3836 305 0 1 1 0 IV d. C. Retorica Libanius XXXIII Declamationes Foerster, R., Leipzig, Teubner, 1922 Rist. 1997, Hildesheim, Olms. 55

Libanius - Declamatio XXXIII

Φιλαργύρου παῖς ἀριστεύσας ᾔτησεν εἰς τὴν δωρεὰν θαλλοῦ στέφανον καὶ ἀποκηρύσσεται.

[1]   Τῆς μὲν ἀριστείας οὐ πάνυ μέμφομαι τὸν νεανίσκον, ὦ δικασταί, δι' ἐκείνην γὰρ σέσωσται τῇ πόλει τά τε χρήματα καὶ τὰ σώματα, μισῶ δὲ τοῦτον, ὅτι δεινὸς ὢν ἐν τοῖς ὅπλοις εὐήθης ἐστὶν ἐπὶ τῶν δωρεῶν καὶ τῆς Τύχης παρεχούσης πλουτεῖν ἀνοίᾳ διέφθειρε τὴν χάριν.

[2] ἐπεὶ οὖν σοφώτερός ἐστι τοῦ πατρὸς καὶ ὃν μὲν ἐγὼ τιμῶ βίον, τούτου κατέγνωκεν, αὐτὸς δὲ ἕτερον ἐξεῦρεν ἑαυτῷ, ζητείτω καὶ οἰκίαν ἑτέραν. οὐ γὰρ οἶδ' ὅπως δύνανται συνοικεῖν χρημάτων ἐπιθυμητὴς καὶ κενῆς δόξης ἐραστής.

[3] θαυμάζω μὲν οὖν ὅπως οὐ καὶ νῦν ἐστεφανωμένος εἰς ὑμᾶς εἰσῆλθε. τοσοῦτον ἐπὶ τῷ θαλλῷ φρονεῖ καὶ οἴεται τόν τε ὄντα καὶ τὸν ἐσόμενον χρυσὸν οὐδὲν εἶναι πρὸς τὸ κτῆμα. καὶ γὰρ κτῆμα αὐτὸν ὁ ἀναίσθητος ὀνομάζει.

[4] ἐγὼ δ' εἰ μὲν ᾔδειν τὸν παῖδα μεταθησόμενον τὴν δόξαν ἢ μεμφόμενον αὑτῷ τῆς περὶ τὴν αἴτησιν μωρίας, οὐδ' οὕτω μὲν ἂν ἠνεσχόμην τὴν ἐκ τοῦ παρελθόντος χρόνου ζημίαν, πλὴν ἴσως ἂν ὑφῆκά τι τῆς ὀργῆς ὁρῶν οὐκ εἰσάπαξ ἀπολωλότα μοι τὸν υἱόν· ἐπεὶ δὲ ἀνιάτως ἔχει καὶ δῆλός ἐστιν ἐμμένων τοῖς ἀδικήμασι καὶ πρὸ τῶν δικαστηρίων ἐπῄνει τὸ ἁμάρτημα, τοσούτῳ μᾶλλον αὐτὸν ἐξελῶ τῆς οἰκίας, ὅσῳ ἄν μοι φαίνηται καλῶς ἐσκέφθαι τὸν ὑπὲρ τοῦ θαλλοῦ λόγον.

[5] εἰ μὲν οὖν μὴ καὶ ὑμῶν, ὦ δικασταί, τοὺς πολλοὺς ἠπιστάμην πάντα ἐλάττω χρημάτων ἄγοντας καὶ τοῦτο ἀεὶ φροντίζοντας, ὅπως τι λήψεσθε, πάνυ ἂν ἐφοβήθην μὴ μαίνεσθαι δόξαιμι λυπούμενος εἰ μή μοι πλείω τὰ ὄντα πεποίηκεν ὁ παῖς· ὁρῶν δὲ ὑμᾶς καὶ νῦν οὐ δι' ἄλλο τι χαίροντας ἢ ὅτι ἐνθένδε ἀναστάντες ἀποίσεσθε τὸ τριώβολον, πολλὰς ἐλπίδας ἔχω δόξειν ὑμῖν εἰκότως ἀγανακτεῖν εἰ μεγάλης περιουσίας μόνον οὐκ ἐν χεροῖν κειμένης ἐστέρημαι.

[6]    Οὐκ ἐπὶ ταύταις, ὦ παῖ, ταῖς προσδοκίαις οὔτε τὴν μητέρα σου ἠγόμην οὔτε σὲ ἐποιούμην. μᾶλλον δέ, τί μοι πρὸς τουτονὶ τὸν ἀπόπληκτον, ἀλλ' οὐ πρὸς ὑμᾶς περὶ τῶν ἐμαυτοῦ διαλεκτέον; ἐμοὶ γὰρ οὐκ ἦν γνώμη τὸ ἐξ ἀρχῆς, ὦ δικασταί, γαμεῖν λογιζομένῳ τὸ δαπανηρὸν τοῦ πράγματος καὶ ὅτι πρίν τι λαβεῖν, ἀναλῶσαι δεῖ δᾷδας ὠνούμενον, ζεῦγος μισθούμενον, ἑστιῶντα τοὺς οἰκείους, τοῖς φράτορσι τὴν γαμηλίαν εἰσάγοντα. ἐφόβει δὲ καὶ τὸ τὰς πολλὰς τῶν γυναικῶν σπαθᾶν καὶ παραναλίσκειν εἰς οὐδὲν χρηστόν, βομβύκινα ἱμάτια καὶ βύσσινα καὶ διαφανὲς χιτώνιον καὶ κροκωτὸν καὶ θέριστρον καὶ τοιοῦτόν τινα φλήναφον περὶ τὸ σῶμα δαπανωμένας.

[7] αἰσθόμενοι δ' οὖν τινες τῶν φίλων, εἰ δὴ φίλους ἐκείνους θετέον, οἷς τί μεῖζον καταράσαιτ' ἄν τις ἢ τοιούτων παίδων γενέσθαι πατέρας; αἰσθόμενοι δ' οὖν ἐχθρῶς με ἔχοντα πρὸς τὸν γάμον παρῄνουν σπείσασθαι πρὸς τὸ πρᾶγμα γῆράς τε ἥξειν λέγοντες, ἐν ᾧ μάλιστα δεῖ βοηθῶν, καὶ παῖδα ἐμπορικὸν ἔσεσθαι καὶ ζηλωτὴν τοῦ γονέως, ἴσως δὲ καὶ μᾶλλον χρηματιστήν.

[8] ταῦτ' ἦν μὲν ἐν μαντείαις, τὰ δὲ ἤδη παρόντα καὶ ὁρώμενα θαυμαστὰ οἷα κατέλεγον, κόρην πολλὰ κεκτημένην καὶ γένους καὶ ὥρας λαμπρῶς ἔχουσαν. ἀκούσας ἐγὼ τὸ πολλὰ κεκτημένην οὐδὲν ἐδεόμην ἄλλο μαθεῖν. ᾔδειν γὰρ ὅτι πάντα ὁ πλοῦτος συλλαβὼν ἔχει τὰ καλά. εὐθὺς οὖν μεταπεπεισμένος οἷος ἦν γαμεῖν. τῷ μὲν οὖν προσλαμβάνειν τάλαντα θαυμαστῶς ὡς ἡδόμην, προσῆν δέ τι καὶ λύπης διὰ τὴν δαπάνην.

[9] τίς ὁ νομοθέτης, ὦ δικασταί, τούτων τῶν περιττῶν ὑμεναίων; λαμπτήρων δεῖ τόσων, παραπομπῆς, οἴνου πολλοῦ, μύρου, κρόκου. ἑνὶ γὰρ οὐκ ἔνι λύχνῳ τὴν νύμφην ἄγειν; ἄνευ θορύβου δὲ οὐκ ἄμεινον; χωρὶς θεατῶν δὲ οὐκ εὐπρεπέστερον; εἰ δὲ μὴ πολλοὶ προσεστήκοιεν ταῖς θύραις, οὐκ εἴσεται ὁ νυμφίος ἃ ποιητέον αὐτῷ πρὸς τὴν κόρην; ἀλλ' ὅμως ἤνεγκα, φέρειν γὰρ ὑπὸ τῆς προικὸς ἐπειθόμην.

[10] τὴν μὲν οὖν γυναῖκα ἐπαινῶ τῆς μιμήσεως ἥν με ἐμιμήσατο ἄσιτος τὰ πολλὰ διατελοῦσα, τοῖς περιλείμμασι τῶν ἄρτων διατρεφομένη, ὕδωρ αὐτή τε πίνουσα καὶ τὰς θεραπαινίδας ἐθίζουσα, μόλις ταῖς νουμηνίαις λουομένη, λεπτὰ μὲν ὑφαινομένη, πωλοῦσα δὲ μᾶλλον ἢ χρωμένη, ἐπικαττύουσα τὰ σαπρὰ τῶν χιτωνίων, οὐδὲν δεομένη τραπέζης, ἀλλ' ἐπὶ τῇ ταλασίᾳ σῖτον αἱρουμένη. τοιγαροῦν ἔνδον αὐτὴν ἔχω καὶ στέργω καὶ θησαυρὸν ὀνομάζω.

[11]    Ἡ μὲν οὖν παρ' ἑτέρων πρὸς ἡμᾶς ἐλθοῦσα τοσοῦτον τῆς παιδείας ἐδέξατο, ὁ δὲ ἐξ ἐμοῦ φύς, ὁ παρ' ἐμοὶ τραφείς, ὁ πολλοὺς ἐπαίνους ὑπὲρ χρημάτων ἀκούσας εἰς ὀθνεῖον ἐξώκειλε τρόπον. μικρὸν δὲ ἄνωθεν διηγήσομαι. ἐπειδὴ γὰρ ἤδη παῖς ἦν ἐν ᾧ τῆς ἡλικίας καιρὸν λαμβάνει τὰ παιδεύματα, συνεβουλευόμην τοῖς ἐπιτηδείοις ἥντινα αὐτῷ τέχνην δοτέον.

[12] ἔνιοι μὲν οὖν εἰς φιλοσόφους πέμπειν ἐκέλευον ὡς ἐν τοῖς ἐκείνων φροντιστηρίοις τῆς ἀρετῆς ἐνοικούσης· ἐμοὶ δὲ τὸ μὲν [τι] τῶν ἀνδρῶν ἤρεσκε, τῷ δὲ ἠχθόμην. τὸ μὲν γὰρ αὐχμεῖν καὶ κουριᾶν καὶ ἡ ἀλουσία καὶ τὸ μὴ πλείω τῶν τεττίγων ἐσθίειν νοῦν ἔχειν ἐφαίνετο, τὸ δὲ χρημάτων ἀμελεῖν καὶ διασύρειν τῶν ἐν ἀνθρώποις τὰ κράτιστα μελαγχολώντων καὶ πλεῖστον ἀφεστώτων τοῦ τὰ δέοντα εἰδέναι. χρήματα μὲν γὰρ αὐτοὺς ἀγείρειν ἠξίουν, ζῆν δὲ τὰ ἄλλα καθάπερ καὶ νῦν. οὕτω γὰρ ἂν οἷς τε ἐλάμβανον οἷς τε οὐκ ἐδαπάνων ἐπλούτουν.

[13] ἦσαν δέ τινες οἳ παρῄνουν παλαιστὴν διδάσκεσθαι μύθους τινὰς διηγούμενοι τὴν Πίσαν καὶ τὸν Ἡρακλέα. ἵνα τί, ἔφην, ἐξ Ὀλυμπίας, ὦ βέλτιστοι, κομίσειέ μοι; τὸν κότινον; ἀντάξιόν γε, οὐ γάρ; τοῦ τε ἐλαίου καὶ τῶν μισθῶν οὓς ἀνάγκη τῷ γυμναστῇ φέρειν.

[14] γεωργὸν αὐτόν, ἔφην, ἀποφανῶ καὶ εἴσεται τὴν γῆν ἐνδελεχῶς θεραπεύειν καὶ περὶ τὰ δένδρα πονεῖν. μεγάλα μὲν γὰρ τὰ δῶρα τῆς θαλάττης, ἀλλ' ἐπικίνδυνα καὶ φθάνει τὰς εὐπραγίας τὰ κύματα, καὶ πολλάκις τὰ μὲν χρήματα διώλεσε, τοὺς δὲ κεκτημένους ἀποδύσασα διέσωσεν οἷς κέρδος ἦν συγκαταδῦναι τοῖς φορτίοις. γεωργία δὲ πρᾶγμα ἀσφαλές. κἂν γὰρ τὸ τῶν ὡρῶν ἄτακτον ἐμποδίσῃ τοὺς καρπούς, πολλὰ τὰ παραμύθια, ἔρια, τυρός, γάλα, ταρσοὺς πλεξάμενον ἀποδόσθαι, κἂν πάντα ἐπιλίπῃ, τά γε φρύγανα ὑπάρξει.

[15] καὶ ἦν μοι πρὸς τοῦτον ἐκείνη συνεχὴς ὑποθήκη· ὦ παιδίον, τῶν ἰχνῶν ἔχου τῶν πατρικῶν καὶ τῶν κειμένων τῇ πόλει νόμων μηδὲν ἥττω νόμον τὸν ἐμὸν ἡγοῦ τρόπον. οὗτος δέ ἐστι τῶν μὲν ὄντων φείδεσθαι, τοῖς δ' οὖσι προστιθέναι. ἵππους μὲν ἀδηφαγοῦντας φεῦγε, στέργε δὲ τοὺς ὑλαγωγοῦντας ὄνους καὶ τούτων τοὺς ἀχύροις ζῆν ἀγαπῶντας. τῶν οἰκετῶν τοὺς μὲν ἀργοῦντας ἐλευθέρους ἀφιέναι, κρεῖττον γὰρ ἢ τρέφειν· παρ' ὧν δὲ πρόσοδος, ἐν ἴσῳ τοῖς γονεῦσιν ἄγειν. τοῖς τῶν δανειζομένων δάκρυσι μηδὲν ἐνδιδόναι, νομίζειν δὲ τοὺς τόκους τῶν ἀρχαίων μέρος. καλὸν μὲν οὖν καὶ ἡ τῶν ὑπαρχόντων φυλακή, πολλῷ δὲ ἥδιον ἡ κτῆσις.

[16] τὰ μὲν οὖν ἄλλα ἄλλοις ἄφες αἰσχρὰ νομίζειν, αὐτὸς δὲ αἰσχύνου καὶ ἐμὲ καὶ τὴν μητέρα καὶ τὴν γῆν καὶ τὸν ἥλιον καὶ σαυτόν, ἢν μὴ μείζω ποιῇς παρ' ἡμέραν τὴν οὐσίαν λαμβάνων, αἰτῶν, εἰσπράττων, ἀγείρων, πάντα εἰς τὴν κερδαίνουσαν πήραν ὠθεῖν ἀξιῶν. ἔρρωταί σοι τὸ σῶμα. δύνασαι πονεῖν. ἔστιν ἡμῖν χωρίον. ὁρᾷς τὴν ἐμὴν ὁδόν. μὴ γένῃ κακὸς εἰς τὸν ζῆλον. μᾶλλον ὑπόμεινον πλῆθος τραυμάτων ἢ δραχμῆς ἀποστῆναι. τὰ μὲν γὰρ ἴασιν δέχεται μικρῷ φαρμάκῳ, τὰ δὲ οἴχεται.

[17]    Ταῦτ' ἦν ἡμῖν ἐπὶ τῷ δείπνῳ πρὸς τοῦτον ἀντ' ἄλλων τινῶν ᾀσμάτων, ὁ δὲ ὥσπερ ἐπὶ τἀναντία παρακαλούμενος ἀφεὶς τὸν Κερδῷον Ἑρμῆν ὀπαδὸν αὑτὸν τῷ Ἄρει καθίστησιν. ἐμοὶ δὲ ἦν ἀνάγκη μισθοδοτεῖν τε τῷ διδασκάλῳ τῶν τακτικῶν καὶ πρὸς τοῖς ἀσπιδοπηγείοις καθῆσθαι καὶ τὸν δορυξόον ἐνοχλεῖν. ἐωνῆσθαι πανοπλίαν οὐκ ἤρκει, ἀλλ' ἔδει καὶ τὸν τῆς ἀσπίδος ὀμφαλὸν ἐξαλείφειν χρυσῷ καὶ τῷ κράνει τὸν λόφον. οὗτος δ' ἐπ' ἐμοὶ φιλοπόνως ἐγυμνάζετο. ὅσα γὰρ ἐν τῷ πρόσθεν ἅπαντας ἔβοσκε, ταῦτα ἂν μόνος καταφαγὼν ἔτι προσεδεῖτο. οὕτω πολυβορώτατος ἡμῖν ὑπὸ τοῦ μελετᾶν ἐγεγόνει.

[18] ὥρμησα μὲν οὖν εὐθὺς τότε ἐκβαλεῖν αὐτοῖς ὅπλοις, πρὶν αὐτός με ἐκβάλῃ τῶν χρημάτων. συνδραμόντες δέ τινες τῶν ἐπιτηδείων ἔσχον καὶ ἐξηπάτησαν ἐλπίδας ὑποτείνοντες αἷς με τότε λαβόντες ᾤχοντο. τί καταμέμφῃ τὸν υἱόν; οὐ μικρὸν στρατιώτης ἀγαθός. μὴ χαλέπαινε τοῖς ἀναλώμασι. κομιεῖ τὴν προεισφορὰν οὐ μεμπτήν. λαμπροὺς ὁ πόλεμος τοὺς καρποὺς δίδωσιν, οὐ κατὰ τὰς ὀλύρας καὶ κριθὰς ἃς μικρὰς ἐν μακρῷ χρόνῳ κόπτῃ συλλέγων. οἶσθ' ὅτι πολλοὶ τῶν στρατιωτῶν χρυσοφοροῦντες μάχονται. τούτους ὁ κτείνας συλᾷ καὶ ὁ στρατηγὸς οἶδεν οὐδέν. εἰ δέ σοι ἀριστεύσειεν ὁ παῖς, Ἡράκλεις, ἐμπλήσει σοι τὴν ἐπιθυμίαν ἡ ἡμέρα τῆς δωρεᾶς καὶ φήσεις οὐδ' ἐν ἅπαντι τῷ βίῳ τοσούτους εἰληφέναι τόκους. ἀλλὰ συνάσκει καὶ σύμπραττε τὰ πρὸς τὴν ἐπιτήδευσιν τῷ νεανίσκῳ.

[19] τί δ' οὖν μέλλω; ἔφην. πρὸς γὰρ τὸ γέρας ἐκεχήνειν. ἐντεῦθεν ὁ κωλυτὴς ἐγὼ τῶν ὁπλιτικῶν ἐκίνουν, προὔτρεπον, ἐδεόμην ἐν τοῖς ὅπλοις ἀναπαύεσθαι. ἄγε, ἔφην, σὺ κλέπτε ἐν τῷ στρατοπέδῳ τῶν νεκρῶν τὰ ψέλλια καὶ στρεπτούς, ἀλλ' ὅπως μηδείς σοι τοῦτο συνείσεται. καὶ προπήδησόν γε τῶν πολλῶν. ἢ τεθνήξῃ γάρ, τοῦτο δὴ τὸ κοινόν, ἢ ποιήσεις με πάνυ πλούσιον.

[20]    Ταῦτα ἐγὼ μὲν ἔλεγον, οὗτος δὲ ἐπαιδεύετο. καὶ συνελάβετο ἡ Τύχη. μάχης γὰρ ἔναγχος συστάσης ἐργάζεται τὸ πολὺ τῆς τροπῆς. ὡς δὲ ἤγγειλέ μοί τις τὴν ἀριστείαν, πότ' οὖν, ἠρόμην, ἡ δωρεά; οὐδεὶς οὕτως, ὦ δικασταί, συγγενοῦς οὐσίαν κληρονομήσας ἐγεγήθει, ὡς ἐγὼ τότε ἐγαννύμην. ἔσπευδον τοῦτον ἰδεῖν καὶ φιλῆσαι περιβαλών. ἐκρότησα θαυμάσιον ἡλίκον, ἐνέβαλον τοῖς ἀπαντῶσι τὴν δεξιὰν ὡς ἐν εὐτυχήμασι γεγονώς, δῆλος ἦν τοῖς ἐπὶ τῶν ἐργαστηρίων ἐπ' ἄκρων τῶν ὀνύχων βαδίζων.

[21] ὡς δὲ εἰσῆλθον οἴκαδε, οὐδέν με ἐχώρει. προσέταξα τῇ γυναικὶ λύχνον ἕτερον ἅψαι, ἔπιον εὐζωρότερον. εἴπω τι τῶν ἀπορρήτων; ἔθυσα καὶ ἀλεκτρυόνα τῶν τικτουσῶν ὁ πάντα ἐγὼ πρόχειρος. ὁ γὰρ ἐλπιζόμενος πλοῦτος ἀνέπειθε καὶ παρανομεῖν. ἐπαναχωροῦντος δὲ ἤδη τοῦ στρατεύματος προαπαντήσας ἐγὼ καὶ πολλὰ τοῦτον ἐπαινέσας εἷλκον εὐθὺς ἐπὶ τὴν δωρεάν, οὐκ οὔσης δὲ τότε ἐκκλησίας ᾔειμεν οἴκαδε.

[22] καὶ δεῖπνον ἦν πολυτελές, οἴμοι, ὁ δὲ τὴν μάχην διηγεῖτο, τὴν φάλαγγα, τὸ κέρας, τὸ σύνθημα, τὸ μεταίχμιον, τοὺς φόνους, τὴν δίωξιν. μὴ σύ γε ταῦτα, ὦ παῖ, τὰ ἐκ τοῦ πολέμου δείματα, ἀλλά μοι τὸ ἥδιστον ἐκεῖνο, τίς ἡ αἴτησις, τίς ἡ λῆψις; αἰτήσωμεν πάντα τὸν ἐν τῷ κοινῷ χρυσόν, αἰτήσωμεν τὸν ἄργυρον, βαρύνωμεν τὴν οἰκίαν χρήμασι. νὴ Δί', εἰκότως γε. ἃ γὰρ οὐκ ἐγένετο τῶν πολεμίων διὰ σέ, διὰ τί μὴ σὰ γίνεται;

[23] ὁ δὲ σεμνώσας τὸ πρόσωπον τὰ πάντων, ἔφη, μέγιστα, ὦ πάτερ, κτησόμεθα. καὶ τῷ Ἄρει σπείσας ἀνέστη. οὐ γὰρ ἀπέχρη πιεῖν εἰς κόρον, ἀλλ' ἤδη καὶ ἔσπενδε τὸν ἐμὸν σκεδαννὺς οἶνον. γέμων δὴ χρηστῆς ἐλπίδος περὶ μὲν πρῶτον ὕπνον κατέδαρθον, ἔπειτα ὀνειροπολήσας τὴν δωρεὰν ἀνηγέρθην καὶ οὐκέθ' οἷός τ' ἦν ἀτρεμεῖν, ἀλλ' ἐστρεφόμην ἐπ' ἄμφω τὴν νύκτα ὅλην. ἀλεκτρυόνος οὐκ ᾄδοντος ἀκούειν ἐδόκουν. ἐλοιδόρουν τῆς νυκτὸς τὸ μῆκος. πολλάκις ἐξέπεμψα τὸν οἰκέτην σκεψόμενον τὴν ἕω.

[24] ἀνασχούσης δέ μοί ποτε τῆς εὐδαίμονος, ὡς ἐνόμιζον, ἀκτῖνος παρῆσαν οἱ γνώριμοι κοινωνήσοντες τῆς ἡδονῆς καὶ ἐχωροῦμεν ὄχλῳ περιρρεόμενοι πολλῷ καὶ ἀποβλεπόμενοι. προσελθὼν δὲ τοῖς πρυτάνεσι καὶ προέδροις ἐδεόμην περὶ πρώτης χρηματίζειν τῆς δωρεᾶς. οἱ δ' εὖ ποιοῦντες χαρίζονται τὸ ταχὺ ταῦτα πραχθῆναι.

[25] ἀναβὰς δὲ οὗτος ἐπὶ τὸ βῆμα καὶ τρίψας τὴν κεφαλὴν καὶ περιβλέψας αὑτὸν πρῶτον μὲν κατέτεινέ με πάλιν διηγούμενος τὴν μάχην. τί δεῖ τοῖς εἰδόσιν, ὦ φορτικέ, διδαχῆς; συμπαρετάττοντο, συνεστρατεύοντο. μὴ τοὺς ἑωρακότας παρενόχλει. ὁμολογοῦσι τὴν ἀριστείαν. βάδιζε πρὸς τὴν αἴτησιν. ὁ δ' εἰ μὴ καὶ τὰς τρίχας ἐξαριθμήσειε τῶν πεσόντων, οὐκ εἶναι ὅπερ ἦν ἡγεῖτο.

[26] ὀψὲ δ' οὖν αἰσθόμενος τὸν δῆμον δυσκόλως ἔχοντα πρὸς τὸν κόμπον ἐμνημόνευσεν αἰτήσεως, ἐγὼ δ' ἔστησα τὰ ὦτα. ὁ δὲ τὰ μέγιστα αἰτήσειν ἐπηγγελμένος καὶ ἀναρτήσας με ταῖς ὑποσχέσεσι χαίρειν ἀφεὶς τὸν φίλτατον χρυσὸν καὶ τὸν φαιδρὸν ἄργυρον καὶ τὰ ἱμερτὰ πλέθρα ἐπιλέγει δωρεάν, ὦ Ζεῦ Κτήσιε, ποίαν τινά; πῶς ἂν ἐνδειξαίμην τὸ κακόν; ἐπιλέγει δωρεὰν καπνοῦ σκιάν, στέφανον θαλλοῦ. καὶ τὸ ψήφισμα ἐγέγραπτο.

[27] ἐβουλευσάμην μὲν οὖν εὐθὺς ἀποσπασάμενος ἀπὸ τοῦ βήματος ἐξορύξαι οἱ τὼ ὀφθαλμώ, κωλυόμενος δ' ὑπὸ τῶν παρόντων ἐκδὺς ἐκ τῆς ἐκκλησίας ἀπηλλαττόμην ἔξω ὢν ἐμαυτοῦ καὶ οὐδὲ καλῶς γνωρίζων τὸν στενωπόν. ὡς δὲ εἰσῆλθον οἴκαδε ἡμιθνὴς καὶ οὐκ ἄξιον τῆς ἐλπίδος φέρων τὸ πρόσωπον, τί τοῦτο; ἔφησεν ἡ γυνή, ἡ δωρεά σε τοιοῦτον, ὦ μακάριε, πεποίηκε; ναί, ἔφην. τοιαύτη γὰρ ἦν.

[28]    Ἠδίκημαι τὰ μέγιστα, ὦ δικασταί, καὶ περισεσύλημαι. ἐκκεκύλισμαι πολλῶν χρημάτων ὑπὸ τοῦ παιδὸς καὶ μεγάλων. ἢ δίκην με δεῖ λαβεῖν ἢ τεθνάναι. σὺ δέ, ὦ πατραλοία καὶ μιαρὲ καὶ παμμίαρε, ἐτόλμησας ταῖς ἐμαῖς θύραις προσελθεῖν τοιοῦτον στέφανον κομίζων ὡς ἐμὸς ὢν ἔτι μετὰ τὴν καλὴν δωρεάν; ἀλλ' ἀποφθάρηθι παρὰ τοὺς τὰ τοιαῦτά σε πεπεικότας. ζήτει πατέρα σαυτῷ, τὸν γὰρ ὄντα ἀπολώλεκας. ἔτρεφόν σε ἐπὶ ταῖς θαυμασταῖς ἐκείναις ἐλπίσιν. ἐψεύσω με τῶν ἐλπίδων. μὴ ἐνόχλει τοῖς ἐμοῖς. ἰσχυρὸς εἶ καὶ μέγας, ἀλλ' οὐκ ἰσχυρότερος τοῦ νόμου ὃς πάλαι κεῖται πατράσιν ἀδικουμένοις βοηθῶν. οὗτος ἐκβάλλει σε τῆς οἰκίας.

[29]    Ἀλλ' οὐκ ἐπὶ τοῖς ἠριστευκόσι κεῖται, φησίν, ἐγὼ δὲ ἀριστεύς. ἐνταῦθα κομψὸς καὶ σοφιστής, οὗ δὲ δεῖ πλουτεῖν, ἠλίθιος, ἀγροῖκος, κορύζης καὶ λέμφου ἔμπλεως. οὐκ ἄξιον ἀγχόνης, ὦ δικασταί, τὸ πρᾶγμα; ᾗ μὲν πατέρα κακουργῆσαι δεῖ, τὸν νόμον ἐζήτηκε καὶ περιείργασται, τὸ δ' ἁπλοῦν τοῦτο καὶ οὐδὲν δεόμενον βαθείας γνώμης, τὸ χρήματα ἀνελέσθαι, οὐκ εἶδεν οὐδ' ἐνεθυμήθη.

[30] ἀλλ' ἐπειδὴ καὶ ῥήτωρ ἡμῖν ἀναπέφηνας, δεῖξον προσγεγραμμένον· πλὴν ἐάν τις ἀριστεύσῃ. τούτοις δὲ ἔστω κρείττοσιν ἀποκηρύξεως εἶναι. εἰ δ' οὐκ ἔχεις, μὴ λυμαίνου τὸν νόμον. λύμη γάρ ἐστιν ἡ προσθήκη. οὐδὲ γὰρ ἐκεῖνο φήσαι τις ἄν, ὡς τὴν εἰς τοὺς γονέας κάκωσιν ἐλάττω καθίστησιν ἡ τῶν κακούντων ἀριστεία. τὸ γὰρ πάθος ἴσον, ἄν τε δειλὸς ἄν τε ἀνδρεῖος ὁ λυπῶν ᾖ, μᾶλλον δέ, τοσούτῳ δεινότερον ὑπὸ τῶν ἀγαθῶν πάσχειν κακῶς, ὅσῳ πάσχειν εὖ παρὰ τῶν τοιούτων ὀφείλεται. διὰ τί γὰρ οὐκ ἐκπεσῇ τῆς οἰκίας, ὅτι τοῖς ἐμοῖς τέλεσιν εἰς τὸ δύνασθαι φοβεῖν τοὺς πολεμίους προῆλθες; ἀμελεῖν ἄρα δεῖ τῆς τῶν ἐγγόνων παιδείας, εἴπερ αὐτῶν ἄκυροι διὰ τοῦτο καθεστήξομεν.

[31]    Ἀλλ' ἐάσας, ὦ τάν, τὸ τρόπαιον δίδαξον τούτους ὅτι με οὐδὲν ἀδικεῖς. οὔ, φησιν, οὔτε γὰρ κατακεκύβευκά τι τῶν σῶν οὔτε κατωψοφάγηκα. θαυμαστός γε ὁ νεανίας καὶ χάριτος ἄξιος ἡμῖν, ὅτι μὴ τὸν βίον ὃν ἀκριβῶς συνείλεγμαι τοῦτον εἰς ἑταίρας καὶ κύβους καὶ ἰχθῦς καὶ ὄρνις τῶν τιμίων διέρριψεν.

[32]

εἰ γὰρ ὤφελες ταῦτα εἶναι τετολμηκώς, εἰ γὰρ ἡμμένος τῶν ἔνδον. οὐκ ἂν ἐδέησε τῆς νῦν ἀποκηρύξεως. ἀπέπνιξα ἂν καθεύδοντα, νὴ τὸν Δία τὸν ἄνακτα, οὐ λέγω μνᾶν ἢ ἀλεύρων ἡμιμέδιμνον ἢ ἁπλοΐδα, ἀλλ' ὀρόβους ὀλίγους, τάριχος, κρόμμυα, τῶν ἔτι φαυλοτέρων τι διαπεφορηκότα λαβών. ἡ γὰρ βλάβη πανταχοῦ πικρόν, κἂν ἐπ' ἐλαχίστῳ συμβαίνῃ. μὴ οὖν ὡς οὐκ ἐποίησεν ἐλάττω τὰ ὄντα λεγέτω, ἀλλ' εἰ μὴ πλείω ποιῆσαι παρὸν οὐκ ἐβουλήθη, δεικνύτω. τοῦτο γὰρ ἐγκαλῶ νῦν, οὐχ ὅτι με πενέστερον ἀπέφηνεν, ἀλλ' ὅτι μὴ πλουσιώτερον.

[33]    Ὡς δὲ οὐδὲν ἀλλόκοτον ἀξιῶ, δῆλον ἐκεῖθεν· εἴ τῴ τις ὑμῶν οἰκέτης, ὦ δικασταί, δύναιτο φέρειν δέκα τῆς ἡμέρας δραχμάς, ὑπὸ δὲ ἀργίας εἰς ἥμισυ φέροι, τοῦτον οὐκ ἂν μαστιγώσαντες εἰς μύλωνα ἐμβάλοιτε; καίτοι τοσοῦτον ἀπέχει τοῦ τὰ ὄντα διαφθείρειν ὥστε καὶ φέρειν.

[34] τούτῳ οὖν ἀδικεῖ τῷ μὴ πλείω φέρειν. ἐγκαλοῦμεν δὲ καὶ ταῖς ἀμπέλοις, εἰ μὴ βρίθοιντο τοῖς βότρυσι. καίτοι καὶ ταύταις εἰ μετῆν φωνῆς, ὑπῆρχεν ἂν εἰπεῖν ὡς οὐ προσαπολλύουσι τὸν ἐν τοῖς πίθοις οἶνον. ἀλλ' οὐδὲν ἧττον ἐν τῷ τὰ παρ' αὑτῶν ἐλλείπειν καταβλάπτειν δοκοῦσιν. οἶδα δὲ καὶ ὑμᾶς ἐν ταῖς εὐθύναις τῶν στρατηγῶν ὁμοίως τραχεῖς ὄντας τοῖς τε ἀποβαλοῦσι τῶν ὑπαρχόντων τοῖς τε οὐ προσθεῖσιν ὅσα ἐξῆν.

[35]    Ἐγὼ δὲ καὶ τοῖς ὀνείρασιν ὧν αἱ ὑποσχέσεις μάταιοι, δίκην ἥδιστ' ἂν ἔλαχον βλάβης. πᾶσα γὰρ ἐλπὶς ἀμείνων ἀτυχοῦσα τοῦ τέλους ζημία κέκριται. ἔνδον ἔχειν ᾤμην τὰ χρήματα, μόνον οὐχ ἑώρων, μόνον οὐκ ἠριθμούμην. ἐκ τοῦ κιβωτίου τὴν ἐσθῆτα ἐξελόμενος εὐτρέπιζον τῷ χρυσίῳ.

[36] εἶτά με ἐρωτᾷς τί ἠδίκημαι. ἃ ἐχρῆν με ἔχειν οὐκ ἔχω. μείζω πληγῶν, ὦ παῖ, τετόλμηταί σοι. φορητὸς ἂν ἦσθα παίων, εἴ με εἰργάσω πλούσιον. ἡδόμην ἂν ῥαπίζοντος καὶ προπηλακίζοντος. καὶ πάντα ἂν ἦν μοι διὰ τὸ χρυσίον μέτρια. νῦν δὲ ἀπέκτονάς με. διὰ σὲ γὰρ τεθνήξομαι. οὐχ ὁρᾶτε, ὦ δικασταί, τὸ σῶμα ὡς συντέτηκέ μοι; οὐχ ὁρᾶτε ὡς ἀσθενὲς φθέγγομαι καὶ ἀπολωλός; κακόσιτός εἰμι, φεύγω τὰς συνουσίας, ἀγρυπνίᾳ ταλαιπωροῦμαι. τὸν κατάγελων οὐ φέρω.

[37] πρὸς γὰρ αὖ τοῖς ἄλλοις ἔστι μοι γείτων φθονερός. οὗτος, ἡνίκα μὲν ἦν ἐν ἐλπίσιν ἡ αἴτησις, ἔκειτο ἐπὶ τοῦ σκίμποδος λειποψυχῶν· ἐπεὶ δὲ ᾔσθετό μοι διαρρυέντα τὸν καιρόν, φαιδρὸς ἐκπεπήδηκε καὶ σκώπτει προσιὼν ἐρωτῶν τὸν ἀριθμὸν τῶν ταλάντων οἷς ἐπηύξηκέ μοι τὸν οἶκον ὁ παῖς. ἐφ' οἷς ἔγωγε ἀποπνίγομαι, καὶ οὐκ ἔστι μοι παρεξιέναι τὴν οἰκίαν τὴν ἐκείνου γυμνῇ τῇ κεφαλῇ. καὶ γὰρ αὖ καὶ αἱ θεράπαιναι τοῦ θεοῖς ἐχθροῦ παρανοίξασαι τὰς θύρας βάλλουσι καὶ αὐταὶ σκώμμασι. τίς ἀνάσχοιτ' ἂν τὴν κωμῳδίαν; εἰ μὴ τεθνήξομαι, ὦ δικασταί, φεύγων οἰχήσομαι. μικρά γε ἠδικημένος ἀγανακτῶ; φύλλα τῆς ἐλαίας ἀντὶ χρημάτων ἐνεγκὼν τῷ πατρὶ θαυμαστὸν εἰ μισεῖται;

[38]    Ναί, φησιν. ἐξῆν γὰρ αἰτεῖν μοι κατὰ τὸν νόμον. οὐκοῦν καὶ ἐμοὶ κατὰ τὸν νόμον ἐκβάλλειν. ἢ σοὶ μὲν ἐκεῖνος ἰσχυρός, ἐμοὶ δὲ οὗτος ἀσθενής; σύνιστε, πρὸς Διός, ὡς αὐτοῖς οἷς ἀγωνίζεται τὸ δεῖν ἀποκηρύττεσθαι βεβαιοῖ; ὁ γὰρ πατρὸς ἐφεστηκότος ἐξουσίας μεμνημένος ἄλλης οἰκίας δεῖται. ὥσπερ γὰρ τὸν οὐ πειθόμενον ἵππον τῷ χαλινῷ, θέοντα δὲ ἀτάκτῳ φορᾷ μᾶλλον ἢ τῇ τοῦ ἄγοντος γνώμῃ τῶν ἀχρήστων ἕν τι νομίζομεν καὶ συμφορὰν τὸ κεκτῆσθαι, οὕτω καὶ παῖς εἰς ἐξουσίαν ἥκειν ἡγούμενος ἀπελαυνέσθω. δῆλος γάρ ἐστι καθεκτὸς οὐκ ἔτ' ὤν. καὶ ὑμῖν δὲ συμφέρει τοῦθ' οὕτω κρατεῖν καὶ μὴ ἀναπτερωθῆναι τοὺς ὑμετέρους παῖδας ὑπὸ τῆς τούτου θρασύτητος.

[39] μάθε δὴ νῦν, εἰ μὴ καὶ πρότερον ᾔδεις, ὅτι κύριοι τῶν παίδων οἱ γονεῖς οὐχ ἧττον ἢ τῶν οἰκετῶν. ἂν ἐμοὶ δοκῇ, φθέγξῃ καὶ σιωπήσῃ πάλιν, ἂν ἐμοὶ δοκῇ, τυρὸν ἔδῃ καὶ ἄρτον ἢ κάρδαμόν γε καὶ μάζαν. ἐν χαμευνίῳ δεῖ σε καθεύδειν, ἢν κελεύω, καὶ πάλιν ἐπὶ κλίνης, ἢν ἐπιτρέπω.

[40] ἔπραξάς τι καλὸν ἐν τῇ μάχῃ. τοῦτο ἔστιν ἐμόν. καλεῖ σε πρὸς δωρεὰν ὁ νόμος. εἰπὲ πρὸς αὐτὸν ὡς ἔστι σοι πατήρ. μὴ λάβῃς ἐξουσίας ἔννοιαν ἔτι ζῶντος ἐμοῦ. ἐγώ σε εἰς φῶς ἤγαγον καὶ εἰς τοῦτο ἡλικίας ἤνεγκα. ἔσπεισα τοῖς θεοῖς λιβανωτὸν καὶ κατέβαλον τὰ τροφεῖα πάντα ἀκριβῶς οὐδὲ χαλκοῦν ἀποστερήσας καὶ νέον ὄντα ἔτρεφον οὔπω δυνάμενον ἀντωφελεῖν.

[41] ὁ ἐμός σε οἶνος καὶ οἱ ἐμοὶ πυροὶ τοσοῦτον, ὦ βέλτιστε, ἐποίησαν. λόγισαι χιτωνίσκους καὶ τρίβωνας καὶ στρώματα καὶ τιμὴν τὴν ἐφ' ἑκάστῳ. ἀλλ' αὐτὰ τὰ ὅπλα δι' ὧν κεκράτηκας τίνος; ὁ δὲ γύλιος, ὁ δὲ σκευοφόρος οὐ πάντα ἐμά; πῶς οὖν οἷόν τε ζῆν μὲν σὲ δι' ἐμέ, ἐμὲ δὲ μὴ ποιεῖσθαι σαυτοῦ κύριον; ἢ σοῦ μὲν ἐγὼ κύριος, σὺ δὲ τῆς δωρεᾶς; καὶ πῶς ἔνεστι;

[42]    Θαυμάσεται τοίνυν τὸν στέφανον καὶ φήσει δόξης μὲν ἅπαντα λείπεσθαι πλοῦτον, ἐν δὲ τῷ στεφάνῳ τὴν δόξαν εἶναι. τὰ τῶν τετυφωμένων, ὦ παῖ, μοι λέγεις, τὰ τῶν ἀλαζόνων, τὰ τῶν δοξοκοπούντων, παρ' οἷς οὐδὲν ἂν εὕροις ἢ γνάθους πεφυσημένας, τὰ δ' ἔνδον λιμὸς πολύς. ἐκεῖνοί σε ταῦτα ἐπαίδευσαν. δι' ἐκείνους τὰς φρένας νοσεῖς. τοῦτο καὶ τοὺς ἀθλίους ἀθλητὰς ἀπολώλεκεν, οἳ πειθόμενοι τὸν Ὀλυμπίασι κότινον οὐκ ἄλλο τι ἢ κότινον εἶναι οἰδημάτων μὲν καὶ τραυμάτων ἐπανίασι γέμοντες, μικρὸν δὲ ὕστερον προσαιτοῦντες ἀποζῶσι.

[43] τί δ' ἂν εἴη δόξης μᾶλλον γελοῖον ἣν οὔτε ἰδεῖν ἔστι τοῖς ὀφθαλμοῖς οὔτε εἰς χεῖρας λαβεῖν; ἐπεί, φέρε, ὥσπερ ἐγώ σοι δείκνυμι τἀργύριον καὶ τοὺς στατῆρας καὶ πάνθ' ἁπλῶς ἃ οἴκοι τε ἔστιν ἔχειν καὶ ἀποδημοῦντα φέρειν, οὕτω σύ μοι δεῖξον ἐν ποίῳ βαλαντίῳ τὴν δόξαν κατακλείσας ἔχεις καὶ τί δύναιο ἂν τῶν ὠνίων ταύτῃ πρίασθαι, ποῖον βοῦν; τίνα ὑφαντά; εἰσφορὰν δὲ τίνα ἂν καταβάλοις ἐκεῖθεν φέρων; τίς οὖν ἡ τῆς δόξης ἰσχὺς ἧς οὐδεμία χρῆσις ἐν τοῖς κοινωνήμασιν;

[44]    Ἀλλ' ἐπεθύμεις στεφάνου. τί οὖν ἔδει δήμου καὶ συλλόγου καὶ ψηφισμάτων; ἐγώ σοι δέκα ἂν ἔδωκα τοιούτους τῶν ἐλαιῶν ἀφελών, κἂν εἰ τῶν τιμιωτέρων ἔχρῃζες ῥόδων. ῥᾷστον ‹ἂν ἦν› ἐκεῖθεν πλεξάμενον περιθέσθαι. σὺ δὲ ἀντ' οὐδενὸς τὸν δῆμον συνῆγες καὶ οὐκ ἠβουλήθης ἰδεῖν ὅτι δωρεὰ κέρδος ἔχουσα μετὰ τῆς ὠφελείας φέρει τὸν κόσμον, ὥστ' εἰ καὶ ἀργύριον ἀπῄεις λαβών, τό γε ὡς ἀριστέα λαμβάνειν ἐσώζετ' ἄν.

[45]    Ἀλλὰ πάντως ἤρας στεφάνου καὶ τούτου κατὰ ψήφισμα. καλῶς. ἔδει τοίνυν χρυσοῦν εἶναι τὸν στέφανον, ὥστε τῷ μὲν χρυσῷ κερδαίνειν, τῷ δὲ στεφάνῳ σεμνύνεσθαι. ὁρᾷς δὲ καὶ τὸν δῆμον οὕτως ὑπὸ τῶν συμμάχων τιμώμενον καὶ οὐ θαλλὸν αὐτῷ παρὰ τῶν σωθέντων πεμπόμενον. ὕβρις γὰρ τοῦτό γε.

[46]    Ἀλλ' ἐχθρῶς ἔχεις τοῖς χρήμασιν. ἀτυχὴς μέν τις ὤν; εἰ δ' οὖν οὕτως ἔχεις, αἴτει τὴν ἐν πρυτανείῳ σίτησιν καὶ μὴ σαυτῷ μόνον, ἀλλὰ καὶ ἐμοὶ τῷ πατρί. κουφιοῦμέν γε τὴν οἰκίαν δημοσίᾳ σιτούμενοι. σὺ δὲ τοσαύτας ὁδοὺς ἔχων ἀνδρὸς σύνεσιν δεῖξαι δυναμένας ὑπὸ μειρακίων ἀποπλήκτων ἢ σοφιστῶν τερατολόγων ἢ γερόντων παραληρούντων ἐμποδὼν ἔστης ἐπειγομένῳ Πλούτῳ πρὸς τὴν ἡμετέραν ἑστίαν καὶ καταδύεσθαι δέον ἀγάλλῃ καὶ περὶ τῆς δόξης ὡς μεγίστου διαλέγῃ.

[47] καὶ μὴν εἰ μηδ' ἀφ' ἑνὸς τῶν ἄλλων ἦν ἰδεῖν ὡς οὐδὲν εὐηθέστερον δόξης ἀκάρπου, αὐτό γε τὸ δεδοικέναι τὴν ἀποκήρυξιν ἱκανὴ διδαχή. εἰ γὰρ μέγα καὶ σεμνὸν καὶ δαιμόνιον ἡ δόξα καὶ τοιοῦτον οἷον ἀπ' αὐτῆς τὸν κεκτημένον διάγειν, τί δέδοικας, εἰ μηκέτι τῶν ἐμῶν προσάψῃ; οὐ ῥήτορας παραστησάμενον βιάζεσθαι δεῖ καὶ διὰ τῶν δικαστῶν εὑρίσκεσθαι τὸ μετέχειν τῶν πατρῴων, ἀλλ' ἐπὶ τῆς ἐκκλησίας φανῆναι τοιοῦτον ὥστε με προκυλινδεῖσθαί σου καὶ προσκυνεῖν σωτῆρα καὶ εὐεργέτην καὶ ἔρεισμα καὶ ὀφθαλμὸν καὶ κρηπῖδα καὶ τὰ κάλλιστα κατονομάζοντα.

[48]    Μὴ γὰρ ἐγώ σε νῦν ἀπελαύνω; σαυτὸν ἐκβέβληκας. ἡ δωρεά σε μεταστῆναι κελεύει. κέκλεικέ σοι τὴν οἰκίαν ὁ θαλλός. τοῦτο πρῶτον ἀπολαύεις τῆς δόξης. λαμπρὸς εἶ, παῖ, καὶ μεγαλόψυχος καὶ φιλότιμος καὶ κλάδων ἐραστής, ἐγὼ δὲ γλίσχρος καὶ φιλάργυρος τῶν ἐμαυτοῦ φειδόμενος.

[49] μὴ μίγνυε τὰ ἄμικτα. φεῦγε τὴν ἐμὴν οἰκίαν, ὡς καὶ τὸν τρόπον. οὐ δυνάμεθα συζῆν. διειργόμεθα ταῖς γνώμαις. οὐδεὶς ὄνον ἵππῳ συζεύξειεν ἄν. τὸ γὰρ ἀνόμοιον οὐκ ἐᾷ συμπονεῖν. ἀλλ' οὐδ' ἂν βοῦς ὑπὸ τὸν αὐτὸν ἄγοις ζυγὸν μὴ τὰ ἴσα πονεῖν πεφυκότας. καὶ ἡμᾶς τοίνυν διαζεύγνυσι τῶν τρόπων ἡ στάσις. πολύ μου διέστηκας, ὦ παῖ. σκοπῶν παρ' ἀλλήλας τὰς φύσεις ἐξάγομαί τι καὶ χαλεπώτερον λέγειν. ὑποπτεύω σου τὰς γονάς. οὐκ εἶ παῖς ἀνδρὸς ἐργαζομένου. σώφρων μὲν ἡ γυνή, σώφρων· σὺ δ' οὐκ ἐθέλεις ἐξ ἐμοῦ γεγονέναι.

[50] μὴ γὰρ ὑπὲρ τῆς δωρεᾶς ἀγανακτῶ μόνον; δέδοικα, ὦ δικασταί, καὶ περὶ τῆς οὐσίας. οἷς γὰρ οὐκ ἐπεκτήσατο λογισμοῖς, τούτοις τὰ ὄντα διαφθείρων οὐ προτιμήσει. εἰ γὰρ οὗτος τῶν ἐμῶν κατασταίη κληρονόμος, ὃ μὴ γένοιτο, οὕτω δὴ ταχέως ἄλλων τἀμὰ γενήσεται. πᾶς γὰρ ὁ δόξαν κτῆμα νομίζων οὐκ ἀγαθὸς τῶν ὡς ἀληθῶς κτημάτων φύλαξ, ἀλλ' ὁ προσελθὼν καὶ κολακεύσας ἀπῆλθέ τι λαβών, ὁ τὸν ἀριστέα καλέσας μισθὸν ἔχει τοῦ ῥήματος. εἶτ' ἐκ τούτων οἱ μὲν ἀποφέρονται χρυσίον, οὑτοσὶ δὲ εἰρωνείαν.

[51] μέλει δέ μοι καὶ τελευτῶντι τῶν χρημάτων. ὥσπερ γὰρ τοὺς παῖδας, οὕτω καὶ ταυτὶ κτώμεθα τὰ φίλτατα. λέγω γάρ, ὡς φρονῶ, βραχὺ φροντίσας τῶν μετὰ τούτου συνεστηκότων, ὧν ἐγὼ βελτίων εἰμὶ τοσοῦτον ὅσον οἱ μὲν ἐρῶντες χρημάτων οὔ φασιν ἐρᾶν, ἐγὼ δὲ ὁμολογῶ τὸν πόθον, καὶ οἱ μὲν αὐτῷ τῷ κρύπτειν ψέγουσι τὸν πλοῦτον, ἐγὼ δὲ τῷ σεμνύνεσθαι τὴν διαβολὴν φέρω.

[52] τί γάρ, ὦ πρὸς Διός, οὐκ ἐν τούτοις καὶ διὰ τούτων; οὐ ταῦτα καὶ πόλεις οἰκίζει καὶ βασιλείας ποιεῖ καὶ τρόπαιον ἐγείρει καὶ γάμους συνίστησι καὶ φίλους ἐπισπᾶται καὶ νόσους ἀπαλλάττει; ταῦτα τέχνας εὗρε, ταῦτ' ἔπεισε τὴν θάλατταν πλεῖν καὶ περὶ τὴν γῆν φιλοτεχνεῖν καὶ λόγους ἀσκεῖν καὶ στέργειν γονεῖς. μετὰ τούτων καὶ τοὺς γνωρίμους ὠφελοῦμεν καὶ τοὺς δυσμενεῖς λυποῦμεν καὶ νεὼς οἰκοδομούμεθα καὶ ἀγάλματα δημιουργοῦμεν καὶ θυσίας θύομεν καὶ κόσμον ἀναθημάτων ἀγείρομεν.

[53] ὁ ἀριστεὺς πλουτῶν σεμνότερος, ὁ στρατηγὸς πλουτῶν ἐντιμότερος, ὁ πρεσβευτὴς ἐνδοξότερος. ὁ πλοῦτος καὶ ῥήτορα φρονιμώτερον ἔδειξε καὶ κατήγορον πιστὸν ἀπέφηνε καὶ φεύγοντα ἐξῃτήσατο. διὰ τοῦτον πείθομαι τοὺς ποιητὰς ὑπὸ τῶν Μουσῶν κατέχεσθαι, διότι καὶ τὰ ἔπη καὶ τὰ μέλη τῶν εἰς τὸν πλοῦτον ὕμνων ἐνέπλησαν τὴν ἀρετὴν καὶ τὴν δόξαν ὥσπερ ἐφόλκια δόντες αὐτῷ καὶ καλοῦντες εὐρυσθενῆ, καὶ μάλα εἰκότως. ὃς γὰρ ἤδη καὶ ξένοις πολιτείαν ἔδωκε καὶ γένους αἰσχύνην ἔκρυψε καὶ κλέος ἀνωνύμοις προσῆψε καὶ φρονήσεως δόξαν τοῖς ἀνοήτοις ἤνεγκε, πῶς οὐ πάντα ἀπολέλοιπεν ἰσχύι; τοῦτον ἤδη τινὲς καὶ συγγενείας προὔθεσαν, καὶ παρῆλθεν ὁ πλοῦτος τὰ τῆς φύσεως ἀναγκαῖα.

[54] καὶ τί λέγω τοὺς ἀνθρώπους; οἱ πάντων κρατοῦντες θεοὶ τὸ χρυσίον ἀγαπῶσι, καὶ τῷ Διῒ τοὔδαφος ἐκεῖθεν. καὶ τέρπονται τοῖς χαριστηρίοις κἂν ἐλλείπῃ, σφοδρότερον τῶν δανειζόντων εἰσπράττουσιν. ἀλλ' ὁ γενναῖος οὗτος σεμνότερός ἐστι τῶν θεῶν καὶ οὐκ οἶδεν ὅτι Δήμητρός ἐστι παιδίον ὁ Πλοῦτος, οὕτω δ' ἔχει ταραχωδῶς ὥστε καταγελᾷ μὲν τῆς ἐμῆς περὶ τὰ χρήματα σπουδῆς, δακρύει δέ, εἰ μὴ τῶν ἐμῶν κληρονομοίη. μαθέτω δὴ τῇ ψήφῳ σωφρονεῖν ἐν ταῖς αἰτήσεσι. δότε μοι κατ' ἐμαυτὸν στένειν, ὦ δικασταί, δότε. τάχ' ἂν γενοίμην ῥᾴων μὴ τοῦτον ὁρῶν.

[55]    Τίς οὖν ἔσται τῶν ἐμῶν κύριος ἀποθανόντος; ἐγὼ καὶ τότε. κελεύσω γὰρ συγκατορύττειν. καὶ πόθεν, φησίν, ὁ ἀριστεὺς θρέψεται; πόθεν; ἀπὸ τοῦ θαλλοῦ. βούλει λῦσαι τὸ μῖσος; ἀριστεύσας πάλιν αἴτησον χρυσίον.