμον ἐκεῖθεν διὰ τῶν Γαλατῶν, οὐχ [10] ὅτι ἀσπόνδων ἀλλὰ καὶ ἀγνώστων οἱ τῶν πλείστων ὄντων, ἐς τὴν Ἰταλίαν ἐσήγαγε. τάς τε Ἄλπεις πρῶτος ἀνθρώπων τῶν οὐκ Εὐρωπαίων, ὅσα γε ἡμεῖς ἴσμεν, σὺν στρατῷ διέβη. καὶ ἐπ' αὐτὴν τὴν Ῥώμην ἐπεστράτευσε, τά τε συμμαχικὰ αὐτῆς ὀλίγου πάντα, [11] τὰ μὲν βίᾳ τὰ δὲ καὶ πείθων, ἀπέρρηξεν. καὶ ταῦτα μέντοι αὐτὸς καθ' ἑαυτὸν ἄνευ τοῦ κοινοῦ τῶν Καρχηδονίων κατέπραξεν. οὔτε γὰρ τὴν ἀρχὴν ὑπὸ τῶν οἴκοι τελῶν ἐξεπέμφθη, οὔθ' ὕστερον μεγάλης τινὸς βοηθείας παρ' αὐτῶν ἔτυχε· τῆς γάρ τοι δόξης τῆς τε ὠφελίας οὐκ ἐλάχιστα ἀπολαύσειν ἀπ' αὐτοῦ μέλλοντες, μὴ ἐγκαταλιπεῖν αὐτὸν δόξαι μᾶλλον ἢ συναίρεσθαι ἔν τινι ἰσχυρῶς ἠθέλησαν. V. 31 (p. 593).

[55]

[1]    ὅτι ἡ μὲν εἰρήνη καὶ πορίζει χρήματα καὶ φυλάσσει, ὁ δὲ δὴ πόλεμος καὶ ἀναλίσκει καὶ διαφθείρει. M. 134 (p. 188).

   ὅτι πέφυκε πᾶν τὸ ἀνθρώπειον δεσπόζειν τε ἐπιθυμεῖν τῶν ὑπεικόντων καὶ τῇ παρὰ τῆς τύχης ῥοπῇ κατὰ τῶν ἐθελοδουλούντων χρῆσθαι. M. 135 (ib.).

[2]    ἀλλὰ μὴν συνειδότες αὐτὸ καὶ πεπειραμένοι αὐτῶν ἐξαρκεῖν ὑμῖν πρὸς ἀσφάλειαν τήν τε ἐπιείκειαν καὶ τὴν φιλανθρωπίαν νομίζετε; καὶ ὅσα ἂν ἢ λαθόντες ἢ ἐξαπατήσαντες ἡμᾶς ἢ καὶ βιασάμενοι ἀδικήσωσιν ἐν ἀμελείᾳ τίθεσθε μήτε παρορμᾶσθε μήτε προφυλάττεσθε μήτε ἀμύνεσθε; καὶ μέντοι καὶ ὅτι οὐδέποτε ἐλογίσασθε τοῦθ' ὅτι τὰ τοιαῦτα πρὸς μὲν ἀλλήλους ὀρθῶς ὑμῖν ἔχει ποιεῖν, πρὸς δὲ δὴ Καρχηδονίους αἰσχρῶς καὶ κακῶς· τοῖς μὲν γὰρ πολίταις καὶ πράως καὶ πολιτικῶς χρῆσθαι δεῖ, κἂν γὰρ ἀλόγως τις σωθῇ, ἡμέτερόν ἐστιν, τοῖς δὲ δὴ πολεμίοις ἀφειδῶς· οὐ γὰρ ἐξ ὧν ἂν σφαλῶμεν φεισάμενοι αὐτῶν, ἀλλ' ἐξ ὧν ἂν κρατήσωμεν κολούσαντες αὐτοὺς σωθησόμεθα. M. 136 (p. 188).

[3]    ὅτι ὁ μὲν πόλεμος καὶ τὰ οἰκεῖά τισι σώζει καὶ τὰ ἀλλότρια προσκτᾶται, ἡ δὲ εἰρήνη οὐχ ὅπως τὰ πορισθέντα δι' ἐκεῖνον ἀλλὰ καὶ ἑαυτὴν προσαπόλλυσιν. M. 137 (p. 188) et Max. Conf. Flor. f. 1574V (M. p. 541).

[3a]    αἰσχρὸν ἄρ' ἐστιν ἤτοι τὸ κατ' ἀρχὰς μὴ ὀρθῶς δόξαι τι πεποιηκέναι ἢ αὖθις μὴ δεόντως μετεγνωκέναι· τό τε γὰρ ἀπ' ἀρχῆς προπετῶς ἃ μὴ χρὴ πράττειν δεινόν ἐστι καὶ τὸ τὰ ἀρέσαντα ἅπαξ ἐμπλήκτως λύειν δεινότερον. Max. Conf. Flor. in cod. Paris. 1169 f. 184r.

[3b]    δεῖ γὰρ τοὺς ὀρθῶς καὶ καλῶς βιοῦντας καὶ τοῖς πράγμασι χρωμένους προδιασκοπεῖν πρότερον ἃ δεῖ ποιεῖν, εἶθ' οὕτως τοῖς [4] ἀρέσασι χρῆσθαι· αἰσχρὸν γάρ ἐστι πρὸς τὰ ἔργα πρὸ τῶν λόγων τῶν περὶ αὐτῶν χωρεῖν, ἐν ᾧ κατορθώσαντες μὲν εὐτυχηκέναι μᾶλλον ἢ καλῶς βεβουλεῦσθαι δόξετε, σφαλέντες δὲ τὴν σκέψιν ἀπρονοήτως ὅτε οὐδὲν ὄφελος ἔτι ποιεῖσθαι. καὶ μέντοι καὶ ἐκεῖνο τίς οὐκ οἶδεν, ὅτι τὸ μὲν ἐπιτιμῆσαί τι καὶ κατηγορῆσαί τινων προσπολεμησάντων ποτὲ ἡμῖν ῥᾷστόν που καὶ παντός ἐστι, τὸ δ' αὖ τῇ πόλει συμφέρον οὐ πρὸς ὀργὴν ὧν πεποιήκασί τινες, ἀλλὰ πρὸς [5] τὸ χρήσιμον αὐτῆς εἰπεῖν τῇ τοῦ συμβούλου τάξει προσήκει; μὴ παρόξυνε πρότερον ἡμᾶς, ὦ Λέντουλε, μηδ' ἀνάπειθε πολεμῆσαι πρὶν ὅτι καὶ συνοίσει τοῦθ' ἡμῖν ἐπιδεῖξαι, σκοπῶν τά τε ἄλλα καὶ μάλισθ' ὅτι οὐχ ὁμοίως ἐνταυθοῖ τε περὶ τῶν τοῦ πολέμου πραγμάτων λέγεται καὶ ἐν αὐτοῖς τοῖς ἔργοις πράττεται. Max. Conf. Flor. in cod. Paris. 1169 f. 184r (δεῖ γὰρ τοὺς ‑ ὅτ' οὐδὲν ὄφελός ἐστι ποιήσασθαι) et M. 138 (p. 189) (ὅτι αἰσχρόν ἐστι πρὸς τὰ ἔργα ‑ πράττεται).

[6]    συχνοὺς γὰρ αἱ συμφοραὶ διορθοῦσι, καὶ πολλοὶ καλῶς αὐταῖς χρησάμενοι κρεῖττον ἀπαλλάσσουσι τῶν εὖ καὶ τελείως πραττόντων καὶ δι' αὐτὸ καὶ ὑβριζόντων· δοκεῖ γάρ πως ἡ κακοπραγία μέρος οὐκ ἐλάχιστον ἔχειν ὠφελίας, ὅτι μήτε ἐκφρονεῖν τοὺς ἀνθρώπους μήτε ἐξυβρίζειν ἐᾷ. κράτιστον μὲν γάρ ἐστι φύσει πρὸς πάντα τὰ ἀμείνονα τετράφθαι, καὶ τῆς ἐπιθυμίας μέτρον μὴ τὴν ἐξουσίαν ἀλλὰ τὸν λογισμὸν ποιεῖσθαι· ἂν δέ τις ἀδυνατῇ στέργειν τὸ κρεῖττον, λυσιτελεῖ αὐτῷ καὶ ἄκοντι σωφρονεῖν, ὥστε ἐν εὐδαιμονίᾳ καὶ τὸ μὴ πάντα εὖ πράττειν τίθεσθαι. Max. Conf. Flor. f. 1034r (M. p. 542).

[57]

[12]    πῶς μὲν γὰρ οὐκ ἄτοπον τά τε ἔξω καὶ τὰ πόρρω πραττόμενα προθυμεῖσθαι ἡμᾶς κατορθῶσαι πρὸ τοῦ τὴν πόλιν αὐτὴν ἐπανορθῶσαι; πῶς δ' οὐ σχέτλιον τῶν πολεμίων σπουδάζειν κρατῆσαι πρὸ τοῦ τὰ σφέτερα εὖ θέσθαι; Max. Conf. Flor. f. 1574V (M. p. 543).

[55]

[7]    φυλάξασθαι χρὴ μὴ καὶ αὖθίς τι τῶν ὁμοίων παθεῖν· ὅπερ που καὶ μόνον ἄν τις ἐκ τῶν συμφορῶν ὠφεληθείη· αἱ μὲν γὰρ εὐπραγίαι σφάλλουσιν ἔστιν ὅτε τοὺς ἀπερισκέπτως τι δι' αὐτὰς ἐλπίσαντας ὡς καὶ αὖθις κρατήσοντας, τὰ δὲ δὴ πταίσματα ἀναγκάζει πάντα τινὰ ἐξ αὐτῶν ὧν πεπείραται, καὶ τοῦ μέλλοντος ἀσφαλῶς προορᾶσθαι. Max. Conf. Flor. f. 1034r (M. p. 542) et M. 139 (p. 189)

[8]    ὅτι οὐκ ἔστι σμικρὸν οὔτε πρὸς τὴν παρὰ τῶν θεῶν εὔνοιαν οὔτε πρὸς τὴν παρὰ τῶν ἀνθρώπων εὐδοξίαν τὸ μὴ δοκεῖν πολεμοποιεῖν, ἀλλ' ἀναγκάζεσθαι τοὺς ὑπάρξαντας ἀμύνασθαι. M. 140 (p. 189).

[9]    τοιούτων δή τινων ἐπ' ἀμφότερα λεχθέντων ἔδοξέ σφισι παρασκευάζεσθαι μὲν ὡς καὶ πολεμήσουσι, μὴ μέντοι καὶ τοῦτο ψηφίσασθαι, ἀλλὰ πρέσβεις ἐς τὴν Καρχηδόνα πέμψασι τοῦ Ἀννίβου κατηγορῆσαι, καὶ εἰ μὲν μὴ ἐπαινοῖεν τὰ πραχθέντα ὑπ' αὐτοῦ, δικάσαι, εἰ δ' ἐς ἐκεῖνον ἀναφέροιεν αὐτά, ἐξαίτησιν αὐτοῦ ποιήσασθαι, κἂν μὲν ἐκδῶσιν αὐτόν, εἰ δὲ μή, τὸν πόλεμόν σφισιν ἐπαγγεῖλαι. M. 141 (p. 190).

[10]    ὅτι ὡς οὐδὲν σαφὲς οἱ Καρχηδόνιοι τοῖς πρέσβεσιν ἀπεκρίναντο, ἀλλὰ καὶ ἐν ὀλιγωρίᾳ αὐτοὺς ἐποιοῦντο, ὁ Φάβιος ὁ Μᾶρκος τάς τε χεῖρας ὑπὸ τὸ ἱμάτιον ὑπέβαλε καὶ ὑπτιάσας αὐτὰς ἔφη "ἐγὼ μὲν ἐνταῦθ', ὦ Καρχηδόνιοι, καὶ τὸν πόλεμον καὶ τὴν εἰρήνην φέρω, ὑμεῖς δ' ὁπότερον αὐτῶν βούλεσθε, ἄντικρυς ἕλεσθε." ἀποκριναμένων δὲ πρὸς τοῦτο καὶ τότε αὐτῶν αἱρεῖσθαι μὲν μηδέτερον, δέχεσθαι δὲ ἑτοίμως ὁπότερον ἄν σφισι καταλίπωσι, τὸν πόλεμον αὐτοῖς ἐπήγγειλεν. M. 142 (ib.).

[56]

[1]    ὅτι οἱ Ῥωμαῖοι Ναρβωνησίους πρὸς συμμαχίαν ἐκάλουν· οἱ δὲ οὔτε τι πρὸς τῶν Καρχηδονίων κακὸν οὔτ' αὖ πρὸς τῶν Ῥωμαίων ἀγαθόν, ὥστε τοῖς μὲν πολεμῆσαι τοῖς δὲ ἀμῦναι, πεπονθέναι πώποτε ἔφασαν, καὶ πάνυ δι' ὀργῆς αὐτοὺς ἔσχον, ἐπικαλοῦντές σφισιν ὅτι πολλὰ καὶ δεινὰ τοὺς ὁμοφύλους αὐτῶν ἐδεδράκεσαν. M. 143 (ib.).