8446 321 0 5 4 0 II-III d. C. Storiografia Cassius Dio L Historiae Romanae Boissevain, U.P., Berlin, Weidmann, 1:1895; 2:1898; 3:1901 Rist. 1955 40

Cassius Dio - Historiae Romanae L

Τάδε ἔνεστιν ἐν τῷ πεντηκοστῷ τῶν Δίωνος Ῥωμαϊκῶν

α. Ὡς Καῖσαρ καὶ Ἀντώνιος πολεμεῖν ἀλλήλοις ἤρξαντο.

β. Ὡς Καῖσαρ Ἀντώνιον περὶ Ἄκτιον ἐνίκησεν.

Χρόνου πλῆθος ἔτη δύο ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο

Γν. Δομίτιος Λ. υἱ. Γν. ἐγγ. Ἀηνόβαρβος ὕπ. Γ. Σόσσιος Γ. υἱ. Τ. ἐγγ. Καῖσαρ τὸ γ΄ ὕπ. Μ. Οὐαλέριος Μ. υἱ. Μεσσάλας Κορουῖνος

[1]   Ὁ δὲ δῆμος ὁ τῶν Ῥωμαίων τῆς μὲν δημοκρατίας ἀφῄρητο, οὐ μέντοι καὶ ἐς μοναρχίαν ἀκριβῆ ἀπεκέκριτο, ἀλλ' ὅ τε Ἀντώνιος καὶ ὁ Καῖσαρ ἐξ ἴσου ἔτι τὰ πράγματα εἶχον, τά τε πλείω σφῶν διειληχότες, καὶ τὰ λοιπὰ τῷ μὲν λόγῳ κοινὰ νομίζοντες, τῷ δὲ ἔργῳ, ὥς που πλεονεκτῆσαί τι ἑκάτερος αὐτῶν ἐδύνατο, ἰδιούμενοι.

[2] μετὰ δὲ δὴ τοῦτο, ὡς ὅ τε Σέξτος ἀπωλώλει καὶ ὁ Ἀρμένιος ἑαλώκει τά τε προσπολεμήσαντα τῷ Καίσαρι ἡσύχαζε καὶ ὁ Πάρθος οὐδὲν παρεκίνει, καὶ ἐκεῖνοι φανερῶς ἐπ' ἀλλήλους ἐτράποντο καὶ ὁ δῆμος ἀκριβῶς ἐδουλώθη. αἰτίαι δὲ τοῦ πολέμου καὶ σκήψεις [3] αἵδε αὐτοῖς ἐγένοντο. Ἀντώνιος μὲν Καίσαρι ἐπεκάλει ὅτι τόν τε Λέπιδον τῆς ἀρχῆς ἐπεπαύκει καὶ τὴν χώραν τήν τε δύναμιν τήν τε ἐκείνου καὶ τὴν τοῦ Σέξτου, κοινήν σφων ὀφείλουσαν εἶναι, ἐσφετέριστο· καὶ τούτων τε τὴν ἡμίσειαν ἀπῄτει, καὶ τῶν στρατιωτῶν οὓς ἐκ τῆς Ἰταλίας τῆς ἀμφοτέροις σφίσι προσηκούσης κατείλεκτο.

[4] Καῖσαρ δὲ ἐκείνῳ ὅτι ἄλλα τε καὶ τὴν Αἴγυπτον μὴ λαχὼν εἶχε, τόν τε Σέξτον ἀπεκτόνει (αὐτὸς γὰρ ἑκὼν πεφεῖσθαι αὐτοῦ ἔλεγε), καὶ τὸν Ἀρμένιον ἐξαπατήσας καὶ συλλαβὼν καὶ δήσας πολλὴν τῷ [5] δήμῳ κακοδοξίαν προσετέτριπτο· τά τε ἡμίσεα καὶ αὐτὸς τῶν λαφύρων ἀπῄτει, καὶ παρὰ πάντα ἐπέφερεν αὐτῷ τήν τε Κλεοπάτραν καὶ τοὺς παῖδας οὓς ἐξ αὐτῆς ἀνῄρητο, τά τε δωρηθέντα σφίσι, καὶ ἐν τοῖς μάλιστα ὅτι τὸν Καισαρίωνα ἐπωνόμαζεν οὕτω [2] [1] καὶ ἐς τὸ τοῦ Καίσαρος γένος ἦγε. ταῦτά τε οὖν ἀλλήλοις ἀντενεκάλουν καί πῃ καὶ ἀνταπελογοῦντο, τὰ μὲν ἰδίᾳ σφίσιν ἐπιστέλλοντες, τὰ δὲ καὶ ἐν τῷ κοινῷ λέγων μὲν ὁ Καῖσαρ γράφων δὲ ὁ Ἀντώνιος· πρέσβεις τε ἐπὶ τῇ προφάσει ταύτῃ συνεχῶς ἀνταπέστελλον, ὅπως ὅτι μάλιστα τά τε ἐγκλήματα δικαιότατα ποιεῖσθαι [2] δόξωσι καὶ τὰ ἀλλήλων ἅμα κατασκοπῶσι· κἀν τούτῳ καὶ χρήματα ὡς καὶ ἐπ' ἄλλο τι ἤθροιζον, καὶ τὴν λοιπὴν τοῦ πολέμου παρασκευὴν ὡς καὶ ἐφ' ἑτέρους τινὰς ἐποιοῦντο, μέχρις οὗ ὅ τε Δομίτιος ὁ Γναῖος καὶ ὁ Σόσσιος ὁ Γάιος, ἀμφότεροι τῆς τοῦ Ἀντωνίου μερίδος ὄντες, ὑπάτευσαν. τότε γὰρ οὐδὲν ἔτ' ἐπεκρύψαντο, ἀλλ' ἄντικρυς ἐπολεμώθησαν. ἐπράχθη δὲ ὧδε.

[3]    ὁ μὲν Δομίτιος οὐδὲν φανερῶς, ὥς γε καὶ συμφορῶν πολλῶν πεπειραμένος, ἐνεόχμωσεν· ὁ δὲ δὴ Σόσσιος, οἷα κακῶν ἄπειρος ὤν, πολλὰ μὲν τὸν Ἀντώνιον ἐν αὐτῇ εὐθὺς τῇ νουμηνίᾳ ἐπῄνεσε, πολλὰ δὲ καὶ τὸν Καίσαρα κατέδραμε. κἂν παραχρῆμα ἐπ' αὐτῷ [4] τι ἐχρημάτισεν, εἰ μὴ Νώνιος Βάλβος δημαρχῶν ἐκώλυσεν. ὁ γὰρ Καῖσαρ ὑποτοπήσας τὸ μέλλον ὑπ' αὐτοῦ γενήσεσθαι, καὶ μήτε περιιδεῖν αὐτὸ μήτ' αὖ ἐναντιωθεὶς προκατάρχειν τοῦ πολέμου δόξαι ἐθελήσας, τότε μὲν οὔτε ἐς τὸ βουλευτήριον ἐσῆλθεν οὔθ' ὅλως ἐν τῇ πόλει διῃτήθη, ἀλλά τινα αἰτίαν πλασάμενος ἐξεδήμησε, διά τε ταῦτα καὶ ἵνα κατὰ σχολὴν πρὸς τὰ ἀγγελθέντα οἱ βουλευσάμενος [5] τὸ δέον ἐκ πλείονος λογισμοῦ πράξῃ· ὕστερον δὲ ἐπανελθὼν τήν τε γερουσίαν ἤθροισε φρουρὰν τῶν τε στρατιωτῶν καὶ τῶν φίλων ἐγχειρίδια κρύφα ἐχόντων περιβαλόμενος, καὶ ἐν μέσῳ τῶν ὑπάτων ἐπὶ δίφρου ἀρχικοῦ ἱζήσας, πολλὰ μὲν αὐτόθεν ἐκ τῆς ἕδρας καὶ μέτρια ὑπὲρ ἑαυτοῦ διελέχθη, πολλὰ δὲ καὶ τοῦ Σοσσίου [6] τοῦ τε Ἀντωνίου κατηγόρησεν. ἐπειδή τε οὔτε ἄλλος τις οὔτ' αὐτῶν τῶν ὑπάτων οὐδέτερος φθέγξασθαί τι ἐτόλμησεν, ἐκέλευσέ σφας ἐν ῥητῇ ἡμέρᾳ αὖθις συνελθεῖν ὡς καὶ διὰ γραμμάτων τινῶν ἀδικοῦντα τὸν Ἀντώνιον ἐξελέγξων. οἱ οὖν ὕπατοι μήτ' ἀντειπεῖν αὐτῷ θαρσοῦντες μήτε σιωπῆσαι ὑπομένοντες τῆς τε πόλεως λάθρᾳ προεξεχώρησαν καὶ μετὰ τοῦτο πρὸς τὸν Ἀντώνιον ἀπῆλθον, καί [7] σφισι καὶ τῶν ἄλλων βουλευτῶν οὐκ ὀλίγοι συνεφέσποντο. μαθὼν δὲ τοῦτο ὁ Καῖσαρ ἑκών τε αὐτοὺς ἐκπεπομφέναι ἔφασκεν, ἵνα μὴ καὶ ὡς ἀδικῶν τι ἐγκαταλελεῖφθαι ὑπ' αὐτῶν δοκῇ, καὶ ἐπιτρέπειν καὶ τοῖς ἄλλοις τοῖς ἐθέλουσι πρὸς τὸν Ἀντώνιον μετὰ ἀδείας ἀπᾶραι.

[3]

[1]    τοῦτο δ' οὖν τοιοῦτον ὑπ' ἐκείνων γενόμενον ἀνεσήκωσαν παρὰ τοῦ Ἀντωνίου αὖ φυγόντες καὶ πρὸς τὸν Καίσαρα ἐλθόντες ἄλλοι τε καὶ ὁ Τίτιος καὶ ὁ Πλάγκος, καίπερ ἀνὰ πρώτους τε ὑπ' αὐτοῦ τιμώμενοι καὶ τὰ ἀπόρρητα αὐτοῦ πάντα εἰδότες.

[2] ἐπειδὴ γὰρ ταῦτά τε οὕτως ὑπὸ τῶν ὑπάτων ἐπέπρακτο, καὶ προσέτι καὶ ἐν τῇ ἀπουσίᾳ αὐτῶν ὁ Καῖσαρ τήν τε γερουσίαν συνήγαγε καὶ ἀνέγνω καὶ εἶπεν ὅσα ἠθέλησε, καὶ αὐτὰ ὁ Ἀντώνιος ἀκούσας βουλήν τέ τινα ἐκ τῶν παρόντων ἤθροισε καὶ λεχθέντων ἐφ' ἑκάτερα πολλῶν τόν τε πόλεμον ἀνείλετο καὶ τὴν τῆς Ὀκταουίας συνοίκησιν ἀπεῖπε, προσκρούσαντές τι αὐτῷ ἐκεῖνοι, [3] ἢ καὶ τῇ Κλεοπάτρᾳ τι ἀχθεσθέντες, ηὐτομόλησαν. καί σφας ὁ Καῖσαρ ἀσμενέστατα δεξάμενος τά τε ἄλλα τὰ τοῦ Ἀντωνίου παρ' αὐτῶν πάντα, καὶ ἃ ἔπραττε καὶ ἃ ἐνενόει, καὶ τὰ ἐν ταῖς διαθήκαις αὐτοῦ γεγραμμένα τόν τε ἔχοντα αὐτὰς ἔμαθε· καὶ γὰρ [4] σεσημασμένοι σφᾶς ἦσαν. κἀκ τούτου περιοργὴς ἔτι καὶ μᾶλλον γενόμενος οὐκ ὤκνησεν οὔτ' ἀναζητῆσαι αὐτὰς οὔτε λαβεῖν οὔτε ἔς τε τὸ βουλευτήριον καὶ μετὰ τοῦτο καὶ ἐς ἐκκλησίαν ἐσκομίσαι καὶ ἀναγνῶναι. τοιαῦτα γάρ που ἐν αὐταῖς ἀνεγέγραπτο ὥστε μηδ' αἰτίαν τινὰ παρ' αὐτῶν, καίτοι παρανομώτατον πρᾶγμα ποιήσας, [5] σχεῖν· τῷ τε γὰρ Καισαρίωνι ὡς καὶ ἐκ τοῦ Καίσαρος ὄντως γεγονότι ἐμεμαρτυρήκει, καὶ τοῖς παισὶ τοῖς ἐκ τῆς Αἰγυπτίας οἱ τρεφομένοις ὑπερόγκους δή τινας δωρεὰς ἐδεδώκει, τό τε σῶμα τὸ [4] [1] ἑαυτοῦ ἔν τε τῇ Ἀλεξανδρείᾳ καὶ σὺν ἐκείνῃ ταφῆναι ἐκεκελεύκει. δι' οὖν ταῦτα ἀγανακτήσαντες ἐπίστευσαν ὅτι καὶ τἆλλα τὰ θρυλούμενα ἀληθῆ εἴη, τοῦτ' ἔστιν ὅτι, ἂν κρατήσῃ, τήν τε πόλιν σφῶν τῇ [τε] Κλεοπάτρᾳ χαριεῖται καὶ τὸ κράτος ἐς τὴν Αἴγυπτον μεταθήσει.

[2] καὶ τοσαύτῃ γε ἐπὶ τούτοις ὀργῇ ἐχρήσαντο ὥστε πάντας, οὐχ ὅπως τοὺς διαφόρους αὐτῷ ἢ καὶ ἐκ μέσου ἀμφοῖν ὄντας, ἀλλὰ καὶ τοὺς πάνυ φίλους, δεινῶς αὐτὸν αἰτιάσασθαι· τοῖς τε γὰρ ἀναγνωσθεῖσιν ἐκπλαγέντες, καὶ πρὸς τὴν τοῦ Καίσαρος ὑποψίαν ἀνταγωνιζόμενοι, [3] τὰ αὐτὰ τοῖς ἄλλοις ἔλεγον. καὶ τήν τε ὑπατείαν αὐτόν, ἐς ἣν προεκεχειροτόνητο, καὶ τὴν ἄλλην ἐξουσίαν πᾶσαν ἀφείλοντο· πολέμιόν τε λόγῳ μὲν οὐκ ἀπέφηναν, φοβηθέντες τοὺς συνόντας αὐτῷ, ὅτι καὶ ἐκείνους ἐν ἐχθρῶν μοίρᾳ, ἂν μὴ προλείπωσιν αὐτόν, [4] νομισθῆναι ἐχρῆν, ἔργῳ δὲ παντὸς μᾶλλον ἀπέδειξαν. τοῖς μὲν γὰρ συνεξεταζομένοις οἱ τήν τε ἄδειαν καὶ ἐπαίνους, ἂν ἐγκαταλείπωσιν αὐτόν, ἐψηφίσαντο, τῇ δὲ Κλεοπάτρᾳ τὸν πόλεμον ἄντικρυς ἐπήγγειλαν, καὶ τάς τε χλαμύδας ὡς καὶ ἐν χερσὶν ὄντος αὐτοῦ [5] μετημπίσχοντο, καὶ πρὸς τὸ Ἐνυεῖον ἐλθόντες πάντα τὰ προπολέμια κατὰ τὸ νομιζόμενον, διὰ τοῦ Καίσαρος ὡς καὶ φητιαλίου, ἐποίησαν· ἅπερ που λόγῳ μὲν πρὸς τὴν Κλεοπάτραν, ἔργῳ δὲ καὶ πρὸς [5] [1] τὸν Ἀντώνιον ἔτεινεν· οὕτω γάρ που αὐτὸν ἐδεδούλωτο ὥστε καὶ γυμνασιαρχῆσαι τοῖς Ἀλεξανδρεῦσι πεῖσαι, βασιλίς τε αὐτὴ καὶ δέσποινα ὑπ' ἐκείνου καλεῖσθαι, στρατιώτας τε Ῥωμαίους ἐν τῷ δορυφορικῷ ἔχειν, καὶ τὸ ὄνομα αὐτῆς πάντας σφᾶς ταῖς ἀσπίσιν [2] ἐπιγράφειν. ἔς τε τὴν ἀγορὰν μετ' αὐτοῦ ἐσεφοίτα, καὶ τὰς πανηγύρεις οἱ συνδιετίθει, τάς τε δίκας συνεξήταζε, καὶ συνίππευε καὶ ἐν ταῖς πόλεσιν, ἢ καὶ ἐκείνη μὲν ἐν δίφρῳ τινὶ ἐφέρετο, ὁ δὲ Ἀντώνιος αὐτοποδὶ αὐτῇ μετὰ τῶν εὐνούχων ἠκολούθει. καὶ τό τε στρατήγιον βασίλειον ὠνόμαζε, καὶ ἀκινάκην ἔστιν ὅτε παρεζώννυτο, [3] ἐσθῆτί τε ἔξω τῶν πατρίων ἐχρῆτο, καὶ ἐπὶ κλίνης ἐπιχρύσου δίφρου τε ὁμοίου καὶ ἐν τῷ κοινῷ ἑωρᾶτο. συνεγράφετό τε αὐτῇ καὶ συνεπλάττετο, αὐτὸς μὲν Ὄσιρις καὶ Διόνυσος ἐκείνη δὲ Σελήνη τε καὶ Ἶσις λέγοντες εἶναι. ἐξ οὗπερ καὶ τὰ μάλιστα ἔκφρων ὑπ' [4] αὐτῆς ἐκ μαγγανείας τινὸς γεγονέναι ἔδοξεν. οὐ γὰρ ὅτι ἐκεῖνον ἀλλὰ καὶ τοὺς ἄλλους τούς τι παρ' αὐτῷ δυναμένους οὕτω καὶ ἐγοήτευσε καὶ κατέδησεν ὥστ' αὐτὴν καὶ τῶν Ῥωμαίων ἄρξειν ἐλπίσαι, τήν τε εὐχὴν τὴν μεγίστην, ὁπότε τι ὀμνύοι, ποιεῖσθαι τὸ ἐν τῷ Καπιτωλίῳ δικάσαι.

[6]

[1]    τῇ μὲν οὖν Κλεοπάτρᾳ διὰ ταῦτα τὸν πόλεμον ἐψηφίσαντο, τῷ δ' Ἀντωνίῳ οὐδὲν δῆθεν τοιοῦτον ἐπήγγειλαν, εὖ γε εἰδότες ὅτι καὶ ἄλλως πολεμωθήσοιτο (οὐ γάρ που προδοὺς ἐκείνην τὰ τοῦ Καίσαρος πράξειν ἔμελλε) καὶ βουλόμενοι καὶ αὐτὸ τοῦτο προσεγκαλέσαι οἱ, ὅτι τὸν ὑπὲρ τῆς Αἰγυπτίας πόλεμον ἑκὼν κατὰ τῆς πατρίδος, μηδενὸς αὐτῷ δεινοῦ οἴκοθεν ἰδίᾳ συμβάντος, ἀνείλετο.

[2]    ἥ τε οὖν ἡλικία παρ' ἀμφοτέρων σπουδῇ συνήγετο καὶ χρήματα ἁπανταχόθεν συνελέγετο, τά τε ἐμπολέμια πάντα κατὰ τάχος ἠθροίζετο. καὶ ἐγένετο ἡ πᾶσα παρασκευὴ πολὺ τῶν πρὸ αὐτῆς μεγίστη.

[3] ἔθνη γὰρ τοσάδε ἑκατέρῳ τόνδε τὸν πόλεμον συνήρατο. Καίσαρι μὲν ἥ τε Ἰταλία (πάντας γὰρ καὶ τοὺς ὑπὸ τοῦ Ἀντωνίου ἀποικισθέντας, τὰ μὲν ἐκφοβήσας ἅτε ὀλίγους ὄντας, τὰ δὲ καὶ εὐεργετήσας, προσετέθειτο· τά τε γὰρ ἄλλα καὶ τοὺς τὴν Βονωνίαν ἐποικοῦντας αὐτὸς αὖθις, ἵνα δὴ καὶ ὑφ' ἑαυτοῦ ἀπῳκίσθαι δοκῶσι, [4] προσκατεστήσατο) ‑ ἥ τε οὖν Ἰταλία καὶ ἡ Γαλατία τό τε Ἰβηρικὸν καὶ τὸ Ἰλλυρικόν, καὶ Λίβυες οἵ τε ἐκ τοῦ πρὶν ῥωμαΐζοντες πλὴν τῶν περὶ τὴν Κυρήνην καὶ οἱ τοῦ Βογούου τοῦ τε Βόκχου γεγονότες, Σαρδώ τε καὶ Σικελία καὶ αἱ ἄλλαι νῆσοι αἱ ταῖς εἰρημέναις [5] ἠπείροις προσεχεῖς συνεμάχησαν, τῷ δ' Ἀντωνίῳ τὰ ἐν τῇ Ἀσίᾳ τῇ ἠπείρῳ τῶν Ῥωμαίων ἀκούοντα καὶ ‹τὰ› ἐν τῇ Θρᾴκῃ, ἥ τε Ἑλλὰς καὶ ἡ Μακεδονία, καὶ οἱ Αἰγύπτιοι οἵ τε Κυρηναῖοι μετὰ τῶν περιχώρων, καὶ οἱ νησιῶται οἱ προσοικοῦντές σφισιν, οἵ τε βασιλῆς καὶ οἱ δυνάσται πάντες ὡς εἰπεῖν οἱ τῇ τῶν Ῥωμαίων ἀρχῇ ‹τῇ› τότε ὑπ' ἐκεῖνον οὔσῃ γειτνιῶντες, οἱ μὲν αὐτοὶ οἱ δὲ δι' [6] ἑτέρων. καὶ τοσαύτῃ γε προθυμίᾳ ἀμφότεροι ὁμοίως ἐχρήσαντο ὥστε καὶ ἐνόρκους τὰς συμμαχίας σφῶν ἑκατέρῳ ποιήσασθαι.

[7]

[1]    οὗτοί τε οὖν οὕτως ἔρρωντο, καὶ ὁ Ἀντώνιος τοῦτο μὲν ἀντώμοσε τοῖς ἑαυτοῦ στρατιώταις ἀκηρυκτὶ πολεμήσειν, τοῦτο δὲ ὑπέσχετο τήν τε ἀρχὴν ἐντὸς δύο μηνῶν μετὰ τὴν νίκην ἀφήσειν καὶ τὸ πᾶν αὐτῆς κράτος τῇ τε γερουσίᾳ καὶ τῷ δήμῳ ἀποδώσειν.

[2] μόλις τε δῆθέν τινες ἔπεισαν αὐτὸν ἕκτῳ μηνὶ τοῦτο ποιῆσαι, ἵνα δὴ κατὰ σχολὴν τὰ πράγματα καταστήσηται. καὶ ὁ μέν, εἰ καὶ τὰ μάλιστα μὴ ἔμελλεν αὐτὸ πράξειν, ἀλλ' ὡς πάντῃ γε πάντως κρατήσων ἐπηγγέλλετο. τά τε γὰρ ἑαυτοῦ πολὺ τοῖς πλήθεσιν ἰσχυρότερα ἑώρα ὄντα, καὶ τὰ τῶν ἐναντίων ἀσθενώσειν δωροδοκίαις [3] ἤλπιζε· χρυσίον γὰρ ὡς ἑκασταχόσε, καὶ οὐχ ἥκιστα ἔς τε τὴν ἄλλην Ἰταλίαν καὶ ἐς τὴν Ῥώμην ἐσπέμπων διεκίνει τε ὡς ἕκαστα καὶ σφετερίζεσθαι ἐπειρᾶτο. ὅθενπερ καὶ ὁ Καῖσαρ τά τε ἄλλα δι' ἀκριβεστέρας φυλακῆς ἐποιήσατο καὶ χρήματα τοῖς στρατιώταις ἔδωκε.

[8]

[1]    τοιαύτης δ' οὖν τῆς τε ὁρμῆς καὶ τῆς παρασκευῆς αὐτῶν οὔσης πολλὰ μὲν ὑπὸ τῶν ἀνθρώπων καὶ ποικίλα ἐθρυλεῖτο, πολλὰ δὲ καὶ παρὰ τῶν θεῶν καὶ ἐναργῆ προεδείκνυτο. πίθηκός τε γὰρ ἐς τὸ Δημήτριον ἐν ἱερουργίᾳ τινὶ ἐσελθὼν πάντα τὰ ἔνδον συνέχεε, [2] καὶ βύας πρῶτον μὲν ἐς τὸν τῆς Ὁμονοίας ναόν, ἔπειτα δὲ καὶ ἐπὶ τοὺς ἄλλους πάντας ὡς εἰπεῖν τοὺς ἁγιωτάτους ἐπέπτετο, καὶ τέλος, ἐπειδὴ πανταχόθεν ἀπηλαύνετο, ἐπί τε τοῦ ναοῦ τοῦ Γενίου τοῦ δήμου ἱδρύθη καὶ οὔτε ἑάλω οὔτ' ἐξανέστη πλὴν ὀψέ ποτε. ὅ τε ὀχὸς ὁ τοῦ Διὸς ἐν τῇ τῶν Ῥωμαίων ἱπποδρομίᾳ συνετρίβη, καὶ λαμπὰς ἐπὶ πολλὰς ἡμέρας ὑπὲρ τῆς Ἑλληνικῆς θαλάσσης αἰωρηθεῖσα [3] ἐς τὸν αἰθέρα ἀνέδραμε. καὶ συχνὰ μὲν ὑπὸ χειμῶνος ἐπόνησεν, ὥστε καὶ τρόπαιόν τι ἐν τῷ Ἀουεντίνῳ ἑστὸς καὶ νίκης ἄγαλμα ἀπὸ τῆς τοῦ θεάτρου σκηνῆς πεσεῖν, τήν τε γέφυραν τὴν ξυλίνην πᾶσαν καταρραγῆναι· συχνὰ δὲ καὶ ὑπὸ πυρὸς ἐφθάρη, καὶ προσέτι καὶ ἐκ τῆς Αἴτνης πλεῖστόν τε ἐρρύη καὶ πόλεσι καὶ χώραις ἐλυμήνατο.

[4] ταῦτ' οὖν οἱ Ῥωμαῖοι τὰ μὲν ὁρῶντες τὰ δ' ἀκούοντες, ἀνεμιμνήσκοντο καὶ τὸ τοῦ δράκοντος, ὅτι ἄρα καὶ ἐκεῖνος ἐς τὰ τότε παρόντα σφίσιν ἐσήμηνεν· ἐν γὰρ τῇ Τυρσηνίδι ὀλίγον πρὸ τούτων πρότερον δράκων δικέφαλος, μέγας ὥστε καὶ ἐς πέντε καὶ ὀγδοήκοντα πόδας ἐξικνεῖσθαι, αἰφνίδιον ἀνεφάνη καὶ πολλὰ κακώσας [5] ἐκεραυνώθη. ταῦτα μὲν οὖν ἐπὶ πάντας αὐτοὺς ἔφερε· Ῥωμαῖοί τε γὰρ τὸ προμαχόμενον ἀμφοτέρωθεν ὁμοίως ἦν, καὶ ἔμελλον ἔν τε τῷ τότε παρόντι πολλοὶ ἑκατέρωθεν φθαρήσεσθαι, καὶ [6] ἔπειτα τοῦ κρατήσαντος πάντες οἱ περιλειφθέντες γενήσεσθαι. τῷ δὲ δὴ Ἀντωνίῳ τὴν μὲν ἧτταν οἱ παῖδες οἱ ἐν τῇ Ῥώμῃ ὄντες προεμαντεύσαντο (δίχα γὰρ γενόμενοι μηδενὸς κελεύσαντος, καὶ οἱ μὲν Ἀντωνιείους οἱ δὲ Καισαρείους σφᾶς ἐπικαλέσαντες, συνέμιξαν ἀλλήλοις ἐπὶ δύο ἡμέρας, καὶ ἡττήθησαν οἱ τὸ ἐκείνου ὄνομα φέροντες), τὸν δ' ὄλεθρον εἰκών τις αὐτοῦ ἐν τῷ Ἀλβανῷ παρὰ τῷ Διὶ ἀνακειμένη· λιθίνη γὰρ οὖσα αἷμα πολὺ ἀνῆκε.

[9]

[1]    μετεώρων δ' οὖν πάντων ὁμοίως ἐπὶ τούτοις ὄντων ἐν μὲν τῷ ἔτει ἐκείνῳ πλέον οὐδὲν ἐγένετο. ὅ τε γὰρ Καῖσαρ τὰ ἐν τῇ Ἰταλίᾳ, ἄλλως τε καὶ ἐπειδὴ τὰ χρήματα παρὰ τοῦ Ἀντωνίου παρόντα ᾔσθετο, καθιστάμενος οὐκ ἠδυνήθη πρὸ τοῦ χειμῶνος ἀπαντῆσαι· [2] καὶ ἐκεῖνος ὥρμησε μὲν ὡς καὶ ἐν τῇ Ἰταλίᾳ τὸν πόλεμον ἀδοκήτως σφίσι ποιησόμενος, ἐλθὼν δὲ ἐς Κέρκυραν, καὶ πυθόμενος τὰς ναῦς τὰς πρόπλους τὰς ἐς τὴν προσκοπὴν αὐτοῦ πεμφθείσας περὶ τὰ Κεραύνια ὄρη ναυλοχεῖν, ὑπετόπησεν αὐτὸν τὸν Καίσαρα μετὰ [3] παντὸς τοῦ ναυτικοῦ ἀφῖχθαι, καὶ οὐκέτι περαιτέρω προεχώρησεν, ἀλλ' ἐς τὴν Πελοπόννησον (ἤδη γὰρ ἐκ μετοπώρου ἦν) ἀναπλεύσας αὐτὸς μὲν ἐν Πάτραις παρεχείμασεν, τοὺς δὲ δὴ στρατιώτας πανταχόσε διέπεμψεν, ἵνα τά τε χωρία φυλάττωσι καὶ τῶν ἐπιτηδείων [4] ῥᾷον εὐπορῶσι. κἀν τούτῳ ἦλθον μὲν καὶ ἐθελονταὶ παρ' ἀμφοτέρων αὐτῶν πρὸς ἑκατέρους καὶ βουλευταὶ καὶ ἄλλοι τινές, ἑάλω δὲ καὶ κατάσκοπος ὑπὸ τοῦ Καίσαρος Λούκιος Μέσσιος· καὶ αὐτὸν καίπερ τῶν ἐν τῇ Περουσίᾳ πρότερον ἁλόντων ὄντα ἀφῆκε, πᾶσάν [5] οἱ τὴν ἑαυτοῦ δύναμιν προεπιδείξας. τῷ τε Ἀντωνίῳ ἐπέστειλεν ὅπως ἢ ἀναχωρήσῃ ἀπὸ τῆς θαλάσσης ἵππου δρόμον ἡμερήσιον καὶ ἐφῇ οἱ ἀδεῶς προσπλεῦσαι ἐπὶ τῷ ἐντὸς πέντε ἡμερῶν συμμῖξαί σφας, ἢ αὐτὸς ἐπὶ τοῖς αὐτοῖς ἐς τὴν Ἰταλίαν περαιωθῇ, [6] οὐχ ὅτι τι γενήσεσθαί σφων ἐνόμιζεν (ὁ γοῦν Ἀντώνιος πολλά τε αὐτοῦ κατεγέλασε, καὶ εἶπεν "καὶ τίς ἡμῖν δικάσει, ἄν τι παρὰ τὰ συγκείμενα πραχθῇ;") ἀλλ' ὅτι τοῖς τε ἑαυτοῦ στρατιώταις θάρσος καὶ τοῖς ἐναντίοις ἔκπληξιν ἐμβαλεῖν ἐκ τούτου προσεδόκησε.

[10]

[1]    μετὰ δὲ δὴ ταῦτα ἦσαν μὲν ὕπατοι ἐς τὸ ἐχόμενον ἔτος ὅ τε Καῖσαρ καὶ ὁ Ἀντώνιος προαποδεδειγμένοι τότε ὅτε ἐς τὰ ὀκτὼ ἔτη τὰς ἀρχὰς ἐσάπαξ προκατεστήσαντο, καὶ τό γε τελευταῖον ἐκεῖνο ἦν· παραλυθέντος δὲ τοῦ Ἀντωνίου, ὥσπερ εἶπον, ὁ Μεσσάλας ‹ὁ› Οὐαλέριος ὁ προγραφείς ποτε ὑπ' αὐτῶν ὑπάτευσε μετὰ τοῦ Καίσαρος.

[2] κἀν τούτῳ ἄνθρωπός τέ τις μανιώδης ἐς τὸ θέατρον ἐν πανηγύρει τινὶ ἐσπηδήσας τὸν στέφανον τὸν τοῦ προτέρου Καίσαρος ἀνείλετο καὶ περιέθετο, καὶ διεσπάσθη ὑπὸ τῶν περιεστηκότων· καὶ λύκος τε ἐς τὸ Τυχαῖον ἐσπίπτων συνελήφθη καὶ κατεσφάγη, [3] κύων τε κύνα ἐν τῷ ἱπποδρόμῳ παρ' αὐτὴν τὴν ἅμιλλαν τῶν ἵππων κατειργάσατο καὶ κατέφαγε. καὶ πῦρ ἄλλα τε οὐκ ὀλίγα καὶ αὐτοῦ τοῦ ἱπποδρόμου πολὺ τό τε Δημήτριον καὶ ἕτερον [4] ναὸν Ἐλπίδος ἔφθειρεν. ἔδοξαν μὲν γὰρ οἱ ἐξελεύθεροι αὐτὸ πεποιηκέναι· πᾶσι γὰρ τοῖς ἔν τε τῇ Ἰταλίᾳ αὐτῶν οὖσι καὶ πέντε μυριάδων οὐσίαν ἢ καὶ πλείω κεκτημένοις τὸ ὄγδοον αὐτῆς συντελέσαι ἐκελεύσθη, κἀκ τούτου καὶ ταραχαὶ καὶ φόνοι καὶ ἐμπρήσεις ὑπ' αὐτῶν πολλαὶ ἐγένοντο, καὶ οὐ πρότερόν γε κατέστησαν πρὶν [5] ἢ τοῖς ὅπλοις καταδαμασθῆναι. ἀφ' οὗπερ καὶ οἱ ἐλεύθεροι οἵ τι χωρίον ἐν τῇ Ἰταλίᾳ κεκτημένοι φοβηθέντες ἡσύχασαν· καὶ γὰρ ἐκείνοις τὸ τέταρτον τῆς ἐπετησίας προσόδου δοῦναι προσετάχθη, μελλήσαντές τε ἐπὶ τούτῳ κινηθήσεσθαι οὐδὲν ἔτι νεοχμῶσαι ἐτόλμησαν, [6] ἀλλ' ἀμαχεὶ καὶ ἄκοντες αὐτὸ συνεσήνεγκαν. ἔδοξε μὲν οὖν διὰ ταῦθ' ὑπὸ τῶν ἀπελευθέρων τὸ πῦρ ἐξ ἐπιβουλῆς γεγονέναι, οὐ μέντοι ἀλλὰ καὶ αὐτὸ ἐς τὰ πάνυ τέρατα διὰ τὸ τῶν καυθέντων πλῆθος ἐσεγράφη.

[11]

[1]    τοιούτων δὴ σημείων προφανέντων σφίσιν οὔτε ἐφοβήθησαν οὔθ' ἧττόν τι ἐπολέμησαν, ἀλλὰ τὸν μὲν χειμῶνα κατασκοπαῖς τε χρώμενοι καὶ παραλυποῦντες ἀλλήλους διετέλεσαν (ὁ γὰρ Καῖσαρ ἐξανήχθη μὲν ἐκ τοῦ Βρεντεσίου καὶ ἔπλευσε μέχρι τῆς Κερκύρας ὡς καὶ ἀπροσδοκήτοις τοῖς πρὸς τῷ Ἀκτίῳ ὁρμοῦσιν ἐπιθησόμενος, [2] χειμῶνι δὲ περιπεσὼν καὶ πονηθεὶς ἀνεχώρησε), τοῦ δὲ δὴ ἦρος ὁ μὲν Ἀντώνιος οὐδαμῇ ἐκινήθη (οἵ τε γὰρ τριηρῖται, ἅτε καὶ σύμμικτοι ἐκ παντοδαπῶν ἐθνῶν ὄντες καὶ πόρρω ἀπ' αὐτοῦ χειμάζοντες, οὔτε τινὰ ἄσκησιν ἐπεποίηντο καὶ νόσῳ αὐτομολίαις τε [3] ἠλάττωντο· καὶ ὁ Ἀγρίππας τήν τε Μεθώνην ἐκ προσβολῆς λαβὼν καὶ τὸν Βογούαν ἐν αὐτῇ κτείνας, τάς τε κατάρσεις τῶν ὁλκάδων ἐπιτηρῶν καὶ ἀποβάσεις ἄλλοτε ἄλλῃ τῆς Ἑλλάδος ποιούμενος, [4] ἰσχυρῶς αὐτὸν ἐτάραττεν), ὁ δὲ δὴ Καῖσαρ ἐπί τε τούτοις θαρσήσας καὶ βουληθεὶς ὅτι τάχιστα τῇ τοῦ στρατεύματος ὁρμῇ λαμπρῶς ἠσκημένου χρήσασθαι, τόν τε πόλεμον καὶ ἐν τῇ Ἑλλάδι καὶ πρὸς τοῖς ἐκείνου μᾶλλον ἢ ἔν τε τῇ Ἰταλίᾳ καὶ πρὸς τῇ Ῥώμῃ ποιήσασθαι, [5] πάντας μὲν τοὺς στρατιώτας ὧν τι ὄφελος ἦν, πάντας δὲ τούς τι δυναμένους καὶ τῶν βουλευτῶν καὶ τῶν ἱππέων ἐς τὸ Βρεντέσιον συνήγαγε, τοὺς μὲν ὅπως τι συμπράξωσιν αὐτῷ, τοὺς δ' ὅπως μηδὲν μονωθέντες νεοχμώσωσι, τό τε μέγιστον ὅπως ἐνδείξηται τοῖς ἀνθρώποις ὅτι καὶ τὸ πλεῖστον καὶ τὸ κράτιστον τῶν [6] Ῥωμαίων ὁμογνωμονοῦν ἔχοι. κἀντεῦθεν τακτόν τε τῶν οἰκετῶν ἀριθμὸν πᾶσιν ἐπαγαγέσθαι καὶ τὴν τροφὴν αὐτοὺς ἑαυτοῖς, πλὴν τῶν στρατιωτῶν, ἐπικομίσασθαι κελεύσας, ἀθρόᾳ τῇ παρασκευῇ [12] [1] τὸν Ἰόνιον διέβαλεν. ἦγε δὲ αὐτοὺς οὐκ ἐς τὴν Πελοπόννησον οὐδ' ἐπὶ τὸν Ἀντώνιον, ἀλλὰ πρὸς τὸ Ἄκτιον, ἐν ᾧ τὸ πλεῖον αὐτῷ τοῦ ναυτικοῦ ὥρμει, εἴ πώς σφας ἐθελοντὰς ἢ καὶ ἄκοντας προπαραστήσαιτο. καὶ διὰ τοῦτο τόν τε πεζὸν ὑπὸ τὰ ὄρη τὰ Κεραύνια [2] ἐκβιβάσας ἐκεῖσε ἔπεμψε, καὶ αὐτὸς ταῖς ναυσὶ τὴν Κέρκυραν ἐκλειφθεῖσαν ὑπὸ τῶν ἐμφρουρούντων λαβὼν ἐς τὸν λιμένα τὸν γλυκὺν ὠνομασμένον κατέσχε (καλεῖται δὲ οὕτως ὅτι πρὸς τοῦ ποταμοῦ τοῦ ἐς αὐτὸν ἐσβάλλοντος γλυκαίνεται), καὶ ναύσταθμόν τε ἐν αὐτῷ ἐποιήσατο καὶ ἐκεῖθεν ὁρμώμενος ἐπὶ τὸ Ἄκτιον ἐπέπλει.

[3] ὡς δ' οὐδείς οἱ οὔτ' ἀντανήγετο οὔτ' ἐς λόγους ᾔει, καίτοι δυοῖν αὐτοῦ θάτερον ἢ πρὸς ὁμολογίαν σφᾶς ἢ πρὸς μάχην προκαλουμένου (τὴν μὲν γὰρ τῇ πίστει τὴν δὲ τῷ δέει οὐκ ἐδέχοντο), κατέλαβε τὸ χωρίον τοῦτο ἐν ᾧ νῦν ἡ Νικόπολίς ἐστι, καὶ ἐν αὐτῷ ἐπὶ [4] μετεώρου, ὅθεν ἐπὶ πάντα ὁμοίως τῆς τε ἔξω τῆς πρὸς Πάξοις θαλάσσης καὶ τῆς εἴσω τῆς Ἀμπρακικῆς τῆς τε ἐν τῷ μέσῳ αὐτῶν, ἐν ᾧ οἱ λιμένες οἱ πρὸς τῇ Νικοπόλει εἰσίν, ἄποπτόν ἐστιν, ἱδρύθη. καὶ αὐτό τε ἐκρατύνατο καὶ τείχη ἀπ' αὐτοῦ ἐς τὸν λιμένα τὸν ἔξω [5] τὸν Κόμαρον καθῆκε, κἀκ τούτου καὶ ἐφήδρευε καὶ ἐφώρμει τῷ Ἀκτίῳ καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν. ἤδη μὲν γὰρ ἤκουσα ὅτι καὶ τριήρεις ἐκ τῆς ἔξω θαλάσσης ἐς τὸν κόλπον διὰ τοῦ τειχίσματος ὑπερήνεγκε, βύρσαις νεοδάρτοις ἀντὶ ὁλκῶν ἐλαίῳ ἐπαληλιμμέναις [6] χρησάμενος· ἔχω δ' οὐδὲν ἔργον τῶν νεῶν τούτων ἐν τῷ κόλπῳ γενόμενον εἰπεῖν, καὶ διὰ τοῦτο οὐδὲ πιστεῦσαι τῷ μυθολογήματι δύναμαι· οὐδὲ γὰρ οὐδὲ σμικρὸν τὸ πρᾶγμα ἦν, διὰ χωρίου οὕτως ὀλίγου καὶ ἀνωμάλου τριήρεις ἐπὶ βυρσῶν διαγαγεῖν.

[7] τοῦτο μὲν οὖν οὕτω λέγεται γενέσθαι, τὸ δ' Ἄκτιον Ἀπόλλωνος ἱερόν ἐστι, καὶ πρὸ τοῦ στόματος τοῦ πορθμοῦ τοῦ κόλπου τοῦ Ἀμπρακικοῦ κατ' ἀντιπέρας τῶν πρὸς τῇ Νικοπόλει λιμένων κεῖται. ὅ τε πορθμὸς ἴσος ἐπὶ πολὺ διὰ στενοῦ τείνει, καὶ ἔστι καὶ αὐτὸς καὶ τὰ πρὸ αὐτοῦ πάντα καὶ ἐνορμίσασθαι καὶ ἐνναυλοχήσασθαι.

[8] ταῦτ' οὖν προκατασχόντες οἱ Ἀντωνίειοι ἐπί τε τοῦ στόματος πύργους ἑκατέρωθεν ἐπῳκοδόμησαν καὶ τὸ μέσον ναυσὶ διέλαβον, ὥστε σφίσι καὶ τοὺς ἔκπλους καὶ τὰς ἀναχωρήσεις ἀσφαλεῖς εἶναι· αὐτοί τε ἐπὶ θάτερα τοῦ πορθμοῦ κατὰ τὸ ἱερόν, ἐν χωρίῳ ὁμαλῷ μὲν καὶ πλατεῖ, ἐμμαχέσασθαι δὲ ἢ ἐνστρατοπεδεύσασθαι ἐπιτηδειοτέρῳ, ἐνηυλίζοντο· ἐξ οὗπερ οὐχ ἥκιστα τῇ νόσῳ καὶ ἐν τῷ χειμῶνι, καὶ ἐν τῷ θέρει πολὺ μᾶλλον, ἐπιέσθησαν.

[13]

[1]    ὁ δ' οὖν Ἀντώνιος ἐπειδὴ τάχιστα τὴν τοῦ Καίσαρος ἄφιξιν ἐπύθετο, οὐκ ἐμέλλησεν ἀλλ' ἐς τὸ Ἄκτιον μετὰ τῶν συνόντων οἱ ἠπείχθη. καὶ ἦλθε μὲν οὐ πολλῷ ὕστερον, οὐ μέντοι καὶ ἐς ἀγῶνα [2] εὐθὺς κατέστη, καίτοι ἐκείνου τόν τε πεζὸν πρὸ τοῦ στρατοπέδου σφῶν συνεχῶς προπαρατάσσοντος καὶ ταῖς ναυσὶ πολλάκις σφίσιν ἐπιπλέοντος, τάς τε ὁλκάδας αὐτῶν κατάγοντος, ὅπως πρὶν πᾶσαν τὴν δύναμιν αὐτῷ συνελθεῖν, μόνοις τοῖς τότε παροῦσίν οἱ συμμίξῃ· [3] ἐκ γὰρ αὐτοῦ τούτου οὐκ ἠθέλησεν ἐς ἅπαν ἀναρρῖψαι, ἀλλὰ πείραις καὶ ἀκροβολισμοῖς ἐπὶ πολλὰς ἡμέρας ἐχρήσατο, μέχρις οὗ τὰ στρατεύματα συνελέξατο. τούτοις δέ, ἄλλως τε καὶ τοῦ Καίσαρος μηκέθ' ὁμοίως ἐγκειμένου, τόν τε πορθμὸν ἐπιδιέβη καὶ οὐ πόρρω [4] αὐτοῦ ἐστρατοπεδεύσατο, κἀκ τούτου καὶ ἱππικὸν περὶ τὸν κόλπον περιπέμψας ἀμφοτέρωθεν αὐτῷ προσήδρευεν. ὁ οὖν Καῖσαρ αὐτὸς μὲν ἡσύχαζε καὶ οὐδένα ἔτι κίνδυνον αὐθαίρετον ἀνῃρεῖτο, ἐς δὲ δὴ τὴν Ἑλλάδα τήν τε Μακεδονίαν ἔπεμψέ τινας, ὅπως τὸν [5] Ἀντώνιον πρὸς ἐκεῖνα ἀπαγάγῃ. καὶ οἱ μὲν ταῦτ' ἔπραττον, Ἀγρίππας δὲ τότε μὲν τήν τε Λευκάδα καὶ τὰ ἐν αὐτῇ σκάφη αἰφνιδίως ἐπεσπλεύσας ἔλαβε, καὶ Πάτρας εἷλε Κύιντον Νασίδιον ναυμαχίᾳ νικήσας, ὕστερον δὲ καὶ τὴν Κόρινθον παρεστήσατο. ὡς οὖν ταῦτά τε συνέβη, καὶ ὁ Τίτιος ὁ Μᾶρκος ὅ τε Ταῦρος ὁ Στατίλιος τό τε ἱππικὸν τοῦ Ἀντωνίου ἐξαίφνης ἐπεκδραμόντες ἐκράτησαν καὶ [6] Φιλάδελφον βασιλέα Παφλαγονίας προσεποιήσαντο, κἀν τούτῳ καὶ ὁ Δομίτιος ὁ Γναῖος ἀχθεσθείς τι τῇ Κλεοπάτρᾳ μετέστη, ‑ καὶ χρήσιμος μὲν οὐδὲν τῷ Καίσαρι ἐγένετο (νοσήσας γὰρ οὐκ ἐς μακρὰν ἐτελεύτησεν), ἔδοξε δ' οὖν ὡς καὶ κατεγνωκὼς τῶν πραγμάτων παρ' οἷς ἦν ηὐτομοληκέναι (καὶ γὰρ καὶ ἄλλοι αὐτὸν συχνοὶ ἐμιμήσαντο), [7] ‑ οὐκέθ' ὁμοίως ὁ Ἀντώνιος ἐθάρσει, ἀλλ' ὑπετόπει τε πάντας καὶ ἀπέκτεινεν ἐκ τούτου ἄλλους τε καὶ Ἰάμβλιχον Ἀραβίων τινῶν βασιλέα βασανίσας, Κύιντόν τε Ποστούμιον βουλευτὴν [8] διασπάσασθαί τισιν ἐπιτρέψας. καὶ τέλος φοβηθεὶς μὴ καὶ ὁ Δέλλιος ὁ Κύιντος ὅ τε Ἀμύντας ὁ Γαλάτης (ἔτυχον δὲ ἐπὶ μισθοφόρους ἔς τε τὴν Μακεδονίαν καὶ ἐς τὴν Θρᾴκην πεπεμμένοι) τὰ τοῦ Καίσαρος ἀνθέλωνται, ὥρμησε πρὸς αὐτοὺς ὡς καὶ ἐπικουρήσων [14] [1] σφίσιν, ἄν τι πολέμιον προσπέσῃ. κἀν τούτῳ ναυμαχία τις ἐγένετο. ὁ γὰρ Σόσσιος Λουκίου Ταρρίου ναυσὶν ὀλίγαις ἐφορμοῦντός σφισιν ἐλπίσας ἄξιόν τι λόγου πράξειν, ἂν πρὶν τὸν Ἀγρίππαν ᾧ πᾶν τὸ ναυτικὸν ἐπετέτραπτο ἐπελθεῖν, συμβάλῃ αὐτῷ, [2] ἐξανήχθη τε ἐξαπιναίως ὑπὸ τὴν ἕω, ὁμίχλην βαθεῖαν τηρήσας ἵνα μὴ τὸ πλῆθός σφων προϊδὼν φύγῃ, καὶ παραχρῆμα τῇ πρώτῃ προσβολῇ τρεψάμενος αὐτὸν ἐπεδίωξε μὲν, οὐχ εἷλε δέ· τοῦ γὰρ Ἀγρίππου κατὰ τύχην ἀπαντήσαντός οἱ οὐ μόνον οὐδὲν τῆς νίκης ἀπώνητο, ἀλλὰ καὶ προσδιεφθάρη μετά τε τοῦ Ταρκονδιμότου καὶ μετ' ἄλλων πολλῶν.

[3]    ὁ οὖν Ἀντώνιος διά τε τοῦτο, καὶ ὅτι καὶ αὐτὸς ἐπανελθὼν ἱππομαχίᾳ τινὶ πρὸς τῆς τοῦ Καίσαρος προφυλακῆς ἡττήθη, οὐκέτ' ἔγνω δίχα στρατοπεδεύεσθαι, ἀλλ' ἐκλιπὼν τῆς νυκτὸς τὸ πλησίον τῶν ἐναντίων τάφρευμα ἀνεχώρησεν ἐπὶ θάτερα τοῦ πορθμοῦ, ἔνθα [4] αὐτῷ τὸ πλέον τοῦ στρατοῦ ηὐλίζετο. καὶ ἐπειδὴ καὶ τὰ ἐπιτήδεια αὐτόν, ἅτε καὶ τῆς σιτοπομπίας εἰργόμενον, ἐπιλείπειν ἤρχετο, διαγνώμην ἐποιήσατο πότερον κατὰ χώραν μείναντες διακινδυνεύσωσιν [15] [1] ἢ μεταστάντες που χρόνῳ τὸν πόλεμον διενέγκωσιν. εἰπόντων δὲ ἄλλων ἄλλα ἐνίκησεν ἡ Κλεοπάτρα, τά τε ἐπικαιρότατα τῶν χωρίων φρουραῖς παραδοθῆναι καὶ τοὺς λοιποὺς ἐς τὴν Αἴγυπτον μεθ' ἑαυτῶν ἀπᾶραι συμβουλεύσασα. ταύτην γὰρ τὴν γνώμην ἔσχεν, [2] ἐπειδὴ ὑπὸ σημείων ἐταράχθη. χελιδόνες τε γὰρ περί τε τὴν σκηνὴν αὐτῆς καὶ ἐν τῇ νηὶ τῇ στρατηγίδι, ἐφ' ἧς ἐπέπλει, ἐνεόττευσαν, καὶ γάλα αἷμά τε ἐκ κηροῦ ἐρρύη· τάς τε εἰκόνας αὐτῶν, ἃς οἱ Ἀθηναῖοι ἐν τῇ ἀκροπόλει τὸ τῶν θεῶν σχῆμα ἐχούσας ἔστησαν, [3] κεραυνοὶ ἐς τὸ θέατρον κατήραξαν. ἔκ τε οὖν τούτων καὶ ἐκ τῆς τοῦ στρατεύματος καὶ ἀθυμίας ἐπ' αὐτοῖς καὶ ἀρρωστίας ἡ Κλεοπάτρα αὐτή τε ἔδεισε καὶ τὸν Ἀντώνιον ἐξεφόβησεν. οὐ μέντοι καὶ κρύφα, ἢ καὶ φανερῶς ὡς καὶ φεύγοντες, ἐκπλεῦσαι, μὴ καὶ ἐς δέος τοὺς συμμάχους ἐμβάλωσιν, ἠθέλησαν, ἀλλ' ὡς ἐπὶ ναυμαχίαν παρασκευαζόμενοι, ἵνα ἅμα, ἄν τι ἀνθίστηται, βιάσωνται τὸν [4] ἔκπλουν. κἀκ τούτου πρῶτον μὲν τὰ ἄριστα τῶν σκαφῶν, ἐπειδὴ ἐλάττους οἱ ναῦται ἔκ τε τῆς φθορᾶς καὶ ἐκ τῆς αὐτομολίας ἐγεγόνεσαν, ἐπιλεξάμενοι τὰ λοιπὰ κατέπρησαν, ἔπειτα δὲ νύκτωρ πάντα τὰ τιμιώτατα λαθραίως ἐς αὐτὰς ἐσεφόρησαν. ἐπειδή τε ἕτοιμα ἦν, συνεκάλεσεν ὁ Ἀντώνιος τοὺς στρατιώτας καὶ εἶπε τοιάδε.

[16]

[1]    "ὅσα μὲν ὑπ' ἐμοῦ προσῆκον ἦν ἐκπορισθῆναι πρὸς τὸν πόλεμον, πάνθ' ἱκανῶς, ὦ ἄνδρες στρατιῶται, προπαρεσκεύασται. καὶ γὰρ πλῆθος πολὺ ὑμῶν ἐστι, πᾶν ὅ τι περ ἄνθος καὶ παρὰ τῶν ὑπηκόων καὶ παρὰ τῶν συμμάχων ἐξειλεγμένον· καὶ παντὸς εἴδους μάχης, ὅσα γε καὶ παρ' ἡμῖν νομίζεται, ἐπὶ τοσοῦτον χειροτέχναι ἐστὲ ὥστε καὶ καθ' ἑαυτοὺς ἕκαστοι φοβεροὶ τοῖς ἀντιπάλοις εἶναι.

[2] ὁρᾶτε δέ που καὶ αὐτοὶ ὅσον μὲν καὶ οἷον ναυτικὸν ἔχομεν, ὅσους δὲ καὶ οἵους ὁπλίτας ἱππέας σφενδονήτας πελταστὰς τοξότας ἱπποτοξότας· ὧν τὰ μὲν πλείω οὐδ' ὑπάρχει ἀρχὴν τοῖς ἐναντίοις, ὅσα δὲ κέκτηνται, πολὺ ἐλάττονα καὶ ἀσθενέστερα τῶν ἡμετέρων ἐστί.

[3] καὶ μὴν καὶ τὰ χρήματα ἐκείνοις μὲν ὀλίγα καὶ ταῦτα ἐκ συντελείας βιαίου πεπορισμένα οὔτ' ἂν ἐπὶ πολὺ ἐξαρκέσειεν ἄν, καὶ τοὺς συνεσενηνοχότας αὐτὰ οἰκειοτέρους ἡμῖν ἢ τοῖς λαβοῦσι πεποίηκεν εἶναι, ὥστε μήτ' ἄλλως εὐνοϊκῶς σφας αὐτοῖς ἔχειν καὶ προσέτι καὶ ἐκ τοῦ φανεροῦ στασιάζειν· ἡμῖν δὲ ἐκ περιουσίας παρεσκευασμένα οὔτε λελύπηκέ τινα καὶ πάντας ἡμᾶς ὠφελήσει.

[17]

[1] πρὸς δὲ τούτοις τοσούτοις τε καὶ τοιούτοις οὖσιν ὤκνησα μὲν ἄλλως αὐτὸς περὶ ἐμαυτοῦ σεμνόν τι εἰπεῖν· ἐπειδὴ δὲ καὶ τοῦθ' ἓν τῶν πρὸς τὸ τοῦ πολέμου κράτος φερόντων ἐστὶ καὶ μέγιστόν γε παρὰ πᾶσιν ἀνθρώποις εἶναι πεπίστευται, λέγω δὲ τὸ καὶ στρατηγοῦ [2] τινος ἀρίστου τοὺς καλῶς πολεμήσοντας τυχεῖν, ἀναγκαιότατόν μοι τὸν περὶ ἐμαυτοῦ λόγον αὐτὴ ἡ χρεία πεποίηκεν, ἵν' ἔτι μᾶλλον εἰδῆτε τοῦθ', ὅτι αὐτοί τε τοιοῦτοί ἐστε οἷοι καὶ ἄνευ ἄρχοντος ἀγαθοῦ νικᾶν, καὶ ἐγὼ τοιοῦτος οἷος καὶ μετὰ κακῶν στρατιωτῶν [3] κρατεῖν δύνασθαι. τήν τε γὰρ ἡλικίαν ταύτην ἄγω ἐν ᾗ καὶ μάλιστα ἄνθρωποι καὶ τῷ σώματι καὶ τῇ διανοίᾳ ἀκμάζουσι, καὶ μήτε τῇ τῆς νεότητος προπετείᾳ μήτε τῇ τοῦ γήρως ἐκλύσει κακύνονται, ἀλλ' αὐτὸ τὸ μέσον ἑκατέρου ἔχοντες ἔρρωνται τὰ μάλιστα· [4] καὶ προσέτι τοιαύτῃ μὲν φύσει τοιαύτῃ δὲ καὶ παιδείᾳ κέχρημαι ὥστε καὶ γνῶναι πάντα τὰ προσήκοντα καὶ εἰπεῖν ῥᾷστα δύνασθαι. τήν τε ἐμπειρίαν, ἥπερ που καὶ τοὺς ἀνοήτους καὶ τοὺς ἀπαιδεύτους λόγου τινὸς ἀξίους δοκεῖν εἶναι ποιεῖ, διὰ πάντων μὲν [5] τῶν πολιτικῶν πάντων δὲ τῶν στρατιωτικῶν προσείληφα· ἔκ τε γὰρ μειρακίου δεῦρο ἀεὶ ἐν αὐτοῖς ἐξήτασμαι, καὶ πολλὰ μὲν ἤρχθην πολλὰ δὲ ἦρξα, ἀφ' ὧν τοῦτο μὲν ὅσα τε καὶ οἷα χρὴ προστάσσειν, τοῦτο δ' ὅσα καὶ οἷα χρὴ πειθαρχοῦντα πράττειν, μεμάθηκα.

[6] ἐφοβήθην, ἐθάρσησα· ἐξ ὧν τοῦ μὲν τὸ μὴ ῥᾳδίως τι δεδιέναι, τοῦ δὲ τὸ μὴ προχείρως ἀποτολμᾶν εἴθισμαι. εὐτύχησα, ἔπταισα· παρ' ὧν τὸ μήτ' ἀπογιγνώσκειν τι μήθ' ὑπερφρονεῖν ἔχω.

[18]

[1]    λέγω δὲ ταῦτα ἐν εἰδόσι, μάρτυρας ὑμᾶς τοὺς ἀκούοντας αὐτῶν ποιούμενος, οὐχ ἵν' ἄλλως τι περὶ ἐμαυτοῦ κομπάσαιμι (ἱκανὸν γάρ μοι πρὸς εὔκλειαν τὸ συνειδὸς ὑμῶν ὑπάρχει) ἀλλ' ἵνα καὶ ἐκ τούτων καταμάθητε ὅσῳ βέλτιον τῶν ἐναντίων παρεσκευάσμεθα.

[2] ἐλαττούμενοι γὰρ ἡμῶν καὶ τῷ πλήθει τῶν τε στρατιωτῶν ἅμα καὶ τῶν χρημάτων καὶ τῷ πολυειδεῖ τῆς παρασκευῆς, οὐδενὶ τῶν πάντων τοσοῦτον ἐλλείπουσιν ὅσον τῇ τε ἡλικίᾳ καὶ τῇ ἀπειρίᾳ τοῦ στρατηγοῦντος αὐτῶν. περὶ οὗ τὰ μὲν ἄλλα οὐδὲν δέομαι [3] καθ' ἕκαστον ἀκριβῶς εἰπεῖν, κεφαλαιώσας δὲ ἐρῶ τοῦτο ὃ καὶ ὑμεῖς ἐπίστασθε, ὅτι τε ἀρρωστότατος τῷ σώματί ἐστι, καὶ ὅτι οὐδεμίαν πώποτε ἐπιφανῆ μάχην οὔτε ἐν τῇ ἠπείρῳ οὔτε ἐν τῇ θαλάσσῃ αὐτὸς νενίκηκεν. ἀμέλει καὶ ἐν τοῖς Φιλίπποις ἐν τῷ αὐτῷ ἀγῶνι ἐγὼ μὲν ἐκράτησα ἐκεῖνος δὲ ἡττήθη.

[4]    τοσοῦτον μὲν ἀλλήλων διαφέρομεν, τὰ δὲ δὴ πολλὰ τῶν ἄμεινον παρεσκευασμένων καὶ αἱ νῖκαι γίγνονται. εἰ δ' οὖν τινα καὶ ἐκεῖνοι ἰσχὺν ἔχουσιν, ἀλλ' ἔν τε τῷ ὁπλιτικῷ καὶ κατὰ τὴν γῆν εὕροιτ' ἂν αὐτὴν οὖσαν, ταῖς δὲ δὴ ναυσὶν οὐδ' ἀντᾶραι τὸ παράπαν ἡμῖν [5] δυνήσονται. ὁρᾶτε γάρ που καὶ αὐτοὶ καὶ τὸ μέγεθος καὶ τὸ πάχος τῶν ἡμετέρων σκαφῶν, ὥστε εἰ καὶ τὸν ἀριθμὸν ἰσοπαλεῖς αὐταῖς ἐκεῖναι ἦσαν, ἀλλ' ὑπό γε τούτων οὐδὲν ἂν οὔτε ταῖς ἐμβολαῖς οὔτε ταῖς προσβολαῖς ἐκακούργησαν· τὸ μὲν γὰρ ἡ παχύτης τῶν ξύλων, τὸ δὲ αὐτὸ τὸ ὕψος τῶν νεῶν, καὶ εἰ μηδεὶς ἀπ' αὐτῶν [6] ἠμύνετο, πάντως ἂν ἐπέσχε. ποῦ δὴ καὶ τοξοτῶν καὶ σφενδονητῶν τοσούτων ἐπιπλεόντων, καὶ προσέτι καὶ ἀπὸ τῶν πύργων ἄνωθεν αὐτῶν ἐφικνουμένων, δυνήσεταί τίς σφισι προσμῖξαι; εἰ δὲ δὴ καὶ πλησιάσειέ τις, πῶς μὲν ἂν οὐχ ὑπ' αὐτοῦ τοῦ πλήθους τῶν κωπῶν βαπτισθείη, πῶς δ' οὐκ ἂν ὑπὸ πάντων τῶν τε ἀπὸ τῶν καταστρωμάτων καὶ τῶν ἀπὸ τῶν πύργων βαλλόμενος καταποντωθείη; [19] [1] μὴ γάρ, ὅτι περὶ Σικελίαν Ἀγρίππας ἐναυκράτησε, παρὰ τοῦτο καὶ ἀρετὴν αὐτοὺς ναυτικὴν ἔχειν ἡγεῖσθε· οὔτε γὰρ πρὸς τὸν Σέξτον ἀλλὰ πρὸς τοὺς δούλους αὐτοῦ, οὔτε πρὸς ὁμοίαν [2] ἡμῖν ἀντιπαρασκευὴν ἀλλὰ πρὸς πολὺ διάφορον ἠγωνίσαντο. εἴ τέ τις τὴν εὐτυχίαν αὐτῶν ἐκείνην ἐν μεγάλῳ τιθείη, δίκαιός ἐστι καὶ τὴν ἧτταν τὴν αὐτοῦ τοῦ Καίσαρος, ἣν ὑπ' αὐτοῦ ‹τοῦ› Σέξτου ἐνικήθη, ἀντιλογίσασθαι· καὶ οὕτως οὐχ ὅπως ἴσα πρὸς ἴσα, ἀλλὰ καὶ πολὺ πλείω καὶ κρείττω πάντα τὰ ἡμέτερα τῶν ἐκείνοις ὑπαρχόντων [3] εὑρήσει. τὸ δ' ὅλον, πόστην μὲν ἡ Σικελία μερίδα τῆς ἄλλης ἀρχῆς, πόστην δὲ ἡ τοῦ Σέξτου δύναμις τῆς ἡμετέρας παρασκευῆς εἶχεν, ὥστε τινὰ εἰκότως ἂν τὰ τοῦ Καίσαρος, τὰ αὐτὰ ἐκεῖνα ὄντα καὶ μήτε πλείω μήτ' ἀμείνω γεγονότα, καταδεῖσαι μᾶλλον [4] ἐξ ὧν ηὐτύχησεν ἢ θαρσῆσαι ἐξ ὧν ἔπταισεν. ὅθεν που καὶ ἐγὼ ταῦτα λογιζόμενος οὐκ ἠθέλησα τῷ πεζῷ προαποκινδυνεῦσαι, ἐν ᾧ δὴ δοκοῦσι τρόπον τινὰ ἰσχύειν, ἵνα μηδεὶς ὑμῶν πταίσματός τινος ἐν ἐκείνῳ γενομένου ἀθυμήσῃ, ἀλλὰ ταῖς ναυσίν, αἷς κράτιστοί τε ἐσμὲν καὶ παμπληθὲς αὐτῶν περίεσμεν, ἵν' ἐν ταύταις [5] κρατήσαντες καὶ τοῦ πεζοῦ σφων καταφρονήσωμεν. εὖ γὰρ δὴ τοῦτο ἴστε, ὅτι πᾶσα ἡ τοῦ πολέμου ῥοπὴ ἐντεῦθεν ἐκ τοῦ ναυτικοῦ ἀμφοτέροις ἡμῖν ἤρτηται· κἂν τούτῳ περιγενώμεθα, οὐδὲν ἔτι δεινὸν οὐδ' ὑπὸ τῶν ἄλλων πεισόμεθα, ἀλλ' ὥσπερ ἐν νησιδίῳ τινὶ αὐτούς, ἅτε πάντων τῶν πέριξ ἡμετέρων ὄντων, ἀπειληφότες ἀκονιτί, κἂν μηδενὶ ἄλλῳ, τῷ γε λιμῷ χειρωσόμεθα.

[20]

[1]    καὶ μὴν ὅτι οὐχ ὑπὲρ μικρῶν οὐδ' ὑπὲρ φαύλων τινῶν ἀγωνιούμεθα, ἀλλ' ὥστε προθυμηθέντες μὲν τῶν μεγίστων τυχεῖν ἀμελήσαντες δὲ τὰ δεινότατα παθεῖν, οὐδὲ λόγου προσδεῖν ἡγοῦμαι.

[2] τί γὰρ οὐκ ἂν ἡμᾶς, ἄν γε καὶ κρατήσωσιν, ἐργάσαιντο, πάντας μὲν ὡς εἰπεῖν τοὺς μετὰ τοῦ Σέξτου τῶν ἐλλογίμων γενομένους ἀπεκτονότες, πολλοὺς δὲ καὶ τῶν μετὰ τοῦ Λεπίδου συναραμένων [3] σφίσιν ἀπολωλεκότες; καὶ τί λέγω ταῦτα, ὁπότε καὶ αὐτὸν τὸν Λέπιδον, μήτε τι ἀδικήσαντα καὶ προσέτι καὶ συμμαχήσαντα αὐτοῖς, τῆς τε ἡγεμονίας ἁπάσης παραλελύκασι καὶ ὥσπερ τινὰ αἰχμάλωτον ἐν φρουρᾷ ἔχουσι, καὶ τούς τε ἐξελευθέρους πάντας τοὺς ἐν τῇ Ἰταλίᾳ καὶ προσέτι καὶ τοὺς ἄλλους τοὺς τὰ χωρία κεκτημένους ἠργυρολογήκασιν οὕτως ὥστε καὶ ἐς ὅπλα τινὰς αὐτῶν ἐλθεῖν ἀναγκάσαι, [4] κἀκ τούτου συχνοὺς φθεῖραι; ἀλλ' ἔστιν ὅπως φείσονται ἡμῶν οἱ τῶν συμμάχων μὴ πεφεισμένοι; ἀφέξονται τῶν ἡμετέρων οἱ τὰ τῶν συμμάχων μὴ πεφεισμένοι; ἀφέξονται τῶν ἡμετέρων οἱ τὰ τῶν οἰκείων δεδασμολογηκότες; φιλανθρωπεύσονταί τι νικήσαντες οἱ καὶ πρὶν κρατῆσαι τί πεποιηκότες; καὶ ἵνα γε μὴ πάντα τὰ τῶν ἄλλων λέγων διατρίβω, ἀλλ' αὐτὰ τὰ ἐς ἡμᾶς αὐτοῖς τετολμημένα [5] καταλέξω, τίς μὲν οὐκ οἶδεν ὅτι κοινωνὸς ἐγὼ καὶ συνάρχων τοῦ Καίσαρος ἀποδειχθείς, καὶ τήν τε προστασίαν τῶν κοινῶν ἐκ τοῦ ἴσου αὐτῷ λαβὼν καὶ τιμῶν καὶ ἀρχῶν τῶν ὁμοίων τυχών, καὶ τοσοῦτον ἤδη χρόνον ἐν αὐταῖς ὤν, πάντων αὐτῶν, ὅσον ἐπ' ἐκείνῳ ἐστίν, ἀπεστέρημαι, καὶ ἰδιώτης μὲν ἐξ ἡγεμόνος ἄτιμος δὲ [6] ἐξ ὑπάτου γέγονα, οὐχ ὑπὸ τοῦ δήμου οὐδ' ὑπὸ τῆς βουλῆς (πῶς γάρ, ὁπότε καὶ ἔφυγον ἄντικρυς ἐκ τῆς πόλεως καὶ οἱ ὕπατοι καὶ ἄλλοι τινές, ἵνα μηδὲν τοιοῦτο ψηφίσωνται;) ἀλλ' ὑπό τε αὐτοῦ ἐκείνου καὶ ὑπὸ τῶν περὶ αὐτὸν ὄντων, οἵτινες οὐκ αἰσθάνονται [7] μόναρχον αὐτὸν ἐφ' ἑαυτοὺς πρώτους ἀσκοῦντες. ὁ γὰρ τολμήσας τὰς διαθήκας μου ζῶντος, δύναμιν τοσαύτην ἔχοντος, Ἀρμενίους νικῶντος, καὶ ζητῆσαι καὶ βίᾳ τοὺς λαβόντας αὐτὰς ἀφελέσθαι καὶ ἀνοῖξαι καὶ δημοσίᾳ ἀναγνῶναι πῶς ἂν ἢ ὑμῶν ἢ ἄλλου τινὸς [8] φείσαιτο; καὶ ὅ γε τοιοῦτος ἐς ἐμὲ τὸν φίλον τὸν ὁμοτράπεζον τὸν συγγενῆ γεγονὼς πῶς ἂν φιλάνθρωπόν τι πρὸς τοὺς ἄλλους, πρὸς οὓς οὐδὲν αὐτῷ συμβόλαιόν ἐστι, ποιήσειεν;

[21]

[1]    καὶ μὴν εἰ δεῖ τι τοῖς ἐψηφισμένοις ὑπ' αὐτοῦ τεκμαίρεσθαι, ὑμῖν μὲν καὶ φανερῶς ἀπειλεῖ (πολεμίους γοῦν ἄντικρυς τοὺς πλείονας ὑμῶν πεποίηται), ἐμοὶ δ' οὐδὲν αὐτῷ τοιοῦτον ἐπήγγελκε, καίτοι καὶ πολεμῶν μοι καὶ πάντα οὐχ ὅπως τὰ τοῦ κεκρατηκότος [2] ἀλλὰ καὶ τὰ τοῦ πεφονευκότος με ἤδη ποιῶν. ὥσθ' ὁπότε ἐμέ, ὃν μηδέπω καὶ νῦν πολέμιον ἔχειν προσποιεῖται, τοιαῦτα δέδρακεν, ἥκιστα ἂν ὑμῶν ἀπόσχοιτο, οἷς καὶ αὐτὸς ἐκπεπολεμῶσθαι σαφῶς [3] ὁμολογεῖ. τί ποτ' οὖν αὐτῷ βούλεται τὸ τὰ μὲν ὅπλα πᾶσιν ὁμοίως ἡμῖν ἐπιφέρειν, ἐν δὲ δὴ τῷ ψηφίσματι τοῖς μὲν πολεμεῖν τοῖς δὲ μὴ φάσκειν; οὐ μὰ Δί' οὐχ ἵνα διαφορότητά τινα ἐν ἡμῖν ἐργάσηται, οὐδ' ἵνα τοῖς μὲν ἄλλως τοῖς δὲ ἄλλως, ἄν γε καὶ κρατήσῃ, χρήσηται, ἀλλ' ἵν' ἡμᾶς στασιάσας συγκρούσῃ καὶ κατὰ τοῦτ' [4] ἀσθενεστέρους ποιήσῃ. οὐ γὰρ ἀγνοεῖ γε ὅτι ὁμοφρονούντων μὲν ἡμῶν καὶ καθ' ἓν πάντα πραττόντων οὐδαμῇ οὐδαμῶς κρείττων ἂν γένοιτο, διενεχθέντων δέ, καὶ τῶν μὲν ταῦτα τῶν δὲ ἐκεῖνα ἑλομένων, τάχ' ἂν κρατήσειε· καὶ διὰ τοῦτο τοῦτον ἡμῖν τὸν τρόπον προσφέρεται.

[22]

[1] ὥσπερ οὖν καὶ ἐγὼ καὶ οἱ συνόντες μοι Ῥωμαῖοι τόν τε κίνδυνον, καίπερ ἄδειάν τινα τῶν ἐψηφισμένων ἕνεκα ἔχοντες, προορώμεθα καὶ τὴν ἐπιβουλὴν αὐτοῦ συνίεμεν, καὶ οὔτε προϊέμεθα [2] ὑμᾶς οὔτ' αὖ ἰδίᾳ τὸ συμφέρον ἡμῖν αὐτοῖς προσκοποῦμεν, οὕτω που καὶ ὑμᾶς, οὓς οὐδ' αὐτὸς ἀρνεῖται μὴ οὐκ ἐχθροὺς καὶ ἐχθίστους γε ἡγεῖσθαι, χρὴ πάντα ταῦτ' ἐνθυμηθέντας, καὶ κοινοὺς μὲν τοὺς κινδύνους κοινὰς δὲ καὶ τὰς ἐλπίδας ποιησαμένους, καὶ συνάρασθαι τὰ πράγματα παντοίως καὶ συσπουδάσαι προθύμως, θέντας παρ' ἄλληλα καὶ ἃ πεισόμεθα, ὥσπερ εἶπον, ἡττηθέντες, [3] καὶ ὧν τευξόμεθα κρατήσαντες. μέγα μὲν γὰρ καὶ τὸ μηδὲν μήθ' ὑβριστικὸν μήτε πλεονεκτικὸν ἐλαττωθέντας πῃ ἡμᾶς παθεῖν, μέγιστον δὲ τὸ νικήσαντας πάνθ' ὅσα τις ἂν εὔξαιτο πρᾶξαι. αἴσχιστον δὲ τοσούτους καὶ τοιούτους ὄντας, καὶ ὅπλα καὶ χρήματα καὶ ναῦς καὶ ἵππους ἔχοντας, τὰ χείρονα ἀντὶ τῶν ἀμεινόνων ἑλέσθαι, καὶ παρὸν καὶ ἐκείνοις τὴν ἐλευθερίαν παρασχεῖν, συνδουλεῦσαι [4] μᾶλλον αὐτοῖς ἐθελῆσαι. τοσοῦτον γάρ που διαφέρομεν ἀλλήλων ὥσθ' ὁ μὲν καὶ ὑμῶν μοναρχῆσαι ἐπιθυμεῖ, ἐγὼ δὲ καὶ ἐκείνους ἐλευθερῶσαι βούλομαι, καθάπερ που καὶ τοῖς ὅρκοις πεπίστωμαι. ὡς οὖν ὑπὲρ ἀμφοτέρων ὁμοίως ἀγωνιούμενοι, καὶ κοινὰ τὰ ἀγαθὰ πᾶσι κατακτησόμενοι, σπουδάσωμεν, ὦ ἄνδρες στρατιῶται, ἔν τε τῷ παραχρῆμα κρατῆσαι καὶ διὰ παντὸς εὐδαιμονῆσαι."

[23]

[1]    τοιαῦτά τινα ὁ Ἀντώνιος εἰπὼν πάντας μὲν τοὺς πρώτους τῶν συνόντων οἱ ἐς τὰς ναῦς ἐσεβίβασε, μή τι νεωτερίσωσι καθ' ἑαυτοὺς γενόμενοι, ὥσπερ ὅ τε Δέλλιος καὶ ἄλλοι τινὲς αὐτομολήσαντες, παμπληθεῖς δὲ καὶ τοξότας καὶ σφενδονήτας καὶ ὁπλίτας ἀνεβιβάσατο· [2] ἐπειδὴ γὰρ τῷ τε μεγέθει τῶν τοῦ Καίσαρος νεῶν καὶ τῷ πλήθει τῶν ἐπιβατῶν αὐτοῦ ὁ Σέξτος οὐχ ἥκιστα ἥττητο, τά τε σκάφη κατεσκεύασε πολὺ τῶν ἐναντίων ὑπερέχοντα (τριήρεις μὲν γὰρ ὀλίγας, τετρήρεις δὲ καὶ δεκήρεις καὶ τὰ λοιπὰ τὰ διὰ [3] μέσου πάντα ἐξεποίησε) καὶ ἐπ' αὐτὰ πύργους τε ὑψηλοὺς ἐπικατεσκεύασε καὶ πλῆθος ἀνθρώπων ἐπανεβίβασεν, ὥστε καθάπερ ἀπὸ τειχῶν αὐτοὺς μάχεσθαι. Καῖσαρ δὲ καθεώρα μὲν τὴν παρασκευὴν αὐτῶν καὶ εὐτρεπίζετο, μαθὼν δὲ δὴ καὶ τὴν διάνοιάν σφων παρά τε ἄλλων καὶ παρὰ τοῦ Δελλίου συνήγαγε καὶ αὐτὸς τὸ στράτευμα καὶ ἔλεξεν ὧδε·

[24]

[1]    "ὁρῶν, ὦ ἄνδρες στρατιῶται, καὶ ἐξ ὧν ἀκοῇ μεμάθηκα καὶ ἐξ ὧν ἔργῳ πεπείραμαι, τὰ πλεῖστα καὶ μέγιστα τῶν πολεμικῶν, μᾶλλον δὲ πάντων τῶν ἐν ἀνθρώποις πραγμάτων, τοῖς τά τε δικαιότερα καὶ τὰ εὐσεβέστερα καὶ φρονοῦσι καὶ πράττουσι κατορθούμενα, τοῦτό που καὶ αὐτὸς οὐχ ἥκιστα ἐννοῶ καὶ ὑμῖν παραινῶ προσκοπεῖν.

[2] καὶ γὰρ εἰ τὰ μάλιστα καὶ πολλὴν καὶ μεγάλην ἰσχύν, ἀφ' ἧς ἄν τις καὶ τὰ ἧττον δίκαια προελόμενος κρατήσειν ἐλπίσειεν, ἔχομεν, ὅμως πολὺ μᾶλλον ἐπὶ τῇ τοῦ πολέμου ὑποθέσει ἢ ἐπὶ [3] ταύτῃ θαρσῶ. τὸ γάρ τοι Ῥωμαίους τε ὄντας καὶ τῆς πλείστης καὶ ἀρίστης οἰκουμένης ἄρχοντας καταφρονεῖσθαι καὶ καταπατεῖσθαι πρὸς γυναικὸς Αἰγυπτίας ἀνάξιον μὲν τῶν πατέρων ἡμῶν τῶν τὸν Πύρρον τὸν Φίλιππον τὸν Περσέα τὸν Ἀντίοχον καθελόντων, τῶν τοὺς Νουμαντίνους τοὺς Καρχηδονίους ἀναστησάντων, [4] τῶν τοὺς Κίμβρους τοὺς Ἄμβρονας. κατακοψάντων, ἀνάξιον δὲ καὶ ἡμῶν αὐτῶν τῶν τοὺς Γαλάτας κατεστραμμένων, τῶν τοὺς Παννονίους κεχειρωμένων, τῶν μέχρι τοῦ Ἴστρου προκεχωρηκότων, τὸν Ῥῆνον διαβεβηκότων, ἐς Βρεττανίαν πεπεραιωμένων.

[5] πῶς μὲν γὰρ οὐ μέγα ἂν ἀλγήσειαν πάντες ἐκεῖνοι οἱ τὰ προειρημένα κατειργασμένοι, εἰ αἴσθοιντο ἡμᾶς ὀλέθρῳ γυναικὶ ὑποπεπτωκότας; πῶς δ' οὐκ ἂν ἡμεῖς μεγάλως ἀσχημονήσαιμεν, εἰ πάντων ἀρετῇ πανταχοῦ περιόντες ἔπειτα τὰς τούτων ὕβρεις πρᾴως [6] φέροιμεν, οἵτινες, ὦ Ἡράκλεις, Ἀλεξανδρεῖς τε καὶ Αἰγύπτιοι ὄντες (τί γὰρ ἂν ἄλλο τις αὐτοὺς χεῖρον ἢ ἀληθέστερον εἰπεῖν ἔχοι;) καὶ τὰ μὲν ἑρπετὰ καὶ τἆλλα θηρία ὥσπερ τινὰς θεοὺς θεραπεύοντες, τὰ δὲ σώματα τὰ σφέτερα ἐς δόξαν ἀθανασίας ταριχεύοντες, [7] καὶ θρασύνασθαι μὲν προπετέστατοι ἀνδρίσασθαι δὲ ἀσθενέστατοι ὄντες, καὶ τὸ μέγιστον γυναικὶ ἀντ' ἀνδρὸς δουλεύοντες, ἐτόλμησαν τῶν τε ἡμετέρων ἀγαθῶν ἀντιποιήσασθαι καὶ δι' ἡμῶν αὐτὰ κατακτήσασθαι, ὥστε σφίσιν ἑκουσίους ἡμᾶς τῆς ὑπαρχούσης [25] [1] ἡμῖν εὐδαιμονίας παραχωρῆσαι; τίς μὲν γὰρ οὐκ ἂν ὀδύραιτο ὁρῶν στρατιώτας Ῥωμαίους δορυφοροῦντας τὴν βασιλίδα αὐτῶν; τίς δ' οὐκ ἂν στενάξειεν ἀκούων ἱππέας καὶ βουλευτὰς [2] Ῥωμαίων κολακεύοντας αὐτὴν ὥσπερ εὐνούχους; τίς δ' οὐκ ἂν θρηνήσειε καὶ ἀκούων καὶ ὁρῶν αὐτὸν τὸν Ἀντώνιον τὸν δὶς ὕπατον, τὸν πολλάκις αὐτοκράτορα, τὸν τὴν προστασίαν μετ' ἐμοῦ τῶν κοινῶν ἐπιτραπέντα, τὸν τοσαύτας μὲν πόλεις τοσαῦτα δὲ στρατόπεδα [3] ἐγχειρισθέντα, νῦν πάντα μὲν τὰ πάτρια τοῦ βίου ἤθη ἐκλελοιπότα, πάντα δὲ τἀλλότρια καὶ βαρβαρικὰ ἐζηλωκότα, καὶ ἡμῶν μὲν ἢ τῶν νόμων ἢ τῶν θεῶν τῶν προγονικῶν μηδὲν προτιμῶντα, τὴν δ' ἄνθρωπον ἐκείνην καθάπερ τινὰ Ἶσιν ἢ Σελήνην προσκυνοῦντα, [4] καὶ τούς τε παῖδας αὐτῆς Ἥλιον καὶ Σελήνην ὀνομάζοντα, καὶ τὸ τελευταῖον καὶ ἑαυτὸν Ὄσιριν καὶ Διόνυσον ἐπικεκληκότα, κἀκ τούτων, καθάπερ πάσης μὲν τῆς γῆς πάσης δὲ τῆς θαλάσσης κυριεύοντα, [5] καὶ νήσους ὅλας καὶ τῶν ἠπείρων τινὰ κεχαρισμένον; ἄπιστα μὲν εὖ οἶδ' ὅτι καὶ θαυμαστὰ ταῦθ' ὑμῖν, ὦ ἄνδρες στρατιῶται, φαίνεται· διὰ τοῦτο δὲ δὴ μᾶλλον ἀγανακτεῖν ὀφείλετε. εἰ γὰρ ἃ μηδ' ἀκούσαντες πιστεύετε, ταῦτ' ὄντως γίγνεται, καὶ ἐφ' οἷς οὐκ ἔστιν ὅστις οὐκ ἂν ἀλγήσειε μαθών, ταῦτ' ἐκεῖνος ποιεῖ τρυφῶν, πῶς οὐκ ἂν εἰκότως ὑπεροργισθείητε;

[26]

[1]    καίτοι ἔγωγε καὶ τὸ κατ' ἀρχὰς οὕτω περὶ αὐτὸν ἐσπούδασα ὥστ' αὐτῷ καὶ τῆς ἡμετέρας ἡγεμονίας μεταδοῦναι καὶ τὴν ἐμαυτοῦ ἀδελφὴν συνοικίσαι καὶ στρατεύματα χαρίσασθαι· καὶ μετὰ [2] τοῦθ' οὕτως ἐπιεικῶς, οὕτω φιλικῶς πρὸς αὐτὸν ἔσχον ὥστε μήθ' ὅτι τὴν ἀδελφήν μου ὕβρισε, μήθ' ὅτι τῶν γεννηθέντων οἱ ἐξ αὐτῆς τέκνων ἠμέλησε, μήθ' ὅτι τὴν Αἰγυπτίαν αὐτῆς προετίμησε, μήθ' ὅτι τοῖς ἐκείνης παισὶ πάνθ' ὡς εἰπεῖν τὰ ὑμέτερα ἐδωρήσατο, [3] μήτε δι' ἄλλο μηδὲν ἐθελῆσαι αὐτῷ πολεμῆσαι. αἴτιον δὲ ὅτι πρῶτον μὲν ἐνόμιζον οὐ τὸν αὐτὸν δεῖν τρόπον πρός τε τὴν Κλεοπάτραν καὶ πρὸς τὸν Ἀντώνιον προσφέρεσθαι· ἐκείνην μὲν γὰρ καὶ ὑπὸ τοῦ ἀλλοφύλου πολεμίαν εὐθὺς οἷς ἔπραττεν εἶναι, τοῦτον δέ, [4] ἅτε καὶ πολίτην, ἐνδέχεσθαι σωφρονισθῆναι. ἔπειτα δὲ ἤλπιζον ὅτι εἰ καὶ μὴ ἐθελούσιος, ἀλλ' ἄκων γε ἐκ τῶν ἐπ' ἐκείνῃ ψηφισθέντων μεταγνώσεται. διὰ μὲν δὴ ταῦτα οὐδένα αὐτῷ πόλεμον ἐπήγγειλα· ἐπειδὴ δὲ ὑπεριδὼν αὐτὰ καὶ καταφρονήσας οὔτ' ἀφιέντων αὐτῶν ἡμῶν ἀφεθῆναι οὔτ' ἐλεούντων ἐλεηθῆναι βούλεται, ἀλλ' [5] εἴτε ὡς ἀλόγιστος εἴθ' ὡς μαινόμενος (καὶ γὰρ τοῦτ' ἐγὼ ἀκηκοὼς πεπίστευκα, ὅτι ὑπ' ἐκείνης τῆς καταράτου μεμάγευται) τῆς μὲν ἡμετέρας εὐεργεσίας καὶ τῆς παρ' ἡμῶν φιλανθρωπίας οὐδὲν προτιμᾷ, τῇ δὲ γυναικὶ δουλεύων τόν τε πόλεμον καὶ τοὺς κινδύνους τοὺς ὑπὲρ αὐτῆς αὐθαιρέτους καὶ καθ' ἡμῶν καὶ κατὰ τῆς πατρίδος ἀναιρεῖται, τί λοιπὸν ἄλλο πλὴν ἀμύνασθαι καὶ τοῦτον μετὰ [27] [1] τῆς Κλεοπάτρας ἡμῖν προσήκει; μήτ' οὖν Ῥωμαῖον εἶναί τις αὐτὸν νομιζέτω, ἀλλά τινα Αἰγύπτιον, μήτ' Ἀντώνιον ὀνομαζέτω, ἀλλά τινα Σαραπίωνα· μὴ ὕπατον, μὴ αὐτοκράτορα γεγονέναι ποτὲ [2] ἡγείσθω, ἀλλὰ γυμνασίαρχον. ταῦτα γὰρ ἀντ' ἐκείνων αὐτὸς ἐθελοντὴς ἀνθείλετο, καὶ πάντα τὰ πάτρια σεμνολογήματα ἀπορρίψας εἷς τῶν ἀπὸ Κανώβου κυμβαλιστῶν γέγονε. μὴ μέντοι μηδὲ δείσῃ [3] τις αὐτὸν ὡς καὶ ῥοπὴν τῷ πολέμῳ παρέξοντα. ἦν μὲν γὰρ οὐδὲ ἐν τῷ πρὶν ἄξιός τινος, ὥς που σαφῶς ἴστε οἱ περὶ Μούτιναν αὐτοῦ κεκρατηκότες· εἰ δ' οὖν ποτε καὶ ἐκ τῆς σὺν ἡμῖν στρατείας ἀρετήν τινα ἔσχεν, ἀλλ' εὖ ἴσθ' ὅτι νῦν πᾶσαν αὐτὴν ἐν τῇ τοῦ [4] βίου μεταβολῇ διέφθαρκεν. ἀδύνατον γάρ ἐστι βασιλικῶς τέ τινα τρυφῶντα καὶ γυναικείως θρυπτόμενον ἀνδρῶδές τι φρονῆσαι καὶ πρᾶξαι, διὰ τὸ πᾶσαν ἀνάγκην εἶναι, οἵοις ἄν τις ἐπιτηδεύμασι [5] συνῇ, τούτοις αὐτὸν ἐξομοιοῦσθαι. τεκμήριον δέ, ἕνα πόλεμον ἐν παντὶ τούτῳ τῷ χρόνῳ πεπολεμηκὼς καὶ μίαν στρατείαν πεποιημένος παμπόλλους μὲν ἐν ταῖς μάχαις πολίτας ἀπολώλεκεν, αἴσχιστα δὲ ἀπὸ τῶν Πραάσπων ἀποκεχώρηκε, πλείστους δὲ καὶ ἐν τῇ φυγῇ [6] προσαποβέβληκεν. ὥστ' εἰ μὲν γελοίως πως ὀρχεῖσθαι καὶ κορδακίζειν τινὰ ἡμῶν ἐχρῆν, πάντως ἂν ἔλαττον αὐτοῦ ἠνέγκατο (ταῦτα γὰρ μεμελέτηκεν)· ἐπειδὴ δὲ ὅπλων καὶ μάχης δεῖ, τί τις ἂν αὐτοῦ φοβηθείη; τὴν ἀκμὴν τοῦ σώματος; ἀλλὰ παρήβηκε καὶ ἐκτεθήλυνται. τὴν ῥώμην τῆς γνώμης; ἀλλὰ γυναικίζει καὶ ἐκκεκιναίδισται.

[7] τὴν εὐσέβειαν τὴν πρὸς τοὺς θεοὺς ἡμῶν; ἀλλὰ πολεμεῖ καὶ ἐκείνοις καὶ τῇ πατρίδι. τὴν πιστότητα τὴν πρὸς τοὺς συμμάχους; καὶ τίς οὐκ οἶδεν ὅπως τὸν Ἀρμένιον ἐξαπατήσας ἔδησε; τὴν [δὲ] ἐπιείκειαν τὴν πρὸς τοὺς φίλους; καὶ τίς οὐχ ἑόρακε τοὺς ὑπ' αὐτοῦ κακῶς ἀπολωλότας; τὴν εὐδοξίαν τὴν παρὰ τοῖς στρατιώταις; [8] καὶ τίς οὐχὶ καὶ ἐκείνων αὐτοῦ κατέγνωκε; σημεῖον δὲ ὅτι συχνοὶ καθ' ἑκάστην ἡμέραν πρὸς ἡμᾶς μεθίστανται. νομίζω δὲ ἔγωγε ὅτι καὶ πάντες οἱ πολῖται ἡμῶν τοῦτο ποιήσουσιν, ὥσπερ ποτὲ καὶ [9] πρότερον, ὅτε ἐκ τοῦ Βρεντεσίου πρὸς τὴν Γαλατίαν ᾔει. μέχρι μὲν γὰρ πλουτήσειν ἀκινδύνως ἤλπιζον, καὶ μάλα ἄσμενοί τινες αὐτῷ συνῆσαν· μάχεσθαι δὲ δὴ πρὸς ἡμᾶς τοὺς ὁμοφύλους ὑπὲρ τῶν μηδέν σφισι προσηκόντων, ἄλλως τε καὶ ἐξὸν αὐτοῖς ἀδεῶς σὺν ἡμῖν καὶ σώζεσθαι καὶ εὐδαιμονεῖν, οὐκ ἐθελήσουσιν.

[28]

[1]    ἀλλ' ἐρεῖ τις ὅτι καὶ συμμάχους πολλοὺς καὶ χρήματα πολλὰ ἔχει. οὐκοῦν ὅπως μὲν τοὺς τὴν Ἀσίαν τὴν ἤπειρον οἰκοῦντας νικᾶν εἰώθαμεν, οἶδε μὲν ὁ Σκιπίων ἐκεῖνος ὁ Ἀσιατικός, οἶδε δὲ καὶ ὁ Σύλλας ὁ εὐτυχής, ὁ Λούκουλλος, ὁ Πομπήιος, ὁ Καῖσαρ ὁ πατὴρ ὁ ἐμός, ὑμεῖς αὐτοὶ οἱ τοὺς μετά τε τοῦ Βρούτου καὶ τοῦ [2] Κασσίου στρατευσαμένους κεκρατηκότες. τούτου δὲ δὴ οὕτως ἔχοντος, καὶ τὸν πλοῦτόν σφων ὅσῳ πλείονα ἑτέρων νομίζετε εἶναι, τοσούτῳ μᾶλλον σπουδάσατε σφετερίσασθαι· ὑπὲρ γὰρ τῶν μεγίστων [3] ἄθλων μεγίστους καὶ τοὺς ἀγῶνας ἄξιόν ἐστι ποιεῖσθαι. καίτοι μεῖζον οὐδὲν ‹ἂν› ἄλλο φήσαιμι ὑμῖν προκεῖσθαι τοῦ τὸ ἀξίωμα τὸ τῶν προγόνων διασῶσαι, τοῦ τὸ φρόνημα τὸ οἰκεῖον φυλάξαι, τοῦ τοὺς ἀφεστηκότας ἀφ' ἡμῶν τιμωρήσασθαι, τοῦ τοὺς ὑβρίζοντας ὑμᾶς ἀμύνασθαι, τοῦ πάντων ἀνθρώπων νικήσαντας ἄρχειν, [4] τοῦ μηδεμίαν γυναῖκα περιορᾶν μηδενὶ ἀνδρὶ παρισουμένην. ἢ πρὸς μὲν Ταυρίσκους καὶ Ἰάπυδας καὶ Δελμάτας καὶ Παννονίους προθυμότατα αὐτοὶ ὑμεῖς οἱ νῦν παρόντες ὑπὲρ ὀλίγων τινῶν τειχῶν καὶ γῆς ἐρήμου πολλάκις ἐμαχέσασθε, καὶ πάντας αὐτοὺς καίτοι πολεμικωτάτους ὁμολογουμένως ὄντας ἐχειρώσασθε, καὶ νὴ Δία καὶ πρὸς Σέξτον ὑπὲρ Σικελίας μόνης καὶ πρὸς αὐτὸν τοῦτον τὸν Ἀντώνιον ὑπὲρ Μουτίνης μόνης ὁμοίως ἠγωνίσασθε, ὥστ' ἀμφοτέρων [5] αὐτῶν κρατῆσαι· πρὸς δὲ δὴ γυναῖκα πᾶσι τοῖς ὑμετέροις ἐπιβουλεύουσαν, καὶ πρὸς τὸν ἄνδρα αὐτῆς τὸν τὰ ὑμέτερα τοῖς ἐκείνης παισὶ διαδεδωκότα, καὶ πρὸς τοὺς καλοὺς αὐτῶν ἑταίρους καὶ τραπεζεῖς, οὓς καὶ αὐτοὶ ἐκεῖνοι κοπρείας ἀποκαλοῦσιν, ἧττόν τι [6] προθυμηθήσεσθε; διὰ τί; διὰ τὸ πλῆθος αὐτῶν; ἀλλ' οὐδὲν πλῆθος σωμάτων ἀρετῆς κρατεῖ. διὰ τὸ γένος; ἀλλ' ἀχθοφορεῖν μᾶλλον ἢ πολεμεῖν μεμελετήκασι. διὰ τὴν ἐμπειρίαν; ἀλλ' ἐρέττειν μᾶλλον ἢ ναυμαχεῖν ἴσασιν. ἐγὼ μὲν καὶ αἰσχύνομαι ὅτι πρὸς τοιούτους ἀνθρώπους ἀγωνίζεσθαι μέλλομεν, ὧν καὶ κρατήσαντες οὐκ εὐδοκιμήσομεν [29] [1] καὶ ἡττηθέντες ἀσχημονήσομεν. μὴ γάρ που τὸ μέγεθος τῶν σκαφῶν αὐτῶν ἢ τὸ πάχος τῶν ξύλων ἀντίπαλον ταῖς ἀρεταῖς ἡμῶν εἶναι νομίζετε. ποία μὲν γὰρ ναῦς αὐτὴ καθ' ἑαυτὴν ἢ ἔτρωσέ τινα ἢ ἀπέκτεινε; πῶς δ' οὐ καὶ ὑπ' αὐτοῦ τοῦ τε ὕψους καὶ τοῦ πάχους καὶ δυσκινητότεραι ἔσονται τοῖς ἐλαύνουσιν αὐτὰς [2] καὶ ἀπειθέστεραι τοῖς κυβερνῶσι; τί δ' ἂν ὄφελος τοῖς ἀπ' αὐτῶν μαχομένοις γένοιτο μήτε διεκπλεῖν μήτε περιπλεῖν, ἅπερ που ναυμαχίας ἔργα ἐστί, δυναμένοις; οὐ γάρ που πεζομαχεῖν ἡμῖν ἐν τῇ θαλάττῃ μέλλουσιν, οὐδ' αὖ ὥσπερ ἐν τείχεσί τισι κατακεκλειμένοι [3] πολιορκηθῆναι παρεσκευάδαται, ἐπεὶ τοῦτό γε καὶ πάνυ πρὸς ἡμῶν ἂν εἴη, λέγω δὲ τὸ πρὸς ξύλινα παραφράγματα προσμῖξαι. ἄν τε γὰρ ἐν τῷ αὐτῷ καθάπερ ἐμπεπηγυῖαι αἱ νῆες αὐτῶν μένωσιν, ἐξέσται μὲν ἡμῖν τοῖς ἐμβόλοις αὐτὰς ἀναρρηγνύναι, ἐξέσται δὲ καὶ μηχαναῖς πόρρωθεν τιτρώσκειν, ἐξέσται δὲ καὶ πυρφόροις βέλεσι [4] καταπιμπράναι· ἄν τε καὶ κινηθῆναί πῃ τολμήσωσιν, οὔτ' ἂν διώκουσαί τινα καταλάβοιεν οὔτ' ἂν τραπεῖσαι ἐκφύγοιεν, ἀργόταται μὲν ὑπὸ τῆς βαρύτητος ἐς τὸ δρᾶσαί τι, ἑτοιμόταται δὲ ὑπὸ τοῦ [30] [1] μεγέθους ἐς τὸ παθεῖν οὖσαι. καὶ τί δεῖ πλείω λέγοντα περὶ αὐτῶν διατρίβειν, ὁπότε πολλάκις ἤδη πειραθέντες σφῶν, καὶ περὶ Λευκάδα καὶ ἐνταῦθα πρῴην, οὐχ ὅσον οὐκ ἠλαττώθημεν αὐτῶν, ἀλλὰ καὶ πανταχοῦ κρείττους ἐγενόμεθα; ὥστε μὴ τοῖς ἐμοῖς λόγοις μᾶλλον ἢ τοῖς ὑμετέροις αὐτῶν ἔργοις ἐπιρρωσθέντες ἐπιθυμήσατε [2] παντὶ ἤδη τῷ πολέμῳ τέλος ἐπιθεῖναι. εὖ γὰρ ἴστε τοῦθ', ὅτι ἂν καὶ τήμερον αὐτοὺς νικήσωμεν, οὐδὲν ἔτι πρᾶγμα ἕξομεν. ἄλλως τε γὰρ φύσει πᾶν τὸ ἀνθρώπειον, ὅταν ἐν τοῖς πρώτοις ἀγῶσι σφαλῇ, καὶ πρὸς τὰ λοιπὰ ἀθυμότερον γίγνεται· καὶ ἡμεῖς ἀναμφιλόγως ἐν τῇ γῇ ἀμείνους αὐτῶν ἐσμεν, ὥστε κἂν ἀκεραίων σφῶν [3] ὄντων κρατῆσαι. καὶ ταῦθ' οὕτω καὶ αὐτοὶ ἐκεῖνοι ἴσασιν ὥστε (οὐ γὰρ ἀποκρύψομαι ὑμᾶς ὅσα ἀκήκοα) ἀθυμεῖν τε ἐπὶ τοῖς ἤδη γεγονόσι καὶ ἀπογιγνώσκειν κατὰ χώραν μένοντας σωθήσεσθαι, καὶ διὰ ταῦτα διαδρᾶναί τέ πῃ ἐπιχειρεῖν, καὶ τὸν ἔκπλουν τοῦτον οὐχ [4] ὡς ἐπὶ ναυμαχίαν ἀλλ' ὡς ἐς φυγὴν ποιεῖσθαι. καὶ τά γε ἄριστα καὶ τιμιώτατα τῶν ὑπαρχόντων αὐτοῖς κτημάτων ἐς τὰς ναῦς ἐντέθεινται, ἵνα, ἂν δυνηθῶσι, μετ' αὐτῶν διαφύγωσιν. ὡς οὖν καὶ ὁμολογοῦντας αὐτοὺς ἀσθενεστέρους ἡμῶν εἶναι, καὶ τὰ ἆθλα τῆς νίκης ἐν ταῖς ναυσὶ φέροντας, μὴ περιίδωμεν ἄλλοσέ ποι πλεύσαντας, ἀλλὰ αὐτοῦ ταύτῃ κρατήσαντες πάντα αὐτὰ ἀφελώμεθα."

[31]

[1]    τοιαῦτα δὲ καὶ ὁ Καῖσαρ εἶπε. καὶ μετὰ τοῦτο ἐβουλεύσατο μὲν παρεξεῖναι αὐτούς, ὅπως φεύγουσί σφισι κατὰ νώτου ἐπίθηται (αὐτός τε γὰρ ταχυναυτῶν διὰ βραχέος σφᾶς αἱρήσειν ἤλπισε, καὶ ἐκείνων ἐκδήλων ὅτι ἐκδρᾶναί πῃ ἐπιχειροῦσι γενομένων ἀμαχεὶ τοὺς [2] λοιποὺς ἐκ τούτου προσάξεσθαι προσεδόκησεν), κωλυθεὶς δὲ ὑπὸ τοῦ Ἀγρίππου φοβηθέντος μὴ ὑστερήσωσιν αὐτῶν ἱστίοις χρήσεσθαι μελλόντων, καί τι καὶ θαρσήσας ὡς οὐ χαλεπῶς κρατήσων ὅτι ὑετός τε ἐν τούτῳ λάβρος καὶ ζάλη πολλὴ ἔς τε τὸ τοῦ Ἀντωνίου [3] ναυτικὸν μόνον ἐσέπεσε καὶ πᾶν αὐτὸ συνετάραξε, τούτου μὲν ἐπέσχε, παμπόλλους δὲ καὶ αὐτὸς πεζοὺς ἐπὶ τὰς ναῦς ἐπιβιβάσας, καὶ πάντας τοὺς ἑταίρους ἐς ὑπηρετικὰ ἐμβαλών, ὅπως ἐν τάχει περιπλέοντες τοῖς τε ναυμαχοῦσι τὰ δέοντα παραινέσωσι καὶ ἑαυτῷ [4] τὰ προσήκοντα διαγγέλλωσι, τὸν ἔκπλουν σφῶν ἐπετήρει. καὶ αὐτῶν ἀναχθέντων τε ὑπὸ σάλπιγγος, καὶ πυκναῖς ταῖς ναυσὶν ὀλίγον ἔξω τῶν στενῶν παραταξαμένων καὶ μηδαμῇ προϊόντων, ὥρμησε μὲν ὡς καὶ ἑστῶσί σφισι προσμίξων ἢ καὶ ἀναχωρῆσαί σφας ποιήσων· ἐπεὶ δ' οὔτ' ἀντεξώρμησαν οὔτ' ἀνέστρεψαν, ἀλλὰ κατὰ χώραν [5] ἔμενον καὶ προσέτι καὶ ἰσχυρῶς τῇ συντάξει ἐπεπύκνωντο, ἐν ἀπόρῳ τε ἔσχετο, καὶ τὰς κώπας ἐς τὸ ὕδωρ τοῖς ναύταις καθεῖναι κελεύσας ἀνέσχε χρόνον τινά, καὶ μετὰ τοῦτο τὰ κέρατα ἐξαίφνης ἀμφότερα ἀπὸ σημείου ἐπεξαγαγὼν ἐπέκαμψεν, ἐλπίσας μάλιστα μὲν περιστοιχιεῖσθαί σφας, εἰ δὲ μή, τὴν γοῦν τάξιν αὐτῶν διαλύσειν.

[6] ὁ οὖν Ἀντώνιος φοβηθεὶς τήν τε ἐπίκαμψιν αὐτοῦ καὶ τὴν περίσχεσιν ἀντεπεξηγάγετο ὅσον ἐδύνατο, καὶ ἐς χεῖράς οἱ καὶ ἄκων [32] [1] ἦλθε. καὶ οὕτω συμπεσόντες ἐναυμάχησαν, πολλὰ μὲν παρακελεύσματα ἐν ἑαυτοῖς ἑκάτεροι καὶ τῆς τέχνης καὶ τῆς προθυμίας ποιούμενοι, πολλὰ δὲ καὶ κελεύματα παρὰ τῶν ἐκ τῆς ἠπείρου [2] σφίσιν ἐπιβοώντων ἐσακούοντες. ἠγωνίζοντο δὲ οὐχ ὁμοιοτρόπως, ἀλλ' οἱ μὲν τοῦ Καίσαρος, ἅτε καὶ μικροτέρας καὶ ταχυτέρας τὰς ναῦς ἔχοντες, ῥοθίῳ τε ἐχρῶντο καὶ ἐνέβαλλον πεφραγμένοι πάντῃ τοῦ μὴ τιτρώσκεσθαι· καὶ εἰ μὲν κατέδυσάν τινα, εἰ δὲ μή, ἀνεκρούοντο [3] πρὶν ἐς χεῖρας ἐλθεῖν, καὶ ἤτοι τοῖς αὐτοῖς αὖθις ἐξαίφνης ἐνέβαλλον, ἢ τοὺς μὲν εἴων ἐπ' ἄλλους δὲ ἐτρέποντο, καί τι καὶ τούτους ὡς διὰ βραχέος ἐργασάμενοι πρὸς ἄλλους καὶ πάλιν μάλα ἄλλους ἐχώρουν, ὅπως ὡς μάλιστα ἀπροσδοκήτοις τισὶ προσφέρωνται.

[4] οἷα γὰρ φοβούμενοι μὲν τὴν ἐκ πολλοῦ αὐτῶν ἀλκὴν φοβούμενοι δὲ καὶ τὴν ἐν χερσὶ μάχην, οὔτε ἐν τῷ πρόσπλῳ οὔτε ἐν τῇ συμμίξει ἐνεχρόνιζον, ἀλλ' ὑποδραμόντες αἰφνίδιον ὥστε τὴν τοξείαν σφῶν φθῆναι, καὶ τρώσαντές τινα ἢ καὶ συνταράξαντες [5] μόνον ὥστε τὴν κάθεξιν ἐκφυγεῖν, ἀνεχώρουν ἔξω βέλους. οἱ δ' ἕτεροι τούς τε προσπλέοντάς σφισι πολλοῖς καὶ πυκνοῖς καὶ λίθοις καὶ τοξεύμασιν ἔβαλλον, καὶ ἐς τοὺς προσμιγνύντας χεῖρας σιδηρᾶς [6] ἐπερρίπτουν. καὶ εἰ μὲν ἐπιτύχοιεν αὐτῶν, κρείττους ἐγίγνοντο, εἰ δ' ἁμάρτοιεν, τρωθέντων ἄν σφισι τῶν σκαφῶν ἐβαπτίζοντο, ἢ καὶ περὶ τὸ μὴ παθεῖν τοῦτο ἀποδιατρίβοντες εὐεπιθετώτεροι ἄλλοις τισὶν ἐγίγνοντο· δύο τε γὰρ ἢ καὶ τρεῖς ἅμα τῇ αὐτῇ νηὶ προσπίπτουσαι [7] αἱ μὲν ἔδρων ὅσα ἐδύναντο, αἱ δὲ ἔπασχον. ἐπονοῦντο δὲ καὶ ἔκαμνον τοῖς μὲν οἵ τε κυβερνῆται καὶ οἱ ἐρέται μάλιστα, τοῖς δὲ οἱ ἐπιβάται· καὶ ἐῴκεσαν οἱ μὲν ἱππεῦσι τοτὲ μὲν ἐπελαύνουσι τοτὲ δὲ ἐξαναχωροῦσι διὰ τὸ τούς τε ἐπίπλους καὶ τὰς ἀνακρούσεις ἐπ' αὐτοῖς εἶναι, οἱ δὲ ὁπλίταις τούς τε πλησιάζοντάς σφισι φυλασσομένοις καὶ κατέχειν αὐτοὺς ὅτι μάλιστα πειρωμένοις.

[8] κἀκ τούτου ἐπλεονέκτουν τε ἀλλήλων, οἱ μὲν ἔς τε τοὺς ταρσοὺς τῶν νεῶν ὑποπίπτοντες καὶ τὰς κώπας συναράσσοντες, οἱ δὲ ἄνωθεν αὐτοὺς καὶ πέτραις καὶ μηχανήμασι βαπτίζοντες· καὶ ἠλαττοῦντο αὖ οἱ μὲν ὅτι τοὺς [μὲν] προσιόντας σφίσιν οὐδὲν κακουργεῖν ἐδύναντο, οἱ δὲ ὅτι, εἰ μὴ καὶ κατέδυσάν τινας ἐμβαλόντες, οὐκέτ' ἐξ ἴσου σφίσιν ἐν τῇ συνέρξει ἠγωνίζοντο.

[33]

[1]    ἀγχωμάλου οὖν ἐπὶ πολὺ τῆς ναυμαχίας οὔσης καὶ μηδετέρων ὑπερέχειν πῃ δυναμένων τέλος τοιόνδε τι ἐγένετο. ἡ Κλεοπάτρα κατόπιν τῶν μαχομένων ἀποσαλεύουσα οὐκ ἤνεγκε τὴν πολλὴν καὶ [2] ἄκριτον τοῦ ἀδήλου μέλλησιν, ἀλλ' ἀποκναισθεῖσα, ἀπό τε τοῦ γυναικείου καὶ ἀπὸ τοῦ Αἰγυπτίου, τῇ τε ἐπὶ πολὺ μετεώρῳ ἀγωνίᾳ καὶ τῇ ἀεὶ ἐφ' ἑκάτερα περιδεεῖ προσδοκίᾳ αὐτή τε ἐς φυγὴν ἐξαπιναίως ὥρμησε καὶ τοῖς ἄλλοις τοῖς ὑπηκόοις σημεῖον ἦρε.

[3] καὶ οὕτω τά τε ἱστία αὐτῶν εὐθὺς ἀραμένων καὶ ἐς τὸ πέλαγος ἀφέντων, ἀνέμου τινὸς κατὰ τύχην φοροῦ συμβάντος, νομίσας ὁ Ἀντώνιος οὐχ ὑπὸ τῆς Κλεοπάτρας αὐτοὺς ἐκ παραγγέλσεως ἀλλ' [4] ὑπὸ δέους ὡς καὶ νενικημένους φεύγειν ἐφέσπετό σφισι. γενομένου δὲ τούτου καὶ οἱ λοιποὶ στρατιῶται καὶ ἠθύμησαν καὶ ἐταράχθησαν, καὶ προσαποδρᾶναι καὶ αὐτοὶ τρόπον τινὰ ἐθελήσαντες οἱ μὲν τὰ ἱστία ἤγειρον, οἱ δὲ τούς τε πύργους καὶ τὰ ἔπιπλα ἐς [5] τὴν θάλασσαν ἐρρίπτουν, ὅπως κουφίσαντες διαφύγωσι. καὶ αὐτοῖς περὶ ταῦτα ἔχουσιν οἱ ἐναντίοι προσπεσόντες (τοὺς γὰρ φεύγοντας, ἅτε καὶ ἄνευ ἱστίων ὄντες καὶ πρὸς τὴν ναυμαχίαν μόνην παρεσκευασμένοι, οὐκ ἐπεδίωξαν) πολλοὶ [τε] ἑκάστῃ νηὶ καὶ ἕκαθεν καὶ ἐν χρῷ ἐμαχέσαντο, ὥστε καὶ ποικιλώτατον καὶ ὀξύτατον ἀπ' ἀμφο[6]τέρων ὁμοίως τὸν ἀγῶνα γενέσθαι. οἱ μὲν γὰρ τά τε κάτω τῶν νεῶν πάντα πέριξ ἐκακούργουν καὶ τὰς κώπας συνέθραυον τά τε πηδάλια ἀπήραττον, καὶ ἐπαναβαίνοντες ἐπὶ τὰ καταστρώματα τοὺς μὲν κατέσπων ἀντιλαμβανόμενοι τοὺς δὲ ἐώθουν, τοῖς δὲ [7] ἐμάχοντο ἅτε καὶ ἰσοπληθεῖς αὐτοῖς ἤδη ὄντες· οἱ δὲ τοῖς τε κοντοῖς σφᾶς διεωθοῦντο καὶ ταῖς ἀξίναις ἔκοπτον, πέτρους τε καὶ ἄλλους τινὰς ὄγκους ἐπ' αὐτὸ τοῦτο παρεσκευασμένους ἐπικατέβαλλον, καὶ τούς τε ἀναβαίνοντας ἀπεκρούοντο καὶ τοῖς ἐς χεῖρας [8] ἰοῦσι συνεφέροντο. εἴκασεν ἄν τις ἰδὼν τὰ γιγνόμενα, ὡς μικρὰ μεγάλοις ὁμοιῶσαι, τείχεσί τισιν ἢ καὶ νήσοις πολλαῖς καὶ πυκναῖς ἐκ θαλάσσης πολιορκουμέναις. οὕτως οἱ μὲν ἐπιβῆναί τε τῶν σκαφῶν ὥσπερ ἐπ' ἠπείρου καὶ ἐρύματός τινος ἐπειρῶντο, καὶ πάντα τὰ ἐς τοῦτο φέροντα σπουδῇ προσῆγον· οἱ δὲ ἀπεωθοῦντο αὐτούς, ὅ τι ποτὲ ἐν τῷ τοιούτῳ φιλεῖ δρᾶσθαι μηχανώμενοι.

[34]

[1]    ἀντιπάλως οὖν αὐτῶν μαχομένων ὁ Καῖσαρ ἀπορήσας ὅ τι πράξῃ, πῦρ ἐκ τοῦ στρατοπέδου μετεπέμψατο. πρότερον μὲν γὰρ οὐκ ἠθέλησεν αὐτῷ, ὅπως τὰ χρήματα περιποιήσηται, χρήσασθαι· τότε δὲ ἰδὼν ὅτι ἀδύνατόν οἱ εἴη ἄλλως πως κρατῆσαι, ἐπ' ἐκεῖνο [2] ὡς καὶ μόνον σφίσιν ἐπικουρῆσον κατέφυγε. κἀνταῦθα ἄλλο αὖ εἶδος μάχης συνηνέχθη. οἱ μὲν γὰρ πολλαχῇ ἅμα προσπλέοντές τισι βέλη τε πυρφόρα ἐπ' αὐτοὺς ἐξετόξευον καὶ λαμπάδας ἐκ χειρὸς ἐπηκόντιζον καί τινας καὶ χυτρίδας ἀνθράκων καὶ πίττης πλήρεις [3] πόρρωθεν μηχαναῖς ἐπερρίπτουν· οἱ δὲ ταῦτά τε ὡς ἕκαστα διεκρούοντο, καὶ ἐπειδή τινα αὐτῶν διεκπίπτοντα τῶν τε ξύλων ἥπτετο καὶ φλόγα αὐτίκα πολλήν, ἅτε ἐν νηί, ἤγειρε, τὸ μὲν πρῶτον τῷ ποτίμῳ ὕδατι ᾧ ἐπεφέροντο ἐχρῶντο, καί τινα κατέσβεσαν, [4] ἐπεὶ δὲ ἐκεῖνο καταναλώθη, ἤντλουν τὸ θαλάττιον. καὶ εἰ μὲν πολλῷ τε καὶ ἀθρόῳ αὐτῷ ἐχρῶντο, ἐπεῖχόν πως τῇ βίᾳ τὸ πῦρ· ἀδύνατοι δὲ δὴ πανταχῇ τοῦτο ποιεῖν ὄντες (οὔτε γὰρ πολλὰ ἢ καὶ μεγάλα τὰ ἀντλητήρια εἶχον, καὶ ἡμιδεᾶ αὐτὰ ἅτε ταραττόμενοι ἀνέφερον) οὐχ ὅσον οὐκ ὠφελοῦντό τι, ἀλλὰ καὶ προσπαρώξυνον αὐτό· ἡ γὰρ ἅλμη ἡ θαλαττία ἂν κατ' ὀλίγον ἐπιχέηται φλογί, [5] ἰσχυρῶς αὐτὴν ἐκκαίει. ὡς οὖν καὶ ἐν τούτῳ ἥττους ἐγίγνοντο, τά τε ἱμάτια αὑτῶν τὰ παχέα καὶ τοὺς νεκροὺς ἐπέβαλλον· καὶ χρόνον μέν τινα ἐκολούσθη τε ὑπ' αὐτῶν τὸ πῦρ καὶ ἔδοξέ πῃ λωφᾶν, ἔπειτα δὲ ἄλλως τε καὶ τοῦ ἀνέμου σφοδρῶς ἐπισπέρξαντος ἐπὶ [6] πλεῖον ἐξέλαμψεν, ἅτε καὶ ὑπ' αὐτῶν ἐκείνων αὐξανόμενον. καὶ μέχρι μὲν μέρος τι νεὼς ἐκαίετο, προσίσταντό τέ τινες αὐτῷ καὶ ἐς αὐτὸ ἐσεπήδων, καὶ τὰ μὲν ἀπέκοπτον τὰ δὲ διεφόρουν· καὶ αὐτὰ οἱ μὲν ἐς τὴν θάλασσαν οἱ δὲ καὶ ἐπὶ τοὺς ἐναντίους ἐρρίπτουν, [7] εἴ πως καὶ ἐκείνους τι λυμήναιντο. καὶ ἕτεροι πρὸς τὸ ἀεὶ ὑγιὲς αὐτῆς μεθιστάμενοι ταῖς τε χερσὶ ταῖς σιδηραῖς καὶ τοῖς δόρασι τοῖς μακροῖς τότε δὴ καὶ τὰ μάλιστα ἐχρῶντο, ὅπως τινὰ ἀντίπαλον ναῦν προσαρτήσαντές σφισι μάλιστα μὲν μετεκβῶσιν ἐς [35] [1] αὐτήν, εἰ δὲ μή, καὶ ἐκείνην συγκαταφλέξωσιν. ὡς δ' οὔτε τινὲς ἐπέλαζόν σφισιν, αὐτὸ τοῦτο φυλασσόμενοι, καὶ τὸ πῦρ τούς τε τοίχους πέριξ ἐπενέμετο καὶ ἐς τὸ ἔδαφος κατῄει, ἐνταῦθα τὰ δεινότατα [2] αὐτοῖς ἐπεγένετο. οἱ μὲν γὰρ ὑπὸ τοῦ καπνοῦ, καὶ μάλιστα οἱ ναῦται, πρὶν καὶ πλησιάσαι σφίσι τὴν φλόγα ἐφθείροντο, οἱ δὲ καὶ ἐν αὐτῇ μέσῃ ὥσπερ ἐν καμίνοις ὠπτῶντο. ἄλλοι ὑπὸ τῶν [3] ὅπλων πυρουμένων κατετήκοντο. ἄλλοι πρίν τι τοιοῦτο παθεῖν, ἢ καὶ ἡμίκαυτοι, οἱ μὲν ἀπορριπτοῦντες τὰ ὅπλα ἐτιτρώσκοντο ὑπὸ τῶν πόρρωθεν βαλλόντων, οἱ δὲ ἐς τὴν θάλασσαν ἐκπηδῶντες ἀπεπνίγοντο ἢ καὶ παιόμενοι ὑπὸ τῶν ἐναντίων ἐβαπτίζοντο ἢ καὶ ὑπὸ [4] θηρίων ἐσπαράττοντο. μόνοι τε ἀνεκτῶς, ὡς ἐν τοιούτοις παθήμασιν, ἀπήλλαξαν ὅσοι, πρίν τινι αὐτῶν συνενεχθῆναι, οἱ μὲν ἀλλήλους οἱ δὲ καὶ αὑτοὺς ἀπέκτειναν· οὔτε γὰρ κολαστήριόν τι ὑπέμειναν, καὶ νεκροὶ ὥσπερ ἐν πυρᾷ ταῖς ναυσὶ συγκατεκαύθησαν.

[5] ὁρῶντες δὲ ταῦτα οἱ Καισάρειοι πρότερον μέν, ὡς ἔτι ἀμύνεσθαί τινες αὐτῶν ἐδύναντο, οὐ προσέμισγόν σφισιν· ἐπεὶ δὲ τά τε σκάφη τὸ πῦρ συνῄρει, καὶ οἱ ἄνθρωποι οὐδὲ ἑαυτοῖς ἔτι βοηθῆσαι, μὴ ὅτι πολέμιόν τινα λυπῆσαί τι ἐδύναντο, σπουδῇ τε προσέπλεον αὐτοῖς, εἴ πως τὰ χρήματα περιποιήσαιντο, καὶ κατασβεννύναι τὸ [6] πῦρ, ὃ αὐτοὶ παρεσκεύασαν, ἐπειρῶντο. κἀκ τούτου συχνοὶ καὶ ἐκείνων καὶ ὑπὸ τῆς φλογὸς καὶ ὑπὸ τῶν ἁρπαγῶν ἀπώλοντο.