7860 453 0 155 34 0 III-II a. C. Mitologia Eratosthenes Catasterismi Olivieri, A., Leipzig, Teubner, 1897. 0

Eratosthenes - Catasterismi

Ἀστροθεσίαι ζῳδίων. Ἄρκτου μεγάλης.

[1]    Ταύτην Ἡσίοδός φησι Λυκάονος θυγατέρα ἐν Ἀρκαδίᾳ οἰκεῖν, ἑλέσθαι δὲ μετὰ Ἀρτέμιδος τὴν περὶ τὰς θήρας ἀγωγὴν ἐν τοῖς ὄρεσι ποιεῖσθαι· φθαρεῖσαν δὲ ὑπὸ Διὸς ἐμμεῖναι λανθάνουσαν τὴν θεόν· φωραθῆναι δὲ ὕστερον ἐπίτοκον ἤδη οὖσαν ὀφθεῖσαν ὑπ' αὐτῆς λουομένην· ἐφ' ᾧ ὀργισθεῖσαν τὴν θεὸν ἀποθηριῶσαι αὐτήν· καὶ οὕτως τεκεῖν ἄρκτον γενομένην τὸν κληθέντα Ἀρκάδα· οὖσαν δ' ἐν τῷ ὄρει θηρευθῆναι ὑπὸ αἰπόλων τινῶν καὶ παραδοθῆναι μετὰ τοῦ βρέφους τῷ Λυκάονι· μετὰ χρόνον δέ τινα δόξαι εἰσελθεῖν εἰς τὸ τοῦ Διὸς ἄβατον [ἱερὸν] ἀγνοήσασαν τὸν νόμον· ὑπὸ δὲ τοῦ ἰδίου υἱοῦ διωκομένην καὶ τῶν Ἀρκάδων, καὶ ἀναιρεῖσθαι μέλλουσαν διὰ τὸν εἰρημένον νόμον, ὁ Ζεὺς διὰ τὴν συγγένειαν αὐτὴν ἐξείλετο καὶ ἐν τοῖς ἄστροις αὐτὴν ἔθηκεν· Ἄρκτον δὲ αὐτὴν ὠνόμασε διὰ τὸ συμβεβηκὸς αὐτῇ σύμπτωμα.

   Ἔχει δὲ ἀστέρας ἐπὶ τῆς κεφαλῆς ζ΄ ἀμαυρούς, ἐφ' ἑκατέρων ὠτίων β΄, ‹ἐπ'› ὠμοπλατῶν λαμπρὸν α΄, ἐπὶ τοῦ στήθους ‹α΄, ἐπὶ τοῦ ἔμπροσθεν ποδὸς› β΄, ἐπὶ τῆς ῥάχεως λαμπρὸν α΄, ‹ἐπὶ τῆς κοιλίας λαμπρὸν α΄›, ἐπὶ σκέλεσιν ὀπισθίοις β΄, ἐπ' ἄκρῳ τῷ ποδὶ β΄, ἐπὶ τῆς κέρκου γ΄· τοὺς πάντας κδ΄.

Ἄρκτου μικρᾶς.

  [2] Αὕτη ἐστὶν ἡ μικρὰ καλουμένη· προσηγορεύθη δὲ ὑπὸ τῶν πλείστων Φοινίκη· ἐτιμήθη δὲ ὑπὸ τῆς Ἀρτέμιδος· γνοῦσα δὲ ὅτι ὁ Ζεὺς αὐτὴν ἔφθειρεν, ἠγρίωσεν αὐτήν· ὕστερον δὲ σεσωσμένῃ λέγεται δόξαν αὐτῇ περιθεῖναι ἀντιθεῖσαν ἕτερον εἴδωλον ἐν τοῖς ἄστροις, ὥστε δισσὰς ἔχειν τιμάς. Ἀγλαοσθένης δὲ ἐν τοῖς Ναξικοῖς φησι τροφὸν γενέσθαι τοῦ Διὸς Κυνόσουραν, εἶναι δὲ μίαν τῶν Ἰδαίων νυμφῶν· ἀφ' ἧς ἐν μὲν τῇ πόλει τῇ καλουμένῃ Ἱστοῖς, τοὔνομα τοῦτο ἦν, ἣν οἱ περὶ Νικόστρατον ἔκτισαν, καὶ τὸν ἐν αὐτῇ [δὲ] λιμένα καὶ τὸν ἐπ' αὐτῷ τόπον Κυνόσουραν κληθῆναι. Ἄρατος δὲ αὐτὴν καλεῖ Ἑλίκην ἐκ Κρήτης οὖσαν· γενέσθαι δὲ Διὸς τροφὸν καὶ διὰ τοῦτο ἐν οὐρανοῖς τιμῆς ἀξιωθῆναι.

   Ἔχει δὲ ἀστέρας ἐπὶ μὲν ἑκάστης γωνίας τοῦ πλινθίου λαμπρὸν α΄, ἐπὶ δὲ τῆς κέρκου λαμπροὺς γ΄, τοὺς πάντας ζ΄· ὑπὸ δὲ τὸν ἕτερον τῶν ἡγουμένων κατώτερός ἐστιν ἄλλος ἀστήρ, ὃς καλεῖται Πόλος, περὶ ὃν δοκεῖ ὅλος ὁ κόσμος στρέφεσθαι.

Δράκοντος.

  [3] Οὗτός ἐστιν ὁ μέγας τε καὶ δι' ἀμφοτέρων τῶν Ἄρκτων κείμενος· λέγεται δὲ εἶναι ὁ τὰ χρύσεα μῆλα φυλάσσων, ὑπὸ δὲ Ἡρακλέους ἀναιρεθείς· ᾧ καὶ ἐν τοῖς ἄστροις τάξις ἐδόθη δι' Ἥραν, ἣ κατέστησεν αὐτὸν ἐπὶ τὰς Ἑσπερίδας φύλακα τῶν μήλων· Φερεκύδης γάρ φησιν, ὅτε ἐγαμεῖτο ἡ Ἥρα ὑπὸ Διός, φερόντων αὐτῇ τῶν θεῶν δῶρα τὴν Γῆν ἐλθεῖν φέρουσαν τὰ χρύσεα μῆλα· ἰδοῦσαν δὲ τὴν Ἥραν θαυμάσαι καὶ εἰπεῖν καταφυτεῦσαι εἰς τὸν τῶν θεῶν κῆπον, ὃς ἦν παρὰ τῷ Ἄτλαντι· ὑπὸ δὲ τῶν ἐκείνου παρθένων ἀεὶ ὑφαιρουμένων τῶν μήλων κατέστησε φύλακα τὸν ὄφιν ὑπερμεγέθη ὄντα· μέγιστον δὲ ἔχει σημεῖον· ἐπίκειται δὲ αὐτῷ Ἡρακλέους εἴδωλον, ὑπόμνημα τοῦ ἀγῶνος Διὸς θέντος ἐναργέστατον τῇ σχηματοποιίᾳ.

   Ἔχει δὲ ἀστέρας ἐπὶ μὲν τῆς κεφαλῆς λαμπροὺς γ΄, ἐπὶ δὲ τοῦ σώματος ἕως τῆς κέρκου ιβ΄ παραπλησίους ἀλλήλοις· ‹τοὺς πάντας ιε΄›· [διεστὼς δὲ διὰ τῶν Ἄρκτων].

Τοῦ ἐν γόνασιν.

  [4] Οὗτος, φασίν, Ἡρακλῆς ἐστιν ὁ ἐπὶ τοῦ Ὄφεως βεβηκώς· ἐναργῶς δὲ ἕστηκε τό τε ῥόπαλον ἀνατετακὼς καὶ τὴν λεοντῆν περιειλημένος· λέγεται δέ, ὅτε ἐπὶ τὰ χρύσεα μῆλα ἐπορεύθη, τὸν ὄφιν τὸν τεταγμένον φύλακα ἀνελεῖν· ἦν δὲ ὑπὸ Ἥρας δι' αὐτὸ τοῦτο τεταγμένος ὅπως ἀνταγωνίσηται τῷ Ἡρακλεῖ· ὅθεν ἐπιτελεσθέντος τοῦ ἔργου μετὰ ‹μεγίστου› κινδύνου ἄξιον ὁ Ζεὺς κρίνας τὸν ἆθλον μνήμης ἐν τοῖς ἄστροις ἔθηκε τὸ εἴδωλον· ἔστι δὲ ὁ μὲν ὄφις μετέωρον ἔχων τὴν κεφαλήν, ὁ δ' ἐπιβεβηκὼς αὐτῷ καθεικὼς τὸ ἓν γόνυ, τῷ δ' ἑτέρῳ ποδὶ ἐπὶ τὴν κεφαλὴν ἐπιβαίνων, τὴν δὲ δεξιὰν χεῖρα ἐκτείνων, ἐν ᾗ τὸ ῥόπαλον, ὡς παίσων, τῇ δ' εὐωνύμῳ χειρὶ τὴν λεοντῆν περιβεβλημένος.

   Ἔχει δ' ἀστέρας ἐπὶ τῆς κεφαλῆς λαμπρὸν α΄, ἐπὶ βραχίονος δεξιοῦ λαμπρὸν α΄, ἐφ' ἑκατέρων ὤμων λαμπρὸν α΄, ‹ἐπ' ἀριστεροῦ ἀγκῶνος α΄, ἐπ'› ἄκρας χειρὸς α΄, ἐφ' ἑκατέρας λαγόνος α΄, λαμπρότερον δὲ τὸν ἐπὶ τῆς ἀριστερᾶς, ‹ἐπὶ› δεξιοῦ μηροῦ β΄, ἐπὶ γόνατος καμπῆς α΄, ἐπὶ κνήμης β΄, ἐπὶ ποδὸς α΄, ὑπὲρ τὴν δεξιὰν χεῖρα α΄, ὃς καλεῖται Ῥόπαλον, ἐπὶ τῆς λεοντῆς δ΄· τοὺς πάντας ιθ΄.

‹Π›ερὶ τοῦ Στεφάνου.

  [5] Οὗτος λέγεται ὁ τῆς Ἀριάδνης· Διόνυσος δὲ αὐτὸν εἰς τὰ ἄστρα ἔθηκεν, ὅτε τοὺς γάμους οἱ θεοὶ ἐν τῇ καλουμένῃ Δίᾳ ἐποίησαν, αὐτοῖς βουλόμενος ἐπιφανὴς γενέσθαι· ᾧ πρῶτον ἡ νύμφη ἐστεφανώσατο παρ' Ὡρῶν λαβοῦσα καὶ Ἀφροδίτης. ὅ τε τὰ Κρητικὰ γεγραφὼς λέγει ‹ὅτι› ὅτε ἦλθε Διόνυσος πρὸς Μίνω φθεῖραι βουλόμενος αὐτήν, δῶρον αὐτῇ τοῦτο δέδωκεν· ᾧ ἠπατήθη ἡ Ἀριάδνη.

   Ἡφαίστου δὲ ἔργον εἶναί φασιν ἐκ χρυσοῦ πυρώδους καὶ λίθων ἰνδικῶν· ἱστορεῖται δὲ διὰ τούτου καὶ τὸν Θησέα σωθῆναι ἐκ τοῦ λαβυρίνθου ποιοῦντος τοῦ στεφάνου φέγγος· ἐν δὲ τοῖς ἄστροις ὕστερον αὐτὸν τεθεικέναι, ὅτε εἰς Νάξον ἦλθον ἀμφότεροι, σημεῖον τῆς αἱρέσεως· συνεδόκει δὲ καὶ τοῖς θεοῖς.

   Φασὶ καὶ τὸν πλόκαμον ταύτης εἶναι τὸν φαινόμενον ὑπὸ τὴν κέρκον τοῦ Λέοντος.

‹Π›ερὶ τοῦ Ὀφιούχου.

  [6] Οὗτός ἐστιν ὁ ἐπὶ τοῦ Σκορπίου συνεστηκώς, ἔχων ἐν ταῖς χερσὶν ἀμφοτέραις ὄφιν· λέγεται δὲ εἶναι Ἀσκληπιὸς ὑπό τινων ἀστρολόγων· ὃν ὁ Ζεὺς χαριζόμενος Ἀπόλλωνι [διὰ τὴν κεραυνοβολίαν] δοκεῖ αὐτῷ τιμὴν ἀπονεῖμαι ταύτην· ἐν γὰρ τοῖς ἀνθρώποις ὤν, τῇ τέχνῃ ἰατρικῇ χρώμενος τοὺς ἤδη τεθνηκότας ἤγειρεν· ὀργισθέντα δὲ κεραυνοβολῆσαι τὴν οἰκίαν αὐτοῦ· τοῦτον δὲ εἰς τὰ ἄστρα ἀναγαγεῖν διὰ τὸν Ἀπόλλωνα.

Στεφάνου.

   [4] Οὗτος λέγεται ὁ τῆς Ἀριάδνης· Διόνυσος δὲ αὐτὸν εἰς τὰ ἄστρα ἔθηκεν ὅτε τοὺς γάμους οἱ θεοὶ ἐν τῇ καλουμένῃ Δίᾳ ἐποίησαν, ᾧ πρώτῳ ἡ νύμφη ἐστεφανώσατο παρὰ Ὡρῶν λαβοῦσα καὶ Ἀφροδίτης.

   Ἡφαίστου δὲ ἔργον εἶναί φασιν ἐκ χρυσοῦ πυρώδους καὶ λίθων ἰνδικῶν· ἱστορεῖται δὲ καὶ διὰ τούτου τὸν Θησέα σεσῶσθαι ἐκ τοῦ λαβυρίνθου, φέγγος ποιοῦντος.

   Φασὶ καὶ τὸν πλόκαμον ταύτης εἶναι τὸν φαινόμενον ἐπὶ τῆς κέρκου τοῦ Λέοντος.

   Ἔχει δὲ ἀστέρας ὁ Στέφανος ἐννέα κύκλῳ κειμένους, ὧν εἰσι λαμπροὶ ‹γ΄› οἱ κατὰ τὴν κεφαλὴν τοῦ Ὄφεως τοῦ διὰ τῶν Ἄρκτων.

Ὀφιούχου.

   [6a] Οὗτός ἐστιν ὁ ἐπὶ Σκορπίου ἑστηκώς, ἔχων ἐν ἀμφοτέραις χερσὶν [τὸν] ὄφιν· λέγεται δὲ εἶναι Ἀσκληπιός, ὃν Ζεὺς χαριζόμενος Ἀπόλλωνι εἰς τὰ ἄστρα ἀνήγαγεν· τούτου τέχνῃ ἰατρικῇ χρωμένου, ὡς καὶ τοὺς ἤδη τεθνηκότας ἐγείρειν, ἐν οἷς καὶ ἔσχατον Ἱππόλυτον τὸν Θησέως, καὶ τῶν θεῶν δυσχερῶς τοῦτο φερόντων, εἰ αἱ τιμαὶ καταλυθήσονται αὐτῶν τηλικαῦτα ἔργα Ἀσκληπιοῦ ἐπιτελοῦντος, λέγεται τὸν Δία ὀργισθέντα κεραυνοβολῆσαι τὴν οἰκίαν αὐτοῦ, εἶτα διὰ τὸν Ἀπόλλωνα τοῦτον εἰς τὰ ἄστρα ἀναγαγεῖν· ἔχει δὲ ἐπιφάνειαν ἱκανὴν ἐπὶ τοῦ μεγίστου ἄστρου ὤν, λέγω δὴ τοῦ Σκορπίου, εὐσήμῳ τῷ τύπῳ φαινόμενος.

   Ἔχει δ' ἀστέρας ἐπὶ τῆς κεφαλῆς λαμπρὸν α΄, ἐφ' ἑκατέρων τῶν ὤμων λαμπρὸν α΄, ἐπὶ τῆς ἀριστερᾶς χειρὸς γ΄, ἐπὶ τῆς δεξιᾶς δ΄, ἐφ' ἑκατέρων ἰσχίων α΄, ἐφ' ἑκατέρων γονάτων α΄, ‹ἐπὶ τῆς δεξιᾶς κνήμης α΄, ἐφ' ἑκατέρων ποδῶν α΄›, τὸν ἐπὶ τοῦ δεξιοῦ λαμπρότερον· τοὺς πάντας ιζ΄· τοῦ δὲ Ὄφεως ἐπ' ἄκρας κεφαλῆς β΄

Σκορπίου.

   [7] Οὗτος διὰ τὸ μέγεθος εἰς δύο δωδεκατημόρια διαιρεῖται· καὶ τὸ μὲν ἐπέχουσιν αἱ χηλαί, θάτερον δὲ τὸ σῶμα καὶ τὸ κέντρον. τοῦτον, φασίν, ἐποίησεν Ἄρτεμις ἀναδοθῆναι ‹ἐκ› τῆς κολώνης τῆς Χίου νήσου, καὶ τὸν Ὠρίωνα πλῆξαι, καὶ οὕτως ἀποθανεῖν, ἐπειδὴ ἐν κυνηγεσίῳ ἀκόσμως αὐτὴν ἐβιάσατο· ὃν Ζεὺς ἐν τοῖς λαμπροῖς ἔθηκε τῶν ἄστρων, ἵν' εἰδῶσιν οἱ ἐπιγινόμενοι ἄνθρωποι τὴν ἰσχύν τε αὐτοῦ καὶ τὴν δύναμιν.

   Ἔχει δὲ ἀστέρας ἐφ' ἑκατέρας χηλῆς β΄, ὧν εἰσιν οἱ μὲν πρῶτοι μεγάλοι, οἱ δὲ δεύτεροι ἀμαυροί, ἐπὶ δὲ τοῦ μετώπου ‹λαμπροὺς γ΄, ὧν ὁ μέσος λαμπρότατος, ἐπὶ τῆς ῥάχεως› λαμπροὺς γ΄, ἐπὶ τῆς κοιλίας β΄, ἐπὶ τῆς κέρκου ε΄, ἐπὶ τοῦ κέντρου β΄· προηγεῖται μὲν ἐν αὐτοῖς πάντων φαιδρότερος ὢν ὁ ἐπὶ τῆς βορείας χηλῆς λαμπρὸς ἀστήρ· ‹τοὺς πάντας ιθ΄›.

‹Π›ερὶ τοῦ Βοώτου τοῦ καὶ Ἀρκτοφύλακος.

  [7] ‹Π›ερὶ τούτου λέγεται ὅτι Ἀρκάς ἐστιν ὁ Καλλιστοῦς καὶ Διὸς γεγονώς, ᾤκησε δὲ περὶ τὸ Λύκαιον φθείραντος αὐτὴν Διός· οὗ προσποιησάμενος ὁ Λυκάων τὸν Δία ἐξένιζεν, ὥς φησιν Ἡσίοδος, καὶ τὸ βρέφος κατακόψας, παρέθηκεν ἐπὶ τὴν τράπεζαν· ὅθεν ἐκείνην μὲν ἀνατρέπει, ἀφ' οὗ ἡ Τραπεζοῦς καλεῖται πόλις, τὴν δὲ οἰκίαν ἐκεραύνωσε, τὸν δὲ Λυκάονα ἀπεθηρίωσε καὶ αὐτὸν λύκον ἐποίησε· τὸν δὲ Ἀρκάδα πάλιν ἀναπλάσας ἔθηκεν ἄρτιον· καὶ ἐτράφη παρ' αἰπόλῳ· νεανίσκος δ' ὢν ἤδη δοκεῖ καταδραμεῖν εἰς τὸ Λύκαιον καὶ ἀγνοήσας τὴν μητέρα γῆμαι· οἱ δὲ κατοικοῦντες τὸν τόπον ἀμφοτέρους κατὰ νόμον θύειν ἔμελλον· ὁ δὲ Ζεὺς ἐξελόμενος αὐτοὺς διὰ τὴν συγγένειαν εἰς τὰ ἄστρα ἀνήγαγεν.

Ἀρκτοφύλακος.

  [8] Περὶ τούτου λέγεται ὅτι Ἀρκάς ἐστιν ὁ Καλλιστοῦς καὶ Διὸς γεγονώς, ὃν κατακόψας Λυκάων, ἐξένισε τὸν Δία παραθεὶς ἐπὶ τράπεζαν· ὅθεν ἐκείνην μὲν ἀνατρέπει, ἀφ' οὗ ἡ Τραπεζοῦς καλεῖται πόλις· τὴν δὲ οἰκίαν αὐτοῦ κεραυνοῖ τῆς ὠμότητος αὐτὸν μυσαχθείς· τὸν δὲ Ἀρκάδα πάλιν συμπλάσας, ἔθηκεν ἄρτιον καὶ ἐν τοῖς ἄστροις ἀνήγαγεν.

   Ἔχει δ' ἀστέρας ἐπὶ μὲν τῆς δεξιᾶς χειρὸς δ΄, οἳ οὐ δύνουσιν, ἐπὶ δὲ τῆς κεφαλῆς λαμπρὸν α΄, ἐφ' ἑκατέρων τῶν ὤμων λαμπρὸν α΄, ἐπὶ τῶν μαστῶν ἑκατέρων α΄, λαμπρὸν τὸν ἐπὶ τοῦ δεξιοῦ καὶ ὑπ' αὐτὸν α΄ ἀμαυρόν, καὶ ἐπὶ τοῦ ἀγκῶνος ‹δεξιοῦ› α΄ λαμπρόν, ἀνὰ μέσον τῶν γονάτων α΄ λαμπρότατον, ὃς δὴ Ἀρκτοῦρος καλεῖται, ἐφ' ἑκατέρῳ ποδὶ λαμπρὸν α΄· ‹τοὺς πάντας ιδ΄›.

Παρθένου.

  [9] Ταύτην Ἡσίοδος ἐν Θεογονίᾳ εἴρηκε θυγατέρα Διὸς καὶ Θέμιδος, καλεῖσθαι δὲ αὐτὴν Δίκην· λέγει δὲ καὶ Ἄρατος παρὰ τούτου λαβὼν τὴν ἱστορίαν ὡς οὖσα πρότερον ἀθάνατος καὶ ἐπὶ τῆς γῆς σὺν τοῖς ἀνθρώποις ἦν καὶ ὅτι Δίκην αὐτὴν ἐκάλουν· μεταστάντων δὲ αὐτῶν καὶ μηκέτι τὸ δίκαιον συντηρούντων, οὐκέτι σὺν αὐτοῖς ἦν, ἀλλ' εἰς τὰ ὄρη ὑπεχώρει· εἶτα στάσεων καὶ πολέμων αὐτοῖς ὄντων [διὰ] τὴν παντελῆ αὐτῶν ἀδικίαν ἀπομισήσασαν εἰς τὸν οὐρανὸν ἀνελθεῖν. λέγονται δὲ καὶ ἕτεροι λόγοι περὶ αὐτῆς πλεῖστοι· οἱ μὲν γὰρ αὐτήν φασιν εἶναι Δήμητρα διὰ τὸ ἔχειν στάχυν, οἱ δὲ Ἴσιν, οἱ δὲ Ἀταργάτιν, οἱ δὲ Τύχην, διὸ καὶ ἀκέφαλον αὐτὴν σχηματίζουσιν.

   Ἔχει δὲ ἀστέρας ἐπὶ τῆς κεφαλῆς α΄ ἀμαυρόν, ‹ἐφ'› ἑκατέρῳ ὤμῳ α΄, ‹ἐν› πτέρυγι ἑκατέρᾳ β΄, ὁ δ' ἐν τῇ δεξιᾷ πτέρυγι ‹μεταξὺ› τοῦ τε ὤμου καὶ τοῦ ἄκρου τῆς πτέρυγος Προτρυγητὴρ καλεῖται, ‹ἐπ'› ἀγκῶνος ἑκατέρου α΄, ‹ἐπὶ› χειρὸς ἄκρας ἑκατέρας α΄, ὁ δ' ἐπὶ τῆς εὐωνύμου λαμπρὸς καλεῖται Στάχυς, ἐπὶ τῆς πέζης τοῦ χιτῶνος ‹ἀμαυροὺς Ϛ΄›, ἀμαυρὸν α΄, ἐφ' ἑκατέρου ποδὸς α΄· οἱ πάντες κ΄.

Διδύμων.

[10]   Οὗτοι λέγονται Διόσκουροι εἶναι· ἐν δὲ τῇ Λακωνικῇ τραφέντες ἐπιφάνειαν ἔσχον, φιλαδελφίᾳ δὲ ὑπερήνεγκαν πάντας· οὔτε γὰρ περὶ ἀρχῆς οὔτε περὶ ἄλλου τινὸς ἤρισαν· μνήμην δὲ αὐτῶν Ζεὺς θέσθαι βουλόμενος τῆς κοινότητος, Διδύμους ὀνομάσας εἰς τὸ αὐτὸ ἀμφοτέρους ἔστησεν ἐν τοῖς ἄστροις.

   Ἔχουσι δὲ ἀστέρας ὁ μὲν ἐποχούμενος τοῦ Καρκίνου ‹ἐπὶ› τῆς κεφαλῆς ‹α΄ λαμπρόν, ἐπ' ὤμου ἑκατέρου α΄ λαμπρόν, ἐπὶ δεξιοῦ ἀγκῶνος α΄, ἐπὶ δεξιᾶς χειρὸς α΄, ἐφ'› ἑκατέρῳ γόνατι α΄, ‹ἐφ' ἑκατέρῳ ποδὶ α΄, τοὺς πάντας θ΄›· ὁ δ' ἐχόμενος ἔχει ἐπὶ τῆς κεφαλῆς α΄ λαμπρόν, ‹ἐπ'› ἀριστερῷ ὤμῳ λαμπρὸν α΄, ἐπὶ μαστῷ ἑκατέρῳ α΄, ‹ἐπ'› ἀριστεροῦ ἀγκῶνος α΄, ‹ἐπ'› ἄκρας χειρὸς α΄, ‹ἐπ'› ἀριστερῷ γόνατι α΄, ‹ἐφ'› ἑκατέρῳ ποδὶ α΄, ὑπὸ τὸν ἀριστερὸν πόδα α΄, ὃς καλεῖται Πρόπους· ‹τοὺς πάντας ι΄›.

Καρκίνου.

[11]   Οὗτος δοκεῖ ἐν τοῖς ἄστροις τεθῆναι δι' Ἥραν, ὅτι μόνος Ἡρακλεῖ τῶν ἄλλων συμμαχούντων ὅτε τὴν ὕδραν ἀνῄρει, ἐκ τῆς λίμνης ἐκπηδήσας ἔδακεν αὐτοῦ τὸν πόδα, καθάπερ φησὶ Πανύασις ἐν Ἡρακλείᾳ· θυμωθεὶς δ' ὁ Ἡρακλῆς δοκεῖ τῷ ποδὶ συνθλάσαι αὐτόν, ὅθεν μεγάλης τιμῆς τετύχηκε καταριθμούμενος ἐν τοῖς ιβ΄ ζῳδίοις.

   Καλοῦνται δέ τινες αὐτῶν ἀστέρες Ὄνοι, οὓς Διόνυσος ἀνήγαγεν εἰς τὰ ἄστρα. ἔστι δὲ αὐτοῖς καὶ Φάτνη παράσημον· ἡ δὲ τούτων ἱστορία αὕτη·

Ὄνων καὶ Φάτνης.

   Ὅτε ἐπὶ Γίγαντας ἐστρατεύοντο οἱ θεοί, λέγεται Διόνυσον καὶ Ἥφαιστον καὶ Σατύρους ἐπὶ ὄνων πορεύεσθαι· οὔπω δὲ ἑωραμένων αὐτοῖς τῶν Γιγάντων πλησίον ὄντες ὠγκήθησαν οἱ ὄνοι, οἱ δὲ Γίγαντες ἀκούσαντες τὴν φωνὴν ἔφυγον· διὸ ἐτιμήθησαν ἐν τῷ Καρκίνῳ εἶναι ἐπὶ δυσμάς.

   Ἔχει δὲ ὁ Καρκίνος ἐπὶ τοῦ ὀστράκου ἀστέρας λαμπροὺς β΄, οὗτοί εἰσιν οἱ Ὄνοι· τὸ δὲ νεφέλιόν ἐστιν ἡ ἐν αὐτῷ ὁρωμένη Φάτνη, παρ' ᾗ δοκοῦσιν ἑστάναι· ἐπὶ τοῖς δεξιοῖς ποσὶν ἐφ' ἑκάστῳ α΄ ἀμαυρόν, ἐπὶ δὲ τοῖς ἀριστεροῖς τοῦ πρώτου β΄ ἀμαυροὺς καὶ ἐπὶ τοῦ δευτέρου ‹β΄›, καὶ ἐπὶ τοῦ τρίτου ‹α΄›, ὁμοίως ἐπ' ἄκρας τοῦ τετάρτου ‹α΄›, ἐπὶ τοῦ στόματος ‹α΄› καὶ ἐπὶ τῆς χηλῆς τῆς δεξιᾶς γ΄, ‹ὁμοίους οὐ μεγάλους›, ὁμοίως ‹οὐ› μεγάλους ἐπὶ τῆς ἀριστερᾶς χηλῆς ‹β΄›· οἱ πάντες ιη΄.

Λέοντος.

  [12] Οὗτός ἐστι μὲν τῶν ἐπιφανῶν ἄστρων· δοκεῖ δ' ὑπὸ Διὸς τιμηθῆναι τοῦτο τὸ ζῴδιον διὰ τὸ τῶν τετραπόδων ἡγεῖσθαι. τινὲς δέ φασιν ὅτι Ἡρακλέους πρῶτος ἆθλος ἦν εἰς τὸ μνημονευθῆναι· φιλοδοξῶν γὰρ μόνον τοῦτον οὐχ ὅπλοις ἀνεῖλεν, ἀλλὰ συμπλακεὶς ἀπέπνιξεν· λέγει δὲ περὶ αὐτοῦ Πείσανδρος ὁ Ῥόδιος· ὅθεν καὶ τὴν δορὰν αὐτοῦ ἔχειν, ὡς ἔνδοξον ἔργον πεποιηκώς. οὗτός ἐστιν ὁ ἐν τῇ Νεμέᾳ ὑπ' αὐτοῦ φονευθείς.

   Ἔχει δὲ ἀστέρας ἐπὶ τῆς κεφαλῆς γ΄, ἐπὶ τοῦ στήθους ‹α΄, ὑπὸ τὸ στῆθος› β΄, ἐπὶ τοῦ δεξιοῦ ποδὸς λαμπρὸν α΄, ἐπὶ μέσης ‹τῆς κοιλίας› α΄, ὑπὸ τὴν κοιλίαν α΄, ἐπὶ τοῦ ἰσχίου α΄, ἐπὶ τοῦ ὀπισθίου γόνατος α΄, ἐπὶ ποδὸς ἄκρου λαμπρὸν α΄, ἐπὶ τοῦ τραχήλου β΄, ἐπὶ τῆς ῥάχεως γ΄, ἐπὶ μέσης τῆς κέρκου α΄, ἐπ' ἄκρας λαμπρὸν α΄, [ἐπὶ τῆς κοιλίας α΄]· ‹τοὺς πάντας ιθ΄›. ὁρῶνται δὲ καὶ ὑπὲρ αὐτὸν ἐν τριγώνῳ κατὰ τὴν κέρκον ἀμαυροὶ ἑπτά, οἳ καλοῦνται Πλόκαμος Βερενίκης Εὐεργέτιδος.

Ἡνιόχου.

[13]    Τοῦτον λέγουσιν ὅτι ὁ Ζεὺς ἰδὼν πρῶτον ἐν ἀνθρώποις ἅρμα ζεύξαντα [ἵππων], ὅς ἐστιν Ἐριχθόνιος ἐξ Ἡφαίστου καὶ Γῆς γενόμενος, καὶ θαυμάσας ὅτι τῇ τοῦ Ἡλίου ἀντίμιμον ἐποιήσατο διφρείαν ὑποζεύξας ἵππους λευκοὺς ‹ἀνήγαγεν εἰς τὰ ἄστρα›· πρῶτόν τε Ἀθηνᾷ πομπὴν ἤγαγεν ἐν ἀκροπόλει καὶ ἐποιήσατο πρὸς τούτοις ἐπιφανῆ τὴν θυσίαν αὐτῆς ‹τὸ ξόανον› σεμνύνων. λέγει δὲ καὶ Εὐριπίδης περὶ τῆς γενέσεως αὐτοῦ τὸν τρόπον τοῦτον· Ἥφαιστον ἐρασθέντα Ἀθηνᾶς βούλεσθαι αὐτῇ μιγῆναι, τῆς δὲ ἀποστρεφομένης καὶ τὴν παρθενίαν μᾶλλον αἱρουμένης ἔν τινι τόπῳ τῆς Ἀττικῆς κρύπτεσθαι, ὃν λέγουσι καὶ ἀπ' ἐκείνου προσαγορευθῆναι Ἡφαιστεῖον· ὃς δόξας αὐτὴν κρατήσειν καὶ ἐπιθέμενος πληγεὶς ὑπ' αὐτῆς τῷ δόρατι ἀφῆκε τὴν ἐπιθυμίαν, φερομένης εἰς τὴν γῆν τῆς σπορᾶς· ἐξ ἧς γεγενῆσθαι λέγουσι παῖδα, ὃς ἐκ τούτου Ἐριχθόνιος ἐκλήθη, καὶ αὐξηθεὶς τοῦθ' εὗρε καὶ ἐθαυμάσθη ἀγωνιστὴς γενόμενος· ἤγαγε δ' ἐπιμελῶς τὰ Παναθήναια καὶ ἅρμα ἡνιόχει ἔχων παραβάτην ἀσπίδιον ἔχοντα καὶ τριλοφίαν ἐπὶ τῆς κεφαλῆς· ἀπ' ἐκείνου δὲ κατὰ μίμησιν ὁ καλούμενος ἀποβάτης.

   Ἐσχημάτισται δ' ἐν τούτῳ ἡ Αἲξ καὶ οἱ Ἔριφοι. Μουσαῖος γάρ φησι Δία γεννώμενον ἐγχειρισθῆναι ὑπὸ Ῥέας Θέμιδι, Θέμιν δὲ Ἀμαλθείᾳ δοῦναι τὸ βρέφος, τὴν δὲ ἔχουσαν αἶγα ὑποθεῖναι, τὴν δ' ἐκθρέψαι Δία· τὴν δὲ Αἶγα εἶναι Ἡλίου θυγατέρα φοβερὰν οὕτως ὥστε τοὺς κατὰ Κρόνον θεούς, βδελυττομένους τὴν μορφὴν τῆς παιδός, ἀξιῶσαι ‹τὴν› Γῆν κρύψαι αὐτὴν ἔν τινι τῶν κατὰ Κρήτην ἄντρων· καὶ ἀποκρυψαμένην ἐπιμέλειαν αὐτῆς τῇ Ἀμαλθείᾳ ἐγχειρίσαι, τὴν δὲ τῷ ἐκείνης γάλακτι τὸν Δία ἐκθρέψαι· ἐλθόντος δὲ τοῦ παιδὸς εἰς ἡλικίαν καὶ μέλλοντος Τιτᾶσι πολεμεῖν, οὐκ ἔχοντος δὲ ὅπλα, θεσπισθῆναι αὐτῷ τῆς αἰγὸς τῇ δορᾷ ὅπλῳ χρήσασθαι διά τε τὸ ἄτρωτον αὐτῆς καὶ φοβερὸν καὶ διὰ τὸ εἰς μέσην τὴν ῥάχιν Γοργόνος πρόσωπον ἔχειν· ποιήσαντος δὲ ταῦτα τοῦ Διὸς καὶ τῇ τέχνῃ φανέντος διπλασίονος, τὰ ὀστᾶ δὲ τῆς αἰγὸς καλύψαντος ἄλλῃ δορᾷ καὶ ἔμψυχον αὐτὴν καὶ ἀθάνατον κατασκευάσαντος, αὐτὴν μέν φασιν ἄστρον οὐράνιον [κατασκευάσαι]

   Τινὲς δέ φασι Μυρτίλον ὀνόματι τὸν ‹Οἰνομάου› ἡνίοχον εἶναι τὸν ἐξ Ἑρμοῦ γεγονότα.

   Ἔχει δ' ἀστέρας ἐπὶ τῆς κεφαλῆς α΄, καὶ ἐφ' ἑκατέρων τῶν ὤμων α΄, ὧν τὸν μὲν ἐπὶ τοῦ ἀριστεροῦ λαμπρόν, ὃς καλεῖται Αἴξ, ἐφ' ἑκατέρου ἀγκῶνος α΄, ‹ἐπὶ δεξιᾶς χειρὸς α΄, ἐπ'› ἀριστερᾶς χειρὸς β΄, οἳ δὴ καλοῦνται Ἔριφοι· τοὺς πάντας η΄.

Ταύρου.

  [14] Οὗτος λέγεται ἐν τοῖς ἄστροις τεθῆναι διὰ τὸ Εὐρώπην ἀγαγεῖν ἐκ Φοινίκης εἰς Κρήτην διὰ τοῦ πελάγους, ὡς Εὐριπίδης φησὶν ἐν τῷ Φρίξῳ· χάριν δὲ τούτου ἐν τοῖς ἐπιφανεστάτοις ἐστὶν ὑπὸ Διὸς τιμηθείς. ἕτεροι δέ φασι βοῦν εἶναι τῆς Ἰοῦς μίμημα· χάριν δὲ ἐκείνης ὑπὸ Διὸς ἐτιμήθη [τὸ ἄστρον].

   Τοῦ δὲ Ταύρου τὸ μέτωπον σὺν τῷ προσώπῳ αἱ Ὑάδες καλούμεναι περιέχουσιν· πρὸς δὲ τῇ ἀποτομῇ τῆς ῥάχεως ἡ Πλειάς ἐστιν ἀστέρας ἔχουσα ἑπτά, διὸ καὶ ἑπτάστερος καλεῖται· οὐχ ὁρῶνται δὲ εἰ μὴ ἕξ, ὁ δὲ ἕβδομος ἀμαυρός ἐστι σφόδρα.

   Ἔχει δ' ὁ Ταῦρος ἀστέρας ζ΄· ὃς δὴ ὑπεναντία ἕρπει καθ' ἑαυτὸν ἔχων τὴν κεφαλήν, ἐφ' ἑκατέρων δὲ τῶν κεράτων ἐπὶ τῆς ἐκφύσεως α΄, ὧν λαμπρότερος ὁ ἐπὶ τῆς ἀριστερᾶς, ἐφ' ἑκατέρων τῶν ὀφθαλμῶν α΄, ἐπὶ τοῦ μυκτῆρος α΄, ἐφ' ἑκατέρων τῶν ὤμων α΄· οὗτοι Ὑάδες λέγονται· ἐπὶ δὲ τοῦ ἀριστεροῦ γόνατος τοῦ ἐμπροσθίου α΄, ἐπὶ τῶν χηλῶν ‹ἑκατέρων› α΄, ἐπὶ τοῦ δεξιοῦ γόνατος α΄, ἐπὶ τοῦ τραχήλου β΄, ἐπὶ τῆς ῥάχεως γ΄, τὸν ἔσχατον λαμπρόν, ὑπὸ τὴν κοιλίαν α΄, ἐπὶ τοῦ στήθους λαμπρὸν α΄· τοὺς πάντας ιη΄.

Κηφέως.

[15]   Οὗτος ἐν τάξει τέτακται τέταρτος· ὁ δ' ἀρκτικὸς κύκλος αὐτὸν ἀπολαμβάνει ἀπὸ ποδῶν ἕως στήθους· τὸ δὲ λοιπὸν εἰς τὸ ἀνὰ μέσον πίπτει αὐτοῦ τοῦ τε ἀρκτικοῦ καὶ θερινοῦ τροπικοῦ· ἦν δέ, ὡς Εὐριπίδης φησίν, Αἰθιόπων βασιλεύς, Ἀνδρομέδας δὲ πατήρ· τὴν δ' αὑτοῦ θυγατέρα δοκεῖ προθεῖναι τῷ κήτει βοράν, ἣν Περσεὺς ὁ Διὸς διέσωσε· δι' ἣν καὶ αὐτὸς ἐν τοῖς ἄστροις ἐτέθη Ἀθηνᾶς γνώμῃ.

   Ἔχει δ' ἀστέρας ἐπὶ τῆς κεφαλῆς λαμπροὺς β΄, ἐφ' ἑκατέρων ὤμων α΄, καὶ ‹ἐπὶ› χειρῶν ἑκατέρων α΄, ‹ἐπ'› ἀγκώνων ἑκατέρων α΄ ‹ἀμαυρόν, ἐπὶ› ζώνης γ΄ λοξοὺς [ἀμαυρούς], ‹ἐπὶ› κοιλίας μέσης λαμπρούς, ‹ἐπὶ› δεξιᾶς λαγόνος α΄, ‹ἐπ' ἀριστεροῦ› γόνατος β΄, ‹ὑπὲρ πόδας δ΄, ἐπὶ› ποδὸς ἄκρου α΄· ‹τοὺς πάντας ιθ΄›.

Κασσιεπείας.

[16]   Ταύτην ἱστορεῖ Σοφοκλῆς ὁ τῆς τραγῳδίας ποιητὴς ἐν Ἀνδρομέδᾳ ἐρίσασαν περὶ κάλλους ταῖς Νηρηίσιν εἰσελθεῖν εἰς τὸ σύμπτωμα, καὶ Ποσειδῶνα διαφθεῖραι τὴν χώραν κῆτος ἐπιπέμψαντα· δι' ἣν πρόκειται τῷ κήτει ἡ θυγάτηρ. οἰκείως δὲ ἐσχημάτισται ἐγγὺς ἐπὶ δίφρου καθημένη.

   Ἔχει δ' ἀστέρας ἐπὶ τῆς κεφαλῆς λαμπρὸν α΄, ‹ἐφ' ἑκατέρων τῶν ὤμων λαμπρὸν α΄, ἐπὶ τοῦ δεξιοῦ στήθους λαμπρὸν α΄›, ἐπὶ τοῦ δεξιοῦ ἀγκῶνος ‹α΄, ἐπὶ τῆς δεξιᾶς χειρὸς› λαμπρὸν α΄, ἐπὶ τῆς ‹ἀριστερᾶς› χειρὸς ‹λαμπρὸν α΄, ἐπ' ὀμφαλοῦ› α΄, [‹ἐπὶ τοῦ› γόνατος α΄, ‹ἐπὶ› ποδὸς ἄκρου α΄, ‹ἐπὶ τοῦ› στήθους α΄ ἀμαυρόν], ἐπ' ἀριστεροῦ μηροῦ λαμπροὺς β΄, ἐπὶ γόνατος α΄ λαμπρόν, ‹ἐπὶ ποδὸς ἄκρου α΄›, ἐπὶ τοῦ πλινθίου α΄, ‹ἐπὶ τῆς› τοῦ δίφρου οὗ κάθηται ἑκατέρας γωνίας α΄· ‹τοὺς πάντας ιε΄›.

Ἀνδρομέδας.

[17]   Αὕτη κεῖται ἐν τοῖς ἄστροις διὰ τὴν Ἀθηνᾶν, τῶν Περσέως ἄθλων ὑπόμνημα, διατεταμένη τὰς χεῖρας, ὡς καὶ προετέθη τῷ κήτει· ἀνθ' ὧν σωθεῖσα ὑπὸ τοῦ Περσέως οὐχ εἵλετο τῷ πατρὶ συμμένειν οὐδὲ τῇ μητρί, ἀλλ' αὐθαίρετος εἰς τὸ Ἄργος ἀπῆλθε μετ' ἐκείνου, εὐγενές τι φρονήσασα. λέγει δὲ καὶ Εὐριπίδης σαφῶς ἐν τῷ περὶ αὐτῆς γεγραμμένῳ δράματι.

   Ἔχει δὲ ἀστέρας ἐπὶ τῆς κεφαλῆς λαμπρὸν α΄, ἐφ' ἑκατέρου ὤμου α΄, [‹ἐπὶ› δεξιοῦ ποδὸς β΄, ‹ἐπ'› ἀριστεροῦ α΄], ἐπὶ τοῦ δεξιοῦ ἀγκῶνος α΄, ἐπ' ἄκρας τῆς χειρὸς λαμπρὸν α΄, ἐπὶ τοῦ ἀριστεροῦ ἀγκῶνος [α΄, ἐπὶ τοῦ δεξιοῦ] λαμπρὸν α΄, ‹ἐπὶ βραχίονος α΄, ἐπὶ τῆς χειρὸς α΄›, ἐπὶ τῆς ζώνης γ΄, ὑπὲρ τὴν ζώνην δ΄, ἐφ' ἑκατέρου γόνατος λαμπρὸν α΄, ἐπὶ τοῦ δεξιοῦ ποδὸς β΄, ἐπὶ τοῦ ἀριστεροῦ α΄· ‹τοὺς πάντας κ΄›.

Ἵππου.

   [18] Τούτου μόνον τὰ ἔμπροσθεν φαίνεται ἕως ὀμφαλοῦ. Ἄρατος μὲν οὖν φησι τὸν ἐπὶ τοῦ Ἑλικῶνος εἶναι ποιήσαντα κρήνην τῇ ὁπλῇ, ἀφ' οὗ καλεῖσθαι Ἵππου κρήνην· ἄλλοι δὲ τὸν Πήγασον εἶναί φασι τὸν εἰς τὰ ἄστρα ἀναπτάντα ὕστερον τῆς Βελλεροφόντου πτώσεως· διὰ δὲ τὸ μὴ ἔχειν πτέρυγας ἀπίθανον δοκεῖ τισι ποιεῖν τὸν λόγον. Εὐριπίδης δέ φησιν ἐν Μελανίππῃ Ἵππην εἶναι τὴν τοῦ Χείρωνος θυγατέρα, ὑπ' Αἰόλου δὲ ἀπατηθεῖσαν φθαρῆναι καὶ διὰ τὸν ὄγκον τῆς γαστρὸς φυγεῖν εἰς τὰ ὄρη, κἀκεῖ ὠδινούσης αὐτῆς τὸν πατέρα ἐλθεῖν κατὰ ζήτησιν, τὴν δ' εὔξασθαι καταλαμβανομένην πρὸς τὸ μὴ γνωσθῆναι μεταμορφωθῆναι καὶ γενέσθαι ἵππον. διὰ γοῦν τὴν εὐσέβειαν αὐτῆς τε καὶ τοῦ πατρὸς ὑπ' Ἀρτέμιδος εἰς τὰ ἄστρα τεθῆναι, ὅθεν τῷ Κενταύρῳ οὐχ ὁρατή ἐστιν· Χείρων γὰρ λέγεται εἶναι ἐκεῖνος. τὰ δὲ ὀπίσθια μέρη αὐτῆς ἀφανῆ ἐστι πρὸς τὸ μὴ γινώσκεσθαι θήλειαν οὖσαν.

   Ἔχει δὲ ἀστέρας ἐπὶ τοῦ ῥύγχους β΄ ἀμαυρούς, ἐπὶ τῆς κεφαλῆς α΄, ἐπὶ τῆς σιαγόνος α΄, ἐφ' ἑκατέρῳ ὠτίῳ ἀμαυρὸν α΄, ἐπὶ τῷ τραχήλῳ δ΄, ὧν τὸν πρὸς τῇ κεφαλῇ λαμπρότερον, ἐπὶ τοῦ ὤμου α΄, ‹ἐπὶ› στήθους α΄, ἐπὶ ῥάχεως α΄, ἐπ' ὀμφαλοῦ ἔσχατον α΄ λαμπρόν, ἐπ' ἐμπροσθίων γονάτων β΄, ἐφ' ἑκατέρας ὁπλῆς α΄· ‹τοὺς πάντας ιη΄›.

Κριοῦ.

   Οὗτος ὁ Φρίξον διακομίσας καὶ Ἕλλην· ἄφθιτος δὲ ὢν ἐδόθη αὐτοῖς ὑπὸ Νεφέλης τῆς μητρός· εἶχε δὲ χρυσῆν δοράν, ὡς Ἡσίοδος καὶ Φε[19]ρεκύδης εἰρήκασιν· διακομίζων δ' αὐτοὺς κατὰ τὸ στενότατον τοῦ πελάγους, τοῦ ἀπ' ἐκείνης κληθέντος Ἑλλησπόντου, ἔρριψεν αὐτὴν [καὶ τὸ κέρας ἀπολέσας] ‑ Ποσειδῶν δὲ σώζει τὴν Ἕλλην καὶ μιχθεὶς ἐγέννησεν ἐξ αὐτῆς παῖδα ὀνόματι Παίονα ‑ , τὸν δὲ Φρίξον εἰς τὸν Εὔξεινον πόντον σωθέντα πρὸς Αἰήτην διεκόμισεν· ᾧ καὶ ἐκδὺς ἔδωκε τὴν χρυσῆν δοράν, ὅπως μνημόσυνον ἔχῃ· αὐτὸς δὲ εἰς τὰ ἄστρα ἀπῆλθεν· ὅθεν ἀμαυρότερον φαίνεται.

   Ἔχει δὲ ἀστέρας ἐπὶ τῆς κεφαλῆς α΄, ἐπὶ τῶν μυκτήρων γ΄, ἐπὶ τοῦ τραχήλου β΄, ‹ἐπ'› ἄκρου ἐμπροσθίου ποδὸς λαμπρὸν α΄, ‹ἐπὶ› ῥάχεως δ΄, ‹ἐπὶ› κέρκου α΄, ὑπὸ τὴν κοιλίαν γ΄, ἐπὶ τοῦ ἰσχίου α΄, ἐπ' ἄκρου ὀπισθίου ποδὸς α΄· τοὺς πάντας ιζ΄.

Δελτωτοῦ.

   [20] Τοῦτό ἐστιν ὑπὲρ μὲν τὴν κεφαλὴν τοῦ Κριοῦ κείμενον, λέγεται δὲ διὰ τὸ ἐκεῖνον ἀμαυρότερον εἶναι εὔσημον ἐπ' αὐτοῦ γράμμα κεῖσθαι ἀπὸ Διὸς τὸ πρῶτον τοῦ ὀνόματος δι' Ἑρμοῦ τεθέν, ὃς τὸν διάκοσμον τῶν ἄστρων ἐποιήσατο. φασὶ δέ τινες καὶ τὴν τῆς Αἰγύπτου θέσιν ἐκ τοῦ ἐν τοῖς ἄστροις εἶναι Δ, καὶ τὸν Νεῖλον τοιαύτην τὴν περιοχὴν ποιήσασθαι τῆς χώρας, ἅμα τε τὴν ἀσφάλειαν αὐτῇ ποριζόμενον, εἴς τε τὸν σπόρον εὐμαρεστέραν ποιούμενον καὶ εἰς τὴν τῶν καρπῶν ἀνακομιδὴν εὐκαιρίαν ὡρῶν εἰσαγόμενον.

   Ἔχει δ' ἀστέρας γ΄, ἐφ' ἑκάστῃ τῶν γωνιῶν α΄, λαμπροὺς τοὺς γ΄.

Ἰχθύων.

  [21] Οὗτοί εἰσι τοῦ μεγάλου Ἰχθύος ἔγγονοι, περὶ οὗ τὴν ἱστορίαν ἀποδώσομεν σαφέστερον, ὅταν ἐπ' αὐτὸν ἔλθωμεν· τούτων δὲ ἑκάτερος κεῖται ἐν ἑκατέρῳ μέρει διαλλάσσων· ὁ μὲν γὰρ βόρειος, ὁ δὲ νότιος καλεῖται· ἔχουσι δὲ σύνδεσμον ἕως τοῦ ἐμπροσθίου ποδὸς τοῦ Κριοῦ.

   Ἔχουσι δ' ἀστέρας ὁ μὲν βόρειος ιβ΄ [καὶ ἐπὶ τοῦ λινείου ιβ΄], ὁ δὲ νότιος ιε΄· τὸ δὲ λῖνον αὐτῶν ᾧ συνέχονται ἔχει ἀστέρας ἐπὶ τοῦ βορείου γ΄, ἐπὶ τοῦ νοτίου γ΄, πρὸς ἀνατολὰς γ΄, ἐπὶ τοῦ συνδέσμου γ΄· τοὺς πάντας ιβ΄· οἱ πάντες τῶν δύο Ἰχθύων καὶ τοῦ συνδέσμου ἀστέρες λθ΄.

Περσέως.

[22]   Περὶ τούτου ἱστορεῖται ὅτι ἐν τοῖς ἄστροις ἐτέθη διὰ τὴν δόξαν· τῇ γὰρ Δανάῃ ὡς χρυσὸς μιγεὶς ὁ Ζεὺς ἐγέννησεν αὐτόν· ὑπὸ δὲ τοῦ Πολυδέκτου πεμφθεὶς ἐπὶ τὰς Γοργόνας τήν τε κυνῆν ἔλαβε παρ' Ἑρμοῦ καὶ τὰ πέδιλα, ἐν οἷς διὰ τοῦ ἀέρος ἐποιεῖτο τὴν πορείαν· δοκεῖ δὲ καὶ ἅρπην παρ' Ἡφαίστου λαβεῖν ἐξ ἀδάμαντος· ὡς δὲ Αἰσχύλος φησὶν ὁ τῶν τραγῳδιῶν ποιητὴς ἐν Φορκίσιν, Γραίας εἶχον προφύλακας αἱ Γοργόνες· αὗται δὲ ἕνα εἶχον ὀφθαλμὸν καὶ τοῦτον ἀλλήλαις παρεδίδοσαν κατὰ φυλακήν· τηρήσας δ' ὁ Περσεὺς ἐν τῇ παραδόσει, λαβὼν ἔρριψεν αὐτὸν εἰς τὴν Τριτωνίδα λίμνην, καὶ οὕτως ἐλθὼν ἐπὶ τὰς Γοργόνας ὑπνωκυίας ἀφείλετο τῆς Μεδούσης τὴν κεφαλήν, ἣν ἡ Ἀθηνᾶ περὶ τὰ στήθη ἔθηκεν αὑτῆς, τῷ δὲ Περσεῖ τὴν εἰς τὰ ἄστρα θέσιν ἐποίησεν, ὅθεν ἔχων θεωρεῖται καὶ τὴν Γοργόνος κεφαλήν.

   Ἔχει δὲ ἀστέρας [ἐπὶ μὲν τῆς κεφαλῆς α΄], ἐφ' ἑκατέρῳ ὤμῳ λαμπρὸν α΄, ἐπ' ἄκρας τῆς δεξιᾶς χειρὸς λαμπρὸν α΄, ‹ἐπ'› ἀγκῶνος α΄, ‹ἐπ'› ἄκρας χειρὸς ἀριστερᾶς α΄, ἐν ᾗ τὴν κεφαλὴν δοκεῖ τῆς Γοργόνος ἔχειν· ‹ἐπὶ τῆς κεφαλῆς τῆς Γοργόνος α΄, ἐπὶ τῆς κοιλίας α΄, ἐπὶ τοῦ δεξιοῦ ἰσχίου λαμπρὸν α΄, ἐπὶ› δεξιοῦ μηροῦ λαμπρὸν α΄, ‹ἐπὶ› γόνατος α΄, ‹ἐπ'› ἀντικνημίου α΄, ‹ἐπὶ ποδὸς α΄ ἀμαυρόν, ἐπ' ἀριστεροῦ μηροῦ α΄, ἐπὶ γόνατος α΄, ἐπ' ἀντικνημίου β΄›, περὶ τοὺς Γοργόνος πλοκάμους γ΄· ‹τοὺς πάντας ιθ΄›· ἡ δὲ κεφαλὴ [η΄], ἡ δ' ἅρπη, [ἔχουσα ε΄], ἄναστρος ὁρᾶται, διὰ δὲ νεφελώδους συστροφῆς δοκεῖ τισιν ὁρᾶσθαι.

Πλειάδος.

[23]   Ἐπὶ τῆς ἀποτομῆς τοῦ Ταύρου τῆς καλουμένης ῥάχεως ‹ἡ› Πλειάς ἐστιν· συνηγμένης δ' αὐτῆς εἰς ἀστέρας ἑπτά, λέγουσιν εἶναι τῶν Ἄτλαντος θυγατέρων, διὸ καὶ ἑπτάστερος καλεῖται· οὐχ ὁρῶνται δὲ αἱ ἑπτά, ἀλλ' αἱ ἕξ· τὸ δὲ αἴτιον οὕτω πως λέγεται. τὰς μὲν γὰρ ‹ἕξ› φασι θεοῖς μιγῆναι, τὴν δὲ μίαν θνητῷ· τρεῖς μὲν οὖν μιγῆναι Διί, Ἠλέκτραν ἐξ ἧς Δάρδανος, Μαῖαν ἐξ ἧς Ἑρμῆς, Ταϋγέτην ἐξ ἧς Λακεδαίμων· Ποσειδῶνι δὲ δύο μιγῆναι, Ἀλκυόνην ἐξ ἧς Ὑριεύς, Κελαινὼ ἐξ ἧς Λύκος· Στερόπη δὲ λέγεται Ἄρει μιγῆναι, ἐξ ἧς Οἰνόμαος ἐγένετο· Μερόπη δὲ Σισύφῳ θνητῷ, διὸ παναφανής ἐστιν. μεγίστην δ' ἔχουσι δόξαν ἐν τοῖς ἀνθρώποις ἐπισημαίνουσαι καθ' ὥραν. θέσιν δὲ ἔχουσιν εὖ μάλα κείμεναι κατὰ τὸν Ἵππαρχον τριγωνοειδοῦς σχήματος.

‹Π›ερὶ τῆς Λύρας.

  [23] Αὕτη ἐνάτη κεῖται καί ἐστι Μουσῶν· κατεσκευάσθη δὲ τὸ μὲν πρῶτον ὑπὸ Ἑρμοῦ ἐκ τῆς χελώνης καὶ τῶν Ἀπόλλωνος βοῶν· ἔσχε δὲ χορδὰς ἑπτὰ ἢ ἀπὸ τῶν ζ΄ πλανητῶν ἢ τῶν Ἀτλαντίδων· μετέλαβε δ' αὐτὴν Ἀπόλλων καὶ συναρμοσάμενος ᾠδὴ‹ν Ὀρφεῖ› παρέδωκεν, ‹ὃς Καλλιόπης υἱὸς ὤν›, μιᾶς τῶν Μουσῶν, ἐποίησε τὰς χορδὰς ‹ἐννέα› ἀπὸ τοῦ τῶν Μουσῶν ἀριθμοῦ καὶ προηγεῖται ἐπὶ πλέον ‹ἐν› τοῖς ἀνθρώποις [οὕτω] δοξαζόμενος οὕτως ὥστε ‹καὶ ὑπόληψιν› ἔχειν περὶ αὐτοῦ τοιαύτην ὡς θηρία κηλεῖν διὰ τῆς ᾠδῆς· διὰ δὲ τὴν γυναῖκα εἰς Ἅιδου καταβὰς καὶ ἰδὼν τὰ ἐκεῖ οἷα ἦν τὸν μὲν Διόνυσον οὐκ ἐτίμα, ὑφ' οὗ ἦν δεδοξασμένος, τὸν δὲ Ἥλιον μέγιστον τῶν θεῶν ἐνόμισεν, ὃν καὶ Ἀπόλλωνα προσηγόρευσεν· ἐπεγειρόμενός τε τὴν νύκτα κατὰ τὴν ἑωθινὴν ἐπὶ τὸ ὄρος τὸ καλούμενον Πάγγαιον ‹ἀνιὼν› προσέμενε τὰς ἀνατολάς, ἵνα ἴδῃ ‹τὸν Ἥλιον› πρῶτον· ὅθεν ὁ Διόνυσος ὀργισθεὶς αὐτῷ ἔπεμψε τὰς Βασσαρίδας, ὥς φησιν Αἰσχύλος ὁ τῶν τραγῳδιῶν ποιητής· αἳ διέσπασαν αὐτὸν καὶ τὰ μέλη ἔρριψαν χωρὶς ἕκαστον· αἱ δὲ Μοῦσαι συναγαγοῦσαι ἔθαψαν ἐπὶ τοῖς καλουμένοις Λειβήθροις. ‹τὴν δὲ λύραν οὐκ ἔχουσαι ὅτῳ δώσειν τὸν Δία ἠξίωσαν καταστερίσαι, ὅπως ἐκείνου τε καὶ αὐτῶν μνημόσυνον τεθῇ ἐν τοῖς ἄστροις›· τοῦ δ' ἐπινεύσαντος οὕτως ἐτέθη· ἐπισημασίαν δὲ ἔχει ἐπὶ τῷ ἐκείνου ‹συμπτώματι δυομένη καθ' ὥραν›.

‹Π›ερὶ τοῦ Ὄρνιθος.

  [23] Οὗτος ὁ μέγας καλεῖται, ὃν κύκνῳ εἰκάζουσιν· τούτῳ Ζεὺς ὁμοιωθεὶς κατέπτη εἰς Ῥαμνοῦντα τῆς Ἀττικῆς, κἀκεῖ Νέμεσιν ἔφθειρεν· ἐκείνη δὲ ᾠὸν ἔτεκεν, ἐξ οὗ γεννηθῆναι, ὡς Κρατῖνος ἱστόρησε, τὴν Ἑλένην· διὰ δὲ τὸ μὴ μεταμορφωθῆναι ἀλλ' οὕτως εἰς οὐρανὸν ἀναπτῆναι τὸν τύπον τοῦ κύκνου ἔχοντα τοῦτον καὶ ἔθηκεν ἐπὶ τῶν ἄστρων διιπτάμενον.

Λύρας.

  [24] Αὕτη ἐνάτη κεῖται ἐν τοῖς ἄστροις, ἔστι δὲ Μουσῶν· κατεσκευάσθη δὲ τὸ μὲν πρῶτον ὑπὸ Ἑρμοῦ ἐκ τῆς χελώνης καὶ τῶν Ἀπόλλωνος βοῶν, ἔσχε δὲ χορδὰς ἑπτὰ ἀπὸ τῶν Ἀτλαντίδων. μετέλαβε δὲ αὐτὴν Ἀπόλλων καὶ συναρμοσάμενος ᾠδὴν Ὀρφεῖ ἔδωκεν, ὃς Καλλιόπης υἱὸς ὤν, μιᾶς τῶν Μουσῶν, ἐποίησε τὰς χορδὰς ἐννέα ἀπὸ τοῦ τῶν Μουσῶν ἀριθμοῦ καὶ προήγαγεν ἐπὶ πλέον ἐν τοῖς ἀνθρώποις δοξαζόμενος οὕτως ὥστε καὶ ὑπόληψιν ἔχειν περὶ αὐτοῦ τοιαύτην ὅτι ‹τὰ δένδρα› καὶ τὰς πέτρας καὶ τὰ θηρία ἐκήλει διὰ τῆς ᾠδῆς·

   ὃς τὸν μὲν Διόνυσον οὐκ ἐτίμα,

   τὸν δὲ Ἥλιον μέγιστον τῶν θεῶν ἐνόμιζεν εἶναι,

ὃν καὶ Ἀπόλλωνα προσηγόρευσεν· ἐπεγειρόμενός τε τῆς νυκτὸς κατὰ τὴν ἑωθινὴν ἐπὶ τὸ ὄρος τὸ καλούμενον Πάγγαιον ‹ἀνιὼν› προσέμενε τὰς ἀνατολάς, ἵνα ἴδῃ τὸν Ἥλιον πρῶτον· ὅθεν ὁ Διόνυσος ὀργισθεὶς αὐτῷ ἔπεμψε τὰς Βασσαρίδας, ὥς φησιν Αἰσχύλος ὁ τῶν τραγῳδιῶν ποιητής· αἵτινες αὐτὸν διέσπασαν καὶ τὰ μέλη διέρριψαν χωρὶς ἕκαστον· αἱ δὲ Μοῦσαι συναγαγοῦσαι ἔθαψαν ἐπὶ τοῖς λεγομένοις Λειβήθροις. τὴν δὲ λύραν οὐκ ἔχουσαι ὅτῳ δώσειν τὸν Δία ἠξίωσαν καταστερίσαι, ὅπως ἐκείνου τε καὶ αὐτῶν μνημόσυνον τεθῇ ἐν τοῖς ἄστροις· τοῦ δὲ ἐπινεύσαντος οὕτως ἐτέθη· ἐπισημασίαν δὲ ἔχει ἐπὶ τῷ ἐκείνου συμπτώματι δυομένη καθ' ὥραν.

   Ἔχει δὲ ἀστέρας ἐπὶ τῶν κτενῶν ἑκατέρων α΄, ἐφ' ἑκατέρου πήχεως ἀκρωτῆρι ὁμοίως α΄, ἐφ' ἑκατέρων ὤμων α΄, ἐπὶ ζυγοῦ α΄, ἐπὶ τοῦ πυθμένος α΄, λευκὸν καὶ λαμπρόν· τοὺς πάντας η΄.

Κύκνου.

  [25] Οὗτός ἐστιν ὁ καλούμενος μέγας, ὃν κύκνῳ εἰκάζουσιν· λέγεται δὲ τὸν Δία ὁμοιωθέντα τῷ ζῴῳ τούτῳ Νεμέσεως ἐρασθῆναι, ἐπεὶ αὐτὴ πᾶσαν ἤμειβε μορφήν, ἵνα τὴν παρθενίαν φυλάξῃ, καὶ τότε κύκνος γέγονεν· οὕτω καὶ αὐτὸν ὁμοιωθέντα τῳ ὀρνέῳ τούτῳ καταπτῆναι εἰς Ῥαμνοῦντα τῆς Ἀττικῆς, κἀκεῖ τὴν Νέμεσιν φθεῖραι· τὴν δὲ τεκεῖν ᾠόν, ἐξ οὗ ἐκκολαφθῆναι καὶ γενέσθαι τὴν Ἑλένην, ὥς φησι Κρατῖνος ὁ ποιητής. καὶ διὰ τὸ μὴ μεταμορφωθῆναι αὐτόν, ἀλλ' οὕτως ἀναπτῆναι εἰς τὸν οὐρανόν, καὶ τὸν τύπον τοῦ κύκνου ἔθηκεν ἐν τοῖς ἄστροις· ἔστι δὲ ἱπτάμενος οἷος τότε ἦν.

   Ἔχει δὲ ἀστέρας ἐπὶ μὲν τῆς κεφαλῆς λαμπρὸν α΄, ἐπὶ τοῦ τραχήλου λαμπρὸν α΄, ἐπὶ τῆς δεξιᾶς πτέρυγος ε΄, ‹ἐπὶ τῆς ἀριστερᾶς ε΄›, ἐπὶ τοῦ σώματος α΄, ἐπὶ τοῦ ὀρθοπυγίου α΄, ὅς ἐστι μέγιστος· ‹τοὺς πάντας ιδ΄›.

Ὑδροχόου.

  [26] Οὗτος δοκεῖ κεκλῆσθαι ἀπὸ τῆς πράξεως Ὑδροχόος. ἔχων γὰρ ἕστηκεν οἰνοχόην καὶ ἔκχυσιν πολλὴν ποιεῖται ὑγροῦ. λέγουσι δέ τινες αὐτὸν εἶναι τὸν Γανυμήδην, ἱκανὸν ὑπολαμβάνοντες σημεῖον εἶναι τὸ ἐσχηματίσθαι τὸ εἴδωλον οὕτως ὥσπερ ἂν οἰνοχόον χέειν. ἐπάγονται δὲ καὶ τὸν ποιητὴν μάρτυρα, διὰ τὸ λέγειν αὐτὸν ὡς ἀνεκομίσθη οὗτος πρὸς τὸν Δία κάλλει ὑπερενέγκας ἵνα οἰνοχοῇ, ἄξιον κρινάντων αὐτὸν τῶν θεῶν, καὶ ὅτι τέτευχεν ἀθανασίαν τοῖς ἀνθρώποις ἄγνωστον οὖσαν· ἡ δὲ γινομένη ἔκχυσις εἰκάζεται τῷ νέκταρι ὃ καὶ ὑπὸ τῶν θεῶν πίνεται, εἰς μαρτύριον τῆς εἰρημένης πόσεως τῶν θεῶν ὑπολαμβάνοντες τοῦτο εἶναι.

   Ἔχει δ' ἀστέρας ἐπὶ τῆς κεφαλῆς ἀμαυροὺς β΄, ἐφ' ἑκατέρων ὤμων α΄, ἀμφοτέρους μεγάλους, ἐφ' ἑκατέρῳ ἀγκῶνι α΄, ἐπ' ἄκρας χειρὸς δεξιᾶς λαμπρὸν α΄, ἐφ' ἑκατέρου μαστοῦ α΄, ὑπὸ τοὺς μαστοὺς ἑκατέρωθεν α΄, ‹ἐπ'› ἀριστεροῦ ἰσχίου α΄, ‹ἐφ'› ἑκατέρου γόνατος α΄, ‹ἐπὶ› δεξιᾶς κνήμης α΄, ἐφ' ἑκατέρῳ ποδὶ α΄· ‹τοὺς πάντας ιζ΄›· ἡ δὲ ἔκχυσις τοῦ ὕδατός ἐστιν ἐξ ἀστέρων λα΄ ἔχουσα ἀστέρας β΄, οἵ εἰσι λαμπροί.

Αἰγόκερω.

  [27] Οὗτός ἐστι τῷ εἴδει ὅμοιος τῷ Αἰγίπανι· ἐξ ἐκείνου δὲ γέγονεν· ἔχει δὲ θηρίου τὰ κάτω μέρη καὶ κέρατα ἐπὶ τῇ κεφαλῇ· ἐτιμήθη δὲ διὰ τὸ σύντροφον εἶναι τῷ Διί, καθάπερ Ἐπιμενίδης ὁ τὰ Κρητικὰ ἱστορῶν φησιν, ὅτι ἐν τῇ Ἴδῃ συνῆν αὐτῷ, ὅτε ἐπὶ τοὺς Τιτᾶνας ἐστράτευσεν. οὗτος δὲ δοκεῖ εὑρεῖν τὸν κόχλον, ἐν ᾧ τοὺς συμμάχους καθώπλισε διὰ τὸ τοῦ ἤχου Πανικὸν καλούμενον, ὃ οἱ Τιτᾶνες ἔφυγον· παραλαβὼν δὲ τὴν ἀρχὴν ‹ὁ Ζεὺς› ἐν τοῖς ἄστροις αὐτὸν ἔθηκε καὶ τὴν αἶγα τὴν μητέρα. διὰ δὲ τὸν κόχλον ἐν τῇ θαλάσσῃ ‹εὑρεῖν› παράσημον ἔχει ἰχθύος ‹οὐράν›.

   Ἔχει δ' ἀστέρας ἐφ' ἑκατέρου κέρατος α΄, ‹ἐπὶ τοῦ μυκτῆρος α΄› λαμπρόν, ἐπὶ τῆς κεφαλῆς β΄, ‹ὑπὸ› τράχηλον α΄, ‹ἐπὶ› στήθους β΄, ‹ἐπ'› ἐμπροσθίου ποδὸς α΄, ‹ἐπ' ἄκρου ποδὸς α΄, ἐπὶ› ῥάχεως ζ΄, ‹ἐπὶ› γαστρὸς ε΄, ‹ἐπ'› οὐρᾶς β΄ λαμπρούς· τοὺς πάντας κδ΄.

Τοξότου.

  [28] Οὗτός ἐστιν ὁ Τοξότης, ὃν οἱ πλεῖστοι λέγουσι Κένταυρον εἶναι, ἕτεροι δ' οὔ φασι διὰ τὸ μὴ τετρασκελῆ αὐτὸν ὁρᾶσθαι, ἀλλ' ἑστηκότα καὶ τοξεύοντα· Κενταύρων δὲ οὐδεὶς τόξῳ κέχρηται· οὗτος δ' ἀνὴρ ὢν σκέλη ἔχει ἵππου καὶ κέρκον καθάπερ οἱ Σάτυροι· διόπερ αὐτοῖς ἀπίθανον ἐδόκει εἶναι, ἀλλὰ μᾶλλον Κρότον τὸν Εὐφήμης τῆς τῶν Μουσῶν τροφοῦ υἱόν· οἰκεῖν δ' αὐτὸν καὶ διαιτᾶσθαι ἐν τῷ Ἑλικῶνι· ὃν καὶ αἱ Μοῦσαι τὴν τοξείαν εὑράμενον τὴν τροφὴν ἀπὸ τῶν ἀγρίων ἔχειν ἐποίησαν, καθάπερ φησὶ Σωσίθεος· συμμίσγοντα δὲ ταῖς Μούσαις καὶ ἀκούοντα αὐτῶν ἐπισημασίαις ἐπαινέσαι κρότον ποιοῦντα· τὸ γὰρ τῆς φωνῆς ἀσαφὲς ἦν ὑπὸ ἑνὸς κρότου σημαινόμενον, ὅθεν ὁρῶντες τοῦτον καὶ οἱ ἄλλοι ἔπραττον τὸ αὐτό· διόπερ αἱ Μοῦσαι δόξης χάριν τυχοῦσαι τῇ τούτου βουλήσει ἠξίωσαν τὸν Δία ἐπιφανῆ αὐτὸν ποιῆσαι ὅσιον ὄντα, καὶ οὕτως ἐν τοῖς ἄστροις ἐτέθη τῇ τῶν χειρῶν χρήσει, τὴν τοξείαν προσλαβὼν σύσσημον· ἐν δὲ τοῖς ἀνθρώποις ἔμεινεν ἡ ἐκείνου πρᾶξις· ὅ ἐστι καὶ ‹τὸ› πλοῖον αὐτοῦ μαρτύριον ὅτι ἔσται σαφὴς οὐ μόνον τοῖς ἐν χέρσῳ ἀλλὰ καὶ τοῖς ἐν πελάγει. διόπερ οἱ γράφοντες αὐτὸν Κένταυρον διαμαρτάνουσιν.

   Ἔχει δ' ἀστέρας ἐπὶ τῆς κεφαλῆς β΄, ἐπὶ τοῦ τόξου β΄, ἐπὶ τῆς ἀκίδος β΄, ἐπὶ τοῦ δεξιοῦ ἀγκῶνος α΄, ‹ἐπ'› ἄκρας χειρὸς α΄, ἐπὶ τῆς κοιλίας λαμπρὸν α΄, ‹ἐπὶ› ῥάχεως β΄, ‹ἐπὶ› κέρκου α΄, ἐπ' ἐμπροσθίου γόνατος α΄, ἐφ' ὁπλῆς α΄, ‹ἐπ' ὀπισθίου γόνατος α΄›· τοὺς πάντας ιε΄· τοὺς δὲ λοιποὺς ζ΄ ἀστέρας ὑπὸ τὸ σκέλος· ὅμοιοι δέ εἰσι τῶν ὀπισθίων μὴ δεικνυμένων ὅλων φανερῶν.

Ὀιστοῦ.

  [29] Τοῦτο τὸ βέλος ἐστὶ τοξικόν, ὅ φασιν εἶναι Ἀπόλλωνος, ᾧ τε δὴ τοὺς Κύκλωπας τῷ Διὶ κεραυνὸν ἐργασαμένους ἀπέκτεινε δι' Ἀσκληπιόν· ἔκρυψε δὲ αὐτὸ ἐν Ὑπερβορείοις οὗ καὶ ὁ ναὸς ὁ πτέρινος. λέγεται δὲ πρότερον ἀπενηνέχθαι ὅτε τοῦ φόνου αὐτὸν ὁ Ζεὺς ἀπέλυσε καὶ ἐπαύσατο τῆς παρὰ Ἀδμήτῳ λατρείας, περὶ ἧς λέγει Εὐριπίδης ἐν τῇ Ἀλκήστιδι. δοκεῖ δὲ τότε ἀνακομισθῆναι ὁ ὀιστὸς μετὰ τῆς καρποφόρου Δήμητρος διὰ τοῦ ἀέρος· ἦν δὲ ὑπερμεγέθης. ὡς Ἡρακλείδης ὁ Ποντικός φησιν ἐν τῷ περὶ δικαιοσύνης· ὅθεν εἰς τὰ ἄστρα τέθεικε τὸ βέλος ὁ Ἀπόλλων εἰς ὑπόμνημα τῆς ἑαυτοῦ μάχης καταστερίσας.

   Ἔχει δὲ ἀστέρας ἐπὶ τοῦ ἄκρου α΄, κατὰ τὸ μέσον α΄ ἀμαυρόν, ἐπὶ τοῦ χηλώματος β΄· εὐσημότατος δ' ἐστὶν ὁ εἷς· οἱ πάντες δ΄.

Ἀετοῦ.

  [30] Οὗτός ἐστιν ὁ Γανυμήδην ἀνακομίσας εἰς οὐρανὸν τῷ Διί, ὅπως ἔχῃ οἰνοχόον. ἔστι δὲ ἐν τοῖς ἄστροις, δι' ὅσον καὶ πρότερον, ὅτε οἱ θεοὶ τὰ πτηνὰ διεμερίζοντο, τοῦτον ἔλαχεν ὁ Ζεύς. μόνον δὲ τῶν ζῴων ἀνθήλιον ἵπταται ταῖς ἀκτῖσιν οὐ ταπεινούμενον· ἔχει δὲ τὴν ἡγεμονίαν ἁπάντων· ἐσχημάτισται δὲ διαπεπταμένος τὰς πτέρυγας ὡς ἂν καθιπτάμενος. Ἀγλαοσθένης δέ φησιν ἐν τοῖς Ναξικοῖς γενόμενον τὸν Δία ἐν Κρήτῃ καὶ κατὰ κράτος ζητούμενον, δὶς ἐκκλαπέντα, ἐκεῖθεν ἐκκλαπῆναι καὶ ἀχθῆναι εἰς Νάξον, ἐκτραφέντα δὲ καὶ γενόμενον ἐν ἡλικίᾳ τὴν τῶν θεῶν βασιλείαν κατασχεῖν· ἐξορμῶντος δὲ ἐκ τῆς Νάξου ἐπὶ τοὺς Τιτᾶνας καὶ ἀετὸν αὐτῷ φανῆναι συνιόντα, τὸν δὲ οἰωνισάμενον ἱερὸν αὑτοῦ ποιήσασθαι [κατηστερισμένον] καὶ διὰ τοῦτο τῆς ἐν οὐρανῷ τιμῆς ἀξιωθῆναι.

   Ἔχει δὲ ἀστέρας δ΄, ὧν ὁ μέσος ἐστὶ λαμπρός.

Δελφῖνος.

  [31] Οὗτος ἐν τοῖς ἄστροις λέγεται τεθῆναι δι' αἰτίαν τοιαύτην. τοῦ Ποσειδῶνος βουλομένου τὴν Ἀμφιτρίτην λαβεῖν [εἰς] γυναῖκα, εὐλαβηθεῖσα ἐκείνη ἔφυγε πρὸς τὸν Ἄτλαντα, διατηρῆσαι τὴν παρθενίαν σπεύδουσα. ὡς δὲ καὶ αἱ πλεῖσται Νηρηίδες ἐκρύπτοντο κεκρυμμένης ἐκείνης, πολλοὺς ὁ Ποσειδῶν ἐξέπεμψε μαστῆρας, ἐν οἷς καὶ τὸν δελφῖνα· πλανώμενος δὲ κατὰ τὰς νήσους τοῦ Ἄτλαντος, περιπεσὼν αὐτῇ προσαγγέλλει καὶ ἄγει πρὸς Ποσειδῶνα· ὁ δὲ γήμας αὐτὴν μεγίστας τιμὰς ἐν τῇ θαλάσσῃ αὐτῷ ὥρισεν, ἱερὸν αὐτὸν ὀνομάσας εἶναι καὶ εἰς τὰ ἄστρα αὐτοῦ σύστημα ἔθηκεν. ὅσοι δ' ἂν αὐτῷ τῷ Ποσειδῶνι χαρίσασθαι θέλωσιν, ἐν τῇ χειρὶ ποιοῦσιν ἔχοντα τὸν δελφῖνα τῆς εὐεργεσίας μεγίστην δόξαν αὐτῷ ἀπονέμοντες. λέγει δὲ περὶ αὐτοῦ καὶ Ἀρτεμίδωρος ἐν ταῖς ἐλεγείαις ταῖς περὶ Ἔρωτος αὐτῷ πεποιημέναις [βίβλοις].

   Ἔχει δ' ἀστέρας ἐπὶ τοῦ στόματος α΄, ἐπὶ τῆς λοφίας β΄, ἐπὶ τῶν πρὸς τῇ κοιλίᾳ πτερύγων γ΄, ‹ἐπὶ› νώτου α΄, ‹ἐπ'› οὐρᾶς β΄· τοὺς πάντας θ΄. λέγεται δὲ καὶ φιλόμουσον εἶναι τὸ ζῷον διὰ τὸ ἀπὸ τῶν Μουσῶν τὸν ἀριθμὸν ἔχειν τῶν ἀστέρων.

Ὠρίωνος.

  [32] Τοῦτον Ἡσίοδός φησιν Εὐρυάλης τῆς Μίνωος καὶ Ποσειδῶνος εἶναι, δοθῆναι δὲ αὐτῷ δωρεὰν ὥστε ἐπὶ τῶν κυμάτων πορεύεσθαι καθάπερ ἐπὶ τῆς γῆς. ἐλθόντα δὲ αὐτὸν εἰς Χίον Μερόπην τὴν Οἰνοπίωνος βιάσασθαι οἰνωθέντα, γνόντα δὲ τὸν Οἰνοπίωνα καὶ χαλεπῶς ἐνεγκόντα τὴν ὕβριν ἐκτυφλῶσαι αὐτὸν καὶ ἐκ τῆς χώρας ἐκβαλεῖν· ἐλθόντα δὲ εἰς Λῆμνον ἀλητεύοντα Ἡφαίστῳ συμμῖξαι, ὃς αὐτὸν ἐλεήσας δίδωσιν αὐτῷ Κηδαλίωνα τὸν αὑτοῦ [οἰκεῖον] οἰκέτην, ὅπως ὁδηγῇ [καὶ ἡγῆται αὐτοῦ]· ὃν λαβὼν ἐπὶ τῶν ὤμων ἔφερε σημαίνοντα τὰς ὁδούς· ἐλθὼν δ' ἐπὶ τὰς ἀνατολὰς καὶ Ἡλίῳ συμμίξας δοκεῖ ὑγιασθῆναι καὶ οὕτως ἐπὶ τὸν Οἰνοπίωνα ἐλθεῖν πάλιν, τιμωρίαν αὐτῷ ἐπιθήσων· ὁ δὲ ὑπὸ τῶν πολιτῶν ὑπὸ γῆν ἐκέκρυπτο. ἀπελπίσας δὲ τὴν ἐκείνου ζήτησιν ἀπῆλθεν εἰς Κρήτην καὶ περὶ τὰς θήρας διῆγε κυνηγετῶν τῆς Ἀρτέμιδος παρούσης καὶ τῆς Λητοῦς, καὶ δοκεῖ ἀπειλήσασθαι ὡς πᾶν θηρίον ἀνελεῖν τῶν ἐπὶ τῆς γῆς γιγνομένων· θυμωθεῖσα δὲ αὐτῷ ‹ἡ› Γῆ ἀνῆκε σκορπίον εὐμεγέθη, ὑφ' οὗ τῷ κέντρῳ πληγεὶς ἀπώλετο· ὅθεν διὰ τὴν αὐτοῦ ἀνδρίαν ἐν τοῖς ἄστροις αὐτὸν ἔθηκεν ὁ Ζεὺς ὑπὸ Ἀρτέμιδος καὶ Λητοῦς ἀξιωθείς, ὁμοίως καὶ τὸ θηρίον τοῦ εἶναι μνημόσυνον [καὶ] τῆς πράξεως. ἄλλοι δέ φασιν αὐξηθέντα τοῦτον ἐρασθῆναι τῆς Ἀρτέμιδος, τὴν δὲ τὸν σκορπίον ἀνενεγκεῖν κατ' αὐτοῦ, ὑφ' οὗ κρουσθέντα ἀποθανεῖν, τοὺς δὲ θεοὺς ἐλεήσαντας αὐτὸν ἐν οὐρανῷ καταστερίσαι καὶ τὸ θηρίον εἰς μνημόσυνον τῆς πράξεως.

   Ἔχει δ' ἀστέρας ἐπὶ μὲν τῆς κεφαλῆς γ΄ ἀμαυρούς, ἐφ' ἑκατέρῳ ὤμῳ λαμπρὸν α΄, ἐπὶ τοῦ δεξιοῦ ἀγκῶνος ‹ἀμαυρὸν› α΄, ἐπ' ἄκρας χειρὸς ‹ὁμοίως ἀμαυρὸν› α΄ [ἀμαυροὺς β΄], ἐπὶ τῆς ζώνης γ΄, ἐπὶ τοῦ ἐγχειριδίου γ΄ λαμπρούς, ἐφ' ἑκατέρῳ γόνατι λαμπρὸν α΄, ἐφ' ἑκατέρῳ ποδὶ ὁμοίως λαμπρὸν α΄· ‹τοὺς πάντας ιζ΄›.

Κυνός.

  [33] Περὶ τούτου ἱστορεῖται ὅτι ἐστὶν ὁ δοθεὶς Εὐρώπῃ φύλαξ μετὰ τοῦ ἄκοντος· ἀμφότερα δὲ ταῦτα Μίνως ἔλαβε καὶ ὕστερον ὑπὸ Πρόκριδος ὑγιασθεὶς ἐκ νόσου ἐδωρήσατο αὐτῇ, μετὰ δὲ χρόνον Κέφαλος ἀμφοτέρων αὐτῶν ἐκράτησε διὰ τὸ εἶναι Πρόκριδος ἀνήρ· ἦλθε δὲ εἰς τὰς Θήβας ἐπὶ τὴν ἀλώπεκα ἄγων αὐτόν, εἰς ἣν λόγιον ἦν ὑπὸ μηδενὸς ἀπολέσθαι· οὐκ ἔχων οὖν ὅ τι ποιῆσαι ὁ Ζεὺς τὴν μὲν ἀπελίθωσε, τὸν δὲ εἰς τὰ ἄστρα ἀνήγαγεν ἄξιον κρίνας. ἕτεροι δέ φασιν αὐτὸν εἶναι κύνα Ὠρίωνος καὶ περὶ τὰς θήρας γινομένῳ συνέπεσθαι, καθάπερ καὶ τοῖς κυνηγετοῦσι πᾶσι τὸ ζῷον συναμύνασθαι δοκεῖ τὰ θηρία· ἀναχθῆναι δὲ αὐτὸν εἰς τὰ ἄστρα κατὰ τὴν τοῦ Ὠρίωνος ἀναγωγήν, καὶ τούτου εἰκότως γεγονότος διὰ τὸ μηδὲν ἀπολείπειν τῶν συμβεβηκότων Ὠρίωνι.

   Ἔχει δὲ ἀστέρας ἐπὶ μὲν τῆς κεφαλῆς [ἢ γλώττης] α΄ ‹ὃς Ἶσις καλεῖται›, ὃν καὶ Σείριον καλοῦσι· μέγας δ' ἐστὶ καὶ λαμπρός· τοὺς δὲ τοιούτους ἀστέρας οἱ ἀστρολόγοι Σειρίους καλοῦσι διὰ τὴν τῆς φλογὸς κίνησιν· ‹ἐπὶ δὲ τῆς γλώττης α΄ λαμπρόν, ὃς Κύων καλεῖται, ἐπὶ τοῦ τραχήλου β΄›, ἐφ' ἑκατέρου ὤμου α΄ ἀμαυρόν, ‹ἐπὶ› στήθους β΄, ἐπ' ἐμπροσθίου ποδὸς γ΄, ‹ἐπὶ τῆς ῥάχεως γ΄, ἐπὶ› κοιλίας β΄, ἐπὶ τοῦ ἀριστεροῦ ἰσχίου α΄, ‹ἐπ'› ἄκρῳ ποδὶ α΄, ἐπὶ δεξιοῦ ποδὸς α΄, ‹ἐπὶ› κέρκου α΄, τοὺς πάντας κ΄.

Λαγωοῦ.

  [34] Οὗτός ἐστιν ὁ ἐν τῇ καλουμένῃ κυνηγίᾳ εὑρεθείς· διὰ δὲ τὴν ταχυτῆτα τοῦ ζῴου ὁ Ἑρμῆς δοκεῖ θεῖναι αὐτὸν ἐν τοῖς ἄστροις· μόνον δὲ τῶν τετραπόδων δοκεῖ κύειν πλείονα, ὧν τὰ μὲν κύει τὰ δ' ἔχει ἐν τῇ κοιλίᾳ, καθάπερ Ἀριστοτέλης ὁ φιλόσοφος λέγει ἐν τῇ περὶ τῶν ζῴων πραγματείᾳ.

   Ἔχει δὲ ἀστέρας ἐφ' ἑκατέρων ὠτίων α΄, ἐπὶ τοῦ σώματος γ΄, ὧν ὁ ἐπὶ τῆς ῥάχεως λαμπρός, ἐφ' ἑκατέρων ὀπισθίων ποδῶν α΄· ‹τοὺς πάντας ζ΄›.

Ἀργοῦς.

  [35] Αὕτη διὰ τὴν Ἀθηνᾶν ἐν τοῖς ἄστροις ἐτάχθη, πρώτη γὰρ αὕτη ναῦς κατεσκευάσθη [καὶ ἀρχῆθεν ἐτεκτονήθη], φωνήεσσα δὲ γενομένη πρώτη τὸ πέλαγος διεῖλεν ἄβατον ὄν, ἵν' ᾖ τοῖς ἐπιγινομένοις παράδειγμα σαφέστατον. εἰς δὲ τὰ ἄστρα ἀνετέθη τὸ εἴδωλον οὐχ ὅλον αὐτῆς, οἱ δ' οἴακές εἰσιν ἕως τοῦ ἱστοῦ σὺν τοῖς πηδαλίοις, ὅπως ὁρῶντες οἱ τῇ ναυτιλίᾳ χρώμενοι θαρρῶσιν ἐπὶ τῇ ἐργασίᾳ, αὐτῆς τε ἡ δόξα ἀγήρατος διαμείνῃ οὔσης ἐν τοῖς θεοῖς.

   Ἔχει δὲ ἀστέρας ἐπὶ τῆς πρύμνης δ΄, ἐφ' ἑνὶ πηδαλίῳ ε΄, καὶ ‹ἐπὶ› τῷ ἑτέρῳ δ΄, ‹ἐπὶ› στυλίδος ἄκρας γ΄, ‹ἐπὶ› καταστρώματι ε΄, ὑπὸ τρόπιν Ϛ΄, παραπλησίους ἀλλήλοις· ‹τοὺς πάντας κζ΄›.

Κήτους.

  [36] Τοῦτό ἐστιν ὃ Ποσειδῶν ἐπέπεμψε Κηφεῖ διὰ τὸ Κασσιέπειαν ἐρίσαι περὶ κάλλους ταῖς Νηρηίσιν. Περσεὺς δ' αὐτὸ ἀνεῖλε, καὶ διὰ τοῦτο εἰς τὰ ἄστρα ἐτέθη ὑπόμνημα τῆς πράξεως αὐτοῦ· ἱστορεῖ δὲ ταῦτα Σοφοκλῆς ὁ τῶν τραγῳδιῶν ποιητὴς ἐν τῇ Ἀνδρομέδᾳ.

   Ἔχει δὲ ἀστέρας ἐπὶ τοῦ οὐραίου β΄ λαμπρούς, ἀπὸ δὲ τῆς οὐρᾶς ἕως τοῦ κυρτώματος τοῦ κενεῶνος ε΄, ὑπὸ τὴν κοιλίαν Ϛ΄· τοὺς πάντας ιγ΄.

Ποταμοῦ.

  [37] Οὗτος ἐκ τοῦ ποδὸς τοῦ Ὠρίωνος τοῦ ἀριστεροῦ τὴν ἀρχὴν ἔχει· καλεῖται δὲ κατὰ μὲν τὸν Ἄρατον Ἠριδανός· οὐδεμίαν δὲ ἀπόδειξιν περὶ αὐτοῦ φέρει· ἕτεροι δέ φασι δικαιότατον αὐτὸν εἶναι Νεῖλον· μόνος γὰρ οὗτος ἀπὸ μεσημβρίας τὰς ἀρχὰς ἔχει. πολλοῖς δὲ ἄστροις διακεκόσμηται. ὑπόκειται δὲ αὐτῷ καὶ ὁ καλούμενος ἀστὴρ Κάνωβος, ὃς ἐγγίζει τῶν πηδαλίων τῆς Ἀργοῦς· τούτου δὲ οὐδὲν ἄστρον κατώτερον φαίνεται, διὸ καὶ Περίγειος καλεῖται.

   Ἔχει δὲ ἀστέρας [ἐπὶ τῆς κεφαλῆς α΄,] ἐπὶ τῇ πρώτῃ καμπῇ γ΄, ἐπὶ τῇ δευτέρᾳ γ΄, ἐπὶ τῆς τρίτης ἕως τῶν ἐσχάτων ζ΄, ἅ φασιν εἶναι τὰ στόματα τοῦ Νείλου· τοὺς πάντας ιγ΄.

‹Περὶ τοῦ Ἰχθύος.›

  [37] ‹Ο›ὗτός ἐστιν ὁ μέγας καλούμενος Ἰχθύς, ὃν κάμπτειν λέγουσι τὸ ὕδωρ ἀπὸ τῆς τοῦ Ὑδροχόου ἐκχύσεως· ἱστορεῖται δ' οὗτος, ὡς Κτησίας φησί, πρότερον ἐν λίμνῃ τινὶ κατὰ τὴν Βαμβύκην εἶναι· ἐμπεσούσης δὲ τῆς Δερκετοῦς νυκτός, ἣν οἱ περὶ τοὺς τόπους οἰκοῦντες Συρίαν ὠνόμασαν θεόν, οὗτος δοκεῖ σῶσαι αὐτήν· τούτου δὲ καὶ τοὺς δύο φασὶν Ἰχθύας ἐγγόνους εἶναι· οὓς πάντας δι' ἐκείνην Ἀφροδίτης οὖσαν θυγατέρα καὶ ἐτίμησαν καὶ ἐν τοῖς ἄστροις ἔθηκαν· ποιοῦσι δὲ οἱ τὴν χώραν ἐκείνην κατοικοῦντες χρυσοῦς τε καὶ ἀργυροῦς ἰχθύας καὶ ὡς ἱεροὺς τιμῶσι τελείαν περὶ τοῦ συμπτώματος τιμήν.

‹Π›ερὶ τοῦ Θυτηρίου.

  [37] Τοῦτό ἐστιν ἐν ᾧ πρῶτον οἱ θεοὶ τὴν συνωμοσίαν ἔθεντο, ὅτε ἐπὶ τὸν Κρόνον ὁ Ζεὺς ἐστράτευσε Κυκλώπων κατασκευασάντων ἔχοντος τοῦ πυρὸς κάλυμμα ὅπως μὴ ἴδωσι τὴν τοῦ κεραυνοῦ δύναμιν· ἐπιτυχόντες δὲ τῆς πράξεως ἔθηκαν καὶ εἰς τοὺς ἀνθρώπους αὐτὸ κατασκεύασμα ἐφ' ᾧ θύουσιν οἱ κοινωνίαν ἀλλήλοις προαιρούμενοι, ἔν τε τοῖς ἀγῶσι καὶ τοῖς ὀμνύειν βουλόμενοι ὡς δικαιοτάτην πίστιν τιθέντες καὶ τῇ χειρὶ ἐφάπτονται τῇ δεξιᾷ μαρτύριον εὐγνωμοσύνης ἡγούμενοι τοῦτο· ὁμοίως δὲ καὶ οἱ μάντεις ἐπὶ τούτῳ θύουσιν ὅταν βούλωνται ἀσφαλέστερον ἰδεῖν.

Ἰχθύος.

   [38] Οὗτός ἐστιν ὁ μέγας καλούμενος Ἰχθύς, ὃν κάμπτειν λέγουσι τὸ ὕδωρ τῆς τοῦ Ὑδροχόου ἐκχύσεως· ἱστορεῖται δὲ περὶ τούτου, ὥς φησι Κτησίας, εἶναι πρότερον ἐν λίμνῃ τινὶ κατὰ τὴν Βαμβύκην· ἐμπεσούσης δὲ τῆς Δερκετοῦς νυκτός, ἣν οἱ περὶ τοὺς τόπους οἰκοῦντες Συρίαν θεὸν ὠνόμασαν, ‹τοῦτον σῶσαι αὐτήν›. τούτου καὶ τοὺς δύο φασὶν Ἰχθύας ἐγγόνους εἶναι, οὓς πάντας ἐτίμησαν καὶ ἐν τοῖς ἄστροις ἔθηκαν.

   Ἔχει δὲ ἀστέρας ιβ΄, ὧν τοὺς ἐπὶ τοῦ ῥύγχους λαμπροὺς γ΄.

Θυτηρίου.

  [39] Τοῦτό ἐστιν ἐφ' ᾧ πρῶτον οἱ θεοὶ τὴν συνωμοσίαν ἔθεντο, ὅτε ἐπὶ Κρόνον ὁ Ζεὺς ἐστράτευσεν. ἐπιτυχόντες δὲ τῆς πράξεως ἔθηκαν καὶ αὐτὸ ἐν τῷ οὐρανῷ εἰς μνημόσυνον· ὃ καὶ εἰς τὰ συμπόσια οἱ ἄνθρωποι φέρουσι καὶ θύουσιν οἱ κοινωνεῖν ἀλλήλοις προαιρούμενοι καὶ ὀμνύειν καὶ τῇ χειρὶ ἐφάπτονται τῇ δεξιᾷ μαρτύριον εὐγνωμοσύνης τοῦτο ἡγούμενοι.>

   Ἔχει δὲ ἀστέρας ἐπὶ τῆς ἐσχαρίδος β΄, ἐπὶ τῆς βάσεως β΄· τοὺς πάντας δ΄.

Κενταύρου.

  [40] Οὗτος δοκεῖ Χείρων εἶναι ὁ ἐν τῷ Πηλίῳ οἰκήσας, δικαιοσύνῃ δὲ ὑπερενέγκας πάντας ἀνθρώπους καὶ παιδεύσας Ἀσκληπιόν τε καὶ Ἀχιλλέα· ἐφ' ὃν Ἡρακλῆς δοκεῖ ἐλθεῖν δι' ἔρωτα, ᾧ καὶ συνεῖναι ἐν τῷ ἄντρῳ τιμῶν τὸν Πᾶνα. μόνον δὲ τῶν Κενταύρων οὐκ ἀνεῖλεν, ἀλλ' ἤκουεν αὐτοῦ, καθάπερ Ἀντισθένης φησὶν ὁ Σωκρατικὸς ἐν τῷ Ἡρακλεῖ. χρόνον δὲ ἱκανὸν ὁμιλούντων αὐτῶν ἐκ τῆς φαρέτρας αὐτοῦ βέλος ἐξέπεσεν εἰς τὸν πόδα τοῦ Χείρωνος καὶ οὕτως ἀποθανόντος αὐτοῦ ὁ Ζεὺς διὰ τὴν εὐσέβειαν καὶ τὸ σύμπτωμα ἐν τοῖς ἄστροις ἔθηκεν αὐτόν. ἔστι δὲ τὸ Θηρίον ἐν ταῖς χερσὶ πλησίον τοῦ Θυτηρίου· ὃ δοκεῖ προσφέρειν θύσων, ὅ ἐστι μέγιστον σημεῖον τῆς εὐσεβείας αὐτοῦ.

   Ἔχει δὲ ἀστέρας ὑπεράνω τῆς κεφαλῆς ἀμαυροὺς γ΄, ἐφ' ἑκατέρων τῶν ὤμων λαμπρὸν α΄, ‹ἐπ'› ἀριστεροῦ ἀγκῶνος α΄, ‹ἐπ'› ἄκρας χειρὸς α΄, ἐπὶ μέσου τοῦ ἱππείου στήθους α΄, ἐφ' ἑκατέρων τῶν ἐμπροσθίων ὁπλῶν α΄, ‹ἐπὶ› ῥάχεως δ΄, ‹ἐπὶ› κοιλίας β΄ λαμπρούς, ‹ἐπὶ› κέρκου γ΄, ἐπὶ τοῦ ἱππείου ἰσχίου α΄ λαμπρόν, ἐφ' ἑκατέρων τῶν ὀπισθίων γονάτων α΄, ἐφ' ἑκατέρας ὁπλῆς α΄· τοὺς πάντας κδ΄. ἔχει δὲ καὶ ἐν ταῖς χερσὶ τὸ λεγόμενον Θηρίον, οὗ ποιοῦσι τὸ σχῆμα τετράγωνον. τινὲς δὲ ἀσκόν φασιν αὐτὸ εἶναι οἴνου, ἐξ οὗ σπένδει τοῖς θεοῖς ἐπὶ τὸ Θυτήριον. ἔχει δὲ αὐτὸ ἐν τῇ δεξιᾷ χειρί, ἐν δὲ τῇ ἀριστερᾷ θύρσον. ἔχει δὲ ἀστέρας τὸ Θηρίον ἐπὶ τῆς κέρκου β΄, ἐπ' ἄκρου τοῦ ὀπισθίου ποδὸς λαμπρὸν α΄, ‹μεταξὺ ἀμφοτέρων τῶν ποδῶν α΄, ἐπὶ τῆς ῥάχεως λαμπρὸν α΄›, ἐπὶ τοῦ ἐμπροσθίου ποδὸς α΄ λαμπρόν, καὶ ὑπ' αὐτὸν α΄, ἐπὶ τῆς κεφαλῆς γ΄· τοὺς πάντας ι΄.

‹Π›ερὶ τοῦ Ὕδρου ἐφ' ᾧ Κρατὴρ καὶ Κόραξ.

  [40] ‹Τ›οῦτο τὸ ἄστρον κοινόν ἐστιν ἀπὸ πράξεως γεγονὸς ἐναργοῦς. τιμὴν γὰρ ἔχει ὁ κόραξ παρὰ τῷ Ἀπόλλωνι· ἑκάστου γὰρ θεοῦ ὄρνεόν ἐστιν· θυσίας δὲ γενομένης τοῖς θεοῖς σπονδὴν πεμφθεὶς κομίσαι ἀπὸ κρήνης τινός, ἦν πρότερον μὲν ἁγιωτάτη πρὶν ἢ τὸν οἶνον φανῆναι, ἰδὼν συκῆν παρὰ τὴν κρήνην [ἐρινεοὺς] ὀλίνθους ἔχουσαν ἔμεινεν ἕως πεπανθῶσιν. μεθ' ἡμέρας δὲ ἱκανὰς ἐπιτελεσθέντων τούτων φαγὼν συκῶν αἰσθόμενος τὸ ἁμάρτημα ἐξαρπάσας καὶ τὸν ἐν τῇ κρήνῃ ὕδρον ἔφερε τοῦτον σὺν τῷ κρατῆρι, φάσκων αὐτὸν ἐκπίνειν καθ' ἡμέραν τὸ γιγνόμενον ἐν τῇ κρήνῃ ὕδωρ· ὁ δὲ Ἀπόλλων ἐπιγνοὺς τὰ ὄντα τῷ μὲν κόρακι ἐν τοῖς ἀνθρώποις ἐπιτίμιον ἔθηκεν ἱκανὸν τὸν χρόνον τοῦτον διψῆν, καθάπερ Ἀριστοτέλης εἴρηκεν ἐν τοῖς περὶ θηρίων, καὶ Ἀρχέλαος δέ φησιν ὁμοίως ἐν τοῖς Ἰδιοφυέσιν.

‹Π›ερὶ τοῦ Προκυνός.

  [40] ‹Π›ροκύων καλεῖται

   λέγεται δὲ διὰ τὸ φιλοκύνηγον αὐτῷ τῷ Ὠρίωνι παρατεθῆναι· καὶ γὰρ Λαγωὸς ἐχόμενος καὶ ἄλλα θηρία παρ' αὐτόν ‹συνορᾶται›

Ὕδρου ἐν ᾧ Κρατ‹ὴρ καὶ Κόραξ.›

   [41] Τοῦτο τὸ ἄστρον κοινόν ἐστιν ἀπὸ πράξεως γεγονὸς ἐναργοῦς· τιμὴν γὰρ ἔχει ὁ κόραξ παρὰ τῷ Ἀπόλλωνι· ἑκάστῳ γὰρ τῶν θεῶν ὄρνεόν ἐστιν ἀνακείμενον· θυσίας δὲ γινομένης τοῖς θεοῖς σπονδὴν πεμφθεὶς ἐνέγκαι ἀπὸ κρήνης τινός,

   ἰδὼν παρὰ τὴν κρήνην συκῆν ὀλίνθους ἔχουσαν ἔμεινεν ἕως πεπανθῶσιν· μεθ' ἱκανὰς δὲ ἡμέρας πεπανθέντων τούτων καὶ φαγὼν τῶν συκῶν αἰσθόμενος τὸ ἁμάρτημα ἐξαρπάσας καὶ τὸν ἐν τῇ κρήνῃ ὕδρον ἔφερε σὺν τῷ κρατῆρι, φάσκων αὐτὸν ἐκπίνειν καθ' ἡμέραν τὸ γιγνόμενον ἐν τῇ κρήνῃ ὕδωρ· ὁ δὲ Ἀπόλλων ἐπιγνοὺς τὰ γενόμενα τῷ μὲν κόρακι ἐν τοῖς ἀνθρώποις ἐπιτίμιον ἔθηκεν ἱκανὸν τοῦτον τὸν χρόνον διψῆν, καθάπερ Ἀριστοτέλης εἴρηκεν ἐν τοῖς περὶ θηρίων· μνημόνευμα δὲ δώσων τῆς εἰς θεοὺς ἁμαρτίας σαφές, εἰκονίσας ἐν τοῖς ἄστροις ἔθηκεν εἶναι τόν τε Ὕδρον καὶ ‹τὸν Κρατῆρα καὶ τὸν Κόρακα› μὴ δυνάμενον πιεῖν καὶ μὴ προσελθεῖν.

   Ἔχουσι δ' ἀστέρας ὁ μὲν Ὕδρος ἐπ' ἄκρας τῆς κεφαλῆς γ΄ λαμπρούς, ἐπὶ τῆς πρώτης καμπῆς Ϛ΄, λαμπρὸν δὲ ‑ α΄ τὸν ἔσχατον, ἐπὶ τῆς δευτέρας καμπῆς γ΄, ἐπὶ τῆς τρίτης δ΄, ἐπὶ τῆς τετάρτης β΄, ἀπὸ τῆς ε΄ καμπῆς μέχρι τῆς κέρκου θ΄ ἀμαυρούς· τοὺς πάντας κζ΄.

   Ἔστι δὲ καὶ ἐπὶ τῆς κέρκου ὁ Κόραξ βλέπων εἰς δυσμάς· ἔχει δ' ἀστέρας ἐπὶ τοῦ ῥύγχους ἀμαυρὸν α΄, ἐπὶ τῆς πτέρυγος β΄, ἐπὶ τοῦ ὀρθοπυγίου β΄, ἐφ' ἑκατέρων ποδῶν ἄκρων α΄· τοὺς πάντας ζ΄.

   Τούτου δὲ ἱκανὸν ἀπέχων ἀπὸ τῆς καμπῆς ὁ Κρατὴρ κεῖται ἐγκεκλιμένος πρὸς τὰ γόνατα τῆς Παρθένου· ἔχει δὲ ἀστέρας ὁ Κρατὴρ ἐπὶ τοῦ χείλους β΄, ‹ὑφ' ἑκάτερα τὰ ὦτα β΄› ἀμαυρούς, ἐπὶ τὸ μέσον β΄, καὶ παρὰ τῷ πυθμένι β΄· τοὺς πάντας ι΄.

Προκυνός.

  [42] Οὗτός ἐστιν ὁ πρὸ τοῦ μεγάλου Κυνός· Προκύων δὲ λέγεται ὡς πρὸ τοῦ κυνός· Ὠρίωνος δὲ κύων ἐστίν· λέγεται γὰρ διὰ τὸ φιλοκύνηγον αὐτὸν εἶναι παρατεθῆναι τοῦτον αὐτῷ· καὶ γὰρ Λαγωὸς ἐχόμενος καὶ ἄλλα θηρία παρ' αὐτὸν συνορᾶται.

   Ἔχει δὲ ἀστέρας γ΄, ὧν εἷς ὁ πρῶτος [ἀνατέλλει] λαμπρός· καὶ ποιεῖ ὁμοιότητα τοῦ κυνός· διὸ καὶ Προκύων καλεῖται, καὶ πρότερος ἀνατέλλει καὶ δύνει ἐκείνου.

   Τὰ δὲ μετὰ ταῦτα ἄστρα γίνεται ἐν τῷ ζῳδιακῷ κύκλῳ, ὃν ὁ Ἥλιος διαπορεύεται ἐν ιβ΄ μησίν, διόπερ καὶ τὰ ζῴδια τούτου ἰσάριθμά ἐστιν.

[Πλανῆται.]

  [43] Περὶ τῶν πέντε ἀστέρων τῶν καλουμένων πλανητῶν διὰ τὸ κίνησιν ἔχειν ἰδίαν αὐτούς.

   Λέγονται [δὲ] θεῶν εἶναι πέντε. πρῶτον μὲν Διός, Φαίνοντα, μέγαν. ὁ δεύτερος ἐκλήθη μὲν Φαέθων οὐ μέγας· οὗτος ὠνομάσθη ἀπὸ τοῦ Ἡλίου. ὁ δὲ τρίτος Ἄρεως. Πυροειδὴς δὲ καλεῖται, οὐ μέγας, τὸ χρῶμα ὅμοιος τῷ ἐν τῷ Ἀετῷ. ὁ δὲ τέταρτος Φωσφόρος, Ἀφροδίτης, λευκὸς τῷ χρώματι. πάντων δὲ μέγιστός ἐστι τούτων τῶν ἄστρων. ὃν καὶ Ἕσπερον καὶ Φωσφόρον καλοῦσιν. πέμπτος δὲ Ἑρμοῦ, Στίλβων, λαμπρὸς καὶ μικρός· τῷ δὲ Ἑρμῇ ἐδόθη διὰ τὸ πρῶτον αὐτὸν τὸν διάκοσμον ὁρίσαι τοῦ οὐρανοῦ καὶ τῶν ἄστρων τὰς τάξεις καὶ τὰς ὥρας μετρῆσαι καὶ ἐπισημασιῶν καιροὺς δεῖξαι. Στίλβων δὲ καλεῖται διὰ τὸ φαντασίαν τοιαύτην αὐτὸν ποιεῖν.

Γαλαξίας.

   [44] Οὗτος γίνεται ἐν τοῖς φαινομένοις κύκλοις, ὃν προσαγορεύεσθαί φασι Γαλαξίαν· οὐ γὰρ ἐξῆν τοῖς Διὸς υἱοῖς τῆς οὐρανίου τιμῆς μετασχεῖν εἰ μή τις αὐτῶν θηλάσειε τὸν τῆς Ἥρας μαστόν. διόπερ φασὶ τὸν Ἑρμῆν ὑπὸ τὴν γένεσιν ἀνακομίσαι τὸν Ἡρακλέα καὶ προσσχεῖν αὐτὸν τῷ τῆς Ἥρας μαστῷ, τὸν δὲ θηλάζειν· ἐπινοήσασαν δὲ τὴν Ἥραν ἀποσείσασθαι αὐτόν, καὶ οὕτως ἐκχυθέντος τοῦ περισσεύματος ἀποτελεσθῆναι τὸν Γαλαξίαν κύκλον.