12995 940 2 13 13 0 III d. C. Commentarium Porphyrius Quaestionum Homericarum liber I (recensio V) Sodano, A.R., Naples, Giannini, 1970 45

Porphyrius - Quaestionum Homericarum liber I (recensio V)

ΠΟΡΦΥΡΙΟΥ ΦΙΛΟΣΟΦΟΥ ΟΜΗΡΙΚΩΝ ΖΗΤΗΜΑΤΩΝ ΒΙΒΛΙΟΝ Α

‹Porphyrius ad Anatolium›

   Πολλάκις μὲν ἐν ταῖς πρὸς ἀλλήλους συνουσίαις Ὁμηρικῶν ζητημάτων γινομένων, Ἀνατόλιε, κἀμοῦ δεικνύναι πειρωμένου, ὡς αὐτὸς μὲν ἑαυτὸν τὰ πολλὰ Ὅμηρος ἐξηγεῖται, ἡμεῖς δὲ ἐκ τῆς παιδικῆς κατηχήσεως περινοοῦμεν μᾶλλον ἐν τοῖς πλείστοις ἢ νοοῦμεν ἃ λέγει, ἠξίωσας ἀναγράψαι με τὰ λεχθέντα μηδὲ διαπεσόντα ἐᾶσαι ὑπὸ τῆς λήθης ἀφανισθῆναι. μὴ ὢν δὲ οἷός τε πρὸς τὰς σὰς δεήσεις ἀντιβλέπειν διὰ σὲ καὶ τοὺς ἄλλους Ὁμήρου ἐραστάς, πειράσομαι τά τε ῥηθέντα ποτὲ ἀνενεγκεῖν τά τε πάλιν ὑποπεσόντα προσθεῖναι, τὰς μὲν μείζους εἰς Ὅμηρον πραγματείας ὑπερτιθέμενος εἰς καιρὸν σκέψεως τὸν προσήκοντα, ταυτὶ δὲ οἷον προγύμνασμα τῶν εἰς αὐτὸν ἀγώνων, ἐν οἷς ἀγνοεῖται μὲν πολλὰ τῶν κατὰ τὴν φράσιν, λανθάνει δὲ τοὺς πολλοὺς τῇ [2] δοκούσῃ ἐπιτρέχειν τῶν ποιημάτων ὁλοσχερεῖ σαφηνείᾳ προσέχοντας. αὐτὸς δὲ ἕκαστος ἑαυτὸν ἀνακρίνων εὐθυνέτω, πρὶν ὑφ' ἡμῶν ἐπαχθῆναι τὴν ἐξήγησιν, ποίαν περὶ τῶν προβαλλομένων ἐπῶν εἶχε τὴν διάνοιαν. ἢ γὰρ ταὐτὰ γνοὺς ἡμᾶς λέγοντας βεβαίαν τὴν περὶ τῶν νοηθέντων ἕξει κρίσιν, ἢ σφαλλόμενος μεταβήσεται ἡμᾶς τε ὀνήσει πλανωμένους διορθώσας.

   Ἐζητοῦμεν τὸν νοῦν τὸν τούτων καὶ τὰς λέξεις· "εἶμι μέν, οὐδ' ἁλίη ὁδὸς ἔσσεται ἣν ἀγορεύω, ἔμπορος· οὐδ' ἐρετάων ἐπήβολος γίνομαι·

   ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι".

τί σημαίνει τὸ "ἔμπορος" καὶ τὸ "ἐπήβολος" καὶ πρὸς τί ἀναφέρεται τὸ

      "ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι";

  τὸ μὲν οὖν "ἔμπορος"

[3] οὐ κατὰ τὴν συνήθειαν τέτακται παρ' Ὁμήρῳ, ἀλλ' ἐπὶ τῶν ἐπ' ἀλλοτρίας νηὸς περώντων, οὓς συνήθως ἐπιβάτας νῦν λέγομεν. αὐτὸς γοῦν ἐν ἄλλοις παρίστησι λέγων· "ἢ ἔμπορος εἰλήλουθας νηὸς ἐπ' ἀλλοτρίης", τῶν Ἀττικῶν τῶν ἐν ταῖς τριήρεσι στρατευομένων τοὺς μὲν μαχομένους ἐπιβάτας καλούντων, τοὺς δὲ τὰς κώπας κατὰ πηδαλίου ἔχοντας ἐπικώπους. ὅπερ δὲ παρὰ τῷ ποιητῇ τῶν ἐπὶ τοῖς ἅρμασιν οἱ μὲν μαχόμενοι "παραιβάται", οἱ δὲ τὰς ἡνίας ἔχοντες "ἡνίοχοι", τοῦτο ἐπὶ τῶν ἐν ταῖς τριήρεσιν ἐπίκωποι καὶ ἐπιβάται παρ' Ἀττικοῖς δύνανται. [4] οὐ μέντοι ὁ "ἔμπορος" ἀπὸ τοῦ πορίζειν πεποίηται παρ' Ὁμήρου, ἀλλ' ἀπὸ τοῦ πόρου, τουτέστι τῆς πορείας. τὸν δὲ πόρον κυρίως ἐπὶ τῆς τοῦ ὕδατος τάττει πορείας, λέγων· "ὅσσ' ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων" καὶ "ἀλλ' ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο". ὡς οὖν τὸ μὴ ἐν οἰκείῳ οἴκῳ γαμεῖν ἀλλ' ἐν ἀλλοτρίῳ ‹ἐγ›γαμεῖν λέγουσιν, οὕτως τὸ ἐπ' ἀλλοτρίας νηὸς τὸν πλοῦν ποιεῖσθαι ἐμπορεύεσθαι. καὶ "ἔμπορος" ὁ τοιοῦτος. [5] τὸ δὲ "ἐπήβολος" σημαίνει τὸν ἐπιτυχῆ καὶ ἐγκρατῆ, ἀπὸ τῆς βολῆς καὶ τοῦ βάλλειν, ὃ σημαίνει τὸ τυγχάνειν τοῦ σκοποῦ, ὅθεν καὶ τὸ "σὺ δ' ἐνὶ φρεσὶ βάλεο σῇσι", τουτέστιν ἐπιτυχῶς λάμβανε. καὶ ἡ βουλὴ δὲ οἷον βολή τις, ὅθεν ἔφη· "σῇ δ' ἥλω βουλῇ Πριάμοιο πόλις", ὡς εἰ ἔφη· τοῖς σοῖς ὅπλοις ἢ τόξοις ἢ βέλεσι. λύσεις ἐντεῦθεν καὶ [6] τὸ

   "ἡ δὲ Φερὰς ἐπέβαλεν ἐπειγομένη Διὸς οὔρῳ"·

μετῆκται γὰρ ἀπὸ τῶν πόρρω τὴν ἐπιβολὴν ποιουμένων ὥστε τυχεῖν· ἡ ναῦς οὖν ἐπιβολὴν ἐποιεῖτο ὥστε τυχεῖν τῶν Φερῶν. οὕτω τῇ λέξει καὶ οἱ μεθ' Ὅμηρον κέχρηνται· Σοφοκλῆς Ἀλκμαίωνι· "εἴθ' εὖ φρονήσαντ' εἰσίδοιμί πως φρενῶν ἐπήβολον καλῶν σε", Πλάτων Νόμων πρώτῳ· "ἐπήβολοι γεγονότες τῆς καλλίστης ᾠδῆς", Ὑπερίδης ἐν τῷ κατὰ Δημάδου· "μηδέποτε πολέμου μήτε πολιτείας ἐπηβόλους γενέσθαι", [7] Ἄρχιππος Πλούτῳ· "νῦν ὡς ἐγενόμην χρημάτων ἐπήβολος". ἔστι δὲ οὐ ποιητικὴ λέξις ἀλλ' Ἀττική. τί οὖν αἱ λέξεις σημαίνουσι δεδήλωται. τὸ δὲ "ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι" σὺν βαρύτητι εἴρηται, λέγοντος Τηλεμάχου· ἐν ἀλλοτρίᾳ πλευσοῦμαι νηί· οὐ γάρ εἰμι ἐπιτυχὴς ἰδίας νηὸς οὐδὲ ἐρέτας κέκτημαι· τοῦτο γὰρ ὑμῖν ὠφελιμώτερον εἶναι ἐφάνη, τουτέστι τὸ μὴ ἔχειν ἐμὲ ἰδίαν ναῦν ἀλλ' ἔμπορον πλεῖν· ἀναφέρει δὲ εἰς ἐκεῖνο, ὅτι εἰς πενίαν αὐτὸν κατέστησαν. προεῖπε γάρ· "ἢ οὐχ ἅλις, ὡς τὸ πρόσθεν ἐκείρετο πολλὰ καὶ ἐσθλὰ κτήματ' ἐμά, μνηστῆρες, ἐγὼ δ' ἔτι νήπιος ἦα;" [8] ἔστιν οὖν οὕτω τὸ νόημα· ἀντὶ ναυκλήρου δι' ὑμᾶς ἐπιβάτης γέγονα τἀμὰ καταναλώσαντας.

   Τοῦ ποιητοῦ πολλάκις ἐπισημαινομένου περὶ τῶν πυρῶν, ἃς οἱ Τρῶες ἐποιοῦντο ἐκ παραγγελίας τοῦ Ἕκτορος τοιαύτης· "ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε, ὥς κε παννύχιοι μέσφ' ἠοῦς ἠριγενείης καίωμεν πυρὰ πολλά, σέλας δ' οὐρανὸν ἵκῃ", καὶ πάλιν·

  "ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο

  Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τ' ἐπίκουροι,

  κειάμενοι πυρὰ πολλὰ κατὰ στρατόν",

καὶ πάλιν· "ὅτ' ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειε, θαύμαζε πυρὰ πολλὰ τὰ καίετο Ἰλιόθι πρό", εἰκότως ἀσαφές [9] ἐστι τὸ τοῦ Δόλωνος, ὅτι ἐρωτηθεὶς "πῶς δ' αἱ τῶν Τρώων φυλακαί τε καὶ εὐναί;" ἀποκρίνεται· "φυλακὰς δ' ἃς εἴρεαι, ἥρως, οὔ τις κεκριμένη ῥύεται στρατὸν οὐδὲ φυλάσσει· ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι, οἷσιν ἀνάγκη οἵ τ' ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονται ἀλλήλοις". τί γὰρ βούλεται τὸ "ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι", προδεδηλωμένου ὅτι πολλὰς πυρὰς ἔκαιον; ὃ ἀποροῦντας οὐκ ἔστι ῥᾷον συνιδεῖν. λύοντες οὖν ἐλέγομεν ἡμεῖς περὶ τῶν ἐν πεδίῳ πυρῶν νῦν οὐ ποιεῖσθαι τὸν λόγον ἀλλὰ βούλεσθαι εἰπεῖν ὡς ὅσοι Τρῶες αὐθιγενεῖς καὶ οὐ ξένοι ἀλλ' ἑστίαν ἔχοντες, ὃ ἐν ἄλλοις περὶ τῶν αὐτῶν φησι· "Τρῶας μὲν λέξαςθαι ἐφέστιοι [10] ὅσοι ἔασι", τουτέστιν ὅσοι πῦρ καὶ ἑστίας ἔχουσιν, ὡς καὶ ἐν ἄλλοις· "ἦλθε μὲν αὐτὸς ζωὸς ἐφέστιος", ἤτοι εἰς τὴν ἑστίαν· ἑστία δὲ ὁ οἶκος· ὃ γὰρ εἶπεν· "ἦλθε μὲν αὐτὸς ἐφέστιος", μεταλαβὼν ἔφη· "ἦλθ' Ὀδυσσεὺς καὶ οἶκον ἱκάνεται". καὶ πάλιν ἀντὶ τοῦ οἶκος· "ἱστίη τ' Ὀδυσῆος ἀμύμονος". ὁ οὖν κεκτημένος οἰκίαν ἐφέστιος· ὁ δ' ἄπολις καὶ φυγὰς "ἀφρήτωρ ἀθέμιστος ἀνέστιος". τὸ οὖν "ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι" δηλοῖ ὅσαι Τρώων ἑστίαι, ἐξ οὗ ὅσοι Τρώων [11] ἐφέστιοι καὶ πολῖται. καὶ ὅτι τοὺς πολίτας εἶπεν ἐνταῦθα μὴ λείπειν τὰς ‹φυλακὰς› διὰ ‹τοῦ› "πυρὸς ἐσχάραι", δηλοῖ τὰ ἐπαγόμενα· "οἷσιν ἀνάγκη οἵ τ' ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονται ἀλλήλοις· αὐτὰρ αὖτε πολύκλειτοι ἐπίκουροι εὕδουσι· Τρωσὶ γὰρ ἐπιτροπέουσι φυλάσσειν". ἐκ τούτων λύσεις καὶ τὸ περὶ τῶν Φαιάκων εἰρημένον· "πᾶσι γὰρ ἐπίστιόν ἐστιν", ἤτοι οὐδεὶς [12] ξένος ἐστίν, ἀλλὰ πάντες πολῖται καὶ ἐφέστιον πῦρ ἔχοντες. διὰ δὲ ψιλοῦ ἐξενήνεκται, ὡς τὸ δέχεσθαι δέκεσθαι καὶ οὐχὶ οὐκί.

   Τὸ "αἰόλον" οὐκ οἶδ' ὅθεν τῶν γραμματικῶν τινες ἐπὶ τοῦ ποικίλου παρ' Ὁμήρῳ ἀκούειν ἀξιοῦσιν· οὕτω γοῦν τὸ "αἰολόπωλον" ἀποδιδόασι καὶ τὸ "αἰόλος ἵππος" καὶ "αἰόλον ὄφιν". οὐκ ἔστι δὲ ἀλλὰ σημαίνει τὸν ταχύν, γενόμενον ἀπὸ τῆς ἀέλλης, ἥτις ἀπὸ τοῦ ἄειν καὶ εἱλεῖν πεποίηται, ὡς αὐτὸς ἐξηγήσατο εἰπών· "ὅν περ ἄελλαι χειμέριαι εἰλέωσιν", ἤτοι εἱλῶσιν, ὡς καὶ [13] ἐπὶ τοῦ Βορρᾶ ἔφη· "εἴλει γὰρ Βορέης ἄνεμος". ἡ μὲν οὖν ἄελλα ἀπὸ τοῦ ἄειν καὶ εἱλεῖν, ἡ δὲ θύελλα ἀπὸ τοῦ θύειν καὶ εἱλεῖν, θύειν δὲ τὸ σφοδρῶς ὁρμᾶν δίκην μαινομένων· "ἦ γὰρ ὅ γ' ὀλοῇσι φρεσὶ θύει", ὅθεν καὶ Θυάδες αἱ Βάκχαι. ὡς οὖν "ἀελλόπους" ἡ Ἶρις λέγεται, ἣν μεταλαβὼν "ποδήνεμον" προσηγόρευκεν, οὕτω τὸν ποδώκη ἵππον μεταλαμβάνων "πόδας αἰόλος ἵππος" εἶπε· καὶ ὡς εἰπὼν "ἀργίποδας κύνας" κατὰ περίληψιν ἀλλαχοῦ ἔφη "καὶ κύνας ἀργούς", οὕτω τοὺς πόδας αἰόλους ἵππους [14] κατὰ τὴν περίληψιν "αἰολοπώλους" ἔφη. καὶ "αἰόλαι" οὖν "εὐλαὶ" ἀπὸ τοῦ εἱλεῖσθαι ταχέως λέγονται, καὶ "σφῆκες μέσον αἰόλοι" οἱ κατὰ τὸ μέσον συνεχῶς κινούμενοι καὶ εἱλούμενοι. καὶ "κορυθαιόλος" οὖν ὁ συνεχῶς κινῶν τὴν κόρυθα, ὃ μεταποιῶν ἐπὶ τοῦ Ἄρεος ἔφη· "ἶσος Ἐνυαλίῳ κορυθάϊκι". λύσεις ἐντεῦθεν καὶ τὸ "ὡς δ' ὅτε γαστέρ' ἀνὴρ πολέος πυρὸς αἰθομένοιο, ἐμπλείην κνίσσης τε καὶ αἵματος, ἔνθα καὶ ἔνθα αἰόλλῃ"· δηλοῖ οὖν τὸ εἱλεῖν καὶ συνεχῶς στρέφειν. ἐκ δὲ τοῦ "κορυθάϊκι" λύσεις τὸ "Δωριέες τε τριχάϊκες", οἱ [15] συνεχῶς τὰς τρίχας διὰ τὸ δραστικὸν κινοῦντες· καρηκομόωντες εἴρηνται.

   Οὐ δεῖ δυσχεραίνειν, εἰ τοὺς πολλοὺς τῶν νῦν παιδευτῶν λανθάνει τινὰ τῶν Ὁμηρικῶν, ὅπου καὶ τὸν δοκοῦντα εἶναι ἀκριβέστατον καὶ πολυμαθέστατον Καλλίμαχον ἔλαθεν ἡ διαφορὰ τῆς ἁρματροχίας, ἣν ἔχει πρὸς τὴν χωρὶς τοῦ ρ λεγομένην ἁματροχίαν. ἔστι δὲ ἁματροχία τὸ ἅμα τρέχειν καὶ μὴ ἀπολείπεσθαι, οἷον ὁμοδρομία τις οὖσα· τρόχους γὰρ τοὺς δρόμους ἔλεγον. ἁρματροχία δὲ τῶν τροχῶν τὸ ἴχνος. ἄμφω δὲ παρ' Ὁμήρῳ κεῖται, τὰς δυνάμεις αὐτῶν τοῦ ποιητοῦ ἐξηγουμένου. ὅτι γὰρ τὸ ἅμα τρέχειν δηλοῖ ἁματροχία, παρίστησιν ἐπὶ τοῦ Μενελάου λέγων "τῇ ῥ' εἶχε Μενέλαος ἁματροχίαν [16] ἀλεείνων"· ὑπελείπετο γὰρ διὰ τὸν ῥωχμὸν τῆς γῆς τὴν συνέμπτωσιν τοῦ δρόμου φυλασσόμενος. τοῦτο δὲ μεταλαβὼν ἐν ἄλλοις ἐξηγήσατο "αἰὲν ὁμοστιχάει". καὶ ἐπὶ τοῦ Εὐμαίου δὲ ἐχομένου ἤδη τροφῆς καὶ συμβαδίζοντος τῇ μητρί φησι·

  "παῖδα γὰρ ἀνδρὸς ἑῆος ἐνὶ μεγάροισ ἀτιτάλλω,

  κερδαλέον δὴ τοῖον, ἁματροχόωντα θύραζε",

τουτέστιν ἤδη μοι ἔξω συντρέχειν δυνάμενον καὶ βάδην σὺν ἐμοὶ πορευόμενον, οὐκ ἐπικολπίδιον· ταὐτὸν δὲ τῷ "ἁματροχόωντα θύραζε" τὸ "ἡ δέ με χειρὸς ἑλοῦσα δόμων ἐξῆγε θύραζε". ἁματροχία οὖν οὕτως. ἁρματροχία δὲ ὅτι τὸ ἀπὸ τῶν τροχῶν ἴχνος δηλοῖ, αὐτὸς πάλιν παρίστησι λέγων· "οὐδ' ἄρα πολλὴ γίνεται ἐπισσώτρων ἁρματροχίη κατόπισθεν ἐν λεπτῇ κονίῃ"· διὰ [17] γὰρ τὸ λεπτὸν καὶ ὀλίγον τῆς κόνεως μὴ πολὺ γίνεσθαι τὸ τῶν ἐπισσώτρων ἴχνος φησίν. ἐξηγήσατο δὲ καὶ πῶς γίνεται τὸ ἴχνος, ὅτι λειπόμενον ὀπίσω τοῦ ἱεμένου εἰς τὸ ἔμπροσθεν. ἀγνοήσας δὲ ταῦτα ὁ Καλλίμαχός φησιν· "ἀλλὰ θεόντων ὡς ἀνέμων οὐδεὶς εἶδεν ἁματροχίας". βούλεται μὲν γὰρ εἰπεῖν ὡς οὐδεὶς εἶδεν ἴχνος διὰ τὸ θεῖν ὡς ἀνέμους· ἁματροχίαι δὲ οὐ δηλοῦσι τὰ ἴχνη τῶν θεόντων ἁρμάτων, ἀλλ' αἱ μετὰ τοῦ ρ λεγόμεναι ἁρματροχίαι. Τὴν ἀρχὴν τῶν Λιτῶν ἀναγινώσκων οὕτως ἔχουσαν·

  "ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον· αὐτὰρ Ἀχαιοὺς

  θεσπεσίη ἔχε φύζα φόβου κρυόεντος ἑταίρη,

  πένθεϊ δ' ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι.

  ὡς δ' ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα

  Βορέης καὶ Ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον

  ἐλθόντ' ἐξαπίνης· ἄμυδις δέ τε κῦμα κελαινὸν

  κορθύεται, πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευε·

  ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν",

ταῦτ' οὖν ἀναγινώσκων ἠπόρεις, πῶς ἀκριβὴς ὢν [18] περὶ τὰς εἰκόνας Ὅμηρος νῦν δοκεῖ πρὸς μηδεμίαν χρείαν δυοῖν ἀνέμοιν εἰκόνα παραλαμβάνειν. εἰ γὰρ αὐξήσεως ἕνεκα, ἔδει τοὺς τέσσαρας, ὡς ἐν ἄλλοις· "σὺν δ' Εὖρός τε Νότος τε πέσον Ζέφυρός τε δυσαὴς καὶ Βορέης αἰθρηγενέτης, μέγα κῦμα κυλίνδων". λύει δὲ τὴν ἀπορίαν αὐτός, ὡς καὶ Ἀπολλώνιος ὁ τοῦ Μόλωνος παρίστησι. δύο γὰρ πάθεσι χειμαζομένους ποιήσας τοὺς Ἀχαιούς, φόβῳ μὲν ἐφ' οἷς εἴρηκε "θεσπεσίη ἔχε φύζα", λύπῃ δὲ ἐν οἷς ἐπάγει "πένθεϊ δ' ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι" ‑ δεδίασι μὲν γὰρ τὰ μέλλοντα, βαρέως δὲ φέρουσι τὰ γεγονότα ‑ , προσηκόντως [19] αὐτοὺς ἀπεικάζει πελάγει δυσὶ πνεύμασιν ἐξεγειρομένῳ. "θεσπεσίη" δ' "ἔχε φύζα" δηλοῖ οὐ τὸν προσγενόμενον αὐτοῖς διὰ δειλίαν φόβον, ἀλλ' ἐκ βουλήσεως θεῶν, ὥς που καὶ ἐν ἄλλοις αὐτὸς εἶπε· "γνώσεαι δ' εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις, ἢ ἀνδρῶν κακότητι", τουτέστι θείᾳ βουλήσει καὶ οὐ συμφύτῳ κακίᾳ. εἰ δὲ καὶ ἄλλων ἐπίθετον τὸ θεσπέσιον ‑ "θεσπέσιός" τε γὰρ "πλοῦτος" καὶ "θεσπεσίη φύζα" ‑ , ἐκ κοινοῦ ἔσται κἀνταῦθα [20] ἡ κακότης· γνώσῃ πότερον θεσπεσίῃ κακότητι ἢ ἀνδρῶν κακότητι. [φύζα δέ ἐστιν ἡ φυγή. φόβου δὲ φίλη λέγεται, ὅτι ὁ φοβούμενος τὴν φυγὴν προσεταιρίζεται]. καὶ τὸ μὲν "βεβολήατο" τὴν βούλησιν βεβλάφθαι δηλοῖ, τὸ δὲ βεβλῆσθαι ἐπὶ σώματος.

   Ἐπεὶ δὲ παραβολῆς ἐμνήσαμεν, σκέψαι τὴν τοῦ ποιητοῦ ἐνταῦθα χρῆσιν. ἐπὶ γὰρ τοῦ Ἀγαμέμνονος [21] τρωθέντος χρησάμενος τῇ παραβολῇ ταύτῃ· "ὡς δ' ὅταν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα" καὶ ἀνταποδόσει· "ὣς ὀξεῖ' ὀδύναι δῦνον μένος Ἀτρεΐδαο", ἐπὶ τοῦ Κύκλωπος δυνάμει τὰ τῆς παραβολῆς μεταφέρων χρῆται· "Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσιν"· ἔστι δὲ τῆς παραβολῆς τὸ "ὠδίνων", τῆς δὲ ἀνταποδόσεως τὸ "ὀδύνῃσι". πάλιν εἰπὼν ἐπὶ τῆς τοῦ Ἕκτορος κατὰ Ἑλλήνων ὁρμῆς· "ὀλοοίτροχος ὣς ἀπὸ πέτρης, ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάρροος ὤσῃ", κατὰ τὴν αὐτὴν φαντασίαν πεποίηκε περὶ αὐτοῦ λέγοντα τὸν Διομήδη· "νῶϊν δὴ τόδε πῆμα κυλίνδεται ὄβριμος Ἕκτωρ"· ὁ δὲ ὄβριμος οἰκεῖος ἀψύχῳ ὁρμῇ· οὐ γὰρ "θρασὺν" ἔφη οὐδὲ "κορυθαιόλον", οἷς ἰδίως αὐτὸν προσαγορεύειν εἴωθε. πάλιν ἐπὶ τοῦ Νέστορος σκεπτομένου ποῖ τράπηταί [22] φησιν·

   "ὡς δ' ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ

   ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα

   αὔτως, οὐδ' ἄρα τε προκυλίνδεται οὐδ' ἑτέρωσε,

   πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον"·

εἶτα ἐπ' Ἀγήνορος προτραπέντος μὲν ὑπ' Ἀπόλλωνος Ἀχιλλέα ὑποστῆναι, ὅμως δὲ τὴν θέαν αὐτοῦ καταπλαγέντος, ἠρκέσθη τῷ ὀνόματι·

  "πολλὰ δέ οἱ κραδίη πόρφυρε κιόντι".

πάλιν εἰπὼν ἐπὶ τῆς Ἥρας· "ὡς δ' ὅταν ἀΐξῃ νόος ἀνέρος, ὅς τ' ἐπὶ πολλὴν γαίαν ἐληλυθὼς φρεσὶ πευκαλίμῃσι νοήσοι ἔνθα ἴῃ ἢ ἔνθα, μενοινήσειέ τε πολλά, ὣς κραιπνῶς μεμαυῖα διέπτατο πότνια Ἥρη", καὶ ἀπὸ μὲν τοῦ νοῦ ποιήσας τὴν παραβολήν, ἀπὸ δὲ τοῦ πέτεσθαι τὴν ἀνταπόδοσιν, συντέμνων τὰ αὐτὰ ἐν ἄλλοις φησίν· "ὡς εἰ πτερὸν ἠὲ νόημα". θαυμαστὸν δὲ [23] αὐτῷ κἀκεῖνο· ἐκ μεταφορᾶς γάρ τι τολμηρότερον φθεγξάμενος οἰκείαν ἐπάγει παραβολήν, κρατύνων αὐτὴν ὡς εὔλογον ἔσχε τὴν τόλμαν. εἰπὼν οὖν "κραδίη δέ οἱ ἔνδον ὑλάκτει", ἐπάγει· "ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα ἄνδρ' ἀγνοιήσασ' ὑλάει μέμονέ τε μάχεσθαι". καὶ αὖθις ἐπὶ τοῦ στρατοπέδου

     "τῶν δὲ στίχες εἵατο πυκναὶ

   ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι"

εἰπών, ἐπήγαγεν·

   "οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξ

   ὀρνυμένοιο νέον, μελάνει δέ τε πόντος ὑπ' αὐτῆς".

ἐπί τε τῶν Τρώων ἔτι ποικιλώτερον κέχρηται· ἀρξάμενος γὰρ ἀπὸ μεταφορᾶς ὁμοίωσίν τε αὐτῇ τὴν ἀκόλουθον ἐπάγει καὶ ἐπ' ἀμφοῖν τὴν παραβολήν· "Τρῶες μὲν κλαγγῇ"· τοῦτο ἡ μεταφορά· τὸ δ' "ὄρνιθες ὣς" ἡ ὁμοίωσις· εἶθ' ἡ παραβολή· "ἠΰτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι [24] πρό"· ᾗ σχεδὸν μόνῃ τῶν παραβολῶν οὐκ ἀνταπέδωκεν, ὡς τῆς ὁμοιώσεως ἅμα καὶ μεταφορᾶς προεχουσῶν τὴν ἀνταπόδοσιν. πάλιν αὐτοῦ παρατηρητέον ἐκεῖνο· τάς τε γὰρ οἰκείως τιθεμένας φωνὰς ἐπὶ τῶν πραγμάτων πολλάκις εἰς τὰς παραβολὰς μετατίθησι καὶ τὰς ἐπὶ τῶν παραβολῶν εἰς τὰ πράγματα. οἷον ἔθνη στρατιωτῶν λέγεται, σμήνη δὲ μελισσῶν· αὐτὸς δὲ μεταλαβὼν τῷ τῶν στρατιωτῶν ὀνόματι ἐπὶ τῶν μελισσῶν χρῆται· "ἠΰτ' ἔθνεα εἶσι μελισσάων ἀδινάων", ὃ πλήθους ἀνθρώπων ἐστὶν ὄνομα. οὕτως ὀλοοιτρόχῳ λίθῳ τὴν ὁρμὴν τοῦ Ἕκτορος εἰκάζων ἀναθρώσκειν τέ φησι τὸν λίθον καὶ πέτεσθαι, καὶ τελευτήν, ὡς ἀπ' αὐτοῦ τοῦ στρατιώτου ἀφιγμένος ἀλλ' οὐ τοῦ λίθου, ἐπάγει· "ὁ δ' ἀσφαλέως θέει ἔμπεδον, εἰσόκεν ἔλθῃ". οὕτω καὶ ἐπὶ τοῦ [25] κύματος, ὃ τάξεσιν ἀπεικάζει στρατοπέδου, προειπών·

  "ὡς δ' ὅτ' ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης

  ὄρνυται Ζεφύρου ὑποκινήσαντος",

μετάγει ἀπὸ τῶν στρατιωτῶν ἐπὶ τὰ ἑξῆς·

  "πόντῳ μὲν τὰ πρῶτα κορύσσεται".

ἀνάπαλιν δὲ τὰς τῶν παραβολῶν μετατίθησι φωνὰς ἐπὶ τὰ πράγματα, ὡς ἐπὶ τοῦ Ἀχιλλέως "ὡς δ' ὅτ' ἀριζήλη φωνή, ὅτε τ' ἴαχε σάλπιγξ" εἰπών, ἐπάγει μετατιθεὶς ἀπὸ τῆς σάλπιγγος ἐπὶ τὸν ἄνθρωπον·

   "οἱ δ' ὡς οὖν ἄϊον ὄπα χάλκεον Αἰακίδαο".

κεκινδύνευται δὲ αὐτῷ ἐκεῖνα, οἷον "σιδήρειος ὀρυμαγδὸς χάλκεον οὐρανὸν ἧκε δι' αἰθέρος ἀτρυγέτοιο". Πολλῆς ταραχῆς πλήρη ἔδοξεν εἶναι τὰ ἔπη ταῦτα· "τὴν δ' ἑτέρην πόλιν ἀμφὶ δύο στρατοὶ εἵατο [26] λαῶν τεύχεσι λαμπόμενοι· δίχα δέ σφισιν ἥνδανε βουλή, ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει· οἱ δ' οὔ πω πείθοντο, λόχῳ δ' ὑπεθωρήσσοντο. τεῖχος μέν ῥ' ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα ῥύατ' ἐφεσταότες, μετὰ δ' ἀνέρες οὓς ἔχε γῆρας. οἱ δ' ἴσαν· ἦρχε δ' ἄρά σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη ἄμφω χρυσείω, χρύσεια δὲ εἵματα ἕσθην, καλὼ καὶ μεγάλω σὺν τεύχεσιν, ὥς τε θεώ περ ἀμφὶς ἀριζήλω· λαοὶ δ' ὑπ' ὀλίζονες ἦσαν. οἱ δ' ὅτε δή ῥ' ἵκανον ἐν ποταμῷ ὅθι σφίσιν ἧκε λοχῆσαι ὅθι τ' ἀρδμὸς ἔην πάντεσσι βοτοῖσιν, ἔνθ' ἄρα τοί γ' ἵζοντο εἰλυμένοι αἴθοπι χαλκῷ. τοῖσι δ' ἔπειτ' ἀπάνευθεν δύω σκοποὶ εἵατο λαῶν δέγμενοι ὁπότε μῆλα ἰδοίατο καὶ ἕλικας βοῦς. οἱ δὲ τάχα προγένοντο, δύω δ' ἅμ' ἕποντο νομῆες τερπόμενοι σύριγξι· δόλον δ' οὔ τι προνόησαν. οἱ μὲν τὰ προϊδόντες ἐπέδραμον, ὦκα δ' ἔπειτα τάμνοντο ἀμφὶ βοῶν ἀγέλας καὶ πώεα καλὰ ἀργεννῶν ὀΐων, [27] κτεῖνον δ' ἐπὶ μηλοβοτῆρας. οἱ δ' ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον περὶ βουσὶν ἱράων προπάροιθε καθήμενοι, αὐτίκ' ἐφ' ἵππων βάντες ἀερσιπόδων μετεκίαθον, αἶψα δ' ἵκοντο. στησάμενοι δ' ἐμάχοντο μάχην ποταμοῖο παρ' ὄχθας, βάλλον δ' ἀλλήλους χαλκήρεσιν ἐγχείῃσι" καὶ τὰ ἑξῆς. ταράσσει γὰρ τοὺς πολλούς· οἱ δύο στρατοὶ ἆρά γε πολέμιοί εἰσι τῶν κατοικούντων καὶ ἀλλήλοις φίλοι ἢ εἷς μὲν πολέμιος, ὁ δ' ἕτερος τῶν ἐκ τῆς πόλεως; καὶ πρὸς τίνας διχονοοῦσιν; ἆρά γε πρὸς ἀλλήλους ἢ πρὸς τοὺς ἔνδον; καὶ ἐπὶ τίνων τὸ "οἱ δ' οὔ πω πείθοντο"; ἆρα τῶν εἴσω ἢ τοῦ ἑτέρου στρατοῦ; καὶ πάλιν ἐπὶ τίνος τὸ "λόχῳ δ' ὑπεθωρήσσοντο"; ἆρά γε ὁ ἕτερος τῶν στρατῶν ἢ οἱ ἔνδον; καὶ τίνων οἱ σκοποί; καὶ τίνων ἡ λεία; πῶς τε, εἰ τῶν ἔνδον ἡ λεία, ὁ λόχος παρ' αὐτῶν; καὶ τίνες οἱ ἐπεξιόντες; ἆρ' οἱ δύο στρατοὶ ἢ οἱ ἕτεροι; ὅλως τε τίς ἡ διατύπωσις τοῦ πλάσματος; Ἀλέ[28]ξανδρος [29] μὲν ὁ Κοτιαεὺς οὕτω φησίν· "δύο στρατοὶ περιεκάθηντο τὴν πόλιν πολέμιοι, ἢ πορθεῖν ἀξιοῦντες αὐτὴν ἢ τὰ ἡμίση λαβόντες ἀπιέναι· οἱ δ' ἔνδον ὄντες οὐκ ἐδέχοντο τὴν πρόκλησιν. οἱ οὖν πολέμιοι", φησίν, "ἐνέδραν τινὰ ἐποιήσαντο τῶν ποιμνίων καὶ τῶν βουκόλων, ἃ ἦν κτήματα τῶν ἐν τῇ πόλει". εἶτα ἀξιοῖ τὸ μὲν "οἱ δ' οὔ πω πείθοντο" ἀκούειν περὶ τῶν ἐν τῇ πόλει, τὸ δὲ "λόχῳ δ' ὑπεθωρήσσοντο" περὶ τῶν πολεμίων, καὶ τὸ "οἱ δ' ἴσαν" περὶ τῶν εἰς ἐνέδραν ἀπιόντων πολεμίων· οἱ δὲ σκοποὶ τῶν πολεμίων εἰσί· τὸ δὲ

   "οἱ δ' ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον περὶ βουσὶν"

ἐπὶ τῶν ἐν τῇ πόλει ἀκούει· ἐκαθέζοντο γὰρ ἐν ἐκκλησίαις βουλευόμενοι, τὰ τείχη φρουρεῖν παραδόντες τῇ ἀπολέμῳ ἡλικίᾳ· τὸ γὰρ "ἱράων προπάροιθε καθήμενοι" σημαίνει τῶν ἐκκλησιῶν, ἐν αἷς εἴρουσι καὶ ἀγορεύουσιν. ὅτε δὲ αὐτοῖς ἐμηνύθη τὰ κατὰ τὰ ποίμνια, ἐπιτρέχουσι καὶ ἐξελθόντες [30] συμβάλλουσι μάχην. εἶχε δ' ἂν πιθανότητα ἡ διατύπωσις, εἰ μὴ πρῶτα μὲν βεβιασμένη ἦν ἡ ἀπόδοσις τοῦ τοιούτου στίχου·

   "οἱ δ' οὔ πω πείθοντο, λόχῳ δ' ὑπεθωρήσσοντο".

τὸ μὲν γὰρ "οἱ δ' οὔ πω πείθοντο" ἀξιοῖ περὶ τῶν ἔνδον ἀκούειν, τὸ δὲ "λόχῳ δ' ὑπεθωρήσσοντο" περὶ τῶν ἐκτός, ἵν' ᾖ τὸ "οἱ δ' οὔ πω πείθοντο ‹λόχῳ δ' ὑπεθωρήσσοντο›" ἀντὶ τοῦ μὴ πειθομένων αὐτῶν εἰς λόχον ἐθωρήσσοντο οἱ τὰς προκλήσεις πεποιημένοι. [τὸ δὲ "οἱ δ' οὔ πω πείθοντο" ἂν ἀκούωσιν ἀντὶ τοῦ μὴ πειθομένων αὐτῶν, βίαιον]. πάλιν δὲ μεταξὺ τοῦ "λόχῳ δ' ὑπεθωρήσσοντο" ἐμβεβλῆσθαι φάσκειν ‹τὰ› περὶ τῶν ἔνδον ‹καὶ› τὸ "οἱ δ' ἴσαν", ἔστιν ἐλεγχόντων τὸν ποιητὴν μὴ δυνάμενον φράζειν ἀταράχως. πάντως δὲ καὶ ὁ λόχος οὐκ ἐκ πάντων ἦν τῶν ἐν τοῖς δυσὶ στρατοπέδοις, ἀλλὰ τινῶν· πῶς οὖν ὑπεξίασιν οἱ ἐν τῇ πόλει, φανερῶς τε καὶ ἀδεῶς τῶν πολιορκούντων κωλυόντων; ἀμείνους [31] οὖν οἱ οὕτω διατυπώσαντες τὸ πλάσμα· δύο στρατοὶ ἐπελθόντες τὴν λείαν περιήλασαν, καὶ τὴν πόλιν πολιορκοῦντες ἀξιοῦσι τῶν κτημάτων τῶν ἐν αὐτῇ λαβεῖν τὸ ἥμισυ ἐφ' ᾧ γε καταθέσθαι τὸν πόλεμον. οἱ δ' ἐν τῇ πόλει οὐκ ἐπείθοντο, ἀλλ' ἐνεδρεύσοντες ἐπὶ πότον ἐρχόμενα τὰ τετράποδα ἀπήλασαν. οἱ πολέμιοι δὲ στρατοί, καίπερ ἐκκλησιάζοντες, ἐπεὶ ἐπύθοντο τοῦτο, τῶν ἵππων ἐπιβάντες ἐπῆλθον αὐτοῖς. ὅτι γὰρ αὐτοί εἰσι (λέγω δὴ οἱ στρατοί) ἐκκλησιάζοντες, δεδήλωκε περὶ αὐτῶν εἰπών· "δίχα δέ σφισιν ἥνδανε βουλή". ἀκολούθως δὲ εἴρηται ἐπὶ τῶν ἐντός, ὅτι οὐκ ἐπείθοντο μέν γε, εἰς δὲ λόχον ὡπλίζοντο, παραδόντες τοῖς ἀστρατεύτοις τὴν φρουρὰν τῶν τειχῶν. καὶ τὸ "οἱ δ' ἴσαν" ἐκ τῆς πόλεως ἀκολούθως ἐπῆκται, λάθρα ἐξιόντων αὐτῶν, καὶ ὅθεν οὐκ ἦν προσδοκῆσαι τοῖς ἔξω ἀνοχὰς ἔχουσι τοῦ πολέμου καὶ ἐκκλησιάζουσιν. αὐτῶν τε οἱ σκοποὶ τῶν εἰς τὸν λόχον ἐξιόντων. καὶ οἱ τερπόμενοι ταῖς σύριγξι νομεῖς εἰ μὲν τῶν πολεμίων [32] εἶεν, ἔχει λόγον, εἰ δὲ τῶν ἐν τῇ πόλει, παρὰ λόγον· οὐ γὰρ οἱ τῶν πολιορκουμένων ἐτέρποντο, ἀλλ' οἱ τῶν πολιορκούντων. καὶ λοιπὸν ἀκολούθως, ἀπελθόντων τῶν στρατῶν, παρακάθηται μὲν οὐδεὶς τὴν πόλιν, μάχη δὲ περὶ τὸν λόχον γίνεται. ἄλλοι δὲ ἠξίουν τῶν δύο στρατῶν τὸν μὲν εἶναι φίλιον τῶν ἔνδον, τὸν δὲ πολέμιον, καὶ τὸν μὲν πολέμιον ἑλεῖν βούλεσθαι τὴν πόλιν, τὸν δὲ φίλιον ἀξιοῦν τὰ ἡμίση δοῦναι τῶν ἐν τῇ πόλει κτημάτων, τοὺς δὲ πολεμίους μήπω πείθεσθαι ἀλλὰ βουλεύεσθαι· ὧν βουλευομένων, λόχον αὐτῶν συστῆσαι τοὺς τῶν ἔνδον φίλους στρατιώτας. τετάρακται δὲ καὶ ἡ τοιαύτη ἐκδοχή, ὡς ἐπιόντι σοι κατ' αὐτὰ τὰ ἔπη ἔσται δῆλον, ὥστε ἡ δευτέρα ἀπόδοσις ἔχει τὰ τῆς Ὁμηρικῆς διανοίας. ἐκεῖνο μέντοι παρελθεῖν οὐκ ἄξιον, ὅτι οἱ περὶ Παρμενίσκον [33] ἐπὶ τοῦ "τεῖχος μέν ῥ' ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα ῥύατ' ἐφεσταότες μετὰ δ' ἀνέρες οὓς ἔχε γῆρας" στίζειν ἠξίουν μετὰ τὸ "ῥύατο", εἶτα συνῆπτον τὸ ἑξῆς· "ἐφεσταότες μετὰ δ' ἀνέρες οὓς ἔχε γῆρας". "ἐὰν γὰρ τοῖς ἄνω", φασί, "συνάψωμεν, σολοικισμὸς ἔσται, ἐπεὶ θηλυκὸν πρόκειται καὶ οὐδέτερον, τὸ δὲ "ἑσταότες" ἀρσενικόν". ἦ οὖν ἐδυνάμην φάναι πρὸς αὐτούς, ὅτι καὶ οὕτως Ὅμηρος πολλὰ σχηματίζει· καὶ αὐτὸς γὰρ λέγει "κλυτὸς Ἱπποδάμεια" καὶ "θῆλυς ἀϋτμὴ" καὶ "ὀλοώτατος ὀδμὴ" καὶ "ὄπα χάλκεον" καὶ "ἁλὸς πολιοῖο", [34] καὶ ἐπὶ δυϊκῶν· "οὐκ ἂν ἐφ' ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ". ἄλλως τε ἐν τοῖς τέκνοις καὶ οἱ ἄρσενές εἰσι· τί οὖν κωλύει πρὸς τὸ σημαινόμενον ἀπηντηκέναι, ὡς ἐπ' ἄλλων μυρίων; οἷον· "νεφέλη δέ μιν ἀμφιβέβηκε κυανέη· τὸ μὲν οὔ ποτ' ἐρωεῖ"· πρὸς γὰρ τὸ νέφος ἡ ἀπόδοσις. πάλιν· "ἠδ' ἐπὶ δεξιά, ἠδ' ἐπ' ἀριστερὰ νωμῆσαι βῶν ἀζαλέην, τὸ μοί ἐστι ταλαύρινον πολεμίζειν"· πρὸς γὰρ τὸ σάκος ἡ ἀναφορά. καὶ εἰπὼν "ἐπ' εἰροπόκοις ὀΐεσσι", ἐπάγει "τὰ δ' ἔρημα φοβεῖσθαι"· πρὸς γὰρ τὰ πρόβατα τὸ σχῆμα δηλούμενον. καὶ ὧδε οὖν πρὸς τοὺς παῖδας φαίη ἄν τις τὴν ἀναφοράν. ἐν δὲ τοῖς ὑποκειμένοις καὶ δύο σχήματ' ἔμιξεν, ἐπὶ τοῦ "διάνδιχ' ἅπαντα δάσασθαι κτῆσιν ὅσην πτολίεθρον [35] ἐπήρατον ἐντὸς ἐέργει"· τὸ γὰρ "ἅπαντα" ἀναφέρεται πρὸς τὰ κτήματα, τὸ δὲ "ὅσην" πρὸς τὴν κτῆσιν. ἐμοὶ δὲ δοκεῖ παραπλήσιόν τι νῦν κἀνθάδε πεπονθέναι τὴν φράσιν τῷ λεγομένῳ Ἀλκμανικῷ σχήματι, ὅπερ ἐστὶ τοιοῦτον·

   "ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι

   Κώκυτός τε",

   "εἰ δέ κ' Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων".

ὡς γὰρ ἐν τούτοις ἐν μέσῳ κεῖται ὃ ἔδει ἐπάγεσθαι, οὕτω καὶ ἐπὶ τῶν νῦν ζητουμένων. εἰ γοῦν τὸ "ἐφεσταότες" ἐπαγάγῃς τῷ "μετὰ δ' ἀνέρες οὓς ἔχε γῆρας", οὐδ' ἂν ἔτι ζητοῖτο· μόνῳ δὲ τούτῳ διαφέρει τοῦ Ἀλκμανικοῦ, [36] ᾗ ἐκεῖνο μὲν τοῖς παρ' ἀριθμὸν σχήμασιν ὑποπίπτει, τοῦτο δὲ τοῖς παρὰ γένος, ὑπερβατῶς δὲ ἀμφότερα λύεται.

   Ἐν τοῖς Φιλήμονος Συμμίκτοις περὶ Ἡροδοτείου διορθώματος ὁ γραμματικὸς διαλεγόμενος πειρᾶται καὶ Ὁμηρικά τινα σαφηνίζειν. οὐδὲν δὲ χεῖρον καὶ τὸν Ἡρόδοτον φιλοῦντί σοι τὴν πᾶσαν τοῦ ἀνδρὸς ἀναγράψαι ζήτησιν. φησὶ γὰρ ὅτι ἐν τῇ πρώτῃ Ἡρόδοτος τῶν ἱστοριῶν περὶ Κροίσου τοῦ Λυδοῦ πολλά τε ἄλλα διείλεκται, καὶ μὴν ὅτι θεοσεβέστατος γένοιτο καὶ διαπρεπῶς τιμήσαι τὰ Ἑλληνικὰ μαντεῖα, τὰ ἐν Δελφοῖς, τὰ ἐν Θήβαις, τὸ τοῦ Ἄμμωνος, τὸ τοῦ Ἀμφιαράου· "τοῦτο μὲν δὴ ἄλλοις ἄλλα πέμψε δῶρα, ἀνέθηκε δέ τινα καὶ ἐν Βραγχίδῃσι τῇσι Μιλησίων". καὶ γέγραπται ἤδη κατὰ πάντα ἁπλῶς τὰ ἀντίγραφα [37] τὸ "τῆς" ἄρθρον σὺν τῷ ἰῶτα ἰσοδυναμοῦν τῷ "ταῖς". οὐδένα γε μὴν Ἑλλήνων ὑπομεῖναι θηλυκῶς τὰς Βραγχίδας ἂν εἰπεῖν, Ἡρόδοτον δὲ μᾶλλον ἂν ἑτέρων φυλάξασθαι, ἀκριβῆ τε ὄντα περὶ τὰ ὀνόματα καὶ πάνυ ἐπιεικῶς φροντιστικόν. "τοῦτο δὴ θεραπεύων τις οὐχ Ἡροδότου, φησίν, ἁμάρτημα γεγονέναι, μᾶλλον δὲ τὸν συγγραφέα φησὶ διαμαρτεῖν [36] παρεμβαλόντα τὸ ςι, πολλὰ δὲ φέρεσθαι μέχρι νῦν ἁμαρτήματα κατὰ τὴν Ἡροδότου συγγραφὴν καὶ ἔτι τὴν Θουκυδίδου καὶ Φιλίστου καὶ τῶν ἄλλων ἀξιολόγων συγγραφέων. τί δ' οὐχὶ καὶ τὰ ποιήματα σχεδὸν ἀνάπλεω πάντα τυγχάνει ἁμαρτημάτων γραφικῶν καὶ τῶν ἄλλων παραδιορθωμάτων πάνυ ἀγροίκων; καὶ ἵνα μὴ περαιτέρω τις προβαίνων ἐνοχλῇ διερευνώμενος τὰς ἐν τοῖς ἀντιγράφοις ἐμμεμενηκυίας ἡμαρτημένας γραφάς, ἔξεστί σοι σκοπεῖν καὶ τῶν Ὁμηρικῶν ταδί·

   "ὅς τ' ἐπεὶ ἐκ πολέων πίσυρας συναγείρεται ἵππους

   ...λαοφόρον καθ' ὁδόν".

ἐνταῦθα γὰρ πρὸς οὐδὲν ἀναγκαῖον ἐγράφη διὰ τοῦ γ· νωθρὸν οὖν τὸ σημαινόμενον καὶ σφόδρα ὑπόκωφον προσπίπτειν ἔοικε. τὸ δὲ χωρὶς τοῦ γ γράφειν Ὁμηρικὸν πάνυ τῇ χρήσει καὶ τῷ λόγῳ [37] πάντη συνᾴδον ἐπιεικῶς. τὸ γὰρ "συναείρεται" μᾶλλον προσεχῶς σημαίνει τὸ συνάγειν καὶ συναρμόζειν. καὶ ἐν ἄλλοις· "σὺν δ' ἤειρεν ἱμᾶσι", συνήγαγε τοὺς ἵππους. ὁ δὲ βέλτιστος Ἀριστοφάνης κἀκεῖνο τὸ ἐν ταῖς Παραποταμίαις λεγόμενον· "θρώσκων τις κατὰ κῦμα μέλαιναν φρῖχ' ὑπαλύξει ἰχθῦς, ὅς κε φάγῃσι Λυκάονος ἀργῆτα δημόν", δείκνυσι ὡς ἡμαρτημένον ὑπολείποιτο ἐκ τῆς παλαιᾶς γραμματικῆς. οὐ γὰρ χρὴ τὸ "ὅς κε φάγῃσιν" ἀκούειν ὡς ἄρθρον ὑποτακτικόν, μᾶλλον δὲ ἀντ' ἐπιρρήματος παρειλῆφθαι τοῦ ὧς, ἢ μᾶλλον σύνδεσμον αἰτιώδη. δηλοῦται γάρ· ἵνα φάγῃ· σκοπῶν δὴ (ὡς τὸ σύμπαν προσεχῶς συντέτακται), κατὰ τὴν [38] τούτου γνώμην, ἀκολούθως ὑποδύσεται τὸν ἀφρὸν ὁ ἰχθῦς. καὶ τοῦτο ἀναγκασθήσεται πρᾶξαι καὶ ἐπιπολαίως ὑπονήξεται τοῦ ὕδατος ὑποδεδυκώς, ἐπεὶ καὶ τῶν ἀποθανόντων τὰ σώματα, ἕως ἂν ᾖ πρόσφατα καὶ διῳδηκότα, ἄνωθεν ἐπιπλεῖν εἴωθεν". ὅτι μὲν οὖν τῶν παλαιῶν βιβλίων ἐπὶ τὸ χεῖρον κινεῖται ἡ γραφή, φησὶν αὖθις διὰ πλειόνων ἐπιδείξειν. "ἐπανάγωμεν δὲ ἐπὶ τὸν Ἡρόδοτον καὶ τὸν διορθωτὴν τὸν Κοτιαέα Ἀλέξανδρον. ἠξίου γὰρ ὁ ἀνὴρ γράφειν "τῇσι Μιλησίων" χωρὶς τοῦ ἰῶτα "τῆς Μιλησίων", ὑποκειμένης ἔξωθεν χώρης ἢ γῆς. καὶ ἐγὼ δέ, φησίν, ἐπειθόμην οὕτως ἔχειν τὰ τῆς γραφῆς, τὸν δὲ ἄνδρα τῆς ἀκριβοῦς συνέσεως ἐτεθαυμάκειν. ἐντυχὼν ‹δὲ› τοῖς Ἡροδοτείοις αὐτοῖς ἔπεσι καὶ γενόμενος ἐπὶ τέλει τῆς Αἰγυπτιακῆς βίβλου, ἥτις ἐστὶ δευτέρα τῇ τάξει, εὑρίσκω πάλιν κατὰ τὴν αἰτιατικὴν πτῶσιν εἰπόντα τὸν Ἡρόδοτον· "ἀνέθηκεν εἰς Βραγχίδας τὰς Μιλησίων". οὐκέτι οὖν ᾤμην ἁμάρτημα εἶναι γραφικόν, Ἰωνικὸν δὲ μᾶλλον ἰδίωμα. πολλὰ γὰρ οὗτοι τῶν ὀνομάτων χαίρουσι θηλυκῶς ἐκφέροντες, οἷον τήν τε λίθον καὶ τὴν κίονα καὶ ἔτι τὴν Μαραθῶνα· Κρατῖνος "εὐιπποτάτη Μαραθών", Νίκανδρος [39] "εὐκτιμένην Μαραθῶνα". ταῦτα μὲν οὖν ἃ ἡμεῖς εὕρομεν καὶ ἐκρίναμεν ὑγιέα". τοιαῦτα δὴ τοῦ Φιλήμονος λέγοντος, ἃ μὲν πρὸς Ἀλέξανδρον περὶ τοῦ Ἡροδοτείου διορθώματος εἴρηκεν, οὐκ οἰκεῖον κρίνω τῇ παρούσῃ ὑποθέσει ἐξετάζειν. τὸ δὲ "συναγείρεται" πῶς ὑπόκωφόν φησιν εἶναι οὐκ ἔστι γνῶναι. τίς γὰρ οὐκ οἶδε τοὺς ἱππογνώμονας ἐκ πολλῶν ἵππων τοὺς ἐπιτηδειοτάτους ἀθροίζοντας; ὃ ἐκ τοῦ "συναγείρεται" δηλοῦται· ἀγείρειν γὰρ καὶ συναγείρειν ἐπὶ τοῦ συνάγειν λέγεται. τῷ δ' Ἀριστοφάνει ὅπως συντέθειται τὰ κατὰ Λυκάονα καταμάθωμεν. βούλεται τὸν ἰχθῦν ὡς καταφάγῃ τὸν τοῦ Λυκάονος δημὸν θρώσκειν κατὰ κῦμα καὶ ὑπαΐσσειν τὴν [40] φρίκην· καί φησιν· "ἐπιπολαίως ἐπινήξεται, τῷ ἀφρῷ τοῦ ὕδατος ὑποδεδυκώς, ἐπεὶ καὶ τῶν ἀποθανόντων τὰ σώματα, ἕως ἂν ᾖ πρόσφατα, ἄνωθεν ἐπιπλεῖν εἴωθε". πρῶτον μὲν οὖν οὐκ ἔστιν ἐπινοῆσαι νηχόμενον ἰχθῦν ὑπεράνω μὲν ὕδατος, ὑποκάτω δὲ ἀφροῦ τοῦ ὕδατος, οὐδὲ τούτων μεταξὺ νεκρὸν ἄνδρα φερόμενον. ἀλλ' οὐδὲ τὴν φρίκην ἀκούειν δύναμαι τὸν ἀφρόν, Ὁμήρου μὲν "μέλαινα φρίκη" λέγοντος· τούτου δὲ ἀξιοῦντος λευκότητα ἀκούειν, ἐπί τε τοῦ Πρωτέως λέγει πάλιν Ὅμηρος "μελαίνῃ φρικὶ καλυφθείς", καὶ ἀλλαχοῦ τῆς φρικὸς μνημονεύσας ἐπάγει· "μελάνει δέ τε πόντος ὑπ' αὐτῆς". καὶ ἔστιν ἡ φρὶξ κινουμένου τοῦ πνεύματος ἀρχή. Σιμονίδης δὲ αὐτὴν καὶ δεῖξαι πειρώμενος [41] οὕτως ἔφη· "εἶσ' ἅλα στίζουσα πνοιά". τὸ δὲ λέγειν ὅτι τὰ πρόσφατα σώματα φέρεται τῶν κυμάτων ἐπιπολαίως, ψεῦδος. τοὐναντίον γὰρ ἐν ἀρχῇ μὲν διὰ στερρότητα καὶ πυκνότητα τοῦ σώματος ἰσχυρότερος ὢν τοῦ στηρίζοντος ὕδατος ὁ νεκρὸς διισταμένου καταδύεται, σχήματι καταβαίνων καὶ βάρει· πληρούμενος δὲ τῆς ὑγρότητος, πλείω τόπον ἐπιλαμβάνων τῷ σχήματι μετέωρος αἴρεται, βάρει τοῦ φέροντος ἐλαττούμενος. τίς οὖν ὁ νοῦς τῶν ἐπῶν; διττὴ γὰρ ἡ γραφή· ἐν οἷς μὲν γὰρ γράφει "μέλαιναν φρῖχ' ὑπαΐξει", ἐν οἷς δὲ γράφει "μέλαιναν φρῖχ' ὑπαλύξει". κἂν μὲν κατὰ τὴν "ὑπαΐξει", φήσομεν λέγειν αὐτόν· τῶν πηδώντων τις κατὰ τὸ κῦμα [42] ἰχθύων ὑπὸ τὴν φρῖκα ἀίξει, τουτέστιν ἐκ τοῦ ἄνω θρώσκειν παυσάμενος ὑπὸ τὴν φρῖκα ὑποδύσεται καὶ ὁρμήσει κάτω, συγκαταφερόμενος τῷ νεκρῷ, ὡς φάγῃ τοῦ Λυκάονος τὸν δημόν. τοῦτο μὲν οὖν, εἰ ἐπιπολῆς τοῦ κύματος θρώσκειν ὑπακούοιμεν· εἰ δ' ἐκ βάθους ἀναπηδῶντα ἐπὶ τὸ κῦμα, ἔσται ὡς ἐπὶ τοῦ λίθου εἶπεν "ὕψι τ' ἀναθρώσκων πέτεται", ἵνα σημαίνῃ τὸ ἐκ τοῦ βυθοῦ κάτωθεν κατὰ τοῦ κύματος θορεῖν, μὴ μέντοι ὑπερθορεῖν τὴν φρῖκα, ἀλλ' ὑπ' αὐτὴν ὄντα ἅπτεσθαι τοῦ νεκροῦ, εἰ ἐπιπολαίως φέροιτο. εἰ δ' "ὑπαλύξει" γράφοιτο, φησὶ Πολύκλειτος τὸν νοῦν τοιοῦτον ἔσεσθαι· [43] καταδύσεται μὲν εἰς τὸ βάθος τοῦ κύματος ὁ ἰχθῦς φεύγων τῆς φρίκης τὴν ψυχρότητα. καὶ γὰρ αὐτῷ πολεμιώτατον· τοῦ γοῦν χειμῶνος ἐκ τοῦ πελάγους εἰς τὴν γῆν καταίρουσι· πολλοὺς δὲ αὐτῶν καὶ φωλεύειν κατὰ βάθους διὰ τὴν αὐτὴν αἰτίαν ἱστορεῖ καὶ Ἀριστοτέλης ἐν τῷ ζ΄ Περὶ ζώων φύσεως· ψυχροτάτη δ' ἡ φρίκη, καὶ μάλιστα ἂν βόρειος ᾖ. γενόμενος δ' ἐν τῷ βάθει τοῦ Λυκάονος ἔδεται τὸ λίπος. οὐ δοκεῖ δέ μοι οὗτος ὀρθῶς τὸν νοῦν τῶν ἐπῶν ἀποδοῦναι. οὐ γὰρ εὐθὺς αὐτόν φησιν Ὅμηρος σφαγέντα καὶ ῥιφέντα τοῦτο παθεῖν, ἵν' ἐκδεχώμεθα ὅτι κάτω ἐνεχθέντος ὁ ἰχθῦς κάτω χωρεῖν λέγεται εἰς τὰ βάθη τοῦ κύματος ἐπὶ τὴν βρῶσιν, ἀλλ' ἐξενεχθῆναι ὑπὸ τοῦ Σκαμάνδρου ἐπὶ τὴν θάλασσαν, ὥστε οὐκέτι αὐτὸν ὑποβρύχιον, ἄνω δ' ἐπιπλεῖν ἀνάγκη. ἔχει γὰρ οὕτω τὰ ἔπη· "ἐνταυθοῖ νῦν κεῖσο μετ' ἰχθύσιν, οἵ σ' ὠτειλῆς αἷμ' ἀπολιχμάσονται [44] ἀκηδέες· οὐδέ σε μήτηρ ἐνθεμένη λεχέεσσι γοήσεται, ἀλλὰ Σκάμανδρος οἴσει δινήεις εἴσω ἁλὸς εὐρέα κόλπον", οἷς ἐπάγει·

   "θρώσκων τις κατὰ κῦμα μέλαιναν φρῖχ' ὑπαΐξει

   ἰχθῦς, ὥς κε φάγῃσι Λυκάονος ἀργῆτα δημόν".

νεοσφαγῆ μὲν οὖν ὄντα φησὶ "κεῖσο μετ' ἰχθύσιν", ὡς ἂν κάτω ἀπενεχθέντα, ὅπου φησὶ τῆς ὠτειλῆς αὐτοῦ τὸ αἷμα ἀπολιχμάσεσθαι τοὺς ἰχθῦς· χρονίζοντα δὲ ἄταφον ἐκβληθῆναι εἰς τὴν θάλασσαν ὑπὸ τῶν ποταμῶν, ὅτε καὶ ἀναπλεῦσαι ἀνάγκη, καὶ θρώσκοντα οὐχ ὑπὲρ τὸ κῦμα ἰχθῦν ἀλλὰ κατὰ τὸ κῦμα, ("κατὰ κῦμα" γὰρ ἔφη, οὐχ ὑπὲρ κῦμα) ὑπὸ τὴν φρῖκα ἀίξαι. τὸ γὰρ μέτρον τῆς εἰς τὰ ἄνω ὁρμῆς τοῦ ἰχθύος δηλῶν ἀφορίζει ἄχρι τῆς φρικός. οὐ γὰρ ἂν ἐπέθρωσκε κατὰ κῦμα, ἀλλ' ὑπὲρ κῦμα, εἰ καὶ τὴν φρῖκα ὑπερεπήδα. ἐκφερομένου οὖν ὑπὸ τῶν ἐκβολῶν [45] τοῦ ποταμοῦ πηδῆσαι κατὰ τὸ κῦμά φησι τὸν ἰχθῦν καὶ γενέσθαι ἄνω ὑπὸ τὴν φρῖκα, ἔνθα ἐντεύξεται τῷ νεκρῷ. οὕτως ἐξηγήσαντο καὶ οἱ Ἀριστάρχειοι λέγοντες· "ὑπὸ τὴν φρῖκα ἀίξει τις τῶν ἰχθύων κατὰ τὸ κῦμα κολυμβῶν, ὃς φάγοι ἂν τὸν τοῦ Λυκάονος δημόν. πάντως γὰρ ἔδει τὸν μέλλοντα τοῦ ὑπερφερομένου νεκροῦ ἅπτεσθαι ἰχθῦν ἄνω μετέωρον ὑπὸ τὴν φρῖκα ἐλθεῖν". Φιλητᾶς δὲ τῇ "ὑπαλύξει" γραφῇ συντιθέμενός φησιν, ὅτι ὁ φαγὼν ἰχθῦς τοῦ Λυκάονος τὸν δημὸν πιμελώδης γενόμενος τὸ κρύος φεύξεται. ἀγνοεῖ δὲ καὶ οὗτος, ὅτι τὸ διανεστηκὸς τῆς θαλάσσης ἐπιπολῆς, οὐ τὸ κρύος φησὶν Ὅμηρος φρῖκα· "ὡς δ' ὅθ' ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται [46] ἰχθῦς", τῆς ἐπιτρεχούσης κατὰ τὴν θάλασσαν πρὸ τῆς τοῦ ἀνέμου ἐμβολῆς. καὶ ἐπὶ τοῦ συὸς κατὰ μεταφοράν· "φρίξας εὖ λοφιήν"· καὶ "ἔφριξε δὲ μάχη φθισίμβροτος".

   Ἠξίουν ἡμᾶς, παρατηροῦντας τὴν ἐν πᾶσι τοῦ ποιητοῦ λεπτουργίαν, ἰχνεύειν καὶ τὴν ἐν τοῖς ὀνόμασιν αὐτοῦ πρὸς αὑτὸν ὁμολογίαν. φωτὸς γὰρ ἐν τοῖς ὀφθαλμοῖς ἡμῶν ὄντος συμμέτρου δι' οὗ ὁρῶμεν τὰ πεφωτισμένα, τὴν τυφλότητα ὁτὲ μέν φησιν "ὀφθαλμοῦ ἀλάωσεν", ἀφῃρῆσθαι τὸ λεύσσειν παριστάς, [47] ὁτὲ δὲ "ὀφθαλμοῦ μὲν ἄμερσε", τὸ τοῦ μαίρειν ἐστερημένον λέγων σκοτεινόν· καὶ τὸ τοῦ μαίρειν ἐστερημένον εἴδωλον "ἀμαυρὸν" ἔφη· φωτὸς γὰρ παρουσίᾳ καὶ ὀφθαλμὸς ὁρῶν τὰ ὁρώμενα φαίνεται. διττῆς οὖν ὀφθαλμῶν οὔσης καὶ κατὰ Πλάτωνα ἐπιταράξεως ‑ ἢ γὰρ διὰ σκότος ἢ δι' ὑπερβολὴν τοῦ συμμέτρου φωτός ‑ , τὸ μὲν διὰ σκότος μὴ μαίρειν ἢ μαρμαίρειν ἀμέρδειν εἶπε καὶ ἀμαυρόν, τὸ δὲ διὰ στιλβηδόνα ἐπὶ τοῦ χαλκοῦ·

     "ὄσσε δ' ἄμερσεν

   αὐγὴ χαλκείη κορύθων ἀπολαμπομενάων

   θωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶν".

   ὅθεν καὶ ἐπίθετα χαλκοῦ ἐφιλοτέχνησε, τὸ "νώροπα χαλκὸν" καὶ "ἤνοπι [48] χαλκῷ", σημαίνων τὸν μὴ ἐῶντα τοὺς ὦπας ὁρᾶν διὰ τὴν προσοῦσαν στιλβηδόνα. εἰ δὲ τὸ μέρδειν τὸ μαίρειν ἐστὶ καὶ τὸ μὴ μέρδειν ποιοῦν ἀμέρδειν, τὸ ἄγαν μέρδειν σμερδαλέον ἂν εἴη, τῆς ζα ἐγκειμένης ὡς ἐν τῷ ζαχρειής. ὅταν οὖν ἐπὶ τοῦ δράκοντος λέγῃ "σμερδαλέον δέδορκε", τὸ ἄγαν στίλβον τῶν ὀφθαλμῶν ἀκουσόμεθα· καὶ γὰρ δράκων παρὰ τὸ δρακεῖν εἴρηται. καὶ τὸ "σμερδαλέω δὲ λέοντε" ἐπὶ τῆς ἐκφοβούσης αὐτῶν ἐνοράσεως ἐκδεξόμεθα· καὶ γὰρ ὁ λέων παρὰ τὸ [49] λεύσσειν ὠνόμασται. καὶ αὐτὸς δ' ἡρμήνευσε τὸ σμερδαλέον ἐπ' αὐτῷ τί ἐστιν εἰπὼν "γλαυκιόων". καὶ ἡ ἀσπὶς δὲ τῆς Ἀθηνᾶς διὰ τὴν μαρμαρυγὴν "δεινή τε σμερδνή τε"· δεινὸν γὰρ καὶ φοβερὸν καὶ τὸ ἄγαν λαμπρὸν καὶ στίλβον, ὡς ἐπὶ τῆς Ἀθηνᾶς τῆς γλαυκώπιδος ἔφη· "δεινὼ δέ οἱ ὄσσε φάανθεν", ὅπερ ἐπ' ἄλλων ἔφη "ὄμματα μαρμαίροντα". "γλαυκιόωντες" δὲ λέοντες καὶ Ἀθηνᾶ "γλαυκῶπις" ἀπὸ τοῦ γάλακτος, ὅ ἐστιν ἄσκιον καὶ διὰ τοῦτο λευκόν, ὑπ' αὐτοῦ εἴρηται· μέλαινα γὰρ ἡ σκιά, οἷον "σκιόωντό τε πᾶσαι ἀγυιαί", ἤτοι ἡλίου δύντος συνεσκοτοῦντο· ὀξὺ δὲ τὸ λευκόν, ὡς τὸ μέλαν ἀμβλύ· ἡ γοῦν ὀξὺ [50] ὁρῶσα γλαυκῶπις. ἀπὸ δὲ τοῦ γάλακτος καὶ τῆς στιλβηδόνος "γλαυκὴ" καὶ ἡ θάλασσα εἴρηται καὶ ἡ τοῦ ὀφθαλμοῦ κόρη "γλήνη" καὶ "τρίγληνα" ἐλλόβια ἀπὸ τοῦ ἐν λευκότητι ἀποστίλβειν, καὶ "ὃς γλήνεα πολλὰ κεχάνδει" τὰ μὴ ἐρρυπωμένα ἱμάτια ἀλλὰ στιλπνὰ διὰ καθαρότητα. καὶ ζοφουμένης μὲν τῆς θαλάσσης "μελάνει δέ τε πόντος" λέγει, ἀταραχώδους δὲ οὔσης καὶ διειδοῦς "λευκὴ δὲ ἦν ἀμφὶ γαλήνη"· καὶ γὰρ ἡ γαλήνη ἀπὸ τοῦ γάλακτος εἴρηται. καὶ ἐπεὶ τὸ μέλαν σκυθρωπόν, τὸ δὲ λευκὸν ἀντίκειται τῷ μέλανι, ἱλαρὸν ἂν εἴη· γέλως δὲ ἱλαρότης· [51] "γέλασε δὲ πᾶσα περὶχθὼν" φησὶ "χαλκοῦ ὑπὸ στεροπῆς", ἤτοι λαμπρυνθεῖσα φαιδρὰ γέγονεν. οὕτω νόει καὶ τὸ "κόρυθες καὶ θώρακες λαμπρὸν γανόοντες", ἀπὸ τῆς γῆς τῆς λαμπούσης καὶ διὰ τῆς στιλβηδόνος φαιδρυνομένης. καὶ ὁ "γαίων" δὲ τῷ "κύδεϊ", ὁ διαχεόμενος καὶ λαμπρυνόμενος διὰ τὴν δόξαν. ἐπεὶ δὲ φῶς ἐστιν ἐν τοῖς ὀφθαλμοῖς, ὅταν μὲν ἥμερον βλέπωσι, "φάεα" αὐτὰ καλεῖ ἀπὸ τοῦ ἐν αὐτοῖς φωτός· ὅταν γὰρ ἀποθάνῃ· "κατὰ δὲ ὄσσε ἐρεβεννὴ νὺξ [52] ἐκάλυψεν"· ὅταν δὲ ἐξαγριωθῶσιν ὑπ' ὀργῆς καὶ ἐκκαυθῶσιν, ἔτι μὲν ἀρχομένης τῆς ὀργῆς· "πυρὶ λαμπετόωντι ἐΐκτην", κρατούσης δέ· "πῦρ ὀφθαλμοῖσι δέδορκε"· καὶ γὰρ τὸ φῶς ἀπὸ πυρός. καὶ τὸ ὕφαιμον δ' ὁρᾶν διὰ τὸ πυρὶ ἐοικέναι τὸ αἷμα σμερδαλέον εἴρηται· "σμερδαλέος δ' αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ", ἤγουν ὕφαιμον βλέπων διὰ τὸ πυρωτοὺς ἔχειν τοὺς ὀφθαλμοὺς ἐκ τῆς ἁλός. καὶ ἐπὶ τοῦ πυρὸς δίκην μαινομένου εἰπὼν "μαίνετο δ' ὡς ὅτ' Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ", ἐπάγει· "τὼ δέ οἱ ὄσσε λαμπέσθην". λοιπὸν δὲ κατὰ μεταφορὰν "σμερδαλέα" μὲν τὰ οἰκήματα τοῦ Ἅιδου ἔφη, ἀπὸ τοῦ ὕφαιμα εἶναι καὶ φόνων πλήρη, ἐπὶ τὴν ὄψιν ἀναφέρων· ἐπὶ φωνῆς δὲ λαμπρᾶς καὶ διαφανοῦς· "σμερδαλέον κονάβησαν" καὶ [53] "σμερδνὸν βοόων"· καὶ ἐπ' ὀρχήσεως συντόνου μεταφέρων "μαρμαρυγὰς" ἔφη "θηεῖτο ποδῶν", τὰς ἐν τῇ κινήσει στιλβηδόνας, ἃς ποιεῖ καὶ τὸ πῦρ κινούμενον. καὶ οὐχὶ φιλόσοφοι πρῶτοι τὸ λευκὸν ἀφωρίσαντο τὸ διακριτικὸν ὄψεως, ἀλλὰ πρὸ αὐτῶν Ὅμηρος, μαρμαίρειν λέγων τὸ λάμπειν, ὅ ἐστι μερίζειν καὶ διαιρεῖν, ἀφ' οὗ τὸ διακρίνειν· ὅθεν τὸ μὴ μερίζον ἀλλὰ σκοτεινὸν "ἀμαυρόν". καὶ ὅτι παρὰ τὸ μερίζειν καὶ διακρίνειν καὶ διαιρεῖν κέκληκε τὸ φωτίζειν "μαρμαίρειν" [δὲ], δηλοῖ τὸ φῶς δάος καλέσας· "δάος μετὰ χερσὶν ἔχουσαι", ἀφ' οὗ αἱ δεκτικαὶ τοῦ φωτὸς δᾷδες καὶ δαΐδες.

[54]    "Ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλῷ κνίσση μελδόμενος ἁπαλοτρεφέος σιάλοιο πάντοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγκανα κεῖται, ὣς τοῦ καλὰ ῥεῖθρα πυρὶ φλέγετο, ζέε δ' ὕδωρ". οἱ μὲν διορθοῦντες ἠξίουν μετὰ τοῦ ν γράφειν "κνίσσην μελδόμενος", ἀντὶ τοῦ τήκων ἀκούοντες, ἵν' ᾖ τὴν κνίσσαν τήκων. σημαίνει γὰρ κυρίως τὸ μέλδειν τὸ τὰ μέλη ἔδειν. ἄνευ δὲ τοῦ ν γεγραμμένου "κνίσση μελδόμενος", οἱ μὲν ἠξίουν μὴ προσγράφειν τὸ ι, ἵν' ᾖ οὐδέτερον τὸ κνίσση τήκων. οὐκ εἶχον δὲ παρ' Ὁμήρῳ δεικνύναι οὐδετέρως [δεικνύναι] τὸ κνίσσος λεγόμενον, ἀλλὰ θηλυκῶς· "κνίσση δ' οὐρανὸν ἷκε", [55] "κνίσσην δ' ἐκ πεδίου ἄνεμοι φέρον". μήποτ' οὖν οὐκ ἔστι "μελδόμενος" τὸ τήκων οὐδὲ κεῖται τὸ ἔδειν ἀλλὰ τὸ ἄλδειν. ὃ οὖν λελυμένως ἔφη "μέλε' ἤλδανε ποιμένι λαῶν", ἤτοι εὐτραφῆ καὶ λιπαρὰ ἐποίει εὐρύνουσα τὰ μέλη, τοῦτο συνελὼν "μελδόμενος" εἶπε, κατὰ μεταφορὰν τὰ μέρη τοῦ λέβητος λέγων μέλη, ἃ λιπαίνεσθαι τηκομένῃ τῇ πιμελῇ χριόμενα. ἢ γοῦν τῇ κνίσσῃ τοῦ εὐτραφοῦς χοίρου ὁ λέβης λιπαινόμενος, ἢ τῇ κνίσσῃ ζεούσῃ αὐξάνων τὰ μέλη, ἢ τῆς κνίσσης τὰ μέλη ἀλδόμενος, δοτικὴν λαβὼν ἀντὶ γενικῆς.

[56]    Ἀξιῶν δὲ ἐγὼ Ὅμηρον ἐξ Ὁμήρου σαφηνίζειν αὐτὸν ἐξηγούμενον ἑαυτὸν ὑπεδείκνυον, ποτὲ μὲν παρακειμένως, ἄλλοτε δ' ἐν ἄλλοις. τῇ τε γὰρ "εἰροκόμῳ" παράκειται ςυνεζευγμένη ἡ ἐξήγησις·

   "γρηῒ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προσέειπεν

   εἰροκόμῳ".

τίς οὖν ἡ εἰροκόμος; "ἥ οἱ" φησὶν "ἤσκειν εἴρια καλά"· ἡ γὰρ ἀσκοῦσα τὰ ἔρια εἴη ἂν εἰροκόμος· ἀσκεῖν δὲ τὸ καλλωπίζειν, οἷον "χρυσὸν ... κέρασι περιχεύει ἀσκήσας". καὶ πάλιν "ἄλλους τ' αἰδέσθητε περικτίονας ἀνθρώπους". τίνες οὖν οἱ περικτίονες; [57] "‹οἳ› περιναιετάουσι". "βοῦν ἦνιν εὐρυμέτωπον ἀδμήτην". ἆρ' οὖν τὸ "ἀδμήτην" ἄγαμον δηλοῖ; οὐχί, ἀλλὰ "τὴν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ". πάλιν· "ἦρχε γὰρ Ἄρης". τί οὖν τὸ "ἦρχε"; "πρῶτος Ἀθηναίῃ ἐπόρουσεν". ἐπὶ δὲ τῆς Πηλιάδος μελίης καὶ φιλοτιμουμένῳ ἔοικε πολλαχόθεν τὴν κλῆσιν προσοῦσαν δεικνύναι· ἢ γὰρ ἀπὸ τοῦ μόνον ἐπίστασθαι αὐτὴν πῆλαι Ἀχιλλέα·

     "ἀλλά μιν οἶος ἐπίσταται πῆλαι Ἀχιλλεύς",

   ἢ ἀπὸ τοῦ Πηλέως τοῦ πατρός· "τὴν πατρὶ φίλῳ τάμε Χείρων", ἢ ἀπὸ τοῦ ὄρους ἐξ οὗ ἐτμήθη· "Πηλίου ἐκ κορυφῆς". ἀλλ' ἐπεὶ μελίη τὸ δόρυ [58] ἀπὸ τοῦ δένδρου τῆς μελίας, δῆλον ὡς καὶ τὸ "μείλινον ἔγχος" ἐκ μελίας τοῦ δένδρου, οὐ μήν, ὡς οἱ πολλοί, τὸ μακρόν. καὶ "ἔγχεα ὀξυόεντα" τὰ ἐξ ὀξύης τοῦ δένδρου, ὡς καὶ Ἀρχίλοχος· "ὀξύη ποτᾶτο", ἀλλ' οὐ τὰ ὀξέα, ὡς οἱ γραμματικοὶ ἀποδεδώκασιν. πάλιν ἔφη· "ἤτοι ὁ κὰπ πεδίον τὸ Ἀλήϊον". ἆρά γε τὸ ἄσπορον καὶ μὴ ἔχον λήια; οὐχί, ἀλλ' ἐκ τοῦ οἶον αὐτὸν ἐν αὐτῷ ἀλᾶσθαι. καὶ τί οὖν τὸ οἶον ἀλᾶσθαι; ἐξηγεῖται· "πάτον ἀνθρώπων ἀλεείνων". ἐν δὲ τῷ "καὶ μέν οἱ [59] Λύκιοι τέμενος τάμον" ταχέως δεδήλωκεν ὅτι ἀπὸ τοῦ τετμῆσθαι καὶ ἀφωρίσθαι τὸ τέμενος λέγεται. οὕτω καὶ κειμήλια ἔφη κεῖσθαι· ἀπὸ γὰρ τοῦ κεῖσθαι κειμήλια λέγεται. πάλιν πτωχὸν ἔφη πανδήμιον. τίς οὖν οὗτος; "ὃς κατὰ ἄστυ πτωχεύεσκ' Ἰθάκης", ἀλλ' οὐχ ὡς Ὀδυσσεὺς ἐν μιᾷ οἰκίᾳ. πάλιν· "μετέπρεπε γαστρὶ μάργῃ". τίς οὖν αὕτη ἡ γαστριμαργία; ἧς ὥσπερ ὅρον ποιούμενος ἐπάγει· "ἀζηχὲς φαγέμεν ἠδὲ πιέμεν", τὸ ἀδιαλείπτως ἐσθίειν καὶ πίνειν μεταλαβὼν εἰς τὸ ἀζηχές, ὃ ἐν ἄλλοις ἔφη "συνεχὲς αἰεί". καὶ ἐπὶ ἄλλου μὲν ἐν πᾶσι διαπρέποντος ἔφη "μετὰ δ' ἔπρεπε καὶ διὰ πάντων", ἐπὶ δὲ τοῦ Ἴρου "μετὰ δ' ἔπρεπε γαστέρι μάργῃ", ἤτοι μόνῃ [60] γαστριμαργίᾳ. πόθεν οὖν Ἶρος ἐκλήθη; "οὕνεκ' ἀπαγγέλλεσκε κιών, ὅτε πού τις ἀνώγει". πάλιν· "οὐκ ἀΐεις ὅ μοι ἐπιλλίζουσιν ἅπαντες;" τί οὖν τὸ ἐπιλλίζειν; τὸ διανεύειν ‑ "ἑλκέμεναι δὲ κέλονται" ‑ , ἀπὸ τοῦ τοὺς διανεύοντας συστρέφειν τοὺς ὀφθαλμούς· "ἰλλάδες" γὰρ οἱ συνεστραμμένοι ἱμάντες, ὡς ἀλλαχοῦ ἔφη· "ἐν δὲ στρόφος ἦεν ἀορτήρ". "τὸν μὲν ἄκουρον ἐόντα βάλ' ἀργυρότοξος Ἀπόλλων". τίς οὖν ὁ ἄκουρος; "μίαν οἴην παῖδα [61] λιπόντα". ὡσαύτως καὶ τὸ "κύμβαχος" ἐξηγεῖται ἐπάγων "ἐπὶ βρεχμόν τε καὶ ὤμους. δηθὰ μάλ' εἱστήκει". "γυῖα" δ' ἐξηγεῖται· "πόδας καὶ χεῖρας ὕπερθε"· καὶ "ἀμφιγυήεις" ὁ περὶ τὰ γυῖα βεβλαμμένος, ὃν καὶ "κυλλοποδίονα" εἶπε. καὶ

  "γυιώσω μὲν σφῶϊν ὑφ' ἅρμασιν ὠκέας ἵππους",

ἤτοι σκελεαγεῖς ποιήσω· ἐπάγει γὰρ "κατὰ δ' ἅρματα ἄξω". φιλοτιμεῖται καὶ τὸ λυκόφως ἐξηγήσασθαι· "ἦμος δ' οὔτ' ἄρ πω ἠώς, ἔτι δ' ἀμφιλύκη νύξ"· οὔτε γὰρ εἰ μηδέπω [62] ἠώς, ἔτι ἦν νύξ, ἀλλ' ἡ ἀμφιλύκη ἦν, ὁ βαθὺς ὄρθρος. ἠῶ δὲ λέγει νῦν τὸν ὄρθρον καὶ τὸ πρὸ ἀνατολῆς ἡλίου πεφωτισμένον διάστημα· ὅτι γὰρ καὶ τοῦτο τὸ κατάστημα λέγει ἠῶ, δηλοῖ ἐπὶ τῆς νεὼς τοῦ Τηλεμάχου εἰπών· "παννυχίη μὲν ἄρ' ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον", εἶτα εἰπὼν "ἠέλιος δ' ἀνόρουσε". καὶ ἡμεῖς δὲ τὸ πρὸ ἡλίου ἐξ ἑωθινοῦ φαμεν καὶ ἕωθεν, ὃ ὁ ποιητὴς "ἠῶθεν δ' ἀγορήνδε" φησίν. ἕως οὖν καὶ ἠὼς τὸ πρὸ ἀνατολῆς ἡλίου, τὸ δὲ πρὸ τῆς ἕω λυκόφως καὶ "νὺξ ἀμφιλύκη". λέγει μέντοι καὶ τὸ ἀπὸ ἀνατολῆς ἡλίου ἄχρι μεσημβρίας διάστημα ἠῶ· [63] "ἔσσεται ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ" καὶ

  "ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ"

καὶ

  "εὗδον παννύχιος ἐπ' ἠῶ καὶ μέσον ἦμαρ".

λέγει ἠῶ καὶ ὅλην τὴν ἡμέραν· "ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος", "ἥδε δέ μοι νῦν ἠὼς ἑνδεκάτη", περὶ οὗ φησιν "ἕνδεκα δ' ἤματα θυμὸν ἐτέρπετο οἷσι φίλοισιν". ἠὼς δὲ καὶ ἡ θεός· "ὣς μὲν ὅτ' Ὠρίωνα ἕλετο ῥοδοδάκτυλος Ἠώς". πάλιν ἑαυτὸν ἐξηγεῖται παρακειμένως δι' ὧν φησιν "Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός". τὶ οὖν τὸ κακῶς ὀρίνεσθαι τὸν θυμόν; "δειδιότα". τί οὖν παρακολούθημα δέους; "σάρκες δὲ περιτρομέοντο μέλεσιν"· ὁ δὲ δειλὸς κακός, ἀφ' οὗ τὸ "κακῶς". πάλιν τὸ δεδιέναι, ὃ πάθος ἐν τῇ ψυχῇ γίνεται, καὶ τὸ τρέμειν, ὃ ἐν τῷ σώματι, ἐπιτέμνων [64] ἔφη· "εἰ δὴ τοῦτον τρομέεις καὶ δείδιας αἰνῶς". ἐπιμένων δὲ τῇ ψυχρᾷ φύσει τοῦ φόβου, κρυόεντα καλεῖ τὸν φόβον· "φόβου κρυόεντος ἑταίρη", καὶ ἐν ἄλλοις· "ψυχρὸν δέος εἷλε" καὶ "ῥίγησε ὁ γέρων", ἐφοβήθη. εἰ δ' ὁ φόβος ψύχει, δῆλον ὡς τὸ θάρσος θάλπει· εἰκότως ἄρα "θαλπωρὴν" λέγει τὸ θάρσος. ἐκ δὴ τούτων παρακειμένας ἐχόντων τὰς ἐξηγήσεις δεῖ παρατηρεῖσθαι καὶ τὰ ἐν διαφόροις ἐπὶ τῆς αὐτῆς διανοίας παραλαμβανόμενα εἰς ἐξήγησιν τῶν ἀσαφεστέρων.

   Ὅτι μὲν ὁ "τηλύγετος" δηλοῖ παρ' αὐτῷ καὶ τὸν μόνον γενόμενον [65] [τηλοτέρας γενεᾶς] παρίστησι τὰ ὑφ' Ἑλένης λεγόμενα περὶ Ἑρμιόνης· "παῖδά τε τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν". σημαίνει δὲ καὶ τὸν τηλοῦ τῆς ἡλικίας τῷ πατρὶ γεγονότα, ὡς ἐπὶ δυεῖν γηράσκοντι τῷ πατρὶ γενομένων ἔφη "ἄμφω τηλυγέτω· ὁ δ' ἐτείρετο γήραϊ λυγρῷ, υἱὸν δ' οὐ τέκετ' ἄλλον". ἐπὶ τοίνυν τοῦ Ἰδομενέως ὅταν λέγῃ

   "ἀλλ' οὐκ Ἰδομενῆα φόβος λάβε τηλύγετον ὥς",

ἐνδέχεται μὲν ἀκοῦσαι ἀπὸ τῶν [66] μονογενῶν παίδων κατὰ μεταφορὰν τὸν μεμονωμένον, ἐνδέχεται δὲ καὶ ὡς τηλοῦ γενεᾶς ὄντα, ἤτοι πρεσβύτην· ἔφη γὰρ περὶ αὐτοῦ· "ἔνθα μεσαιπόλιός περ ἐών". παρέχει δὲ ὁ ποιητὴς τὴν ἀμφίβολον ἐκδοχὴν αὐτὸν ποιήσας λέγοντα τὸν Ἰδομενέα ἐπιόντος Αἰνείου· "δεῦτε φίλοι, καί μ' οἴῳ ἀμύνατε· δείδια δ' αἰνῶς"· ἐκ γὰρ τοῦ "οἴῳ ἀμύνατε" τηλύγετον ἔστιν ἐκδέξασθαι τὸν μόνον· ὅταν δὲ ὁ αὐτὸς πάλιν λέγῃ

   "καὶ δ' ἔχει ἥβης ἄνθος, ὅ τε κράτος ἐστὶ μέγιστον.

   εἰ γὰρ ὁμηλικίη γενοίμεθα τῷδ' ἐνὶ θυμῷ

   αἶψά κεν ἠὲ φέροιτο μέγα κράτος, ἠὲ φεροίμην",

ἀναμφίβολον γίνεται μὴ τὸ τηλύγετόν γε ἐοικέναι ἐπὶ τοῦ ὁμήλικος, ἀλλὰ πρεσβυτέρου καὶ τῆς τηλοτέρας γενεᾶς ὄντος, ὡς ἔφη ποτὲ ἐπὶ τοῦ μὴ ὁμήλικος "οὗτος δὲ προτέρης γενεῆς προτέρων τ' ἀνθρώπων". ἀλλ' Ἰδομενεὺς μὲν "μεσαιπόλιος" καὶ διὰ τοῦτο τῆς [67] "προτέρης γενεῆς", Νέστωρ δὲ γέρων τρίτης, ἀφ' οὗ·

     "δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων

   ἐφθίαθ', οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδὲ γένοντο

   ... μετὰ δὲ τριτάτοισιν ἄνασσεν".

δύο μὲν γὰρ γενεαὶ ἐφθάρησαν τῶν πρὸ αὐτοῦ, ἥ τε τῶν πατρῴων, ὑφ' ὧν γεννηθεὶς ἀνετράφη, καὶ ἡ τῶν ἀδελφῶν ‑ "ἐλθὼν γὰρ ἐκάκωσε βίη Ἡρακληείη ... τῶν οἶος λειπόμην" ‑ , τρίτης δὲ ἄρχει τῆς τῶν παίδων γενεᾶς, οἳ σὺν αὐτῷ ἐστρατεύοντο. καὶ γὰρ ὁ ληγούσης ἡμέρας ἐπιδημήσας καὶ τῆς τρίτης ἕωθεν ἐξιὼν τῇ τρίτῃ ἀποδημεῖν λέγεται, καίτοι μίαν τὴν μέσην ὅλην [68] ἐτέλεσεν. εἰ δὲ γενεὰ λέγεται ἡ τοῦ τίκτειν καὶ γεννᾶν τελείωσις, ἥτις τὴν τριακονταετῆ περίοδον ἔχει, ὁ τὰ ἑξήκοντα ἔτη πληρώσας δύο ἂν εἴη γενεὰς βιώσας, ἀπὸ δ' ἑξηκοστοῦ ἐν τῇ τρίτῃ ἂν καταλέγοιτο. ὥστε δύο γενεαὶ ἀνθρώπων ἐφθάρησαν, οὐχ ὅτι καὶ ἀνθρώπους φησὶν ἀποθανεῖν, ἀλλὰ δύο περιοδικὰς γενεὰς τὰς καλουμένας ἀνθρωπίνας, ὡς εἰ ἔλεγε δύο τριακονταετίας, αἳ καλοῦνται γενεαὶ ἀνθρώπειοι. οὕτω δ' ἂν ζώντων τινῶν τῶν σὺν αὐτῷ γεννηθέντων, ὁμοίως αἱ γενεαὶ ἂν εἶεν ἐφθαρμέναι, αὐτὸς δ' ἄρχοι τῶν ἐν τῇ τρίτῃ γενεᾷ γενομένων, οἳ ἦγον τὴν στρατεύσιμον [69] ἡλικίαν. ταῦτα τοίνυν καὶ τὰ τούτοις ὅμοια, ὡς τὸ ἀμφίβολον ἔχοντα, ἐνδοιάζοντα δεῖ ἐξηγεῖσθαι.

   Πρῶτος δοκεῖ Πλάτων λύπας ἡδοναῖς μιγνυμένας δεικνύναι ἐπ' ὀργαῖς καὶ πένθεσιν, Ὁμήρου πρότερον τουτὶ συνεωρακότος καὶ τὸν Πλάτωνα διδάξαντος. ὀργὴν μὲν γὰρ οὐδέποτε Ὅμηρος εἴρηκε, χόλον δὲ αὐτὴν προσαγορεύει οἰκειοτέρως, ἀπὸ τῆς χολῆς, ἥτις ἐν τῷ πάθει κρατεῖ, ἄχος δὲ μεμίχθαι καὶ ἡδονὴν τῷ χόλῳ φησίν, ἄχος μὲν ὅταν λέγῃ· [70] "Πηλεΐωνι δ' ἄχος γένετ', ἐν δέ οἱ ἦτορ

   στήθεσσι λασίοισι διάνδιχα μερμήριξεν".

ἄχους οὖν παρουσίαν ὁ χόλος ὑφίσταται, ὃν καὶ θυμὸν κέκληκεν· "ἠὲ χόλον παύσειεν ἐρητύσειέ τε θυμόν"· θυμὸν γὰρ νῦν τὸν χόλον ἔφη, οὐχ ὡς ἀλλαχοῦ τὴν ψυχήν. ὅτι δὲ οὐ γεννᾷ μόνον ὀργὴν ἡ λύπη, ἀλλὰ καὶ συμπαραμένει, δηλοῖ ἐπὶ τοῦ Ἀχιλλέως μηνίοντος λέγων "κούρης χωόμενος" καὶ ἐπάγων "τῆς ὅ γε κεῖτ' ἀχέων". ὅτι δ' ἡδονῇ συμμιγὴς ἡ ὀργὴ καὶ ὅτι ἔφεσίς ἐστι καὶ μέτοχος ἐπιθυμίας, ἐξηγεῖται λέγων· [71] "χόλος, ὅς τ' ἐφέηκε πολύφρονά περ χαλεπῆναι", ἤτοι ἐν ἐφέσει καὶ ἐπιθυμίᾳ τοῦ χαλεπαίνειν ἐποίησε. πῶς οὖν ἡδονῆς μέτοχος;

   "ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο

   ἀνδρῶν ἐν στήθεσιν ἀέξεται ἠΰτε καπνός"·

   καρδίας γὰρ ἔπαρσιν εἶναι καὶ ὁρμὴν ἐγειρομένην τὴν ὀργήν·

   "ἀλλ' ὅτε δὴ Μελέαγρον ἔδυ χόλος, ὅς τε καὶ ἄλλων

   οἰδάνει ἐν στήθεσσι νόον".

οὐ μόνον δὲ αὐτὴν ἔπαρσιν καὶ ἔφεσιν ἀποδεδώκασιν, ἀλλὰ καὶ ζέσιν. διὸ καπνῷ τε ἀπεικάζει τὴν ἔπαρσιν καὶ τοῦ ὀργισθέντος πυρὶ τοὺς ὀφθαλμοὺς [72] ἐοικέναι φησίν. [καὶ μὴν ἡ λύπη μελαίνει τοὺς ὀφθαλμούς, μελαίνει δὲ καὶ ὁ καπνός· "ῥωγαλέα ῥυπόωντα, κακῷ μεμορυγμένα καπνῷ".] τὸ οὖν ἄχος τῆς ὀργῆς αἴτιον ὄν, καπνίζον τὴν ὀργήν, μελαίνει τὰς φρένας· "μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι πίμπλαντο". τὸ δ' ἄχος καὶ τὸ ἄχνυσθαι ὅτι μελαίνει, φησίν

   "ἀχθομένην ὀδύνῃσι, μελαίνετο δὲ χρόα καλόν".

τὸ δ' ἄχθεσθαι τοῦ ἄχνυσθαι πλεονασμῷ δηκτικῆς ἀγανακτήσεως διαφέρει, λύπη δ' ἑκάτερον. ἐπιμένων δὲ τῇ ἐξάψει τῇ ἐπὶ τῶν ὀργιζομένων ἔφη· "κεῖνος δ' οὐκ ἐθέλει σβέσαι [73] χόλον". κατηγορεῖ δὲ τοῦ πάθους καὶ ἀγριότητος· "αὐτὰρ Ἀχιλλεὺς ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμόν", καὶ πάλιν· "χόλος δέ μιν ἄγριος ᾕρει", πρὸς ὃν καὶ ὁ παραινῶν ἔφη ὡς ἐπὶ ἀγρίου θηρίου· "ἀλλ' Ἀχιλλεῦ, δάμασσον θυμὸν μέγαν". καὶ πάλιν ἐνδεικνύμενος τὴν θηριωδίαν φηςίν· "εἰ δὲ σύ γ' εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδας ἄλλους τε Τρῶας, τότε κεν χόλον ἐξακέσαιο". καὶ ὅτι τῶν ἐν κινήσει ἀλλ' οὐκ ἐν σχέσει ἐστὶν ὁ χόλος, καθὰ καὶ τὴν ὀργὴν τῶν ἐν κινήσει φασὶν εἶναι οἱ φιλόσοφοι, δηλοῖ τὰ τοιαῦτα·

   "Ἀτρεΐωνα δ' ἔπειτα χόλος λάβεν, αἶψα δ' ἀναστὰς

   ἠπείλησε μῦθον",

καὶ πάλιν·

   "Πηλεΐδης δ' ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν

   Ἀτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο",

[74] ὡς ἂν δυνάμενος καὶ παύσασθαι. ὅταν δ' ἐν σχέσει γένηται καὶ ἡσυχάζῃ, κότον καλεῖ. διό φησιν· "εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ, ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ", ὡς ἐγχωροῦν ἐᾶσαι μὲν τὸν χόλον, περιποιεῖν δὲ τὸν κότον, μηνίειν δὲ εἰκότως· αὐτοῦ κινηθέντος, πάλιν χόλος. ταὐτὸν δὲ καὶ ὁ θυμός, ὅταν μὴ τὴν ψυχὴν σημαίνῃ, δηλοῖ τῷ χόλῳ· ἀλλ' ὁ μὲν θυμὸς ἀπὸ τοῦ θύειν, ὁ δὲ χόλος ἀπὸ τοῦ χολᾶν προσηγόρευται. εἰπὼν οὖν·

   "μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν", ἐπάγει·

   "θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων"·

καὶ πάλιν·

[75]    "ἠὲ χόλον παύσειεν ἐρητύσειέ τε θυμόν",

καὶ πάλιν·

   "καὶ μάλα περ θυμῷ κεχολωμένον",

εἰ μή τις ἐνταῦθα θυμὸν τὴν ψυχὴν ἀκούοι. ὅτι δὲ παρὰ τὸ θύειν καὶ ἐγείρεσθαι καὶ ἡ ψυχὴ καὶ ἡ ὀργὴ θυμός, δηλοῖ λέγων· "Τρωσὶ θυμὸν ἐγεῖραι". θυμὸς δὲ καὶ χόλος, προσλαβὼν τὴν ἐπὶ τὸ δρᾶσαι κακὸν ἀγανάκτησιν, χώεσθαι λέγεται, καὶ ὁ ἐν τῷ τοιούτῳ πάθει "χωόμενος κῆρ"· αὐτίκα γοῦν τὸν λοιμὸν ἐπάγει, καὶ δράσαντος ἐρωτῶσιν· "ὅς κ' εἴπῃ ὅ τι τόσσον [76] ἐχώσατο Φοῖβος Ἀπόλλων"· διὸ καὶ ἐπὶ τοῦ δρᾶσαί τι κακὸν δυναμένου δι' ὀργὴν βασιλέως εἴρηται·

   "κρείσσων γὰρ βασιλεύς, ὅτε χώσεται ἀνδρὶ χέρηϊ".

οὕτως εἴρηκε καὶ τὸ "σὺ δ' ἔνδοθι θυμὸν ἀμύξεις χωόμενος", δηλῶν τὸ δραστικὸν δι' ἀγανάκτησιν περιέχειν τὸ χώεσθαι. καὶ τοίνυν τὸ "χωόμενος δ' ὁ γέρων πάλιν ᾤχετο" ἀκουσόμεθα οὐχ ἁπλῶς ὀργιζόμενος, ἀλλὰ μετ' ἀγανακτήσεως ἀμυντικῆς· διὸ καταρᾶται, καὶ οὕτως ἀμυνόμενος. καὶ "χωόμενος" δὲ "κατὰ θυμὸν ἐϋζώνοιο γυναικὸς" Ἀχιλλεὺς τῇ ὀργῇ δηλοῦσθαι ποιεῖ τὴν τιμωρητικὴν δι' ἀγανάκτησιν ἄμυναν· ἐπεξέρχεται οὖν διὰ τῆς μητρὸς τοῖς Ἕλλησι καὶ οὐχ ἁπλῶς ὀργίζεται. [77] ὥσπερ γὰρ τὸ ἄχθεται πρὸς τὸ ἄχνυται ἔχει περιττεύουσαν ἀγανάκτησιν, οὕτω τὸ χώεσθαι πρὸς τὸ χολοῦσθαι· "μή οἱ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη", ἀντὶ τοῦ ὀργισθείη· "γαῖα δ' ὑπεστονάχιζε Διὶ ὡς τερπικεραύνῳ χωομένῳ", καὶ ἐπάγει τὰ ἐκ τοῦ χώεσθαι· "ὅτε τ' ἀμφὶ Τυφωέϊ γαῖαν ἱμάσσῃ". ἐν κινήσει μὲν οὖν χόλος καὶ θυμὸς καὶ ‹χώεσθαι· καὶ› ταὐτὸν δὲ τῷ χώεσθαι τὸ σκύζεσθαι. εἰπὼν οὖν "σέθεν δ' ἐγὼ οὐκ ἀλεγίζω χωομένης", ἐπάγει· "οὔ σευ ἔγωγε σκυζομένης ἀλέγω", ἐπὶ δὲ τοῦ Ἀχιλλέως "χωόμενος κατὰ θυμὸν" εἰπών, ποιεῖ λέγοντα·

   "οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοί ἐστον".

   ἐν δὲ σχέσει μῆνις, μένος καὶ κότος· καὶ [78] μῆνις μὲν καὶ μένος ὀργὴ ἐναπόθετος καὶ ἔμμονος· πάλιν δὲ μῆνις, προσειληφυῖα τὸ ἐπιτηρητικὸν μετ' ἀγανακτήσεως καὶ κακοποιίας, κότος γίνεται, ὡς τὴν μὲν μῆνιν ἐκ τοῦ χόλου ἐναποκεῖσθαι, τὸν δὲ κότον ἐκ τοῦ χώεσθαι. ὅτι δὲ παρὰ τὸ μένειν ἡ μῆνις "αὐτὰρ ὁ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι" καὶ "ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι μήνι' Ἀχαιοῖσι", καὶ ὅτι διὰ τὸ μένειν καὶ κεῖσθαι ἡσυχάζοντα καὶ σιγῶντα, φησὶ "κεῖτ' ἀπομηνίσας", παρὰ τὸ κεῖσθαι τὸν μηνίοντα· καὶ ὁ πᾶς χρόνος μηνιθμός· "πάνθ' ὑπὸ μηνιθμόν". ὅτι δὲ μένος καὶ μῆνις ταὐτόν· "Ἀτρεΐδη, σὺ δὲ παῦε τεὸν μένος". τίς οὖν ἡ μῆνις; χόλος, φησί, μὴ ἀφεθείς· ἐπάγει γοῦν· "αὐτὰρ [79] ἐγώ γε λίσσομ' Ἀχιλῆϊ μεθέμεν χόλον"· καὶ πάλιν ἀντὶ τοῦ φάναι μὴ μήνιε ἔφη· "ἔα δὲ χόλον θυμαλγέα", καὶ παυσαμένῳ μήνιδός φησι "μεταλήξαντι χόλοιο". καὶ ὁ μεθεὶς τὸν χόλον καὶ ἀμήνιτος μεθήμων· "ἀλλὰ μάλ' οὐκ Ἀχιλλῆϊ χόλος φρεσίν, ἀλλὰ μεθήμων"· καὶ ὁ ἄγαν τηρῶν καὶ ἀναφαιρέτως τὸν χόλον "αἰὲν ἐπιζαφελῶς χαλεπαίνει"· ζαφελὲς γὰρ τὸ ἀναφαίρετον, καὶ ζαφελὴς οὖν χόλος ἡ μῆνις, "ὅτε κέν τιν' ἐπιζαφελὴς χόλος ἵκοιτο"· περὶ γὰρ τῶν μηνιόντων ὁ λόγος. [καὶ τὸ μένος δὲ παρὰ τὸ μένειν, μένειν δὲ ἀκίνητον καὶ ἄτρομον καὶ μὴ φεύγειν· "ἐν γάρ τοι στήθεσι μένος πατρώϊον ἧκα ἄτρομον". ὅτι γὰρ παρὰ τὸ μένειν· "ἔτι μοι μένος ἔμπεδόν ἐστι". καὶ μένος οὖν χειρῶν τὸ ἔμμονον ἔργον πρὸς τὸ [80] δράξασθαι· "οἱ δὲ μένος χειρῶν ἰθὺς φέρον". ὅτι δὲ τὸ μένος σθένος· "πάντως, οἷον ἐμὸν μένος καὶ χεῖρες ἄαπτοι" εἰπόντος Διός, "εὖ νυ", φησί, "καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν". ὡς οὖν τὸ σθένος μένος, οὕτω καὶ χόλος μένων μένος καὶ μῆνις. εἰπὼν οὖν "χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις", ἐπάγει· "οὐ γάρ τ' αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων".] ἔτι δὲ μῆνις ἐπιτηροῦσα καιρὸν τιμωρίας κότον ποιεῖ· "ἀλλά γε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσῃ"· τὸ γὰρ "ὄφρα τελέσῃ" ἕως [81] ἂν κατεργάσηται καὶ λυπήσῃ τὸν λυπήσαντα. ὅτι δὲ παρὰ τὸ ἐγκεῖσθαι κότος εἴρηται, ἐξηγεῖται· "ὅ τοι κότον ἔνθετο θυμῷ", καὶ ὅτι ἐπιτηρητικὸν ὁ κότος εἰς τὸ δρᾶσαί τι πονηρόν· "Ζεὺς δέ σφι Κρονίδης ὑψίζυγος αἰθέρι ναίων αὐτὸς ἐπισείῃσιν ἐρεμνὴν αἰγίδα τῆσδ' ἀπάτης κοτέων· τὰ μὲν ἔσται οὐκ ἀτέλεστα", ὅμοιον τῷ "ἔχει κότον, ὄφρα τελέσῃ". καὶ πάλιν "ὀλλῦσαι Τρῶας, τοῖσιν κότον αἰνὸν ἔθεσθε"· ἔθεσθε δὲ ἐν τῷ θυμῷ ἀκουστέον· τὸ γὰρ αὐτό ἐστι τῷ "κότον ἔνθετο". καὶ εἰπὼν ὅτι τῷ Ἀγαμέμνονι "ἐκπάγλως κοτέοντο", προσάγει τὰ ἐκ τοῦ κότου· "νῦν δή σε, ἄναξ, ἐθέλουσιν Ἀχαιοὶ πᾶσιν ἐλέγχιστον [82] θέμεναι". [καὶ ὅτι μὲν ἡ μῆνις μέγαν χόλον δηλοῖ· "πὰρ Διὸς αἰγιόχοιο χόλος καὶ μῆνις ἐτύχθη"· ὅτι δὲ μῆνις ἀγανάκτησιν ἀμυντικὴν περιέχουσά ἐστιν ὁ κότος, παρίστησι διὰ τούτων· "εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν ἱερῶν μηνίσας· χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις"· μηνίσας οὖν ὁ θεὸς εἰς κότον μεθίσταται.] εἴρηται τοίνυν ὅτι ἡ μὲν κατὰ κίνησιν πρόσκαιρος ὀργὴ χόλος καὶ θυμός, ἡ δὲ μετ' ἀγανακτήσεως [83] δραστικῆς ἐνεργείας χώεσθαι λέγεται καὶ σκύζεσθαι, ὁ δ' ἀπόθετος χόλος μένος καὶ μῆνις, αὕτη δὲ τὸ ἀμύνεσθαι ἐπιτηροῦσα κότος, καὶ ὅπως ὁρμὴ ἐπηρμένη μετὰ λύπης καὶ ὀρέξεως ἡ ὀργή, καὶ ὅπως κατὰ αὔξησιν τοῦ θυμοῦ γίνεται.

   Γελοίως ὁ Ἀπίων ἱπποκορυστὰς ἀποδέδωκε τοὺς κόρυθας ἔχοντας ἱππείαις [84] θριξὶ κεκοσμημένας. εἰ γὰρ παρὰ τὴν κόρυν συνέκειτο, ἱπποκόρυθος ἂν ἐλέγετο. νῦν δὲ σημαίνει τὸν ἐφ' ἵππων ὁπλίτην· κορυστὴς γὰρ ἀπὸ μέρους ὁ ὁπλίτης καὶ μαχητής· "πρῶτα δ' Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστήν". καὶ τὸν Ἄρεα δὲ ἔφη χαλκοκορυστήν· "Ἀργεῖοι δ' ὑπ' Ἄρηϊ καὶ Ἕκτορι χαλκοκορυστῇ", ὃ τὸν ὁπλίτην σημαίνει καὶ ἀντίθετον τῷ ἱπποκορυστής. ἐκ δὲ τοῦ κορύεσθαι, ὃ πλεονασμῷ τοῦ θ ἔφη κορθύεσθαι, ἥ τε περικεφαλαία κόρυς καὶ κορύνη, ἀμυντήριον ἐκ κεφαλῆς ῥοπὴν ἔχον καὶ βάρος, παρ' ὃ καὶ ῥόπαλον λέγεται, καὶ κορυνήτης ὁ τῇ κορύνῃ χρώμενος. ἔμπαλιν δὲ τὸ εἰς τὸ σκηρίπτεσθαι ἐπιτήδειον ξύλον σκηπάνιον καὶ [85] σκῆπτρον. ὡς καὶ ἐπὶ τοῦ δόρατος, ᾧ καταχρῶνται εἰς τὸ σκηρίπτεσθαι, φησὶ "στῆ δ' ἄρ' ἐπὶ μελίας χαλκογλώχινος ἐρεισθείς", οὕτω καὶ ἐπὶ τοῦ ῥοπάλου, ὅτε λέγει "δὸς δέ μοι, εἴ ποθί τοι ῥόπαλον τετμημένον ἐστί, σκηρίπτεσθαι". ἐν δὲ τῷ ἱπποκορυστὴς δύναται ἡ ἵππου γενικὴ συγκεῖσθαι ἀντὶ τοῦ ἱππεύς, ὡς τὸ "ὀτρύνων ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας"· τοὺς γὰρ ἵππους τοῖς ἀσπιδιώταις ἀντιθείς, ἤτοι πεζοῖς ὁπλίταις, ἐμήνυσεν ὅτι ἀντὶ τῶν ἱππέων τοὺς ἵππους ἔφη. ᾧ τρόπῳ καὶ ἐν τῇ συνηθείᾳ φαμὲν ἡ τῶν Περσῶν ἵππος ἐνίκησεν, ἤγουν οἱ ἱππεῖς· ἡγεμονικώτεροι δὲ τῶν πεζῶν οὗτοι. διὸ ὀτρύνει "ἵππους τε καὶ ἀνέρας". καὶ τὸ εὕδειν οὖν ἀνέρας ἱπποκορυστὰς [86] κατ' ἐπικράτειαν εἰρημένον δηλοῖ οὐ μόνον ἱππεῖς ἀλλὰ καὶ πεζοὺς καὶ οὐκ ἄνδρας μόνον ἀλλὰ καὶ γυναῖκας καθεύδειν.

   Παρατηρεῖν δεῖ ὡς, ὅταν ἐκ προσώπου τινὸς ἐπάγειν λόγους μέλλῃ [87] τινὰς ὁ ποιητής, προλέγει προσημαίνων οἷος ἔσται ὁ λόγος ἢ μεθ' οἵας διαθέσεως λεγόμενος. οὕτω γὰρ ὅρον λαβόντες παρὰ τοῦ ποιητοῦ ἐπὶ τὰ αὐτὰ οἷς αὐτὸς παρήγγειλε τῶν λεγομένων ἀκουσόμεθα. οἷον εἰπόντος "τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη", ὑβριστικοὺς προσεκτέον ἔσεσθαι τοὺς λόγους, οἷοι ἂν γένοιντο ὑπὸ τοῦ ὑποβλεπομένου· καὶ πάλιν προειπόντος "καί μιν νεικείων ἔπεα πτερόεντα προσηύδα", θεωρητέον εἰ [88] οἱ ἐπάγεσθαι μέλλοντες λόγοι ὀνείδη παρέχουσιν. ὅταν δὲ "ὅς σφιν εὖ φρονέων ἀγορήσατο καὶ μετέειπε", φρονίμους προσδεκτέον λόγους· φρονίμου δέ ἐστι τὰς αἰτίας τῶν ἐνεστηκότων εἰπεῖν καὶ μετὰ ταῦτα ἐπάγειν τὰ ποιητέα. τὸ μὲν οὖν "ἀγορήσατο" δηλοῖ τὴν ἐξήγησιν καὶ φανέρωσιν τῶν ἐνεστηκότων, οἷον "οὔτ' ἄρ' εὐχωλῆς ἐπιμέμφεται" καὶ τὰ ἑξῆς, τὸ δὲ "μετέειπε" τὸ μετάγειν [89] τὸ ποιητέον· ἐπάγει γάρ· "οὐδ' ὅ γε πρὶν λοιμοῖο βαρείας χεῖρας ἀφέξει" καὶ τὰ ἑξῆς. καὶ ἐπὶ τοῦ Νέστορος· "ὢ πόποι, ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει" διήγησιν ἔχει τῶν ἐνεστώτων ἃ "ἀγορήσατο", τῷ δὲ "ἀλλὰ πείθεσθε καὶ ὔμμες" ἃ δεῖ πράττειν λέγει. καὶ πάλιν ὅταν εἴπῃ· "καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσι", δεῖ ἡμᾶς τῶν μελλόντων λέγεσθαι λόγων ἀκούειν ὡς κούφων καὶ ἐπηρμένων, ὑψηλολογοῦντος διὰ τὴν νίκην τοῦ Ὀδυσσέως· τοιοῦτον [90] γὰρ τὸ "τούτων νῦν ἐφίκεσθε, νέοι", καὶ τὰ ἑξῆς· προθεωροῦντι γὰρ ἔοικεν ὁ ποιητὴς ἑαυτὸν καὶ προδιατιθέντι τοὺς ἀκουσομένους περὶ τοῦ εἴδους τῶν λόγων. ἐκ τούτων δὲ πολλὰ ἔνεστι λύειν τῶν παρεωραμένων τοῖς γραμματικοῖς. αὐτίκα τὸ ἐπὶ τοῦ Διός· "αὐτίκ' ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων". μὴ νοήσαντές τινες ὅτι περὶ τοῦ μέλλοντος τρόπου τοῦ λόγου εἴρηκεν, ἀλλοκότους ἐξηγήσεις πεποίηνται· [91] φησὶ δὲ ὅτι παραβλητικοῖς ἐχρῆτο λόγοις, παραβάλλων καὶ ἀντεξετάζων τὴν Ἀφροδίτης Ἀλεξάνδρῳ ἐπικουρίαν πρὸς τὴν Ἥρας καὶ Ἀθηνᾶς τῷ Μενελάῳ γινομένην. τὸ οὖν "παραβλήδην" τὸ μετὰ τοῦ παραβάλλειν λέγει, ὃ εἰώθασι λέγειν συγκρίνειν. καὶ ὅτι τοῦθ' οὕτως ἔχει, δηλοῖ ὁ τοῦ Διὸς λόγος συγκριτικὸς ὤν· "δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων, Ἥρη τ' Ἀργείη καὶ ἀλαλκομενηῒς Ἀθήνη. ἀλλ' ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαι τέρπεσθον· τῷ δ' αὖτε φιλομειδὴς Ἀφροδίτη αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει". καὶ οὐκ ἔστιν ἁπλῶς παραβολὴ καὶ ἀντεξέτασις, ἀλλ' οὕτως ἐρεθιστικὴ καὶ κέρτομος, ὡς προεῖπεν· δύο μὲν Μενελάῳ, μία δ' Ἀλεξάνδρῳ, καὶ ἡ μὲν Ἥρα ὡς Ἀργεία τῷ Μενελάῳ ἐπαρκεῖν ὀφείλουσα, [92] ἡ δὲ Ἀθηνᾶ ἀλαλκομενηΐς, ἡ δὲ Ἀφροδίτη φιλομειδὴς καὶ οὐκ ἀπ' Ἰλίου· καὶ ὅμως αἱ μὲν νόσφι τοῦ Μενελάου κάθησθε, ἡ δὲ "αἰεὶ παρμέμβλωκε"· καὶ αἱ μὲν θεωροὶ εἰς τέρψιν τῶν ἀγώνων, ἡ δὲ "αὐτοῦ κῆρας ἀμύνει" συμπαραμένουσα· "καὶ νῦν ἐξεσάωσας ὀϊόμενον θανέεσθαι". ὀρθῶς ἄρα προεῖπεν ὅτι ἐρεθιστικὸς ὁ λόγος ἔσται καὶ χλευαστικὸς καὶ παραβλητικός. πάλιν ὅταν ἐπὶ τῆς Θέτιδος λέγῃ "ὣς ἔχετ' ἐμπεφυυῖα, καὶ εἴρετο δεύτερον αὖτις", τὸ "εἴρετο" οὐ χρὴ ἀκούειν ἀντὶ τοῦ ἠρώτησεν ἁπλῶς, ἀλλ' ἀντὶ τοῦ ἠρώτα τὸ ἀληθὲς μαθεῖν θέλουσα· ἐπάγει γὰρ "νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον ἢ ἀπόειπε, ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφρ' ἐῢ εἰδῶ". καὶ ἐν ἄλλοις ἔφη· "εἰρωτᾷς μ' ἐλθόντα θεὰ θεόν· αὐτὰρ ἐγώ [93] τοι νημερτέως τὸν μῦθον ἐνισπήσω". καὶ τὸ "εἴρεαι" τοίνυν "ὁπόθεν εἰμὲν" οὕτως ἀκουσόμεθα· τἀληθὲς ἀκοῦσαι βουλόμενος ἐξετάζεις. καὶ τὸ "Ἑρμείαν ἐρέεινε Καλυψώ, δῖα θεάων"· ἐπάγει γὰρ "αὔδα ὅ τι φρονέεις". ἐνισπεῖν ‹... ἐνισπεῖν›, καὶ τὸ "νημερτέως τὸν μῦθον ἐνισπήσω", ἤτοι ἀναμαρτήτως τἀληθὲς ἐρῶ· κεῖται γὰρ ὡς εἰ ἔλεγεν ἐπαληθεύσομαί σοι ἀψευδῆ τὸν λόγον. καὶ τὸ "ἔννεπε" οὖν ἀληθῆ λέγε καὶ τὸ "ἄειδε" πάλιν ἀληθῆ ἐν ποιήμασι λέγε· ἀοιδὴ γὰρ ἡ ποίησις. εἰπὼν οὖν "ἀλλά γε δὴ μετάβηθι [94] καὶ ἵππου κόσμον ἄεισον", ἐπάγει· "αἴ κεν δή μοι κατὰ μοῖραν καταλέξῃς", ὅπερ ἐν ἄλλοις· "πάντα κατ' αἶσαν ἔειπες, ἀγακλεές". τί οὖν τὸ "κατ' αἶσαν" εἰπεῖν; "οὐδ' ἂν ἔγωγε ἄλλα πάρεξ εἴποιμι παρακλιδόν, οὐδ' ἀπατήσω" [καὶ ὅταν δὲ προείπῃ "εἶθαρ δὲ προσηύδα", τὸ εὐθὲς καὶ ἀληθὲς καὶ φανερὸν ἀκουσόμεθα. πάλιν ἔφη "ἔπος ἀντίον ηὔδα", τὸ ἄντικρυς καὶ διαῤῥήδην, ὃ ἐν ἄλλοις ἔφη "ἀντικρὺ δ' ἀπόφημι"]· τοῦ γὰρ εὐθέως λόγου δύναμις τὸ μὴ πάρεξ εἰπεῖν μηδὲ παρεκκλῖναι. καὶ τὸ "ἀντίον" δὲ "ηὔδα" ἐξηγήσατο "τῶν οὐδέν τοι ἐγὼν [95] κρύψω ἔπος"· οἱ γὰρ ἰθὺ καὶ κατεναντίον ἰόντες οὐ κρύπτονται ὡς οἱ κλέπτοντες. ὅθεν ἐπὶ τοῦ οὐκ ἀπατῶντος "‹μὴ› ... κλέπτε νόῳ". τί οὖν τὸ "κλέπτε νόῳ"; "ὅς χ' ἕτερον μὲν κεύθει ἐνὶ φρεσίν, ἄλλο δὲ βάζει". πάλιν ὁ ποιητής, τοῦ Ἀγαμέμνονος μέλλοντος λέγειν πρὸς τὸν Κάλχαντα "μάντι κακῶν, οὔ ποτέ μοι τὸ κρήγυον ἔειπας· αἰεί τοι τὰ κάκ' ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι, ἐσθλὸν δ' οὔτέ τί πω εἶπες ἔπος οὐδ' ἐτέλεσας", καὶ †διὰ τ... κ... μάντιν κακῶν πολλάκις ἀγορεύοντες, †προλέγων ὅτι τοιοῦτοι ἔσονται οἱ λόγοι, φησίν· "Κάλχαντα [μάντιν] πρώτιστα κακοσσόμενος [96] προσέειπεν". οὐ κακῶς ὑποβλεψάμενος· οὐ γὰρ οἷόν τε τὸ κακῶς συναλεῖψαι διὰ τὸ σύμφωνον οὐδ' ἔστιν ὅπου τὸ ὑποβλέπεσθαι ὄσσεσθαι λέγει· ἀλλὰ σημαίνει τὸ "κακοσσόμενος" ἐν συνθέτῳ ῥηθὲν κακόμαντιν ἀποκαλῶν. ἐπεὶ γὰρ "ὄσσα" ἡ θεία φήμη, ἣν καὶ Διὸς ἄγγελον ἔφη ‑ "μετὰ δέ σφισιν ὄσσα δεδήει ὀτρύνουσ' ἰέναι, Διὸς ἄγγελος" ‑ , Διὸς δὲ ἄγγελοι καὶ οἱ μάντεις καὶ τῆς ὀπὸς τῶν θεῶν ἀκούουσιν, ἥτις ἐστὶν [97] ὄσσα ‑ "ὣς γὰρ ὄπ' ἄκουσα θεῶν" ‑ , ἀπὸ τῆς ὄσσης πεποίηται τὸ "κακοσσόμενος", ἤτοι ὡς κακόμαντιν αὐτὸν ὀνειδίζων, ὡς εἰ ἔλεγε· κακὸν ἄγγελον τῆς Διὸς ὄσσης ἀποκαλῶν. οὐ γάρ ἐστιν ἁπλῶς κακολογῶν, ὅτι οὐδ' ὄσσαν ἁπλῶς τὴν φωνὴν σημαίνει, ἀλλὰ τὴν θείαν, ἀλλ' ὡς ἐπὶ κακῷ χρώμενον τῇ θείᾳ φωνῇ λοιδορῶν. καὶ ἐν ἄλλοις· "οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδ' ἱκάνω ἀλλ' ἀγαθὰ φρονέουσα", οὐ κακὸν κληδονιζομένη, καὶ "ὀσσόμενος πατέρα ἐσθλὸν ἐνὶ φρεσίν", ἤτοι ἐν ἑαυτῷ κληδονιζόμενος καὶ εὐχόμενος [98] θείας τυχεῖν φήμης περὶ τῆς ἐπανόδου τοῦ πατρός, καὶ τὸ "οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμός", ἀντὶ τοῦ προεμαντεύετο. καὶ ἔτι μᾶλλον ἀπὸ τῆς ὄσσης τὸ ὄσσεσθαι αὐτὸς ἐδήλωσεν ἐπὶ τῶν μνηστήρων λέγων "ἐς δ' ἰδέτην πάντων κεφαλάς, ὄσσοντο δ' ὄλεθρον", ὃ ἐπ' ἄλλου ἐξηγήσατο εἰπών· "Ξάνθε, τί μοι θάνατον μαντεύεαι;" τὴν δὲ ὄσσαν ὅτι θεία φωνὴ ἐξηγεῖται λέγων· "ἢ ὄσσαν ἀκούσεις ἐκ Διός". λέγει δὲ αὐτὴν καὶ κληδόνα· "ἦλθον, εἴ τινά μοι κληδόνα πατρὸς ἐνίσποις", κληδὼν δὲ παρὰ τὸ κλέος διδόναι καὶ φέρειν· "ἢ ὄσσαν ἀκούσεις, ἥ τε κλέος μάλιστα φέρει ἀνθρώποισι", καὶ αὐτὸς ὁ Τηλέμαχος "πατρὸς [99] ἐμοῦ", φησί, "κλέος εὐρὺ μετέρχομαι", καὶ "ᾤχετο πευσόμενος μετὰ σὸν κλέος", καὶ ἡ μεγάλη καὶ ἔνδοξος φήμη καὶ κληδὼν μέγα κλέος· "πεύθετο γὰρ Κύπρονδε μέγα κλέος". τὴν δὲ ὄσσαν, οὖσαν θείαν φωνήν, καὶ "ὀμφὴν" προσαγορεύει· "θείη δέ μιν ἀμφέχυτ' ὀμφή", καὶ "ἔνθα πανομφαίῳ Ζηνὶ ῥέζεσκον Ἀχαιοί", ἐπεὶ καὶ ἡ ὄσσα καὶ ἡ ὀμφὴ Διὸς ἄγγελοι. ἔστι δέ τις ἄλλη δήμου φήμη ἡ ὑπὸ ....... .......... ἀγγελίας· "εὐνήν τ' [100] αἰδομένη πόσιος δήμοιό τε φήμην" ........................ις, καὶ "ἀγορὰ πολύφημος", ἐν ᾗ πολλὰ φατίζεται. ἤδη δὲ καὶ τὴν κληδόνα φήμην που εἴρηκε· "φήμην δ' ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρίς". ὥστε ὄσσα μὲν καὶ ὀμφὴ καὶ κληδὼν ἐπὶ τοῦ αὐτοῦ, φήμη δὲ ἐπὶ τῆς θείας κληδόνος καὶ τῆς ἀνθρωπίνης διαλαλήσεως· οἴεται γὰρ ... φωνὴν εἶναι Ὅμηρος, ἧς τοὺς μάντεις ἀκούειν ‑ "ὣς γὰρ ἐγὼν ὄπ' ἄκουσα θεῶν" ‑ , ταύτην δὲ διαδίδοσθαι μηδενὸς προκατάρξαντος ἀνθρώπου· "ὄσσα δ' ἄρ' ἄγγελος ὦκα κατὰ πόλιν ᾤχετο πάντη, μνηστήρων στυγερὸν θάνατον καὶ κῆρ' ἐννέπουσα"· παρὰ γὰρ τὴν ὄπα τὸ "ἐννέπουσα". τὸ μὲν οὖν "κακοσσόμενος" σημαίνει τὸ εἰρημένον, [101] τὸ δὲ "κρήγυον" οὐκ οἶδ' ὅπως τὸ ἀληθὲς δηλοῦν ἀποδεδώκασιν, αὐτοῦ ἀντιτιθέντος οὐ τῷ ψευδεῖ ἀλλὰ τῷ κακῷ τὸ "κρήγυον" ἀντίκειται δὲ τῷ κακῷ οὐ τὸ ἀληθές, ἀλλὰ τὸ ἀγαθόν· "οὐ πώ ποτέ μοι τὸ κρήγυον ἔειπας· αἰεί τοι τὰ κάκ' ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι". ἔστι δὲ "κρήγυον" τὸ τῷ κέαρι ἡδὺ καὶ προσηνές, ὃ ταὐτὸν τῷ θυμῆρες. καὶ ἐν ἄλλῳ· "οὐδέ τί πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες", οὐ γὰρ παρὰ τὸ προσῆκον τὰ κακὰ ἠγόρευσας. οἶμαι δὲ ὅμοιον εἶναι τὸ [102] "μάντι κακῶν" τῷ "αἰναρέτη", ὃ σημαίνει τὸν κακωτικὴν ἀρετὴν κεκτημένον. καὶ ὁ "ὀλοόφρων" βλαπτικὴν ἔχων φρόνησιν, καὶ "οὐλόμενος" δὲ ὁ ὀλοὸν ἔχων μένος, "οὐλομένη" τε "μῆνις" ἡ ἐξ ὀλοοῦ μένους γεννηθεῖσα· ὁ γὰρ ταύτην ἔχων ὀλοός· "ἀλλ' ὀλοῷ Ἀχιλλῆϊ θεοὶ βούλεσθ' ἐπαρήγειν". ταῦτα οὖν λέγει τοῖς ἀγαθόν τι κεκτημένοις, μὴ ὠφελοῦσι δὲ δι' αὐτοῦ τινας· ἥ τε γὰρ ἀρετὴ καὶ ἡ φρόνησις καὶ τὸ μένος καὶ ἡ μαντικὴ τῶν ἀγαθῶν, οἱ δὲ μὴ δι' αὐτῶν ὠφελοῦντες εἰκότως διαβάλλονται ὡς ἐπὶ κακῷ κεκτημένοι τὸ ἀγαθόν. ἄλλα δὲ εἴωθε συντιθέναι εἰς [103] διαβολήν τινων ὡς δυσωνύμων, ὡς τὸ "Δύσπαρι" καὶ τὸ "μῆτερ δύσμητερ" καὶ "ἦ τάχα Ἶρος Ἄϊρος"· ἔστι γὰρ ὁ κακόϊρος, ὡς ἄμορφος γυνή, καὶ Ἴλιον "Κακοΐλιον οὐκ ὀνομαστήν"· διὰ γὰρ τοῦ "οὐκ ὀνομαστὴν" τὸ δυσώνυμον ἐπεσημήνατο.

   Πρόσσχες δή μοι καὶ τούτοις, εἰ προσήκουσαν παρ' ἡμῶν λαμβάνει τὴν λύσιν.

   "Ἔνθά οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ

   Λαοδίκην ἐσάγουσα, θυγατρῶν εἶδος ἀρίστην".

τὸ "εἰσάγουσα" οὐκ ἔστι κατὰ τὸ σύνηθες, οἷον εἰσφέρουσα· οὐ γὰρ εἰσάγειν μεθ' ἑαυτῆς λέγει τὴν Λαοδίκην, ἀλλὰ [104] πρὸς τὴν Λαοδίκην εἰσπορευομένην, ᾗ ὁμοιωθεῖσα ἡ Ἀφροδίτη τὴν Ἑλένην ἐπὶ τὸ τεῖχος ἐξήγαγεν· "εἰδομένη" γάρ φησι "γαλόῳ Ἀντηνορίδαο δάμαρτι, τὴν Ἀντηνορίδης ἔχε κρείων Ἑλικάων Λαοδίκην". νομίζουσα οὖν ὄντως εἰς τὸ τεῖχος ὑπὸ τῆς Λαοδίκης ἀπῆχθαι, εἰσῄει τὴν αἰτίαν τῆς ἐξόδου πολυπραγμονήσασα.

   "Τύμβον ἀμφὶ πυρὴν ἕνα ποίεον ἐξαγαγόντες ἄκριτον ἐκ πεδίου". τῷ "ἐξαγαγόντες" ὁμοίως τῷ "εἰσάγουσα" κέχρηται. ὡς γὰρ τ........... [105] ...... τὸ "ἐξαγαγόντες" ἐκπορευθέντες τοῦ πεδίου. ἕνα .......... ................. μὴ καθέκαστον τῶν τεθνηκότων διακρινομένων.

   "Θέτιος δ' ἐξαίσιον ἀρὴν πᾶσαν ἐπικρήνειεν"· τὴν παράνομον εὐχὴν καὶ ἔξω αἴσης καὶ μοίρας.

[106]   "Ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα γενέσθαι". οὐκ ἔστι τὸ ἔδησεν ἀπὸ τοῦ δεσμοῦ οὐδ' Ἄρης ὁ πόλεμος νῦν ἢ θεός, ἀλλὰ τὸ μὲν ἔδησε κατὰ συγκοπὴν τοῦ ἐδέηςε, περισπαστέον δὲ τὸ "ἀρῆς", ἵν' ᾖ βλάβης, ὡς τὸ "Μέντορ, ἄμυνον ἀρήν"· ἐμοῦ γὰρ ἐδέησε καὶ χρείαν ἔσχε τῆς βλάβης βοηθὸν ἔχειν.

   "Οὐ μὲν γάρ τι νεμεσητὸν βασιλῆα ἄνδρ' ἀπαρέσσασθαι, ὅτε τις πρότερος χαλεπήνῃ". ἀμφίβολον διὰ τὴν αἰτιατικήν. ἔστι δὲ ὁ λόγος περὶ τοῦ βασιλέως· οὐ νεμεσητός, εἰ [107] βασιλεὺς ἄνδρα βλάψας καὶ τῆς ἀδικίας προϋπάρξας ἀπαρέσεται αὐτόν. ἔστι δὲ τὸ ἀπαρέσεται τὸ τῆς ἀρῆς ἀπᾶραι, ἤτοι τῆς βλάβης ἀπαλλάξαι καὶ ἐξιλάσασθαι.

   "Αἵ τέ μοι εὐχόμεναι θεῖον δύσονται ἀγῶνα". ἀγῶνα λέγει καὶ τὸν τόπον· "λείηναν δὲ χορόν, καλὸν δ' εὔρυναν ἀγῶνα" καὶ "Ἀργεῖοι δ' ἐν ἀγῶνι καθήμενοι"· καὶ τὸ ἄθροισμα δέ· "Ἥρη μὲν μετ' ἀγῶνα νεῶν"· καὶ τὸ πλῆθος· "λῦτο δ' ἀγών"· καὶ τὸ ἆθλον. "θεῖον" οὖν "ἀγῶνα" νῦν τὸ ἱερὸν εἶπε καὶ τὸν νεών, ἤτοι θεῖον τόπον ὄντα ἢ θεῖον ἄθροισμα περιέχοντα, διὰ τὸ πολλῶν θεῶν ἀνατίθεσθαι ἐν αὐτῷ ἀγάλματα. "εὐχόμεναι" δὲ ἐμοί, οὐχ [108] ὑπὲρ ἐμοῦ, ὅτι περὶ χειρόνων ἦν ἡ εὐχὴ ἀλλ' οὐχ ὑπὲρ τοῦ χείρονος.

   "Ἦ δὴ ἀλιτρὸς ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώς".

"ἀλιτρὸς" ὁ ἀλιτήριος καὶ ἁμαρτωλός, "ἀποφώλια" δὲ τὰ ἀπαίδευτα. πῶς οὖν ἁμαρτωλός τε εἶ καὶ οὐκ ἀπαίδευτός φησιν; ἀλλὰ λέγει· πάνυ ἥμαρτες καὶ οὐκ ὢν ἀπαίδευτος, ὡς εἰώθαμεν λέγειν· θαυμάζω πῶς σοφὸς ὢν ἥμαρτες. θαυμάζει δὲ καὶ ἡ Καλυψὼ πῶς ἀπιστεῖ ἑαυτῇ ὁ Ὀδυσσεύς, εἰ μὴ ὀμόσει περὶ τῆς ἐκπομπῆς, καίπερ οὐκ ὢν ἄφρων καὶ γνώμης θείας εὐσύνετος καὶ ἐρώσης.

[109]    "Ἀλλά τιν' οἴω ἀσπασίως αὐτῶν γόνυ κάμψειν, ὅς κε φύγῃσι φεύγων ἐκ πολεμοῖο". οἱ φεύγοντες τεταμένον ἔχουσι τὸ γόνυ, οἱ δὲ καθήμενοι κεκαμμένον. ἀσπασίως οὖν, φησί, καθεδεῖται τῶν φευγόντων τις ἐκ τοῦ πολέμου, ὃς καὶ ἀναπαύσει ἑαυτὸν καὶ τὰ σκέλη, ἐκ τοῦ συντόνου τῆς φυγῆς δρόμου καθίσας.

   "Ἑσταότος μὲν καλὸν ἀκουέμεν, οὐδὲ ἔοικεν ὑββάλλειν· χαλεπὸν γὰρ ἐπιστάμενόν περ ἐόντα. ἀνδρῶν δ' ἐν πολλῷ ὁμάδῳ πῶς κέν τις ἀκούσαι ἢ εἴποι; βλάβεται δὲ λιγύς [110] περ ἐὼν ἀγορητής". Ἀρίσταρχος ᾠήθη παραίτησιν ἔχειν τὸν λόγον, ὡς διὰ τὸ τετρῶσθαι τοῦ Ἀγαμέμνονος συγχωρεῖν ἀξιοῦντος εἰ καθήμενος λέγοι. καί φησι· "διὰ τοῦτο ἐνέθηκε τὸ "αὐτόθεν ἐξ ἕδρης, οὐδ' ἐν μέσοισιν ἀναστάς"". ἄτοπος δὲ ἡ παραίτησις· οὐ γὰρ τὸν πόδα ἀλλὰ .................. τὴν χεῖρα δὲ οὕτως τέτρωται, ὥστε μικρὸν [111] ὕστερον αὐτὸς ἀποσφάττει τὸν κάπρον. κἂν προσκείμενος δὲ ὁ στίχος ᾖ τὸ "αὐτόθεν ἐξ ἕδρης", ἀκουσόμεθα ἐκ τοῦ τῶν ἀριστέων συνεδρίου, ὥστ' ἐν ἐκείνοις ὄντα λέγειν αὐτὸν καὶ οὐκ ἐν μέσῳ τῷ πλήθει. Ἀπολλώνιος μὲν οὖν ὁ διδάσκαλος ἡμῶν, καὶ αὐτὸς συγκαταθέμενος ὅτι ἕστηκεν ὁ Ἀγαμέμνων, "παραιτεῖται", φησί, "τὸν ὑποβολέα ὡς ἂν ἐκ τοῦ αὐτοσχεδίου μέλλων λέγειν· ἐμοῦ γάρ φησιν ἀκούσατε καὶ μηδείς μοι ὑποβαλλέτω ἵν' εἴπω· χαλεπὸν γὰρ τὸ ὑποβαλλόντων ἀκούειν τῷ ἐπιστήμονι τοῦ λέγειν· καὶ πῶς γὰρ ἄν τις ἐν πολλῷ ὁμάδῳ ἀκούσειε τοῦ ὑποβάλλοντος ἢ ὁ ἀκούσας εἴποι; ὥστε καὶ λιγὺν ὄντα δημηγόρον καὶ δύναμιν ἔχοντα τοῦ αὐτοσχεδιάζειν βλάπτεσθαι ἐμποδιζόμενον τῷ ἐξ ὑποβολῆς λέγειν ἐν πολλῷ θορύβῳ". εἶχε δ' [112] ἄν τινα λόγον ἡ ἐξήγησις, εἰ ἐγίνωσκεν Ὅμηρος τὸ τοιοῦτον εἶδος τῆς δημηγορίας, λέγω δὲ τὸ ἐξ ἀναγνώσεως καὶ γραφῆς ὑποβαλλόμενον. Ἀλέξανδρος δὲ ὁ Κοτιαεύς φησι καλῶς ἔχειν τὸ ἑστῶτος τοῦ δημηγοροῦντος ἀκούειν καὶ μὴ ὑποκρούειν αὐτὸν καὶ ἐμποδίζειν (τοῦτο γὰρ σημαίνει τὸ ὑββάλλειν)· χαλεπὸν γὰρ καὶ τὸν πάνυ δεινὸν ἐν ταραχῇ εἰπεῖν. ἐμοὶ δὲ δοκεῖ δύνασθαι καὶ οὕτως ἀποδιδόναι τὴν διάνοιαν· ἐκκλησίας ἀθροισθείσης, ὁ Ἀγαμέμνων παύει προοιμιαζόμενος τὸν θόρυβον, λέγων ὡς ἡ ἐκκλησία οὐ πρὸς [113] αὐτοὺς ἔχει τὴν ἀπότασιν, οὐδὲ δεῖ νῦν ὑποκρούειν ζητοῦντας τίνος ἕνεκα συνεληλύθασιν· χαλεπὸν γὰρ θορυβεῖν τὸν ἐπιστάμενον τὰ ὄντα. τίνα δὲ ἦν τὰ ὄντα πάντες που ἐγίνωσκον, ὅτι ἐμήνισαν πρὸς ἀλλήλους Ἀχιλλεὺς καὶ Ἀγαμέμνων, καὶ ὅτι νῦν κατηλλάγησαν, καὶ ὅτι ἡ σύνοδος διὰ τοῦτο. χαλεπὸν οὖν καὶ δεινὸν τὸ ἐπιστάμενον τὰ ὄντα καὶ ἐνεστηκότα θορυβεῖν, πυνθανόμενον ὡς ἀγνοοῦντα ἢ ζητοῦντα περὶ ὧν οἶδεν ἀκούειν. καὶ ὅτι τοῦτο νοεῖ, δῆλον οἷς ἐπάγει· "Πηλεΐδῃ μὲν ἐγὼν ἐνδείξομαι· αὐτὰρ οἱ ἄλλοι σύνθεσθ' Ἀργεῖοι, ἠμὲν νέοι ἠδὲ γέροντες". λέγει γὰρ ὅτι ἡ ἀπότασίς μοι τοῦ [114] λόγου πρὸς τὸν Ἀχιλλέα ἐστίν, οὐ πρὸς ὑμᾶς τοὺς εἰδότας δι' ἃ συνεληλύθαμεν. ἔστιν οὖν ὁ νοῦς· μὴ θορυβεῖτε, ὦ ἄνδρες, ὑποκρούοντες διὰ τί συνεληλύθαμεν· ἐπίστασθε γὰρ πάντα, καὶ ὁ λόγος μου τὰ νῦν οὐ πρὸς ὑμᾶς ἀλλὰ πρὸς Ἀχιλλέα ἔχει τὴν ἀπότασιν· χαλεπὸν γὰρ τοὺς εἰδότας τὴν αἰτίαν τῆς συνόδου ὡς μὴ εἰδότας θορυβεῖν καὶ διὰ τοῦτο ἐμποδίζειν καὶ τῷ λέγοντι καὶ τῷ ἀκούοντι, πρὸς ὃν ὁ λόγος ὁ παρὼν ἕστηκε. πολλὰ τοιαῦτα καὶ παρὰ τοῖς ῥήτορσι προοίμια ἐπιγράφεται πρὸς τοὺς θορύβους.

   "Ἠΰτ' ἔθνεα εἶσι μελισσάων ἀδινάων πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων". τὸ "νέον ἐρχομενάων"

[115] ἀποδεδώκασιν ἀντὶ τοῦ νεωστὶ ἀεὶ ἐρχομένων, ὡς τὸ "κεῖνος γὰρ νέον ἄλλοθεν εἰλήλουθεν". τί οὖν ἐστι τὸ νεωστὶ ἐξηγούμενοί φασιν ὅτι τὰς πτήσεις οὐ διηνεκεῖς ποιοῦνται, ἀλλ' ἐπὶ βραχύ, ὥστε φαντασίαν αἰεὶ παρέχειν ὡς ἀρ..................... τὴν ὥραν μηνύειν ὅτε πέτονται μᾶλλον· πέτονται δὲ τοῦ ἦρος αἰεί, νέον δὲ τὸ ἔαρ ἐκάλουν καὶ νέον ἔτος ἀπὸ τοῦ ἔαρος προσηγόρευον. αὐτὸς δὲ ἐκπληρῶν ἔφη "ἔαρος νέον ἱσταμένοιο" πατέρα τε τῶν καιρῶν τὸν χειμῶνα Πυθαγόρας καλεῖ. αὗται οὖν κατὰ νέον ἔαρ ἔρχονται. ὅτι γὰρ τὸ ἔαρ δηλοῖ, ἐπάγει "βοτρυδὸν δὲ πέτονται ἐπ' ἄνθεσιν εἰαρινοῖσιν". θαυμάσαι δὲ ἔστι Ζηνόδοτον τὸ "βοτρυδὸν" ἐκλαβόντα ἐοικότως βότρυϊ τῷ ὀρνέῳ, ὃ ἑαυτὸ συστρέφει ἐν τῇ πτήσει. οὐδεὶς γὰρ τῶν παλαιῶν οὐδ' Ἀριστοτέλης βότρυν ζῶον ἔγραψε, κέχρηται δὲ Ὅμηρος ἐπ' [116] ἀμπέλου τῷ "βότρυς" ὀνόματι· "μέλανες δ' ἀνὰ βότρυες ἦσαν". βοτρυδὸν οὖν τὸ ἐοικότως βότρυϊ σταφυλῆς· κατὰ συστροφὰς γὰρ πέτονται· τάχα δὲ καὶ ὅτι ἐν σχήματι βοτρύων ἐκκρέμανται τῶν ἀνθέων, τῶν ῥαγῶν τὴν παχύτητα μιμούμεναι τῷ πολλὰς ἑνὸς ἐκκρέμασθαι. ἐπὶ μὲν οὖν τῶν μελισσῶν τὸ βοτρυδὸν λέγει, ἐπὶ δὲ τῶν Ἑλλήνων, οἷς τὰς μελίσσας παραβέβληκεν, "ἰλαδόν", φησίν, "εἰς ἀγορήν", κατὰ ἴλας καὶ συστροφάς· ἰσοδυναμεῖ ἄρα τὸ ἰλαδὸν τῷ βοτρυδόν, δηλοῖ δὲ τὸ ὡς συνήθως καὶ τῆς πρὸς ἀλλήλους ἑταιρίας εἶχον.

   Οὐκ ἔστι "Τρώων ἄνθ' ἑκατόν τε [117] διηκοσίων τε ἕκαστος στήσεσθ' ἐν πολέμῳ" [οὐ] πρὸς ἑκατὸν καὶ διακοσίους μαχέσεσθε, ὥς τινες ἀποδεδώκασιν, ἀλλ' ὡς εἰ ἔλεγεν· ἀντίσταθμοι καὶ ἰσοβαρεῖς ἑκατὸν καὶ διακοσίων ἕκαστος ἠπείλει ἐν τῷ πολέμῳ γενέσθαι. τῇ γὰρ διανοίᾳ ταύτῃ ἀκόλουθον τὸ "νῦν δ' οὐδ' ἑνὸς ἄξιοί εἰμεν Ἕκτορος"· ἀπὸ γὰρ τῶν ἐν τοῖς ζυγοῖς ἱσταμένων καὶ πιπρασκομένων εἴρηται. ἐπὶ μὲν οὖν τούτων εἴρηται· ἔφασκεν εἶναι ἀντίσταθμον ‹ἕκαστον› ἑκατὸν καὶ διακοσίων ἑαυτὸν λέγειν, ἤτοι ἰσοβαρῆ καὶ ἰσοδύναμιν. ἐπὶ δὲ τοῦ Ἕκτορος· "οὐδ' εἴ κέν σ' αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι Δαρδανίδης Πρίαμος", οἷον ἶσον καὶ ἰσόσταθμον χρυσῷ· τὸ δ' "ἐρύσασθαι" ἀντὶ τοῦ στῆσαι, ἀπὸ [118] τῶν ἑλκόντων τὸν ζυγόν. ὃ δὲ σημαίνει τὸ "ἐρύσασθαι", τοῦτο καὶ "ἐτίταινε" λέγει· "καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα", καὶ τὸ ἐρύσασθαι ἐξηγούμενος ἐπάγει "ἕλκε δὲ μέσσα λαβών", καὶ ἐπὶ τῆς χήρας "ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει ἰσάζουσα τάλαντα". ἀτάλαντος οὖν ὁ ἶσος καὶ μὴ ταλαντεύων· "ἀτάλαντος Ἄρηϊ", ὃ ἐξηγούμενός φησιν "ἶσος Ἐνυαλίῳ κορυθάϊκι". κέχρηται τῇ ἀπὸ τῶν σταθμῶν διαμετρήσει καὶ ἐπὶ τοῦ "δείδω μὴ τὸ χθιζὸν ἀποστήσωνται Ἀχαιοὶ χρεῖος", ἤγουν ἶσον ἀπολάβωσιν, ὡς ἐν ζυγῷ τὸ ἶσον στήσαντες [119] καὶ ἀπομετρούμενοι ὄφλημα. χρεῖος γὰρ οὖν τὸ ὄφλημα, οὐχ ἁπλῶς τὸ πρᾶγμα. φησὶν οὖν· δέδοικα μὴ ὡς δανεισάμενοι χθὲς τὴν νίκην ἀποδῶμεν αὐτοῖς στήσαντες τὸ χρέος.

   "Ὡς δ' ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσοι ὕλῃ". ἄξυλον ὕλην οἱ μὲν τὴν πολύξυλον ἀποδεδώκασιν, οἱ δὲ ὁμόξυλον. δηλοῖ γάρ, φασὶν .......... ὡς ἀκόλουθος (ἔστι [120] γὰρ ὁμοκέλευθος) καὶ "ἄβρομοι" ἅμα βρόμῳ καὶ "ἀΐαχοι" ἅμα ἰαχῇ. οὕτω καὶ ἄλοχος καὶ ἄκοιτις ἡ ὁμόλεκτρος καὶ ὁμόκοιτις. καὶ ἄξυλος οὖν ἡ ὁμόξυλος διὰ τὸ πυκνόν. ἐμοὶ δὲ δοκεῖ ἄξυλον λέγειν οὐ κατὰ τὴν στέρησιν τοῦ ξύλου· ἐπάγει γάρ· "οἱ δέ τε θάμνοι πρόρριζοι πίπτουσιν", ἀλλὰ κατὰ στέρησιν τοῦ ξυλίσασθαι, ἵν' ᾖ ἄξυλος ὕλη ἀφ' ἧς οὐδείς πω ἐξυλεύσατο. καὶ ἄκοιτις δὲ καὶ ἄλοχος ἐμοὶ δοκεῖ κυρίως ἡ παρθενικὴ λέγεσθαι, παρὰ [121] τὸ λέχους ἑτέρου μὴ μετασχεῖν μηδὲ κοίτης. παρ' ὃ καὶ λέγει "κουριδίης ἀλόχου". λοιπὸν δ' ἡ κατάχρησις καὶ ἐπὶ τὰς ἄλλας μετήγαγεν, ὥσπερ κυρίως "ἀλεξῆσαι" τὸ ὑπὲρ τῶν ἀλόχων βοηθῆσαι, λοιπὸν δ' ἐν καταχρήσει γέγονεν ἐπὶ τοῦ ὁπωσοῦν συμμαχεῖν. καὶ "ἀΐδηλον" δὲ "πῦρ" οὐκ ἔστι τὸ μεγαλόδηλον, ἀλλὰ τὸ ἀδηλοποιόν, ἐξ οὗ σημαίνει τὸ ἀφανιστικόν. οὕτω γοῦν ἔφη "σὺ δὲ κτείνεις ἀϊδήλως", ἀφανίζων καὶ ἀδήλους ποιῶν. οὐ κακῶς δὲ καὶ Σέξστος "ἀΐδηλον" ἀποδέδωκε τὸ ἐξ ἀδήλου ἐμπεσόν.

[122]    Ἐλέγομεν περὶ τῶν παραβολῶν ὅτι πολλάκις τὰ οἰκεῖα τοῖς πράγμασιν ὀνόματα παρατίθησι τοῖς ἐν ταῖς παραβολαῖς ὁμοιώμασιν, ἐν πολλοῖς δὲ καὶ ἔμπαλιν. εἰς δὲ πίστιν τούτου παρακείσθω καὶ ταῦτα· συμβάλλουσι μὲν ἀλλήλοις στρατοὶ τὸν πόλεμον· "σύν ῥ' ἔβαλον Λαπίθαι πόλεμον", "σὺν δ' ἔβαλον ῥινά, σὺν δ' ἔγχεα καὶ μένε' ἀνδρῶν", μίσγονται δὲ ποταμοὶ καὶ τὰ ὑγρά· "οἱ μὲν ἄρ' οἶνον ἔμισγον ἐνὶ κρατῆρι καὶ ὕδωρ", ὅθεν καὶ τὸ καταδεχόμενον τοὺς ποταμοὺς [123] χωρίον μισγάγκεια εἴρηται. ἀλλ' ὅμως αὐτὸς ἐναλλὰξ ἐπὶ τῶν ποταμῶν ἔφη τὸ συμβάλλειν, ὃ ἦν ἐπὶ τῶν ἀνθρώπων· "ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ", ἐπὶ δὲ τῶν στρατῶν τὸ μίσγεσθαι, ὃ ἦν ἐπὶ τῶν ποταμῶν· "ὣς τῶν μισγομένων γένετ' ἰαχή τε φόβος τε". συνεχώρει δὲ τὸ μέτρον εἰπεῖν "ἐς μισγάγκειαν συμμίσγετον ὄβριμον ὕδωρ", Ὁμηρικοῦ ὄντος τοῦ παρετυμολογεῖν, ὡς τὸ "τέμενος τάμον" καὶ "κειμήλιον κεῖται" καὶ "ἅρπυιαι ἀνηρείψαντο" [καὶ "μένος οἴχεται ὃ πρὶν ἔχεσκεν"]. ἐπὶ δὲ τῶν Αἰάντων "νέφος"

[124] εἶπε τολμήσας "πεζῶν" κατὰ μεταφοράν, καὶ ὡς εὔλογον τὴν τόλμαν τῇ παραβολῇ ἐπιστώσατο καὶ τὰς φωνὰς ἤμειψεν, ἐπιποιῶν τὸ παραβληθὲν τῷ παραβαλλομένῳ. "ἦλθε δ' ἐπ' Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν· τὼ δὲ κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζῶν"· προαναφωνήσας οὖν "νέφος πεζῶν" ἐξ αὐτοῦ πλάσσει παραβολήν·

   "ὡς δ' ὅτ' ἀπὸ σκοπιῆς ἴδε νέφος αἰπόλος ἀνὴρ

   ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς·

   τῷ δέ τ' ἄνευθεν ἐόντι μελάντερον ἠΰτε πίσσα

   φαίνετ' ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν,

   ...

   τοῖαι ἅμ' Αἰάντεσσι διοτρεφέων αἰζηῶν

   δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες

   κυάνεαι, σάκεσσίν τε καὶ ἔγχεσι πεφρικυῖαι".

[125] τὸ μὲν "νέφος ἐρχόμενον" καὶ "ἰὸν" καὶ "ἄγον λαίλαπα" εἶπεν, ὅ ἐστι πρᾶγμα στρατιώτου, ἐπὶ δὲ τῆς φάλαγγος "κίνυντο", ὃ ἐπὶ νέφους τάττει κινήσει· "πυκινὴν νεφέλην" καὶ "πυκιναὶ φάλαγγες" καὶ "κυάνεον νέφος" καὶ "κυάνεαι φάλαγγες". ἤμειψε καὶ ἐπὶ τοῦ λέοντος καὶ τῆς Πηνελόπης τὰς φωνάς·

   "ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ

   δείσας, ὁππότε μιν δόλιον περὶ κύκλον ἄγουσι,

   τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος"·

μερμηρίζει μὲν γὰρ κυρίως ἄνθρωπος, ὁρμαίνει δὲ λέων, ὁ δ' ἐνήλλαξε. τῷ δὲ τήκεσθαι κυρίως ἐπὶ τῆς χιόνος χρησάμενος ἐνδιατρίβειν ὡς ἐναργεῖ πολλάκις οὐκ ὤκνησε καὶ τῷ αὐτῷ χρήσασθαι ἐπὶ τῆς διὰ λύπην τοῖς δακρύοις διαρρεομένης· "ὡς δὲ χιὼν κατατήκεται ... ἥν τ' Εὖρος κατέτηξε ... τηκομένης δ' ἄρα τῆς ... ὣς τῆς [126] τήκετο καλὰ παρήϊα δακρυχεούσης", καίτοι ἐν ἄλλοις εἰπών·

   "τῆς δ' ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί".

   Θαυμάσειέ τις ἂν τοὺς τὸν ποταμὸν οἰηθέντας, ὃν Ὅμηρος Αἴγυπτον ποταμὸν κέκληκε, διιπετῆ εἰρῆσθαι διὰ τὸ ἀφανεῖς ἔχειν τὰς πηγὰς ‹καὶ› κατὰ τοὺς Αἰγυπτίους ἐν οὐρανῷ καὶ οὐρανόθεν ῥεῖν. λέγει γάρ· [127] "οὐ γάρ τοι πρὶν μοῖρα φίλους ἰδέειν... πρίν γ' ὅταν Αἰγύπτοιο, διιπετέος ποταμοῖο, αὖθις ὕδωρ ἔλθῃς". πρῶτον μὲν γὰρ καὶ τὸν Σπερχειὸν διιπετῆ λέγει· "υἱὸν Σπερχειοῖο, διιπετέος ποταμοῖο", καὶ τὸν πρὸς τῇ Φαιάκων γῇ· "ἐγὼ δὲ ἀπάνευθεν διιπετέος ποταμοῖο", καὶ ἁπλῶς δὲ πάντας διιπετεῖς ἐν παραβολῇ λέγει· "ὡς δ' ὅτε ἐπὶ προχοῇσι διιπετέος [128] ποταμοῖο βέβρυχε μέγα κῦμα". διιπετεῖς οὖν λέγει τοὺς ποταμοὺς τοὺς ἐκ Διὸς γεγεννημένους· τῷ γὰρ πεσεῖν ἀντὶ τοῦ γεννᾶσθαι χρῆται· "ὅστις ἐπ' ἤματι τῷδε πέσῃ μετὰ [129] ποσὶ γυναικός". ἀλλαχοῦ δὲ ἔφη ἀντὶ τοῦ διιπετοῦς· "Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς". τοῦτο δὲ ὅτι φύσει οἱ ποταμοὶ ἐκ Διὸς γεννῶνται, ὥς που ἔφη "καί σφιν Διὸς ὄμβρος ἀέξει". ᾧ λόγῳ καὶ τὰς Νύμφας τοῦ Διὸς θυγατέρας λέγει· "Νύμφαι κρηναῖαι, κοῦραι Διός", ἔτι "Νύμφαι ὀρεστιάδες κοῦραι Διός", ἐπειδὴ καὶ τὰ ἐν ὄρεσι φυτὰ τῷ Διὸς ὕδατι τρέφονται. Ζηνόδωρος δὲ διιπετῆ τὸν διαυγῆ ἀποδίδωσιν.

[130]    "Οὐ γὰρ ἔσαν λιμένες νηῶν ὀχοί, οὐδ' ἐπιωγαί".

τίνι διενηνόχασιν ἐπιωγαὶ λιμένων καὶ πόθεν προσέβαλέ τις τὸ ὄνομα; ἔφην οὖν ὅτι "ἰωὴν" τὴν πνοὴν λέγει, ὥς που εἴρηκεν· "ἐξ ἀνέμου πολυπλάγκτοιο ἰωῆς", ποιήσας ἀπὸ τοῦ ἄειν, ὃ σημαίνει τὸ πνέειν. ἐπεὶ δὲ καὶ ἐπὶ τοῦ φωνεῖν καταχρηστικῶς ἔφη "αὖε δ' ἑταίρους", καὶ τὴν φωνὴν "ἰωὴν" κέκληκε· "τὸν δ' αἶψα περὶ φρένας ἤλυθ' ἰωή", [καὶ τὸ "ἤυσε" παρὰ τὸ ἄειν] καὶ μεταφορικῶς· "λεύσσω δὴ πυρὸς δηΐοιο ἰωήν". κυρίως οὖν [131] ἰωῆς τῆς πνοῆς οὔσης καὶ τοῦ ἄγνυσθαι σημαίνοντος τὸ κλᾶσθαι, "ἰωγὴ" λοιπὸν ἡ τῆς πνοῆς ἂν εἴη κλάσις. ἔφη οὖν που· "εὗδον Βορέω ὑπ' ἰωγῇ", ὅπου ἄγνυται ἡ τοῦ Βορρᾶ πνοή. καὶ "ἐπιωγαὶ" μὲν οὖν ῥηθήσονται τόποι ἀλίμενοι μέν, δυνάμενοι δὲ διὰ τὴν ἀπὸ τῶν ἀνέμων σκέπην δέξασθαι ναῦς.

   Πρὸς τοὺς ἀδυναμίαν Ὁμήρου κατηγοροῦντας ἐκ τοῦ πολλάκις [132] τὰς αὐτὰς ῥήσεις ποιεῖν λέγοντας τούς τε ἐκπέμποντας καὶ τοὺς πεμπομένους ἀγγέλους καὶ κήρυκας ἢ διηγουμένους πράξεις ἢ λόγους ῥηθέντας πρότερον, ἄξιον σημήνασθαι ὅπως ποικίλλων αὐτὸς ἑαυτὸν ἄλλως καὶ ἄλλως ἑρμηνεύει διὰ δύναμιν. οἷον εἰπὼν τὸ "ξυνὸς Ἐνυάλιος" καὶ ἐξηγησάμενος πῶς κοινὸς "καί τε κτανέοντα κατέκτα", ἄλλως τοῦτο λέγων φησίν· "ἤ τ' ἔβλητ' ἤ τ' ἔβαλλ' ἄλλον", καὶ πάλιν ἄλλως "ἤ κε φέροιτο μέγα κράτος, ἤ κε φεροίμην", "ἕλοιμί κεν ἤ κεν ἁλοίην", καὶ πάλιν "νίκη δ' ἐπαμείβεται ἄνδρας". πάλιν τὸ τειχίσαι πόλιν καὶ κύκλῳ περιβαλεῖν τὸ τεῖχος καὶ ὅλως τὰ κυκλοτερῶς συνέχοντά τι ἑρμηνεύει λέγων· "ἀμφὶ δὲ τεῖχος ἔλασε πόλει" καὶ "περὶ δ' ἕρκος ἔλασε"

[133] καὶ "ἔλασε τάφρον ἐπ' αὐτῷ", εἶτ' ἄλλως ἑρμηνεύων φησὶ "τεῖχος ἐς ἀμφίχυτον", τὸ πέριξ κεχυμένον. καὶ ἐπ' οἴκου κύκλῳ περιέχοντος· "περὶ δὲ κλίσιον θέε πάντη", ὡς τὸ "περὶ δὲ χρύσεος πόρκης θέε", καὶ ἄλλως "ἐν δὲ μετώπῳ λευκὸν σῆμ' ἐτέτυκτο περίτροχον ἠΰτε μήνη". ὅρα δὲ ἄλλων ὀνομάτων ἀφθονίαν ἐν ἑνὶ καὶ ταὐτῷ μέρει· "ἄνδρα" φησὶ "βαλὼν" καὶ ἐπάγει· "τὸν δὲ σκότος ὄσσ' ἐκάλυψεν", εἶτ' "Ἄξυλον δ' ἄρ' ἔπεφνε" καὶ ἐπιφέρει "ἀλλ' ἄμφω θυμὸν ἀπηύρα", εἶτ' ἄλλως "Δρῆσόν τ' Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξεν", εἶτα "καὶ μὲν τῶν ὑπέλυσε μένος", αὖθις "Ἀστύαλον δ' ἄρ' ἔπεφνεν", ἔπειτα "Ἀντίλοχος δ' Ἄβληρον ἐνήρατο", μεθ' ἃ ἐπιφέρει "Φύλακον δ' ἕλε Λήϊτος [134] ἥρως", εἶτ' ἀνάπαλιν "Ἄδρηστον δ' ἄρ' ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος ζωὸν ἕλεν", ἔπειτα ἐξ ὑπαρχῆς "τὸν δὲ κρείων Ἀγαμέμνων οὔτα κατὰ λαπάρην", ἔπειτα ὁ Νέστωρ φησίν· "ἀλλ' ἄνδρας κτείνωμεν".