1345 111 0 10 0 0 II-III d. C. Storiografia Cassius Dio XIV Historiae Romanae Boissevain, U.P., Berlin, Weidmann, 1:1895; 2:1898; 3:1901 Rist. 1955 1

Cassius Dio - Historiae Romanae XIV

[57]   ὅτι ἀπὸ τοιαύτης φησὶν ὁ Δίων ἐκεῖθεν ἤδη προσδοκίας Ῥωμαίους καὶ Καρχηδονίους καθίστασθαι μέγιστον τῇ γνώμῃ τὸ διάφορον ἐς τὴν τοῦ πολέμου διαχείρισιν εἰληφότας. τό τε γὰρ εὔελπι πρὸς εὐθυμίαν πάντας ἀνθρώπους ἄγον προθυμοτέρους τε αὐτοὺς καὶ ἐχεγγυωτέρους πρὸς πίστιν τοῦ κρατήσειν παρέχεται, καὶ τὸ δύσελπι ἔς τε ἀθυμίαν καὶ ἐς ἀπόγνωσιν ἐμβαλὸν καὶ τὴν ῥώμην τῆς εὐψυχίας ἀφαιρεῖται. M. 144 (p. 191).

[2]    οἷά που οὖν φιλεῖ τά τε διὰ πλείστου καὶ τὰ ἐν ἀγνωσίᾳ ὄντα πολλοὺς ἐκταράσσειν, δέος τοῖς Ἴβηρσιν οὐκ ἐλάχιστον ἐνεποίει. τὸ γάρ τοι πολὺ τοῦ ὁμίλου, τὸ μὴ ἀπ' οἰκείας τινὸς αἰτίας ἀλλ' ἐν συμμαχίας λόγῳ στρατευόμενον, ἐπὶ τοσοῦτον ἔρρωται ἐφ' ὅσον ἂν ὠφελήσεσθαί τι ἀκινδύνως ἐλπίσωσιν· ὅταν δὲ δὴ ἐγγὺς τῶν ἀγώνων γένωνται, τάς τε ἐλπίδας τῶν κερδῶν ἐξίστανται καὶ τὰς πίστεις τῶν ὑποσχέσεων ἐγκαταλείπουσι. καὶ τὸ μὲν πλεῖστον ταῖς γνώμαις, ὡς καὶ πάντῃ πάντως κατορθώσοντας, λαβεῖν· εἰ δ' οὖν τι καὶ σφαλεῖεν, ἐλάχιστον αὐτὸ πρὸς ἃ ἀντήλπιζον νομίζειν. M. 145 (p. 191).

[3]    ὅτι ἐπεὶ τῷ πλήθει τοῦ στρατοῦ τοῦ Ἀννίβου οὐδὲν τῶν παρασκευαζομένων ἐξήρκει, καί τινος αὐτῷ διὰ τοῦτο γνώμην δόντος ταῖς τῶν ἐναντίων σαρξὶ τοὺς στρατιώτας σιτίζειν, τὸ μὲν πρᾶγμα οὐκ ἐδυσχέραινε, φοβεῖσθαι δὲ ἔφη μήποτε τοιούτων σωμάτων ἀπορήσαντες ἐπ' ἀλληλοφαγίαν τράπωνται. M. 146 (ib.).

[4]    ὅτι Ἀννίβας πρὶν ἔργου ἔχεσθαι συγκαλέσας τοὺς στρατιώτας παρήγαγε τοὺς αἰχμαλώτους οὓς κατὰ τὴν ὁδὸν εἰλήφει, καὶ ἐπύθετο αὐτῶν πότερα δεδέσθαι τε ἐν πέδαις καὶ δουλεύειν κακῶς ἢ μονομαχῆσαι ἀλλήλοις, ὥστ' ἀφεθῆναι προῖκα τοὺς νικήσαντας, ἐθέλοιεν. ἐπειδή τε τοῦθ' εἵλοντο, συνέβαλεν αὐτούς, καὶ μαχεσαμένων σφῶν εἶπεν "εἶτ' οὐκ αἰσχρόν, ὦ ἄνδρες στρατιῶται, τούτους μὲν τοὺς ὑφ' ἡμῶν ἑαλωκότας οὕτω πρὸς τὴν ἀνδρείαν ἔχειν ὥστε καὶ ἀποθανεῖν ἀντὶ τοῦ δουλεῦσαι ἐπιθυμῆσαι, ἡμᾶς δ' ὀκνῆσαι πόνον τινὰ καὶ κίνδυνον ὑπὲρ τοῦ μὴ ἀκούειν ἑτέρων καὶ προσέτι καὶ ἄρχειν ἄλλων ὑποστῆναι;" M. 147 (p. 192).

[5]    ὅσα ἐλαττωθέντες ποτὲ ὑπὸ τῶν πολεμίων ἐπάθομεν, ταῦτα νικήσαντες αὐτοὺς ἀντιδράσομεν· εὖ γὰρ ἴστε, κρατήσαντες μὲν πάντων ὧν λέγω τευξόμεθα, κρατηθέντες δὲ οὐδὲ τὴν διαφυγὴν ἀσφαλῆ σχήσομεν· τοῦ τε γὰρ κρατήσαντος τὸ πᾶν παραχρῆμα φίλιόν ἐστι, κἂν μισοῦν αὐτὸ τυγχάνῃ, καὶ τὸ νικηθὲν οὐδεὶς οὐδὲ τῶν οἰκείων ἔτι θεραπεύει. Max. Conf. Flor. f. 1574r (M. p. 543) et M. 148 (p. 192)

[6a]    ὅτι τὸ ἅπαξ προσπταῖσαν πρός τινας ἀεί τε δυσωπεῖταί σφας καὶ θαρσεῖν οὐκέτι τολμᾷ. M. 149 (p. 192).

[6b]    ..... γάρ τι καὶ δειλὸν καὶ ἄπιστον φύσει πᾶν τὸ Γαλατικὸν γένος ἐστίν· ὥσπερ γὰρ ἑτοίμως θρασύνεται πρὸς τὰς ἐλπίδας, οὕτως ἑτοιμότερον φοβηθὲν ἐκπλήττεται· πιστότερόν τ' οὐδὲν τοῖς .... ....... τοὺς ἄλλους ἀνθρώπους ἐκδιδάξει τε μηδέποτε ἐς τὴν Ἰταλίαν ἐμβάλλειν τολμῆσαι ... M. 150 (p. 192).

[7]    ὅτι πολλὰ τέρατα τὰ μὲν ὡς ἀληθῶς συμβάντα, τὰ δὲ καὶ μάτην θρυλούμενα ἐλογοποιήθη· ὅταν γάρ τινες ἰσχυρῶς φοβηθῶσιν καί σφισι καὶ ἐκεῖνα ὡς ὄντως γενόμενα ἀποδειχθῇ, πολλάκις ἕτερα προςφαντάζεται· κἂν ἅπαξ τι καὶ ἐκείνων πιστευθῇ, προπετῶς ἤδη καὶ τἆλλα πίστιν λαμβάνει. ἐθύοντο οὖν αἱ θυσίαι καὶ τἆλλα ὅσα οἱ ἄνθρωποι πρός τε τὴν τοῦ παρόντος δεινοῦ σφισιν ἄκεσιν καὶ πρὸς τὴν τοῦ ὑποπτευομένου διάφευξιν εἰώθασι ποιεῖν, ἐγίγνετο. ἀλλά, καὶ γὰρ φιλοῦσιν οἱ πολλοὶ τοῖς τοιούτοις παρὰ τὸ κρεῖττον ἐλπίζοντες πιστεῦσαι, καὶ τότε, εἰ καὶ μᾶλλον διὰ τὸ τοῦ προσδοκωμένου κινδύνου μέγεθος ἐνόμιζον ὅτι καὶ τὸ τραχύτατον αὑτοῖς συμπέσοι, ὅμως ἤλπιζον ‹μὴ› ἡττηθήσεσθαι. M. 151 (p. 192).

[8]    ὅτι οἱ ‹Ῥωμαῖοι› δικτάτορα τὸν Φάβιον ἀνεῖπον, ἀγαπῶντες εἰ αὐτοί γε περιγένοιντο οὐδὲ τοῖς συμμάχοις βοήθειαν ἀπέστειλαν οὐδεμίαν οὐδὲ εστη ......., πυθόμενοι δὲ τὸν Ἀννίβαν τῆς τε ἐπὶ τὴν Ῥώμην ὁδοῦ ἀποτετράφθαι καὶ ἐς Καμπανίαν ὡρμῆσθαι τότε δὴ καὶ ἐκείνους, μή πως εἴτε ἑκούσιοι εἴτε βιασθέντες μεταστῶσιν, ἐς ἀσφάλειαν ἐποιήσαντο. M. 152 (p. 193).

[9]    ὅτι ὁ Φάβιος δι' ἀσφαλείας μᾶλλον ἢ διὰ κινδύνων προσεδρεύων οὔτε πεῖραν λαβεῖν ἀνδρῶν χειροτεχνῶν τοῦ πολέμου ὄντων ἐτόλμα, καὶ ἐν πολλῇ περιωπῇ τὴν τῶν στρατιωτῶν σωτηρίαν, ἄλλως τε ‹καὶ› διὰ τὴν τῶν πολιτῶν ὀλιγανθρωπίαν, ἐποιεῖτο, συμφορὰν οὐ τὸ μὴ φθεῖραι τὰ τῶν ἐναντίων ἀλλὰ τὸ τῶν οἰκείων [10] ἀποβαλεῖν μεγάλην εἶναι νομίζων· ἐκείνους μὲν γὰρ τῇ περιουσίᾳ τοῦ πλήθους κἂν ἀνακινδυνεῦσαί ποτε σφαλέντας ἡγεῖτο, αὐτὸς δ' εἰ καὶ τὸ βραχύτατον πταίσειεν, ‹ἐν› παντὶ κακοῦ, οὐ πρὸς τὸν ἀριθμὸν τῶν τότε ἀποθανόντων ἀλλὰ πρὸς τὸ μέγεθος τῶν πρὶν παθημάτων, γενήσεσθαι ἐλογίζετο· τοῖς μὲν γὰρ ἀκεραίοις πράγμασι καὶ τὰ δεινότατα ῥᾳδίως πολλάκις τοὺς ἀνθρώπους ὑφίστασθαι, τοὺς δὲ προκεκμηκότας καὶ τὰ βραχύτατα κακοῦν ἔλεγεν. καὶ διὰ τοῦτο καὶ τοῦ υἱέος συμβουλεύοντός ποτε αὐτῷ ἀποκινδυνεῦσαι, καί τι τοιοῦτον εἰπόντος ὅτι οὐκ ἂν πλείους ἑκατὸν ἀνδρῶν ἀπόλοιντο, οὔτε ἐπείσθη, καὶ προσανήρετο αὐτὸν εἰ καὶ αὐτὸς ἂν ἐθελήσειε τῶν ἑκατὸν ἀνδρῶν γενέσθαι. M. 153 (p. 193).

[14]    ὅτι οἱ Καρχηδόνιοι οὐχ ὅπως αὐτεπάγγελτοί τι τῷ Ἀννίβᾳ ἔπεμψαν, ἀλλ' ἐν γέλωτί τε αὐτὸν ἐποιοῦντο ὅτι τε εὖ πράττειν καὶ ὅτι πολλὰ κατορθοῦν ἀεί ποτε γράφων σφίσι καὶ χρήματα καὶ στρατιώτας παρ' αὐτῶν ᾔτει, λέγοντες μηδὲν ὁμολογεῖν τὰς αἰτήσεις αὐτοῦ ταῖς κατορθώσεσι· τοὺς γὰρ κρατοῦντας προσήκειν καὶ τῷ παρόντι στρατεύματι ἀρκεῖσθαι καὶ χρήματα οἴκαδε πέμπειν, ἀλλ' οὐχ ἕτερα πρὸς ἑαυτῶν προσεπαιτεῖν. M. 154 (p. 194).

[11]    ἔγκλημα γοῦν ἔχω οὐχ ὅτι προπετῶς ἐς τὰς μάχας χωρῶ, οὐδ' ὅτι διὰ κινδύνων στρατηγῶ, ἵνα πολλοὺς μὲν τῶν στρατιωτῶν ἀποβαλὼν πολλοὺς δὲ καὶ τῶν πολεμίων ἀποκτείνας αὐτοκράτωρ τε ὀνομασθῶ καὶ τὰ ἐπινίκια πέμψω, ἀλλ' ὅτι βραδύνω καὶ ὅτι μέλλω καὶ ὅτι τῆς σωτηρίας ὑμῶν ἰσχυρῶς ἀεὶ προορῶμαι. Max. Conf. Flor. f. 1574V (M. p. 542).

[18]    ὅτι τοῖς πολλοῖς σύνηθες τοῖς ἀρχομένοις εὖ φέρεσθαι ῥᾳδίως, ἄλλως τε καὶ ἐπὶ διαβολῇ τῶν εὐδοκιμούντων, προστίθεσθαι, διότι τὸ μὲν ἄρτι προφαινόμενον συναύξειν τὸ δ' ὑπερέχον ἔτι καθαιρεῖν πεφύκασι· τοῖς μὲν γὰρ ἐκ πλείονος σφῶν προφέρουσιν οὐκ ἄν τις ἐξαίφνης παρισωθείη, τὸ δ' ἀδόκητον αὐξηθὲν ἐλπίδα καὶ ἐκείνοις ἐς τὴν ὁμοίαν εὐτυχίαν φέρει. M. 155 (p. 194).

[15]    ὅτι Ἀννίβας ἤτοι χαριζόμενος τῷ Φαβίῳ ὡς καὶ ἐπιτηδείῳ σφίσιν ὄντι, ἢ καὶ ἐπὶ διαβολῇ αὐτοῦ, οὐδὲν τῶν προσηκόντων οἱ κατέδραμεν. καὶ διὰ τοῦτ' ἀντιδόσεως τῶν αἰχμαλώτων τοῖς Ῥωμαίοις πρὸς τοὺς Καρχηδονίους, ὥσθ' ὁποτέρων ‹ἂν› πλείους εὑρεθῶσιν ἀπολυτρωθῆναί σφας, γενομένης, καὶ τῶν Ῥωμαίων μὴ βουληθέντων αὐτοὺς ἐκ τοῦ δημοσίου λυτρώσασθαι, τὰ χωρία ὁ [16] Φάβιος ἀποδόμενος τὰ λύτρα αὐτοῖς ἐχαρίσατο. καὶ διὰ τοῦτο αὐτὸν ‹μὲν› οὐκ ἔπαυσαν, τῷ δὲ ἱππάρχῳ τὴν αὐτήν οἱ ἐξουσίαν ἔδωκαν, ὥστ' ἀμφοτέρους ἅμα ἀπὸ τῆς ἴσης ἄρχειν. καὶ ὁ ‹μὲν› Φάβιος οὐδεμίαν ὀργὴν οὔτε τοῖς πολίταις οὔτε τῷ Ῥούφῳ ἔσχε· τῶν τε γὰρ ἀνθρωπίνων πραγμάτων συνεγίγνωσκεν αὐτοῖς, καὶ ἀγαπητὸν ἐποιεῖτο εἰ καὶ ὁπωσοῦν περιγένοιντο. τὸ γὰρ κοινὸν σώζεσθαι καὶ κρατεῖν, ἀλλ' οὐκ αὐτὸς εὐδοξεῖν ἤθελεν, τήν τε ἀρετὴν οὐκ ἐν τοῖς ψηφίσμασιν ἀλλ' ἐν τῇ ἑκάστου ψυχῇ εἶναι, καὶ τὸ κρεῖττον τό τε χεῖρον οὐ‹κ ἀπὸ› δόγματός τινι ἀλλ' ἐκ τῆς αὐτοῦ [17] ἐκείνου ἐπιστήμης ἢ ἀμαθίας ὑπάρχειν νομίζων. ὁ δὲ δὴ Ῥοῦφος οὐδὲ ἐν τῷ πρὶν ὀρθῶς φρονῶν τότε δὴ καὶ μᾶλλον ἐπεφύσητο, καὶ κατέχειν ἑαυτόν, ἅτε καὶ τῆς ἀπειθαρχίας ἆθλον τὴν πρὸς τὸν δικτάτορα ἰσομοιρίαν προσλαβών, οὐκ ἐδύνατο, ἀλλ' ἡμέραν ἠξίου παρ' ἡμέραν ἢ καὶ πλείους ἐναλλὰξ μόνος ἄρχειν. ὁ δὲ Φάβιος φοβηθεὶς μή τι κακόν σφας, εἰ πάσης τῆς δυνάμεως ἐγκρατὴς γένοιτο, ἐξεργάσαιτο, πρὸς οὐδέτερον αὐτῷ συνῄνεσεν, ἀλλ' ἐνείματο τὸ στράτευμα, ὥστε ἐν ὁμοίῳ τοῖς ὑπάτοις καὶ ἐκείνους ἰδίαν ἑκάτερον ἰσχὺν ἔχειν. καὶ παραχρῆμα ‹ὁ Ῥοῦφος› ἀπεστρατοπεδεύσατο, ἵνα καὶ τῷ ἔργῳ διάδηλος, ὅτι αὐτὸς καθ' ἑαυτὸν ἀλλ' οὐχ ὑπὸ τῷ δικτάτορι ἄρχοι, γένοιτο. V. 32 (p. 597).

[19]    ὅτι ὁ Ῥοῦφος ἰσομοιρίαν λαχὼν τῷ δικτάτορι καὶ ἡττηθεὶς ὑπὸ Καρχηδονίων μετεβάλετο (σωφρονίζουσι γάρ πως τοὺς μὴ πάνυ ἀνοήτους αἱ συμφοραί) καὶ ἐθελοντὴς τὴν ἡγεμονίαν ἀφῆκε. καὶ αὐτὸν ἰσχυρῶς ἐπὶ τούτῳ πάντες ἐπῄνεσαν· οὐ γὰρ ὅτι μὴ κατ' ἀρχὰς τὸ δέον ἔγνω, μεμπτὸς ἐνομίζετο, ἀλλ' ὅτι μὴ κατώκνησε [20] μετανοῆσαι, καλῶς ἤκουε. τὸ μὲν γὰρ ἀπὸ πρώτης εὐθὺς τὰ προσήκοντά τινα ἑλέσθαι καὶ εὐτυχίας ἔργον ἡγοῦντο εἶναι, τὸ δὲ ἐκ τῆς πείρας τῶν πραγμάτων τὰ βελτίω μαθόντα μὴ αἰσχυνθῆναι μεταθέσθαι μεγάλως ἐπῄνουν. ‹ὥστε› καὶ ἐκ τούτου δειχθῆναι σαφῶς ὅσον ἀνὴρ ἀνδρὸς ἀρετή τε ἀληθὴς δοκήσεως διαφέρει· ἃ γοῦν φθόνῳ καὶ διαβολῇ πρὸς τῶν πολιτῶν ὁ Φάβιος ἀφῃρέθη, ταῦτα παρ' ἑκόντος τοῦ συνάρχοντος καὶ δεομένου γε ἀνεκτήσατο. M. 156 (p. 194).

[21]    ὅτι ὁ αὐτὸς μέλλων ἐκ τῆς ἀρχῆς ἀπαλλαγήσεσθαι τοὺς ὑπάτους μετεπέμψατο καὶ ἐκεῖνό τε αὐτοῖς παρέδωκε καὶ προσπαρῄνεσε πάνθ' ὅσα πραχθῆναι ἐχρῆν ἀφθονώτατα· τήν τε γὰρ σωτηρίαν τῆς πόλεως προετίμα τοῦ μόνος γε δοκεῖν καλῶς ἄρχειν, καὶ οὐκ ἐξ ὧν ἂν ἔπταισαν ἰδιογνωμονήσαντες, ἀλλ' ἐξ ὧν κατώρθωσαν πεισθέντες αὐτῷ μᾶλλον ἐπαινεθήσεσθαι προσεδόκησε. καὶ οἱ ὕπατοι δὲ οὐδὲν θρασέως κατὰ τὴν τοῦ Φαβίου ὑποθήκην ἔπραξαν, ἀλλ' ἐν ἀμείνονι τὸ μή τι καταπρᾶξαι τοῦ καὶ σφαλῆναι τιθέμενοι κατὰ χώραν πάντα τὸν τῆς ἡγεμονίας χρόνον ἔμειναν. M. 157 (p. 195).