4993 419 0 6 1 0 IV d. C. Retorica Libanius XXX Declamationes Foerster, R., Leipzig, Teubner, 1922 Rist. 1997, Hildesheim, Olms. 124

Libanius - Declamatio XXX

Φθονερὸς τοῦ γείτονος αὐτοῦ πλουτήσαντος ἐξαίφνης ἑαυτὸν προσαγγέλλει.

[1]   Ἀλλ' εἰ καὶ καλῶς οἴεται τὸ δαιμόνιον εὑρηκέναι δι' ὅτου ζῶν ἀνιάσομαι τῷ γείτονι μὲν τοσοῦτον πλοῦτον δεδωκός, ἐμὲ δὲ ἐν τῇ πενίᾳ τετηρηκός, ὅμως ἐξεύρηταί μοι σοφώτερόν τι τῆς ἐκεῖθεν μηχανῆς, κἂν ὑμεῖς ἐθελήσητε συναγωνίσασθαι καὶ δοῦναι τοῦτο ἐφ' ὅπερ ἥκω, λέλυταί μοι τὸ λυπηρὸν καὶ τὴν ἐπηρεάζειν βουλομένην νενικήκαμεν Τύχην. τὸ γὰρ ἐκ τοῦ νόμου κώνειον τοῖς πράττουσι κακῶς ὑμῶν διδόντων εἰ πίοιμι, μετὰ τοῦ βίου καὶ τῆς ἀθυμίας ἀπαλλάξομαι.

[2] οἶδα μὲν οὖν ὅτι, κἂν μὴ τύχω τοῦ φαρμάκου, τῇ λύπῃ γε ἀντὶ τοῦ φαρμάκου χρήσομαι, διαφέρει δὲ τοσοῦτον ὅσον τὸ μὲν ταχὺ καὶ τήμερον ἀποθανεῖν παρέχει καὶ τὸ λίαν ὀξέως χαρίζεται, τῆς δὲ ἀνέχεσθαι δεῖ τὸ σῶμα κατὰ μικρὸν δαπανώσης καὶ ποιούσης τὴν δυστυχίαν μακράν. ὥσπερ οὖν ἕκαστος ὑμῶν, εἰ τελευτᾶν ἀναγκαῖον εἴη, βούλοιτ' ἂν ὡς τάχιστα ἀφεῖναι τὴν ψυχὴν ἢ χρόνον ὡς πλεῖστον ἐν ἀλγηδόσι κατασαπεὶς ὀψέ ποτε ἀπελθεῖν, οὕτω καὶ αὐτὸς τὴν διὰ τοῦ κωνείου προτίθημι τελευτὴν τῆς ἐκ τοῦ λυπεῖσθαι συμβησομένης. ὑμεῖς δὲ μὴ γένησθε χαλεποὶ πρὸς τὴν δόσιν, ἀλλ' ἐπειδὴ τῷ γείτονι γέγονεν ὁ πλοῦτος παρὰ τῆς Τύχης, ἐμοὶ παρ' ὑμῶν ὁ θάνατος.

[3]    Εἰ μὲν οὖν ἐσωφρόνουν ἅπαντες οἱ πλησίον οἰκοῦντες ἐκείνου τοῦ πρῴην μὲν ἡμῖν ἐοικότος, νῦν δὲ ἐξαίφνης εὐδαίμονος, πολλοὺς ἂν ἑωρᾶτε ταὐτὰ ποιοῦντας ἐμοὶ καὶ τῶν ἴσων χρῄζοντας τυχεῖν καὶ δεομένους ἀποθανεῖν· ἐπεὶ δὲ λίαν ἀναισθήτως ἔχουσι καὶ πρὸς γείτονος εὐτυχίαν οὐ μεμαθήκασιν ἀλγεῖν, ἀλλ' ἐν ἴσῳ τοῖς ἀνδραπόδοις στέργουσιν ὁρῶντες ἕτερον τοσαῦτα κεκτημένον, ἐγὼ πρόσειμι μόνος, ὃν οὐκ ἐᾷ τὸ φρόνημα τὰς τῶν πλησίον εὐπραξίας ἐνεγκεῖν, ἵν', ἐπειδὴ λείπομαι τοῦ πεπλουτηκότος χρήμασιν, ἀμείνων φανῶ τῶν ἄλλων τῷ μὴ δύνασθαι ζῆν.

[4] ὁρῶ μὲν οὖν πολλοὺς τῶν περιεστηκότων κακίζοντάς μου τὴν φύσιν καί τινος ἤκουσά που λέγοντος· τοῦτον ἔδει κηρύττειν τὸ νόσημα τῶν τρόπων, ὅν, εἰ καί τις ἄλλος προὔφερεν, ἀγανακτεῖν ἐχρῆν καὶ δοκεῖν ὑβρίσθαι; περὶ ὧν ἐγὼ τοσοῦτον εἴποιμ' ἂν ὅτι τούτων οἱ μὲν ὄντως οὕτως ἔχοντες ἐλεεινοὶ τῆς νωθείας καὶ νεκροῖς ἐοικότες, ἀκίνητοι τὴν γνώμην, οὐ πληττόμενοι τοῖς ἑαυτῶν κακοῖς, ἀτεχνῶς λίθινοί τινες, περὶ ὧν ἡ καλὴ παροιμία βοῦς ἕβδομος, οὗτοι μὲν οὖν, ὅπερ ἔφην, ἄξιοι δακρύων, οἱ δ' ἀγανακτοῦντες μέν, ὥσπερ ἐγώ, κρύπτοντες δὲ τὸν τρόπον καὶ βουλόμενοι νομίζεσθαι μὲν ὅπερ οὔκ εἰσι, μὴ δοκεῖν δὲ ὅπερ εἰσίν, οὗτοι μισοῖντο μὲν ἄν, ὅτι μὴ συζῶσιν ἀδόλως, ἀλλ' ἐν πεπλασμένῳ τῷ σχήματι, καὶ αὐτοὶ δ' ἂν ἐλεοῖντο δικαίως, εἰ τῷ γενναίῳ τῆς φύσεως αἰσχύνονται δέον ἀγάλλεσθαι.

[5]    Ἐγὼ δὲ ἄδικος μὲν οὔκ εἰμι, πόθεν; τοῖς θεοῖς δὲ ἀδικίαν ἐγκαλῶν οὐκ ἐπαυσάμην, οἳ καθάπερ ἀκρόπολιν τύραννοι κατειληφότες οὐδὲν ἴσον περὶ τῶν ἀνθρωπίνων φρονοῦσι τοὺς μὲν ποιοῦντες ἀθλίους, τοὺς δὲ εὐδαίμονας. ἔδει δὲ μὴ μόνον αὐτοὺς εἶναι κυρίους ἐξ οὐρανοῦ τὰ τῇδε στρέφειν, ἀλλὰ καὶ τοῖς ἠδικημένοις τῶν ἀνθρώπων λόγον ἐν δικαστηρίοις ὑπέχειν, καὶ οὐκ ἄν, ὥσπερ νῦν, ἐτόλμων τὸ παραστάν. νῦν δὲ ἐν τοῖς ἡμετέροις τρυφῶσι κακοῖς πᾶν τὸ δίκαιον ἀνελόντες.

[6] φέρε γάρ, εἴ πως αὐτοὺς ἐδυνήθην δεῦρο καταγαγὼν διαλεχθῆναι βραχέα, τί ἂν ἀπεκρίναντο; ὑμεῖς οἱ τιμᾶσθαι βουλόμενοι καὶ θυσιῶν ἀπολαύειν ᾠήθητε χρῆναι καὶ τὸ τῶν ἀνθρώπων ποιῆσαι γένος εἴτε πηλῷ χρησάμενοι πρὸς τὴν ποίησιν εἴθ' ὅτῳ δήποτε ἄλλῳ. τί οὖν μαθόντες εὐθὺς ἠδικεῖτε περὶ τὰ πλαττόμενα τὸν μὲν μείζω δημιουργοῦντες, τὸν δὲ ἐλάττω, τὸν μὲν ἰσχυρόν, τὸν δὲ ἀσθενῆ, τὸν μὲν βραδύν, τὸν δὲ ποδώκη, τὸν μὲν ὥρᾳ λαμπρόν, ἕτερον δὲ ἄμορφον;

[7] ἀλλ' ἀφίημι ταῦτα καὶ μὴ ἔστωσαν εὐθύναι τῶν περὶ τὰ σώματα. τί οὖν ἐγκαλέσαι τις ἄν, ὦ βουλή, μάλιστα, καὶ τί τὴν πολλὴν ἀδικίαν ἔχει καὶ μέμψιν; ὅτι κατασκευάσαντες ἡμῖν οὕτω τά τε σώματα καὶ τὸν βίον ὥστε [καὶ] χρημάτων δεῖν εἰς σωτηρίαν, οἰκίας, ἐσθῆτος, διακόνων, ὑποζυγίων, σκευῶν, ἀργυρίου, χρυσίου τοῖς μὲν πολλὰ ταῦτα καὶ μεγάλα νέμουσι, τοὺς δ' ἐν ἀχρηματίᾳ ζῆν ἀναγκάζουσιν. εἶτ' ὄνομα μὲν κοινὸν ἐλεύθεροι, τὰ δὲ ἔργα τῶν μὲν ἃ δεσποτῶν ἐστι, τῶν δὲ ἃ δούλων.

[8] διὰ τί οὐ δύο χεῖρες ἅπασιν, οὐ πόδες δύο, οὐκ ὦτα καὶ ὀφθαλμοὶ τοσοῦτοι; τί ποτ' οὖν μὴ μιᾷ φύσει μίαν ἐπέστησαν τύχην; ἆρ' οὐ πολλῷ μετριώτερον κέχρηνται τοῖς θηρίοις ἢ ἡμῖν; οὐ λέων λέοντος εὐπορώτερος, οὐ λύκου λύκος, οὐ τῶν ἄλλων οὐδὲν οὐδενός. πάντα ἐν ὄρεσι καθεύδει, πάντα τοῖς αὐτοῖς τρέφεται, πάντα ὕδωρ πίνει. κοιναὶ μὲν πηγαί, κοινοὶ δὲ ποταμοί. πένεσθαι δὲ καὶ πλουτεῖν παρ' ἐκείνοις οὐκ ἔστι, διόπερ οὐδὲ φθονεῖν.

[9] τὰ δὲ ἡμέτερα πῶς; Ἡράκλεις, τῆς ἀνωμαλίας. ὁ δεῖνα πλούσιος καὶ χρυσὸς ἔνδον πολύς, ἕτερος ἐνδεὴς καὶ περὶ τῶν ἀναγκαίων ἡ φροντίς. ἔπειθ' οὗτος αὐτὸς ἐξαίφνης εὔπορος, ἄλλος δὲ πένης ἔτι. διὰ τί; πολλάκις γὰρ ἐρήσομαι. οὐ τὴν αὐτὴν οἰκοῦσι πόλιν; οὐκ ἐν τοῖς αὐτοῖς ζῶσι νόμοις; οὐ τὴν αὐτὴν ἐπέρχονται γῆν; οὐ τοῦ αὐτοῦ μετέχουσιν ἀέρος;

[10] καὶ τί λέγω πολίτας; ἐν τοῖς γένεσιν ἡ Τύχη τοιαῦτα νεανιεύεται, καὶ τὸ μὲν αἷμα ταὐτόν, τὰ ὄντα δὲ οὐκ ἴσα, ἀλλ' οὕτω τοὺς μὲν αἴρει, τοὺς δὲ καθαιροῦσα τέρπεται ὥσθ' οἱ τοῦ δεῖνος οἰκέται τῶν οἰκείων ἐκείνου σεμνότεροι καὶ οἱ μὲν ἐπ' ἄκρων πορεύονται δακτύλων, οἱ δὲ ἐπτήχασιν.

[11] ἡ δὲ δὴ τῶν δικαιοτάτων νομοθεσία θεῶν καὶ περὶ τὴν φύσιν τῆς γῆς τοιαῦτα πλημμελεῖ. ἡ μὲν γὰρ χρυσῖτις, ἀργυρῖτις δὲ ἄλλη, παρὰ δὲ τῆς οὐδ' ἂν σίδηρον λάβοις. ἡ μὲν πολύπυρος, ἡ δὲ πολύοινος, οἱ δέ τινες οἰκοῦσι πέτρας. ἐῶ τὴν γῆν. ἤδη τινὲς ἔμποροι δύο μιᾶς ἐπιβάντες νεώς, ὁ μὲν ἐπανῆκεν εὐδαίμων, ὁ δὲ σὺν ἐλάττοσιν ἢ μεθ' ὅσων ἐξέπλευσεν. ὅστις οὖν οὕτω κακοῖς κεχρημένος προστάταις ἀγανακτεῖ, νοσεῖ τὴν ψυχὴν οὗτος λυπούμενος ἐφ' οἷς ἄξιον;

[12]    Δοκιμασταὶ γάρ εἰσι τῶν πραττομένων οἱ θεοὶ καὶ τοὺς χρηστοὺς ἀμείβονται πλούτῳ καὶ τοὺς πονηροὺς κολάζουσι πενίᾳ. καὶ μὴν ἐνταῦθά γέ ἐστι τῆς ἀδικίας ὁ κολοφών. οὐχ ὁρᾶτε τοὺς πονηροὺς εὖ πράττοντας, οὐ τοὺς βελτίστους ἀτυχοῦντας; πόσοι μὲν ὑβρισταὶ καὶ μοιχοὶ καὶ πατραλοῖαι καὶ φονεῖς καὶ προδόται ζάπλουτοι; πόσοι δὲ μέτριοι καὶ χρηστοὶ καὶ δίκαιοι καὶ θεοὺς φοβούμενοι καὶ φίλους αἰσχυνόμενοι καὶ νόμοις πειθόμενοι καὶ πατρίδος κηδόμενοι μόλις ἔχουσιν ὅσον ἀποζῆν; [13] τί ‹δὲ› δεῖ πόρρωθεν ἀποδεικνύναι τὸν λόγον; ἀλλ' ὑμεῖς, ὦ πεντακόσιοι, φαίητ' ἂν εἶναι πονηροὶ καὶ πολλὰ ποιεῖν ὧν οἱ νόμοι κωλύουσι καὶ δίκην ὀφείλειν τοῖς θεοῖς; οὔθ' ὑμεῖς εἴποιτ' ἂν ἐγώ τε ὑμῖν οὐ σύνοιδα. τί οὖν; ἀπὸ σεμνῶν ἅπαντες οἰκιῶν ἥκετε νῦν καὶ πάλιν ἀναστάντες ἐπὶ τρυφὴν βαδιεῖσθε; ἀλλ' ἔγωγε πολλοῖς ὑμῶν οἶδα μίαν οὖσαν καταφυγὴν τὸν ἐνθένδε μισθόν.

[14] πῶς οὖν τοῖς ἐπιεικέσι τὰ βελτίω καὶ τοῖς μὴ τοιούτοις τὰ χείρω; πῶς δ' οὐκ ἀνάγκη δυοῖν θάτερον, ἢ μὴ εἶναι τοὺς λεγομένους θεούς, κρατεῖν δὲ ἀντ' ἐκείνων ταὐτόματον ἢ τῆς ἐκείνων ἀρχῆς ἀπεῖναι τὸ τοῦ δικαίου μέρος; ἃ παιδίον μὲν ὢν ἔτι καὶ ἐν γάλακτι μήτ' ἀκούων μήτε μανθάνων ἐκέρδαινον τῇ διὰ τὸν χρόνον ἀγνοίᾳ, φοιτῶν δὲ εἰς διδασκάλου καὶ συνιεὶς ἤδη τί πλοῦτος, τί πενία καὶ πυνθανόμενος δαιμόνων γνώμῃ τὰ τῶν ἀνθρώπων ἄγεσθαι τῆς λύπης ἐδεχόμην ἀρχήν.

[15] ἑώρων γὰρ τοῖς συμφοιτηταῖς ἐσθῆτα βελτίω καὶ βιβλία λαμπρότερα καὶ τὴν ψυχὴν ἀπῄειν πεπληγμένος. ἤκουον διηγουμένων ἑστιάσεις πολυτελεῖς. πάλιν ἐπληττόμην. γάμου καιρὸς ἧκεν, ὡς οὐκ ὤφελεν. ἐγάμουν ὡς οὐκ ἔδει. νομίζων γὰρ ὥσπερ ἑτέροις φορὰν ἀγαθῶν ἔσεσθαί μοι τὸ πρᾶγμα συμφορὰν ᾐσθόμην προσθέμενος, λύσας δ' οὐδὲν τῶν κακῶν. ἔδει γὰρ χωρὶς μὲν ἀλγεῖν ἐπὶ ταῖς τῶν ἀνδρῶν εὐτυχίαις, χωρὶς δὲ τῷ τῆς ἐμῆς γυναικὸς ἑτέρας εὐπορωτέρας ὁρᾶσθαι.

[16] πάλιν οὖν ἐνταῦθα τοῖς θεοῖς ἐνεκείμην· ὦ Ζεῦ καὶ Ἥλιε καὶ Γῆ καὶ Ἥρα καὶ Δήμητερ, ὁ δεῖνα τῶν πολλῶν εἷς ὢν πρὶν ἢ γῆμαι μετὰ τὸν ὑμέναιον ἐν τοῖς εὐπόροις, ἐγὼ δὲ οἷος πρὸ τοῦ, τί τῶν περὶ τὸν γαμήλιον ἐλλελοιπώς; οὐχ ἧψα δᾷδας; οὐκ ἐστεφανωσάμην; οὐκ ἔθυσα κατὰ δύναμιν; οὐχ εἱστίασα τοὺς φίλους; ποῖ δή μοι ταῦτα οἴχεται καὶ παρανάλωται;

[17]    Τοσαύταις τοίνυν, ὦ βουλή, βαλλόμενος καὶ τιτρωσκόμενος ἀλγηδόσιν ἀντεῖχον ὅμως καὶ διεκαρτέρουν ἐξ ἑνός μοι μόνου παραμυθίου. τί δὲ τοῦτο ἦν; ἦν μοι γείτων ἐοικὼς μὲν κατὰ τοὺς τρόπους, οὐ διεστηκὼς δὲ κατὰ τὴν τύχην, ταὐτὰ λυπούμενος, ἀπὸ τῶν αὐτῶν ἀγανακτῶν. γινόμεθα συνήθεις τῇ τε ἄλλῃ καὶ τῷ πλησίον οἰκεῖν. κοιναὶ μὲν ἡμῖν πρόοδοι, κοιναὶ δὲ διατριβαί, κοινὰ δὲ λουτρά, κοιναὶ ‹δὲ› τράπεζαι, καὶ σὺν ἀλλήλοις εἰς ἀγορὰν ἐνεβάλλομεν, εἰς ἐκκλησίαν ἐφοιτῶμεν, ἀνεστρέφομεν οἴκαδε. ταῖς νουμηνίαις νόμῳ μὲν πόλεως ἐθύομεν, νοῦν δὲ οὐκ ἔχειν ἠπιστάμεθα τὴν θεραπείαν. ἐπὶ δεῖπνον ἄκλητοι παρ' ἀλλήλους ἐχωροῦμεν. νοσοῦντι παρεκαθήμην. τῶν αὐτῶν ἀρρωστῶν ἀπέλαυον. ἤδη λόγος ἦν ἐν τῇ πόλει τῆς ἡμετέρας συνηθείας· εἰς τοσοῦτον ἀφῖκτο.

[18] δι' ἐκεῖνον ἐγὼ τὸν ἄνθρωπον οὐ πάλαι τὸ κώνειον ᾔτησα. ἐπειδὴ γὰρ ἀπηλλάγημεν ἐκ τῶν ἐκκλησιῶν καὶ τῆς ἀγορᾶς ἰδόντες τὸν μὲν στρατηγὸν ᾑρημένον, τὸν δὲ πρεσβευτὴν κεχειροτονημένον, τὸν δὲ σιτώνην, τὸν δὲ βοώνην, τὸν δὲ ἐστεφανωμένον, τὸν δὲ εἰκόνος τετυχηκότα ἀνθρώπους ἀπ' ἐργαστηρίων ἐκπεπηδηκότας, γναφέας καὶ βυρσοδέψας καὶ τέκτονας, στένοντες μὲν ἀπεχωροῦμεν, μεμφόμενοι τῷ δήμῳ, καταρώμενοι τοῖς λέγουσιν αὐτοῖς ἐν οἷς εὐδαιμονίζομεν τοὺς παρὰ τὴν ἀξίαν εὖ πράττοντας, ἀγχόμενοι, πολὺν δὲ χρόνον ἄφωνοι μένοντες καὶ κρατοῦντες τοῦ μηδὲ ἐσθίειν, ὀψέ ποτε βλέποντες εἰς ἀλλήλους ἀνεφέρομεν.

[19] καὶ ἐμὲ μὲν ἔπειθε ζῆν ἡ ἐκείνου ταπεινότης, ἐκεῖνον δὲ τὸ μὴ τῶν ἐκείνου τἀμὰ γεγονέναι βελτίω, καὶ φθειρόμενοι τοῖς ἑτέρων ἀγαθοῖς ἀμφότεροι τοῖς ἀλλήλων ἐσωζόμεθα κακοῖς. ἐγγύθεν γὰρ ἦν τὸ κουφίζον, πενία γείτονος. ἔστιν ἀργύριόν σοι; πολλάκις ἠρόμην. ὁ δὲ ἀπέφησε. τοῦτό με εὔφρανε. σοὶ δ' ἔστι; πάλιν ἐκεῖνος ἤρετο. μόλις, ἔφην, ὀβολός. κἀκείνῳ τοῦτο ἥδιστον. ᾔδειμεν γὰρ ὡς, ἕως ἂν ὦμεν ὅμοιοι τὴν τύχην, καὶ φίλοι, πλοῦτος δ' ὑπεροψίαν ἐμποιῶν κινεῖν φιλίας πέφυκε. καὶ τοῦτ' ἦν ἄρα τὸ λεγόμενον ἰσότης φιλότης, τὸ μηδαμῆ τὸν ἕτερον ὑπεραίρειν θατέρου.

[20] μέχρι μὲν οὖν ἐδόκει τοῖς θεοῖς περιεῖναί με, καὶ τῷ γείτονι τὸν ἔμπροσθεν ἐτήρουν βίον· ἐπεὶ δὲ περὶ τἀκείνου καινοτομοῦσιν, ἐμοὶ παραινοῦσιν ἀποθανεῖν. χωρούντων γὰρ ἡμῖν, ὡς ἔφην, τῶν πραγμάτων πρῴνη, ὦ βουλή, τῷ πένητι καὶ φίλῳ, ‑ πῶς εἴπω; πῶς διεξέλθω; πῶς ἀρκέσω διηγήσει πικρᾷ; τρόμῳ κατείλημμαι καὶ λειποψυχῶ καὶ κατατείνομαι καὶ πάσχω δεινότατα ἀνθρώπων. ὧν γὰρ ὅπως ἔξω γενοίμην, ἀποθανεῖν βούλομαι, ταῦθ' ὅπως ἀποθανεῖν μοι γένοιτο, λέγειν ἀναγκάζομαι ‑ πρῴην τοίνυν, ‑ δεῖ γάρ με καὶ τοῦθ' ὑπομεῖναι, διηγεῖσθαι ταῦτα ἃ μηδ' ἂν ἀκούων ἤνεγκα ‑ ἐξελθὼν ἕωθεν καὶ κεκλεισμένας ἰδὼν τὰς τοῦ γείτονος θύρας οὐκ εἰωθὸς ὂν προσελθὼν ‹καὶ› κρούσας ἐκάλουν. ὡς δ' οὐδεὶς ὑπήκουε, πάνυ σφόδρα κόπτων καὶ βοῶν μόλις ἤκουσα παρά του τῶν ἔνδον ἀπιέναι, δεῖν γὰρ ἐκεῖνον εἴσω μένειν. τί τοῦτο; ἔφην. ἀρρωστεῖ; πῶς οὖν οὐκ εἰσκαλεῖ; χαλεπόν τι συμβέβηκεν ἕτερον; οὔκουν ὁ καιρὸς φίλου; τὴν γυναῖκα πλημμελήσασαν ἐπανορθοῖ πληγαῖς; πολλάκις τοῦτ' ἐν ὀφθαλμοῖς ἡμῶν πέπρακται.

[21] κρεῖττον ἦν τὸ πρᾶγμα λογισμῶν καὶ ἀπιὼν ᾠχόμην, ὁ δὲ ἔνδον ὁ μακάριος ἐδέχετο τὰ δῶρα τῆς Τύχης. καὶ τοῦτ' ἦν πολλὰς ἐφεξῆς ἡμέρας ὥστε με ἀπορεῖν καὶ σπαράττεσθαι πανταχῆ τῇ γνώμῃ στρεφόμενον. ὡς δὲ ἐξῆλθέ ποτε φαιδρὸς καὶ μειδιῶν καὶ φέρων ἐπὶ τοῦ προσώπου τῶν ἔνδον ἀγαθῶν σύμβολον, προσδραμὼν ἐγὼ καὶ ζητῶν ἐφ' ὅτῳ κρύψειεν ἑαυτόν, σαφὲς μὲν ἤκουον οὐδὲν οὐδέπω, τὸν δ' ἄνθρωπον πολλοῖς εὕρισκον τεκμηρίοις ἄλλον γεγενημένον.

[22]

ἐνταῦθά τις ἐξελάλησεν ὡς πεπλούτηκεν ὁ γείτων. καὶ οὐκ ἐψεύσατο. καθάπερ γὰρ αὐτῷ τῆς γῆς χρυσοῦ πηγὰς ἀναδούσης πάντα πολλὰ καὶ μεγάλα, καὶ τῶν ὑποκριτῶν ὀξύτερον τὸ σχῆμα μεταβέβληκεν. ὁ κεκυφὼς ὤρθωται, ὁ σκυθρωπάζων γελᾷ, ὁ τῆς Τύχης κατήγορος νῦν ἐπαινέτης, ὁ πρῴην ἐν ῥακίοις νῦν τὴν ἱερὰν ἐσθῆτα φορεῖ. νῖκαι, στέφανοι. περὶ τὰς θύρας οἰκέται διαθέουσιν. ὤσφροντο τῆς εὐδαιμονίας οἱ κόλακες. μετὰ πολλῶν βαδίζει. παρέωσμαι, καταπεφρόνημαι, μόλις τυγχάνω προσρήσεως.

[23] ἐδεήθην μαθεῖν ὅθεν ἥκει τὸ ῥεῦμα τῶν χρημάτων, ὁ δὲ νεύσας τι πρὸς τὸν οἰκέτην ἀφῆκεν οἴκαδε τρέχειν, ἀπεκρίνατο δὲ πρὸς ἡμᾶς οὐδὲ γρῦ. δακνόμενος δὴ τοῖς ἔξωθεν φαινομένοις ἐβουλήθην ὁ δυστυχὴς ἐγὼ καὶ τὴν εἴσω θυρῶν εὐδαιμονίαν ἰδεῖν καὶ τὰ πρῶτα φεύγων αὐτῷ συνδειπνεῖν, ἐν γὰρ δὴ τοῖς πολλοῖς καὶ αὐτὸς ἐκαλούμην, ὁ πρότερον μόνος μόνῳ συζῶν ὑπήκουσα καὶ τὸ κακὸν ἑκὼν ἐπεσπασάμην.

[24] ὡς γὰρ εἰσῆλθον, πολλοῖς τοξεύμασιν ἐβαλλόμην τὴν ψυχὴν διὰ τῶν ὀφθαλμῶν· ἑώρων ἡμικύκλιον ἠσκημένον, τάπητας ἐπὶ βάθρων, τράπεζαν ἐξ ἀργύρου, ὀψοποιούς, οἰνοχόους, χρυσίδας, πινακίσκους, δίσκους, ὄψα ποικίλα, Θάσιον οἶνον, πλῆθος διακόνων, σπουδὴν μετὰ σιγῆς, τὰ δὲ αὐτὰ βλέπειν τε ἐπειρώμην ἀκριβῶς καὶ βλέπων ἠνιώμην. ἐπὶ πάντα μὲν εἱλκόμην, πανταχόθεν δὲ ἐπληττόμην. μὴ θεάσασθαι μὲν οὐκ ἠνειχόμην, θεώμενος δ' ἀπωλλύμην.

[25] οἱ μὲν οὖν ἄλλοι δαιτυμόνες ἤσθιόν τε καὶ ἔπινον, ἐγὼ δὲ ἴδιον, ἐκαλινδούμην, ἔτριβον τὴν κεφαλήν, οὐ μετεῖχον ἐδωδῆς, ἀπεωθούμην ἐκπώματα καί που καὶ σφοδρότερον ἀναστένων ἐξήλεγξα τὸ πάθος, ὥστε καὶ γέλωτα παρεῖχον τοῖς συμπόταις ἤδη μεθύουσιν. ἦν γὰρ δὴ παρὰ τῷ γείτονι τοσοῦτος οἶνος ὅσονπερ ὕδωρ. αὐλητρίδες τὰ ἐντεῦθεν καὶ ηὐλούμεθα μέχρι πόρρω τῶν νυκτῶν.

[26] ἐμοὶ δὲ μικρὸν ἔτι μετῆν ψυχῆς καὶ πρὸς ἐμαυτὸν ἔλεγον· οὗτος ἐκεῖνος; οὗτος ὁ γείτων; οὗτος ὁ πένης οὑμὸς ἑταῖρος; ἀπάτη ταῦτα καὶ θαυματοποιῶν τέχνη καὶ παράκρουσις ὀμμάτων. ἢ τὰ ὄντα ὁρᾶται; ηὐξάμην, ὦ βουλή, τῷ Ποσειδῶνι σεῖσαι καὶ τὴν οἰκίαν καταβαλεῖν καὶ ποιῆσαι τὸν ἀνδρῶνα τοῖς πίνουσι τάφον. αὐτὸς ἂν ἡδέως πρῶτος κατεχωννύμην ἑψομένου μοι τοῦ πλουσίου.

[27] βεβαπτισμένων δὲ ἤδη τῶν δαιτυμόνων καὶ οὐδὲ ὀρθοῦσθαι δυναμένων ἀπῄειν αὐτὸς θεατὴς δείπνου γεγενημένος καὶ ῥίψας ἐμαυτὸν εἰς τὸν σκίμποδα τὸν οὐκ ἀμειφθέντα παρὰ τῆς Τύχης τὰ πολλὰ μὲν ἄγρυπνος ἐκείμην οἰμώζων, βραχὺ δέ τι δεξάμενος ὕπνου τὴν τοῦ γείτονος ὠνειροπόλουν κατασκευήν, ὥστ' ἐξηγειρόμην σὺν βοῇ. ὢ δεινῆς ἀγρυπνίας ἐκείνης, ὢ πικροτέρων ὀνειράτων.

[28] ἠρώτα τὸ γύναιον ὅ τι πέπονθα. κακόδαιμον, ἀπεκρινάμην, ἀγνοεῖς τὰ τοῦ γείτονος; ὑπερβαίνει τὰ ἔργα τὸν λογισμόν. οὐ φέρω τὴν μετάστασιν. δότω τις ξίφος. ἐμαυτὸν ἀποκτενῶ. μᾶλλον δ' οὐχ οὕτως, ἔστιν ἀντὶ τοῦ ξίφους φάρμακον δημοσίᾳ πινόμενον. τοῦτ' αἰτήσειν ἔφην. τοῦτ' αἰτῶ νῦν. δότε δὴ καὶ λύσατέ με τῆς χαλεπῆς θέας τῶν τοῦ γείτονος ἀγαθῶν.

[29]    Οὕτω δή μοι πολιορκουμένῳ παρελθών τις τῶν κομψῶν ῥητόρων διαλέξεται καὶ φιλοσοφήσει περὶ τῶν ἀνθρωπίνων κακῶν καὶ ὡς τὰ μὲν ἀφόρητα καὶ δεῖ φαρμάκου, τὰ δ' ἀνεκτά, καὶ πολλῆς ἀνοίας ἀντὶ τοῦ φέρειν ἐπὶ τὸ κώνειον τρέχειν. οἷον λελώβηταί σοι τὸ σῶμα καὶ οὐκ ἂν ἔχοις αὐτῷ κεχρῆσθαι. προσιὼν ἀπόθνησκε. λόγον ὁ θάνατος ἔχει. πλῆθός σοι παίδων ἀπήνεγκε νόσος καὶ πέπτωκας εἰς ἀπαιδίαν. πάλιν βουλομένῳ τελευτᾶν ἐναντιοῦσθαι περίεργον. εἰ δέ τις πλουτεῖ μηδὲν τῶν σῶν ἀφῃρημένος, ποῦ σῶφρον ἐπὶ τούτῳ θανατᾶν; εἰπέ μοι.

[30] σὺ δὲ ποτέρων ὢν ταῦτα νομοθετεῖς; τῶν ἐξαίφνης καὶ αὐτὸς πεπλουτηκότων; εἰκότως ἄρα σεμνολογῇ τῆς ἐμῆς πληγῆς ἀφεστηκώς. ἐν γὰρ ἀλλοτρίοις κακοῖς οὐ χαλεπὸν πορίσασθαι λόγους εὐπρεπεῖς. ἀλλὰ καὶ αὐτὸς εἶ πένης καὶ τῶν ἑτέρους μακαριζόντων; τὸ λαβεῖν οὖν κώνειον ζητεῖν ἀφεὶς ὅπως τὸν βουλόμενον κωλύσεις λαβεῖν μηχανᾷ καὶ δέον προτρέπειν ἀνείργεις καὶ δέον μιμεῖσθαι μεταπείθεις; ἀργότατε ἀνθρώπων, οὐ κοινωνήσεις τῆς ἀποδημίας; οὐκ ἔσῃ μοι συμπότης; οὐκ ἀπαλλάξῃ τουτωνὶ τῶν ἀποβλεπομένων;

[31] μηδεὶς ὑμῶν, ὦ βουλή, λεγέτω περὶ τῶν ἐθελόντων ἀποθανεῖν· οὗτος εἰκότως, οὗτος οὐκ εἰκότως. ἑκάστῳ γὰρ ἐφ' ὅτῳ λυπεῖται, τοῦτο βαρύ. καὶ διαφέρομέν γε τῇ περὶ ταῦτα δόξῃ πλέον ἢ τῷ τύπῳ τῶν μορφῶν οὔτε τῶν αὐτῶν ὡς καλῶν ἐπιθυμοῦντες οὔτε τοῖς αὐτοῖς ὡς δεινοῖς ἀνιώμενοι. οἷον ὁ μὲν ἐρᾷ τοῦ δύνασθαι λέγειν καὶ τἄλλ' αὐτῷ μικρά, τῷ δὲ τὸ κρατεῖν ἐν μάχαις μέγα καὶ τῶν ἄλλων οὐδεὶς λόγος. ὁ μὲν ἐπιθυμεῖ τῶν ἐκ γῆς καρπῶν καὶ φρίττει τὴν θάλατταν, τῷ δὲ τὸ πλεῖν ἥδιον τοῦ περὶ τὴν γῆν ταλαιπωρεῖν. ἕτερος ἥττων χρημάτων καὶ τὰ λοιπὰ γέλως, τῷ δὲ μία σπουδὴ στέφανον ἐξ Ὀλυμπίας λαβεῖν καὶ πᾶς αὐτῷ χρυσός, εἰ πρὸς τὸν κότινον ἐξετάζοιτο, φαῦλος.

[32] οὕτω δὴ καὶ πρὸς τὰ δυσχερέστατα τῶν πραγμάτων ἔχουσιν ἄνθρωποι. τοῖς μὲν δεινότατον εἶναι δοκεῖ φυγή, τοῖς δὲ ἀτιμία, τοῖς δὲ δήμευσις, τοῖς δὲ τὸ δεδέσθαι, τοῖς δὲ παίδων θάνατος, τοῖς δὲ τὸ πεπηρῶσθαι. καὶ ταὐτὰ τοὺς μὲν ἔπεισεν ὡς οὐκ ἄξιον ζῆν, τοὺς δὲ ὡς ἐπὶ κούφοις μὴ τεταράχθαι. σοὶ δεινὸν ἀποβολὴ παίδων, ἐμοὶ δὲ γείτονος εὐτυχία, ἑτέρῳ χεῖρα ἀποτετμῆσθαι, ἐμοὶ παροικεῖν εὐδαίμονι.

[33] μή μοι νομοθέτει τίσιν ἀλγεῖν ἄξιον, ἀλλ' εὑρὼν ἐφ' ὁτῳοῦν ἀλγοῦντα μετάδος τῆς βοηθείας. ἢ πῶς οὐ σχέτλιον ἐμὲ μὲν τῷ πάθει πιέζεσθαι, τὸ δὲ τῷ πεπονθότι μέγα μικρὸν τοῖς ἀκούουσι δοκεῖν, ὥσπερ ἂν εἴ τις τὸν ὑπ' ἔχεως δεδηγμένον ἀφέντα βοᾶν κελεύοι γελᾶν;

[34] οὐκ ἂν ἴδοις με νικώμενον ὑπ' ἄλλης συμφορᾶς οὐδ' ἂν αἰτοῦντα κώνειον ἐπ' ἐκείνοις οἷς σὺ τραγῳδεῖς κακοῖς. παίδων στερηθεὶς ἤνεγκα ἂν καὶ συνήσθην ἀπηλλαγμένοις τῆς τῶν θεῶν ἀκρισίας. χεῖρας καὶ πόδας ἀποκοπεὶς οὐκ ἂν ἀπεῖπον, εἶχε δ' ἄν τι τὸ ἀτύχημα καὶ τερπνόν, μὴ πολλοῖς ἐντυγχάνειν ἐπ' ἀγορᾶς πλουσίοις. ἔδειξα ἂν ἀνδρίαν καὶ τυφλωθεὶς ἐν πενίᾳ κατεχομένου τοῦ γείτονος. οὐ φέρω τὸ παρόν, οὐ φέρω. μεῖζόν ἐστι τῆς ἐμῆς ψυχῆς τὸ φορτίον. πένητες ἦμεν ἄμφω, νῦν δὲ τἀκείνου μεθέστηκε, μεταστήσομαι δὴ καὶ αὐτὸς οἷ βέλτιον.

[35]    Πολλοὶ πολλάκις τεθνήκασι παρ' ὑμῖν δεηθέντες ἀπελθεῖν. ἀναμνήσθητε δὴ τῶν ῥημάτων οἷς χρησάμενοι τὴν βουλὴν ἔπειθον· ἀτυχῶ, δυστυχῶ, δυσμενοῦς πεπείραμαι τῆς Τύχης, πονηρῷ συμπέπλεγμαι δαίμονι. ταῦτα δὴ καὶ αὐτὸς ἔχω λέγειν· ἀτυχῶ, δυστυχῶ. μισεῖ με καὶ ποιεῖ κακῶς ὁ δαίμων. ἡ καταλαβοῦσα Τύχη τῶν χρημάτων τὰς πηγὰς οὐκ ἐπαντλεῖ. εἰ μὲν οὖν εὐτυχεῖν με φήσει τις, ψεύσεται· δυστυχεῖν δὲ ὁμολογῶν τί ζῆν ἀτυχοῦντα βούλεται; λύπη τοὺς ἄλλους ἠνάγκασεν ἐπιθυμῆσαι τελευτῆς. ὑπὸ λύπης ἥκω δεῦρο καὶ αὐτός.

[36] ἀλλὰ ζῆν παραινεῖ τις. οὐ δυνάμενον νουθετεῖ. τί φῄς; ἐγὼ βιώσομαι τῆς τοῦ πλησίον οἰκίας οὕτω πραττούσης ὀφθαλμοὺς ἔχων, ὦτα ἔχων, ὁρῶν ἐκεῖνα, περὶ αὐτῶν ἀκούων; καὶ τί διοίσω τῶν ἐν Ἅιδου κολαζομένων; οὐ τὸ ζῆν αὐτὸ καλόν ἐστιν, ὦ βουλή, τὸ δὲ σὺν εὐθυμίᾳ ζῆν ἐξεῖναι τοῦτο καὶ τὸ ζῆν ἐν τοῖς καλοῖς τίθησι. τὴν δ' εὐφροσύνην ἂν ἀφέλῃς, ζημία τὸ μὴ τεθνάναι.

[37]    Μὴ τοίνυν με τηρήσητε πένθει πολυημέρῳ καὶ κατηφείᾳ καὶ δάκρυσι μηδ' ἀφ' ὧν ἥκω, πάλιν ἐπὶ ταῦτα ἀποπέμψητε. λίθινος γὰρ ἂν ἀνάσχοιτο τῆς θέας ἐκείνης. ἕωθεν ὀψώνης πρόεισι σὺν ἁδρῷ τῷ βαλαντίῳ, τοῦτο δὲ κενώσας σπυρίδας ἐμπλησάμενος ἀναστρέφει τῶν ὠνίων ἄγων. ἔπειτ' ἐφ' ἕτερον ἔξεισι καὶ πάλιν τι φέρων ἐπάνεισι πολλοὺς διαύλους κατ' ἐμοῦ τοῦ κακοδαίμονος τρέχων.

[38] μικρὸν δὲ πρὸ μεσημβρίας ὁ γείτων λελουμένος ἔρχεται στρατοπέδῳ κολάκων παραπεμπόμενος καὶ κτύπος βαδιζόντων καὶ γέλως ἐπὶ τοῖς παρ' ἐκείνου σκώμμασιν. ἐγὼ δὲ καταδὺς ὑπὸ τὴν κλίνην φεύγω τὸ γύναιον αἰσχυνόμενος. ἔπειθ' οἱ μὲν ἀριστῶσι σὺν λαμπροτέρῳ τῷ γέλωτι καὶ πίνοντες ᾄδουσιν ὕμνους τινὰς ὥσπερ εἰς θεὸν τὸν γείτονα συντεθεικότες. ἐγὼ δὲ παρατίθεμαι τράπεζαν, Ἥλιε, τὴν ἀρχαίαν. δείλης ὀψίας ὀρνιθοθῆραι καὶ κυνηγέται, πολλοὶ μὲν ἵπποι, πολλοὶ δὲ κύνες, καὶ πανταχόθεν ἡ τρυφή. καὶ τὸ δεῖπνον ἔπεισι συχνὴν ἄγον τὴν πανήγυριν, ἐφ' ὃ καλούμενος κρύπτομαι.

[39] τῆς ὑστεραίας ταὐτὰ πάλιν. ὁ μὲν σκοπεῖται περὶ τῶν δαιτυμόνων, ἐγὼ δὲ περὶ τῶν ἀναγκαίων. ὁ μὲν φαιδρὸς ἐν φαιδροῖς οἰκέταις, ἐγὼ δὲ κατηφὴς ἐν συνεσταλμένοις, ὁ μὲν ἐν πολλοῖς νεωνήτοις, ἐγὼ δὲ ἐν πατρῴοις δυοῖν. ἔξεισιν ἐκεῖνος καὶ πᾶς τις ὑποχωρεῖ καθάπερ τυράννῳ, ἔξειμι καὶ αὐτὸς καὶ πᾶς τις ἐμβάλλει καθάπερ ἀτίμῳ.

[40] εἶτά μοί τις παραινεῖ ζῆν οὐκ ἔχων σβέσαι τὸν πλοῦτον τοῦ γείτονος; οὐ ζῆν οὗτός μοι παραινεῖ, πόθεν; ἀλλὰ στένειν, ὀδύρεσθαι, πενθεῖν, μαραίνεσθαι, τήκεσθαι, κατατέμνεσθαι, λυττᾶν, ἐμαυτὸν ἐσθίειν, ἃ νῦν ποιῶ καὶ δι' ἃ πρόσειμι νῦν, ὅπως αὐτῶν λυθείην. ἡμιμανής εἰμι καὶ τῶν φρενῶν διέφθαρται τὸ πλέον. ἐπὶ τελείαν πορεύομαι μανίαν. πρὶν τοῦτο γένηται, βοηθήσατε.

[41] τίς οὕτω μακρὰ νόσος τὸν ἀσθενοῦντα διέθηκεν ὡς ἡ τοῦ γείτονος ἐμὲ περιουσία; οὐχ ὁρᾶτε τὴν ῥῖνα ὡς ὀξεῖα, οὐ τὸ ὄμμα ὡς ὕφαιμον, οὐ τὰς γνάθους ὡς συμπεπτώκασιν, οὐχ ὡς διερρύηκα πᾶς, οὐχ ὡς εἴδωλον περιέρχομαι;

[42] τολμᾷ τις οὖν εἰπεῖν· ζῆσον οἰκτρὸς ὤν, ζῆσον ἐλεούμενος, ζῆσον ἀτυχῶν, ζῆσον τοῦ γείτονος εὐδαιμονοῦντος; εἰ τόξα λαβόντα βέλος ἔστιν ἀφεῖναι κατὰ τῆς Τύχης καὶ τυχεῖν, δειξάτω τις, καὶ κουφιεῖ τὴν λύπην, ὦ βουλή· εἰ δ' ἀμήχανον, ἔα με τὸν θυμὸν εἰς ἐμαυτὸν ἀφεῖναι. πῶς γὰρ οἴσω; ποίοις λογισμοῖς;

[43] εἰ πονῶν ἐκεῖνος καὶ πλουτηρὸν ἔργον μετιὼν συνείλεκτο χρήματα κατὰ μικρὸν ἀγείρων, ἦν μὲν ἂν καὶ τοῦτο ἀλγεινόν, διὰ τί γὰρ μόνος εἶδε τὴν ἐπὶ τὸν πλοῦτον ἄγουσαν, ἴσως δὲ ἠνειχόμην· ἐπεὶ δὲ καθεύδοντι κατέχεέ τις εὐδαιμονίαν, οὐ φέρω.

[44] πόσον οἴεσθε μεταξὺ τῆς ἐκείνου τε εἶναι καὶ τῆς ἐμῆς οἰκίας; στενωπός. ὡς τοίνυν ἧκε φερόμενα τὰ παρὰ τῆς Τύχης, τί μὴ καὶ παρ' ἡμᾶς εἰσέπεσε τοὺς οὕτως ἐγγύς; οὐκ ἦν εἴσοδος; οὐκ ἦν ὁ δεξόμενος; κεκλεισμέναις ἐνέτυχε ταῖς θύραις; οὐκ ἔστιν. ἀλλ' οὐκ οἶδα τί δεδρακὼς ἠδίκημαι. χαρίζομαι δὴ καὶ τοῦτο τοῖς θεοῖς. ἀπέρχομαι τὸ πάντων ἥδιστον φῶς μισεῖν ἠναγκασμένος.

[45]    Σὺ γάρ, φησί, μόνος ἐκείνῳ γείτων, ἄλλοι δὲ οὔκ εἰσιν; ὧν οὐδεὶς ἀποθανεῖν βούλεται. εἰσί γε, ὦ βουλή, καὶ πολλοί. καὶ πρὸς τοσοῦτόν γε ἥκουσιν εὐηθείας ὥστε καὶ συγχαίρουσι καὶ συνεύχονται καὶ κολακεύουσι καὶ προσιόντες αἰτοῦσιν ἀγεννεῖς καὶ καταπεπτωκότες καὶ σπερμολόγοι καὶ δοῦλοι τὰς φύσεις.

[46] ἀλλὰ τί τοῦτο πρὸς ἐμέ; καὶ γὰρ ὑβρίζονται πολλοὶ καὶ παίονται καὶ προπηλακίζονται καὶ διαλύονται ῥᾳδίως. τί οὖν θαυμαστὸν εἰ τοσαύτης οὔσης τῆς πόλεως ταπεινοί τινές εἰσιν, οἱ δὲ μεγαλόφρονες; οὐδὲ γὰρ τῇ νεότητι πάντες ὁμοίως, ἀλλ' οἱ μὲν χρῶνται κακῶς, οἱ δὲ οὔ; τοὺς οὖν σωφρονοῦντας ἀξιώσει τις πωλεῖν τὴν ὥραν διὰ τοὺς ἤδη πεπρακότας; οὐδὲ γὰρ ἐν ταῖς μάχαις πάντες ὁμοίους παρέχουσιν ἑαυτούς, ἀλλ' οἱ μὲν τοῦ δρᾶσαί τι γλίχονται, τοῖς δὲ τοῦ μὴ παθεῖν μέλει, καὶ οἱ μὲν τύπτουσιν ἐμπηδήσαντες ἀφειδῶς αὑτῶν ἔχοντες, οἱ δ' ἀπολώλασι τῷ φόβῳ καὶ σκοποῦσιν ὅπως ἀποδράσονται.

[47] καὶ νῦν οὐκ ἔξω τῆς ἀνθρωπείας φύσεως τῶν ἐκείνου γειτόνων τὸν μὲν εὖ φρονεῖν, τοὺς δὲ ἀναισθήτως ἔχειν, καὶ τὸν μὲν ἄνδρα ὡς ἀληθῶς εἶναι, τοὺς δὲ βοσκήματα. τί δ', εἰ λυποῦνται μέν, φιλοψυχοῦσι δέ, δειλῶν ἐγὼ μιμητὴς γένωμαι; μᾶλλον δὲ ὁπότερον βούλει θές. εἰ μὲν γὰρ οὐκ ἄχθονται τῷ γεγονότι, τοῖς ἀψύχοις ἐοίκασι. τί οὖν δεῖ μεμνῆσθαι τούτων; εἰ δ' ἀξιοῦσι καὶ λυπούμενοι ζῆν τῷ δεδιέναι τὸν θάνατον, μηδείς μοι μεμνήσθω δειλῶν ἐν παραδείγματι. πολὺ γὰρ οἶμαι σωφρονέστερον ἐκείνων θαυμάζειν ὅτι μὴ τοῖς ἐμοὶ δόξασιν ἀκολουθοῦσιν ἢ τὸ μὴ τὴν ἐκείνων ἐμὲ ζηλῶσαι κακίαν ἐν αἰτίᾳ ποιεῖσθαι, ὧν τίς ἀνοητότερος; τίς ἀβελτερώτερος; μᾶλλον δὲ τίς ἐλεεινότερος;

[48] ‹οἷον› ἐπὶ τῇ τῶν ὀρνίθων ἀκροάσει τούτων ἐώνηται πολλοὺς ὁ γείτων ἐν ᾠδαῖς εὐδοκιμοῦντας. τούτων τοὺς οἰκίσκους ἀποκρεμάσας τοῦ τέγους παρέχει τοῖς παριοῦσιν ἀκούειν τῶν ᾀσμάτων. ἐμοὶ μὲν οὖν εἰσιν ὀχληρότεροι κολοιῶν, ὥσθ' ἥδιστ' ἂν ἀπέπνιξα λαβών, οἱ δ' ἄθλιοι συνθέουσιν ὡς ἐπ' εὐφροσύνῃ καὶ μετὰ τῶν ᾀδόντων ἐπαινοῦσι τὸν ἐωνημένον. λοιπὸν οὖν ἕνα κἀμὲ τῶν τερπομένων εἶναι καὶ τὴν ἄχρι νῦν πικρὰν ἀκοὴν ἡδίστην ἄγειν. ἀλλ' οὐκ ἂν δυναίμην.

[49]    Τί δ'; οὐ πολλούς, φησί, πρὸ τοῦδε ζῶντας ἐν ἀφθόνοις ἑώρακας; πῶς οὖν ἐνηνοχὼς ἐκεῖνο τοῦτο οὐ φέρεις; τοὺς ἀρχαιοπλούτους μοι λέγεις καὶ διαδόχους ἀρχαίας εὐδαιμονίας. ἔδει μὲν οὖν κἀκείνους ἴσα κεκτῆσθαι τοῖς πολλοῖς, λυποῦσι δὲ οὐχ οὕτω τῷ πάλαι πλουτεῖν. τὸ γὰρ ἐν συνηθείᾳ δυσχερές, ὦ βουλή, κουφότερον τῶν ἐξαίφνης. παῖς ὢν ἔτι πλουτοῦντας ᾔδειν. ἐκ παίδων ἐξελθὼν ἑώρων ἃ πρότερον ᾔδειν. ἀνὴρ γενόμενος οὐδὲν καινὸν ἐθεώρουν. πεπαίδευμαι φέρειν ἐκεῖνο τὸ λυπηρὸν τῷ μήκει τοῦ χρόνου.

[50] ὁρᾶτε τοὺς ποταμοῖς παροικοῦντας ἐκ παλαιοῦ βιαίοις οἳ τὰς ὄχθας ὑπεραίροντες λυμαίνονται τὰς ἀρούρας κατασύροντες τῶν γεωργῶν τοὺς πόνους. τούτοις τὸ τὴν συμφορὰν ἄνωθεν συμπροελθεῖν εἰς παραμυθίαν ἀρκεῖ καὶ τὸ τὰ εἰωθότα πεπονθέναι νουθεσία πρὸς τὸ καρτερεῖν καθίσταται. ὅταν δὲ πρᾷος καὶ μέτριος ποταμὸς καὶ μηδεπώποτε ἐξυβρίσας ὑπερβὰς τὸν τεταγμένον ὅρον ἐπικλύσῃ τὴν γῆν ἣν οὐ πρότερον ἔφθειρεν, ἡ καινότης ἔχει τὴν ταραχὴν καὶ τοῖς παθοῦσι τὸ τῆς προσβολῆς ἄηθες ταράσσει τὰς γνώμας.

[51] βαρὺ τῇ φύσει τὸ τυραννεῖσθαι. ταύτην δὴ τὴν βαρύτητα τί ταῖς πόλεσι ποιεῖ μετριωτέραν; ὅταν τις ἐκ προπατόρων εἰς αὑτὸν κατελθοῦσαν ἐξουσίαν παραλαβὼν ἄρχῃ καὶ τυραννεύῃ. τὸ γὰρ ἐν τῷ κρατεῖσθαι πάλαι βεβιωκέναι καὶ τὸ τυράννων ἀπόγονον τὸν ἐπιτάττοντα φαίνεσθαι τῆς τῶν ὑπακουόντων ἀγανακτήσεως ἀφαιρεῖ. ὅταν δ' ὑπηρέτης ὤν τις καὶ μηδεὶς μηδαμόθεν, ἄδοξος ἐξ ἀδόξων, ἀνελὼν τοὺς νόμους ἐλαύνῃ τοὺς αὑτοῦ βελτίονας, τοῦτ' ἤδη πᾶσαν ὀργὴν ἀπαιτεῖ καὶ λύπην, καὶ ὅστις ἐλευθερίας ἐπιθυμητής, οὗτος καὶ τελευτῆς.

[52] τοιοῦτον δή τι καὶ τὸ τῶν πλουσίων. οἰκίαν τις εὖ φερομένην παρείληφεν. οὐκ ἀφόρητόν μοι τοῦτο γέγονε. πεπλούτηκέ τις ὑπὲρ τοὺς πολλοὺς ἐξαίφνης. τίς ἀνέξεται; μεῖζον τοίνυν ἕτερον εἰς τὸ δεῖν ἀπελθεῖν; εὐπορεῖ τις ἐξαίφνης. πόρρω που κατοικείτω, μακρὰν εὐπαθείτω. μὴ γείτων ἔστω, μὴ πλησίον τρυφάτω. μή μου τοὺς ὀφθαλμοὺς ὁ πλοῦτος εἰς αὑτὸν ἑλκέτω.

[53] ὁ δεῖνα πολλὰ κεκτημένος μακρῷ τῳ διέστηκεν ἐμοῦ. κοῦφον. δεῖ τινα τὸν ἀγγέλλοντα γενέσθαι καὶ διδάξαι καὶ διηγήσασθαι τὴν περιουσίαν. ἀμυδρὰν ἔχει τὰ ὦτα τὴν λύπην, διὰ δὲ τῶν ὀμμάτων ὀξεῖά τις ὀδύνη κάτεισιν εἰς τὴν καρδίαν. ὁρᾶν δὲ καὶ μὴ βουλόμενον ἀνάγκη. τριώροφον γὰρ ἑκάτερος ἡμῶν οἰκίαν οἰκεῖ. κἂν ἀφυπνισθῶ, θέαμα πρῶτον ἡ τοῦ γείτονος χλιδή. καὶ προαπαντᾷ τῶν ἄλλων τὸ πικρὸν ἐκεῖνο βέλος καὶ ἢ καθίσαι δεῖ συγκλείσαντα τοὺς ὀφθαλμοὺς ἢ βάλλεσθαι βλέποντα. φασὶ δὲ αὐτὸν διανοεῖσθαι μεταπλάττειν τὴν οἰκίαν καὶ ποιεῖν τῶν παρόντων ἀξίαν καὶ πρὸς αὐτὸν αἴρειν αἰθέρα ὥσθ' ἡμῖν τοῖς πλησίον νύκτα εἶναι καὶ τὴν ἡμέραν. πρὶν οὖν ταύτης γεύσωμαι τῆς χειροποιήτου νυκτός, εἰς ἐκείνην ἄπειμι τὴν ὑπὸ γῆς τὴν ἄλυπον.

[54]    Οὐκοῦν ἑτέρωσε βέλτιον, φησί, μεταστῆναι ἢ τεθνάναι; καλή γε τῶν ἀτυχημάτων ἴασις αὐτὰ τὰ ὄντα πωλεῖν καὶ περιιόντα κηρύττειν εἴ τις ὠνεῖσθαι βούλεται τὴν τοῦ πένητος οἰκίαν. καὶ δὴ πρόσεισί τις. οὐκ ἂν οὖν οἴεσθε τὸν πλούσιον ἐκεῖνον εὐθὺς αὐτὸν φοβήσειν καὶ λίθοις ἐξελᾶν; σὺ δέ, ὦ κάθαρμα, πλησίον οἰκοῦντος ἐμοῦ τολμᾷς ὠνεῖσθαι; πλέον ἕτοιμος καταβάλλειν ἐγώ, ἐπεὶ μικρά μοι φροντὶς δαπάνης.

[55] λοιπὸν οὖν τὸν οὐδέν μου πρότερον ἀμείνω τἀμὰ πριάμενον ἔχειν καὶ λόγον ἐν τοῖς ἐργαστηρίοις εἶναι πολύν· ὁ δεῖνα ἀπέδοτο, ὁ δεῖνα ἐπρίατο, ὁ μὲν εὐδαίμων ὠνεῖσθαι δυνάμενος, ὁ δ' ἄθλιος πωλεῖν βεβιασμένος. τί δ', ἂν εἰς ἑτέραν μεταστάντι φυλὴν ἐπιστῇ πάλιν καὶ πλησίον οἰκοδομῇ τὴν πενίαν ἐρεσχελῶν τὴν ἐμήν; δύναται δὲ ὅτῳπερ ἂν ἐθέλῃ πλησίον οἰκεῖν. πωλεῖν δεήσει πάλιν καὶ μεταπηδᾶν ἄλλοσε καὶ πάλιν ἄλλοσε καὶ τελευτῶντα φεύγειν τὴν ἐμαυτοῦ.

[56] τί δ', ἂν οὗτος μὲν μένῃ κατὰ χώραν, ἑτέρῳ δὲ πένητι παροικήσας πλούσιον αὐτὸν ἐξαίφνης ἴδω; δυσμενοῦς δὲ πεπείραμαι τῆς Τύχης, ὦ βουλή, καὶ δεινόν τινα τοῦτον πόλεμον ἐξεύρηκέ μοι. πάλιν τὴν οἰκίαν ἀποδώσομαι καὶ πάλιν σκευαγωγήσω καὶ περίειμι τὴν πόλιν διὰ τῆς ἐμαυτοῦ κακοδαιμονίας πλουτίζων πάντας.

[57]    Φιλῶ μὲν ὑμᾶς, ὦ πολῖται, τοὺς πολλοὺς φιλῶ, πένητες γὰρ οἱ πολλοὶ καὶ ἥδιστοι συγγενέσθαι, καὶ θεοῖς σωτῆρσι πολλάκις ἔθυσα καὶ διαφυγεῖν νόσον ηὐξάμην· νῦν δ' ὁ μεμνημένος πρὸς ἐμὲ σωτηρίας ἐχθρός, δυσμενής, τῶν πολεμίων χαλεπώτερος.

[58]    Καὶ τί, φησίν, ἐπείγῃ; τάχ' ἴσως γὰρ ἂν πλουτήσαις καὶ αὐτός. πότε; ὅταν τὸ γῆρας ἐπελθὸν ἀφέληται τὸ δύνασθαι χρῆσθαι πρὸς ἡδονήν; πόθεν δὲ καὶ τοῦτο προλέγεις; ἐκ ποίων ἥκων χρηστηρίων; ποῖον κομίζων λόγιον; ἐντετύχηκας τῇ Τύχῃ καὶ καταμόνας συνεγένου καὶ λεγούσης ἀκήκοας; οὐ παύσῃ κενὴν πλάττων παραμυθίαν; οὐ ποιήσεις τὰ ὁρώμενα τῶν ἀφανῶν ἰσχυρότερα; δώσει μετὰ ταῦτα ἡ Τύχη. διὰ τί γὰρ μὴ πάλαι δέδωκεν; οὐκ ἦν αὐτῇ χρήματα πάντα ἐχούσῃ; οὐκ ἦσάν μοι χεῖρες αἱ δυνάμεναι λαβεῖν; οὐχ ἑώρα με μετὰ τοῦ γείτονος περινοστοῦντα; οὐκοῦν φιλοῦσα μὲν ἤδη ἂν ἔδωκε, μισοῦσα δὲ οὐδὲ εἰσαῦθις δώσει.

[59] πολλοὺς ἐλπίδες ἀγαθαὶ πρὸς γῆρας μετὰ πενίας παρέπεμψαν καὶ οὔτε τῆς ἐνδείας ἀπηλλάγησαν οὔτε τῆς προσδοκίας ἀπέστησαν. ἀλλ' οὐκ ἐγὼ τούτων τῶν ἐξηρτημένων ἐλπίσιν. ἔχειν βούλομαι, προσδέχεσθαι δὲ οὐκ οἶδα. καὶ δῆτα δώσει μὲν ἐμοὶ χρόνοις ὕστερον, δέδωκε δὲ ἤδη τῷ γείτονι. τῷ χρόνῳ τοίνυν ἠδίκημαι. ποῦ γὰρ ἴσον τῷ γεγονέναι τὸ μέλλειν; τοῦτ' οὖν ἄξιον θανάτου τὸ μετ' ἐκεῖνον ἕξειν. ἔδει γὰρ ἢ κἀκείνῳ τὸν πλοῦτον ἀναβεβλῆσθαι ἢ καὶ ἐμοὶ δεδόσθαι.

[60] ἀλλ' ἐγὼ καθεδοῦμαι περιμένων καὶ κεχηνὼς καὶ πειθόμενος τούτοις τοῖς ἀπατεῶσι μάντεσι καὶ σκιαῖς ὀνειράτων δελεαζόμενος; ἐγὼ καθεδοῦμαι βοσκόμενος ἐλπίσι τοῦ γείτονος ἔργα καρπουμένου; τῶν φρενῶν ὅταν ἐξενεχθῶ, σωφρονῶν δὲ οὐκ ἀνέξομαι. τί μέλλετε, ‹ὦ› πεντακόσιοι; τί μὴ ψηφίζεσθε; τί μάχεσθε φιλανθρώπῳ νόμῳ; πάντα καλῶς ὁ τοῦτον τεθεικὼς διελὼν τὰ περὶ τοὺς θεούς, τὰ περὶ τῶν φόνων, τὰ περὶ τῶν γάμων, κλοπῆς, αἰκίας, ὕβρεως, βίας, ἀστρατείας, λειποταξίου συμφορώτατον ἁπάντων τοῦτον ἔγραψεν, ὃν νῦν ἔχων ἀφῖγμαι σύμμαχον.

[61]

Ὅστις, φησί, βαρύνῃ τῷ ζῆν, ἀπόθνησκε. περικλύζῃ κακοῖς. πῖνε κώνειον. πιέζῃ συμφοραῖς. ἄπιθι. λεγέτω μὲν ὁ δυστυχῶν τὰ πάθη, διδότω δὲ ἡ βουλὴ τοῦ φαρμάκου, λυέσθω δὲ ἡ λύπη τῷ θανάτῳ. κατὰ τοῦτον ὑμῖν, ὦ βουλή, πρόσειμι τὸν νόμον. καί με ἐνταῦθα πεπόμφασιν οἰκίαι δύο, πράττουσα μὲν κακῶς ἡ ἐμή, πλουτοῦσα δὲ κακῶς ἡ τοῦ γείτονος.

[62]    Μὴ τοίνυν ἄπρακτον ἀποπέμψητέ με τῇ μὲν ἐνοικήσοντα, τὴν δὲ ἐγγύθεν ὀψόμενον, ἀλλ' ἐπιστομίζετε τοὺς ἀντιλέγοντας μηδὲ ἐᾶτε τοῖς πεπτωκόσιν ἐπεμβαίνειν, πρὸς οὓς ἐγὼ βραχέα διαλέξομαι· ἄνδρες δεινοὶ λέγειν καὶ βοᾶν καὶ καρπούμενοι τὸ βῆμα καὶ πλουτοῦντες ἀπὸ τῆς φωνῆς τῷ ποτε κεκίνησθε πρὸς ἀντιλογίαν; βλάβη τις ὑμῖν ἐμὲ τελευτᾶν; οὐδεμία. ἀλλ' ἐμοὶ κέρδος περιεῖναι; ζημία μὲν οὖν ἐσχάτη.

[63]    Ἀλλ' ἡ πόλις ἀνδρὸς στερήσεται σπουδαίου. πάσας μέν, ὦ βουλή, τὰς στρατείας ἐξῆλθον καὶ πανταχοῦ τὴν τάξιν ἐτήρησα καὶ τὴν πόλιν οὐδαμοῦ κατῄσχυνα καὶ δικάζων οὐ διεφθάρην καὶ ὅσα προστάττοιτε προθύμως ὑπηρέτουν. ταῦθ', ἕως οὐδέν με ἀπώλλυε. νυνὶ δὲ τί καὶ χρήσιμος ἂν ὑμῖν εἴην ἄνθρωπος τετηκώς, ἐκνενευρισμένος, μόλις ἐμπνέων, μόλις ὀρθούμενος, ὑπὸ τῶν ἔνδοθεν ἀναλούμενος τραυμάτων; τί τοῦτο τῇ πόλει κεῖσθαί με νοσοῦντα καὶ δαπανώμενον;

[64] ἤδη τις ἔγραψε προβούλευμα τῷ δεῖνι τῶν πολιτῶν πενομένῳ γενέσθαι παρὰ τοῦ κοινοῦ πλέθρα γῆς, ἀργυρίου μνᾶς, ἕτερα τοιαῦτα, ἐφ' οἷς οἱ κακοήθεις ἠγανάκτουν· ἀπὸ τῶν τοιούτων ψηφισμάτων ἡ πόλις ἀπορεῖ καὶ διὰ τὰς τοιαύτας χάριτας ἡ διοίκησις καταβλάπτεται. νῦν τοίνυν τί τοιοῦτον ἔστιν εἰπεῖν; οὐ γῆν αἰτῶ παρ' ὑμῶν, οὐκ ἀργύριον, οὐ σίτησιν οὐδ' ἀξιῶ τὴν ὑμετέραν φιλανθρωπίαν ἴσα δυνηθῆναι τῇ τοῦ γείτονος τύχῃ. φάρμακον αἰτῶ, κώνειον ζητῶ, τελευτῆς ἐρῶ.

[65] δότε χάριν ἧς πολλοὶ μετ' ἐμὲ δεήσονται. πολλοῖς ἔσομαι τοιούτου θανάτου διδάσκαλος, οἳ νῦν λυποῦνται μὲν ἐφ' οἷσπερ ἐγώ, λείπονται δὲ τῆς ἐμῆς ἀνδρείας. ἀλλ' ἂν ἴδωσί με πίνοντα θαρρούντως ἀποθήσονται τὴν δειλίαν, καὶ τὸ βουλευτήριον ὄψεσθε, μεστὸν ἐπειγομένων ἀποθανεῖν. ἀνοιγνύτω τις τοῖς πένησι τὴν ὁδόν, καλείτω τις δι' ἐμοῦ πολλοὺς ἐπὶ τὸ κώνειον. δούλοις μὲν ἐπιεικέσι δεσπότης χρηστὸς ἀναιρεῖ τὴν δουλείαν, ἐλευθέροις δὲ δυστυχοῦσιν ἀληθὴς ἐλευθερία ὁ θάνατος. παραινῶ δὲ καὶ τῇ πόλει μὴ μετρίως φέρειν τὴν τῶν ὁμόρων εὐδαιμονίαν, ἀλλ' ἢ ταπεινοτέρους ἔχειν ἢ μέγα δυναμένων ἀλγεῖν. φαίην δ' ἂν ὅτι καὶ κατεσκάφθαι πόλει βέλτιον ἢ παροικεῖν ἀμείνοσιν.

[66]    Οὐκ ἔτ' οὖν ὄψει, φησί, τουτὶ τὸ βουλευτήριον. ἴδω δὲ ἔτι τὴν οἰκίαν τοῦ γείτονος; οὐκ ἔτ' ὄψει τὴν ἐκκλησίαν. ἴδω δὲ ἐν ἐκκλησίᾳ τὸν πλούσιον; στερήσῃ δὲ ταύτης τῆς ἀκτῖνος. τῆς δὲ ἀκτῖνος ἀνέξομαι τοῦ πλουσίου; καὶ δὴ πρόσεισιν αὐτὸς οὗτος. βαβαὶ τῶν κολάκων. ὁρᾶτε τὸ πλῆθος τῶν περὶ αὐτὸν φερομένων;

[67]    Ὦ φίλτατε σὺ καὶ μόνος ἀπολαβὼν τὴν τύχην καὶ πάλαι μὲν ἑταῖρε, νῦν δὲ πλούσιε, σὲ μὲν οὐδὲν εἴρηκα παρὰ τοῖσδε κακόν, τὴν δὲ Τύχην οὐκ ἔστιν εἰπεῖν ὅσα. περὶ μὲν τῶν σῶν ταλάντων οὐδὲν εἴρηται κακόηθες, ἀλλὰ κἂν ἄλλον κωλύσαιμι. μηδεὶς οἰέσθω τοῦτον ἱερὰ σεσυληκότα πλουτεῖν ἢ διορύξαντα τοίχους ἢ κεκινηκότα τάφους ἢ προσθέμενον τοῖς πολεμίοις. ἄπεστιν αἰτία φαύλη τῆς εὐπορίας. ἀλλ' ὥσπερ οὐκ ἐπιλαμβάνομαι τῶν τρόπων, οὕτω λοιδοροῦμαι τῷ δαίμονι, δι' ὅν, ὦ γειτόνων εὐδαιμονέστατε, πίνω τὸ κώνειον.

[68] σὺ δὲ σύναγε τοὺς φιλοίνους, τοὺς φιλοσκώμμονας, τοὺς φιλοπαίγμονας, τοὺς ἀπλήστους, τοὺς κρεωφάγους, τοὺς πότας. μὴ παύσῃ μισθούμενος αὐλητρίδας καὶ μίμους γελοίων καὶ κρότον ἐγείρων καὶ τῇ γαστρὶ χαριζόμενος. κείσομαι τῶν σῶν ἀναίσθητος. εἰ ‹δὲ› βούλει, καὶ περὶ τὸν τάφον τὸν ἐμὸν σκηνωσάμενος πῖνε καὶ σκῶπτε καὶ ἐπορχοῦ καὶ καταγέλα. οὐ μᾶλλον ἐμοί τι μελήσει τούτων ἢ ταῖς στήλαις καὶ τῷ σήματι.

[69] τοσόνδε μέντοι παραινῶ σοι, μὴ τοῖς πότοις ὅριζε τὴν φιλοτιμίαν μηδ' ἀρκεῖν ἡγοῦ πολυτελεῖς ἑστιάσεις. κοίνωσον εἰς ἅπαντας τὴν τύχην. μεταλαβέτω τῶν χρημάτων ὁ δῆμος. χορήγησον ἐθελοντής, ἐπίδος τριήρεις, ἐπίδος τάλαντα. χρῆσαι τοῖς οὖσιν εἰς δέον. ἂν μὴ ταῦτα ποιῇς, ἔστιν ὁ δημεύσων. ὃ μόνον ἔγωγε δημοκρατίας ἐπῄνεσα. τί γὰρ δεῖ τοῖς πολλοῖς ἐφεστάναι πλούσιον ῥώμην ἔχοντα τῶν νόμων δυνατωτέραν;

[70]    Ἀλλ' ὑμεῖς μὲν ἐξισοῦτε τὰς πολιτείας καὶ τὰς ὑπεροχὰς πάσῃ τέχνῃ κολούετε, ἐγὼ δὲ ἄπειμι παρὰ τοὺς πλείους, παρ' οἷς οὐκ ἔστι χρυσὸς οὐδ' ἄργυρος οὐδὲ γείτων εὐπορώτερος γείτονος.