1787 89 0 0 0 0 IV-V d. C. Philosophia Synesius Ad Paeonium de dono astrolabii Terzaghi, N., Rome, Polygraphica, 1944 3

Synesius - Ad Paeonium de dono astrolabii

ΠΡΟΣ ΠΑΙΟΝΙΟΝ ΠΕΡΙ ΤΟΥ ΔΩΡΟΥ

[1]    Ἀκούων σου πρώην ὑπὲρ φιλοσοφίας ἀγανακτοῦντος, εἰ μηδὲν ἔσται πέρας ἀνθρώποις τῆς εἰς αὐτὴν ἀσεβείας, καὶ ἅμα ὅτι χαλεπῇ χρῷτο τύχῃ καὶ λίαν ἀγνώμονι, ἣν οἱ μὲν προσποιούμενοι διὰ συχνῆς τερατείας εὐδοκιμοῦσι παρά τε δυνάσταις καὶ ἐν τοῖς πλήθεσιν, οἱ δὲ ἀληθεύοντες ἀπιστοῦνται καὶ ἐν Καρὸς μοίρᾳ τιμῶνται, τῆς μὲν ὁρμῆς ἠγάμην· ἀπὸ γὰρ πάνυ γενναίας προῆκτο φύσεως· οὐ μὴν ἀγανακτεῖν τινα οἴομαι δεῖν, ὅταν τὸ κατὰ λόγον συμβαίνῃ. εὔλογον δὲ δήπου τυγχάνειν ἕκαστον, ὧν τυχεῖν ἐσπούδακε, καὶ περὶ ἃ πεπραγμάτευται, καὶ ἀποτυγχάνειν αὖ πάλιν ἐκείνων, ὧν οὔτε ὠρέχθη ποτὲ οὔτε ἐπεμελήθη ὅπως ἂν αὐτῷ παραγένοιτο. εἰ τοίνυν ὁ μὲν ἐφρόντισε τοῦ γενέσθαι σοφός, ὁ δὲ μόνον τοῦ δόξαι, ἑκάτερος τὸ προσῆκον ἔχουσιν, ὁ μὲν ὤν, ὁ δὲ εἶναι δοκῶν. ἢ δεινά γ' ἂν πάθοιεν καὶ δικαιότερον ἀγανακτοῖεν οἱ διὰ τῆς οὐκ οὔσης ἀλλὰ φαινομένης φιλοσοφίας δόξαν θηρώμενοι, εἰ τοῖς μὲν ἑκάτερον ὑπάρξει θατέρου φροντίσασιν, σφίσι δὲ μηδέτερον. καίτοι τὸ ῥᾷστον οὐ δι' ἐλάττονος ἐπιμελείας ἐπιτετηδευκόσιν, ἀπατῆσαι τοὺς οὐκ εἰδότας περὶ ὧν ἀπατῶνται. οὗτοι μὲν οὖν ἔστων λαμπροί, κἀν τοῖς θεάτροις στεφανούσθων, εἰ βούλονται· τῆς γὰρ ἀληθείας παραχωρήσαντες, ὀνόματος ἠμφισβήτησαν. ἡμῖν δὲ ὀλιγωρουμένοις· ἐπειδὴ σύ με βούλει τοῖς ἐκ τοῦ σπανίου γένους συναριθμεῖν, καὶ οὐχ ἥκιστα δι' ἐμὲ τὴν φιλοσοφίας τύχην ἐδυσχέρανας· ἡμῖν οὖν ἀμελουμένοις ὑπὸ τῶν ἀνθρώπων ἀγαπητέον τὴν τάξιν, εἰς ἣν ὑφ' ἑαυτῶν ἐτάχθημεν· καὶ οὐ ζηλωτέον οὐδὲ μακαριστέον τοὺς ἡμιπαιδεύτους τούτους, ὅταν ὑπὸ τῶν παντελῶς ἀπαιδεύτων μετέωροι φέρωνται. οὔτε γὰρ ὁρᾷν ψυχῆς ἐκκεκαθαρμένης κάλλος οἱ μὴ καθαροὶ δυνατοί· καὶ τὸ κηρύττειν ἑαυτὸν καὶ πάντα ποιεῖν ὑπὲρ ἐπιδείξεως, οὐ σοφίας, ἀλλὰ σοφιστείας ἐστίν. διὸ τῆς παρὰ τῶν ἀγελαίων ἀμοιροῦντας αἰδοῦς καλῶς ἔχει λέγειν

   οὔτι με ταύτης

   χρεὼ τιμῆς· φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ,

ἀγαπᾶν τε καὶ ἀσμενίζειν, ἐντυχεῖν ἀνδρὶ φρόνησιν ἅμα καὶ δύναμιν κεκτημένῳ. οὕτω γὰρ οὔτ' ἀναξίοις ἂν συγγινοίμεθα, οὔτ' ἂν ἄτιμοι παντάπασιν νομιζοίμεθα.

[2]    Πῶς οὖν οὐ μέλλω τὴν μέσην ἐν τῇ ψυχῇ χώραν τῷ θαυμαστῷ Παιονίῳ νέμειν, ὃς ἐκ πολλοῦ διατετειχισμένας θριγκοῖς μεγάλοις φιλοσοφίαν καὶ στρατείαν ἐξεῦρεν ἐπαναγαγεῖν καὶ συνάψαι, παλαιάν τινα ἐνιδὼν τοῖς ἐπιτηδεύμασι τούτοις συγγένειαν; Ἰταλία μὲν γὰρ πάλαι τοὺς αὐτοὺς ἔχουσα Πυθαγόρου τε ἀκουστὰς καὶ τῶν πόλεων ἁρμοστάς, Ἑλλὰς ἡ μεγάλη προσηγορεύετο, καὶ μάλα ἐν δίκῃ, παρ' οἷς Χαρώνδας μὲν ἐνομοθέτει καὶ Ζάλευκος, ἐστρατήγουν δὲ Ἀρχῦται τε καὶ Φιλόλαοι, ὁ δὲ ἀστρονομικώτατος Τίμαιος ἐπολιάρχει τε καὶ ἐπρέσβευε καὶ τἄλλα ἐπολιτεύετο, παρ' οὗ καὶ Πλάτων ἡμῖν περὶ κόσμου φύσεως διαλέγεται. ταῦτ' ἄρα μέχρις ἐνάτης ἀπὸ Πυθαγόρου γενεᾶς τὰ κοινὰ πιστευθέντες, εὐδαίμονα τὴν Ἰταλίαν ἐτήρησαν· καὶ μὴν τὸ Ἐλεατικὸν τότε Ἀθήνῃσι διδασκαλεῖον λόγων τε ἅμα καὶ ὅπλων ὁμοτίμως ἐπεμελήθησαν. Ζήνων τε γὰρ οὐδ' ἂν ἀριθμήσαις ῥᾳδίως ὅσας ἐξέκοψε τυραννίδας, συνιστὰς ἐπ' αὐτὰς τὸ ὑγιαῖνον τῶν πόλεων, καὶ Ξενοφῶν ἀπειρηκότας ὑπὸ τῶν συμφορῶν καὶ θανατῶντας ἤδη τοὺς μυρίους παραλαβών, ἀπ' ἄκρας τῆς Περσῶν ἐπικρατείας κατήγαγε νικῶντας ἅπαν τὸ ὑφιστάμενον. τί δ' ἄν τις εἴποι τὸ Δίωνα ἐπὶ τὴν Διονυσίου μοναρχίαν ἐλθεῖν, δουλωσαμένην μὲν τὰς Ἑλληνίδας ἐν Σικελίᾳ πόλεις, οὐκ ἐλαχίστας δὲ ἐν αὐτῇ καὶ βαρβάρους, τὸ δὲ Καρχηδονίων φρόνημα καθελοῦσαν, ἐπινεμομένην δὲ ἤδη τῆς Ἰταλίας τὴν παραλίαν; ἀλλ' ἐπὶ ταύτην ξενολογήσας ὁ Πλάτωνος ἐραστὴς καὶ ἐρώμενος, ἑνὶ πλοίῳ καὶ τούτῳ στρογγύλῳ τὸ συμμαχικὸν ἅπαν ἐμβιβάσας, τῇ Σικελίᾳ προσέπλευσε, καὶ ἀπὸ τῆς τοσαύτης παρασκευῆς Διονύσιος μὲν ἐξηλαύνετο, τὴν πολιτείαν δὲ Δίων μετεσχημάτιζεν, ἀποδιδοὺς τῇ τῶν νόμων ἡγεμονίᾳ τὰς πόλεις. οὕτω πάλαι μὲν συνεγίνοντο φιλοσοφία καὶ πολιτεία, καὶ ἐπειδὰν συνέλθοιεν, τοιαῦτα εἰργάζοντο. ὥσπερ δὲ τὰ ἄλλα τὰ καλὰ καὶ σεμνά, καθ' ὧν ἁπάντων ὁ χρόνος ἐνεανιεύσατο, καὶ τοῦτο κατιόντα τὸν βίον ἀπέλιπε τὸ διττὸν εἶδος, καὶ κατεχωρίσθη παρὰ τὸν ὕστερον. τοιγαροῦν οὐδὲ ἄξιον εἰπεῖν ὅπως ἔχει τοῖς ἀνθρώποις τὰ πράγματα. μὴ γὰρ διότι τοῦτο καὶ τἄλλα ἡμᾶς ἀπολέλοιπεν ἀγαθά; ὡς οὐδὲν ἂν γένοιτο πόλεσι δυστύχημα μεῖζον τοῦ τὸ μὲν ἰσχυρὸν ἀνόητον ἔχειν, τὸ δ' ἔμφρον ἀδύνατον.

[3]    Ἀλλ' ἔοικας γὰρ αὐτὸς ἄρξων ἐπανάγειν ἡμῖν τὸν συνδυασμὸν τοῦτον· τά τε γὰρ κοινὰ πράττειν πιστεύῃ, καὶ φιλοσοφίαν οἴει δεῖν ἐπιτηδεύειν. βάλλ' οὕτως, ὡς ἀγῶνα καλὸν ὑπέρ τε ἡμῶν ὑπέρ τε τῶν Μουσῶν ἀγωνίζῃ, τοῦ μή τινα αὐτὰς ὡς ἀπράκτους καὶ ἄχειρας ἀγορᾶς τε καὶ στρατείας ἀπελαύνειν, ἅτε μηδὲν μὲν ὄφελος οὔσας εἰς τὰς ἐν ὑπαίθρῳ πράξεις, κομψὰς δὲ παιδαρίοις προσαθύρειν τε καὶ στωμύλλεσθαι. καὶ ἡμᾶς σοι προσήκει χεῖρα ὀρέγειν ἑκάστους, ὅση δύναμις. οὕτω γὰρ ἂν σύ τε ἀπειργασμένος εἴης οὐχ ἡμιτελὴς σοφὸς οὐδὲ κολοβός, ἐπὶ μόνης ὀχούμενος τῆς φυσικῆς ὑποσχέσεως· τῇ τε πολιτείᾳ καλῶς ἂν ἔχοι παρὰ τοιούτων ἐπιτροπεύεσθαι, καὶ ἡμεῖς ὀνησόμεθα τιμὴν ἐξ ἀνθρώπων φιλοσοφίᾳ μνηστεύσαντες μετὰ τοῦ μένειν ἐν ἤθεσι πρέπουσι· γένοιτο γὰρ ἂν οὕτως εἰκὸς τοὐναντίον τῷ μικρῷ πρόσθεν εἰκότι, ὅτε τῇ μὲν τοῦ πλήθους ἀμαθίᾳ τὸ σοφιστικὸν φῦλον ἐλέγομεν ἐπιτίθεσθαι· ἐκ δὲ τούτου συμβαίνειν τοὺς ἀληθεῖς φιλοσοφίας συντρόφους ἔλαττον ἔχειν εἰς δόξαν τῶν ὑποβολιμαίων καὶ παρεγγράπτων. ἀλλ' ὅταν οἱ τὰς ἀρχὰς ἄρχοντες καὶ διὰ χειρὸς ἔχοντες τὰ τῶν πόλεων πράγματα μὴ τοῦ πλήθους ὦσιν, ἀλλ' ἔχωσιν νοῦν, ταχὺ διαγνώσονται τὸν νόθον τε καὶ τὸν γνήσιον· καὶ οὐκέτ' ἂν χαλεπῶς ὁ δῆμος τὴν ἀπάτην μεταδιδάσκοιτο· οὐ γὰρ εἰπεῖν τι δεῖ πρὸς αὐτούς, ἀλλ' ἀφανείᾳ διαγράψαι τοὺς κιβδήλους. καὶ φύσις ἐστὶ διὰ τῆς τῶν ἀρχομένων συγκαταθέσεως θαυμάζεσθαι τὸ ἡγούμενον, ἐπεὶ καὶ νῦν οὐχ ἥκιστα τῇ τῶν πραγμάτων ἀτοπίᾳ τὸ πλῆθος ἑπόμενον τοὺς ἀκερσεκόμας, καὶ πάντας τοὺς τολμῶντας περιττοὺς δή τινας ἥγηνται· τά τε ἄλλα ποικιλώτερα γένη τῶν σοφιστῶν μονονουχὶ σέβονταί τε καὶ ἅζονται, καὶ μάλιστα αὐτῶν ὅσοι βαίνουσι κορύνῃ, καὶ πρὸ τοῦ φθέγξασθαι χρέμπτονται. οὐκοῦν καὶ βοηθήσεις τῇ τύχῃ φιλοσοφίας, ἀλλ' οὐ κατηγορήσεις αὐτῆς οὐδὲν ἀδικούσης. τὸ γὰρ εἰκὸς ἐφάνη γινόμενον, ὃ σὺ μεταθήσεις ἐπὶ τὸ προσῆκον καὶ βέλτιον, ὅταν ἐρρωμενέστερόν σου τὰ φιλοσοφίας ἀνθάψηται, ἐπεὶ μηδὲ νῦν ἀγεννῶς ἐνῆρξας τῆς συμμαχίας, τοὺς κύνας ἀνθυλακτήσας, καὶ τὴν Δεκέλειαν ἡμῶν ἀποτειχίζειν ἐπιλαβόμενος.

[4]    Πυθόμενός τε οὖν περὶ σοῦ παρὰ τῶν προλαβόντων ἐπὶ τὴν σὴν συνήθειαν, καὶ αὐτὸς δι' ὀλίγου κατανοήσας ἐρῶ τοὺς ἀστρονομικοὺς σπινθῆρας ἐνόντας σου τῇ ψυχῇ τούτους ἐξάψαι καὶ ἐπὶ μέγα ἆραι διὰ τῶν ἐνόντων ἐπιβαλλόμενος· ἀστρονομία γὰρ αὐτή τε ὑπέρσεμνός ἐστιν ἐπιστήμη, καὶ τάχ' ἀναβιβασμὸς ἐπί τι πρεσβύτερον γένοιτ' ἄν· ἣν ἐγὼ προσεχὲς ἡγοῦμαι πορθμεῖον τῆς ἀπορρήτου θεολογίας. ὕλην τε γὰρ ὑποβέβληται τὸ μακάριον οὐρανοῦ σῶμα, οὗ καὶ τὴν κίνησιν νοῦ μίμησιν εἶναι τοῖς κορυφαιοτάτοις ἐν φιλοσοφίᾳ δοκεῖ· καὶ ἐπὶ τὰς ἀποδείξεις οὐκ ἀμφισβητησίμως πορεύεται, ἀλλ' ὑπηρέτισι χρῆται γεωμετρίᾳ τε καὶ ἀριθμητικῇ, ἃς ἀστραβῆ τῆς ἀληθείας κανόνα τις εἰπὼν οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος. προσάγω δή σοι δῶρον, ἐμοί τε δοῦναι σοί τε λαβεῖν πρεπωδέστατον, διανοίας μὲν ἔργον ἐμῆς, ὅσα μοι συνευπόρησεν ἡ σεβασμιωτάτη διδάσκαλος, χειρὸς δὲ τῶν καθ' ἡμᾶς εἰς δημιουργίαν ἀργύρου τῆς ἀρίστης, περὶ οὗ προδιαλεχθεὶς προὔργου τι ἂν τῷ σκοπῷ ποιήσαιμι. ὁ δὲ σκοπός, τὰς ἐν σοὶ φυσικὰς περὶ φιλοσοφίαν ὁρμὰς ἐκκαλέσασθαι. εἰ γὰρ ἔφεσίς σοι παραγένοιτο τοῦ συντείνων τὰς ὄψεις ἐπιβαλεῖν τῷ φαινομένῳ, τότε σοι μεῖζον ὀρέξω δῶρον, τὰ περὶ τῆς ἐπιστήμης αὐτῆς. ἀλλ' ὅπως καὶ νῦν προσέξεις τοῖς λεγομένοις περὶ τοῦ δεικνυμένου.

[5]    Σφαιρικῆς ἐπιφανείας ἐξάπλωσιν, ταυτότητα λόγων ἐν ἑτερότητι τῶν σχημάτων τηροῦσαν, ᾐνίξατο μὲν Ἵππαρχος ὁ παμπάλαιος, καὶ ἐπέθετό γε πρῶτος τῷ σκέμματι· ἡμεῖς δέ, εἰ μὴ μεῖζον ἢ καθ' ἡμᾶς εἰπεῖν, ἐξυφήναμέν τε ἄχρι τῶν κρασπέδων αὐτὸ καὶ ἐτελειώσαμεν, ἐν πλείστῳ δή τινι τῷ μεταξὺ χρόνῳ τοῦ προβλήματος ἀμεληθέντος, Πτολεμαίου τοῦ πάνυ καὶ τοῦ θεσπεσίου θιάσου τῶν διαδεξαμένων αὐτὴν μόνην ἔχειν ἀγαπησάντων τὴν χρείαν, ἣν ἀρκοῦσαν εἰς τὸ νυκτερινὸν ὡροσκοπεῖον οἱ ἑκκαίδεκα ἀστέρες παρείχοντο, οὓς μόνους Ἵππαρχος μετατιθεὶς ἐγκατέταξε τῷ ὀργάνῳ. καὶ συγγνώμη δὲ τοῖς ἀνδράσι τῶν προὐργιαιτέρων ἀτελῶν ὄντων, γεωμετρίας ἔτι τιθηνουμένης, περὶ τὰς ὑποθέσεις ἀσχοληθῆναι. ἡμεῖς δὲ ὑπὲρ τοῦ σῶμα πάγκαλον ἐξεργάσασθαι τῆς ἐπιστήμης, ἀπόνως αὐτοὶ παραδεξάμενοι, χάριν ἴσμεν τοῖς προηπορηκόσι τῶν μακαρίων ἀνδρῶν. οὐ μὴν ἀφιλόσοφον φιλοτιμίαν ἡγούμεθα τὸ καὶ ὡραϊσμοὺς ἐπεισαγαγεῖν ἤδη τινὰς καὶ τεχνιτεῦσαί τι καὶ προσεξεργάσασθαι περιττόν. ὥσπερ γὰρ αἱ πόλεις οἰκιζόμεναι πρὸς τὰ ἀναγκαῖα μόνα ὁρῶσιν, ὅπως ἂν σώζοιντο καὶ ὅπως ἂν διαγίγνοιντο, ἐπιδιδοῦσαι δὲ οὐκέτ' ἀγαπῶσι τὸ ἀναγκαῖον, ἀλλ' ἡ δαπάνη πλείων αὐταῖς εἰς κάλλη στοῶν καὶ γυμνασίων μεγέθη καὶ λαμπρότητα ἀγορᾶς, οὕτως ἐπιστήμης ἡ μὲν πρόοδος ἐν τοῖς ἀναγκαίοις, ἡ δὲ αὔξησις ἐν τοῖς περιττοῖς. τὸ δὴ σκέμμα τὸ περὶ τῆς ἐξαπλώσεως, αὐτὸ δι' αὑτὸ φροντίδος ἀξιώσαντες, ἐξεπονήσαμέν τε καὶ σύγγραμμα εἰργασάμεθα, πλήθει τε ἀναγκαίῳ καὶ ποικιλίᾳ θεωρημάτων αὐτὸ καταπυκνώσαντες, καὶ εἰς ὕλην μεταθεῖναι τοὺς λόγους σπουδὴν ἐθέμεθα, ἄγαλμα πάγκαλον τοῦ κοσμικοῦ πλάτους δημιουργήσαντες. τῆς δὲ αὐτῆς ἐφόδου καὶ ἐπίπεδον ἐπιφάνειαν καὶ τὴν ὁμαλῶς κοίλην εἰς τοὺς αὐτοὺς λόγους τέμνειν διδούσης, συγγενεστέραν ἡγούμενοι τὴν ὁπωσοῦν κοίλην τῇ τέλεον σφαιρικῇ, ὑπεμβολαίᾳ τὸ πλάτος ἐκοιλάναμεν, τά τε ἄλλα ἐπεμελήθημεν, ὅπως ἂν ἡ φαντασία τοῦ ὀργάνου τῆς ἀληθείας ὑπομιμνήσκοι τὸν ἔννουν θεατήν. καὶ γὰρ τοῖς ἓξ μεγέθεσιν διαφέροντας τοὺς ἀστέρας ἐνετάξαμεν, καὶ τοὺς πρὸς ἀλλήλους αὐτῶν σχηματισμοὺς ἐτηρήσαμεν. τῶν δὲ κύκλων τοὺς μὲν περιηγάγομεν, τοὺς δὲ διηγάγομεν· ἅπαντας δὲ ἐτέμομεν μοιρικῶς, τὰς πενταμοιριαίας γραμμὰς μείζους τῶν μοιριαίων ποιήσαντες, ὅτι καὶ τὰς ἐπιγραφὰς τῶν ἀριθμῶν κατ' αὐτὰς παρηυξήκαμεν, καὶ ἐν ἀργύρῳ τοῦ μέλανος ἔμφασιν βιβλίου ποιοῦντος τὸ ὑποκείμενον. τέτμηνται δὲ οὐχ ὁμοστοίχως ἅπαντες, οὔθ' ἑαυτοῖς οὔτ' ἀλλήλοις· ἀλλ' οἱ μὲν εἰς ἴσας τομάς, οἱ δὲ ἀνωμάλως μὲν καὶ ἀνίσως κατὰ τὴν αἴσθησιν, τῷ λόγῳ δὲ ὁμαλῶς τε καὶ εἰς ἶσα. τοῦτο γὰρ ἔδει συμβαίνειν, ἵν' ὁμολογήσῃ τὰ διαφέροντα σχήματα, δι' ἣν αἰτίαν καὶ οἱ διὰ τῶν πόλων τε καὶ τῶν τροπικῶν σημείων γραφόμενοι μέγιστοι κύκλοι, τῷ λόγῳ μένοντες κύκλοι, γεγόνασιν εὐθεῖαι τῇ μεταθέσει τοῦ θεωρήματος· ὅ τε ἀνταρκτικὸς μείζων ἐντέτακται τῶν μεγίστων, καὶ τὰ πρὸς ἀλλήλους διαστήματα τῶν ἀστέρων ἐμεγεθύνθη κατ' ἐκεῖνο τῆς ἐξαπλώσεως. τῶν δὲ ἐπιγραμμάτων ἃ διὰ χρυσοῦ στερεοῦ ταῖς σχολαζούσαις ἀστέρων χώραις κατὰ τὸν ἀνταρκτικὸν κύκλον ἐγκολάψαντες ἐνεθήκαμεν, τὸ μὲν ὕστερον, τὸ τετράστιχον, ἀρχαῖόν ἐστιν ἁπλουστέρως ἔχον εἰς ἀστρονομίαν ἐγκώμιον·

   Οἶδ' ὅτι θνατὸς ἐγὼ καὶ ἐφάμερος· ἀλλ' ὅταν ἄστρων

   ἰχνεύω πυκινὰς ἀμφιδρόμους ἕλικας,

   οὐκέτ' ἐπιψαύω γαίης ποσίν, ἀλλὰ παρ' αὐτῷ

   Ζηνὶ θεοτρεφέος πίμπλαμαι ἀμβροσίης.

τὸ δὲ ἡγούμενον αὐτοῦ, τὸ ὀκτάστιχον, ἐποιήθη μὲν ὑφ' οὗ καὶ τὸ ἔργον, ἐμοῦ· σπερματικὴν δὲ ἔχει καὶ καθολικὴν περίνοιαν τῶν ἐνορωμένων, μετ' ἰσχύος ἀπηγγελμένον, καὶ ἐπιστημονικῶς μᾶλλον ἢ ἁβρῶς συγκείμενον. ὃ διαλέγεται πρὸς μόνον τὸν ἀστρονόμον, τί ἂν ὄναιτο τοῦ ὀργάνου· τὰς γὰρ ἐποχὰς ὑπισχνεῖται τῶν ἀστέρων· ἀλλ' οὔτι φησὶ πρὸς τὸν ζῳδιακόν, ἀλλὰ πρὸς τὸν ἰσημερινόν· ἐφάνη γὰρ διὰ τῶν γραμμάτων τὸ ἐκείνως ἑλεῖν ἀδύνατον. καὶ τὰς λοξώσεις φησὶ δίδοσθαι, τῶν μερῶν τοῦ ζωδιακοῦ δηλονότι πρὸς τὰ μέρη τοῦ ἰσημερινοῦ· ἐπὶ πᾶσι τὰς συναναφοράς, τοῦτ' ἔστι ταῖς πόσαις τοῦ ζωδιακοῦ μοίραις αἱ πόσαι τοῦ ἰσημερινοῦ τὸν αὐτὸν ἰσημερινὸν διεξέρχονται. ἔστι δὲ τόδε· γεγράφθω δὲ τῶν ὕστερον ἀναγνωσομένων εἵνεκα· ἐπεὶ σοί γε κἀν τῷ πίνακι κείμενον ἐξαρκεῖ.

   Ἡ σοφίη στίβον εὗρεν ἐς οὐρανόν· ἆ, μέγα θαῦμα·

   καὶ νόος ἐξ αὐτῶν ἦλθεν ἐπουρανίων.

   ἠνίδε καὶ γυρὰ σφαίρας ἐπετάσσατο νῶτα,

   ἶσα δὲ κύκλα τομαῖς οὐχ ὁμαλαῖσι τέμεν.

   σκέπτεο τείρεα πάντα πρὸς ἄντυγα, τῆς ἔπι Τιτὰν

   νύκτα ταλαντεύει καὶ φάος ἐρχόμενος·

   δέξο ζῳδιακοῦ λοξώσιας, οὐδέ σε λήσει

   κλεινὰ μεσημβρινῆς κέντρα συνηλύσιος.