975 62 0 9 3 0 V-IV a. C. Oratoria Isaeus Fragmenta Roussel, P., Paris, Les Belles Lettres, 1960. 11

ISAEUS - Fragmenta

[Or. 1]

[fr. 1]    Μετὰ ταύτην τοίνυν τὴν ἀπόκρισιν ἑτέραν διαθήκην ἐκόμισαν, ἣν ἔφασαν Ἀρχέπολιν ἐν Λήμνῳ διαθέσθαι.

[fr. 2]    Διαθηκῶν δὲ τεττάρων ὑπ' αὐτῶν ἐσκευοποιημένων ...

[Or. 2]

[fr. 1]   Τοιαῦτα μέντοι οὗτοι ἐπὶ τῷ τεθνεῶτι σκευοποιοῦντες.

[fr. 2]   Ἡγούμεθα γὰρ ἐκείνῃ μὲν τὸν ἐγγυτάτω γένους δεῖν συνοικεῖν, τὰ δὲ χρήματα τέως μὲν τῆς ἐπικλήρου εἶναι, ἐπειδὰν δὲ παῖδες ἐπὶ δίετες ἡβήσωσιν, ἐκείνους αὐτῶν κρατεῖν.

[Or. 3]

[fr. 1,1]   Ἐβουλόμην μέν, ὦ ἄνδρες δικασταί, μὴ λίαν οὕτως Ἁγνόθεον πρὸς χρήματ' ἔχειν αἰσχρῶς ὥστε τοῖς ἀλλοτρίοις ἐπιβουλεύειν καὶ δίκας τοιαύτας λαγχάνειν, ἀλλ' ὄντα γε οὖν ἀδελφιδοῦν ἐμὸν καὶ κύριον τῆς πατρῴας οὐσίας, οὐ μικρᾶς, ἀλλ' ἱκανῆς ὥστε καὶ λῃτουργεῖν, ὑφ' ἡμῶν αὐτῷ παραδοθείσης, ταύτης ἐπιμελεῖσθαι, τῶν δ' ἐμῶν μὴ ἐπιθυμεῖν, ἵνα βελτίων τ' ἐδόκει πᾶσιν εἶναι σῴζων αὐτὴν καὶ πλείω ποιῶν χρησιμώτερον ὑμῖν πολίτην παρεῖχεν ἑαυτόν.

[fr. 1,2]    Ἐπεὶ δὲ τὴν μὲν ἀνῄρηκε καὶ πέπρακε καὶ αἰσχρῶς καὶ κακῶς διολώλεκεν, ὡς οὐκ ἂν ἐβουλόμην, πιστεύων δ' ἑταιρείαις καὶ λόγων παρασκευαῖς ἐπὶ τὴν ἐμὴν ἐλήλυθεν, ἀνάγκη, ὡς ἔοικε, συμφορὰν μὲν εἶναι νομίζειν ὅτι τοιοῦτός ἐστιν οἰκεῖος ὤν, ἀπολογεῖσθαι δὲ περὶ ὧν ἐγκέκληκε καὶ ἔξω με τοῦ πράγματος διαβέβληκεν, ὡς ἂν οὖν δυνώμεθα προθυμότατα πρὸς ὑμᾶς.

[fr. 2,1] Πόθεν χρὴ πιστεύεσθαι τὰ εἰρημένα πρὸς θεῶν; Οὐκ ἐκ τῶν μαρτύρων; Οἴομαί γε. Πόθεν δὲ τοὺς μάρτυρας; Οὐκ ἐκ τῶν βασάνων; Εἰκός γε. Πόθεν δέ γε ἀπιστεῖσθαι τοὺς λόγους τοὺς τούτων; Οὐκ ἐκ τοῦ φεύγειν τοὺς ἐλέγχους; Ἀνάγκη μεγάλη. Φαίνομαι τοίνυν ἐγὼ μὲν διώκων ταῦτα καὶ τὰ πράγματα εἰς βασάνους ἄγων, οὗτος δὲ ἐπὶ διαβολὰς καὶ λόγους καθιστάς, ὅ περ ἄν τις πλεονεκτεῖν βουλόμενος ποιήσειεν.

[fr. 2,2] Ἐχρῆν δὲ αὐτόν, εἴ πέρ τι δίκαιον ἐφρόνει καὶ μὴ παρακρούσασθαι τὰς ὑμετέρας γνώμας ἐζήτει, μὴ μὰ Δία ταῦτα ποιεῖν, ἀλλ' ἐπὶ τὸν λογισμὸν μετὰ μαρτύρων ἐλθεῖν καὶ ἐξετάζειν ἕκαστα τῶν ἐν τῷ λόγῳ, τοῦτον τὸν τρόπον παρ' ἐμοῦ πυνθανόμενον. Εἰσφορὰς λογίζῃ πόσας; ‑ Τόσας. ‑ Κατὰ πόσον ἀργύριον εἰσενηνεγμένας; ‑ Κατὰ τόσον καὶ τόσον. ‑ Κατὰ ποῖα ψηφίσματα; ‑ Ταυτί. ‑ Ταύτας εἰλήφασι τίνες; ‑ Οἵδε. ‑

[fr. 2,3] Καὶ ταῦτα μαρτυρόμενον σκέψασθαι, τὰ ψηφίσματα, τὸ πλῆθος τῶν εἰσφορῶν, τὰ εἰσενηνεγμένα, τοὺς λαβόντας, καὶ εἰ μὲν εὖ τε ‹καὶ καλῶς εἶχε›, τῷ λόγῳ πιστεύειν, εἰ δὲ μή, νῦν παρασχέσθαι μάρτυρας, εἴ τι ψεῦδος ἦν ὧν ἐλογισάμην αὐτῷ.

[Or. 4]

[fr. 1]    Τὸ μὲν παρόν, τὸ δὲ παρ' ἑτέρων μεταλαβεῖν παρηγγύησεν.

[fr. 2]   Τὰ μὲν ἐμοῦ διαλύσαντος, δύο τάλαντα καὶ τριάκοντα μνᾶς, τὰ δὲ τοῦ γεωργοῦ παρεγγυηθέντος.

[Or. 5]  

[fr. 1] Μάλιστα μὲν ἐβουλόμην, ὦ ἄνδρες δικασταί, μηδ' ὑφ' ἑνὸς ἀδικεῖσθαι τῶν πολιτῶν, εἰ δὲ μή, τοιούτων ἀντιδίκων τυχεῖν, πρὸς οὓς οὐδὲν ἂν ἐφρόντιζον διαφερόμενος. Νῦν δέ μοι πάντων πραγμάτων λυπηρότατον συμβέβηκεν· ἀδικοῦμαι γὰρ ὑπὸ τῶν δημοτῶν, οὓς περιορᾶν μὲν ἀποστεροῦντας οὐ ῥᾴδιον, ἀπέχθεσθαι δὲ ἀηδές, μεθ' ὧν ἀνάγκη καὶ ‹θύειν καὶ› συνουσίας κοινὰς ποιεῖσθαι.

[fr. 2] Πρὸς μὲν οὖν πολλοὺς χαλεπὸν ἀντιδικεῖν· μέγα γὰρ μέρος συμβάλλεται ‹τὸ› πλῆθος αὐτοῖς πρὸς τὸ δοκεῖν ἀληθῆ λέγειν· ὅμως δὲ διὰ τὸ πιστεύειν τοῖς πράγμασι, πολλῶν μοι καὶ δυσκόλων συμπιπτόντων, οὐχ ἡγούμην δεῖν κατοκνῆσαι δι' ὑμῶν πειρᾶσθαι τυγχάνειν τῶν δικαίων. Δέομαι οὖν ὑμῶν συγγνώμην ἔχειν, εἰ καὶ νεώτερος ὢν λέγειν ἐπὶ δικαστηρίου τετόλμηκα· διὰ γὰρ τοὺς ἀδικοῦντας ἀναγκάζομαι παρὰ τὸν ἐμαυτοῦ τρόπον τοιοῦτόν τι ποιεῖν. Πειράσομαι δ' ὑμῖν ἐξ ἀρχῆς ὡς ἂν δύνωμαι διὰ βραχυτάτων εἰπεῖν περὶ τοῦ πράγματος.

[Or. 6]

[fr. 1] Ὁ ἀδελφὸς ὁ ἐμὸς καὶ Κτήσων, οἰκεῖος ὢν ἡμῖν, συντυγχάνουσι τῷ Ἕρμωνι εἰς Βόθυνον ἀπιόντι.

[fr. 2]  Ἀποφανῶ γὰρ ὑμῖν ὡς οὐκ ἔστι τῆς ἐπικλήρου τὸ χωρίον τοῦτο οὐδ' ἐγένετο πώποτε, ἀλλ' ὡς ἦν πατρῷον Λυσιμένει τῷ πατρὶ Μενεκράτους· ὁ δὲ Λυσιμένης ἔσχε τὰ πατρῷα πάντα.

[Or. 7]

[fr. 1] Μήτε παλίνσκιον γίγνεσθαι τὸ χωρίον.

[fr. 2] Εἴπερ γοῦν ὥριζον ταῖς ἀποφοραῖς ταύταις τῶν ποδῶν ἀλλότριον εἶναι τὸ χωρίον.

[Or. 8]

[fr. 1,1]   Ἄνδρες δικασταί, ἐγὼ καὶ πρότερον Εὐμάθει τουτῳὶ ἐγενόμην χρήσιμος δικαίως, καὶ νῦν, εἴ τι ἔστι κατ' ἐμέ, πειράσομαι συσσῴζειν αὐτὸν μεθ' ὑμῶν· μικρὰ δέ μου ἀκούσατε, ἵνα μηδεὶς ὑπολάβῃ ὑμῶν ὡς ἐγὼ προπετείᾳ ἢ ἄλλῃ τινὶ ἀδικίᾳ πρὸς τὰ Εὐμάθους πράγματα προσῆλθον.

[fr. 1,2] Τριηραρχοῦντος γάρ μου ἐπὶ Κηφισοδότου ἄρχοντος καὶ λόγου ἀπαγγελθέντος πρὸς τοὺς οἰκείους ὡς ἄρα τετελευτηκὼς εἴην ἐν τῇ ναυμαχίᾳ, οὔσης μοι παρακαταθήκης παρ' Εὐμάθει τουτῳί, μεταπεμψάμενος τοὺς οἰκείους τε καὶ φίλους τοὺς ἐμοὺς Εὐμάθης ἐνεφάνισε τὰ χρήματα ἃ ἦν μοι παρ' αὐτῷ, καὶ ἀπέδωκε πάντα ὀρθῶς καὶ δικαίως.

[fr. 1,3] Ἀνθ' ὧν ἐγὼ σωθεὶς ἐχρώμην τε αὐτῷ ἔτι μᾶλλον καὶ κατασκευαζομένῳ τὴν τράπεζαν προσεισευπόρησα ἀργυρίου, καὶ μετὰ ταῦτα ἄγοντος αὐτὸν Διονυσίου ἐξειλόμην εἰς ἐλευθερίαν, εἰδὼς ἀφειμένον ἐν τῷ δικαστηρίῳ ὑπὸ Ἐπιγένους. Ἀλλὰ περὶ μὲν τούτων ἐπισχήσω.

[fr. 2,1]    Ἔβλαψέ με Ξενοκλῆς ἀφελόμενος Εὐμάθην εἰς ἐλευθερίαν, ἄγοντος ἐμοῦ εἰς δουλείαν κατὰ τὸ ἐμὸν μέρος.

[fr. 3,1]    Ἀλλὰ τὸ πρωιζόν, ὦ ἄνδρες δικασταί· τουτὶ γὰρ παντελῶς ἐμποδών ἐστι.

[Or. 9]

[fr. 1]  Ἑρμοκράτην δὲ εἰς τὸ ἀναγκαῖον ἐνέβαλε φάσκων ἀπελεύθερον εἶναι, καὶ οὐ πρότερον ἀφῆκε πρὶν τριάκοντα δραχμὰς ἐπράξατο.

[Or. 10]

[fr. 1] Κατέλιπεν ἐν τῷ χωρίῳ γέροντας καὶ ἀναπήρους.

[Or. 11]

[fr. 1] Οἳ μετὰ τὰ ἐκ Πειραιῶς, ‹ὡς› ἐγὼ ἀκούω, σύνδικοι ἦσαν, πρὸς οὓς τὰ δημευόμενα ἀπεφέρετο.

[Or. 12]  

[fr. 1] Οὐ τοίνυν μόνον, ὦ ἄνδρες δικασταί, ταύτην τὴν μαρτυρίαν παρέξομαι, ἀλλὰ καὶ ἐκμαρτυρίαν ἑτέραν Μυρωνίδου, ὃς ἦν τῶν δημοτῶν πρεσβύτατος.

[Or. 13]

[fr. 1]  Καὶ οὗτος ὁ πάντων ἀνθρώπων σχετλιώτατος, οὐ παρεχομένων αὐτῶν μάρτυρας [δοῦναι], ὧν ἐναντίον ἡμῖν ἀποδοῦναί φασιν, [ὧν] ἐκείνοις πιστεύειν προσποιεῖται μᾶλλον ὡς ἀποδεδώκασιν ἡμῖν, ἢ ‹ἡμῖν› ὡς οὐκ ἀπειλήφαμεν. Καίτοι πᾶσι φανερόν, [ὡς] οἵ γε τὸν τούτου πατέρα ἀπεστέρουν ὄντα ἐπίτιμον, ὅτι ἡμῖν ἑκόντες οὐκ ἂν ἀπέδοσαν, εἰσπράξασθαι ‹δ'› οὕτως ἔχοντες οὐκ ἂν ἐδυνήθημεν.

[fr. 2]  Ὧι γάρ, ἃ μὲν ὑπῆρχεν ἔξω τῶν ἀποτιμηθέντων, κατελελῃτούργητο, δανειζομένῳ δ' οὐδεὶς ἂν ἔδωκεν ἐπ' αὐτοῖς· ἔτι πλέον οὐδὲν ἀποδεδωκότι τὰς μισθώσεις, ἔχειν ‹δ' ἐκεῖνα› ἐμοὶ προσῆκον ἀναμφισβητήτως, οὗτοι τηλικαύτην δίκην λαχόντες καὶ σφέτερα αὐτῶν εἶναι φάσκοντες ἐκώλυσάν με ἐξ αὐτῶν ποιήσασθαι τὴν ἐπισκευήν.

[fr. 3]  Τί δ' ἐπὶ τοιούτων δεῖ μαρτυριῶν, ‹ὧν› οἱ δικάζοντες τὰ μὲν αὐτοί εἰσιν εἰδότες, ὅτι ὑγίαινεν ὁ παῖς, ‹τὰ δὲ› τῶν ἑωρακότων αἰσθανόμενοι μαρτυρούντων, τὰ δὲ ἀκοῇ πυνθανόμενοι;

[fr. 4] Ἡγοῦμαι μεγίστην εἶναι τῶν λῃτουργιῶν τὸν καθ' ἡμέραν βίον κόσμιον καὶ σώφρονα παρέχειν.

[fr. 5] Ὅσοι τοὺς ἀδικοῦντας κολάζουσιν οὗτοι τοὺς ἄλλους ἀδικεῖσθαι κωλύουσιν.

[fr. 6]   Χρὴ τοὺς νόμους μὲν τίθεσθαι σφοδρῶς, πραοτέρως δὲ κολάζειν ἢ ὡς ἐκεῖνοι κελεύουσιν.