[40]
[43] ὅτι τῷ Δεκίῳ ὁ Πύρρος προσπέμψας οὔτε προχωρήσειν οἱ τοῦτο πρᾶξαι ἐθελήσαντι ἔφη [τοῦτ' ἔστι τὸ μὴ συλληφθέντα ἀποκτανθῆναι] καὶ ζωγρηθέντα κακῶς αὐτὸν ἀπολεῖσθαι ἐπηπείλησεν. οἱ δὲ ὕπατοι πρὸς ταῦτα ἀπεκρίναντο μηδενὸς τοιούτου ἔργου σφᾶς δεῖσθαι· πάντως γὰρ αὐτοῦ καὶ ἄλλως κρατήσειν. M. 107 (p. 177).
[45] οὔθ' ὅπως τὸν ἕτερον αὐτῶν πρότερον οὔθ' ὅπως ἀμφοτέρους ἅμα ἀμύναιτο ἔσχεν, καὶ ἐν ἀμηχανίᾳ ἦν· τό τε γὰρ διελεῖν τὸ στράτευμα ἔλαττον ὂν τῶν ἐναντίων ἐδεδίει, καὶ τὸ τῷ ἑτέρῳ τὴν χώραν ἀδεῶς κακοῦν ἀφεῖναι δεινὸν ἐποιεῖτο. M. 108 (p. 177).
[46] ἐπεὶ μέντοι ἄλλως τε δι' ἀκριβείας αὐτοὺς ἐποιεῖτο, μεῖζον μέρος ἐς ἀσφάλειαν τοῦ μηδ' ‹ἂν› ἐπιθυμῆσαί τινα κακῶς αὐτὸν δρᾶσαι τῷ μηδ' ἂν ἐθελήσῃ ‹δύνασθαι› νέμων, καὶ διὰ τοῦτο πολλοὺς τῶν ἐν τέλει, καὶ τοὺς ἐπικαλεσαμένους αὐτόν, τὸ μέν τι βαρυνόμενός σφισιν ὅτι ὑπ' αὐτῶν ἐν κράτει τῆς πόλεως γεγονέναι ἐλέγετο, τὸ δὲ καὶ προσυποπτεύων σφᾶς μὴ ὥσπερ αὐτῷ οὕτω καὶ ἄλλῳ τινὶ προσχωρήσωσιν, ἐξήλασε καὶ διέφθειρεν, ... M. 109 (p. 178).
[48] ὅτι τῷ Πύρρῳ ὡς οὐδὲν οἱ σύμμαχοι συντελέσαι ἐβούλοντο, ἐτράπετο πρὸς τοὺς θησαυροὺς τῆς Φερρεφάττης, δόξαν πλούτου μεγάλην ἔχοντας, καὶ αὐτοὺς συλήσας ἐς τὸν Τάραντα τὰ σῦλα ἐπὶ νεῶν ἔπεμψε. καὶ οἵ τε ἄνθρωποι ὀλίγου πάντες ὑπὸ χειμῶνος ἐφθάρησαν καὶ τὰ χρήματα τά τε ἀναθήματα ἐς τὴν γῆν ἐξέπεσεν. V. 26 (p. 590).
[47] ὅτι τοῦ Πύρρου ἐκεῖνο δὴ πάντες ἐθαύμαζον, ὅτι νεανίσκων τινῶν ἐν συμποσίῳ σκωψάντων αὐτὸν τὰ μὲν πρῶτα ἐξελέγξαι σφᾶς ἠθέλησεν, ὅπως τιμωρήσηται, ἔπειτ' εἰπόντων αὐτῶν ὅτι πολὺ πλείω καὶ χαλεπώτερα ἂν εἰρήκειμεν εἰ μήπερ ὁ οἶνος ἡμᾶς ἐπελελοίπει, ἐγέλασε καὶ ἀφῆκεν αὐτούς. M. 110 (p. 178).
[33] ὅτι Ἀγύλλαιοι ἐπειδὴ ᾔσθοντο τοὺς Ῥωμαίους σφίσι πολεμῆσαι βουλομένους, πρέσβεις τε ἐς τὴν Ῥώμην ἔστειλαν πρὶν καὶ ὁτιοῦν ψηφισθῆναι, καὶ εἰρήνης ἐπὶ τῷ ἡμίσει τῆς χώρας ἔτυχον. U4G 2 (p. 374).
[41] καὶ ὁ Πτολεμαῖος ὁ τῆς Αἰγύπτου βασιλεύς, ὁ Φιλάδελφος ἐπικληθείς, ὡς τόν τε Πύρρον κακῶς ἀπηλλαχότα καὶ τοὺς Ῥωμαίους αὐξανομένους ἔμαθε, δῶρά τε αὐτοῖς ἔπεμψε καὶ ὁμολογίαν ἐποιήσατο. οἱ οὖν Ῥωμαῖοι ἡσθέντες ὅτι καίτοι διὰ πλείστου ὢν περὶ πολλοῦ σφᾶς ἐπεποίητο, πρέσβεις πρὸς αὐτὸν ἀνταπέστειλαν. ἐπειδή τε ἐκεῖνοι δῶρα παρ' αὐτοῦ μεγαλοπρεπῆ λαβόντες ἐς τὸ δημόσιόν σφας ἀπέδειξαν, οὐκ ἐδέξαντο αὐτά. U4G 3 (p. 374).
[42]
[1] ὅτι τοιαῦτα πράττοντες οἱ Ῥωμαῖοι καὶ ἐπὶ μεῖζον ἀεὶ αἰρόμενοι οὐδέπω ὑπερεφρόνουν, ἀλλὰ Κύιντον Φάβιον βουλευτὴν Ἀπολλωνιάταις τοῖς ἐν τῷ Ἰονίῳ κόλπῳ ὑπὸ Κορινθίων ἀποικισθεῖσιν ἐξέδωκαν, ὅτι τινὰς πρέσβεις αὐτῶν ὕβρισεν. οὐ μέντοι καὶ ἐκεῖνοι δεινόν τι ἔδρασαν αὐτόν, ἀλλὰ καὶ ἔπεμψαν οἴκαδε. V. 27 (p. 590).
[40] Δίων ι΄ βιβλίῳ "οὗτοι δὲ καὶ προσυποπτεύουσιν ὑμᾶς". Bekk. Anecd. p. 177 28.