α. Ὡς Καῖσαρ καὶ Ἀντώνιος καὶ Λέπιδος ἐς Ῥώμην ἐλθόντες σφαγὰς εἰργάσαντο.
β. Περὶ Βρούτου καὶ Κασσίου καὶ ὧν ἔπραξεν πρὸ τῆς πρὸς Φιλίπποις μάχης.
γ. Ὡς Βροῦτος καὶ Κάσσιος ὑπὸ Καίσαρος ἡττήθησαν καὶ ἀπέθανον.
Μ. Αἰμίλιος Μ. υἱ. Λέπιδος τὸ β΄ ὕπ. Λ. Μουνάτιος Λ. υἱ. Πλάγκος.
[1] Ταῦτ' οὖν συνθέμενοι καὶ συνομόσαντες ἐς τὴν Ῥώμην, δόξῃ μὲν ὡς καὶ πάντες ἀπὸ τῆς ἴσης ἄρξοντες, γνώμῃ δὲ ὡς καὶ αὐτὸς ἕκαστος πᾶν τὸ κράτος ἕξων, ἠπείγοντο, καίπερ ἐναργέστατα μὲν καὶ πρότερον, σαφέστατα δὲ καὶ τότε τὸ μέλλον ἔσεσθαι προμαθόντες· [2] τῷ μὲν γὰρ Λεπίδῳ ὄφις τέ τις ξίφει ἑκατοντάρχου περιπλακεὶς καὶ λύκος ἔς τε τὸ στρατόπεδον καὶ ἐς τὴν σκηνὴν δειπνοποιουμένου αὐτοῦ ἐσελθὼν καὶ τὴν τράπεζαν καταβαλὼν τήν τε ἰσχὺν ἅμα καὶ τὴν δυσχέρειαν τὴν ἐπ' αὐτῇ προεσήμηνεν, τῷ δ' Ἀντωνίῳ γάλα τε πέριξ περὶ τὸ τάφρευμα περιρρυὲν καὶ συνῳδία τις νυκτὸς περιηχήσασα τάς τε θυμηδίας καὶ τὸν ὄλεθρον τὸν ἀπ' [3] αὐτῶν προέδειξεν. ἐκείνοις μὲν οὖν ταῦτα πρὶν ἐς τὴν Ἰταλίαν ἐλθεῖν ἐγένετο· τῷ δὲ δὴ Καίσαρι τότε εὐθὺς ἐπὶ ταῖς συνθήκαις ἀετὸς ὑπέρ τε τῆς σκηνῆς αὐτοῦ ἱδρυθείς, καὶ δύο κόρακας προσπεσόντας οἱ τίλλειν τε τῶν πτερῶν πειρωμένους ἀποκτείνας, τὴν νίκην κατ' ἀμφοτέρων αὐτῶν ἔδωκε.
[2]
[1] καὶ οἱ μὲν οὕτως ἐς τὴν Ῥώμην πρότερος μὲν ὁ Καῖσαρ ἔπειτα δὲ καὶ ἐκεῖνοι, χωρὶς ἑκάτερος, μετὰ τῶν στρατιωτῶν ἁπάντων ἦλθον, καὶ παραχρῆμα τὰ δόξαντά σφισι διὰ τῶν δημάρχων ἐνομοθέτησαν.
[2] ἃ γὰρ ἐπέταττον καὶ ἐβιάζοντο, τό τε ὄνομα τὸ τοῦ νόμου ἐλάμβανε καὶ προσέτι καὶ παράκλησιν αὐτοῖς ἔφερε· πάνυ γὰρ ἱκετευθῆναί σφας ἔδει ἵνα αὐτὰ ποιήσωσι. καὶ διὰ τοῦτο καὶ θυσίαι ἐπ' αὐτοῖς ὡς καὶ ἐπ' εὐτυχήμασί τισιν ἐψηφίσθησαν, καὶ ἡ ἐσθὴς ὡς καὶ εὐδαιμονούντων σφῶν μετεβλήθη, καίπερ πολλοῦ μὲν καὶ ἐξ αὐτῶν τῶν πραττομένων, πολλῷ δὲ ἔτι πλείονος ἐκ [3] τεράτων δέους αὐτοῖς ὄντος. τά τε γὰρ σημεῖα τοῦ στρατεύματος τοῦ τὴν πόλιν φυλάττοντος ἀραχνίων ἀνεπλήσθη, καὶ ὅπλα ἐκ τῆς γῆς ἐς τὸν οὐρανὸν ἀνιόντα ὤφθη, κτύπος τε ἀπ' αὐτῶν πολὺς ἠκούσθη, καὶ ἐν τοῖς Ἀσκληπιείοις μέλισσαι ἐς τὴν ἄκραν πολλαὶ συνεστράφησαν, γῦπές τε ἐπί τε τοῦ νεὼ τοῦ Γενίου τοῦ δήμου [3] [1] καὶ ἐπὶ ‹τοῦ› τῆς Ὁμονοίας παμπληθεῖς ἱδρύθησαν. καὶ αὐτῶν ἐνταῦθα ἔτι ὡς εἰπεῖν ὄντων αἵ τε σφαγαὶ ἐκεῖναι αἷς ποτε ὁ Σύλλας ἐκ τῶν προγραφῶν ἐκέχρητο ἐπανήχθησαν, καὶ ἡ πόλις ἅπασα νεκρῶν ἐπληρώθη· πολλοὶ μὲν γὰρ ἐν ταῖς οἰκίαις πολλοὶ δὲ καὶ ἐν ταῖς ὁδοῖς ἔν τε ταῖς ἀγοραῖς καὶ πρὸς τοῖς ἱεροῖς σποράδην [2] ἀπεκτίννυντο, καὶ αἵ τε κεφαλαὶ αὐτῶν ἐπὶ τὸ βῆμα αὖθις ἀνετίθεντο, καὶ τὰ λοιπὰ σώματα τὰ μὲν αὐτοῦ τε ἐρριπτεῖτο καὶ ὑπὸ κυνῶν ὀρνίθων τε ἠσθίετο, τὰ δὲ ἐς τὸν ποταμὸν ἐνεβάλλετο. τά τε ἄλλα ὅσα ἐπὶ τοῦ Σύλλου πρότερον ἐπέπρακτο, καὶ τότε συνεφέρετο, πλὴν ὅτι δύο μόνα λευκώματα, χωρὶς μὲν τῶν βουλευτῶν [3] χωρὶς δὲ τῶν ἄλλων, ἐξετέθη. καὶ τὸ μὲν αἴτιον δι' ὃ τοῦτ' ἐγένετο, οὔτε παρ' ἑτέρου τινὸς μαθεῖν οὔτ' αὐτὸς εὑρεῖν ἠδυνήθην· ὃ γάρ τοι μόνον ἄν τις, τό γε ἐλάττους θανατωθῆναι, ἐνενόησεν, ἥκιστα ἀληθές ἐστι· πολλῷ γὰρ πλείους, ἅτε καὶ ὑπὸ πλειόνων, ἐσεγράφησαν. τοῦτο δὲ οὐ παρὰ τὰς σφαγὰς τὰς ἐν τῷ [4] πρὶν γενομένας παρήλλαξεν· ἐπεὶ ὅτι γε οὐκ ἀναμὶξ τὰ ὀνόματα τῶν πρώτων τοῖς πολλοῖς ἀλλὰ χωρὶς ἐξετέθη, λῆρόν που πολὺν τοῖς γε ἐκ τοῦ ὁμοίου σφαγησομένοις ἔφερεν. ἀντ' ἐκείνου δὲ δὴ ἕτερα καὶ πάνυ δυσχερῆ, καίπερ μηδεμίαν τῶν προτέρων ὑπερβολήν, [4] [1] ὥς γε καὶ ἐδόκει, λιπόντων, οὐκ ὀλίγα αὐτοῖς συνηνέχθη. ἐπὶ μὲν γὰρ τοῦ Σύλλου οἵ τέ τι δρῶντες τάς τε τόλμας πρόσχημα, ἅτε καὶ πρῶτον τοῦ τοιούτου πειρώμενοι καὶ οὐκ ἐκ προβουλῆς, ἐποιοῦντο, καὶ διὰ τοῦθ' ἧττον τὰ πλείω κακοτρόπως, οἷα οὐκ ἐκ προνοίας ἀλλ' ἐκ συντυχίας, ἔπραττον· καὶ οἱ πάσχοντες ἐξαπιναίαις τε καὶ ἀνηκούστοις συμφοραῖς περιπίπτοντες ῥᾳστώνην τινὰ [2] ἐκ τοῦ ἀνελπίστου τῶν παθῶν ἐλάμβανον. τότε δὲ πάντα μὲν τὰ προτολμηθέντα οἱ μὲν αὐτοὶ χειρουργήσαντες οἱ δὲ ἰδόντες, οἱ δ' ἀκοῇ γοῦν ὑπογύῳ ἀκριβοῦντες, πολλὰ δ' οὖν ἐν τῷ διὰ μέσου τῇ προσδοκίᾳ τῶν ὁμοίων οἱ μὲν ὡς δράσουσι προσεπινοήσαντες, οἱ [3] δ' ὡς πείσονται προσδείσαντες, ἐκεῖνοί τε πλείστην ἀτοπίαν τῇ τε ζηλώσει τῶν προτέρων ἔργων καὶ τῇ ἀπ' αὐτῶν ἐς τὸ καινῶσαί πως τὰ ἐπιβουλεύματα ἐξ ἐπιτεχνήσεως παρεῖχον, καὶ οἱ ἕτεροι πάνθ' ὅσα παθεῖν ἐδύναντο λογιζόμενοι πολὺ ταῖς ψυχαῖς καὶ πρὸ τῶν σωμάτων, ὡς καὶ ἐν αὐτοῖς ἤδη ὄντες, διεκναίοντο.
[5]
[1] κἄν ‹τε› τούτῳ χαλεπωτέρως ἢ πρὶν ἀπήλλασσον, καὶ διότι τότε μὲν μόνοι οἱ τοῦ Σύλλου τῶν τε περὶ αὐτὸν δυνατῶν ἐχθροὶ διώλοντο, τῶν δὲ δὴ φίλων αὐτοῦ τῶν τε ἄλλων ἀνθρώπων οὐδεὶς ἐκείνου γε κελεύσαντος ἐφθάρη, ὥστε ἔξω τῶν πάνυ πλουσίων [2] (τούτοις γὰρ οὐκ ἔστιν ὅτε εἰρήνη πρὸς τὸν ἰσχυρότερον ἐν τοῖς τοιούτοις γίγνεται) οἵ γε λοιποὶ ἐθάρσουν· ἐν δὲ δὴ ταῖς δευτέραις ταύταις σφαγαῖς οὐχ ὅπως οἱ ἐχθροὶ αὐτῶν ἢ καὶ οἱ πλούσιοι, [3] ἀλλὰ καὶ οἱ πάνυ φίλοι καὶ παρὰ δόξαν ἐκτείνοντο. ἄλλως μὲν γὰρ ἤ τις ἢ οὐδεὶς ἐς ἔχθραν ἀπ' ἰδίας τινὸς αἰτίας τοῖς ἀνδράσιν ἐκείνοις, ὡς καὶ σφαγῆναι πρὸς αὐτῶν, ἐληλύθει· τὰ δὲ δὴ κοινὰ πράγματα καὶ αἱ τῶν δυναστειῶν διαλλαγαὶ καὶ τὰς φιλίας [4] τάς τε ἔχθρας τὰς σφοδρὰς αὐτοῖς ἐπεποιήκεσαν. πάντας γὰρ τοὺς τῷ πέλας συναραμένους τέ τι καὶ συμπράξαντας ἐν πολεμίου μοίρᾳ οἱ ἕτεροι ἐτίθεντο· καὶ οὕτω συνέβαινε τοὺς αὐτοὺς καὶ φίλους τινὶ αὐτῶν καὶ ἐχθροὺς πάντως γεγονέναι ὥστε, ἐν ᾧ ἰδίᾳ ἕκαστος τοὺς ἐπιβουλεύσαντάς οἱ ἠμύνετο, καὶ τοὺς φιλτάτους [5] κοινῇ συναπώλλυσαν. ἐκ γὰρ τῶν πρὸς ἀλλήλους πραγμάτων τό τε οἰκειωθέν σφισι καὶ τὸ ἀλλοτριωθὲν ἐν λόγῳ τινὶ τιθέμενοι οὔτε τὸν ἑαυτοῦ τις αὐτῶν ἐχθρὸν τιμωρήσασθαι, φίλον ἑτέρου ὄντα, ἐδύνατο μὴ ἀντιδιδοὺς ἄλλον, καὶ ἐκ τῆς τῶν γεγονότων ὀργῆς τῆς τε ἔπειτα ὑποψίας παρ' οὐδὲν τὴν τοῦ ἑταιρικοῦ σωτηρίαν πρὸς τὴν τοῦ διαφόρου τιμωρίαν ποιούμενοι ῥᾳδίως σφᾶς [6] [1] ἀντεδίδοσαν. κἀκ τούτου τούς τε φιλτάτους ἀντὶ τῶν ἐχθίστων ἀλλήλοις προέβαλλον, καὶ τοὺς πολεμιωτάτους ἀντὶ τῶν ἑταιροτάτων, τοῦτο μὲν ἴσους πρὸς ἴσους, τοῦτο δὲ ἀνθ' ἑνὸς πλείονας ἢ καὶ ἀντὶ πλειόνων ἐλάττονας, ἠλλάττοντο, τά τε ἄλλα ἐν ἀγορᾶς [2] τρόπῳ ποιούμενοι, καὶ ὑπερβάλλοντες ὥσπερ ἐν πρατηρίῳ. εἰ μὲν εἷς τις ἑνός τινος ἀντάξιος ὥστ' ἰσομοιρεῖν εὑρίσκετο, ἁπλῆ ἡ ἀντίδοσις ἐγίγνετο· ὅσους δὲ δὴ ἀρετή τις ἢ ἀξίωσις ἢ καὶ συγγένεια ἀνετίμα, ἀντὶ πλειόνων ἀπώλλυντο. ἅτε γὰρ ἐν ἐμφυλίοις πολέμοις, καὶ πολλῷ μὲν χρόνῳ πολλαῖς δὲ καὶ πράξεσι γενομένοις, συχνοὶ καὶ τοῖς πάνυ συγγενέσι κατὰ τὸ στασιωτικὸν προσεκεκρούκεσαν.
[3] ἀμέλει τῷ τε Ἀντωνίῳ καὶ ὁ θεῖος Λούκιος [Ἀντώνιος] Καῖσαρ καὶ τῷ Λεπίδῳ καὶ ὁ ἀδελφὸς Λούκιος Παῦλος ἐπεπολέμωντο. ἀλλ' οὗτοι μὲν ἐσώθησαν, τῶν δὲ δὴ ἄλλων πολλοὶ καὶ παρ' αὐτοῖς τοῖς τε φίλοις καὶ τοῖς ἀναγκαίοις, ὑφ' ὧνπερ ἐς τὰ μάλιστα καὶ σωθήσεσθαι καὶ τιμηθήσεσθαι προσεδόκων, ἐσφάγησαν.
[4] ὅπως γὰρ μηδεὶς στερηθήσεσθαι τῶν ἄθλων φοβηθείς, ὅτι τοὺς ἐπὶ τοῦ Σύλλου φονεύσαντάς τινας ὁ Κάτων ὁ Μᾶρκος ταμιεύσας ἀπῄτησε πάνθ' ὅσα ἐπ' αὐτοῖς εἰλήφεσαν, ἧττόν τινα ἀποκτείνῃ, προηγόρευσαν ὅτι οὐδένα αὐτῶν ἐς τὰ δημόσια γράμματα ἐσγράψουσι.
[5] τούς τε οὖν ἄλλους ἑτοιμότερον διὰ τοῦτ' ἔσφαζον καὶ τοὺς εὐπόρους, εἰ καὶ μηδενὶ αὐτῶν ἀπήχθοντο· παμπόλλων τε γὰρ χρημάτων δεόμενοι, καὶ οὐκ ἔχοντες ὁπόθεν ἄλλοθεν τὰς ἐπιθυμίας τῶν στρατιωτῶν ἀποπληρώσωσι, κοινήν τινα κατὰ τῶν [6] πλουσίων ἔχθραν προσέθεντο. καὶ ἄλλα τε διὰ τοῦτο πολλὰ παρενομήθη, καὶ παιδίσκον τινὰ ἐς ἐφήβους ἐσήγαγον, ἵν' ὡς ἐς ἄνδρας ἤδη τελῶν ἀποθάνῃ.
[7]
[1] ταῦτα δὲ ἐπράττετο μὲν ὑπό τε τοῦ Λεπίδου καὶ ὑπὸ τοῦ Ἀντωνίου μάλιστα (πρός τε γὰρ τοῦ Καίσαρος τοῦ προτέρου ἐπὶ μακρότατον τιμηθέντες, καὶ ἐν ταῖς ἀρχαῖς ταῖς τε ἡγεμονίαις ἐπὶ [2] πλεῖστον γενόμενοι, πολλοὺς ἐχθροὺς εἶχον), ἐδόκει δὲ καὶ ὑπὸ τοῦ Καίσαρος κατὰ τὴν τῆς δυναστείας κοινωνίαν γίγνεσθαι, ἐπεὶ αὐτός γε οὐδέν τι συχνοὺς ἀποκτεῖναι ἐδεήθη· τῇ τε γὰρ φύσει οὐκ ὠμὸς ἦν, καὶ ἐν τοῖς τοῦ πατρὸς ἤθεσιν ἐνετέθραπτο. πρὸς δ' ἔτι νέος τε ὢν καὶ ἄρτι ἐς τὰ πράγματα παριὼν οὔτ' ἄλλως [ἂν] ἀνάγκην [3] πολλοὺς σφοδρῶς μισεῖν εἶχε καὶ φιλεῖσθαι ἤθελε. σημεῖον δὲ ὅτι, ἀφ' οὗ τῆς τε πρὸς ἐκείνους συναρχίας ἀπηλλάγη καὶ τὸ κράτος μόνος ἔσχεν, οὐδὲν ἔτι τοιοῦτον ἔπραξεν. καὶ τότε δὲ οὐχ ὅσον πολλοὺς οὐκ ἔφθειρεν, ἀλλὰ καὶ ἔσωσε πλείστους, τοῖς τε προδοῦσι τοὺς δεσπότας ἢ τοὺς φίλους χαλεπώτατα καὶ τοῖς συναραμένοις [4] τισὶν ἐπιεικέστατα ἐχρήσατο. τεκμήριον δέ, Τανουσία γυνὴ ἐπιφανὴς τὸν ἄνδρα Τίτον Οὐίνιον ἐπικηρυχθέντα τὸ μὲν πρῶτον ἐς κιβωτὸν παρὰ ἀπελευθέρῳ τινὶ Φιλοποίμενι κατέκρυψεν, ὥστε καὶ πίστιν τοῦ τεθνηκέναι αὐτὸν παρασχεῖν· μετὰ δὲ τοῦτο δημοτελῆ ἑορτήν, ἣν συγγενής τις αὐτῆς ποιήσειν ἔμελλε, τηρήσασα, τόν τε Καίσαρα διὰ τῆς Ὀκταουίας τῆς ἀδελφῆς ἐς τὸ θέατρον μόνον τῶν [5] τριῶν ἐσελθεῖν διεπράξατο, κἀνταῦθα ἐσπηδήσασα τό τε πραχθὲν ἀγνοοῦντί οἱ ἐμήνυσε, καὶ τὴν κιβωτὸν αὐτὴν ἐσκομίσασα ἐκεῖθεν τὸν ἄνδρα ἐξήγαγεν, ὥστε τὸν Καίσαρα θαυμάσαντα πάντας μὲν αὐτοὺς ἀφεῖναι (καὶ γὰρ τοῖς συγκρύψασί τινα θάνατος προείρητο), τὸν δὲ Φιλοποίμενα καὶ ἐς τὴν ἱππάδα κατατάξαι.
[8]
[1] ἐκεῖνος μὲν οὖν πολλούς, ὅσους γε καὶ ἠδυνήθη, διεσώσατο· ὅ τε Λέπιδος τῷ τε ἀδελφῷ τῷ Παύλῳ ἐς Μίλητον ἐκδρᾶναι ἐπέτρεψε, καὶ πρὸς τοὺς ἄλλους οὐκ ἀπαραίτητος ἦν· ὁ δὲ Ἀντώνιος ὠμῶς καὶ ἀνηλεῶς οὐχ ὅτι τοὺς ἐκτεθέντας ἀλλὰ καὶ τοὺς ἐπικουρῆσαί [2] τινι αὐτῶν ἐπιχειρήσαντας ἔκτεινε. τάς τε κεφαλάς σφων, εἰ καὶ σιτούμενος ἐτύγχανεν, ἐπεσκόπει, καὶ ἐπὶ πλεῖστον τῆς τε ἀνοσιωτάτης καὶ τῆς οἰκτροτάτης αὐτῶν ὄψεως ἐνεπίμπλατο. καὶ ἥ γε Φουλουία πολλοὺς καὶ αὐτὴ καὶ κατ' ἔχθραν καὶ διὰ χρήματα, καὶ ἔστιν οὓς οὐδὲ γιγνωσκομένους ὑπὸ τοῦ ἀνδρός, ἐθανάτωσεν· [3] ἑνὸς γοῦν τινος κεφαλὴν ἰδὼν εἶπεν ὅτι "τοῦτον οὐκ ἠπιστάμην". ὡς δ' οὖν καὶ ἡ τοῦ Κικέρωνός ποτε ἐκομίσθη σφίσι (φεύγων γὰρ καὶ καταληφθεὶς ἐσφάγη), ὁ μὲν Ἀντώνιος πολλὰ αὐτῷ καὶ δυσχερῆ ἐξονειδίσας ἔπειτ' ἐκέλευσεν αὐτὴν ἐκφανέστερον τῶν ἄλλων ἐν τῷ βήματι προτεθῆναι, ἵν' ὅθεν κατ' αὐτοῦ δημηγορῶν ἠκούετο, ἐνταῦθα [4] μετὰ τῆς χειρὸς τῆς δεξιᾶς, ὥσπερ ἀπετέτμητο, ὁρῷτο· ἡ δὲ δὴ Φουλουία ἔς τε τὰς χεῖρας αὐτὴν πρὶν ἀποκομισθῆναι ἐδέξατο, καὶ ἐμπικραναμένη οἱ καὶ ἐμπτύσασα ἐπί τε τὰ γόνατα ἐπέθηκε, καὶ τὸ στόμα αὐτῆς διανοίξασα τήν τε γλῶσσαν ἐξείλκυσε καὶ ταῖς βελόναις αἷς ἐς τὴν κεφαλὴν ἐχρῆτο κατεκέντησε, πολλὰ ἅμα [5] καὶ μιαρὰ προσεπισκώπτουσα. καὶ οὗτοι δ' οὖν ὅμως ἔσωσάν τινας, παρ' ὧν γε καὶ πλείω χρήματα ἔλαβον ἢ τελευτησάντων εὑρήσειν ἤλπισαν· καὶ ἵνα γε μὴ κεναὶ αἱ ἐν τοῖς λευκώμασι χῶραι τῶν ὀνομάτων αὐτῶν ὦσιν, ἑτέρους ἀντενέγραψαν. πλήν γε ὅτι τὸν θεῖον ὁ Ἀντώνιος, πολλὰ τῆς μητρὸς τῆς ἑαυτοῦ τῆς Ἰουλίας ἱκετευσάσης, ἀφῆκεν, οὐδὲν ἄλλο χρηστὸν εἰργάσατο.
[9]
[1] πολύτροποι μὲν οὖν διὰ ταῦτα αἱ σφαγαί, πολυειδεῖς δὲ καὶ σωτηρίαι τισὶν ἐγένοντο. συχνοὶ μὲν γὰρ καὶ πρὸς τῶν φιλτάτων ἀπώλοντο, συχνοὶ δὲ καὶ ὑπὸ τῶν ἐχθίστων ἐσώθησαν. ἄλλοι σφᾶς αὐτοὺς ἀπέκτειναν, ἄλλους αὐτοὶ οἱ ἐπελθόντες ὡς καὶ φονεύσοντες ἀπέλυσαν. προδόντες δέ τινες δεσπότας ἢ καὶ φίλους ἐκολάσθησαν, καὶ ἕτεροι δι' αὐτὸ τοῦτο ἐτιμήθησαν· οἵ τε περιποιήσαντές [2] τινας οἱ μὲν δίκην ἔδοσαν οἱ δὲ καὶ γέρα ἔλαβον. οἷα γὰρ οὐχ ἑνὸς ἀνδρὸς ἀλλὰ τριῶν πρός τε τὴν ἐπιθυμίαν τὴν ἑαυτοῦ ἑκάστου καὶ πρὸς τὸ ἴδιον συμφέρον πάντα ποιούντων, καὶ μήτε τοὺς αὐτοὺς ἐχθροὺς ἢ φίλους ἡγουμένων, σωθῆναί τε πολλάκις ὃν ὁ ἕτερος ἀπολέσθαι, καὶ φθαρῆναι αὖ ὃν ὁ ἕτερος περιγενέσθαι ἤθελε, σπουδαζόντων, πολλὰ καὶ ποικίλα συνέβαινεν, ὥς που καὶ εὐνοίας [10] [1] ἢ μίσους πρός τινα ἔχοντες ἦσαν. ἐγὼ οὖν τὸ μὲν πάντα αὐτὰ ἀκριβῶς καθ' ἕκαστον ἐπεξελθεῖν παραλείψω (πάμπολύ τε γὰρ ἔργον ἂν εἴη, καὶ οὐδὲν μέγα τῇ συγγραφῇ παρέξεται), ἃ δὲ ἀξιομνημόνευτα [2] μάλιστα εἶναι νομίζω, διηγήσομαι. τοῦτο μὲν γὰρ ἐς σπήλαιόν τις τὸν δεσπότην κατακρύψας, εἶτ' ἐπειδὴ καὶ ὣς καθ' ἑτέρου τινὸς μήνυσιν ἀπολεῖσθαι ἔμελλε, τήν τε ἐσθῆτα πρὸς αὐτὸν ἠλλάξατο, καὶ μετ' αὐτῆς τοῖς ἐπιοῦσιν ὡς καὶ αὐτὸς ἐκεῖνος ὢν προαπήντησε καὶ ἐσφάγη· καὶ οὕτως οἱ μὲν ἀπετράποντο, νομίσαντες ὃν ἐβούλοντο πεφονευκέναι, ὁ δὲ ἀπελθόντων αὐτῶν ἑτέρωσε [3] διέφυγε. τοῦτο δὲ ἄλλος τις τὴν σκευὴν ὁμοίως ἅπασαν πρὸς τὸν δεσπότην διαλλάξας αὐτός τε ἐς φορεῖον κατάστεγον ἐσῆλθε καὶ ἐκεῖνον διφροφορεῖν ἐποίησε· κἀκ τούτου καταληφθέντες ὁ μὲν οὐδ' ὀφθεὶς ἐφονεύθη, ὁ δὲ ὥς τις σκευοφόρος διεσώθη.
[4] καὶ ταῦτα μὲν ἴσως ἐκεῖνοι ἐξ εὐεργεσίας τινὸς προϋπαρχούσης σφίσι τοῖς εὖ ποιήσασιν ἀνταπέδοσαν· στιγματίας δέ τις οὐχ ὅσον οὐ προέδωκε τὸν στίξαντα, ἀλλὰ καὶ πάνυ προθύμως ἔσωσεν. ὡς γοῦν ὑπεκκομίζων ποι αὐτὸν ἐφωράθη καὶ ἐδιώκετο, ἀπέκτεινέ τέ τινα ἐντυχόντα οἱ κατὰ τύχην, καὶ τὴν στολὴν αὐτοῦ τῷ δεσπότῃ [5] δοὺς τὸν μὲν ἐπὶ πυρὰν ἐπέθηκεν, αὐτὸς δὲ τήν τε ἐσθῆτα καὶ τὸν δακτύλιον τοῦ δεσπότου λαβὼν ἀπήντησε τοῖς διώκουσι, καὶ πλασάμενος ὡς καὶ φεύγοντα αὐτὸν ἀπεκτονὼς ἐπιστεύθη ἔκ τε τῶν σκύλων καὶ ἐκ τῶν στιγμάτων, καὶ ἐκεῖνόν τε ἅμα ἔσωσε καὶ [6] αὐτὸς ἐτιμήθη. ταῦτα μὲν οὖν ἐς οὐδεμίαν ὀνόματος μνήμην ἀνήκει· Ὁσίδιον δὲ δὴ Γέταν ὁ υἱός, ἐκφορὰν δή τινα αὐτοῦ ὡς καὶ τεθνηκότος σκευάσας, ἐξέσωσε, καὶ Κύιντον Κικέρωνα τὸν τοῦ Μάρκου ἀδελφὸν ὁ παῖς ἐξέκλεψε καὶ ὅσον ἐφ' ἑαυτῷ ἔσωσεν.
[7] αὐτὸς μὲν γὰρ καὶ κατέκρυψε τὸν πατέρα ὥστε μὴ εὑρεθῆναι, καὶ στρεβλωθεὶς ἐπὶ τούτῳ πάσαις βασάνοις οὐδὲν ἐξελάλησε· μαθὼν δὲ ἐκεῖνος τὸ γιγνόμενον, καὶ θαυμάσας τε ἅμα τὸν παῖδα καὶ ἐλεήσας, ἦλθεν ἐθελοντὴς ἐς τὸ ἐμφανὲς καὶ αὐτὸς ἑαυτὸν τοῖς σφαγεῦσι παρέδωκεν.
[11]
[1] ἀρετῆς μὲν δὴ καὶ εὐσεβείας τοσαῦτα τότε ἐπιφανῆ ἔργα ἐγένετο· Ποπίλιος δὲ δὴ Λαίνας τὸν Κικέρωνα τὸν Μᾶρκον ἀπέκτεινε [2] καίπερ εὐεργέτην αὐτοῦ ἐκ συνηγορήματος ὄντα, καὶ ἵνα γε μὴ ἀκουόμενος μόνον ἀλλὰ καὶ ὁρώμενος πίστιν τοῦ πεφονευκέναι αὐτὸν λάβῃ, εἰκόνα ἑαυτοῦ πλησίον τῆς ἐκείνου κεφαλῆς ἐστεφανωμένην ἔθηκε, καὶ τὸ ὄνομα καὶ τὸ ἔργον αὐτοῦ ἐπιγεγραμμένον ἔχουσαν. καὶ οὕτω γε καὶ τῷ Ἀντωνίῳ διὰ τοῦτ' ἤρεσεν ὥστε καὶ [3] χρήματα πλείω τῶν ἐπηγγελμένων λαβεῖν. Μᾶρκος δὲ Τερέντιος Οὐάρρων ἠδίκησε μὲν οὐδέν, ὁμώνυμος δὲ δή τινι τῶν ἐπικεκηρυγμένων πλὴν μιᾶς προσηγορίας ὤν, καὶ δείσας μή τι κατὰ τοῦτο, οἷα καὶ ὁ Κίννας, πάθῃ, ἐξέθηκε γράμμα αὐτὸ τοῦτο δηλῶν· ἐδημάρχει [4] δέ. καὶ ὁ μὲν διατριβὴν καὶ γέλωτα ἐπὶ τούτῳ ὠφλίσκανεν· τὸ δὲ δὴ ἀστάθμητον τοῦ βίου καὶ ἐξ ἐκείνου ἐτεκμηριώθη, ὅτι Λούκιος μὲν Φιλούσκιος ὑπό τε τοῦ Σύλλου πρότερον ἐπικηρυχθεὶς καὶ διαφυγὼν ἔς τε τὸ λεύκωμα αὖθις τότε ἐσεγράφη καὶ ἀπέθανε, Μᾶρκος δὲ Οὐαλέριος Μεσσάλας ὑπὸ τοῦ Ἀντωνίου θανατωθεὶς οὐχ ὅπως ἐν ἀσφαλείᾳ διεβίω, ἀλλὰ καὶ ὕπατος ἀντ' αὐτοῦ ἐκείνου [5] ὕστερον ἀπεδείχθη. οὕτως ἔκ τε τῶν ἀπορωτάτων πολλοὶ περιγίγνονται καὶ ἐκ τῶν θαρσούντως ἐχόντων οὐκ ἐλάττους ἀπόλλυνται· καὶ διὰ τοῦτο χρὴ μήτε ἐς τὸ ἀνέλπιστον πρὸς τὰς αὐτίκα συμφορὰς ἐκπλήττεσθαί τινα μήτε ἐς τὸ ἀφρόντιστον ὑπὸ τοῦ παραχρῆμα περιχαροῦς ἐπαίρεσθαι, ἀλλ' ἐς τὸ μέσον ἐπ' ἀμφότερα τὴν ἐλπίδα τοῦ μέλλοντος τιθέμενον ἀσφαλεῖς ἐφ' ἑκάτερα τοὺς λογισμοὺς [12] [1] ποιεῖσθαι. καὶ τότε γοῦν ταῦτά τε οὕτως ἐγένετο, καὶ πλεῖστοι μὲν τῶν μὴ προγραφέντων διά τε ἔχθραν καὶ διὰ χρήματα παραπώλοντο, πλεῖστοι δὲ τῶν ἐπικηρυχθέντων οὐχ ὅτι περιεγένοντο ἀλλὰ καὶ κατῆλθον αὖθις, καί τινες αὐτῶν καὶ ἀρχὰς ἔσχον. ἡ δ' ἀναχώρησίς σφισι πρός τε τὸν Βροῦτον καὶ πρὸς τὸν Κάσσιον [2] τόν τε Σέξτον ἐγίγνετο. καὶ οἵ γε πλείους πρὸς τοῦτον συγκατέφυγον· ναυαρχεῖν τε γὰρ πρότερον αἱρεθεὶς καὶ χρόνον τινὰ ἐν τῇ θαλάσσῃ δυνηθεὶς ἰσχύν τε οἰκείαν, καίπερ τῆς ἀρχῆς μετὰ τοῦθ' ὑπὸ τοῦ Καίσαρος ἀποστερηθείς, περιεβάλετο, καὶ τὴν Σικελίαν κατασχών, ἔπειθ' ὡς καὶ ἐκείνῳ ἐπεκηρύχθη αἵ τε ἄλλαι σφαγαὶ [3] ἐγίγνοντο, πλεῖστον τοῖς ὁμοίοις συνήρατο. τῇ γὰρ Ἰταλίᾳ ἐγγύθεν ἐφορμῶν διέπεμπεν ἔς τε τὴν Ῥώμην καὶ ἐς τὰς ἄλλας πόλεις, τά τε ἄλλα τοῖς τινα περισώσασι ‹καὶ› διπλάσια τῶν τοῖς φονεύσουσι προκειμένων ἐπαγγελλόμενος, καὶ αὐτοῖς ἐκείνοις καὶ ὑποδοχὴν καὶ ἐπικουρίαν καὶ χρήματα καὶ τιμὰς ὑπισχνούμενος. ὅθενπερ συχνοὶ [13] [1] πρὸς αὐτὸν ἦλθον. ἀριθμὸν γὰρ οὔτε τῶν προγραφέντων οὔτε τῶν φονευθέντων ἢ καὶ διαφυγόντων οὐδὲ νῦν ἔγραψα, ὅτι πολλοὶ μὲν τῶν τὸ πρῶτον ἐς τὰ λευκώματα ἐγγραφέντων ἀπηλίφησαν, πολλοὶ δὲ ὕστερον ἀντ' αὐτῶν ἀντενεγράφησαν, καὶ τούτων τε οὐκ [2] ὀλίγοι διεσώθησαν καὶ ἄλλοι συχνοὶ διεφθάρησαν. καὶ αὐτοὺς οὐδὲ πενθεῖν τισιν ἐξουσία ἦν, ἀλλὰ πολλοὶ καὶ ἐκ τούτου παραπώλοντο. καὶ τέλος, ὡς τό τε πεπλασμένον αὐτῶν πᾶν αἱ συμφοραὶ ἐξενίκων, καὶ οὐδεὶς οὐδὲ τῶν πάνυ ἀνδρικῶν ἀντικαρτερεῖν πρὸς αὐτὰς ἐδύνατο, ἀλλ' ἔν τε τοῖς ἄλλοις πᾶσι καὶ ἔργοις καὶ λόγοις ἐσκυθρώπαζον καὶ ἐν τῇ ἀρχῇ τοῦ ἔτους οὐκ ἤμελλον, ὥσπερ εἰώθασιν, ἑορτάσειν, ἐκελεύσθησαν διὰ προγραφῆς εὐθυμεῖσθαι, θάνατον ὀφλήσοντες ἂν μὴ πειθαρχήσωσιν· οὕτω που, ὡς καὶ ἐπ' [3] ἀγαθοῖς, τοῖς κοινοῖς κακοῖς χαίρειν ἠναγκάζοντο. καὶ τί τοῦτο εἶπον, ὁπότε καὶ ἐκείνοις (τοῖς τρισὶν ἀνδράσι λέγω) ἄλλα τε ὡς εὐεργέταις καὶ σωτῆρσι τῆς πόλεως γεγονόσι καὶ τοὺς στεφάνους τοὺς πολιτικοὺς ἐψηφίσαντο; οὐ γὰρ ὅτι τινὰς ἐφόνευον, αἰτίαν [4] ἔχειν ἠξίουν, ἀλλ' ὅτι μὴ πλείονας, προσεπαινεῖσθαι ἤθελον. καὶ πρός γε τὸν δῆμον φανερῶς ποτε εἶπον ὅτι οὔτε τὴν τοῦ Μαρίου τοῦ τε Σύλλου ὠμότητα, ὥστε καὶ μισηθῆναι, οὔτ' αὖ τὴν τοῦ Καίσαρος ἐπιείκειαν, ὥστε καὶ καταφρονηθῆναι καὶ ἀπ' αὐτοῦ καὶ ἐπιβουλευθῆναι, ἐζηλώκασι.
[14]
[1] τοιαῦτα μὲν περὶ τὰς σφαγὰς ἐγίγνετο, πολλὰ δὲ δὴ καὶ ἄτοπα καὶ περὶ τὰς τῶν ἄλλων οὐσίας συνέβαινε. καίτοι ταῖς τε γυναιξὶ ταῖς τῶν φονευομένων τὰς προῖκας καὶ τοῖς τέκνοις τοῖς μὲν ἄρρεσι τὸ δέκατον ταῖς δὲ θηλείαις τὸ εἰκοστὸν τῆς ἑκάστου σφῶν οὐσίας δώσειν, ὡς καὶ δὴ δίκαιοι φιλάνθρωποί τε ὄντες, ἐπηγγείλαντο.
[2] ἀλλ' οὔτε ταῦτα πλὴν ὀλίγων ἐδόθη, τά τε τῶν λοιπῶν καὶ πάνυ πάντα ἀδεῶς ἐπορθεῖτο. τοῦτο μὲν γὰρ ἐνοίκιον ἐνιαύσιον πασῶν τῶν τε ἐν τῷ ἄστει καὶ τῶν ἐν τῇ ἄλλῃ Ἰταλίᾳ οἰκιῶν, ὧν μὲν ἐμεμισθώκεσάν τινες, ὅλον, ὧν δὲ αὐτοὶ ᾤκουν, ἐξ ἡμισείας, πρὸς τὴν τῆς καταγωγῆς ἀξίαν ἐσέπραξαν· τοῦτο δὲ τοὺς τὰ χωρία [3] ἔχοντας τὸ ἥμισυ τῶν προσόδων αὐτῶν ἀφείλοντο. καὶ προσέτι καὶ τοὺς στρατιώτας τήν τε τροφὴν παρὰ τῶν πόλεων, ἐν αἷς ἐχείμαζον, προῖκα λαμβάνειν ἐποίησαν, καὶ κατὰ τὴν χώραν, ὡς ἐπὶ τὰ δεδημευμένα τά τε τῶν ἀνθισταμένων ἔτι, διαπέμποντες (καὶ γὰρ ἐκείνους, ὅτι μὴ ἐντὸς τῆς προρρηθείσης σφίσιν ἡμέρας μετέστησαν, πολεμίους ἐποιήσαντο) πάντα καὶ τὰ λοιπὰ προσδιήρπαζον.
[4] ἵνα γὰρ καὶ πρὸ τῶν ἔργων τοὺς μισθοὺς ἔχοντες πᾶν τὸ πρόθυμόν σφισι παρέχωνται, ταῦτά τε αὐτοῖς πράττειν ἐπέτρεπον καὶ πόλεις χώρας τε δώσειν ὑπισχνοῦντο· καὶ ἐπὶ τούτῳ καὶ γεωνόμους ὁμοῦ καὶ οἰκιστὰς αὐτοῖς προσαπέδειξαν. τὸ μὲν οὖν πλῆθος τῶν στρατιωτῶν τούτοις ἀνηρτῶντο, τῶν δὲ δὴ λογιμωτέρων τοὺς μὲν τοῖς κτήμασι τοῖς τῶν ἀπολλυμένων ἐδελέαζον, τὰ μὲν ἐπευωνίζοντες τὰ δὲ καὶ προῖκά σφισι χαριζόμενοι, τοὺς δὲ καὶ [5] ταῖς ἀρχαῖς ταῖς τε ἱερωσύναις αὐτῶν ἐτίμων. ὅπως γὰρ ἀδεῶς αὐτοί τε τὰ κάλλιστα καὶ τῶν χωρίων καὶ τῶν οἰκοδομημάτων λαμβάνωσι καὶ ἐκείνοις ὅσα βούλονται διδῶσι, προεῖπον μηδένα τῶν ἄλλων μὴ ὠνησείοντα ἐς τὸ πρατήριον ἀπαντᾶν, εἰ δὲ μή γε, θνήσκειν τὸν τοῦτο ποιήσαντα. καὶ ἐκείνους γε οὕτω μετεχειρίζοντο ὥστε ‹μήτε› τι καταφωρᾶν καὶ πλείστου ὅσου ἀγοράζειν ὧν ἔχρῃζον, καὶ διὰ τοῦτο μηδ' ὠνητιᾶν ἔτι.
[15]
[1] περὶ μὲν οὖν τὰ κτήματα τοῦθ' οὕτως ἐγίγνετο, τὰς δὲ ἀρχὰς τάς τε ἱερωσύνας τῶν θανατωθέντων οὐ πρὸς τὸ νομιζόμενον ἐκ τῶν νόμων, ἀλλ' ὥς που καὶ ἔδοξεν αὐτοῖς, διέδοσαν. καὶ ὑπάτους [2] ‹τε›, τοῦ μὲν Καίσαρος τὴν ἀρχὴν ἀπειπόντος (ἧς γὰρ οὕτως ἐπεθύμησεν ὥστε καὶ πολεμῆσαι δι' αὐτήν, ταύτης ἑκὼν ἐξέστη) τοῦ δὲ συνάρχοντος αὐτοῦ μεταλλάξαντος, ἄλλον τέ τινα καὶ τὸν Οὐεντίδιον τὸν Πούπλιον καίπερ στρατηγοῦντα ἀπέδειξαν, ἔς τε τὴν [3] στρατηγίαν αὐτοῦ τῶν ἀγορανομούντων τινὰ ἐσήγαγον· καὶ πάντας μετὰ τοῦτο τοὺς στρατηγούς, πέντε ἡμέρας ἔτι ἄρχοντας, παύσαντες ἐκείνους μὲν ἐς τὰς ἡγεμονίας τῶν ἐθνῶν ἔστειλαν, ἑτέρους δὲ ἀντ' αὐτῶν ἀντικατέστησαν. νόμους τε τοὺς μὲν ἀπήλειψαν τοὺς δὲ ἀντενέγραψαν. καὶ συνελόντι εἰπεῖν, καὶ τἆλλα πάντα ὅπως [4] ποτὲ καὶ ἐδόκει αὐτοῖς ἔπρασσον· τῶν μὲν γὰρ ἐπικλήσεων τῶν ἐπιφθόνων καὶ διὰ τοῦτο καταλυθεισῶν οὐκ ἀντεποιήσαντο, τὰ δὲ δὴ πράγματα πρός τε τὸ βούλημα καὶ πρὸς τὸ ἐπιθύμημα τὸ ἑαυτῶν διῆγον, ὥστε χρυσὸν τὴν τοῦ Καίσαρος μοναρχίαν φανῆναι.
τὸν μὲν οὖν ἐνιαυτὸν ἐκεῖνον ταῦτά τε οὕτως ἐποίησαν, καὶ [16] [1] νεὼν τῷ τε Σαράπιδι καὶ τῇ Ἴσιδι ἐψηφίσαντο· τοῦ δὲ δὴ Λεπίδου τοῦ Μάρκου τοῦ τε Πλάγκου τοῦ Λουκίου ὑπατευσάντων λευκώματα αὖθις ἐξετέθη, θάνατον μὲν μηδενὶ ἔτι φέροντα, τὰς [2] δὲ οὐσίας τῶν ζώντων ἀποσυλῶντα προσδεόμενοι γὰρ χρημάτων, ἅτε πολλὰ μὲν καὶ πολλοῖς στρατιώταις προοφειλήσαντες, πολλὰ δὲ καὶ ἐπὶ τοῖς γιγνομένοις δι' αὐτῶν δαπανῶντες, πολλῷ δὲ ἔτι πλείω ἐς τοὺς προσδοκωμένους πολέμους ἀναλώσειν νομίζοντες, ἠργυρολόγουν.
[3] οὐ μὴν ἀλλὰ τὸ μὲν τῶν τελῶν τῶν πρότερον μέν ποτε καταλυθέντων τότε δὲ αὖθις ἐπαναχθέντων ἢ καὶ ἐκ καινῆς προσκαταστάντων, τό τε τῶν συντελειῶν, ἃς πολλὰς μὲν ἐπὶ τῇ γῇ πολλὰς δὲ καὶ ἐπὶ τοῖς οἰκέταις ἐπράττοντο, μετρίως πως τοὺς [4] ἀνθρώπους ἐλύπει· τὸ δὲ δὴ τοὺς καὶ ἐφ' ὁποσονοῦν ἔτι οὐ μόνον τῶν βουλευτῶν ἢ καὶ τῶν ἱππέων, ἀλλὰ καὶ τῶν ἐξελευθέρων, καὶ ἀνδρῶν ὁμοίως καὶ γυναικῶν, εὐποροῦντας ἐς λευκώματα ἐσγραφῆναι καὶ δεκατείαν τινὰ καινὴν δεκατευθῆναι σφόδρα πάντας [5] ἠνίασε. τῷ μὲν γὰρ λόγῳ τὸ δέκατον τῆς οὐσίας παρ' ἑκάστου σφῶν ἐπράχθη, ἔργῳ δὲ οὐδὲ τὸ δέκατόν τινι κατελείφθη· ἐπειδὴ γὰρ οὐ ῥητόν τι ἀργύριον πρὸς τὴν τῶν κτημάτων ἀξίαν ἐσενεγκεῖν ἐκελεύσθησαν, ἀλλ' ἐπ' αὐτοῖς αἱ τιμήσεις τῶν σφετέρων ἐγένοντο, κἀκ τούτου ὡς οὐκ ὀρθῶς αὐτὰ τετιμημένοι διεβάλλοντο, καὶ τὰ [17] [1] λοιπὰ προσαπώλλυσαν. εἰ δ' οὖν τινες τοῦτό πως διέφυγον, ἀλλ' ὑπό τε τῶν τάξεων ἐς στενὸν κατακλειόμενοι καὶ ἀργυρίου δεινῶς σπανίζοντες πάντων καὶ αὐτοὶ τρόπον τινὰ ἀπεστεροῦντο. καὶ μέντοι καὶ ἕτερόν τι τοιόνδε, βαρὺ μὲν καὶ ἀκοῦσαι βαρύτατον δὲ [2] πραχθῆναι, ἐγένετο· τῷ γὰρ βουλομένῳ σφῶν ἐδόθη, πάσης τῆς οὐσίας ἐκστάντι, τὸ τρίτον μετὰ ταῦτα αὐτῆς ἀπαιτῆσαι, τοῦτ' ἔστι μήτε τι λαβεῖν καὶ προσέτι καὶ πράγματα σχεῖν. ὁπότε γὰρ βίᾳ τὰ δύο μέρη φανερῶς ἐσυλῶντο, πῶς ἂν τὸ τρίτον ἀπέλαβον, [3] ἄλλως τε καὶ ἐλαχίστου αὐτῶν πωλουμένων; τοῦτο μὲν γὰρ πολλῶν ἅμα ἀποκηρυττομένων, καὶ τῶν ἀνθρώπων τῶν πλειόνων καὶ ἀχρύσων καὶ ἀναργύρων ὄντων, τῶν δὲ λοιπῶν μὴ τολμώντων ὡς καὶ ἐχόντων τι ἀγοράσαι, ἵνα μὴ καὶ ἐκεῖνο προσαπολέσωσιν, αἱ τιμαὶ ἀνεῖντο· τοῦτο δὲ τοῖς στρατιώταις πολὺ παρὰ τὴν ἀξίαν [4] πάντα ἐπιπράσκετο. ὥστε τῶν μὲν ἰδιωτῶν οὐδεὶς οὐδέν, ὅ τι καὶ ἄξιον εἰπεῖν, διεσώσατο· πρὸς γὰρ αὖ τοῖς ἄλλοις ἔς τε τὸ ναυτικὸν οἰκέτας, εἰ καὶ μὴ εἶχόν τινες, ὠνούμενοί γε ἐδίδοσαν, καὶ τὰς ὁδοὺς οἰκείοις οἱ βουλευταὶ δαπανήμασιν ἐπεσκεύαζον. μόνοι δὲ [5] δὴ οἱ τὰ ὅπλα ἔχοντες ὑπερεπλούτησαν. οὐδὲ γὰρ οὐδὲ ἐξήρκει σφίσιν οὔτε ἡ μισθοφορὰ καίπερ ἐντελὴς οὖσα, οὔτε αἱ ἔξωθεν ἐπιφοραὶ καίτοι παμπληθεῖς γενόμεναι, οὐ τὰ ἆθλα τῶν φόνων μέγιστα δὴ δοθέντα, οὐχ αἱ κτήσεις τῶν χωρίων προικιμαῖαι τρόπον τινὰ αὐτοῖς ὑπάρξασαι· ἀλλὰ καὶ προσέτι οἱ μὲν τὰς οὐσίας τῶν τελευτώντων ὅλας καὶ ᾔτουν καὶ ἐλάμβανον, οἱ δὲ καὶ ἐς τὰ [6] τῶν ζώντων ἔτι γερόντων τε καὶ ἀτέκνων γένη ἐσεβιάζοντο. ἐς τοσοῦτον γὰρ τῆς τε ἀπληστίας καὶ τῆς ἀναισχυντίας ἐχώρησαν ὥστε τινὰ καὶ τὴν τῆς Ἀττίας τῆς τοῦ Καίσαρος μητρὸς οὐσίαν, ἀποθανούσης τότε καὶ δημοσίᾳ [τε] ταφῇ τιμηθείσης, παρ' αὐτοῦ τοῦ Καίσαρος αἰτῆσαι.
[18]
[1] ταῦτά τε οὖν οὕτως οἱ ἄνδρες ἐκεῖνοι οἱ τρεῖς ἐποίουν, καὶ ἅμα καὶ τὸν Καίσαρα τὸν πρότερον ἐπὶ πλεῖστον ἐσέμνυνον. ἅτε γὰρ τῆς μοναρχίας ἐφιέμενοι καὶ πρὸς αὐτὴν ἐπειγόμενοι τούς τε [2] σφαγέας αὐτοῦ τοὺς λοιποὺς ὀργῇ μετῄεσαν, ὡς καὶ ἐκ τούτου τήν τε ἄδειάν σφισιν ὧν ἐποίουν καὶ τὴν ἀσφάλειαν πόρρωθεν προπαρασκευάσοντες, καὶ πάνθ' ὅσα ἐς τιμὴν αὐτοῦ ἔφερε, προθύμως ἔπραττον ἐς ὑποδοχὴν τοῦ καὶ αὐτοί ποτε τῶν ὁμοίων ἀξιωθῆναι· καὶ διὰ τοῦτο τοῖς τε ἐψηφισμένοις ἤγαλλον αὐτὸν καὶ ἑτέροις [3] ἃ τότε προσέθεσαν. ἔν τε γὰρ τῇ πρώτῃ τοῦ ἔτους ἡμέρᾳ αὐτοί τε ὤμοσαν καὶ τοὺς ἄλλους ὥρκωσαν βέβαια νομιεῖν πάντα τὰ ὑπ' ἐκείνου γενόμενα (καὶ τοῦτο καὶ νῦν ἐπὶ πᾶσι τοῖς τὸ κράτος ἀεὶ ἴσχουσιν, ἢ καὶ ἐπ' αὐτοῦ ποτε γενομένοις καὶ μὴ ἀτιμωθεῖσι, γίγνεται), [4] καὶ ἡρῷόν οἱ ἔν τε τῇ ἀγορᾷ καὶ ἐν τῷ τόπῳ ἐν ᾧ ἐκέκαυτο προκατεβάλοντο, καί τι καὶ ἄγαλμα αὐτοῦ ἐν ταῖς ἱπποδρομίαις μεθ' ἑτέρου Ἀφροδισίου ἔπεμπον. εἴ τε νίκη τις ἠγγέλθη ποθέν, χωρὶς μὲν τῷ κρατήσαντι χωρὶς δὲ ἐκείνῳ καὶ τεθνεῶτι τιμὴν ἱερομηνίας [5] ἔνεμον. τά τε γενέσια αὐτοῦ δαφνηφοροῦντας καὶ εὐθυμουμένους πάντας ἑορτάζειν ἠνάγκασαν, νομοθετήσαντες τοὺς μὲν ἄλλους τοὺς ἀμελήσαντας αὐτῶν ἐπαράτους τῷ τε Διὶ καὶ αὐτῷ ἐκείνῳ εἶναι, τοὺς δὲ δὴ βουλευτὰς τούς τε υἱεῖς σφων πέντε καὶ [6] εἴκοσι μυριάδας ὀφλισκάνειν. καὶ συνέβαινε γὰρ ἐν τῇ αὐτῇ ἡμέρᾳ καὶ τὰ Ἀπολλώνια γίγνεσθαι, ἐψηφίσαντο τῇ προτεραίᾳ τὰ γενέσια ἀγάλλεσθαι, ὡς καὶ λογίου τινὸς Σιβυλλείου ἀπαγορεύοντος μηδενὶ [19] [1] θεῶν τότε πλὴν τῷ Ἀπόλλωνι ἑορτάζεσθαι. ταῦτά τε οὖν αὐτῷ ἔδωκαν, καὶ τὴν ἡμέραν ἐν ᾗ ἐφονεύθη, κυρίαν ἀεί ποτε ἕδραν βουλῆς ἔχουσαν, ἀποφράδα ἐνόμισαν. τό τε οἴκημα ἐν ᾧ ἐσφάγη, παραχρῆμά τε ἔκλεισαν καὶ ὕστερον ἐς ἄφοδον μετεσκεύασαν· καὶ τὸ βουλευτήριον τὸ Ἰούλιον ἐπ' αὐτοῦ κληθὲν παρὰ τῷ Κομιτίῳ [2] ὠνομασμένῳ ᾠκοδόμουν, ὥσπερ ἐψήφιστο. πρὸς δὲ τούτοις ἀπεῖπον μὲν μηδεμίαν εἰκόνα αὐτοῦ, καθάπερ θεοῦ τινος ὡς ἀληθῶς ὄντος, ἐν ταῖς τῶν συγγενῶν αὐτοῦ ἐκφοραῖς πέμπεσθαι, ὅπερ ἐκ τοῦ πάνυ ἀρχαίου καὶ τότε ἔτι ἐγίγνετο· ἀπηγόρευσαν δὲ μηδένα ἐς τὸ ἡρῷον αὐτοῦ καταφυγόντα ἐπ' ἀδείᾳ μήτε ἀνδρηλατεῖσθαι [3] μήτε συλᾶσθαι, ὅπερ οὐδενὶ οὐδὲ τῶν θεῶν, πλὴν τῶν ἐπὶ τοῦ Ῥωμύλου γενομένων, ἐδεδώκεσαν. καίτοι καὶ ἐκεῖνο τὸ χωρίον ὀνόματι τὴν ἀσυλίαν, μετὰ τὴν τῶν ἀνδρῶν ἄθροισιν, ἄνευ τοῦ ἔργου αὐτῆς ἔσχεν· οὕτω γὰρ περιεφράχθη ὥστε μηδένα ἔτι τὸ παράπαν ἐσελθεῖν ἐς αὐτὸ δυνηθῆναι.
[4] τῷ μὲν δὴ Καίσαρι ταῦτ' ἔδωκαν, ταῖς δὲ ἀειπαρθένοις ῥαβδούχῳ ἑνὶ ἑκάστῃ χρῆσθαι, ὅτι τις αὐτῶν ἀπὸ δείπνου πρὸς ἑσπέραν οἴκαδε ἐπανιοῦσα ἠγνοήθη τε καὶ ὑβρίσθη. τάς τε ἀρχὰς τὰς ἐν τῇ πόλει ἐπὶ πλείω ἔτη προαπέδειξαν, τούς τε ἐπιτηδείους σφίσιν ἅμα δι' αὐτῶν τιμῶντες, καὶ τὰ πράγματα ἐπὶ μακρότερον ταῖς τῶν ἀρξόντων διαδοχαῖς κρατυνόμενοι.
[20]
[1] πράξαντες δὲ ταῦτα, Λέπιδος μὲν αὐτοῦ, τήν τε πόλιν καὶ τὴν ἄλλην Ἰταλίαν διάξων, ὥσπερ εἶπον, ὑπέμεινε, Καῖσαρ δὲ καὶ Ἀντώνιος ἐξεστράτευσαν. ὅ τε γὰρ Βροῦτος καὶ ὁ Κάσσιος τὸ μὲν πρῶτον μετὰ τὴν ὁμολογίαν τὴν πρὸς τὸν Ἀντώνιον τούς τε ἄλλους σφίσι γενομένην καὶ ἐς τὴν ἀγορὰν ἐσῄεσαν, καὶ τὰς στρατηγίας [2] ἐν τῷ αὐτῷ ᾧ καὶ πρὶν κόσμῳ διῴκουν· ἐπεὶ δ' ἤρξαντό τινες ἐπὶ τῇ τοῦ Καίσαρος σφαγῇ χαλεπαίνειν, ἐξεχώρησαν ὡς καὶ ἐπὶ τὰς ἔξω ἀρχάς, ἃς προσετετάχατο, ἐπειγόμενοι. καίτοι καὶ ἀστυνόμος ὁ Κάσσιος ἦν, τά τε Ἀπολλώνια οὐδέπω διεωρτάκει. ἀλλ' ἐκεῖνα μὲν δι' Ἀντωνίου τοῦ συστρατηγοῦ καὶ ἀπὼν ἐκπρεπέστατα ἐπετέλεσεν, [3] αὐτὸς δὲ οὐκ εὐθὺς ἐκ τῆς Ἰταλίας ἀπέπλευσεν, ἀλλ' ἐν τῇ Καμπανίᾳ μετὰ τοῦ Βρούτου χρονίσας ἐπετήρει τὰ γιγνόμενα. καί τινα καὶ γράμματα ἐς τὴν Ῥώμην, ἅτε καὶ στρατηγοῦντες, πρὸς τὸν δῆμον ἔπεμπον, μέχρις οὗ ὁ Καῖσαρ ‹ὁ› Ὀκταουιανὸς τῶν τε πραγμάτων ἀντιλαμβάνεσθαι καὶ τὸ πλῆθος σφετερίζεσθαι ἤρξατο.
[4] τότε γὰρ τῆς τε δημοκρατίας ἅμα ἀπογνόντες καὶ ἐκεῖνον φοβηθέντες ἀπῆραν. καὶ αὐτοὺς οἱ Ἀθηναῖοι λαμπρῶς ὑπεδέξαντο· ἐτιμῶντο μὲν γὰρ καὶ ὑπὸ τῶν ἄλλων σχεδόν τι πάντων ἐφ' οἷς ἐποίησαν, ἐκεῖνοι δὲ καὶ εἰκόνας σφίσι χαλκᾶς παρά τε τὴν τοῦ Ἁρμοδίου καὶ παρὰ τὴν τοῦ Ἀριστογείτονος, ὡς καὶ ζηλωταῖς αὐτῶν [21] [1] γενομένοις, ἐψηφίσαντο. κἀν τούτῳ πυθόμενοι τὸν Καίσαρα ἐπὶ μεῖζον αἴρεσθαι, Κρητῶν μὲν καὶ Βιθυνῶν, ἐφ' οὓς ἐστέλλοντο, ἠμέλησαν, οὐδεμίαν ἐν αὐτοῖς ἀξιόχρεων ὠφελίαν ὁρῶντες οὖσαν, πρὸς δὲ δὴ τήν τε Συρίαν καὶ τὴν Μακεδονίαν, καίπερ μηδέν σφισι προσηκούσας, ἀλλ' ὅτι τῷ καιρῷ καὶ τοῖς χρήμασι ταῖς τε δυνάμεσιν [2] ἤκμαζον, ἐτράποντο. καὶ Κάσσιος μὲν πρὸς τοὺς Σύρους ὡς καὶ συνήθεις οἱ καὶ φίλους ἐκ τῆς μετὰ τοῦ Κράσσου στρατείας ὄντας ὥρμησε, Βροῦτος δὲ τήν τε Ἑλλάδα καὶ τὴν Μακεδονίαν συνίστη. ἄλλως τε γὰρ ἔκ τε τῆς δόξης τῶν πεπραγμένων καὶ ἐπὶ [3] ταῖς ἐλπίσι τῶν ὁμοίων προσεῖχον αὐτῷ, καὶ διότι καὶ στρατιώτας συχνούς, τοὺς μὲν ἐκ τῆς πρὸς Φαρσάλῳ μάχης ἐκεῖ που καὶ τότε ἔτι περιπλανωμένους, τοὺς δὲ καὶ ἐκ τῶν τῷ Δολοβέλλᾳ συνεξελθόντων ὑπολειφθέντας ἢ διὰ νόσον ἢ διὰ ἀταξίαν, προσλαβὼν εἶχε· [4] καί οἱ καὶ χρήματα ἐκ τῆς Ἀσίας παρὰ τοῦ Τρεβωνίου ἦλθε. τὸ μὲν οὖν Ἑλληνικὸν ἀπονητότατα ἐκ τούτων, ἅτε μηδὲ δύναμίν τινα ἀξιόλογον ἔχον, προσεποιήσατο· ἐς δὲ δὴ τὴν Μακεδονίαν ἦλθε μὲν ἐν ἐκείνῳ τῷ καιρῷ ἐν ᾧ ὅ τε Ἀντώνιος ὁ Γάιος ἄρτι ἀφῖκτο καὶ Κύιντος Ὁρτήσιος ὁ προάρξας αὐτῆς ἀπαλλαγήσεσθαι ἔμελλεν, [5] οὐ μέντοι καὶ πρᾶγμά τι ἔσχεν. οὗτός τε γὰρ εὐθὺς αὐτῷ προσεχώρησε, καὶ ὁ Ἀντώνιος κωλυθεὶς κατὰ τὴν τοῦ Καίσαρος ἐν τῇ Ῥώμῃ ἐπικράτησιν πράσσειν τι τῶν τῇ ἀρχῇ προσηκόντων ἀσθενὴς [6] ἦν. ὅ τε Οὐατίνιος ἦρχε μὲν Ἰλλυριῶν τῶν πλησιοχώρων, καὶ τό τε Δυρράχιον ἐκεῖθεν ἐπελθὼν προκατέλαβε καὶ ἦν αὐτῷ κατὰ τὸ στασιωτικὸν διάφορος, οὐ μὴν ἠδυνήθη τι αὐτὸν βλάψαι· οἱ γὰρ στρατιῶται ἀχθόμενοί τε αὐτῷ καὶ προσκαταφρονήσαντες αὐτοῦ [7] διὰ νόσον μετέστησαν. καταλαβὼν οὖν καὶ τούτους ἐπί τε τὸν Ἀντώνιον ἐν τῇ Ἀπολλωνίᾳ ὄντα ἐστράτευσε, καὶ προαπαντήσαντός οἱ αὐτοῦ τούς τε στρατιώτας ᾠκειώσατο, καὶ ἐκεῖνον ἐς τὸ τεῖχος προκαταφυγόντα ἀπετείχισε μὲν καὶ ἐζώγρησεν ἐκ προδοσίας, κακὸν [22] [1] δὲ οὐδὲν εἰργάσατο. πράξας δὲ ταῦτα, καὶ τήν τε Μακεδονίαν μετὰ τοῦτο πᾶσαν καὶ τὴν Ἤπειρον προσλαβών, ἐπέστειλε τῇ γερουσίᾳ, τά τε πραχθέντα οἱ δηλῶν καὶ ἑαυτὸν τά τε ἔθνη καὶ [2] τοὺς στρατιώτας ἐπ' αὐτῇ ποιούμενος. οἱ δέ (ἔτυχον γὰρ ὑπόπτως ἤδη πρὸς τὸν Καίσαρα ἔχοντες) ἰσχυρῶς τε αὐτὸν ἐπῄνεσαν καὶ πάντων τῶν ἐκεῖ χωρίων ἄρχειν ἐκέλευσαν. ὡς οὖν καὶ ἐκ τοῦ δόγματος τὴν ἡγεμονίαν ἐβεβαιώσατο, αὐτός τε ἐπὶ πλεῖον προεθυμήθη [3] καὶ τὸ ὑπήκοον ἀπροφασίστως συναιρόμενον ἔσχε. καὶ τέως μὲν τῷ τε Καίσαρι πέμπων, ὅτε ἐδόκει τῷ Ἀντωνίῳ πολεμεῖν, παρῄνει ἐκείνῳ τε ἀνθίστασθαι καὶ ἑαυτῷ συναλλαγῆναι, καὶ αὐτὸς ἐς τὴν Ἰταλίαν πλεῦσαι παρεσκευάζετο, ὅθεν ἡ γερουσία μετέπεμψεν [4] αὐτόν· ἐπεὶ δὲ ὁ Καῖσαρ τά τε ἐν τῇ Ῥώμῃ ἀκριβῶς κατέσχε καὶ τοὺς τοῦ πατρὸς φονέας φανερῶς ἐτιμωρεῖτο, κατὰ χώραν ἔμεινε, καὶ διεσκόπει ὅπῃ ποτὲ ἐπιόντα αὐτὸν καλῶς ἀμύναιτο, καὶ τά τε ἄλλα ἄριστα δὴ τήν τε Μακεδονίαν διήγαγε, καὶ τὰ στρατεύματα [23] [1] στασιασθέντα οἱ ὑπὸ τοῦ Ἀντωνίου κατεστήσατο. ἐκεῖνος γάρ, καίτοι ὑπ' ‹αὐτοῦ οὐδὲ› τοῦ στρατηγικοῦ κόσμου στερηθείς, οὐκ ἠγάπησε τὴν ἡσυχίαν ἔν τε ἀδείᾳ καὶ ἐν τιμῇ ἔχων, ἀλλ' ἐς τοὺς [2] τοῦ Βρούτου στρατιώτας ἔπραττεν ἀπόστασιν· φωραθείς τε ἐπὶ τούτῳ πρὶν μέγα τι κακὸν δρᾶσαι, καὶ τῶν τε ἐπισήμων τῆς στρατηγίας ἀφαιρεθεὶς καὶ φυλακῇ τινι ἀδέσμῳ, ἵνα μηδὲν νεοχμώσῃ, παραδοθεὶς οὐδ' ὣς ἡσύχασεν, ἀλλὰ καὶ ἐπὶ μᾶλλον ἢ πρὶν ἐνεωτέρισεν, ὥστε καὶ τῶν στρατιωτῶν τοὺς μὲν ἀλλήλοις ἐς χεῖρας ἐλθεῖν, τοὺς δὲ καὶ ἐπ' ἐκεῖνον ἐς τὴν Ἀπολλωνίαν, ὅπως ἐξαρπάσωσιν [3] αὐτόν, ὁρμῆσαι. καὶ τοῦτο μὲν οὐκ ἠδυνήθησαν ποιῆσαι· ὁ γὰρ Βροῦτος ἐκ γραμμάτων τινῶν ἁλόντων προμαθὼν τὸ γενησόμενον ὑπεξήγαγεν αὐτόν, ὡς καὶ νοσοῦντά τινα ἐς δίφρον κατάστεγον ἐμβαλών· οὔτε δὲ ἐκεῖνον εὑρεῖν δυνάμενοι καὶ τὸν Βροῦτον φοβούμενοι [4] λόφον ὑπὲρ τῆς πόλεως κατέλαβον. καὶ αὐτοὺς ὁ Βροῦτος ἐς τε ὁμολογίαν ὑπαγαγόμενος, καὶ ὀλίγους τῶν θρασυτάτων τοὺς μὲν θανατώσας τοὺς δὲ ἀπαλλάξας ἐκ τῆς συστρατείας, οὕτω διέθηκεν ὥστε σφᾶς τούς τε ἀποπεμφθέντας ὡς καὶ τῆς στάσεως αἰτιωτάτους συλλαβεῖν καὶ ἀποκτεῖναι, καὶ τὸν ταμίαν τούς τε ὑποστρατήγους [24] [1] τοῦ Ἀντωνίου ἐξαιτῆσαι. ὁ οὖν Βροῦτος ἐκείνων μὲν οὐδένα σφίσιν ἐξέδωκεν, ἀλλ' ἐς πλοῖα αὐτοὺς ἐμβαλὼν ὡς καὶ καταποντώσων ἐς τὸ ἀσφαλὲς ἀπέπεμψε· φοβηθεὶς δὲ μὴ καὶ αὖθις τῶν ἐν τῇ Ῥώμῃ πραττομένων ἐπὶ τὸ φοβερώτερον ἀγγελλομένων πυνθανόμενοι [2] μεταβάλωνται, τὸν μὲν Ἀντώνιον ἐν τῇ Ἀπολλωνίᾳ κατέλιπε, Γαΐῳ τινὶ Κλωδίῳ παραδοὺς φυλάσσειν, αὐτὸς δὲ τό τε πλεῖστον καὶ τὸ ἰσχυρότατον τοῦ στρατοῦ λαβὼν ἔς τε τὴν ἄνω Μακεδονίαν ἀνεχώρησε, κἀντεῦθεν ἐς τὴν Ἀσίαν ὕστερον ἔπλευσεν, ὅπως σφᾶς ὅτι τε πορρωτάτω τῆς Ἰταλίας ἀπαγάγῃ κἀκ τῶν ἐκεῖ ὑπηκόων [3] διατρέφῃ. καὶ ἄλλους τε ἐν τούτῳ συμμάχους προσεποιήσατο καὶ τὸν Δηιόταρον, καίπερ ὑπεργήρων τε ὄντα καὶ τῷ Κασσίῳ ἀπειπόντα τὴν βοήθειαν. διατρίβοντος δὲ αὐτοῦ ταύτῃ, ἐκείνῳ τε Γέλλιος Ποπλικόλας ἐπεβούλευσε καὶ τὸν Ἀντώνιον ὁ ἀδελφὸς ὁ [4] Μᾶρκος ἐξαρπάσαι, πέμψας τινάς, ἐπεχείρησε. καὶ τοῦτον μὲν ὁ Κλώδιος ὡς οὐκ ἠδυνήθη σῶον φυλάξαι, ἀπέκτεινεν, εἴτ' αὐτογνωμονήσας εἴτε καὶ ἐξ ἐντολῆς τοῦ Βρούτου· καὶ γὰρ λόγος ἔχει ὅτι πρότερον μὲν ἐν παντὶ τὴν σωτηρίαν αὐτοῦ ἐποιεῖτο, ὕστερον δέ, [5] μαθὼν τὸν Δέκιμον ἀπολωλότα, παρ' οὐδὲν αὐτὴν ἤγαγεν. ὁ δὲ δὴ Γέλλιος ἐφωράθη μέν, ἔπαθε δὲ δεινὸν οὐδέν· ὁ γὰρ Βροῦτος ἐκεῖνόν τε ἐν τοῖς φιλτάτοις ἀεί ποτε νομίσας εἶναι, καὶ τὸν ἀδελφὸν αὐτοῦ Μᾶρκον Μεσσάλαν πάνυ τῷ Κασσίῳ προσκείμενον εἰδώς, ἀφῆκεν αὐτόν. καὶ ὃς ἐπέθετο μὲν καὶ τῷ Κασσίῳ, οὐδὲν δὲ οὐδὲ [6] τότε κακὸν ἔπαθεν. αἴτιον δὲ ὅτι ἡ μήτηρ αὐτοῦ Πώλλα προμαθοῦσα τὴν ἐπιβουλήν, καὶ δείσασα περί τε τῷ Κασσίῳ μὴ προκαταληφθῇ (σφόδρα γὰρ αὐτὸν ἠγάπα) καὶ περὶ τῷ υἱῷ μὴ καταφωραθῇ, τό τε ἐπιβούλευμα αὐτὴ ἑκοῦσα τῷ Κασσίῳ προεμήνυσε καὶ τὴν σωτηρίαν τοῦ παιδὸς ἀντέλαβεν. οὐ μέντοι καὶ βελτίω αὐτὸν ἐποίησεν· πρός τε γὰρ τὸν Καίσαρα καὶ πρὸς τὸν Ἀντώνιον [25] [1] ἀπὸ τῶν εὐεργετῶν ἀπηυτομόλησεν. ὁ δ' οὖν Βροῦτος ὡς τάχιστα τήν τε τοῦ Ἀντωνίου τοῦ Μάρκου πείρασιν καὶ τὴν τοῦ ἀδελφοῦ αὐτοῦ σφαγὴν ἔμαθεν, ἔδεισε μὴ καὶ ἄλλο τι ἐν τῇ Μακεδονίᾳ παρὰ τὴν ἀπουσίαν αὐτοῦ νεωτερισθῇ, καὶ εὐθὺς ἐς τὴν Εὐρώπην ἐπειχθεὶς τήν τε χώραν τὴν τοῦ Σαδάλου γενομένην παρέλαβεν (ἄπαις γὰρ τελευτῶν τοῖς Ῥωμαίοις αὐτὴν κατέλιπε), [2] καὶ ἐς Βησσοὺς ἐμβαλών, εἴ πως ἀμύναιτό τε ἅμα αὐτοὺς ὧν ἐκακούργουν, καὶ ὄνομα ἀξίωμά τε αὐτοκράτορος, ὡς καὶ ῥᾷον ἐκ τούτου τῷ τε Καίσαρι καὶ τῷ Ἀντωνίῳ προσπολεμήσων, περιβάλοιτο, ἀμφότερα διεπράξατο, Ῥασκυπόριδός οἱ δυνάστου τινὸς ἐς τὰ μάλιστα βοηθήσαντος. ἐντεῦθεν δὲ ἐς τὴν Μακεδονίαν ἐλθὼν καὶ πάντα τὰ ἐκεῖ κρατυνάμενος ἐς τὴν Ἀσίαν αὖθις ἀνεκομίσθη.
[3] Βροῦτος μὲν ταῦτά τε ἔπρασσεν, καὶ ἐς τὰ νομίσματα ἃ ἐκόπτετο εἰκόνα τε αὑτοῦ καὶ πιλίον ξιφίδιά τε δύο ἐνετύπου, δηλῶν ἐκ τε τούτου καὶ διὰ τῶν γραμμάτων ὅτι τὴν πατρίδα μετὰ τοῦ [26] [1] Κασσίου ἠλευθερωκὼς εἴη· ἐν δὲ τοῖς αὐτοῖς ἐκείνοις χρόνοις ὁ Κάσσιος ἔς τε τὴν Ἀσίαν πρὸς τὸν Τρεβώνιον, φθάσας τὸν Δολοβέλλαν, ἐπεραιώθη, καὶ λαβὼν παρ' αὐτοῦ χρήματα, τῶν τε ἱππέων συχνούς, οὓς ὁ Δολοβέλλας ἐς τὴν Συρίαν προεπεπόμφει, καὶ ἑτέρους πολλοὺς τῶν τε Ἀσιανῶν καὶ τῶν Κιλίκων προσέθετο.
[2] κἀκ τούτου καὶ τὸν Ταρκονδίμοτον τούς τε Ταρσέας καὶ ἄκοντας ἐς τὸ συμμαχικὸν προσηγάγετο· οὕτω γὰρ προσφιλῶς τῷ Καίσαρι τῷ προτέρῳ, καὶ δι' ἐκεῖνον καὶ τῷ δευτέρῳ, οἱ Ταρσεῖς εἶχον ὥστε καὶ Ἰουλιόπολίν σφας ἀπ' αὐτοῦ μετονομάσαι. ταῦτ' οὖν ὁ Κάσσιος πράξας ἐς τὴν Συρίαν ἦλθε, καὶ ἀμαχεὶ πάντα τά τε τῶν [3] δήμων καὶ τὰ τῶν στρατευμάτων προσεποιήσατο. ἡ δὲ δὴ κατάστασις ἡ ἐν τῇ Συρίᾳ τότε τοιάδε ἦν. Καικίλιος Βάσσος ἱππεὺς συστρατεύσας τε τῷ Πομπηίῳ καὶ ἀναχωρήσας ἐς Τύρον, ἐκεῖ ἐν τῷ ἐμπορίῳ τὰς διατριβὰς λανθάνων ἐποιεῖτο. ἦρχε δὲ τῶν Σύρων Σέξτος· τούτῳ γὰρ καὶ ταμίᾳ καὶ συγγενεῖ αὑτοῦ ὄντι ὁ Καῖσαρ πάντα τὰ τῇδε κατὰ τὴν ἐκ τῆς Αἰγύπτου ἐπὶ τὸν Φαρνάκην ἔλασιν [4] ἐπέτρεψεν. ὁ οὖν Βάσσος τὸ μὲν πρῶτον ἡσυχίαν ἦγεν, ἀγαπῶν εἴ τις αὐτὸν ζῆν ἐάσειεν· ὡς δὲ τῶν τε ὁμοίων τινὲς πρὸς αὐτὸν συνελέγησαν, καὶ τῶν τοῦ Σέξτου στρατιωτῶν ἄλλοτε ἄλλους ἐς φυλακὴν τῆς πόλεως φοιτῶντας ἀνηρτήσατο, περί τε τοῦ Καίσαρος [5] πολλὰ καὶ δεινὰ ἐκ τῆς Ἀφρικῆς ἠγγέλλετο, οὐκέτι τοῖς παροῦσιν ἔστερξεν, ἀλλ' ἢ τοῖς ἀμφὶ τὸν Σκιπίωνα τόν τε Κάτωνα καὶ τοὺς Πομπηίους συναιρόμενος, ἢ καὶ ἑαυτῷ δυναστείαν τινὰ περιβαλλόμενος, ἐνεόχμου. φωραθείς τε ὑπὸ τοῦ Σέξτου πρὶν παρασκευάσασθαι, ἔφη τε τῷ Μιθριδάτῃ τῷ Περγαμηνῷ τὴν ἐπικουρίαν ἐπὶ [6] τὸν Βόσπορον ἀθροίζειν, καὶ πιστευθεὶς ἀπελύθη. καὶ οὕτω μετὰ ταῦτα γράμματά τινα συνέπλασεν ὡς καὶ παρὰ τοῦ Σκιπίωνός οἱ πεμφθέντα, καὶ ἐξ αὐτῶν τόν τε Καίσαρα ἐν τῇ Ἀφρικῇ ἡττῆσθαι καὶ ἀπολωλέναι διήγγελλε, καὶ ἑαυτῷ τὴν ἀρχὴν τῆς Συρίας προστετάχθαι [7] ἔλεγε. κἀκ τούτου τήν τε Τύρον μετὰ τῶν προπαρεσκευασμένων κατέλαβε, κἀντεῦθεν πρὸς τὰ τοῦ Σέξτου στρατόπεδα προσχωρῶν περιέπεσεν αὐτῷ καὶ ἡττηθεὶς ἐτρώθη. παθὼν δὲ τοῦτο κατὰ μὲν τὸ ἰσχυρὸν οὐκέτ' αὐτοῦ ἐπείρασε, τοῖς δὲ δὴ στρατιώταις προσπέμπων τινὰ τρόπον οὕτω τινὰς αὐτῶν ἐσφετερίσατο ὥστε [27] [1] καὶ αὐτόχειρας τοῦ Σέξτου γενέσθαι. ἀποθανόντος δὲ ἐκείνου τό τε στράτευμα πᾶν πλὴν ὀλίγων προσηταιρίσατο (τοὺς γὰρ ἐν Ἀπαμείᾳ χειμάζοντας ἐπεδίωξε μὲν ἐς Κιλικίαν προαποχωρήσαντας, οὐ μὴν καὶ προσεποιήσατο), καὶ ἐς τὴν Συρίαν ἐπανελθὼν στρατηγός τε ὠνομάσθη καὶ τὴν Ἀπάμειαν ἐκρατύνατο, ὅπως ὁρμητήριόν οἱ [2] τοῦ πολέμου γένηται. τήν τε ἡλικίαν οὐχ ὅτι τὴν ἐλευθέραν ἀλλὰ καὶ τὴν τῶν δούλων κατέλεγε, καὶ χρήματα ἤθροιζε καὶ ὅπλα κατεσκευάζετο. πράσσοντα δὲ αὐτὸν ταῦτα Γάιός τις Ἀντίστιος ἐς πολιορκίαν κατέκλεισε. καὶ μετὰ τοῦτο ἀγχώμαλα ἀγωνιζόμενοι, καὶ μηδέτεροι ἰσχυρόν τι παραλαβεῖν δυνάμενοι, ἀσπόνδῳ διοκωχῇ [3] πρὸς συμμάχων ἐπαγωγὴν διελύθησαν. καὶ Ἀντιστίῳ μὲν ἔκ τε τῶν περιχώρων οἱ τὰ τοῦ Καίσαρος φρονοῦντες καὶ ἐκ τῆς Ῥώμης στρατιῶται ὑπ' αὐτοῦ πεμφθέντες προσεγένοντο, τῷ δὲ δὴ Βάσσῳ ὁ Ἀλχαυδόνιος ὁ Ἀράβιος· οὗτος γὰρ τῷ τε Λουκούλλῳ πρότερον, ὥσπερ εἴρηταί μοι, ὁμολογήσας, καὶ τοῖς Πάρθοις μετὰ τοῦτο κατὰ [4] τοῦ Κράσσου συναράμενος, τότε παρεκλήθη μὲν ὑπ' ἀμφοτέρων, ἐλθὼν δὲ ἐς τὸ μέσον τῆς τε πόλεως καὶ τῶν στρατοπέδων, πρίν τι ἀποκρίνασθαί σφισι, τήν τε συμμαχίαν ἀπεκήρυξε, καὶ ἐπειδὴ ὁ Βάσσος ὑπερέβαλε τοῖς χρήμασιν, ἐπεκούρησέ τε αὐτῷ καὶ ἐν τῇ [5] μάχῃ πολὺ τοῖς τοξεύμασιν ἐπεκράτησεν. οἱ δὲ δὴ Πάρθοι ἦλθον μὲν καὶ αὐτοὶ τῷ Βάσσῳ ἐπίκλητοι, οὐ μέντοι καὶ ἐπὶ πολὺ αὐτῷ διὰ τὸν χειμῶνα συνεγένοντο, καὶ διὰ τοῦτο οὐδὲ ἔπραξάν τι ἀξιόλογον. καὶ ὁ μὲν δυνηθείς τινα χρόνον, ἔπειτα ὑπό τε Μαρκίου Κρίσπου καὶ ὑπὸ Λουκίου Σταΐου Μούρκου αὖθις κατείρχθη.
[28]
[1] τοιούτων δὲ δὴ τῶν πραγμάτων αὐτοῖς ὄντων, ὁ Κάσσιος ἐπελθὼν τάς τε πόλεις πάσας εὐθὺς πρός τε τὴν δόξαν ὧν ἐν τῇ ταμιείᾳ ἐπεποιήκει καὶ πρὸς τὴν λοιπὴν εὔκλειαν ᾠκειώσατο, καὶ τὰ στρατόπεδα τά τε τοῦ Βάσσου καὶ τὰ τῶν ἑτέρων οὐδὲν ἐπιπονήσας [2] προσέθετο. καὶ αὐτῷ καθ' ἓν μετὰ πάντων αὐτῶν αὐλιζομένῳ ὕδωρ ἐκ τοῦ οὐρανοῦ αἰφνίδιον πολὺ ἐπεγένετο, κἀν τούτῳ σύες ἄγριοι ἐς τὸ στρατόπεδον κατὰ πάσας ἅμα τὰς πύλας ἐσπεσόντες πάντα τὰ ἐν αὐτῷ ὄντα συνέχεαν καὶ συνετάραξαν, ὥστε τινὰς ἐκ τούτων τήν τε ἰσχὺν αὐτοῦ τὴν αὐτίκα καὶ τὴν μετὰ ταῦτα καταστροφὴν [3] τεκμήρασθαι. παραλαβὼν οὖν τὴν Συρίαν ἐς τὴν Ἰουδαίαν ὥρμησε, πυθόμενος τοὺς στρατιώτας τοὺς ἐν τῇ Αἰγύπτῳ ὑπὸ τοῦ Καίσαρος καταλειφθέντας προσιέναι, καὶ ἐκείνους τε ἀκονιτὶ [4] καὶ τοὺς Ἰουδαίους παρεστήσατο. καὶ μετὰ τοῦτο τὸν μὲν Βάσσον καὶ τὸν Κρίσπον, τούς τε ἄλλους τοὺς οὐκ ἐθελήσαντάς οἱ συστρατεῦσαι, ἀπέπεμψε μηδὲν ἀδικήσας, τῷ δὲ δὴ Σταΐῳ τό τε ἀξίωμα μεθ' οὗ ἀφῖκτο ἐτήρησε, καὶ προσέτι καὶ τὸ ναυτικὸν ἐπέτρεψεν.
[5] οὕτω μὲν καὶ ὁ Κάσσιος ἰσχυρὸς διὰ ταχέων ἐγένετο, καὶ τῷ τε Καίσαρι περὶ τῶν συναλλαγῶν καὶ τῇ γερουσίᾳ περὶ τῶν παρόντων ὅμοια τῷ Βρούτῳ ἐπέστειλε. καὶ αὐτῷ διὰ ταῦτα ἡ βουλὴ τήν τε ἀρχὴν τῆς Συρίας ἐβεβαίωσε καὶ τὸν τοῦ Δολοβέλλου πόλεμον [29] [1] ἐψηφίσατο. οὗτος γὰρ ἐτέτακτο μὲν τῆς Συρίας ἄρχειν καὶ τὴν ἔξοδον ὑπατεύων ἐπεποίητο, χρόνιος δὲ διά τε τῆς Μακεδονίας καὶ διὰ τῆς Θρᾴκης ἐς τὴν Ἀσίαν τὸ ἔθνος κομισθεὶς καὶ ἐκεῖ [2] ἐνδιέτριψεν. ἐπειδή τε ἐνταῦθα ἔτι ὄντι αὐτῷ τὸ δόγμα ἠγγέλθη, πρὸς μὲν τὴν Συρίαν οὐ προεχώρησεν, αὐτοῦ δὲ δὴ καταμείνας τὸν Τρεβώνιον οὕτω μετεχειρίσατο ὥστε δόξαν οἱ εὐνοίας πλείστην παρασχεῖν, καὶ τήν τε τροφὴν τοῖς στρατιώταις παρ' ἑκόντος αὐτοῦ [3] λαβεῖν καὶ τὴν δίαιταν ἀδεῶς σὺν αὐτῷ ποιεῖσθαι. ἐπειδή τε ἔν τε τῷ θαρσοῦντι διὰ ταῦτ' ἐγένετο καὶ φυλακὴν οὐδεμίαν ἑαυτοῦ ἐποιεῖτο, τήν τε Σμύρναν, ἐν ᾗ ἦσαν, νυκτὸς ἐξαπιναίως κατέλαβε, καὶ ἐκεῖνον ἀποκτείνας τὴν κεφαλὴν αὐτοῦ πρὸς τὴν τοῦ Καίσαρος εἰκόνα ἔρριψε, κἀκ τούτου πᾶσαν τὴν Ἀσίαν κατέσχε.
[4] πυθόμενοι δὲ ταῦτα οἱ ἐν οἴκῳ Ῥωμαῖοι πόλεμον αὐτῷ ἐπήγγειλαν· οὐδέπω γὰρ ὁ Καῖσαρ οὔτε τὸν Ἀντώνιον ἐνενικήκει οὔτε τὰ ἐν τῷ ἄστει διὰ χειρὸς ἐπεποίητο. καὶ τοῖς τε συνοῦσίν οἱ ῥητὴν ἡμέραν ἐς ἔκλειψιν τῆς φιλίας αὐτοῦ προεῖπον, ἵνα μὴ καὶ ἐκεῖνοι [5] ἐν ἐχθρῶν μοίρᾳ γένωνται, καὶ τὴν ἀντίταξιν τόν τε πόλεμον τὸν πρὸς αὐτὸν τὸ μὲν σύμπαν τοῖς ὑπάτοις προσέταξαν, ἐπειδὰν τὰ παρόντα κατορθώσωσι, ποιήσασθαι (τὸν γὰρ Κάσσιον οὐδέπω τὴν Συρίαν ἔχοντα ᾔδεσαν), ἵνα δὲ μὴ ἐπὶ μεῖζον ἐν τῷ μεταξὺ χρόνῳ [6] αὐξηθῇ, τοῖς τῶν προσόρων ἐθνῶν ἄρχουσιν ἐνεχείρισαν· καὶ μετὰ τοῦτο μαθόντες τὰ κατὰ τὸν Κάσσιον, πρὶν καὶ ὁτιοῦν ὑπ' ἐκείνων [30] [1] πραχθῆναι, ταῦθ' ἅπερ εἶπον ἐψηφίσαντο. ὁ δ' οὖν Δολοβέλλας ἐγκρατὴς οὕτω τῆς Ἀσίας γενόμενος ἐς τὴν Κιλικίαν ἦλθε, τοῦ Κασσίου ἐν τῇ Παλαιστίνῃ ὄντος, καὶ τοὺς Ταρσέας ἑκουσίους προσλαβὼν φρουρούς τινας αὐτοῦ ἐν Αἰγέαις ὄντας ἐνίκησε, καὶ ἐς [2] τὴν Συρίαν ἐνέβαλε. καὶ τῆς μὲν Ἀντιοχείας ὑπὸ τῶν ἐμφρουρούντων αὐτὴν ἀπεκρούσθη, τὴν δὲ δὴ Λαοδίκειαν ἀμαχεὶ διὰ τὴν φιλίαν αὐτῶν, ἣν πρὸς τὸν Καίσαρα τὸν πρότερον εἶχον, προσεποιήσατο. κἀκ τούτων ἡμέρας τινὰς ἰσχύσας (τά τε γὰρ ἄλλα καὶ τὸ ναυτικὸν αὐτῷ διὰ ταχέων ἐκ τῆς Ἀσίας ἐπῆλθε) διέβαλεν ἐς Ἄραδον, [3] ὅπως καὶ παρ' ἐκείνων καὶ χρήματα καὶ ναῦς λάβῃ· κἀνταῦθα ἀποληφθεὶς μετ' ὀλίγων ἐκινδύνευσε. διαφυγὼν δ' οὖν ἀπήντησέ τε τῷ Κασσίῳ προσελαύνοντι, καὶ συμβαλὼν αὐτῷ ἡττήθη. κατακλεισθείς τε ἐς τὴν Λαοδίκειαν ἐπορθεῖτο, τῆς μὲν ἠπείρου παντελῶς εἰργόμενος (ἄλλοι τε γὰρ τῷ Κασσίῳ καὶ Πάρθοι τινὲς [4] ἐβοήθησαν), ταῖς δὲ δὴ ναυσὶ ταῖς τε Ἀσιαναῖς καὶ ταῖς Αἰγυπτίαις, ἃς ἡ Κλεοπάτρα αὐτῷ ἔπεμψε, καὶ προσέτι καὶ τοῖς χρήμασι τοῖς παρ' αὐτῆς ἐλθοῦσιν ἰσχύων, μέχρις οὗ ὁ Στάιος τό τε ναυτικὸν συνεκρότησε, καὶ ἐς τὸν τῶν Λαοδικέων λιμένα ἐσπλεύσας τούς τε ἀνταναχθέντας ἐκράτησε καὶ ἀπέκλεισέν οἱ καὶ τὴν θάλασσαν.
[5] τότε γὰρ ἀμφοτέρωθεν τῆς ἐπαγωγῆς τῶν ἐπιτηδείων εἰρχθεὶς ἐπεκδρομὴν μὲν σπάνει τῶν ἀναγκαίων ἐποιήσατο, καταραχθεὶς δὲ διὰ ταχέων ἐς τὸ τεῖχος, καὶ προδιδόμενον αὐτὸ ἰδών, ἐφοβήθη μὴ ζῶν ἁλοίη καὶ ἑαυτὸν κατεχρήσατο. ὅπερ που καὶ Μᾶρκος [6] Ὀκτάουιος ὑποστράτηγος αὐτοῦ ἔπραξε. καὶ οἱ μὲν ταφῆς ὑπὸ τοῦ Κασσίου, καίπερ τὸν Τρεβώνιον ἄταφον ῥίψαντες, ἠξιώθησαν· οἵ τε συστρατεύσαντές σφισι καὶ περιγενόμενοι καὶ σωτηρίας καὶ ἀδείας, [7] καίτοι πολέμιοι ὑπὸ τῶν οἴκοι Ῥωμαίων νομισθέντες, ἔτυχον. οὐ μέντοι οὐδ' οἱ Λαοδικεῖς κακόν τι πλὴν συντελείας χρημάτων ἔπαθον. ἀλλ' οὐδὲ ἄλλος οὐδείς, συχνῶν μετὰ τοῦτο ἐπιβουλευσάντων τῷ Κασσίῳ, ἐκολάσθη.
[31]
[1] ἐν ᾧ δὲ ταῦτ' ἐγίγνετο, οἱ Ταρσεῖς Τίλλιον Κίμβρον φονέα τε τοῦ Καίσαρος ὄντα καὶ τότε Βιθυνῶν ἄρχοντα, πρός τε τὴν τοῦ Κασσίου ἐπικουρίαν ἐπειγόμενον ἐπεχείρησαν τῶν τοῦ Ταύρου διόδων εἶρξαι, προεκλιπόντες δὲ αὐτὰς ὑπὸ δέους παραχρῆμα μὲν ἐσπείσαντο αὐτῷ, νομίσαντες ἰσχυρὸν αὐτὸν εἶναι, μετὰ δὲ τοῦτο τὴν ὀλιγότητα τῶν στρατιωτῶν κατανοήσαντες οὔτε τῇ πόλει αὐτὸν [2] ἐδέξαντο οὔτε τὰ ἐπιτήδειά οἱ παρέσχον. ἐπειδή τε φρούριόν τι ἐπιτειχίσας σφίσιν ἐς τὴν Συρίαν ἀπῆρε, προτιμότερον τὸ τῷ Κασσίῳ βοηθῆσαι τοῦ τὴν πόλιν αὐτὸς ἐξελεῖν ποιησάμενος, τοῦτό τε ἐπιστρατεύσαντες αὐτῷ παρεστήσαντο, καὶ πρὸς τὰ Ἀδανὰ ὅμορά τέ σφισι καὶ διάφορα ἀεὶ ὄντα ὥρμησαν, πρόφασιν ὡς καὶ τὰ τοῦ [3] Κασσίου πράσσοντα ποιησάμενοι. πυθόμενος δὲ ταῦτα ἐκεῖνος πρότερον μέν, ὡς ἔτι ὁ Δολοβέλλας ἔζη, Λούκιον Ῥοῦφον ἐπ' αὐτοὺς ἔπεμψεν, ὕστερον δὲ καὶ αὐτὸς ἦλθε, καὶ (ἤδη γὰρ ἀμαχεὶ τῷ Ῥούφῳ προσεκεχωρήκεσαν) ἄλλο μέν σφας οὐδὲν δεινὸν εἰργάσατο, [4] τὰ δὲ χρήματα τά τε ἴδια καὶ τὰ δημόσια πάντα ἀφείλετο. κἀκ τούτου Ταρσεῖς ἐπαίνους τε παρὰ τῶν τριῶν ἀνδρῶν (ἐκεῖνοι γὰρ τὰ πράγματα ἤδη τὰ ἐν τῇ Ῥώμῃ εἶχον) καὶ ἐλπίδα ἀντιλήψεσθαί [5] τι ἀντὶ τῶν ἀπολωλότων ἔλαβον· ἥ τε Κλεοπάτρα διὰ τὴν συμμαχίαν ἣν τῷ Δολοβέλλᾳ ἔπεμψεν, εὕρετο τὸν υἱόν, ὃν Πτολεμαῖον μὲν ὠνόμαζεν, ἐπλάττετο δὲ ἐκ τοῦ Καίσαρος τετοκέναι καὶ κατὰ τοῦτο Καισαρίωνα προσηγόρευε, βασιλέα τῆς Αἰγύπτου κληθῆναι.
[32]
[1] Κάσσιος δὲ ἐπειδὴ τά τε ἐν τῇ Συρίᾳ καὶ τὰ ἐν τῇ Κιλικίᾳ κατεστήσατο, ἐς τὴν Ἀσίαν πρὸς τὸν Βροῦτον ἀφίκετο. ὡς γὰρ τήν τε συνωμοσίαν τῶν τριῶν ἀνδρῶν ἔμαθον καὶ τὰ πραττόμενα ὑπ' αὐτῶν κατὰ σφῶν ᾔσθοντο, συνῆλθόν τε ἐκεῖ καὶ τὰ πράγματα [2] ἔτι καὶ μᾶλλον ἐκοινώσαντο· τήν τε γὰρ αἰτίαν τὴν τοῦ πολέμου τὴν αὐτὴν ἔχοντες καὶ τὸν κίνδυνον τὸν αὐτὸν προσδεχόμενοι, τήν τε ὑπὲρ τῆς τοῦ δήμου ἐλευθερίας γνώμην μηδὲ τότε ἐξιστάμενοι, καὶ ἐκείνους ἅτε καὶ τρεῖς ὄντας καὶ τοιαῦτα δρῶντας προσκαταλῦσαι γλιχόμενοι, πολλῷ προθυμότερον κοινῇ πάντα καὶ ἐβουλεύοντο καὶ [3] ἐποίουν. καὶ τὸ μὲν σύμπαν ἔγνωσαν ἔς τε τὴν Μακεδονίαν ἐλθεῖν καὶ περαιωθῆναι αὐτοὺς ἐκεῖσε κωλῦσαι, ἢ καὶ ἐς τὴν Ἰταλίαν προδιαβῆναι· ἐπεὶ δὲ τά τε ἐν τῇ Ῥώμῃ καθίστασθαι ἔτ' ἐλέγοντο, καὶ πρὸς τὸν Σέξτον ἅτε καὶ ἐγγύθεν ἐφεδρεύοντά σφισιν ἀσχολίαν [4] ἕξειν ἐνομίζοντο, οὐκ εὐθὺς ταῦτ' ἐποίησαν, ἀλλ' αὐτοί τε περιιόντες καὶ ἑτέρους διαπέμποντες τούς τε μηδέπω ὁμοφρονοῦντάς σφισι [33] [1] προσεκτῶντο καὶ χρήματα καὶ στρατιώτας ἤθροιζον. καὶ αὐτοῖς οἱ μὲν ἄλλοι ταύτῃ πάντες, καὶ οἱ πρόσθεν περιορώμενοι, παραχρῆμα ὡμολόγησαν, ὁ δὲ δὴ Ἀριοβαρζάνης οἵ τε Ῥόδιοι καὶ οἱ Λύκιοι ἄλλως μὲν οὐκ ἀνθίσταντο, οὐ μέντοι καὶ συμμαχῆσαι [2] ἤθελον. ὑποπτεύσαντες οὖν αὐτοὺς τὰ τῶν ἐναντίων, ἐπειδὴ εὖ ὑπὸ τοῦ Καίσαρος τοῦ προτέρου ἐπεπόνθεσαν, φρονεῖν, καὶ φοβηθέντες μὴ καὶ αὐτοί τε ἀπελθόντων σφῶν ταράξωσί τι καὶ τοὺς ἄλλους συναποστήσωσι, γνώμην ἐποιήσαντο ἐπ' ἐκείνους πρῶτον τραπέσθαι, ἐλπίσαντές σφας, ἅτε καὶ τοῖς ὅπλοις πολὺ αὐτῶν ὑπερέχοντες καὶ ταῖς εὐεργεσίαις ἀφθόνως χρώμενοι, διὰ βραχέος πείσειν [3] ἢ καὶ βιάσεσθαι. καὶ Κάσσιος μὲν Ῥοδίους, καίτοι τοσοῦτον ἐπὶ τῷ ναυτικῷ φρονοῦντας ὥστε ἔς τε τὴν ἤπειρον ἐπ' αὐτὸν προδιαπλεῦσαι καὶ τὰς πέδας ἃς ἐκόμιζον ὡς καὶ ζῶντας πολλοὺς αἱρήσοντες ἐπιδεικνύναι σφίσι, ναυμαχίᾳ πρότερον μὲν περὶ Μύνδον, ἔπειτα δὲ πρὸς αὐτῇ τῇ Ῥόδῳ διὰ τοῦ Σταΐου, τῷ τε πλήθει καὶ τῷ μεγέθει τῶν νεῶν τὴν ἐμπειρίαν σφῶν κρατήσας, ἐνίκησε· [4] καὶ μετὰ τοῦτο καὶ αὐτὸς ἐς τὴν νῆσον περαιωθεὶς ἄλλο μὲν κακὸν οὐδὲν αὐτοὺς ἔδρασεν (οὔτε γὰρ ἀντέστησάν οἱ, καὶ εὔνοιαν αὐτῶν ἐκ τῆς διατριβῆς ἣν ἐκεῖ κατὰ παιδείαν ἐπεποίητο εἶχε), τὰς δὲ δὴ ναῦς καὶ τὰ χρήματα καὶ τὰ ὅσια καὶ τὰ ἱερά, πλὴν τοῦ ἅρματος τοῦ Ἡλίου, παρεσπάσατο. καὶ μετὰ ταῦτα καὶ τὸν Ἀριοβαρζάνην συλλαβὼν ἀπέκτεινε.
[34]
[1] Βροῦτος δὲ τό τε κοινὸν τῶν Λυκίων στράτευμα ἀπαντῆσαν αὐτῷ πρὸς τὰ μεθόρια μάχῃ τε ἐκράτησε καὶ συγκαταφυγὸν ἐς τὸ ἔρυμα αὐτοβοεὶ εἷλε, καὶ τῶν πόλεων τὰς μὲν πλείους ἀμαχεὶ προσηγάγετο, [2] Ξάνθον δὲ ἐς πολιορκίαν κατέκλεισε. καὶ αὐτῶν ἐξαίφνης ἐκδραμόντων καὶ πῦρ ἐς τὰς μηχανὰς ἐμβαλόντων, τά τε τοξεύματα καὶ ἀκόντια ἅμα ἀφέντων, ἐς πᾶν κινδύνου ἀφίκετο. κἂν πασσυδὶ ἀπώλετο, εἰ μὴ δι' αὐτοῦ τοῦ πυρὸς ὠσάμενοι οἱ στρατιῶται προσέμιξαν αὐτοῖς ἀπροσδόκητοι γυμνητεύουσιν, καὶ [3] ἐκείνους τε ἐς τὸ τεῖχος κατήραξαν, καὶ αὐτοὶ συνεσπεσόντες σφίσι τοῦ τε πυρὸς ἐς οἰκίας τινὰς ἐνέβαλον, καὶ τοὺς μὲν ὁρῶντας τὸ γιγνόμενον προκατέπληξαν, τοῖς δ' ἄπωθεν οὖσι δόξαν ὡς καὶ πάντα ἄρδην ᾑρηκότες παρέσχον· ἐκ γὰρ τούτου καὶ οἱ ἐπιχώριοι τὰ λοιπὰ ἐθελονταὶ συγκατέπρησαν καὶ ἀλλήλους οἱ πλείους ἀνεχρήσαντο.
[4] μετὰ δὲ τοῦτο πρὸς τὰ Πάταρα ὁ Βροῦτος ἦλθε, καὶ προεκαλέσατο μὲν αὐτοὺς ἐς φιλίαν, ὡς δ' οὐχ ὑπήκουσαν (οἵ τε γὰρ δοῦλοι καὶ τῶν ἐλευθέρων οἱ πένητες, οἱ μὲν ἐλευθερίας οἱ δὲ χρεῶν ἀποκοπῆς προτετυχηκότες, ἐκώλυόν σφας συμβῆναι), τὸ μὲν πρῶτον τοὺς αἰχμαλώτους τῶν Ξανθίων (καὶ γὰρ ἐν γένει αὐτοῖς κατ' ἐπιγαμίαν πολλοὶ ἦσαν) ἔπεμψέ σφισιν, ἐλπίδα ἔχων δι' ἐκείνων αὐτοὺς [5] προσάξεσθαι· ἐπεὶ δ' οὐδὲν μᾶλλον ἐνέδοσαν καίπερ προῖκα αὐτοῦ τοὺς ἀναγκαίους ἑκάστῳ διδόντος, πρατήριόν τι ὑπ' αὐτὸ τὸ τεῖχος ἐν ἀσφαλεῖ κατεστήσατο, καὶ παράγων ἕνα ἕκαστον τῶν πρώτων ἀπεκήρυττεν, εἴ πως διά γε τούτου τοὺς Παταρέας ὑπαγάγοιτο. ὡς δ' οὐδὲ τότε αὐτῷ προσεχώρησαν, ὀλίγους ἀποδόμενος [6] τοὺς λοιποὺς ἀφῆκεν. ἰδόντες δὲ τοῦτο οἱ ἔνδον οὐκέτ' ἀντῆραν, ἀλλ' εὐθὺς αὐτῷ ὡς καὶ ἀρετὴν ἔχοντι προσέθεντο, μηδὲν ἔξω τῶν χρημάτων ζημιωθέντες. καὶ τοῦτο καὶ οἱ Μυρεῖς ἐποίησαν, ἐπειδὴ τὸν στρατηγὸν αὐτῶν ἐν τῷ ἐπινείῳ λαβὼν ἀπέλυσε. καὶ οὕτω καὶ τἆλλα δι' ὀλίγου παρεστήσατο.
[35]
[1] ταῦτ' οὖν ἀμφότεροι πράξαντες ἔς τε τὴν Ἀσίαν αὖθις ἦλθον, καὶ πάνθ' ὅσα ἐκ διαβολῶν, οἷα ἐν τοῖς τοιούτοις φιλεῖ συμβαίνειν, ὕποπτα πρὸς ἀλλήλους εἶχον, ἔς τε τὸ μέσον καὶ κατὰ μόνας προενεγκόντες [2] καὶ διαλυσάμενοι ἐς τὴν Μακεδονίαν ἠπείγοντο. καὶ αὐτοὺς Γάιός τε Νωρβανὸς καὶ Δεκίδιος Σάξας ἔφθησαν τόν τε Ἰόνιον, πρὶν τὸν Στάιον ἐλθεῖν, περαιωθέντες, καὶ πᾶσαν τὴν μέχρι τοῦ Παγγαίου χῆν προκατασχόντες, καὶ πρὸς τοῖς Φιλίπποις [3] στρατοπεδευσάμενοι. τὸ δὲ δὴ ἄστυ τοῦτο παρά τε τῷ Παγγαίῳ καὶ παρὰ τῷ Συμβόλῳ κεῖται· Σύμβολον γὰρ τὸ χωρίον ὀνομάζουσι καθ' ὃ τὸ ὄρος ἐκεῖνο ἑτέρῳ τινὶ ἐς μεσόγειαν ἀνατείνοντι συμβάλλει, καὶ ἔστι μεταξὺ Νέας πόλεως καὶ τῶν Φιλίππων· ἡ μὲν γὰρ πρὸς τῇ θαλάσσῃ κατ' ἀντιπέρας Θάσου ἦν, ἡ δὲ ἐντὸς [4] τῶν ὀρῶν ἐπὶ τῷ πεδίῳ πεπόλισται. καὶ ἔτυχον γὰρ τὴν συντομωτάτην αὐτοῦ ὑπερβολὴν ὅ τε Σάξας καὶ ὁ Νωρβανὸς προκαταλαβόντες, ταύτῃ μὲν ὁ Βροῦτος ὅ τε Κάσσιος οὐδὲ ἐπείρασαν διαβῆναι, ἑτέραν δέ τινα μακροτέραν κατὰ τὰς Κρηνίδας ὠνομασμένας [5] περιελθόντες φυλακῇ μὲν καὶ ἐκεῖ ἐνέτυχον, βιασάμενοι δὲ αὐτὴν εἴσω τε τῶν ὀρῶν ἐγένοντο, καὶ πρὸς τὴν πόλιν κατὰ τὰ μετέωρα ἐπιπαρελθόντες ἐνταῦθα χωρὶς ἑκάτερος, ὥς γε τῷ λόγῳ εἰπεῖν, [6] ἐστρατοπεδεύσαντο· τῷ γὰρ ἔργῳ καθ' ἓν ηὐλίσαντο. τὰ μὲν γὰρ στρατόπεδα, ὡς καὶ εὐτακτότεροι οἱ στρατιῶται καὶ ῥᾴους ἄρχειν ὦσι, διχῇ κατέστη, παντὸς δὲ δὴ καὶ τοῦ διὰ μέσου αὐτῶν καὶ τάφρῳ καὶ σταυρώματι περιληφθέντος εἷς τε ὁ πᾶς περίβολος ἀμφοτέρων ἐγένετο, καὶ ἐν κοινῷ τὴν ἀπ' αὐτοῦ ἀσφάλειαν εἶχον.
[36]
[1] ἦσαν δὲ πολὺ τῷ πλήθει τῶν ἐναντίων τῶν τότε παρόντων καθυπέρτεροι, καὶ διὰ τοῦτο τό τε Σύμβολον ἐκκρούσαντες αὐτοὺς κατέλαβον, καὶ τὰ ἐπιτήδεια ταύτῃ τε δι' ἐλάττονος ἐκ τῆς θαλάσσης [2] ἐπήγοντο καὶ ἐκ τοῦ πεδίου καταθέοντες ἐλάμβανον. ὁ γὰρ Νωρβανὸς ὅ τε Σάξας πανστρατιᾷ μὲν οὐδὲ ἐτόλμησαν αὐτοῖς προσμῖξαι, ἐκπέμποντες δ' ἱππέας ἐκδρόμους ὅπῃ παρείκοι, οὐδὲν ἐπέραινον, ἀλλ' αὐτοί τε διὰ φυλακῆς μᾶλλον ἢ διὰ κινδύνων τὸ στρατόπεδον ἐποιοῦντο, καὶ τὸν Καίσαρα τόν τε Ἀντώνιον σπουδῇ μετεπέμποντο. [3] οὗτοι γὰρ τέως μὲν περί τε τοὺς Ῥοδίους καὶ περὶ τοὺς Λυκίους τόν τε Κάσσιον καὶ τὸν Βροῦτον ἀσχόλους ὄντας ἐπυνθάνοντο, ἐπὶ πλεῖόν τε αὐτοὺς ἔδοξάν σφισι προσπολεμήσειν, καὶ οὐκ ἠπείχθησαν ἀλλὰ τόν τε Σάξαν καὶ τὸν Νωρβανὸν ἐς τὴν Μακεδονίαν [4] προέπεμψαν· αἰσθόμενοι δὲ αὐτοὺς ἑαλωκότας, τοῖς μὲν Λυκίοις καὶ τοῖς Ῥοδίοις ἐπαίνους τε ἔδοσαν καὶ χρήματα χαριεῖσθαι ὑπέσχοντο, αὐτοὶ δὲ ἐκ μὲν τῆς πόλεως εὐθὺς ἐξώρμησαν, ἐγχρονίσαντες δὲ Ἀντώνιος μὲν περὶ Βρεντέσιον (ὑπὸ γὰρ τοῦ Σταΐου καθείργετο) Καῖσαρ δὲ περὶ Ῥήγιον (πρὸς γὰρ τὸν Σέξτον τήν τε Σικελίαν ἔχοντα καὶ τῆς Ἰταλίας πειρῶντα προαπετράπετο) διετρίβησαν.
[37]
[1] ὡς δ' οὖν οὗτός τε οὐ καθαίρετος ἔδοξεν εἶναί σφισι, καὶ τὰ τοῦ Κασσίου τοῦ τε Βρούτου μᾶλλον αὐτοὺς ἤπειξε, μέρος μέν τι τοῦ στρατοῦ πρὸς φρουρὰν τῆς Ἰταλίας κατέλιπον, τῷ δὲ δὴ [2] πλείονι τὸν Ἰόνιον ἀσφαλῶς ἐπεραιώθησαν. καὶ Καῖσαρ μὲν ἐν Δυρραχίῳ νοσήσας ὑπελείφθη, Ἀντώνιος δὲ πρὸς τοὺς Φιλίππους ἤλασε, καὶ παραυτίκα μὲν ῥώμην τινὰ τοῖς σφετέροις παρέσχεν, ἐνεδρεύσας δέ τινας τῶν ἐναντίων σιταγωγοῦντας καὶ σφαλεὶς οὐκέτ' [3] οὐδ' αὐτὸς ἐθάρσει. ὁ οὖν Καῖσαρ πυθόμενος τοῦτο καὶ δείσας ἑκάτερον, εἴτε τι ἐλαττωθείη κατὰ μόνας συμβαλὼν εἴτε καὶ κρατήσειεν (ἐκ μὲν γὰρ τοῦ τόν τε Βροῦτον καὶ τὸν Κάσσιον, ἐκ δὲ τοῦ τὸν Ἀντώνιον πάντως ἐφ' ἑαυτὸν ἰσχύσειν ἐνόμισεν), ἠπείχθη [4] καίπερ καὶ τότε ἔτι ἀρρωστῶν. κἀκ τούτου ἀνεθάρσησαν μὲν οἱ περὶ τὸν Ἀντώνιον· ἐπεὶ δ' οὐκ ἀσφαλὲς ἐφαίνετο τὸ μὴ οὐχ ἅμα πάντας αὐτοὺς αὐλίζεσθαι, ἔς τε χωρίον ἓν καὶ ἐς ἔρυμα ἓν τὰ [5] τρία στρατεύματα συνήγαγον. ἀντικαθημένων δὲ αὐτῶν ἀλλήλοις ἐκδρομαὶ μὲν καὶ ἀντεπέξοδοι παρ' ἀμφοτέρων ὡς ἔτυχεν ἐγίγνοντο, μάχη δὲ ἐκ παρατάξεως οὐδεμία χρόνον τινὰ συνηνέχθη, καίτοι καὶ τοῦ Καίσαρος καὶ τοῦ Ἀντωνίου πάνυ συμβαλεῖν σπουδαζόντων· [6] ταῖς τε γὰρ δυνάμεσι μᾶλλον τῶν ἐναντίων ἔρρωντο, καὶ τῶν ἐπιτηδείων οὐχ ὁμοίως αὐτοῖς ηὐπόρουν διὰ τὸ τῆς θαλάσσης, ἅτε τοῦ ναυτικοῦ σφων τῷ Σέξτῳ προσπολεμοῦντος, μὴ κρατεῖν.
[38]
[1] οὗτοι μὲν οὖν δὴ διά τε ταῦτα καὶ διὰ τὸν Σέξτον τήν τε Σικελίαν ἔχοντα καὶ τῆς Ἰταλίας πειρῶντα, μὴ καὶ χρονισάντων αὐτῶν τήν τε Ἰταλίαν καταλάβῃ καὶ ἐς τὴν Μακεδονίαν ἔλθῃ, [2] ὤργων. ὁ δὲ δὴ Κάσσιος ὅ τε Βροῦτος ἄλλως μὲν οὐκ ὤκνουν τὴν μάχην (ὅσον γὰρ τῇ ῥώμῃ τῶν στρατιωτῶν ἠλαττοῦντο, τοσοῦτον τῷ πλήθει ἐπλεονέκτουν), ἐκλογιζόμενοι δὲ τά τε ἐκείνων καὶ τὰ σφέτερα (σύμμαχοί τε γὰρ αὐτοῖς καθ' ἑκάστην ἡμέραν [3] προσεγίγνοντο, καὶ τὴν τροφὴν ἄφθονον ὑπὸ τῶν νεῶν εἶχον) ἀνεβάλλοντο, εἴ πως ἄνευ κινδύνου καὶ φθόρου τινῶν ἐπικρατήσειαν· ἅτε γὰρ δημεράσται τε ἀκριβῶς ὄντες καὶ πρὸς πολίτας ἀγωνιζόμενοι ἐκείνων τε οὐδὲν ἧττον ἢ τῶν συνόντων σφίσι διεσκόπουν, καὶ ἐπεθύμουν ἑκατέροις ὁμοίως καὶ τὴν σωτηρίαν καὶ τὴν ἐλευθερίαν [4] παρασχεῖν. χρόνον μὲν οὖν τινα διὰ ταῦτα ἀνέσχον, οὐκ ἐθέλοντές σφισιν ἐς χεῖρας ἐλθεῖν· ὡς μέντοι τὰ στρατεύματα, ἅτε ἐκ τοῦ ὑπηκόου τὸ πλεῖστον ὄντα, τῇ τε τριβῇ βαρυνόμενα καὶ τῶν ἀντιπολεμούντων καταφρονήσαντα, ὅτι τὸ καθάρσιον τὸ πρὸ τῶν ἀγώνων γιγνόμενον ἐντὸς τοῦ ἐρύματος ὡς καὶ δεδιότες [5] ἐποιήσαντο, ἔς τε τὴν μάχην ὥρμησαν καὶ διελάλουν ὅτι, ἂν ἐπὶ πλεῖον διατριφθῶσι, τό τε στρατόπεδον ἐκλείψουσι καὶ διασκεδασθήσονται, οὕτω δὴ καὶ ἄκοντες συνέμιξαν.
[39]
[1] μέγιστον δὴ τὸν ἀγῶνα τοῦτον καὶ ὑπὲρ πάντας τοὺς ἐμφυλίους τοὺς τοῖς Ῥωμαίοις γεγονότας οὐκ ἀπεικότως ἄν τις συμβῆναι νομίσειεν, οὐχ ὅτι καὶ τοῖς πλήθεσιν ἢ καὶ ταῖς ἀρεταῖς τῶν μαχεσαμένων διήνεγκεν αὐτῶν (πολλῷ γὰρ καὶ πλείους καὶ ἀμείνους σφῶν πολλαχόθι ἠγωνίσαντο), ἀλλ' ὅτι περί τε τῆς ἐλευθερίας καὶ [2] τῆς δημοκρατίας τότε ὡς οὐπώποτε ἐπολέμησαν. συνέπεσον μὲν γὰρ καὶ αὖθις ἀλλήλοις, ὥσπερ καὶ πρότερον· ἀλλ' ἐκείνους μὲν τοὺς ἀγῶνας ὑπὲρ τοῦ τίνος ἐπακούσουσιν ἐποιήσαντο, τότε δὲ οἱ μὲν ἐς δυναστείαν αὐτοὺς ἦγον, οἱ δὲ ἐς αὐτονομίαν ἐξῃροῦντο. ὅθεν οὐδ' ἀνέκυψεν ἔτι πρὸς ἀκριβῆ παρρησίαν ὁ δῆμος καίπερ [3] ὑπ' οὐδενὸς ἀλλοτρίου ἡττηθείς (τὸ γάρ τοι ὑπήκοον τό τε συμμαχικὸν τὸ τότε αὐτοῖς παραγενόμενον ἐν προσθήκης μέρει τοῦ πολιτικοῦ ἦν), ἀλλ' αὐτός τε ἑαυτοῦ κρείττων τε ἅμα καὶ ἥττων γενόμενος καὶ ἔσφηλεν ἑαυτὸν καὶ ἐσφάλη, κἀκ τούτου τό τε δημοκρατικὸν [4] συμπαρανάλωσε καὶ τὸ μοναρχικὸν ἐκράτυνε. καὶ οὐ λέγω ὡς οὐ συνήνεγκεν αὐτοῖς ἡττηθεῖσι τότε· τί γὰρ ἄν τις ἄλλο περὶ αὐτῶν ἀμφοτέρωθεν μαχεσαμένων εἴποι ἢ ὅτι Ῥωμαῖοι μὲν ἐνικήθησαν, Καῖσαρ δὲ ἐκράτησεν; ὁμοφρονῆσαι μὲν γὰρ ἐν τῷ [5] καθεστῶτι τρόπῳ τῆς πολιτείας οὐκέθ' οἷοί τε ἦσαν· οὐ γὰρ ἔστιν ὅπως δημοκρατία ἄκρατος, ἐς τοσοῦτον ἀρχῆς ὄγκον προχωρήσασα, σωφρονῆσαι δύναται· πολλοὺς δ' ἂν ἐπὶ πολλοῖς καὶ αὖθις ἀγῶνας ὁμοίους ἀνελόμενοι πάντως ἄν ποτε ἐδουλώθησαν ἢ καὶ ἐφθάρησαν.
[40]
[1] πάρεστι δὲ καὶ ἐκ τῶν σημείων τῶν τότε συμβάντων σφίσι τεκμήρασθαι ὅτι μέγιστος διαφανῶς ὁ ἀγὼν αὐτοῖς ἐγένετο· τὸ γὰρ δαιμόνιον, ὥσπερ που καὶ ἀεὶ πρὸ τῶν ἀτοπωτάτων φιλεῖ προσημαίνειν, πάντα σφίσιν ἀκριβῶς καὶ ἐν τῇ Ῥώμῃ καὶ ἐν τῇ [2] Μακεδονίᾳ τὰ ἐκβάντα ἀπ' αὐτοῦ προεμαντεύσατο. ἐν γὰρ τῷ ἄστει ὅ τε ἥλιος τοτὲ μὲν ἠλαττοῦτο καὶ ἐλάχιστος ἐγίγνετο, τοτὲ δὲ καὶ μέγας καὶ τριττὸς ἐξεφαίνετο, καί ποτε καὶ νυκτὸς ἐξέλαμψε· καὶ κεραυνοὶ ἄλλοσέ τε πολλαχόσε καὶ ἐς τὸν τοῦ Νικαίου Διὸς βωμὸν ἐφέροντο, λαμπάδες τε ἐνταῦθα κἀκεῖσε ᾖττον, καὶ σαλπίγγων ἠχαὶ ὅπλων τε κτύποι καὶ στρατοπέδων βοαὶ νυκτὸς ἔκ τε τῶν τοῦ Καίσαρος καὶ ἐκ τῶν τοῦ Ἀντωνίου κήπων, ὁμόρων ἀλλήλοις [3] παρὰ τῷ Τιβέριδι ὄντων, ἠκούοντο. καὶ προσέτι καὶ κύων κυνὸς σῶμα πρὸς τὸ Δημήτριον προσελκύσας τήν τε γῆν τοῖς ποσὶν ὤρυξε καὶ κατέχωσεν αὐτό. καί τι παιδάριον δεκαδακτύλους χεῖρας ἔχον ἐγεννήθη, ἡμίονός τε διφυὲς τέρας ἔτεκε· τὰ μὲν γὰρ [4] πρόσθια ἵππῳ τὰ δὲ λοιπὰ ἡμιόνῳ ἐῴκει. καὶ ὁ τῆς Ἀθηνᾶς ὀχὸς πρὸς τὸ Καπιτώλιον ἐξ ἱπποδρομίας τινὸς ἐπανιὼν συνετρίβη, τό τε ἄγαλμα τὸ τοῦ Διὸς τὸ ἐν τῷ Ἀλβανῷ ὂν αἷμα παρ' αὐτὰς τὰς ἀνοχὰς ἔκ τε τοῦ δεξιοῦ ὤμου καὶ ἐκ τῆς δεξιᾶς χειρὸς ἀνέδωκε.
[5] καὶ ταῦτα μὲν ἐκ τοῦ δαιμονίου σφίσι προεδείχθη, ποταμοί τε ἐν τῇ χώρᾳ αὐτῶν οἱ μὲν παντάπασιν ἐξέλιπον οἱ δ' ἀνάπαλιν ῥεῖν ἤρξαντο· συνενηνέχθαι δέ πως ἐς ταὐτὸ καὶ ὅσα παρὰ τῶν [6] ἀνθρώπων κατὰ συντυχίαν ἐπράχθη ἔδοξεν· ἔν τε γὰρ ταῖς ἀνοχαῖς ὁ πολίαρχος τὰ Λατιάρια, οὔτ' ἄλλως προσήκοντα αὐτῷ οὔτ' ἐν τῷ καιρῷ ἐκείνῳ γίγνεσθαι εἰωθότα, ἐποίησεν, καὶ οἱ ἀγορανόμοι τοῦ πλήθους ὁπλομαχίας ἀγῶνας ἀντὶ τῆς ἱπποδρομίας τῇ [7] Δήμητρι ἐπετέλεσαν. ἐν μὲν οὖν τῇ Ῥώμῃ ταῦτ' ἐγίγνετο, καί τινα καὶ λόγια καὶ πρὸ αὐτῶν καὶ ἐπ' αὐτοῖς ἐς τὴν κατάλυσιν τῆς δημοκρατίας συμβαίνοντα ᾔδετο· ἐν δὲ δὴ τῇ Μακεδονίᾳ (ταύτης γὰρ τό τε Παγγαῖον καὶ ἡ περὶ αὐτὸ γῆ νομίζεται) μέλισσαί τε πολλαὶ τὸ τοῦ Κασσίου στρατόπεδον περιέσχον, κἀν τῷ καθαρσίῳ [8] αὐτοῦ τὸν στέφανόν τις τραπέμπαλιν αὐτῷ ἐπέθηκε, παῖς τε ἐν πομπῇ τινι, οἵας οἱ στρατιῶται ἄγουσι, νίκην φέρων ἔπεσε. καὶ ὅ γε μάλιστα τὸν ὄλεθρόν σφισιν ἐσήμηνεν ὥστε καὶ τοῖς ἐναντίοις ἔκδηλον γενέσθαι, πολλοὶ μὲν γῦπες πολλοὶ δὲ καὶ ἄλλοι ὄρνιθες νεκροφάγοι ὑπέρ τε ἐκείνων μόνων διεφοίτων καὶ ἐς αὐτοὺς κατέβλεπον, δεινόν τέ τι καὶ φρικῶδες κλάζοντές τε καὶ τρίζοντες.
[41]
[1] τούτοις μὲν δὴ ταῦτα τὸ κακὸν ἔφερε, τοῖς δὲ ἑτέροις τέρας μὲν οὐδέν, ὅσα γε ἡμεῖς ἴσμεν, ἐγένετο, ὄψεις δὲ δὴ ὀνείρων τοιαίδε [2] ἐφάνησαν. ἀνὴρ Θεσσαλὸς ἔδοξέν οἱ τὸν Καίσαρα τὸν πρότερον κεκελευκέναι εἰπεῖν τῷ Καίσαρι ὅτι τε ἐς ἕνης ἡ μάχη γενήσοιτο, καὶ ἵνα ἀναλάβῃ τι ὧν δικτατορεύων αὐτὸς ἐφόρει· καὶ διὰ τοῦτο τὸν δακτύλιον αὐτοῦ τότε τε εὐθὺς περιέθετο καὶ ἔπειτα πολλάκις [3] ἔφερεν. οὗτος μὲν δὴ τοῦτο εἶδεν, ὁ δ' ἰατρὸς ὁ συνὼν τῷ Καίσαρι ἐνόμισέν οἱ τὴν Ἀθηνᾶν προστάσσειν ἔκ τε τῆς σκηνῆς αὐτόν, καίτοι καὶ τότε ἔτι κακῶς ἀρρωστοῦντα, ἐξαγαγεῖν καὶ ἐς τὴν παράταξιν καταστῆσαι· ὑφ' οὗπερ καὶ ἐσώθη. ὃ γάρ τοι τοῖς ἄλλοις ἐν μὲν τῷ στρατοπέδῳ τῷ τε ἐρύματι αὐτοῦ μένουσι σωτηρίαν, ἐς δὲ δὴ τὰ ὅπλα τάς τε μάχας ἰοῦσι κίνδυνον φέρει, τοῦτο [4] τότε ἐπὶ τοῦ Καίσαρος διηλλάγη· ἔκ τε γὰρ τῆς ἐξόδου τῆς ἐκ τοῦ ταφρεύματος καὶ ἐκ τῆς πρὸς τοὺς μαχομένους ὁμιλίας περιφανέστατα, καίπερ χαλεπῶς καὶ ἄνευ τῶν ὅπλων ὑπὸ τῆς ἀσθενείας ἑστώς, περιεγένετο.
[42]
[1] ἐπράχθη δὲ ὧδε. οὐχ ὡμολόγησαν μὲν ὁπότε τὴν μάχην ποιήσονται, ὥσπερ δὲ ἀπὸ συγκειμένου τινὸς πάντες ἅμα ἕῳ ἐξωπλίσαντο, καὶ ἔς τε τὸ χωρίον τὸ μεταίχμιόν σφων καθάπερ ἀγωνισταί [2] τινες σχολῇ προῆλθον, κἀνταῦθα ἡσυχῇ παρετάξαντο. ὡς δ' ἀντικατέστησαν, παραινέσεις, τοῦτο μὲν ἀθρόοις τοῦτο δὲ καὶ καθ' ἑκάστους, ἀμφοτέροις ἀπό τε τῶν στρατηγῶν καὶ ἀπὸ τῶν ὑποστρατήγων τῶν θ' ὑπομειόνων ἐγένοντο, πολλὰ μὲν πρὸς τὸ αὐτίκα τοῦ κινδύνου ἀναγκαῖα πολλὰ δὲ καὶ ἐς τὸ ἔπειτα ἁρμόζοντα αὐτῶν λεγόντων, οἷα ἄν τινες ἔν τε τῷ παραχρῆμα κινδυνεύσοντες καὶ τῷ [3] μέλλοντι προκάμνοντες εἴποιεν. καὶ τὰ μὲν ἄλλα ὁμοιοτροπώτατα, ἅτε καὶ Ῥωμαίων ἀμφοτέρωθεν ὁμοίως μετὰ τῶν συμμάχων σφῶν ὄντων, ἐρρήθη· διήλλαξε δὲ ὅτι οἱ μὲν περὶ τὸν Βροῦτον τήν τε ἐλευθερίαν καὶ τὴν δημοκρατίαν τό τε ἀτυράννευτον καὶ τὸ ἀδέσποτον [4] τοῖς σφετέροις προεβάλλοντο, καὶ τά τε ἐν ἰσονομίᾳ χρηστὰ καὶ τὰ ἐν μοναρχίᾳ ἄτοπα, ὅσα ποτὲ αὐτοί τε ἐπεπόνθεσαν καὶ περὶ ἑτέρων ἠκηκόεσαν, προέφερον, παραδεικνύντες τε καθ' ἓν ἕκαστον ἑκάτερα καὶ ἱκετεύοντές σφας τῶν μὲν ὀριγνήσασθαι τὰ δὲ [5] ἐκκλῖναι καὶ τῶν μὲν ἔρωτα λαβεῖν τὰ δὲ μὴ παθεῖν φυλάξασθαι, οἱ δὲ ἕτεροι τῷ σφετέρῳ στρατῷ τούς τε σφαγέας τιμωρήσασθαι καὶ τὰ τῶν ἀντικαθεστώτων σχεῖν, ἄρξαι τε πάντων τῶν ὁμοφύλων ἐπιθυμῆσαι, παρῄνουν, καὶ ὅ γε μάλιστα αὐτοὺς ἐπέρρωσε, καὶ [43] κατὰ πεντακισχιλίας σφίσι δραχμὰς δώσειν ὑπέσχοντο. κἀκ τούτου πρῶτον μὲν τὰ συνθήματα αὐτοῖς διῆλθεν (ἦν δὲ τοῖς μὲν ἀμφὶ τὸν Βροῦτον Ἐλευθερία, τοῖς δὲ ἑτέροις ὅ τι ποτὲ καὶ ἐδόθη), ἔπειτα σαλπικτὴς εἷς ἑκατέρωθεν ὑπεσήμηνε, καὶ οὕτω καὶ οἱ λοιποὶ [6] ἐπήχησαν, πρῶτοι μὲν οἱ τό τε στάσιμον καὶ τὸ παρασκευαστικὸν ἐν τόπῳ τινὶ κυκλοτερεῖ ‹διὰ› σαλπίγγων μελῳδοῦντες, ἔπειτα δὲ καὶ οἱ ἄλλοι οἱ τόν τε θυμὸν τῶν στρατιωτῶν ἐπεγείροντες καὶ ἐπὶ τὴν σύνοδον αὐτοὺς ἐξοτρύνοντες. καὶ μετὰ τοῦτο σιωπή τε ἐξαπίνης πολλὴ ἐγένετο, καὶ σμικρὸν ἐπισχόντες αὐτοί τε διάτορον [7] ἐξεφώνησαν καὶ αἱ τάξεις ἑκατέρωθεν συνεβόησαν. κἀκ τούτου ἀλαλάξαντες οἱ ὁπλῖται τάς τε ἀσπίδας τοῖς δορατίοις ἔκρουσαν καὶ ἐκεῖνα ἐπ' ἀλλήλους ἐξηκόντισαν, καὶ οἱ σφενδονῆται οἵ τε τοξόται βέλη καὶ λίθους ἧκαν. καὶ μετὰ ταῦτα τό τε ἱππικὸν ἀντεξήλασαν καὶ τὸ θωρακοφόρον συνεπισπόμενόν σφισιν ἐν χερσὶν [44] [1] ἐγένετο. καὶ πολλῷ μὲν ὠθισμῷ πολλῷ δὲ καὶ ξιφισμῷ ἐχρήσαντο, τὰ μὲν πρῶτα περισκοποῦντες ὅπως τε τρώσουσί τινας καὶ ὅπως αὐτοὶ μὴ τρωθῶσι (τούς τε γὰρ ἀνθεστηκότας ἅμα ἀποκτεῖναι καὶ ἑαυτοὺς σῶσαι ἐβούλοντο), ἔπειτα δὲ ὡς ἥ τε ὁρμή σφων ηὐξήθη καὶ ὁ θυμὸς ἐφλέγμηνεν, ὁμόσε τε ἀπερισκέπτως χωροῦντες καὶ μηδεμίαν ἔτ' ἀσφάλειαν ἑαυτῶν ποιούμενοι, ἀλλ' ἐπιθυμίᾳ τοῦ τοὺς [2] ἀντιπάλους ἀπολέσαι καὶ ἑαυτοὺς προϊέμενοι. καί τινες τάς τε ἀσπίδας ἀπερρίπτουν, καὶ ἀντιλαμβανόμενοι τῶν ἀντιτεταγμένων οἱ μὲν ἔκ τε τῶν κρανῶν αὐτοὺς ἦγχον καὶ κατὰ νώτου ἔπαιον, οἱ δὲ τά τε προβλήματα ἀπέσπων καὶ ἐς τὰ στήθη ἔτυπτον. ἄλλοι τῶν ξιφῶν αὐτῶν λαμβανόμενοι τὰ σφέτερα ὡς καὶ ‹ἐς› ἀόπλους σφᾶς ἐώθουν· καὶ ἕτεροι τρωθῆναί τι μέρος τῶν σωμάτων σφῶν [3] προβάλλοντες ἑτοιμότερον τῷ λοιπῷ ἐχρῶντο. συμπλεκόμενοί τέ τινες τὸ μὲν παίειν ἀλλήλους ἀφῃροῦντο, τῇ δὲ δὴ συμμίξει καὶ τῶν ξιφῶν καὶ τῶν σωμάτων διώλλυντο. καὶ οἱ μὲν μιᾷ πληγῇ οἱ δὲ καὶ πολλαῖς ἔθνησκον, καὶ οὔτε τῶν τραυμάτων αἴσθησιν εἶχον, τὸ γὰρ ἀλγῆσον ὁ θάνατος προελάμβανεν, οὔτε τοῦ ὀλέθρου σφῶν ὀλοφυρμὸν ἐποιοῦντο, ἐς γὰρ τὸ λυπῆσον οὐκ ἐξικνοῦντο.
[4] ἄλλος τις ἀποκτείνας τινὰ οὐδ' ἀποθανεῖσθαί ποτε ὑπὸ τῆς αὐτίκα περιχαρείας ἤλπιζε. καὶ ὁ ἀεὶ πίπτων ἔς τε τὸ ἀναίσθητον [45] [1] καθίστατο καὶ σύνεσιν τοῦ πάθους οὐκ ἐλάμβανεν. ἔμενον δὲ κατὰ χώραν ἀκριβῶς ἀμφότεροι, καὶ οὔθ' ὑπαγωγαῖς οὔτε διώξεσιν οὐδέτεροι ἐχρήσαντο, ἀλλ' αὐτοῦ, ὥσπερ εἶχον, ἐτίτρωσκον ἐτιτρώσκοντο, [2] ἐφόνευον ἐφονεύοντο μέχρι πόρρω τῆς ἡμέρας. καὶ εἴγε πάντες πᾶσιν, οἷα ἐν τῷ τοιούτῳ συμβαίνει, συνεμεμίχεσαν, ἢ Βροῦτος μὲν κατὰ Ἀντώνιον Κάσσιος δὲ κατὰ Καίσαρα ἀντετέτακτο, ἰσοπαλεῖς ἂν ἐγεγόνεσαν. νῦν δὲ ὅ τε Βροῦτος τὴν τοῦ Καίσαρος ἀρρωστίαν ἐξεβιάσατο, καὶ ὁ Ἀντώνιος τὸν Κάσσιον [3] οὐδέν οἱ ὅμοιον τὰ πολέμια ὄντα ἐξενίκησε. καὶ τότε δὲ τῷ μὴ πάντας ἅμα τοὺς ἑτέρους, ἀλλ' ἐν τῷ μέρει ἀμφοτέρους καὶ ἡττηθῆναι καὶ κρατῆσαι ταὐτὸν ὡς εἰπεῖν ἐγένετο· καὶ γὰρ ἐνίκησαν ἀμφότεροι καὶ ἡττήθησαν, ἔτρεψάν τε τοὺς ἀντιτεταγμένους σφίσιν ἑκάτεροι καὶ ἐτράποντο, καὶ αἵ τε διώξεις καὶ αἱ φυγαὶ ἀμφοῖν [4] ὁμοίως συνέβησαν, καὶ τὰ στρατόπεδα ἀμφοτέρωθεν ἑάλω. τοῦ τε γὰρ πεδίου ἐπὶ πλεῖστον, ἅτε καὶ πολλοὶ ὄντες, ἐπέσχον, ὥστε μὴ καθορᾶν ἀλλήλους· καὶ οὔτε ἐν τῇ μάχῃ πλὴν τὸ καθ' ἑαυτὸν ἕκαστος ἔγνω, ἐπεί τε ἡ τροπὴ ἐγένετο, ἔς τε τὰ οἰκεῖα ἐρύματα πολὺ ἀπ' ἀλλήλων ἀφεστηκότα τὴν ἐναντίαν ἑκάτεροι ἀμεταστρεπτὶ ἔφυγον, [5] καὶ ἀπό τε τούτου καὶ ἐκ τοῦ κονιορτοῦ ἀπλέτου γενομένου ἠγνόησαν τὸ τέλος τῆς μάχης, καὶ οἵ τε νενικηκότες πάντα κεκρατηκέναι καὶ οἱ ἡττημένοι πάντα νενικῆσθαι ἐνόμισαν, καὶ οὐ πρότερον τὸ γεγονὸς ἔμαθον πρὶν τά τε ταφρεύματα διαπορθηθῆναι καὶ ἀλλήλοις τοὺς νενικηκότας πρὸς τὸ οἰκεῖον ἑκατέρους ἀναχωροῦντας συντυχεῖν.
[46]
[1] τῆς μὲν δὴ οὖν μάχης ἕνεκα καὶ ἐκράτησαν οὕτως ἀμφότεροι καὶ ἡττήθησαν· οὐδὲ γὰρ οὐδὲ ἐς χεῖρας ἔτι τότε ἀφίκοντο, ἀλλ' ἐπειδὴ τάχιστα ἰδόντες ἐν τῇ ὑποστροφῇ ἀλλήλους καὶ τὸ συμβεβηκὸς ἔγνωσαν, ἀντιπαρεξῆλθον μηδὲν μηδέτεροι τολμήσαντες.
[2] ἐπλεονέκτησαν δὲ καὶ ἠλαττώθησαν ἀλλήλων τῷ τό τε τάφρευμα τὸ τοῦ Καίσαρος τοῦ τ' Ἀντωνίου πᾶν καὶ τὰ ἐν αὐτῷ πάντα ἁλῶναι (ἀφ' οὗπερ καὶ τὰ μάλιστα τέκμαρσιν τὸ ὄναρ ἔσχεν· εἰ γάρ τοι κατὰ χώραν ὁ Καῖσαρ ἐμεμενήκει, πάντως ἂν ἅμα τοῖς [3] ἄλλοις ἀπωλώλει) καὶ τῷ τὸν Κάσσιον ἐκ μὲν τῆς μάχης σωθῆναι, τοῦ τε ἐρύματος στερηθέντα ἄλλοσέ ποι διαφυγεῖν, ὑποτοπήσαντα δὲ καὶ τὸν Βροῦτον ἐσφάλθαι καί τινας τῶν κεκρατηκότων ἐφ' [4] ἑαυτὸν ἐπιέναι, ἐπειχθῆναι πρὸς τὸν θάνατον. ἔπεμψε μὲν γὰρ ἑκατόνταρχον κατασκεψόμενον καὶ ἀναγγελοῦντα αὐτῷ ὅπου τε ὁ Βροῦτος εἴη καὶ ὅ τι ποιοίη· ἐπεὶ δὲ ἐκεῖνος συμβαλὼν ἱππεῦσιν οὓς ὁ Βροῦτος ζητήσοντας αὐτὸν ἀπεστάλκει ἀνέστρεψε, καὶ σχολῇ μετ' αὐτῶν ὡς οὐδενὸς ἐπείγοντος, ἅτε μηδενὸς δεινοῦ ὄντος, ᾔει, [5] ὑπώπτευσέ τε αὐτοὺς πόρρωθεν ὁρῶν πολεμίους εἶναι, καὶ Πινδάρῳ τινὶ ἐξελευθέρῳ ἀποκτεῖναι ἑαυτὸν προσέταξε. καὶ αὐτῷ καὶ ὁ ἑκατόνταρχος, μαθὼν ὅτι διὰ τὴν βραδυτῆτα αὐτοῦ διώλετο, ἐπαπέθανεν.
[47]
[1] ὁ οὖν Βροῦτος τὸ μὲν τοῦ Κασσίου σῶμα ἐς Θάσον εὐθὺς κρύφα ἔπεμψεν, ὀκνήσας κατὰ χώραν αὐτὸ θάψαι, μὴ τῷ στρατῷ πένθος τε ἅμα καὶ ἀθυμίαν ἐκ τῆς τῶν ποιουμένων ὄψεως ἐμβάλῃ· [2] τοὺς δὲ λοιποὺς τῶν στρατιωτῶν αὐτοῦ παραλαβών, καὶ λόγοις τέ σφας παραμυθούμενος καὶ δόσει χρημάτων ἀνθ' ὧν ἀπωλωλέκεσαν ἀνακτησάμενος, ἔς τε τὴν ταφρείαν αὐτῶν ἐπιτηδειοτέραν οὖσαν μετεστρατοπεδεύσατο, καὶ ἐκεῖθεν ὁρμώμενος τά τε ἄλλα τοὺς ἐναντίους [3] ἐλύπει καὶ τῷ στρατοπέδῳ σφῶν νυκτὸς προσέμισγε. μάχῃ μὲν γὰρ αὐτοῖς ἐκ παρατάξεως οὐ διενοεῖτο αὖθις συνενεχθῆναι, πολλὴν δὲ δὴ ἐλπίδα ἀκινδύνως ἐν τῷ χρόνῳ κατεργάσεσθαί σφας ἔχων θορυβεῖν τε αὐτοὺς ἄλλως καὶ ταράττειν νύκτωρ ἐπειρᾶτο, καί ποτε καὶ τὸν ποταμὸν παρατρέψας πολὺ τοῦ ἐρύματος αὐτῶν [4] κατέκλυσεν. ὁ δὲ δὴ Καῖσαρ ὅ τε Ἀντώνιος ἐσπάνιζον μὲν τῆς τροφῆς καὶ χρημάτων, ὅθεν οὐδὲ τοῖς στρατιώταις τι ἀντὶ τῶν διαρπασθέντων ἔδωκαν· καὶ προσέτι καὶ τὴν δύναμιν τὴν ἐκ τοῦ Βρεντεσίου ἐπιδιαπλέουσαν ἐν ὁλκάσιν ἀπώλεσαν ὑπὸ τοῦ Σταΐου· [5] οὐ μέντοι καὶ ἀσφαλῶς οὔτ' ἄλλοσέ ποι μεταναστῆναι οὔτ' ἐς τὴν Ἰταλίαν ἀνακομισθῆναι δυνάμενοι, ἀλλ' ἐν τοῖς ὅπλοις καὶ τότε ἔτι μόνον τὰς ἐλπίδας οὐχ ὅτι τῆς νίκης ἀλλὰ καὶ τῆς σωτηρίας ποιούμενοι, ὥρμηντο καὶ διακινδυνεῦσαι πρὶν ἔκπυστον τοῖς τε [48] [1] σφετέροις καὶ τοῖς ἐναντίοις τὸ θαλάσσιον πάθος γενέσθαι. μὴ βουλομένου δὲ τοῦ Βρούτου συμμῖξαί σφισι βιβλία ἐς τὸ χαράκωμα αὐτοῦ τρόπον τινὰ ἐνέβαλον, προκαλούμενοι τοὺς στρατιώτας ἢ τὰ σφέτερα φρονῆσαι (καὶ γὰρ ὑπισχνοῦντό τινα αὐτοῖς) ἢ ἐς χεῖρας [2] ἐλθεῖν, ἄν γε καὶ τὸ βραχύτατον ἰσχύωσι. κἀν τῇ διατριβῇ ταύτῃ ηὐτομόλησαν μὲν καὶ παρ' ἐκείνων πρὸς τὸν Βροῦτον ἐκ τοῦ Κελτικοῦ τινες, ηὐτομόλησαν δὲ καὶ πρὸς αὐτοὺς Ἀμύντας τε ὁ τοῦ Δηιοτάρου στρατηγὸς καὶ ὁ Ῥασκύπορις. καὶ οὗτος μὲν οἴκαδε εὐθύς, ὥς τινές φασιν, ἀπεχώρησε· δείσας δ' οὖν ἐκ τούτων ὁ Βροῦτος μὴ καὶ ἐπὶ πλεῖόν τι νεωτερισθῇ, συμμῖξαί σφισιν ἔγνω.
[3] καὶ ἐπειδὴ πολλοί τε αἰχμάλωτοι ἐν τῷ στρατοπέδῳ αὐτοῦ ἦσαν, καὶ οὐκ εἶχεν οὔθ' ὅπως διὰ φυλακῆς αὐτοὺς ἐν τῷ τῆς μάχης καιρῷ ποιήσηται οὔθ' ὅπως πιστεύσῃ σφίσι μηδὲν λυμανεῖσθαι, διέφθειρε τοὺς πλείους, τῇ ἀνάγκῃ καὶ παρὰ γνώμην δουλεύσας, ἄλλως τε καὶ ὅτι οἱ ἐναντίοι τοὺς ζωγρηθέντας τῶν στρατιωτῶν [4] αὐτοῦ ἀπεκτόνεσαν. πράξας δὲ τοῦτο ἐξωπλίσατο. καὶ αὐτῶν ἀντιπαρατεταγμένων ἤδη ἀετοὶ δύο ὑπὲρ ἀμφοτέρων ὑπερπτόμενοι ἀλλήλοις τε ἐμαχέσαντο καὶ ἐκείνοις τὸ τέλος τοῦ πολέμου προέφηναν· ὥσπερ γὰρ ὁ ἀετὸς ὁ κατὰ τὸν Βροῦτον ὢν ἠλαττώθη τε καὶ ἔφυγεν, οὕτω τό τε ὁπλιτικὸν αὐτοῦ ἀγχώμαλα ἐπὶ πλεῖστον ἀγωνισάμενον ἡττήθη, κἀκ τούτου πεσόντων πολλῶν καὶ τὸ ἱππικόν, [5] καίτοι γενναίως μαχόμενον, ἐνέδωκε. καὶ μετὰ τοῦτο φυγόντας αὐτοὺς ἄλλους ἄλλῃ ἐπεδίωξαν μὲν οἱ κεκρατηκότες, οὔτε δὲ ἀπέκτειναν οὔθ' εἷλόν τινα, ἀλλὰ προσεδρεύσαντες αὐτοῖς τὴν νύκτα ὡς ἑκάστοις οὐκ εἴασαν αὖθις συστραφῆναι.
[49]
[1] ὁ οὖν Βροῦτος ἐπεχείρησε μὲν ἐς τὸ στρατόπεδόν πῃ διαπεσεῖν (ἐς γὰρ χωρίον τι ἐρυμνὸν ἀναπεφευγὼς ἦν), μὴ δυνηθεὶς δέ, καὶ προσέτι καὶ μαθὼν ὅτι τινὲς τῶν στρατιωτῶν τοῖς νικήσασιν ὡμολογήκασιν, οὐδεμίαν ἔτ' ἐλπίδα ἔσχεν, ἀλλὰ ἀπογνοὺς μὲν τὴν σωτηρίαν ἀπαξιώσας δὲ τὴν ἅλωσιν ἐς τὸν θάνατον καὶ αὐτὸς κατέφυγεν. καὶ ἀναβοήσας τοῦτο δὴ τὸ Ἡράκλειον
[2] ὦ τλῆμον ἀρετή, λόγος ἄρ' ἦσθ' [ἄλλως], ἐγὼ δέ σε
ὡς ἔργον ἤσκουν· σὺ δ' ἄρ' ἐδούλευες τύχῃ παρεκάλεσέ τινα τῶν συνόντων, ἵνα αὐτὸν ἀποκτείνῃ. καὶ αὐτοῦ τὸ μὲν ἄλλο σῶμα ταφῆς ὑπὸ τοῦ Ἀντωνίου ἔτυχεν, ἡ δὲ δὴ κεφαλὴ ἐπέμφθη μὲν ἐς τὴν Ῥώμην, χειμῶνι δ' ἐν τῷ ἀπὸ τοῦ [3] Δυρραχίου διάπλῳ περιπεσοῦσα ἐς τὴν θάλασσαν ἐρρίφη. τελευτήσαντος δὲ αὐτοῦ τὸ μὲν πλῆθος τῶν στρατιωτῶν αὐτίκα ἀδείας σφίσι κηρυχθείσης μετέστη, ἡ δὲ δὴ Πορκία ἄνθρακα διάπυρον [4] καταπιοῦσα ἀπέθανε. τῶν δὲ ἀνδρῶν τῶν πρώτων τῶν ἀρχάς τινας σχόντων ἢ καὶ ἐκ τῶν σφαγέων τῶν τε ἐπικεκηρυγμένων ἔτι ὄντων οἱ μὲν πλείους ἑαυτοὺς παραχρῆμα ἀπέκτειναν ἢ ἁλόντες, ὥσπερ καὶ ὁ Φαουώνιος, ἐφθάρησαν, οἱ δὲ λοιποὶ τότε ἐπὶ τὴν θάλασσαν διέφυγον καὶ μετὰ τοῦτο τῷ Σέξτῳ προσέθεντο.