5997 308 0 13 11 0 II-III d. C. Storiografia Herodianus IV Ab excessu divi Marci Stavenhagen, K., Leipzig, Teubner, 1922 Rist. 1967, Stuttgart, Teubner 3

Herodianus - Ab excessu divi Marci IV

   Τὰ μὲν δὴ πραχθέντα Σεβήρῳ βασιλεύσαντι ὀκτωκαίδεκα ἔτεσιν ἐν τῷ πρὸ τούτου βιβλίῳ δεδήλωται· οἱ δ' υἱεῖς αὐτοῦ, ἤδη νεανίαι, ἅμα τῇ μητρὶ ἐς τὴν Ῥώμην ἠπείγοντο, ἤδη μὲν κατὰ τὴν ὁδὸν στασιάζοντες πρὸς ἀλλήλους. οὔτε γὰρ καταγωγαῖς ταῖς αὐταῖς ἐχρῶντο οὔτε συνειστιῶντο ἀλλήλοις· πολὺ δ' ἦν τὸ ὕποπτον ἐν ἅπασιν ἐδέσμασί τε καὶ πόμασι, μή τις αὐτῶν προλαβὼν καὶ λαθών, ἤ τινας ἀναπείσας τῶν ὑπηρετῶν, δηλητηρίῳ [2] χρήσηται φαρμάκῳ. ταύτῃ γοῦν καὶ τὴν ὁδοιπορίαν ἔτι μᾶλλον ἤπειγον, ἀδεέστερον ἑκάτερος βιώσεσθαι προσδοκῶν, εἰ ἐν τῇ Ῥώμῃ γένοιντο καὶ τὰ βασίλεια διελόμενοι ἐν πλατείᾳ καὶ πολλῇ οἰκήσει καὶ πάσης πόλεως μείζονι καθ' ἑαυτὸν ἑκάτερος διάγοι ὡς βούλοιτο.

[3]    ὡς δὲ ἀφίκοντο ἐς τὴν Ῥώμην, ὅ τε δῆμος αὐτοὺς δαφνηφορῶν ὑπεδέξατο ἥ τε σύγκλητος προσηγόρευσεν. ἡγοῦντο δ' αὐτοὶ μὲν τὴν βασίλειον φέροντες πορφύραν, εἵποντο δ' ὄπισθεν αὐτοῖς οἱ τὴν ὕπατον ἀρχὴν τότε διέποντες, κάλπιν φέροντες ἔνθα ἦν τὰ Σεβήρου λείψανα. οἵ τε προσαγορεύοντες τοὺς νέους αὐτοκράτορας παριόντες [4] καὶ τὴν κάλπιν προσεκύνουν. ἐκείνην μὲν οὖν παραπέμψαντες, καὶ προπομπεύσαντες αὐτῆς, ἀπέθεντο ἐν τῷ νεῷ ἔνθα Μάρκου τε καὶ τῶν πρὸ αὐτοῦ βασιλέων ἱερὰ μνήματα δείκνυται· ἐπιτελέσαντες δὲ τὰς νενομισμένας ἱερουργίας ἐπὶ ταῖς βασιλικαῖς εἰσόδοις ἀνῆλθον ἐς τὰ [5] βασίλεια. διελόμενοι δὲ αὐτὰ ἑκάτερος ᾤκει, παραφράττοντές τε πάσας εἰσόδους, εἴ τινες ἦσαν λανθάνουσαι, μόναις δὲ ταῖς δημοσίοις καὶ αὐλείοις ἀνέδην χρώμενοι, φρουράς τε ἐπιστήσαντες ἰδίᾳ ἑκάτερος, οὐδὲ συνιόντες εἰ μὴ πρὸς ὀλίγον, ὅσον δημοσίᾳ, εἴ ποτε, ὀφθῆναι. ἐπετέλεσαν δὲ πρὸ ἁπάντων τὴν ἐς τὸν πατέρα τιμήν.

[2]

[1]    ἔθος γάρ ἐστι Ῥωμαίοις ἐκθειάζειν βασιλέων τοὺς ἐπὶ παισὶ [ἢ] διαδόχοις τελευτήσαντας· τήν τε τοιαύτην τιμὴν ἀποθέωσιν καλοῦσι. μεμιγμένον δέ τι πένθος ἑορτῇ [2] καὶ θρησκείᾳ κατὰ πᾶσαν τὴν πόλιν δείκνυται. τὸ μὲν γὰρ σῶμα τοῦ τελευτήσαντος πολυτελεῖ κηδείᾳ καταθάπτουσιν ἀνθρώπων νόμῳ· κηροῦ δὲ πλασάμενοι εἰκόνα πάντα ὁμοίαν τῷ τετελευτηκότι ἐπὶ μεγίστης ἐλεφαντίνης κλίνης, ἐς ὕψος ἀρθείσης, προτιθέασιν ἐν τῇ τῶν βασιλείων εἰσόδῳ, χρυσοϋφεῖς στρωμνὰς ὑποστρωννύντες. ἡ δ' εἰκὼν ἐκείνη ἐν σχήματι νοσοῦντος πρόκειται ὠχριῶσα.

[3] τῆς δὲ κλίνης ἑκατέρωθεν καθέζονται ἐπὶ πλεῖστον τῆς ἡμέρας ἐν μὲν τῷ λαιῷ μέρει πᾶσα ἡ σύγκλητος, μελαίναις ἐφεστίσι χρώμενοι, ἐν δὲ τῷ δεξιῷ γυναῖκες πᾶσαι ὅσαις ἀνδρῶν ἢ πατέρων ἀξίωμα τιμῆς ἐνδόξου μεταδίδωσιν. οὔτε δὲ χρυσοφοροῦσά τις αὐτῶν ὁρᾶται οὔτε περιδεραίοις κοσμουμένη, ἀλλὰ λιτὰς ἐσθῆτας λευκὰς [4] ἀμφιεννύμεναι σχῆμα παρέχουσι λυπουμένων. ἑπτὰ μὲν οὖν ἡμερῶν τὰ εἰρημένα ἐπιτελεῖται· ἰατροί τε εἰσιόντες ἑκάστοτε προσίασι τῇ κλίνῃ, καὶ δῆθεν ἐπισκεψάμενοι τὸν νοσοῦντα χαλεπώτερον ἔχειν ἀπαγγέλλουσιν ἑκάστοτε. ἐπὰν δὲ δόξῃ τετελευτηκέναι, τὴν μὲν κλίνην ἀράμενοι τοῦ τε ἱππικοῦ τάγματος εὐγενέστατοι καὶ τῆς συγκλήτου ἐπίλεκτοι νεανίαι κατακομίζουσι διὰ τῆς ἱερᾶς ὁδοῦ, ἔς τε τὴν ἀρχαίαν ἀγορὰν προτιθέασιν, ἔνθα οἱ Ῥωμαίων [5] ἄρχοντες τὰς ἀρχὰς ἀπόμνυνται. ἑκατέρωθεν δὲ βάθρα τινὰ σύγκειται ἐν κλίμακος σχήματι, καὶ ἐπὶ μὲν θατέρου μέρους τῶν εὐγενεστάτων καὶ εὐπατριδῶν χορὸς ἕστηκε παίδων, ἐν δὲ τῷ ἀντικειμένῳ γυναικῶν τῶν ἐν ἀξιώσει εἶναι δοκουσῶν· ᾄδουσι δὲ ἑκάτεροι ὕμνους τε καὶ παιᾶνας ἐς τὸν τετελευτηκότα, σεμνῷ μέλει καὶ θρηνώδει [6] ἐρρυθμισμένους. μετὰ δὲ τοῦτο βαστάσαντες τὴν κλίνην φέρουσιν ἔξω τῆς πόλεως ἐς τὸ καλούμενον Ἄρεως πεδίον, ἔνθα κατεσκεύασται ἐν τῷ πλατυτάτῳ τοῦ πεδίου τόπῳ τετράγωνόν τι [καὶ] ἰσόπλευρον, ἄλλης μὲν ὕλης οὐδεμιᾶς μετέχον, ἐκ μόνης δὲ συμπήξεως ξύλων μεγίστων [7] ἐς σχῆμα οἰκήματος. πᾶν δὲ ἐκεῖνο ἔνδοθεν μὲν φρυγάνων πεπλήρωται, ἔξωθεν δὲ χρυσοϋφέσι στρωμναῖς ἐλεφαντίνοις τε ἀγάλμασι γραφαῖς τε ποικίλαις κεκόσμηται. ἐπ' ἐκείνῳ δὲ ἕτερον, σχήματι μὲν καὶ κόσμῳ παραπλήσιον, μικρότερον ‹δ'› ἐπίκειται, πυλίδας ἔχον καὶ θύρας ἀνεῳγυίας. τρίτον τε καὶ τέταρτον, ἀεὶ τοῦ ὑποκειμένου μεῖον, ἐς τελευταῖον βραχύτατον περατοῦται.

[8] ἀπεικάσαι τις ἂν τὸ σχῆμα τοῦ κατασκευάσματος φρυκτωρίοις, ἃ τοῖς λιμέσιν ἐπικείμενα νύκτωρ διὰ τοῦ πυρὸς ἐς ἀσφαλεῖς καταγωγὰς τὰς ναῦς χειραγωγεῖ· φάρους τε αὐτὰ οἱ πολλοὶ καλοῦσιν. ἐς δὴ τὸ οἴκημα τὸ δεύτερον ἀνακομίσαντες τὴν κλίνην τιθέασιν, ἀρώματά τε καὶ θυμιάματα πάντα ὅσα γῆ φέρει, εἴ τέ τινες καρποὶ ἢ πόαι χυμοί τε συμβαλλόμενοι πρὸς εὐωδίαν, ἀνακομίζονται [9] καὶ σωρηδὸν χέονται· οὔτε γὰρ ἔθνος οὔτε πόλις τις οὔτε τῶν ἐν ἀξιώσει ἢ τιμῇ ἔστιν ὃς μὴ δῶρα ταῦτα ὕστατα πέμπει φιλοτίμως ἐς τιμὴν τοῦ βασιλέως. ἐπὰν δὲ μέγιστον χῶμα ἀρθῇ τῶν ἀρωμάτων πᾶς τε ὁ τόπος πληρωθῇ, ἱππασία περὶ τὸ κατασκεύασμα ἐκεῖνο γίνεται, πᾶν τε τὸ ἱππικὸν τάγμα περιθεῖ κύκλῳ μετά τινος εὐταξίας καὶ ἀνακυκλώσεως πυρριχίῳ δρόμῳ καὶ [10] ῥυθμῷ. ἅρματά τε περιέρχεται ὁμοίᾳ εὐταξίᾳ, φέροντα τοὺς ἐφεστῶτας ἠμφιεσμένους μὲν τὰς περιπορφύρους ἐσθῆτας, προσωπεῖα δὲ περικειμένους εἰκόνας ἔχοντα ὅσοι Ῥωμαίων ἐνδόξως ἐστρατήγησαν ἢ ἐβασίλευσαν. τούτων δὲ συντελεσθέντων λαβὼν λαμπάδα ὁ τὴν βασιλείαν διαδεξάμενος προσφέρει τῷ οἰκήματι, οἵ τε λοιποὶ πανταχόθεν πῦρ περιτιθέασι· πάντα δὲ ῥᾷστα ἀνάπτεται ‹καὶ› εὐμαρῶς ὑπὸ τοῦ πυρός, φρυγάνων τε πλήθους καὶ [11] θυμιαμάτων ἐπινηθέντος. ἐκ δὲ τοῦ τελευταίου καὶ βραχυτάτου κατασκευάσματος, ὥσπερ ἀπό τινος ἐπάλξεως, ἀετὸς ἀφίεται σὺν τῷ πυρὶ ἀνελευσόμενος ἐς τὸν αἰθέρα, ὃς φέρειν ἀπὸ γῆς ἐς οὐρανὸν τὴν τοῦ βασιλέως ψυχὴν πιστεύεται ὑπὸ Ῥωμαίων· καὶ ἐξ ἐκείνου μετὰ τῶν λοιπῶν θεῶν θρησκεύεται.

[3]

[1]    ταύτην δὴ τὴν τιμὴν ἐκθειάσαντες οἱ παῖδες τὸν πατέρα ἐπανῆλθον ἐς τὰ βασίλεια. ἐξ ἐκείνου δὲ ‹ἤδη φανερῶς› ἐστασίαζον πρὸς ἀλλήλους, ἐμίσουν τε καὶ ἐπεβούλευον· πάντα τε ἔπραττεν ἑκάτερος πειρώμενος τὸν ἀδελφὸν ἀποσκευάσασθαι [2] ἐς αὑτόν τε μόνον περιαγαγεῖν τὴν ἀρχήν. ἐμερίζοντο δὲ καὶ πάντων αἱ γνῶμαι, ὅσοι ἐν ἀξιώσει ἢ τιμῇ τινὶ ἦσαν κατὰ τὴν πόλιν· ἰδίᾳ γὰρ αὐτῶν ἑκάτερος ἐπέστελλέ τε λανθάνων καὶ ᾠκειοῦτο, μεγάλαις ὑποσχέσεσι πρὸς αὑτὸν ἀνθέλκων. καὶ τό γε πλεῖστον μέρος ἐς τὸν Γέταν ἔβλεπε· φαντασίαν γάρ τινα ἐπιεικείας ἐπεδείκνυτο, μέτριόν τε καὶ πρᾶον ἑαυτὸν τοῖς προσιοῦσι παρεῖχεν, ἐπιτηδεύμασί τε σπουδαιοτέροις ἐχρῆτο, [3] προσιέμενός τε τοὺς ἐπὶ παιδείᾳ ἐπαινουμένους, ἐσπουδακώς τε περὶ παλαίστραν καὶ γυμνάσια ἐλεύθερα· χρηστός τε ὢν καὶ φιλάνθρωπος τοῖς συνοῦσι, φήμῃ καὶ δόξῃ ἀρίστῃ πλείους ἐς εὔνοιαν καὶ φιλίαν προυκαλεῖτο. ὁ δ' Ἀντωνῖνος ἐμβριθῶς τὰ πάντα καὶ θυμοειδῶς ἔπραττε, [4] πολὺ δὲ ἀπάγων ἑαυτὸν τῶν προειρημένων στρατιωτικοῦ τε καὶ πολεμικοῦ βίου ἐραστὴς εἶναι προσεποιεῖτο· ὀργῇ τε πάντα πράττων, καὶ ἀπειλῶν μᾶλλον ἢ πείθων, φόβῳ καὶ οὐκ εὐνοίᾳ φίλους ἐκτᾶτο.

   ὡς στασιάζοντας δὲ τοὺς ἀδελφοὺς ἐν ἅπασιν οἷς ἔπραττον, μέχρι τῶν εὐτελεστάτων ἔργων, ἡ μήτηρ συνάγειν [5] ἐπειρᾶτο. καί ποτε ἔδοξεν αὐτοῖς, ἵνα δὴ μὴ μένοντες ἐν τῇ Ῥώμῃ ἀλλήλοις ἐπιβουλεύοιεν, νείμασθαι τὴν ἀρχήν. συναγαγόντες δὴ τοὺς πατρῴους φίλους, τῆς τε μητρὸς παρούσης, ἠξίουν διαιρεθῆναι τὴν βασιλείαν, καὶ τὰ μὲν ὑπ' Εὐρώπην πάντα ἔχειν τὸν Ἀντωνῖνον, τὴν δὲ ἀντικειμένην ἤπειρον Ἀσίαν τε καλουμένην πᾶσαν [6] Γέτᾳ παραδοθῆναι· οὕτω γὰρ ἔλεγον καὶ θείᾳ τινὶ προνοίᾳ τὰς ἠπείρους διῃρῆσθαι τῷ Προποντίδος ῥεύματι. ἤρεσκε δὲ τὸν μὲν Ἀντωνῖνον ἐπὶ τῷ Βυζαντίῳ ἱδρῦσαι στρατόπεδον, τὸν δὲ Γέταν ἐν Χαλκηδόνι τῆς Βιθυνίας, ὡς ἀντικείμενα ἀλλήλοις τὰ στρατόπεδα φρουροίη τε τὴν ἑκατέρου ἀρχὴν καὶ κωλύοι τὰς διαβάσεις. ἐδόκει τε τῆς συγκλήτου βουλῆς τοὺς μὲν Εὐρωπαίους πάντας ἀπομεῖναι, τοὺς δὲ ἐκεῖθεν ἀπελθεῖν σὺν τῷ [7] Γέτᾳ. τῇ τε βασιλείᾳ τῇ αὑτοῦ αὐτάρκη ἔσεσθαι ὑποδοχὴν ὁ Γέτας ἔλεγεν ἢ τὴν Ἀντιόχειαν ἢ τὴν Ἀλεξάνδρειαν, οὐ πολύ τι τῆς Ῥώμης, ὡς ᾤετο, μεγέθει ἀποδεούσας. τῶν δὲ ὑπὸ μεσημβρίᾳ ἐθνῶν Μαυρουσίους μὲν καὶ Νομάδας Λιβύης τε τὰ παρακείμενα Ἀντωνίνῳ παραδοθῆναι, τὰ δὲ ἐπέκεινα μέχρις ἀνατολῆς προσήκειν [8] τῷ Γέτᾳ. ταῦτα δὴ αὐτῶν διατυπούντων οἱ μὲν ἄλλοι πάντες σκυθρωποῖς προσώποις ἐς γῆν ἔνευσαν· ἡ δὲ Ἰουλία γῆν μέν ἔφη καὶ θάλασσαν, ὦ τέκνα, εὑρίσκετε ὅπως νείμησθε, καὶ τὰς ἠπείρους, ὥς φατε, τὸ Πόντιον ῥεῖθρον διαιρεῖ· τὴν δὲ μητέρα πῶς ἂν διέλοισθε, καὶ πῶς ἡ ἀθλία ἐγὼ ἐς ἑκάτερον ὑμῶν νεμηθείην ἢ τμηθείην; πρῶτον δὴ ἐμὲ φονεύσατε, καὶ διελόντες ἑκάτερος παρ' ἑαυτῷ τὸ μέρος θαπτέτω· οὕτω γὰρ [9] ἂν μετὰ γῆς καὶ θαλάττης ἐς ὑμᾶς μερισθείην. ταῦτα δὲ λέγουσα μετὰ δακρύων καὶ οἰμωγῆς, ἀμφοτέροις τε τὰς χεῖρας περιβάλλουσα καὶ ὑπὸ τὰς ἀγκάλας ἄγουσα, συνάγειν ἐπειρᾶτο. πάντας δὲ οἴκτου καταλαβόντος διελύθη τὸ συνέδριον, ἥ τε σκέψις ἀπεδοκιμάσθη, ἑκάτερός τε ἐς τὰ ἑαυτοῦ βασίλεια ἀνεχώρησε.

[4]

[1]    τὸ δὲ μῖσος καὶ ἡ στάσις ηὔξετο. εἴτε γὰρ ἡγεμόνας ἢ ἄρχοντας ἔδει ποιεῖν, ἑκάτερος τὸν ἑαυτοῦ φίλον προάγειν ἤθελεν, εἴτε δικάζοιεν, τὰ ἐναντία ἐφρόνουν, ἐπ' ὀλέθρῳ τῶν δικαζομένων ἔσθ' ὅτε· πλέον γὰρ ἦν παρ' αὐτοῖς τοῦ δικαίου τὸ φιλόνεικον. ἔν τε τοῖς θεάμασι [2] περὶ τὰ ἐναντία ἐσπούδαζον. πάντα τε εἴδη ἐπιβουλῆς ἐξήρτυον, οἰνοχόους τε καὶ ὀψοποιοὺς ἀνέπειθον ἐμβαλεῖν δηλητήρια φάρμακα. οὐ ῥᾳδίως δὲ αὐτῶν οὐδετέρῳ προεχώρει, ἐπειδὴ μετὰ πολλῆς ἐπιμελείας καὶ φρουρᾶς διῃτῶντο. τέλος δὲ μὴ φέρων ὁ Ἀντωνῖνος, ἀλλ' ὑπὸ τῆς περὶ τὴν μοναρχίαν ἐπιθυμίας ἐλαυνόμενος, διέγνω δρᾶσαί τι ἢ παθεῖν γενναῖον, διὰ ξίφους χωρήσας καὶ φόνου· [3] μὴ προχωρούσης γὰρ τῆς λανθανούσης ἐπιβουλῆς ἀναγκαίαν ἡγήσατο τὴν κινδυνώδη τε καὶ ἀπεγνωσμένην .... τῆς μὲν διὰ στοργὴν τοῦ δὲ δι' ἐπιβουλήν.

   Γέτας μὲν δὴ καιρίως τρωθείς, προσχέας τὸ αἷμα τοῖς τῆς μητρὸς στήθεσι, μετήλλαξε τὸν βίον· ὁ δ' Ἀντωνῖνος κατεργασθέντος αὐτῷ τοῦ φόνου προπηδᾷ τοῦ δωματίου θέων, φερόμενός τε δι' ὅλων τῶν βασιλείων ἐβόα μέγαν [4] κίνδυνον ἐκπεφευγέναι μόλις τε σωθῆναι. τούς τε στρατιώτας, οἳ φρουροῦσι τὰ βασίλεια, κελεύει αὐτὸν ἁρπάσαντας ἀπάγειν ἐς τὸ στρατόπεδον, ὡς ἂν σωθῇ φυλαχθεὶς ἐκεῖ· μείνας γὰρ ἐπὶ τῆς βασιλείου αὐλῆς ἔλεγεν ἀπολεῖσθαι. πιστεύσαντές τε ἐκεῖνοι, τό τε πεπραγμένον ἔνδον οὐκ εἰδότες, θέοντι αὐτῷ καὶ φερομένῳ συνεξέδραμον πάντες. ταραχή τε τὸν δῆμον κατεῖχεν ὁρῶντα περὶ δείλην διὰ μέσης φερόμενον τῆς πόλεως δρόμῳ τὸν [5] βασιλέα. ὡς δὲ εἰσέπεσεν ἐς τὸ στρατόπεδον ἔς τε τὸν νεών, ἔνθα τὰ σημεῖα καὶ τὰ ἀγάλματα τοῦ στρατοπέδου προσκυνεῖται, ῥίψας ἑαυτὸν ἐς γῆν ὡμολόγει τε χαριστήρια ἔθυέ τε σωτήρια. ὡς δὲ διηγγέλη τοῦτο τοῖς στρατιώταις, ὧν οἳ μὲν ἤδη περὶ λουτρὰ εἶχον οἳ δὲ [6] ἀνεπαύοντο, πάντες ἐκπλαγέντες συνέθεον. ὃ δὲ προελθὼν τὸ μὲν πραχθὲν εὐθέως οὐχ ὡμολόγησεν, ἐβόα δὲ πεφευγέναι κίνδυνον καὶ ἐπιβουλὴν πολεμίου καὶ ἐχθροῦ, τὸν ἀδελφὸν λέγων, μόλις τε καὶ μετὰ πολλῆς μάχης τῶν ἐχθρῶν κεκρατηκέναι, κινδυνευσάντων δὲ ἀμφοτέρων κἂν ἕνα ἑαυτὸν βασιλέα τετηρῆσθαι ὑπὸ τῆς τύχης. τοιαῦτα δή τινα πλαγίως ἐμφαίνων νοεῖσθαι μᾶλλον [7] ἐβούλετο τὰ πραχθέντα ἢ ἀκούεσθαι. ὑπισχνεῖται δὲ αὐτοῖς ὑπὲρ τῆς ἑαυτοῦ σωτηρίας καὶ μοναρχίας ἑκάστῳ μὲν στρατιώτῃ δισχιλίας καὶ πεντακοσίας δραχμὰς Ἀττικάς, προστίθησι δὲ τῷ σιτηρεσίῳ ἄλλο τοῦ τελουμένου ἥμισυ. κελεύει τε ἀπελθόντας αὐτοὺς ἤδη ὑποδέχεσθαι ἔκ τε τῶν ναῶν καὶ τῶν θησαυρῶν τὰ χρήματα, μιᾶς [τε] ἡμέρας ἀφειδῶς ἐκχέας πάντα ὅσα ἔτεσιν ὀκτωκαίδεκα ὁ Σεβῆρος ἤθροισέ τε καὶ κατέκλεισεν ἐξ ἀλλοτρίων [8] συμφορῶν. οἱ δὲ στρατιῶται τοσοῦτον χρημάτων πλῆθος ἀκούσαντες, καὶ συνέντες τὸ πεπραγμένον ἤδη [τε] καὶ τοῦ φόνου διαβοήτου γενομένου ὑπὸ τῶν ἔνδοθεν φυγόντων, μόνον τε αὐτοκράτορα ἀναγορεύουσιν αὐτὸν καὶ τὸν Γέταν καλοῦσι πολέμιον.

[5]

[1]    ἐπιμείνας δὲ ὁ Ἀντωνῖνος τῆς νυκτὸς ἐκείνης ἐν τῷ νεῷ τοῦ στρατοπέδου, θαρρήσας τε καὶ ταῖς ἐπιδόσεσιν οἰκειωσάμενος τοὺς στρατιώτας, ἐς τὴν σύγκλητον κατῆλθε μετὰ παντὸς τοῦ στρατοῦ, ὡπλισμένου μᾶλλον ἢ ἔθος ἐστὶ βασιλέως προπομπεύειν. εἰσελθὼν δὲ καὶ θύσας, [2] τοῦ τε βασιλείου ἐπιβὰς θρόνου, ἔλεξε τοιάδε. οὐκ ἀγνοῶ μὲν ὅτι πᾶς οἰκείου φόνος εὐθέως ἀκουσθεὶς μεμίσηται, τό τε ὄνομα ταῖς ἀκοαῖς ἅμα τῷ προσπεσεῖν εὐθὺς φέρει χαλεπὴν διαβολήν. τοῖς μὲν γὰρ δυστυχήσασιν ἔλεος, τοῖς δὲ κρατήσασι φθόνος παρακολουθεῖ· καὶ τὸ μὲν ἡττηθὲν ‹ἐν› τοῖς τοιούτοις ἀδικεῖσθαι, τὸ [3] δὲ νικῆσαν ἀδικεῖν δοκεῖ. πλὴν εἴ τις ὀρθῇ κρίσει καὶ μὴ διαθέσει τῇ πρὸς τὸν πεσόντα τὸ πεπραγμένον λογίζοιτο, τήν τε αἰτίαν αὐτοῦ καὶ τὴν ὑπόθεσιν ἐξετάζοι, εὕροι ἂν ὁμοῦ καὶ εὔλογον καὶ ἀναγκαῖον τὸν μέλλοντα πείσεσθαι δεινὸν ἀμύνασθαι μᾶλλον ἢ ἀπομεῖναι· τῇ μὲν γὰρ συμφορᾷ τοῦ πεσόντος καὶ ἀνανδρίας ψόγος παρακολουθεῖ, ὁ δὲ κρατήσας ἅμα τῷ σεσῶσθαι καὶ δόξαν [4] ἀνδρείας ἀπηνέγκατο. τὰ μὲν οὖν ἄλλα, ὅσα διὰ δηλητηρίων φαρμάκων καὶ διὰ πάσης ἐνέδρας ἐπεβούλευσέ μοι, ἔνεστιν ὑμῖν καὶ διὰ βασάνων χωρήσασι μαθεῖν· καὶ γὰρ διὰ τοῦτο τοὺς ἐκείνου ἐν τοῖς ὑπηρέταις ἐκέλευσα παρεῖναι, ὅπως εὕρητε τὴν ἀλήθειαν. εἰσὶ δέ τινες αὐτῶν καὶ ἤδη ἐξετασθέντες, καὶ τῆς ἐξετάσεως ἐπακοῦσαι δύνασθε. τὸ δ' οὖν τελευταῖον ἐπῆλθέ μοι παρὰ τῇ μητρὶ ὄντι ξιφήρεις ἔχων τινὰς ἐς τοῦτο παρεσκευασμένους.

[5] ὅπερ ἐγὼ προμηθείᾳ πολλῇ καὶ ἀγχινοίᾳ συνεὶς ἠμυνάμην ὡς πολέμιον, ἐπεὶ μήτε γνώμην ἔτι μήτε ὁρμὴν ἔφερεν ἀδελφοῦ. ἀμύνεσθαί τε τοὺς ἐπιβουλεύοντας οὐ μόνον δίκαιον ἀλλὰ καὶ σύνηθες. αὐτὸς γοῦν ὁ τῆσδε τῆς πόλεως κτίστης Ῥωμύλος οὐκ ἤνεγκεν [6] ἀδελφὸν ὑβρίσαντα μόνον ἐς τὰ ἐκείνου ἔργα. σιγῶ Γερμανικὸν ‹τὸν Τιβερίου καὶ Βρεττανικὸν› τὸν Νέρωνος καὶ Τίτον τὸν Δομετιανοῦ. Μάρκος αὐτός, φιλοσοφίαν καὶ ἐπιείκειαν προσποιούμενος, Λουκίου τὴν ὕβριν οὐκ ἤνεγκεν ὄντος γαμβροῦ, ἀλλ' ἐξ ἐπιβουλῆς αὐτὸν ἀπεσείσατο. ἐγὼ δὲ δηλητηρίων παρεσκευασμένων ‹τε› ξίφους ἐπῃωρημένου τὸν ἐχθρὸν ἠμυνάμην· τοῦτο γὰρ αὐτῷ [7] τοὔνομα ἐδίδου τὰ ἔργα. ὑμᾶς δὲ χρὴ πρῶτον μὲν θεοῖς εἰδέναι χάριν ὅτι κἂν τὸν ἕτερον ὑμῖν τῶν βασιλέων ἔσωσαν, παύσασθαι δὲ ἤδη τὰς ψυχὰς καὶ τὰς γνώμας διῃρημένους, ἐς ἕνα δὲ βλέποντας ἀμερίμνως βιοῦν. βασιλείαν δὲ ὁ Ζεύς, ὥσπερ αὐτὸς ἔχει θεῶν μόνος, οὕτω καὶ ἀνθρώπων ἑνὶ δίδωσι. τοιαῦτα εἰπὼν μεγάλῃ βοῇ, θυμοῦ πεπληρωμένος, βλέμματι δριμεῖ ἀφορῶν ἐς τοὺς ἐκείνου φίλους, τρέμοντάς τε καὶ ὠχριῶντας τοὺς πλείστους καταλιπών, ἀνέδραμεν ἐς τὰ βασίλεια.

[6]

[1]    εὐθὺς δὲ πάντες ἐφονεύοντο οἱ ἐκείνου οἰκεῖοί τε καὶ φίλοι, καὶ οἱ ὄντες ἐν τοῖς βασιλείοις ἔνθα ἐκεῖνος ᾤκει· ὑπηρέται τε πάντες ἀνῃροῦντο· οὐδέ τις ἦν φειδὼ ἡλικίας, οὐδὲ μέχρι νηπίων. τὰ δὲ πτώματα συρόμενα μεθ' ὕβρεως πάσης ἁμάξαις ἐπιτεθέντα καὶ ἔξω τῆς πόλεως κομισθέντα σωρηδὸν κατεπίμπρατο ἢ ὁπωσδὴ ἐρρίπτετο. [2] οὐδεὶς δὲ περιεγένετο τῶν κἂν μετρίως ἐκείνῳ γνωσθέντων. ἀθληταὶ δὲ καὶ ἡνίοχοι ὑποκριταί τε πάσης μούσης καὶ ὀρχήσεως, πᾶν τε ὅπερ ἐκεῖνος δι' ἡδονῆς ἔσχε θέαμα ἢ ἄκουσμα, διεφθείρετο. τῆς τε συγκλήτου βουλῆς ὅσοι γένει ἢ πλούτῳ ὑπερεῖχον, ἐπὶ βραχυτάταις ἢ οὐδ' ὑφεστώσαις αἰτίαις ἐκ τῆς τυχούσης διαβολῆς, ὡς ἐκείνου [3] φίλοι, ἀνῃροῦντο. τήν τε Κομμόδου ἀδελφήν, πρεσβῦτιν ἤδη καὶ πρὸς πάντων βασιλέων ὡς Μάρκου θυγατέρα τετιμημένην, ἀπέκτεινεν, αἰτίαν ἐπαγαγὼν ὡς δακρυσάσῃ παρὰ τῇ μητρὶ αὐτοῦ ἐπὶ τῷ τοῦ παιδὸς φόνῳ. τήν τε γυναῖκα γενομένην ἑαυτοῦ, Πλαυτιανοῦ θυγατέρα, οὖσαν δὲ ἐν Σικελίᾳ, τόν τε ἀνεψιὸν αὑτοῦ Σεβήρῳ τε ὁμώνυμον, καὶ τὸν Περτίνακος υἱόν, τῆς τε Κομόδου ἀδελφῆς Λουκίλλης υἱόν, καὶ εἴ τι γένος ἦν βασιλικὸν ἢ ἐν συγκλήτῳ ἐξ εὐπατριδῶν καταβαῖνον, πᾶν ἐξέκοψεν.

[4] ἔς τε τὰ ἔθνη πέμπων, ἡγεμόνας τε καὶ ἐπιτρόπους ὡς ἐκείνου φίλους πάντας διεχρήσατο. πᾶσά τε νὺξ ἔφερε φόνους παντοδαπῶν ἀνθρώπων. τάς τε τῆς Ἑστίας ἱερείας ζώσας κατώρυττεν ὡς μὴ φυλαττούσας τὴν παρθενίαν. τὸ δὲ τελευταῖον καὶ μήποτε γενόμενον ἔργον· ἱπποδρομίαν μὲν ἐθεᾶτο, ἀπέσκωψε δέ τι τὸ πλῆθος ἐς ἡνίοχον, περὶ ὃν ἐκεῖνος ἐσπουδάκει· ὃ δὲ οἰηθεὶς αὐτὸς ὑβρίσθαι κελεύει τῷ πλήθει προσπεσεῖν τὸ στράτευμα, ἀπάγειν τε [5] καὶ φονεύειν τοὺς κακῶς τὸν ἡνίοχον εἰπόντας. οἱ δὲ στρατιῶται τοῦ βιάζεσθαί τε καὶ ἁρπάζειν λαβόντες ἐξουσίαν, οὐκέτι διακρίνοντες τίνες ἦσαν οἱ προπετέστερον φθεγξάμενοι (καὶ γὰρ ἦν εὑρίσκειν ἀδύνατον ἐν δήμῳ τοσούτῳ μηδενὸς ὁμολογοῦντος), ἀφειδῶς τοὺς ἐντυγχάνοντας ἀπάγοντες ἀνῄρουν, ἢ ἀφαιρούμενοι ἅπερ εἶχον ὥσπερ λύτρα μόλις ἐφείδοντο.

[7]

[1]    τοιαῦτα δὴ πράττων, ὑπό τε τῆς τῶν ἔργων συνέσεως ἐλαυνόμενος καὶ πρὸς τὴν ἐν τῇ πόλει διατριβὴν ἀπεχθῶς ἔχων, ἀποδημῆσαι τῆς Ῥώμης ἠθέλησεν ὡς δὴ διοικήσων τὰ ἐν τοῖς στρατοπέδοις καὶ τὰ ἔθνη ἐποψόμενος.

[2] ἀπάρας δὲ τῆς Ἰταλίας, ἐπί τε ταῖς ὄχθαις τοῦ Ἴστρου γενόμενος, διῴκει δὴ τὰ ἀρκτῷα τῆς ἀρχῆς μέρη, γυμνάσια τοῦ σώματος ποιούμενος ἡνιοχείας καὶ θηρίων παντοδαπῶν συστάδην ἀναιρέσεις, δικάζων μὲν σπανίως, πλὴν νοῆσαι τὸ κρινόμενον εὐφυὴς ἦν εὐθίκτως τε πρὸς [3] τὰ λεχθέντα ἀποκρίνασθαι. ᾠκειώσατο δὲ καὶ πάντας τοὺς ἐπέκεινα Γερμανούς, ἔς τε φιλίαν ὑπηγάγετο, ὡς καὶ συμμάχους παρ' αὐτῶν λαβεῖν καὶ τοῦ σώματος ἑαυτοῦ φρουροὺς ποιήσασθαι, γενναίους τε καὶ ὡραίους ἐπιλεξάμενος. πολλάκις δὲ καὶ τὴν Ῥωμαϊκὴν ἀποθέμενος χλαμύδα ἠμφιέννυτο τὰ Γερμανῶν περιβλήματα, ἔν τε χλαμύσιν αἷς εἰώθασιν, ἀργύρῳ πεποικιλμέναις, ἑωρᾶτο· κόμας τε τῇ κεφαλῇ ἐπετίθετο ξανθὰς καὶ ἐς κουρὰν [4] τὴν Γερμανῶν ἠσκημένας. τούτοις δὴ χαίροντες οἱ βάρβαροι ὑπερηγάπων αὐτόν. ἔχαιρον δὲ αὐτῷ καὶ οἱ Ῥωμαίων στρατιῶται, μάλιστα μὲν διὰ τὰς τῶν χρημάτων ἐπιδόσεις, αἷς ἀφειδῶς προσεφέρετο αὐτοῖς, ὅτι τε πᾶν ὡς στρατιώτης ἔπραττεν, εἴτε ὄρυγμά τι ὀρύττειν ἔδει, σκάπτων πρῶτος, εἴτε ῥεῖθρον γεφυρῶσαι ἢ βάθος χῶσαι· πᾶν θ' ὃ χειρῶν ἢ καμάτου σώματος ἔργον, πρῶτος [5] εἰργάζετο. τράπεζάν τε εὐτελῆ παρετίθετο, ἔσθ' ὅπῃ καὶ ξυλίνοις ἐς ποτὸν καὶ ἐδέσματα χρώμενος σκεύεσιν. ἄρτον τε προσεφέρετο αὐτοσχέδιον· σῖτον γὰρ ἀλέσας τῇ ἑαυτοῦ χειρί, ὃ ἤρκει μόνῳ, μᾶζάν τε ποιήσας καὶ ἐπ' [6] ἀνθράκων ὀπτήσας ἐσιτεῖτο. καὶ πάντων μὲν τῶν πολυτελῶν ἀπείχετο· ὅσα δὲ εὐτελέστατα καὶ τοῖς πενεστάτοις τῶν στρατιωτῶν εὐμαρῆ, τούτοις ἐχρῆτο. συστρατιώτης τε ὑπ' αὐτῶν μᾶλλον ἢ βασιλεὺς καλούμενος χαίρειν προσεποιεῖτο. τὰ πλεῖστά τε αὐτοῖς συνώδευε περιπατῶν, σπανίως ὀχήματος ἢ ἵππου ἐπιβαίνων, τά τε [7] ὅπλα βαστάζων ἑαυτῷ. ἔστι δ' ὅτε καὶ τὰ τῶν στρατοπέδων σύμβολα, ἐπιμήκη τε ὄντα καὶ χρυσοῖς ἀναθήμασι πολλοῖς κεκοσμημένα, μόλις ὑπὸ τῶν γενναιοτάτων στρατιωτῶν φερόμενα ἐπιθεὶς τοῖς ὤμοις ἔφερεν αὐτός. διὰ δὴ ταῦτα καὶ τὰ τούτοις ὅμοια ὡς στρατιωτικὸς ὑπ' αὐτῶν ἐφιλεῖτο καὶ ὡς γενναῖος ἐθαυμάζετο· καὶ γὰρ ἦν θαύματος ἄξιον ἐν μικρῷ πάνυ τὸ μέγεθος σώματι γενναίων πόνων ἄσκησις τοσαύτη.

[8]

[1]    ἐπεὶ δὲ τὰ παρὰ τῷ Ἴστρῳ στρατόπεδα διῴκησε, κατῆλθέ τε εἰς Θρᾴκην Μακεδόσι γειτνιῶσαν, εὐθὺς Ἀλέξανδρος ἦν, καὶ τήν τε μνήμην αὐτοῦ παντοίως ἀνενεώσατο, εἰκόνας τε καὶ ἀνδριάντας ἐν πάσαις πόλεσιν ἀναστῆναι ἐκέλευσε, τήν τε Ῥώμην ἐπλήρωσεν ἀνδριάντων καὶ εἰκόνων, ἐν τῷ Καπετωλίῳ καὶ ἐν ἄλλοις ἱεροῖς, τῆς [2] πρὸς Ἀλέξανδρον συναφείας. ἔσθ' ὅπου δὲ καὶ χλεύης εἴδομεν ἀξίας εἰκόνας, ἐν γραφαῖς ἑνὸς σώματος ὑπὸ περιφερείᾳ κεφαλῆς μιᾶς ὄψεις ἡμιτόμους δύο, Ἀλεξάνδρου τε καὶ Ἀντωνίνου. προῄει δὲ αὐτὸς ἐν Μακεδονικῷ σχήματι, καυσίαν τε ἐπὶ τὴν κεφαλὴν φέρων καὶ κρηπῖδας ὑποδούμενος. ἐπιλεξάμενός τε νεανίας καὶ στρατεύσας Μακεδονικὴν ἐκάλει φάλαγγα, τούς τε ἡγουμένους αὐτῆς φέρειν τὰ τῶν ἐκείνου στρατηγῶν ὀνόματα.

[3] ἀπό τε Σπάρτης μεταπεμψάμενος νεανίας Λακωνικὸν καὶ Πιτανάτην ἐκάλει λόχον.

   ταῦτα δὲ ποιήσας, τά τε ἐν ταῖς πόλεσι διοικήσας ὡς ἐνεδέχετο, ἐπείχθη ἐς Πέργαμον τῆς Ἀσίας, χρήσασθαι βουλόμενος θεραπείαις τοῦ Ἀσκληπιοῦ. ἀφικόμενος δὴ ἐκεῖ, καὶ ἐς ὅσον ἤθελε τῶν ὀνειράτων ἐμφορηθείς, ἧκεν [4] ἐς Ἴλιον. ἐπελθὼν δὲ πάντα τὰ τῆς πόλεως λείψανα, ἧκεν ἐπὶ τὸν Ἀχιλλέως τάφον, στεφάνοις τε κοσμήσας καὶ ἄνθεσι πολυτελῶς πάλιν Ἀχιλλέα ἐμιμεῖτο. ζητῶν δὲ καὶ Πάτροκλόν τινα ἐποίησέ τι τοιοῦτον. ἦν αὐτῷ τις τῶν ἀπελευθέρων φίλτατος, Φῆστος μὲν ὄνομα, τῆς δὲ βασιλείου μνήμης προεστώς. οὗτος ὄντος αὐτοῦ ἐν Ἰλίῳ ἐτελεύτησεν, ὡς μέν τινες ἔλεγον, φαρμάκῳ ἀναιρεθεὶς ἵν' ὡς Πάτροκλος ταφῇ, ὡς δ' ἕτεροι ἔφασκον, νόσῳ [5] διαφθαρείς. τούτου κομισθῆναι κελεύει τὸν νέκυν, ξύλων τε πολλῶν ἀθροισθῆναι πυράν· ἐπιθείς τε αὐτὸν ἐν μέσῳ καὶ παντοδαπὰ ζῷα κατασφάξας ὑφῆψέ τε, καὶ φιάλην λαβὼν σπένδων τε τοῖς ἀνέμοις εὔχετο. πάνυ τε ὢν ψιλοκόρσης, πλόκαμον ἐπιθεῖναι τῷ πυρὶ ζητῶν ἐγελᾶτο· πλὴν ὧν εἶχε τριχῶν ἀπεκείρατο. ἐπῄνει δὲ καὶ στρατηγῶν μάλιστα Σύλλαν τε τὸν Ῥωμαῖον καὶ Ἀννίβαν τὸν Λίβυν, ἀνδριάντας τε αὐτῶν καὶ εἰκόνας ἀνέστησεν.

[6]   ἀπάρας δὲ τῆς Ἰλίου διά τε τῆς ἄλλης Ἀσίας καὶ Βιθυνίας τῶν τε λοιπῶν ἐθνῶν, κἀκεῖσε διοικήσας τὰ πρακτέα, ἐς τὴν Ἀντιόχειαν ἀφίκετο. ἐκεῖ τε ὑποδεχθεὶς πολυτελῶς καὶ διατρίψας χρόνου τινὸς ἐπὶ τὴν Ἀλεξάνδρειαν ἐστέλλετο, πρόφασιν μὲν ποιούμενος ποθεῖν τὴν ἐπ' Ἀλεξάνδρῳ κτισθεῖσαν πόλιν, καὶ τῷ θεῷ χρήσασθαι [7] ὃν ἐκεῖνοι σέβουσιν ἐξαιρέτως· δύο γὰρ ταῦτα ὑπερβαλλόντως προσεποιεῖτο, τήν τε τοῦ θεοῦ θρησκείαν καὶ τὴν τοῦ ἥρωος μνήμην. ἑκατόμβας τε οὖν κελεύει παρασκευασθῆναι ἐναγισμούς τε παντοδαπούς. ὡς δὲ διηγγέλη τῷ τῶν Ἀλεξανδρέων πλήθει, φύσει μὲν ὄντι τὰς γνώμας κουφοτάτῳ καὶ ἐπὶ τοῖς βραχυτάτοις ῥᾷστα κινουμένῳ, τότε δ' ἐξεπτόηντο τὴν τοῦ βασιλέως σπουδήν [8] τε καὶ εὔνοιαν πυνθανόμενοι. ὑποδοχὴ δὴ παρεσκευάζετο οἵαν μηδενὶ πώποτε βασιλεῖ γενέσθαι φασί· πάσης τε γὰρ μούσης ὄργανα πανταχοῦ διακείμενα ποικίλον ἦχον εἰργάζετο, ἀρωμάτων τε παντοδαπῶν καὶ θυμιαμάτων ἀτμίδες εὐωδίαν παρεῖχον ταῖς εἰσόδοις, δᾳδουχίαις τε [9] καὶ ἀνθέων βολαῖς ἐτίμων τὸν βασιλέα. ὡς δὲ εἰσήλασεν ἐς τὴν πόλιν σὺν παντὶ τῷ στρατῷ, πρῶτον μὲν ἐς τὸν νεὼν ἀνελθὼν πολλὰς ἑκατόμβας κατέθυσε λιβάνῳ τε τοὺς βωμοὺς ἐσώρευσεν, ἐκεῖθεν δ' ἐλθὼν ἐς τὸ Ἀλεξάνδρου μνῆμα, τήν τε χλαμύδα ἣν ἔφερεν ἁλουργῆ, δακτυλίους τε οὓς εἶχε λίθων τιμίων, ζωστῆράς τε καὶ εἴ τι πολυτελὲς ἔφερε, περιελὼν ἑαυτοῦ ἐπέθηκε τῇ ἐκείνου [9] [1] σορῷ. ἃ δὴ ὁρῶν ὁ δῆμος ὑπερέχαιρε, παννυχίζων τε καὶ ἑορτάζων, οὐκ εἰδὼς τὴν τοῦ βασιλέως λανθάνουσαν γνώμην· ταῦτα γὰρ πάντα ἐκεῖνος ὑπεκρίνατο βουλόμενος τὸ πλῆθος αὐτῶν διαφθεῖραι. ἡ δ' αἰτία [2] τοῦ λανθάνοντος μίσους τοιάδε τις ἦν. ἀπηγγέλλετο αὐτῷ διατρίβοντι ἐπὶ τῆς Ῥώμης ἔτι, καὶ τοῦ ἀδελφοῦ περιόντος καὶ μετὰ τὸν ἐκείνου φόνον, ὅτι ἄρα εἶεν πολλὰ ἐς αὐτὸν ἀποσκώψαντες. πεφύκασι δέ πως εἶναι φιλοσκώμμονες καὶ λέγειν εὐστόχους ὑπογραφὰς ἢ παιδιάς, ἀπορριπτοῦντες ἐς τοὺς ὑπερέχοντας πολλὰ χαρίεντα μὲν αὐτοῖς δοκοῦντα, λυπηρὰ δὲ τοῖς σκωφθεῖσι· τῶν γὰρ τοιούτων κνίζει μάλιστα ὅσα ἐλέγχει τῶν ἁμαρτημάτων [3] τὴν ἀλήθειαν. πολλὰ τοίνυν ἐκείνων αὐτὸν σκωψάντων ἔς [τε] τὴν τοῦ ἀδελφοῦ ἀναίρεσιν, καὶ τὴν πρεσβῦτιν Ἰοκάστην καλούντων, ἐκεῖνον δὲ χλευαζόντων ὅτι δὴ μικρὸς ὢν Ἀλέξανδρον καὶ Ἀχιλλέα γενναιοτάτους καὶ μεγίστους ἥρωας ἐμιμεῖτο, τοιαῦτά τινα παίζειν αὐτῶν δοκούντων, ὀλέθρια καὶ ἐπίβουλα κατ' αὐτῶν σκέψασθαι τὸν Ἀντωνῖνον ἠνάγκασαν, φύσει ὄντα ὀργίλον καὶ φονικόν.

[4]    συμπανηγυρίσας τοίνυν αὐτοῖς καὶ συνεορτάσας, ὡς εἶδε πᾶσαν τὴν πόλιν πλήθους μεγίστου πεπληρωμένην τῶν ἀπὸ πάσης περὶ αὐτὴν χώρας ἐκεῖ συνελθόντων, διὰ προγράμματος πᾶσαν τὴν νεολαίαν ἔς τι πεδίον κελεύει συνελθεῖν, φήσας ἐς τὴν Ἀλεξάνδρου τιμὴν φάλαγγα βούλεσθαι συστήσασθαι, ὥσπερ Μακεδονικὴν καὶ [5] Σπαρτιᾶτιν, οὕτω καὶ τοῦ ἥρωος ἐπωνύμους. κελεύει δὴ στιχηδὸν τοὺς νεανίας πάντας διαστῆναι, ὡς ἂν ἐπελθὼν ἕκαστον ἴδῃ πῶς τε ἡλικίας ἔχοι καὶ μεγέθους σώματος καὶ εὐεξίας ἐς στρατείαν ἐπιτηδείου. ταύταις αὐτοῦ ταῖς ὑποσχέσεσι πιστεύσαντες οἱ νεανίαι πάντες, ἐοικότα τε ἐλπίσαντες διὰ τὴν προϋπάρξασαν παρ' αὐτοῦ ἐς τὴν πόλιν τιμήν, συνῆλθον ἅμα γονεῦσί τε καὶ [6] ἀδελφοῖς συνηδομένοις αὐτῶν ταῖς ἐλπίσιν. ὁ δ' Ἀντωνῖνος διεστῶτας αὐτοὺς ἐπιών, ἑκάστου ἐφαπτόμενος καὶ ἄλλου ἄλλο λέγων ἐγκώμιον παρῄει, ἔστε αὐτοὺς οὔτε τι ὁρῶντας οὔτε προσδοκῶντας τὸ στρατιωτικὸν πᾶν ἐκυκλώσατο. ὡς δὲ ἐτεκμήρατο ἤδη αὐτοὺς εἶναι ἐντὸς τῶν ὅπλων περιειλημμένους καὶ ὥσπερ ἐν δικτύοις σεσαγηνευμένους, [ἐπελθὼν πάντας] αὐτὸς μὲν ὑπεξέρχεται μεθ' ἧς εἶχε φρουρᾶς περὶ ἑαυτόν, ὑφ' ἑνὶ δὲ σημείῳ προσπεσόντες πανταχόθεν οἱ στρατιῶται τὴν ἐν μέσῳ πᾶσαν νεολαίαν, καὶ εἴ τινες ἄλλως παρῆσαν, παντὶ τρόπῳ φόνων ἀναιροῦσιν, ὡπλισμένοι τε ἀόπλους καὶ [7] πανταχόθεν περιειληφότες. τῶν δὲ στρατιωτῶν οἳ μὲν ἐφόνευον οἳ δ' ἔξωθεν ὤρυττον ὀρύγματα μέγιστα ἕλκοντές τε τοὺς πίπτοντας ἐνέβαλλον, πληροῦντες σωμάτων· καὶ τὴν γῆν ἐπιχέοντες μέγιστον ἤγειραν ταχέως πολυάνδριον. πολλοί τε καὶ ἡμιθνῆτες εἱλκύσθησαν, ἔτι τε ἄτρωτοι συνώσθησαν. ἀλλὰ μὴν καὶ τῶν στρατιωτῶν [8] οὐκ ὀλίγοι προσαπώλοντο· ὅσοι γὰρ ἔτι ἐμπνέοντες καὶ δυνάμεως μετρίως ἔχοντες συνωθοῦντο, περιπλεκόμενοι συγκαθεῖλκον αὐτούς. τοσοῦτος δὲ ἐγένετο φόνος ὡς ῥείθροις αἵματος διὰ τοῦ πεδίου τάς τε ἐκβολὰς τοῦ Νείλου μεγίστας οὔσας τόν τε περὶ τὴν πόλιν αἰγιαλὸν πάντα φοινιχθῆναι. τοιαῦτα δὴ ἐργασάμενος τὴν πόλιν, ἀπάρας ἐς Ἀντιόχειαν ἀφίκετο.

[10]

[1]    ἐπιθυμήσας δὲ μετ' οὐ πολὺ Παρθικὸς κληθῆναι καὶ Ῥωμαίοις ἐπιστεῖλαι ὡς χειρωσάμενος τοὺς κατὰ τὴν ἀνατολὴν βαρβάρους, καίτοι γε οὔσης εἰρήνης βαθείας, μηχανᾶται τοιόνδε τι. ἐπιστέλλει τῷ βασιλεῖ Παρθυαίων (Ἀρτάβανος δ' ἦν ὄνομα αὐτῷ), πέμπει τε πρεσβείαν καὶ [2] δῶρα πάσης ὕλης τε πολυτελοῦς καὶ τέχνης ποικίλης. τὰ δὲ γράμματα ἔλεγεν ὅτι δὴ βούλεται ἀγαγέσθαι αὐτοῦ τὴν θυγατέρα πρὸς γάμον· ἁρμόζειν δὲ αὐτῷ, βασιλεῖ τε καὶ βασιλέως υἱῷ, μὴ ἰδιώτου τινὸς καὶ εὐτελοῦς γαμβρὸν γενέσθαι, ἀγαγέσθαι δὲ βασιλίδα τε καὶ μεγάλου βασιλέως θυγατέρα, δύο δὲ ταύτας ἀρχὰς εἶναι μεγίστας, τήν τε Ῥωμαίων καὶ τὴν Παρθυαίων· ἃς συναχθείσας κατ' ἐπιγαμίαν, μηκέτι ποταμῷ διωρισμένας, μίαν [3] ποιήσειν ἀρχὴν ἀνανταγώνιστον· τὰ γὰρ λοιπὰ ἔθνη βάρβαρα, ὅσα νῦν ἐπι‹κεῖσθαι› ταῖς τούτων βασιλείαις, εὐάλωτα ἔσεσθαι αὐτοῖς, κατὰ ἔθνη καὶ κατὰ συστήματα ἀρχόμενα. εἶναι δὲ Ῥωμαίοις μὲν πεζὸν στρατὸν καὶ τὴν διὰ δοράτων συστάδην μάχην ἀνανταγώνιστον, Παρθυαίοις δὲ ἵππον τε πολλὴν καὶ τὴν διὰ τόξων εὔστοχον [4] ἐμπειρίαν. ταῦτα δὴ συνελθόντα, πάντων τε οἷς πόλεμος κατορθοῦται συμπνεόντων, ῥᾳδίως αὐτοὺς ὑφ' ἑνὶ διαδήματι βασιλεύσειν πάσης οἰκουμένης. τά τε παρ' ἐκείνοις φυόμενα ἀρώματα ἢ θαυμαζόμενα ὑφάσματα καὶ ‹τὰ› παρὰ Ῥωμαίοις μεταλλευόμενα ἢ διὰ τέχνην ἐπαινούμενα μηκέτι μόλις καὶ σπανίζοντα λανθάνοντά τε δι' ἐμπόρων κομισθήσεσθαι, μιᾶς δὲ γῆς οὔσης καὶ μιᾶς ἐξουσίας κοινὴν καὶ ἀκώλυτον ἀμφοτέροις τὴν ἀπόλαυσιν ἔσεσθαι.

[5]    τοιούτοις αὐτοῦ γράμμασιν ἐντυχὼν ὁ Παρθυαῖος τὰ μὲν πρῶτα ἀντέλεγε, φάσκων οὐχ ἁρμόζειν Ῥωμαίῳ γάμον βάρβαρον. τίνα γὰρ ἔσεσθαι συμφωνίαν ἐν αὐτοῖς, μήτε τῆς ἀλλήλων φωνῆς συνιεῖσιν, ἔν τε διαίτῃ καὶ σκευῇ διαφέρουσιν ἀλλήλων; εἶναι δὲ παρὰ Ῥωμαίοις εὐπατρίδας πολλούς, ὧν τινὸς ἐπιλέξασθαι δύναιτ' ἂν θυγατέρα, παρά τε αὑτῷ Ἀρσακίδας· καὶ μὴ δεῖν μηδέτερον [11] [1] γένος νοθεύεσθαι. τὰ μὲν οὖν πρῶτα τοιαῦτά τινα ἐπιστέλλων παρῃτεῖτο· ἐγκειμένου δὲ τοῦ Ἀντωνίνου, δώροις τε πολλοῖς καὶ ὅρκοις τὴν πρὸς τὸν γάμον σπουδήν τε καὶ εὔνοιαν πιστουμένου, πείθεται ὁ βάρβαρος, καὶ δώσειν τε ὑπισχνεῖται, καλεῖ τε γαμβρὸν ἐσόμενον. διαδραμούσης δὲ τῆς φήμης οἱ μὲν βάρβαροι εὐτρέπιζον πάντα ἐς τὴν ὑποδοχὴν τοῦ Ῥωμαίων βασιλέως, [2] ἔχαιρόν τε εἰρήνης αἰωνίου ἐλπίδι· ὁ δ' Ἀντωνῖνος διαβὰς τοὺς ποταμοὺς ἀκωλύτως, εἰσελάσας ἐς τὴν Παρθυαίων γῆν ὡς ἰδίαν ἤδη, πανταχοῦ θυσιῶν αὐτῷ προσαγομένων βωμῶν τε ἐστεμμένων, ἀρωμάτων καὶ θυμιαμάτων παντοίων προσφερομένων, χαίρειν τοῖς γινομένοις ὑπὸ τῶν βαρβάρων προσεποιεῖτο. ὡς δὲ προχωρήσας τό τε πλεῖστον τῆς ὁδοιπορίας ἀνύσας ἤδη τοῖς βασιλείοις τοῦ Ἀρταβάνου ἐπλησίαζεν, οὐκ ἀναμείνας ὁ Ἀρτάβανος ὑπήντετο αὐτῷ ἐν τῷ πρὸ τῆς πόλεως πεδίῳ, δεξιούμενος [3] νυμφίον μὲν τῆς θυγατρὸς γαμβρὸν δὲ αὑτοῦ. πᾶν δὲ τὸ πλῆθος τῶν βαρβάρων ἄνθεσι τοῖς ἐπιχωρίοις κατεστεμμένον, ἐσθῆτί τε χρυσῷ καὶ βαφαῖς διαφόροις πεποικιλμένον, ἑώρταζε, πρός τε αὐλοὺς καὶ σύριγγας τυμπάνων τε ἤχους ἐσκίρτων εὐρύθμως· χαίρουσι γὰρ τοιαύτην τινὰ ὄρχησιν κινούμενοι, ἐπὰν οἴνου πλείονος [4] ἐμφορηθῶσιν. ὡς δὲ πᾶν συνῆλθε τὸ πλῆθος, τῶν τε ἵππων ἀπέβησαν, φαρέτρας τε καὶ τόξα ἀποθέμενοι περὶ σπονδὰς καὶ κύλικας εἶχον. πλεῖστον δὲ πλῆθος τῶν βαρβάρων ἤθροιστο, καὶ ὡς ἔτυχεν ἀτάκτως εἱστήκεσαν, οὐδὲν μὲν ἄτοπον προσδοκῶντες, σπεύδων δὲ ἕκαστος [5] ἰδεῖν τὸν νυμφίον. τότε ὑφ' ἑνὶ συνθήματι κελεύει ὁ Ἀντωνῖνος τῷ ἰδίῳ στρατῷ ἐπιδραμεῖν καὶ φονεύειν τοὺς βαρβάρους. ἐκπλαγέντες δὲ τῷ πράγματι, παιόμενοί τε καὶ τιτρωσκόμενοι ἐτράποντο. αὐτός τε Ἀρτάβανος ἁρπαγεὶς ὑπὸ τῶν περὶ αὐτὸν δορυφόρων ἵππῳ τε ἐπιτεθεὶς [6] ἀπέδρα μόλις μετ' ὀλίγων. τὸ δὲ λοιπὸν πλῆθος ἐκόπτετο τῶν βαρβάρων οὔτε τοὺς ἵππους ἐχόντων, οἷς χρῶνται μάλιστα (ἀποβεβηκότες γὰρ εἱστήκεσαν, ἐκείνους ἀνέντες νέμεσθαι), οὔτε δρόμῳ χρήσασθαι δυναμένων πρὸς φυγήν, ἐμποδιζούσης αὐτοὺς τῆς περὶ τοῖς ποσὶ [7] χαύνου ἐσθῆτος. φαρέτρας δὲ καὶ τόξα οὐκ εἶχον· τί γὰρ ἔχρῃζον αὐτῶν πρὸς γάμους; πολὺν δὲ ἐργασάμενος ὁ Ἀντωνῖνος φόνον τῶν βαρβάρων, λείαν τε καὶ αἰχμαλώτους παμπληθεῖς συλλαβών, ἀπῄει μηδενὸς αὐτῷ ἀνθεστῶτος, κώμας τε καὶ πόλεις ἐμπιπράς, δοὺς ἐξουσίαν τοῖς στρατιώταις ἁρπάζειν τε ἕκαστον ὃ δύναται καὶ ὃ βούλεται αὐτὸς κτήσασθαι.

[8]    τοιούτῳ μὲν δὴ πάθει ἐχρήσαντο οἱ βάρβαροι οὐ προσδοκηθέντι· ὁ δὲ Ἀντωνῖνος ἐπὶ πολὺ τῆς Παρθυαίων γῆς ἐλάσας, ἤδη καὶ τῶν στρατιωτῶν κεκμηκότων ἐν αὐτῷ τῷ ἁρπάζειν καὶ φονεύειν, ἐπανῆλθεν ἐς τὴν Μεσοποταμίαν. ἐκεῖ δὲ γενόμενος ἐπιστέλλει τῇ τε συγκλήτῳ καὶ τῷ Ῥωμαίων δήμῳ πᾶσαν ἀνατολὴν κεχειρῶσθαι καὶ τῆς ἐπέκεινα βασιλείας πάντας αὐτῷ παρακεχωρηκέναι.

[9] ἡ δὲ σύγκλητος, οὐκ ἀγνοοῦντες μὲν τὰ πεπραγμένα (λαθεῖν γὰρ ἔργα βασιλέως ἀδύνατον), πλὴν δέει καὶ κολακείᾳ ψηφίζονται αὐτῷ πάσας τιμὰς ἐπινικίους. διέτριβε δὲ μετὰ ταῦτα ἐν τῇ Μεσοποταμίᾳ ὁ Ἀντωνῖνος, ἡνιοχείαις σχολάζων καὶ θηρία παντοδαπὰ ἀναιρῶν.

[12]

[1]    ἦσαν δὲ αὐτῷ ἐπάρχοντες τοῦ στρατοπέδου δύο, ὃ μὲν πρεσβύτης πάνυ, τὰ μὲν ἄλλα ἰδιώτης καὶ πολιτικῶν πραγμάτων ἀπείρως ἔχων, στρατιωτικὸς δὲ γεγενῆσθαι δοκῶν· Ἄδουεντος ὄνομα αὐτῷ· ὁ δὲ ἕτερος Μακρῖνος μὲν ἐκαλεῖτο, τῶν δὲ ἐν ἀγορᾷ οὐκ ἀπείρως εἶχε, καὶ μάλιστα νόμων ἐπιστήμης. ἐς τοῦτον οὖν ὡς μὴ στρατιωτικὸν μηδὲ γενναῖον δημοσίᾳ πολλάκις ἀπέσκωπτε, [2] καὶ μέχρις αἰσχρᾶς βλασφημίας· ἐπεὶ γὰρ ἤκουεν αὐτὸν καὶ διαίτῃ ἐλευθερίῳ χρώμενον καὶ τὰ φαῦλα καὶ ἀπερριμμένα τῶν ἐδεσμάτων καὶ ποτῶν μυσαττόμενον, οἷς ὡς στρατιωτικὸς δὴ ὁ Ἀντωνῖνος ἔχαιρε, χλαμύδιον ἤ τινα ἄλλην ἐσθῆτα ἀμφιεσάμενον ἀστειοτέραν ἐς ἀνανδρίαν καὶ θήλειαν νόσον διέβαλλεν, ἀεί τε ἀποκτενεῖν ἠπείλει. ἅπερ οὐ φέρων ὁ Μακρῖνος πάνυ ἤσχαλλε.

[3]    συνέβη δέ τι καὶ τοιοῦτον· ἔδει γὰρ ἄρα τέλος λαβεῖν τὸν Ἀντωνίνου βίον. περιεργότατος γὰρ ὢν οὐ μόνον τὰ ἀνθρώπων πάντα εἰδέναι ἤθελεν, ἀλλὰ καὶ τὰ θεῖά τε καὶ δαιμόνια πολυπραγμονεῖν. ἀεί τε πάντας ὑπώπτευεν ὡς ἐπιβουλεύοντας, χρηστηρίων τε πάντων ἐνεφορεῖτο, τούς τε πανταχόθεν μάγους τε καὶ ἀστρονόμους καὶ θύτας μετεπέμπετο· καὶ οὐδεὶς αὐτὸν ἐλάνθανε τῶν [4] τὴν γοητείαν ταύτην ὑπισχνουμένων· ὑποπτεύων δ' αὐτοὺς ὡς οὐ τἀληθῆ αὐτῷ ἀλλὰ πρὸς κολακείαν θεσπίζοντας, ἐπιστέλλει Ματερνιανῷ τινί, τότε πάσας ὑπ' αὐτοῦ τὰς ἐν Ῥώμῃ πράξεις ἐγκεχειρισμένῳ, πιστοτάτῳ εἶναι δοκοῦντι φίλων καὶ μόνῳ κοινωνῷ τῶν ἀπορρήτων· κελεύει δὲ αὐτῷ μάγων τοὺς ἀρίστους ζητήσαντι νεκυίᾳ τε χρησαμένῳ μαθεῖν περὶ τοῦ τέλους τοῦ βίου [5] αὐτοῦ, καὶ μή τις ἄρα ἐπιβουλεύοι τῇ ἀρχῇ. ὁ δὲ Ματερνιανὸς χρησάμενος ἀδεῶς τοῖς ὑπὸ τοῦ βασιλέως κελευσθεῖσιν, εἴτε ὄντως αὐτῷ δαιμόνων ταῦτα θεσπισάντων εἴτε ἄλλως συσκευαζόμενος [τὸν Μακρῖνον], ἐπιστέλλει τῷ Ἀντωνίνῳ ἐπιβουλεύειν τῇ ἀρχῇ τὸν Μακρῖνον καὶ [6] δεῖν αὐτὸν ἀποσκευάσασθαι. ταῦτα τὰ γράμματα ἀποσημηνάμενος μετὰ καὶ ἑτέρων ἐπιστολῶν κατὰ τὸ ἔθος δίδωσι τοῖς διακομίζουσιν, οὐκ εἰδόσιν ἃ φέρουσι. τῷ δὲ συνήθει τάχει τῆς ὁδοιπορίας ἐκεῖνοι χρησάμενοι ἐφίστανται τῷ Ἀντωνίνῳ, ἤδη τε σκευὴν ἡνιόχου ἀνειληφότι καὶ τοῦ ἅρματος ἐπιβαίνοντι προσκομίζουσι πάντα τὸν σύνδεσμον τῶν ἐπιστολῶν, ἐν αἷς ἦν καὶ τὰ κατὰ [7] Μακρίνου γράμματα. ὁ δ' Ἀντωνῖνος τὴν ὁρμὴν ἤδη καὶ τὴν γνώμην περὶ τὴν ἱπποδρομίαν ἔχων, κελεύει τῷ Μακρίνῳ ἀποστάντι καὶ ἰδιάσαντι ἐντυχεῖν τοῖς γράμμασι, καὶ εἴ τι ἐπεῖγον εἴη, δηλῶσαι αὐτῷ, εἰ δὲ μή, τὰ ἐξ ἔθους αὐτὸν διοικῆσαι ὡς ἔπαρχον. πολλάκις δὲ τοῦτο κελεύειν ἦν σύνηθες αὐτῷ. καὶ ὃ μὲν ταῦτα προστάξας [8] εἴχετο τοῦ προκειμένου· ὁ δὲ Μακρῖνος καθ' αὑτὸν γενόμενος τάς τε ἄλλας ἐπιλύεται ἐπιστολάς, περιτυχὼν δὲ καὶ τῇ καθ' αὑτοῦ θανατηφόρῳ ὁρᾷ προῦπτον κίνδυνον ἐπικείμενον. εἰδώς τε τοῦ Ἀντωνίνου τὸν θυμὸν καὶ τὸ φονικὸν ἐπὶ τοιοῖσδε γράμμασι, καὶ πρόφασιν αὐτῷ εὔλογον ὑπάρξουσαν, τὴν μὲν ἐπιστολὴν ὑφαιρεῖται, [13] [1] περὶ δὲ τῶν λοιπῶν ἀπαγγέλλει ὡς εἶεν συνήθεις. φοβηθεὶς δὲ μὴ καὶ δεύτερον ταῦτα ὁ Ματερνιανὸς ἐπιστείλῃ, δρᾶσαί τι μᾶλλον ἠθέλησεν ἢ ἀναμείνας παθεῖν. τολμᾷ δή ‹τι› τοιοῦτον. ἦν τις ἑκατοντάρχης, Μαρτιάλιος ὄνομα αὐτῷ, τῶν σωματοφυλάκων τῶν Ἀντωνίνου, ἀεὶ παρεπόμενος αὐτῷ. τούτου τὸν ἀδελφὸν πρὸ ὀλίγων ἡμερῶν ἀνῃρήκει διαβληθέντα μὲν οὐκ ἐλεγχθέντα δέ· αὐτῷ τε τῷ Μαρτιαλίῳ ἐνύβρισεν, ἄνανδρον αὐτὸν καὶ [2] ἀγεννῆ καλῶν καὶ Μακρίνου φίλον. τοῦτον ἐπιστάμενος ὁ Μακρῖνος ἀλγοῦντά τε σφοδρῶς ἐπὶ τῇ τοῦ ἀδελφοῦ ἀναιρέσει, μὴ φέροντά τε τὰς ἐς αὑτὸν ὕβρεις, μεταπέμπεται (ἐθάρρει δὲ αὐτῷ θεραπεύοντί τε αὐτὸν ἄνωθεν καὶ πολλὰ ὑπ' αὐτοῦ εὐεργετηθέντι), πείθει τε καιρὸν ἐπιτήδειον παραφυλάξαντα ἐπιβουλεῦσαι τῷ Ἀντωνίνῳ. ὃ δὲ ταῖς τε ὑποσχέσεσι τοῦ Μακρίνου ἀναπεισθείς, μισῶν τε ἄλλως καὶ τιμωρῆσαι θέλων τῷ ἀδελφῷ, πάντα ποιήσειν ἀσμένως ὑπισχνεῖται καιρὸν ἐπιτήδειον εὑρών.

   συνέβη δὲ μετ' οὐ πολὺ τῆς σκέψεως ταύτης θελῆσαι [3] τὸν Ἀντωνῖνον, διατρίβοντα ἐν Κάρραις τῆς Μεσοποταμίας, προελθεῖν τῆς βασιλείου ‹αὐλῆς› ἀπελθεῖν τε ἐς τὸν νεὼν τῆς σελήνης, ἣν μάλιστα οἱ ἐπιχώριοι σέβουσιν. ἀφειστήκει δὲ τῆς πόλεως ὁ νεὼς πολύ, ὡς ὁδοιπορίας χρῄζειν. σὺν ἱππεῦσιν οὖν ὀλίγοις, ἵνα δὴ μὴ πάντα τὸν στρατὸν σκύλῃ, τὴν ὁδοιπορίαν ἐποιεῖτο, ὡς ἂν θύσας [4] τῇ θεῷ ἐπανέλθοι. κατὰ δὲ [τὴν] μέσην ὁδὸν ἐπειχθεὶς ὑπὸ τῆς γαστρός, ἀποστῆναί τε πάντας κελεύσας, ἀνεχώρει σὺν ἑνὶ ὑπηρέτῃ ἀποσκευασόμενος τὰ ἐνοχλοῦντα. πάντες τοίνυν ἀπεστράφησαν καὶ ὡς πορρωτάτω ἀπῇσαν, [5] τιμὴν καὶ αἰδῶ τῷ γινομένῳ νέμοντες. ὁ δὲ Μαρτιάλιος τοὺς καιροὺς πάντας παραφυλάττων, ἰδών τε αὐτὸν μεμονωμένον, ὡς δὴ κληθεὶς ὑπ' αὐτοῦ νεύματι ἐρῶν τι ἢ ἀκουσόμενος, προστρέχει, ἐπιστάς τε αὐτῷ τὰς ἐσθῆτας τῶν μηρῶν καθέλκοντι, ἀπεστραμμένον παίει ξιφιδίῳ, ὃ μετὰ χεῖρας ἔφερε λανθάνων. καιρίου δὲ τῆς πληγῆς ἐπὶ τῆς κατακλεῖδος γενομένης ἀπροσδοκήτως τε καὶ [6] ἀφυλάκτως ὁ Ἀντωνῖνος ἀνῃρέθη. πεσόντος δὲ αὐτοῦ ‹ἐμ›πηδήσας ἵππῳ ἔφυγεν ὁ Μαρτιάλιος. Γερμανοὶ δὲ ἱππεῖς, οἷς ‹ὁ› Ἀντωνῖνος ἔχαιρε φρουροῖς τε τοῦ σώματος ἐχρῆτο, οὐ τοσοῦτον ἀφεστῶτες ἐς ὅσον οἱ λοιποί, πρῶτοί τε ἰδόντες τὸ γενόμενον, διώξαντες τὸν Μαρτιάλιον [7] κατηκόντισαν. ὡς δὲ καὶ ὁ λοιπὸς στρατὸς εἶδε τὸ πραχθέν, πάντες συνέδραμον, καὶ πρῶτος ὁ Μακρῖνος ἐπιστὰς τῷ πτώματι ὀλοφύρεσθαί τε καὶ θρηνεῖν προσεποιεῖτο. ὅ τε στρατὸς πᾶς χαλεπῶς καὶ δυσφόρως ἤνεγκε τὸ πραχθέν· συστρατιώτην γὰρ καὶ κοινωνὸν τοῦ βίου, ἀλλ' οὐκ ἄρχοντα ᾤοντο ἀποβεβληκέναι. καὶ οὐδεμίαν πω ἐπιβουλὴν ὑπώπτευον ἐκ τοῦ Μακρίνου, ᾤοντο [8] δὲ τὸν Μαρτιάλιον οἰκείαν ἔχθραν ἀμύνασθαι. καὶ οἳ μὲν ἕκαστος ἐς τὰς σκηνὰς ἐπανῇσαν· ὁ δὲ Μακρῖνος πυρὶ παραδοὺς τὸ σωμάτιον, τήν τε κόνιν κάλπει τινὶ ἐμβαλών, ἔπεμψε τῇ μητρὶ αὐτοῦ καταθάψαι, ἐν Ἀντιοχείᾳ διατριβούσῃ. ἐκείνη δὲ ἐπὶ ταῖς τῶν παίδων ὁμοίαις συμφοραῖς εἴτε ἑκοῦσα εἴτε κελευσθεῖσα ἀπεκαρτέρησε. τοιούτῳ μὲν δὴ τέλει ἐχρήσατο ὁ Ἀντωνῖνος καὶ ἡ μήτηρ Ἰουλία, βιώσαντες ὡς προείρηται. πᾶς δὲ ὁ χρόνος ἐν ᾧ μόνος ἐβασίλευσεν ἄνευ τοῦ πατρὸς καὶ τοῦ ἀδελφοῦ, ἐν ἓξ ἔτεσι συνετελέσθη.

[14]

[1] τελευτήσαντος δὲ Ἀντωνίνου ἐν ἀφασίᾳ τε ἦν ὁ στρατὸς καὶ ἀπορίᾳ τοῦ πρακτέου· ἔμεινάν τε ἡμερῶν δύο ἀβασίλευτοι, ἐζήτουν τε ὃν ἐπιλέξονται ἄρχοντα. καὶ γὰρ ἠγγέλλετο μετὰ πολλοῦ πλήθους καὶ δυνάμεως ἐπιὼν Ἀρτάβανος, δίκας ἀπαιτήσων τιμωρήσων τε τοῖς ἐν σπονδαῖς [2] καὶ εἰρήνῃ ἀνῃρημένοις. αἱροῦνται δὴ βασιλέα πρῶτον μὲν Ἄδουεντον ὡς στρατιωτικόν τε καὶ ἔπαρχον οὐ φαῦλον γενόμενον· ὃ δὲ γῆρας προϊσχόμενος παρῃτήσατο· μετ' ἐκεῖνον δὲ τὸν Μακρῖνον, πειθόντων αὐτοὺς χιλιάρχων, οἳ καὶ τῆς ἐπιβουλῆς τοῦ Ἀντωνίνου συνωμόται καὶ κοινωνοὶ τοῦ Μακρίνου γεγενῆσθαι ὑπωπτεύθησαν. ὕστερον γοῦν ἐκολάσθησαν μετὰ τὴν ἐκείνου [3] τελευτήν, ὡς ἐν τοῖς ἑξῆς ἐροῦμεν. παρέλαβε δὲ τὴν βασιλείαν ὁ Μακρῖνος οὐχ οὕτως εὐνοία καὶ πίστει τῶν στρατιωτῶν ὡς ἀνάγκῃ καὶ χρείᾳ τοῦ παρόντος καιροῦ.

   τούτων δὲ πραττομένων ἐφίσταται ὁ Ἀρτάβανος μετὰ μεγίστου πλήθους καὶ δυνάμεως, ἵππον τε πολλὴν ἄγων καὶ τοξοτῶν μέγα τι πλῆθος καταφράκτους τε [4] ἀπὸ καμήλων ἔξωθεν μακροῖς δόρασιν. ὡς δ' ἀπηγγέλη προσιών, συγκαλέσας τοὺς στρατιώτας ὁ Μακρῖνος ἔλεξε τοιάδε. ἀλγεῖν μὲν ὑμᾶς πάντας ἐπὶ τοιούτου βασιλέως, ἢ ἵνα τἀληθῆ λέγοιμι, ‹συ›στρατιώτου ἀποβολῇ, θαυμαστὸν οὐδέν· φέρειν δὲ τὰς συμφορὰς καὶ τὰ προσπίπτοντα μετρίως ὑπομένειν ἀνθρώπων ἔργον [5] σωφρονούντων. ἡ μὲν γὰρ ἐκείνου μνήμη ἔν τε τοῖς ἡμετέροις στέρνοις ἐγκείσεται, τοῖς τε ἐς ὕστερον παραδοθήσεται [καὶ] δόξαν ἀίδιον φέρουσα μεγάλων τε καὶ γενναίων ἔργων ὧν ἔδρασε, φίλτρων τε καὶ εὐνοίας καμάτων τε κοινωνίας τῆς πρὸς ὑμᾶς. νῦν δὲ καιρός, τιμήσαντας ὡς χρὴ τὴν μνήμην τοῦ τετελευτηκότος, ἀφοσιωσαμένους τε τὰ πρὸς ἐκεῖνον, ἔχεσθαι τῶν ἐπειγόντων.

[6] ὁρᾶτε τὸν βάρβαρον ἐφεστῶτα σὺν παντὶ τῷ τῆς ἀνατολῆς πλήθει, καὶ δοκοῦντα πρόφασιν εὔλογον ἔχθρας ἔχειν· ἡμεῖς γὰρ αὐτὸν προυκαλεσάμεθα παρασπονδήσαντες, καὶ ἐν εἰρήνῃ βαθείᾳ πόλεμον ἠγείραμεν. ἤρτηται δὲ νῦν πᾶσα ἡ Ῥωμαίων ἀρχὴ τῆς ἡμετέρας ἀνδρείας τε καὶ πίστεως· οὐ γὰρ περὶ ὅρων γῆς οὐδὲ ῥείθρων ποταμῶν ἡ φιλονεικία, περὶ τοῦ παντὸς δέ, πρὸς μέγαν βασιλέα, ὑπὲρ παίδων καὶ συγγενῶν, οὓς ἐκεῖνος ἀδίκως [7] καὶ παρὰ τοὺς ὅρκους οἴεται ἀνῃρῆσθαι. τά τε οὖν ὅπλα λαμβάνωμεν, καὶ τῇ συνήθει Ῥωμαίοις εὐκοσμίᾳ ταττώμεθα. ἐν γὰρ ταῖς παρατάξεσι τὸ μὲν τῶν βαρβάρων ἄτακτον πλῆθος καὶ προσκαίρως ὡρισμένον αὐτὸ ἑαυτῷ ἴσως γένοιτ' ἂν ἐναντίον· τὸ δ' ἡμέτερον εὔτακτόν τε ὂν καὶ συγκεκροτημένον, μετά τε ἐμπειρίας μαχόμενον, ἡμῖν τε ἔσται σωτήριον κἀκείνοις ὀλέθριον. μετ' ἀγαθῆς οὖν τῆς ἐλπίδος ἀγωνίζεσθε ὡς Ῥωμαίοις πρέπον καὶ [8] σύνηθες· οὕτω γὰρ τούς τε βαρβάρους ἀπώσεσθε, καὶ δόξης κλέος ἀράμενοι μέγα Ῥωμαίοις τε καὶ πᾶσιν ἀνθρώποις δείξετε, τήν τε προτέραν νίκην πιστώσεσθε, ὡς μὴ δόλῳ καὶ ἀπάτῃ παρασπονδήσαντες ἠδικήσατε, ἀλλὰ δι' ὅπλων νικήσαντες ἐκρατήσατε.

   τοιαῦτά τινα εἰπόντος αὐτοῦ, οἱ στρατιῶται τὴν ἀνάγκην τοῦ πράγματος ὁρῶντες παρετάττοντο κἀν τοῖς [15] [1] ὅπλοις ἦσαν. ἅμα δὲ ἡλίῳ ἀνίσχοντι ἐφάνη Ἀρτάβανος σὺν μεγίστῳ πλήθει στρατοῦ. ἀσπασάμενοι δὲ τὸν ἥλιον, ὡς ἔθος αὐτοῖς, οἱ βάρβαροι, μεγίστῃ τε κλαγγῇ βοήσαντες, ἐπέδραμον τοῖς Ῥωμαίοις τοξεύοντές τε καὶ καθιππεύοντες. οἱ δὲ Ῥωμαῖοι εὐτάκτως τε καὶ ἀσφαλῶς συστήσαντες τὰς φάλαγγας, ἑκατέρωθέν τε τοὺς ἱππεῖς καὶ τοὺς Μαυρουσίους παρατάξαντες, τά τε κενὰ πληρώσαντες τῶν κούφως καὶ εὐσταλῶς ἐκτρέχειν δυναμένων, δεξάμενοι [2] τοὺς βαρβάρους ἐμάχοντο. καὶ οἱ μὲν βάρβαροι τῷ πλήθει τῶν τόξων τοῖς τε ἐπιμήκεσι δόρασι τῶν καταφράκτων ἀπό τε ἵππων καὶ καμήλων τιτρώσκοντες αὐτοὺς ἄνωθεν μεγάλως ἔβλαπτον· οἱ δὲ Ῥωμαῖοι τῶν μὲν συστάδην μαχομένων ῥᾳδίως ἐκράτουν, ἐπεὶ δὲ αὐτοὺς ἥ τε ἵππος πολλὴ οὖσα καὶ τὸ τῶν καμήλων πλῆθος ἐλυμαίνετο, προσποιούμενοι ἀναχωρεῖν τριβόλους τε καὶ ἄλλα τινὰ τεχνάσματα σιδηρίων, ὀξυτάτας ἐξοχὰς περικείμενα, ἐρρίπτουν. λανθάνοντα δὲ ἐν ταῖς ψάμμοις καὶ οὐ καθορώμενα ὑπὸ τῶν ἱππέων ἢ τῶν καμηλιτῶν [3] ὀλέθρια ἦν αὐτοῖς· πατοῦντες γὰρ οἱ ἵπποι, αἵ τε κάμηλοι μάλιστα, ἔχουσαι ἁπαλὰ τὰ πέλματα, ὤκλαζον καὶ ἐχώλευον, τούς τε ἐπιβάτας οὓς ἔφερον ἀπεσείοντο. οἱ δὲ ἐπέκεινα βάρβαροι ἐς ὅσον μὲν ἐποχοῦνται ἵπποις ἢ καμήλοις, γενναίως μάχονται, ἢν δὲ ἀποβῶσιν αὐτῶν ἢ κατενεχθῶσι, ῥᾷστα ἁλίσκονται, μὴ φέροντες τὴν ἐκ συστάσεως μάχην. πρός τε τὸ φυγεῖν ἢ διῶξαι, εἰ δέοι, ὑπὸ τῆς περὶ τοῖς σκέλεσιν ἐσθῆτος χαύνως παρῃωρημένης ἐμποδίζονται.

[4]    πρώτης μὲν οὖν καὶ δευτέρας ἡμέρας ἐξ ἑωθινοῦ ἐς ἑσπέραν ἐμαχέσαντο, καὶ νὺξ ἐπελθοῦσα διέλυσε τὰς μάχας, ἑκάτεροί τε ἐπανῆλθον ἐς τὰ ἑαυτῶν στρατόπεδα νικᾶν ἀξιοῦντες. τῇ δὲ τρίτῃ ἡμέρᾳ συνῆλθον ἐς τὸ αὐτὸ πεδίον μαχούμενοι, ἐπειρῶντο δὲ οἱ μὲν βάρβαροι, πολύ τι τῷ πλήθει ὑπερέχοντες, κυκλώσασθαι τοὺς Ῥωμαίους καὶ σαγηνεῦσαι· οἱ δὲ Ῥωμαῖοι οὐκέτι τὰς φάλαγγας ἐς βάθος συνίστασαν, ἐς μῆκος δ' ἐκτείνοντες [5] ἀεὶ τὸ κυκλούμενον ἐνεπόδιζον. πλῆθος δὲ τοσοῦτον ἀνδρῶν τε καὶ κτηνῶν ἐφονεύθη ὡς πᾶν πληρωθῆναι τὸ πεδίον μεγίστους τε σωροὺς πτωμάτων ἐς ὕψος ἀρθῆναι, καὶ μάλιστα τῶν καμήλων ἐπαλλήλων πιπτουσῶν. πρός τε οὖν τὸ διατρέχειν ἐνεποδίζοντο οἱ μαχόμενοι· οὐκέτι δὲ οὐδὲ καθεώρων ἀλλήλους, μεγάλου οἱονεὶ χώματος ἐν μέσῳ καὶ δυσβάτου ὑπὸ τῶν σωμάτων σεσωρευμένου, ὑφ' οὗ κωλυόμενοι [τοῖς] ἀλλήλοις ἐπιέναι ἕκαστοι ἐπανῆλθον ἐς τὰ ἑαυτῶν στρατόπεδα.

[6]    ὁ δὲ Μακρῖνος συνεὶς ὅτι οὐκ ἄλλως Ἀρτάβανος ἐκθύμως τε μάχεται καὶ προσμένει ἀλλ' ἢ οἰόμενος Ἀντωνίνῳ μάχεσθαι, εἰωθότων ἀεὶ τῶν βαρβάρων ῥᾷστα ἀποκάμνειν ἐθελοκακεῖν τε, εἰ μή τι ἐν ταῖς πρώταις ὁρμαῖς [7] κατορθώσουσι, τότε δὲ προσμενόντων ὡς ἂν τὴν μάχην ἀνανεώσαιντο μετὰ τὴν τῶν νεκρῶν ἀναίρεσίν τε καὶ κατάφλεξιν, οὐκ οἰομένων τεθνηκέναι τὸν τῆς ἔχθρας αἴτιον, πέμπει πρεσβείαν ἐπιστέλλει τε τῷ Παρθυαίῳ, λέγων τὸν μὲν παρὰ τὰς σπονδὰς καὶ τοὺς ὅρκους ἀδικήσαντα βασιλέα τεθνηκέναι δίκας τε ἀξίας ὧν ἔδρασε δεδωκέναι, Ῥωμαίους δέ, ὧν ἐστὶν ἡ ἀρχή, ἑαυτῷ [τε] τὰ [8] τῆς βασιλείας ἐγκεχειρικέναι· μήτε δὲ ἀρέσκεσθαι τοῖς πραχθεῖσιν, αἰχμαλώτους τε τοὺς περιόντας ἀποδοῦναι, χρήματά τε ὅσα ἡρπάγη ἀποτῖσαι, φίλῳ τε ἀντὶ ἐχθροῦ χρῆσθαι καὶ τὴν εἰρήνην ὅρκοις καὶ σπονδαῖς βεβαιῶσαι. ὁ δὲ Ἀρτάβανος ταῦτά τε ἀναγνοὺς καὶ διδαχθεὶς ὑπὸ τῶν πρέσβεων περὶ τῆς Ἀντωνίνου ἀναιρέσεως, αὐτάρκη τιμωρίαν τὸν παρασπονδήσαντα δεδωκέναι νομίζων, τοῦ [9] τε στρατοῦ αὑτῷ τετρυχωμένου, ἀγαπῶν τε τοὺς αἰχμαλώτους καὶ τὰ χρήματα ἀναιμωτὶ ἀπολαβεῖν, σπεισάμενος εἰρήνην πρὸς τὸν Μακρῖνον ἐς τὰ ἑαυτοῦ ἐπανέρχεται. ..... τόν τε στρατὸν ἀπαλλάξας τῆς ἐν Μεσοποταμίᾳ διατριβῆς ἐς τὴν Ἀντιόχειαν ἠπείγετο.