α. Ὡς Καῖσαρ νικήσας περὶ Ἄκτιον τὰ παρόντα διέθετο.
β. Περὶ Ἀντωνίου καὶ Κλεοπάτρας καὶ ὧν ἔπραξαν μετὰ τὴν ἧτταν.
γ. Ὡς Ἀντώνιος ἡττηθεὶς ἐν Αἰγύπτῳ ἑαυτὸν ἀπέκτεινεν.
δ. Ὡς Καῖσαρ Αἴγυπτον ἐχειρώσατο.
ε. Ὡς Καῖσαρ ἐς Ῥώμην ἦλθε καὶ τὰ ἐπινίκια ἤγαγεν.
ζ. Ὡς τὸ βουλευτήριον τὸ Ἰούλιον καθιερώθη.
η. Ὡς Μυσία ἑάλω.
Καῖσαρ τὸ δ΄ ὕπ. Μ. Λικίννιος Μ. υἱ. ‹Κράσσος› Καῖσαρ τὸ ε΄ ‹ὕπ.› Σέξτος Ἀπουλήιος Σέξτου υἱ.
[1] Τοιαύτη τις ἡ ναυμαχία αὐτῶν τῇ δευτέρᾳ τοῦ Σεπτεμβρίου ἐγένετο. τοῦτο δὲ οὐκ ἄλλως εἶπον (οὐδὲ γὰρ εἴωθα αὐτὸ ποιεῖν) [2] ἀλλ' ὅτι τότε πρῶτον ὁ Καῖσαρ τὸ κράτος πᾶν μόνος ἔσχεν, ὥστε καὶ τὴν ἀπαρίθμησιν τῶν τῆς μοναρχίας αὐτοῦ ἐτῶν ἀπ' ἐκείνης τῆς ἡμέρας ἀκριβοῦσθαι. καὶ ἐπ' αὐτῇ τῷ τε Ἀπόλλωνι τῷ Ἀκτίῳ τριήρη τε καὶ τετρήρη, τά τε ἄλλα τὰ ἑξῆς μέχρι δεκήρους, ἐκ τῶν αἰχμαλώτων νεῶν ἀνέθηκε, καὶ ναὸν μείζω ᾠκοδόμησεν, ἀγῶνά τέ τινα καὶ γυμνικὸν καὶ μουσικῆς ἱπποδρομίας τε πεντετηρικὸν ἱερόν (οὕτω γὰρ τοὺς τὴν σίτησιν ἔχοντας ὀνομάζουσι) κατέδειξεν, [3] Ἄκτια αὐτὸν προσαγορεύσας. πόλιν τέ τινα ἐν τῷ τοῦ στρατοπέδου τόπῳ, τοὺς μὲν συναγείρας τοὺς δ' ἀναστήσας τῶν πλησιοχώρων, συνῴκισε, Νικόπολιν ὄνομα αὐτῇ δούς. τό τε χωρίον ἐν ᾧ ἐσκήνησε, λίθοις τε τετραπέδοις ἐκρηπίδωσε καὶ τοῖς ἁλοῦσιν ἐμβόλοις ἐκόσμησεν, ἕδος τι ἐν αὐτῷ τοῦ Ἀπόλλωνος ὑπαίθριον ἱδρυσάμενος.
[4] ταῦτα μὲν ὕστερον ἐγένετο, τότε δὲ μέρος μέν τι τῶν νεῶν ἐς δίωξιν τοῦ τε Ἀντωνίου καὶ τῆς Κλεοπάτρας ἔστειλε· καὶ ἐκεῖνοι ἐπεδίωξαν μὲν αὐτούς, ἐπεὶ δ' οὐκ ἐν καταλήψει ἐφαίνοντο, ἀνεχώρησαν· ταῖς δὲ λοιπαῖς τὸ τάφρευμα αὐτῶν, μηδενὸς ἐναντιουμένου δι' ὀλιγότητα, ἔλαβε, καὶ μετὰ ταῦτα καὶ τὸν λοιπὸν στρατὸν [5] ἐς Μακεδονίαν ἀπιόντα καταλαβὼν ἀμαχεὶ παρεστήσατο. ἤδη δὲ καὶ διέφυγον ἄλλοι τε καὶ τῶν πρώτων οἱ μὲν Ῥωμαῖοι πρὸς τὸν Ἀντώνιον, οἱ δ' ἕτεροι οἱ συμμαχήσαντες αὐτῷ οἴκαδε. οὐ μέντοι γε καὶ ἀντεπολέμησαν οὗτοι γε ἔτι τῷ Καίσαρι, ἀλλὰ καθ' ἡσυχίαν καὶ ἐκεῖνοι καὶ οἱ δῆμοι πάντες, ὅσοι καὶ πρότερον ἐρρωμάιζον, οἱ [2] [1] μὲν εὐθὺς οἱ δὲ καὶ μετὰ τοῦθ' ὡμολόγησαν. καὶ ὃς τὰς μὲν πόλεις χρημάτων τε ἐσπράξει καὶ τῆς λοιπῆς ἐς τοὺς πολίτας σφῶν ἐν ταῖς ἐκκλησίαις ἐξουσίας παραιρέσει μετῆλθε, τοὺς δὲ δὴ δυνάστας τούς τε βασιλέας τὰ μὲν χωρία, ὅσα παρὰ τοῦ Ἀντωνίου εἰλήφεσαν, πάντας πλὴν τοῦ τε Ἀμύντου καὶ τοῦ Ἀρχελάου ἀφείλετο, [2] Φιλοπάτορα δὲ τὸν Ταρκονδιμότου καὶ Λυκομήδην ἐν μέρει τοῦ Καππαδοκικοῦ Πόντου βασιλεύοντα τόν τε Ἀλέξανδρον τὸν τοῦ Ἰαμβλίχου ἀδελφὸν καὶ τῶν δυναστειῶν ἔπαυσε· καὶ τοῦτον, ὅτι μισθὸν αὐτὴν τῆς ἐκείνου κατηγορίας εἰλήφει, καὶ ἐς τὰ ἐπινίκια [3] παραγαγὼν ἀπέκτεινε. τὴν δὲ τοῦ Λυκομήδους Μηδείῳ τινὶ ἔδωκεν, ὅτι τούς τε Μυσοὺς ‹τοὺς› ἐν τῇ Ἀσίᾳ ἀπὸ τοῦ Ἀντωνίου πρὸ τῆς ναυμαχίας ἀπέστησε, καὶ μετ' αὐτῶν τοῖς ἐν τῇ μερίδι αὐτοῦ οὖσιν ἐπολέμησε. Κυδωνιάτας τε καὶ Λαμπαίους ἐλευθέρους ἀφῆκεν, ὅτι τινὰ αὐτῷ συνήραντο· καὶ τοῖς γε Λαμπαίοις [4] καὶ τὴν πόλιν ἀνεστῶσαν συγκατῴκισε. τῶν τε βουλευτῶν καὶ τῶν ἱππέων τῶν τε ἄλλων τῶν κορυφαίων τῶν συμπραξάντων τι τῷ Ἀντωνίῳ πολλοὺς μὲν χρήμασιν ἐζημίωσε, πολλοὺς δὲ καὶ ἐφόνευσε, καί τινων καὶ ἐφείσατο. καὶ ἐν μὲν τούτοις ὅ τε Σόσσιος ἐπιφανὴς ἐγένετο (πολλάκις τε γὰρ ἀντιπολεμήσας αὐτῷ καὶ τότε φυγὼν καὶ κατακρυφθείς, χρόνῳ τε ὕστερον εὑρεθείς, ὅμως [5] ἐσώθη) καὶ Μᾶρκός τις Σκαῦρος· ἀδελφός τε γὰρ τοῦ Σέξτου ὁμομήτριος ὢν καὶ θανατωθῆναι κελευσθεὶς εἶτα διὰ τὴν μητέρα τὴν Μουκίαν ἀφείθη. τῶν δὲ κολασθέντων Ἀκύλιοί τε Φλῶροι καὶ Κουρίων ὄνομα μάλιστ' ἔσχον, οὗτος μὲν ὅτι τοῦ Κουρίωνος ἐκείνου τοῦ ποτε τῷ Καίσαρι τῷ προτέρῳ πολλὰ συναραμένου υἱὸς [6] ἦν, οἱ δὲ δὴ Φλῶροι ὅτι τὸν ἕτερον τὸν λαχόντα κελεύσαντος αὐτοῦ σφαγῆναι ἀμφότεροι διεφθάρησαν. ἦσαν μὲν γὰρ πατήρ τε καὶ παῖς· ὡς δ' οὗτος πρὶν λαχεῖν αὐτὸς ἑαυτὸν τῷ σφαγεῖ ἑκὼν παρέδωκε, περιήλγησέ τε ἐκεῖνος καὶ αὐτοχειρίᾳ αὐτῷ ἐπαπέθανεν.
[3]
[1] οὗτοι μὲν οὖν οὕτως ἀπήλλαξαν, ὁ δ' ὅμιλος τῶν Ἀντωνιείων στρατιωτῶν ἐς τὰ τοῦ Καίσαρος στρατόπεδα κατετάχθη, καὶ ἔπειτα τοὺς μὲν πολίτας τοὺς ἔξω τῆς ἡλικίας ἀπ' ἀμφοτέρων, μηδὲν μηδενὶ δούς, ἐς τὴν Ἰταλίαν ἀπέπεμψε, τοὺς δὲ δὴ λοιποὺς διέσπειρεν· [2] ἐπειδὴ γὰρ ἐν τῇ Σικελίᾳ φοβεροί οἱ μετὰ τὴν νίκην ἐγένοντο, ἔδεισε μὴ καὶ αὖθις θορυβήσωσι, καὶ διὰ τοῦτ' ἔσπευσε, πρὶν καὶ ὁτιοῦν ὑποκινηθῆναι, τοὺς μὲν παντελῶς ἐκ τῶν ὅπλων ἀπελάσαι, [3] τῶν δὲ τὸ πλῆθος διασπάσαι. τούς τε ἐξελευθέρους δι' ὑποψίας ἔτι καὶ τότε ἔχων τὴν τετάρτην αὐτοῖς ἐσφορὰν ἀφῆκεν, ἣν ἐκ τῶν προσταχθέντων σφίσι χρημάτων ἐπώφειλον. καὶ οὗτοι μὲν οὐχ ὅτι ἐστέρηντό τινων ἐμνησικάκουν ἔτι, ἀλλ' ὡς καὶ λαβόντες ὅσα [4] μὴ συνεσήνεγκαν ἔχαιρον· οἵ τε ἐν τῷ τεταγμένῳ ἔτι καὶ τότε ὄντες, τὸ μέν τι πρὸς τῶν στρατιαρχῶν κατεχόμενοι, τὸ δὲ δὴ πλεῖστον τῇ τοῦ Αἰγυπτίου πλούτου ἐλπίδι, οὐδὲν ἐνεόχμωσαν· οἱ δὲ δὴ συννικήσαντες αὐτῷ καὶ τῆς στρατείας ἀφεθέντες ἤσχαλλον ἅτε μηδὲν γέρας εὑρόμενοι, καὶ στασιάζειν οὐκ ἐς μακρὰν ἤρξαντο.
[5] καίτοι ὁ Καῖσαρ ὑποτοπήσας τε αὐτούς, καὶ φοβηθεὶς μὴ τοῦ Μαικήνου, ᾧ καὶ τότε ἥ τε Ῥώμη καὶ ἡ λοιπὴ Ἰταλία προσετέτακτο, καταφρονήσωσιν ὅτι ἱππεὺς ἦν, τὸν Ἀγρίππαν ὡς καὶ κατ' ἄλλο τι ἐς τὴν Ἰταλίαν ἔπεμψε. καὶ τοσαύτην γ' ἐπὶ πάντα καὶ ἐκείνῳ καὶ τῷ Μαικήνᾳ ἐξουσίαν ἔδωκεν ὥστε σφᾶς καὶ τὰς ἐπιστολάς, ἃς τῇ τε βουλῇ καὶ τοῖς ἄλλοις ἔγραφε, προαναγιγνώσκειν, κἀκ [6] τούτου καὶ μεταγράφειν ὅσα ἐβούλοντο. καὶ διὰ τοῦτο καὶ δακτύλιον ἔλαβον παρ' αὐτοῦ, ἵν' ἐπισφραγίζεσθαι αὐτὰς ἔχωσι. διπλῆν γὰρ δὴ σφραγῖδα, ᾗ μάλιστα τότε ἐχρῆτο, ἐπεποίητο, σφίγγα ἐν ἑκατέρᾳ ὁμοίαν ἐκτυπώσας. ὕστερον γὰρ τὴν εἰκόνα τὴν ἑαυτοῦ [7] ἐγγλύψας ἐκείνῃ τὰ πάντα ἐσημαίνετο. καὶ αὐτῇ καὶ οἱ μετὰ ταῦτα αὐτοκράτορες, πλὴν Γάλβου, ἐχρήσαντο· οὗτος γὰρ προγονικῷ τινι σφραγίσματι, κύνα ἐκ πρῴρας νεὼς προκύπτοντα ἔχοντι, ἐνόμισεν. ἐπέστελλε δὲ καὶ ἐκείνοις καὶ τοῖς ἄλλοις τοῖς πάνυ φίλοις, ὁπότε τι δέοιτο δι' ἀπορρήτων σφίσι δηλῶσαι, τὸ δεύτερον ἀεὶ στοιχεῖον τοῦ τῷ ῥήματι προσήκοντος ἀντ' ἐκείνου ἀντεγγράφων.
[4]
[1] καὶ ὁ μέν, ὡς οὐδενὸς ἔτι δεινοῦ παρὰ τῶν ἐστρατευμένων ἐσομένου, τά τε ἐν τῇ Ἑλλάδι διῴκησε καὶ τῶν τοῖν θεοῖν μυστηρίων μετέλαβεν, ἔς τε τὴν Ἀσίαν κομισθεὶς καὶ ἐκεῖνα προσκαθίστατο, [2] τά τε τοῦ Ἀντωνίου ἅμα ἐκαραδόκει· οὐ γάρ πω σαφές τι ὅπῃ διεπεφεύγει ἐπέπυστο, καὶ παρεσκευάζετο ὡς καὶ ἐπ' αὐτὸν ὁρμήσων, ἄν τι ἀκριβώσῃ. θορυβησάντων δ' αὐτῶν ἐν τούτῳ φανερῶς ἅτε καὶ πολὺ ἀπὸ σφῶν ἀπαρτῶντος αὐτοῦ, ἐφοβήθη μή τι [3] κακὸν προστάτου τινὸς λαβόμενοι δράσωσι, καὶ διὰ τοῦτ' Ἀντώνιον μὲν ἄλλοις ἀναζητῆσαι προσέταξεν, αὐτὸς δὲ ἐς τὴν Ἰταλίαν ἠπείχθη μεσοῦντος τοῦ χειμῶνος ἐν ᾧ τὸ τέταρτον μετὰ Μάρκου Κράσσου ἦρχεν· οὗτος γάρ, καίπερ τά τε τοῦ Σέξτου καὶ τὰ τοῦ Ἀντωνίου πράξας, τότε μηδὲ στρατηγήσας συνυπάτευσεν αὐτῷ. ἐλθὼν δὲ ἐς [4] τὸ Βρεντέσιον οὐκέτι περαιτέρω προυχώρησεν. ἐπεὶ γὰρ ἥ τε γερουσία πυθομένη τὸν πρόσπλουν αὐτοῦ πᾶσα ἐκεῖσε, πλὴν τῶν τε δημάρχων καὶ στρατηγῶν δύο κατὰ δόγμα καταμεινάντων, ἀπήντησε, καὶ ἡ ἱππὰς τοῦ τε δήμου τὸ πλεῖον καὶ ἕτεροι, οἱ μὲν κατὰ πρεσβείας [5] οἱ δὲ ἐθελονταί, πολλοὶ συνῆλθον, οὐκέτ' οὐδὲν ὑπ' οὐδενὸς πρός τε τὴν ἄφιξιν αὐτοῦ καὶ πρὸς τὴν τῶν πλειόνων σπουδὴν ἐνεοχμώθη. καὶ γὰρ ἐκεῖνοι οἱ μὲν φόβῳ οἱ δὲ ἐλπίσιν, οἱ δὲ καὶ μετάπεμπτοι, πρὸς τὸ Βρεντέσιον ἀφίκοντο· καὶ αὐτῶν ὁ Καῖσαρ τοῖς μὲν ἄλλοις χρήματα ἔδωκε, τοῖς δὲ διὰ παντὸς αὐτῷ συστρατεύσασι [6] καὶ γῆν προσκατένειμε. τοὺς γὰρ δήμους τοὺς ἐν τῇ Ἰταλίᾳ τοὺς τὰ τοῦ Ἀντωνίου φρονήσαντας ἐξοικίσας τοῖς μὲν στρατιώταις τάς τε πόλεις καὶ τὰ χωρία αὐτῶν ἐχαρίσατο, ἐκείνων δὲ δὴ τοῖς μὲν πλείοσι τό τε Δυρράχιον καὶ τοὺς Φιλίππους ἄλλα τε ἐποικεῖν ἀντέδωκε, τοῖς δὲ λοιποῖς ἀργύριον ἀντὶ τῆς χώρας τὸ [7] μὲν ἔνειμε τὸ δ' ὑπέσχετο. συχνὰ μὲν γὰρ καὶ ἐκ τῆς νίκης ἐκτήσατο, πολλῷ δὲ ἔτι πλείω ἀνήλισκε. καὶ διὰ τοῦτο καὶ προέγραψεν ἐν τῷ πρατηρίῳ τά τε ἑαυτοῦ κτήματα καὶ τὰ τῶν ἑταίρων, ἵνα ἄν τε πρίασθαί τι αὐτῶν ἄν τε καὶ ἀντιλαβεῖν τις ἐθελήσῃ, [8] τοῦτο ποιήσῃ. καὶ ἐπράθη μὲν οὐδέν, οὐδ' ἀντεδόθη οὐδέν· τίς γὰρ ἂν καὶ ἐτόλμησεν ὁποτερονοῦν αὐτῶν πρᾶξαι; τῆς δὲ δὴ ἐπαγγελίας ἀναβολὴν ἐκ τούτου εὐπρεπῆ λαβὼν ὕστερον αὐτὴν ἐκ τῶν Αἰγυπτίων λαφύρων ἀπήλλαξε.
[5]
[1] ταῦτά τε οὖν καὶ τὰ ἄλλα τὰ ἐπείγοντα διοικήσας, τοῖς τέ τινα ἄδειαν λαβοῦσι καὶ ἐν τῇ Ἰταλίᾳ διαιτᾶσθαι (οὐ γὰρ ἐξῆν) δούς, καὶ τὸν δῆμον τὸν ἐν τῇ Ῥώμῃ ὑπολειφθέντα παρέμενος ὅτι μὴ πρὸς αὐτὸν ἦλθεν, ἔς τε τὴν Ἑλλάδα αὖθις τριακοστῇ μετὰ [2] τὴν ἄφιξιν ἡμέρᾳ ἀπῆρε, καὶ διὰ τοῦ ἰσθμοῦ τοῦ τῆς Πελοποννήσου τὰς ναῦς ὑπὸ τοῦ χειμῶνος ὑπερενεγκὼν οὕτω ταχέως ἐς τὴν Ἀσίαν ἀνεκομίσθη ὥστε καὶ τὸν Ἀντώνιον τήν τε Κλεοπάτραν ἑκάτερον [3] ἅμα, καὶ ὅτι ἀφωρμήθη καὶ ὅτι ἐπανῆλθε, μαθεῖν. ὡς γὰρ τότε ἐκ τῆς ναυμαχίας ἔφυγον, μέχρι μὲν τῆς Πελοποννήσου ὁμοῦ ἀφίκοντο, ἐντεῦθεν δὲ τῶν συνόντων τινάς, ὅσους ὑπώπτευον, ἀποπέμψαντες (πολλοὶ δὲ καὶ ἀκόντων αὐτῶν ἀπεχώρησαν) Κλεοπάτρα μὲν ἐς τὴν Αἴγυπτον, μή τι τῆς συμφορᾶς σφων προπυθόμενοι [4] νεωτερίσωσιν, ἠπείχθη, καὶ ὅπως γε καὶ τὸν πρόσπλουν ἀσφαλῆ ποιήσηται, τάς τε πρῴρας ὡς καὶ κεκρατηκυῖα κατέστεψε καὶ ᾠδάς τινας ἐπινικίους ὑπ' αὐλητῶν ᾖδεν· ἐπεὶ δὲ ἐν τῷ ἀσφαλεῖ ἐγένετο, πολλοὺς μὲν τῶν πρώτων, ἅτε καὶ ἀεί οἱ ἀχθομένων καὶ τότε ἐπὶ [5] τῇ συμφορᾷ αὐτῆς ἐπηρμένων, ἐφόνευσε, πολὺν δὲ καὶ πλοῦτον ἔκ τε τῶν ἐκείνων κτημάτων καὶ ἐκ τῶν ἄλλων καὶ ὁσίων καὶ θείων, μηδενὸς μηδὲ τῶν πάνυ ἀβάτων ἱερῶν φειδομένη, ἤθροιζε, δυνάμεις τε ἐξηρτύετο καὶ συμμαχίας περιεσκόπει, τόν τε Ἀρμένιον ἀποκτείνασα τὴν κεφαλὴν αὐτοῦ τῷ Μήδῳ, ὡς καὶ ἐπικουρήσοντί σφισι [6] διὰ τοῦτ', ἔπεμψεν. Ἀντώνιος δὲ ἔπλευσε μὲν ἐς τὴν Λιβύην πρός τε Πινάριον Σκάρπον καὶ πρὸς τὸ στράτευμα τὸ μετ' αὐτοῦ ἐπὶ τῇ τῆς Αἰγύπτου φυλακῇ ἐνταῦθα προσυνειλεγμένον· ἐπεὶ δ' οὔτε προσδέξεσθαι αὐτόν ..., καὶ προσέτι καὶ τοὺς προπεμφθέντας ὑπ' αὐτοῦ ἔσφαξε, τῶν τε στρατιωτῶν ὧν ἦρχεν ἀγανακτήσαντάς τινας ἐπὶ τούτῳ διέφθειρεν, οὕτω δὴ καὶ αὐτὸς ἐς τὴν Ἀλεξάνδρειαν [6] [1] μηδὲν περάνας ἐκομίσθη. καὶ τά τε ἄλλα ὡς ἐπὶ ταχεῖ πολέμῳ παρεσκευάζοντο, καὶ τοὺς υἱεῖς, Κλεοπάτρα μὲν Καισαρίωνα Ἀντώνιος δὲ Ἄντυλλον, ὃν ἐκ τῆς Φουλουίας γεννηθέντα οἱ εἶχεν, ἐς ἐφήβους ἐσέγραψαν, ἵν' οἵ τε Αἰγύπτιοι ὡς καὶ ἀνδρός τινος ἤδη βασιλεύοντός σφων προθυμηθῶσι, καὶ οἱ ἄλλοι προστάτας ἐκείνους, [2] ἄν γέ τι δεινόν σφισι συμβῇ, ἔχοντες καρτερήσωσι. καὶ τοῖς μὲν μειρακίοις καὶ τοῦτο αἴτιον τοῦ ὀλέθρου ἐγένετο· οὐδετέρου γὰρ αὐτῶν ὁ Καῖσαρ, ὡς καὶ ἀνδρῶν ὄντων καὶ πρόσχημά τι προστασίας ἐχόντων, ἐφείσατο· ἐκεῖνοι δ' οὖν παρεσκευάζοντο μὲν ὡς καὶ [3] ἐν τῇ Αἰγύπτῳ καὶ ναυσὶ καὶ πεζῷ πολεμήσοντες, καὶ ἐπὶ τούτῳ καὶ τὰ ἔθνη τὰ ὁμόχωρα τούς τε βασιλέας τοὺς φιλίους σφίσι προσπαρεκάλουν, ἡτοιμάζοντο δ' οὐδὲν ἧττον ὡς καὶ ἐς τὴν Ἰβηρίαν, ἄν τι κατεπείξῃ, πλευσούμενοι καὶ τὰ ἐκεῖ ἄλλως τε καὶ τῷ πλήθει τῶν χρημάτων ἀποστήσοντες, ἢ καὶ πρὸς τὴν ἐρυθρὰν θάλασσαν [4] μεταστησόμενοι. καὶ ὅπως γε ἐπὶ πλεῖστον βουλευόμενοι ταῦτα διαλάθωσιν, ἢ καὶ ἐξαπατήσωσί πῃ τὸν Καίσαρα ἢ καὶ δολοφονήσωσιν, ἔστειλάν τινας ἐκείνῳ μὲν λόγους ὑπὲρ εἰρήνης τοῖς [5] δὲ δὴ συνοῦσιν αὐτῷ χρήματα φέροντας. κἀν τούτῳ καὶ ἡ Κλεοπάτρα σκῆπτρόν τέ τι χρυσοῦν καὶ στέφανον χρυσοῦν τόν τε δίφρον τὸν βασιλικόν, κρύφα τοῦ Ἀντωνίου, ὡς καὶ τὴν ἀρχήν οἱ δι' αὐτῶν διδοῦσα ἔπεμψεν, ἵν' ἂν καὶ ἐκεῖνον ἐχθήρῃ, ἀλλ' αὐτήν [6] γε ἐλεήσῃ. ὁ δὲ τὰ μὲν δῶρα ἔλαβεν οἰωνὸν ποιούμενος, ἀπεκρίνατο δὲ τῷ μὲν Ἀντωνίῳ οὐδέν, τῇ δὲ Κλεοπάτρᾳ φανερῶς μὲν ἄλλα τε ἀπειλητικὰ καὶ ὅτι, ἂν τῶν τε ὅπλων καὶ τῆς βασιλείας ἀποστῇ, βουλεύσεται περὶ αὐτῆς ὅσα χρὴ πρᾶξαι, λάθρᾳ δὲ ὅτι, ἐὰν τὸν Ἀντώνιον ἀποκτείνῃ, καὶ τὴν ἄδειαν αὐτῇ καὶ τὴν ἀρχὴν ἀκέραιον δώσει.
[7]
[1] ἐν ᾧ δὲ ταῦτα ἐγίγνετο, τάς τε ναῦς τὰς ἐν τῷ Ἀραβικῷ κόλπῳ πρὸς τὸν ἐς τὴν ἐρυθρὰν θάλασσαν πλοῦν ναυπηγηθείσας οἱ Ἀράβιοι, πεισθέντες ὑπὸ Κυΐντου Διδίου τοῦ τῆς Συρίας ἄρχοντος, κατέπρησαν, καὶ τὰς ἐπικουρίας καὶ οἱ δῆμοι καὶ οἱ δυνάσται [2] πάντες ἀπηρνήσαντο. καί μοι θαυμάσαι ἐπέρχεται ὅτι ἄλλοι μὲν συχνοί, καίπερ πολλὰ παρ' αὐτῶν εἰληφότες, ἐγκατέλιπόν σφας, οἱ δὲ ἐπὶ ταῖς ὁπλομαχίαις ἐν τοῖς ἀτιμότατα τρεφόμενοι προθυμίᾳ τε ἐς αὐτοὺς πλείστῃ ἐχρήσαντο καὶ ἀνδρειότατα ἠγωνίσαντο.
[3] οὗτοι γὰρ ἐν Κυζίκῳ πρὸς τοὺς ἐπινικίους ἀγῶνας, οὓς ἐπὶ τῷ Καίσαρι ἄξειν ἤλπιζον, ἀσκούμενοι, τότε ἐπειδὴ τάχιστα τῶν γεγονότων ᾔσθοντο, ὥρμησαν ἐς τὴν Αἴγυπτον ὡς καὶ βοηθήσοντες [4] αὐτοῖς, καὶ πολλὰ μὲν τὸν Ἀμύνταν ἐν τῇ Γαλατίᾳ πολλὰ δὲ καὶ τοὺς τοῦ Ταρκονδιμότου παῖδας ἐν τῇ Κιλικίᾳ, φίλους μέν σφισιν ἐς τὰ μάλιστα γενομένους, τότε δὲ πρὸς τὰ παρόντα μεταστάντας, πολλὰ δὲ καὶ τὸν Δίδιον κωλύοντά σφας τῆς διόδου ἔδρασαν.
[5] οὐ μέντοι καὶ διαπεσεῖν ἐς τὴν Αἴγυπτον ἠδυνήθησαν, ἀλλ' ἐπειδὴ πανταχόθεν περιεστοιχίσθησαν, λόγον μὲν οὐδ' ὣς οὐδένα, καίτοι τοῦ Διδίου συχνά σφισιν ὑπισχνουμένου, προσεδέξαντο, τὸν δὲ Ἀντώνιον μεταπέμψαντες ὡς καὶ ἐν τῇ Συρίᾳ ἄμεινον μετ' αὐτοῦ [6] πολεμήσοντες, ἔπειτ' ἐπειδὴ ἐκεῖνος μήτ' αὐτὸς ἦλθε μήτ' ἀγγελίαν τινὰ αὐτοῖς ἔπεμψεν, οὕτω δὴ νομίσαντες αὐτὸν ἀπολωλέναι καὶ ἄκοντες ὡμολόγησαν ἐπὶ τῷ μηδέποτε μονομαχῆσαι, καὶ τήν γε Δάφνην παρὰ τοῦ Διδίου, τὸ τῶν Ἀντιοχέων προάστειον, ἐνοικεῖν μέχρις ἂν τῷ Καίσαρι ταῦτα δηλωθῇ ἔλαβον.
[7] καὶ οἱ μὲν ὑπὸ τοῦ Μεσσάλου ὕστερον ἀπατηθέντες ἐπέμφθησαν ἄλλος ἄλλοσε ὡς καὶ ἐς τὰ στρατόπεδα καταλεχθησόμενοι, [8] [1] καὶ ἐκ τρόπου δή τινος ἐπιτηδείου ἐφθάρησαν· Ἀντώνιος δὲ καὶ Κλεοπάτρα ἀκούσαντες τῶν πρέσβεων τὰ παρὰ τοῦ Καίσαρός σφισιν ἐπισταλέντα, ἔπεμψαν αὖθις, ἡ μὲν χρήματα αὐτῷ πολλὰ δώσειν ὑπισχνουμένη, ὁ δὲ τῆς τε φιλίας καὶ τῆς συγγενείας αὐτὸν ἀναμιμνήσκων, καὶ προσέτι καὶ περὶ τῆς συνουσίας τῆς πρὸς τὴν Αἰγυπτίαν ἀπολογούμενος, ὅσα τε συνηράσθησάν ποτε καὶ ὅσα [2] συνενεανιεύσαντο ἀλλήλοις ἐξαριθμούμενος. καὶ τέλος Πούπλιον Τουρούλλιον βουλευτήν τε ὄντα καὶ σφαγέα τοῦ Καίσαρος γεγονότα τότε τε φιλικῶς οἱ συνόντα ἐξέδωκεν αὐτῷ, καὶ ἑαυτόν, ἄν γε καὶ διὰ τοῦθ' ἡ Κλεοπάτρα σωθῇ, καταχρήσεσθαι ἐπηγγείλατο.
[3] Καῖσαρ δὲ τὸν μὲν Τουρούλλιον ἀπέκτεινε (καὶ ἔτυχε γὰρ ἐκ τῆς ἐν Κῷ τοῦ Ἀσκληπιοῦ ὕλης ξύλα ἐς ναυτικὸν κεκοφώς, δίκην τινὰ καὶ τῷ θεῷ, ὅτι ἐκεῖ ἐδικαιώθη, δοῦναι ἔδοξε), τῷ δ' [4] Ἀντωνίῳ οὐδὲν οὐδὲ τότε ἀπεκρίνατο. τρίτην τε οὖν πρεσβείαν ἔστειλε, καὶ τὸν υἱὸν τὸν Ἄντυλλον μετὰ χρυσίου πολλοῦ αὐτῷ ἔπεμψεν· ὁ δὲ τὰ μὲν χρήματα ἔλαβεν, ἐκεῖνον δὲ διὰ κενῆς ἀνταπέστειλε, μηδεμίαν ἀπόκρισιν δούς. τῇ μέντοι Κλεοπάτρᾳ πολλά, ὥσπερ τὸ πρῶτον, οὕτω καὶ τὸ δεύτερον τό τε τρίτον καὶ ἐπηπείλησε [5] καὶ ὑπέσχετο. φοβηθεὶς δ' οὖν καὶ ὣς μή πως ἀπογνόντες συγγνώμης παρ' αὐτοῦ τεύξεσθαι διακαρτερήσωσι, καὶ ἤτοι καὶ καθ' ἑαυτοὺς περιγένωνται, ἢ καὶ ἐς τὴν Ἰβηρίαν τήν τε Γαλατίαν ἀπάρωσιν, ἢ καὶ τὰ χρήματα, ἃ παμπληθῆ ἤκουεν εἶναι, [6] φθείρωσιν (ἡ γὰρ Κλεοπάτρα πάντα τε αὐτὰ ἐς τὸ μνημεῖον, ὃ ἐν τῷ βασιλείῳ κατεσκεύαζεν, ἠθροίκει, καὶ πάντα, ἄν γέ τινος καὶ ἐλαχίστου διαμάρτῃ, κατακαύσειν μεθ' ἑαυτῆς ἠπείλει), Θύρσον ἐξελεύθερον ἑαυτοῦ ἔπεμψεν ἄλλα τε πολλὰ καὶ φιλάνθρωπα [7] αὐτῇ ἐροῦντα, καὶ ὅτι καὶ ἐρῶν αὐτῆς τυγχάνει, εἴ πως ἔκ γε τούτου, οἷα ἀξιοῦσα πρὸς πάντων ἀνθρώπων ἐρᾶσθαι, τόν τε Ἀντώνιον ἀναχρήσαιτο καὶ ἑαυτὴν τά τε χρήματα ἀκέραια τηρήσειε. καὶ ἔσχεν οὕτως.
[9]
[1] πρὶν δὲ δὴ ταῦτα γίγνεσθαι, μαθὼν ὁ Ἀντώνιος ὅτι Κορνήλιος Γάλλος τό τε τοῦ Σκάρπου στράτευμα παρείληφε καὶ μετ' αὐτῶν τὸ Παραιτόνιον ἐξαίφνης παρελθὼν κατέσχηκεν, ἐς μὲν τὴν Συρίαν, καίτοι βουληθεὶς κατὰ τὴν τῶν μονομάχων μετάπεμψιν ὁρμῆσαι, [2] οὐκ ἐπορεύθη, ἐπὶ δὲ ἐκεῖνον ἐχώρησεν ὡς μάλιστα μὲν ἀκονιτὶ τοὺς στρατιώτας προσθησόμενος (ἦσαν γὰρ εὔνοιάν τινα αὐτοῦ ἐκ τῆς συστρατείας ἔχοντες), εἰ δὲ μή, βίᾳ γε χειρωσόμενος [3] ἅτε καὶ δύναμιν πολλὴν καὶ ναυτικὴν καὶ πεζὴν ἐπαγόμενος. οὐ μέντοι οὐδὲ διαλεχθῆναί τι αὐτοῖς ἠδυνήθη, καίπερ πρός τε τὸ τεῖχος προσελθὼν καὶ γεγωνὸν βοήσας· ὁ γὰρ Γάλλος τοὺς σαλπικτὰς συνηχεῖν κελεύσας οὐδὲν οὐδενὶ ἐσακοῦσαι ἐπέτρεψε. καὶ προσέτι καὶ ἐπεκδρομῇ αἰφνιδίῳ ἔπταισε, καὶ μετὰ τοῦτο καὶ ταῖς [4] ναυσὶν ἐσφάλη. ἁλύσεις γάρ τινας ὑφύδρους νύκτωρ διὰ τοῦ στόματος τοῦ λιμένος ὁ Γάλλος διατείνας οὐδεμίαν αὐτοῦ φανερὰν φυλακὴν ἐποιήσατο, ἀλλὰ καὶ πάνυ ἀδεῶς εἴσω μετὰ καταφρονήματος ἐσπλέοντάς σφας περιεῖδεν· ἐπεὶ μέντοι ἔνδον ἐγένοντο, τάς τε ἁλύσεις μηχαναῖς ἀνέσπασε, καὶ πανταχόθεν ἅμα τὰς ναῦς αὐτῶν ἔκ τε τῆς γῆς καὶ ἐκ τῶν οἰκιῶν τῆς τε θαλάσσης περισχὼν [5] τὰς μὲν κατέπρησε τὰς δὲ κατεπόντωσε. κἀν τούτῳ καὶ τὸ Πηλούσιον ὁ Καῖσαρ, λόγῳ μὲν κατὰ τὸ ἰσχυρὸν ἔργῳ δὲ προδοθὲν ὑπὸ τῆς Κλεοπάτρας, ἔλαβεν. ἐκείνη γὰρ ὡς οὔτε τις ἐβοήθησέ σφισι καὶ τὸν Καίσαρα ἀνανταγώνιστον ὄντα ἤσθετο, τό τε μέγιστον ἀκούσασα τοὺς διὰ τοῦ Θύρσου πεμφθέντας οἱ λόγους, ἐπίστευσεν ὄντως ἐρᾶσθαι, πρῶτον μὲν ὅτι καὶ ἐβούλετο, ἔπειτα δὲ ὅτι καὶ τὸν πατέρα αὐτοῦ τόν τε Ἀντώνιον ὁμοίως ἐδεδούλωτο.
[6] κἀκ τούτου οὐχ ὅπως τήν τε ἄδειαν καὶ τὴν τῶν Αἰγυπτίων βασιλείαν, ἀλλὰ καὶ τὸ τῶν Ῥωμαίων κράτος ἕξειν προσεδόκησε, τό τε Πηλούσιον εὐθὺς αὐτῷ προήκατο, καὶ μετὰ τοῦτο προσελαύνοντι πρὸς τὴν πόλιν ἐκώλυσε τοὺς Ἀλεξανδρέας λάθρᾳ ἐπεξελθεῖν, ἐπεὶ ὅσον γε ἀπὸ βοῆς καὶ πάνυ σφᾶς προετρέψατο τοῦτο ποιῆσαι.
[10]
[1] ὁ δ' οὖν Ἀντώνιος ἐκ τοῦ Παραιτονίου πρὸς τὴν περὶ τοῦ Πελουσίου πύστιν ἐπανελθὼν προαπήντησε πρὸ τῆς Ἀλεξανδρείας τῷ Καίσαρι, καὶ αὐτὸν κεκμηκότα ἐκ τῆς πορείας ὑπολαβὼν τοῖς ἱππεῦσιν [2] ἐνίκησεν. ἀναθαρσήσας τε ἔκ τε τούτου καὶ ὅτι βιβλία ἐς τὸ στρατόπεδον αὐτοῦ τοξεύμασιν ἐσέπεμψε πεντακοσίας σφίσι καὶ χιλίας δραχμὰς ὑπισχνούμενος, συνέβαλε καὶ τῷ πεζῷ καὶ ἡττήθη· [3] ὁ γὰρ Καῖσαρ αὐτὸς τὰ βιβλία ἐθελοντὴς τοῖς στρατιώταις ἀνέγνω, τόν τε Ἀντώνιον διαβάλλων καὶ ἐκείνους ἔς τε τὴν τῆς προδοσίας αἰσχύνην καὶ ἐς τὴν ὑπὲρ ἑαυτοῦ προθυμίαν ἀντικαθιστάς, ὥστε καὶ διὰ τοῦτο αὐτοὺς τῇ τε τῆς πείρας ἀγανακτήσει καὶ τῇ τοῦ [4] μὴ ἐθελοκακεῖν δόξαι ἐνδείξει σπουδάσαι. καὶ ὁ μὲν ἐπειδὴ παρὰ δόξαν ἠλαττώθη, πρός τε τὸ ναυτικὸν ἀπέκλινε, καὶ παρεσκευάζετο ὡς καὶ ναυμαχήσων ἢ πάντως γε ἐς τὴν Ἰβηρίαν πλευσούμενος· ἰδοῦσα δὲ τοῦθ' ἡ Κλεοπάτρα τάς τε ναῦς αὐτομολῆσαι ἐποίησε, [5] καὶ αὐτὴ ἐς τὸ ἠρίον ἐξαίφνης ἐσεπήδησε, λόγῳ μὲν ὡς τὸν Καίσαρα φοβουμένη καὶ προδιαφθεῖραι τρόπον τινὰ ἑαυτὴν βουλομένη, ἔργῳ δὲ καὶ τὸν Ἀντώνιον ἐκεῖσε ἐσελθεῖν προκαλουμένη· ὑπετόπει μὲν γὰρ προδίδοσθαι, οὐ μέντοι καὶ ἐπίστευεν ὑπὸ τοῦ ἔρωτος, [6] ἀλλὰ καὶ μᾶλλον ὡς εἰπεῖν ἐκείνην ἢ ἑαυτὸν ἠλέει. ὅπερ που ἡ Κλεοπάτρα ἀκριβῶς εἰδυῖα ἤλπισεν ὅτι, ἂν πύθηται αὐτὴν τετελευτηκυῖαν, οὐκ ἐπιβιώσεται ἀλλὰ παραχρῆμα ἀποθανεῖται. καὶ διὰ τοῦτο ἔς τε τὸ μνημεῖον σύν τε εὐνούχῳ τινὶ καὶ σὺν θεραπαίναις δύο ἐσέδραμε, καὶ ἐκεῖθεν ἀγγελίαν αὐτῷ ὡς καὶ ἀπολωλυῖα [7] ἔπεμψε. καὶ ὃς ἀκούσας τοῦτο οὐκ ἐμέλλησεν, ἀλλ' ἐπαποθανεῖν αὐτῇ ἐπεθύμησε. καὶ τὸ μὲν πρῶτον τῶν παρόντων τινὸς ἐδεήθη ἵνα αὐτὸν ἀποκτείνῃ· ἐπεὶ δὲ ἐκεῖνος σπασάμενος τὸ ξίφος ἑαυτὸν κατειργάσατο, ζηλῶσαί τε αὐτὸν ἠθέλησε καὶ ἑαυτὸν ἔτρωσεν, καὶ ἔπεσέ τε ἐπὶ στόμα καὶ δόξαν τοῖς παροῦσιν ὡς καὶ τεθνηκὼς [8] παρέσχε. θορύβου τε ἐπὶ τούτῳ γενομένου ᾔσθετό τε ἡ Κλεοπάτρα καὶ ὑπερέκυψεν ὑπὲρ τοῦ μνημείου· αἱ μὲν γὰρ θύραι αὐτοῦ συγκλεισθεῖσαι ἅπαξ οὐκέτ' ἀνοιχθῆναι ἐκ μηχανήματός τινος ἐδύναντο, τὰ δ' ἄνω πρὸς τῇ ὀροφῇ οὐδέπω παντελῶς [9] ἐξείργαστο. ἐντεῦθεν οὖν ὑπερκύψασαν αὐτὴν ἰδόντες τινὲς ἀνεβόησαν ὥστε καὶ τὸν Ἀντώνιον ἐσακοῦσαι· καὶ ὃς μαθὼν ὅτι περίεστιν, ἐξανέστη μὲν ὡς καὶ ζῆσαι δυνάμενος, προχυθέντος δ' αὐτῷ πολλοῦ αἵματος ἀπέγνω τε τὴν σωτηρίαν, καὶ ἱκέτευσε τοὺς παρόντας ὅπως πρός τε τὸ μνῆμα αὐτὸν κομίσωσι καὶ διὰ τῶν σχοινίων τῶν πρὸς τὴν ἀνολκὴν τῶν λίθων κρεμαμένων ἀνιμήσωσι.
καὶ ὁ μὲν ἐνταῦθα οὕτω καὶ ἐν τοῖς τῆς Κλεοπάτρας κόλποις [11] [1] ἐναπέθανεν, ἐκείνη δὲ ἐθάρσησε μέν πως τὸν Καίσαρα, καὶ εὐθὺς αὐτῷ τὸ γεγονὸς ἐδήλωσεν, οὐ μὴν καὶ πάνυ ἐπίστευε μηδὲν κακὸν πείσεσθαι. κατεῖχεν οὖν ἑαυτὴν ἔνδον, ἵν' εἰ καὶ διὰ μηδὲν ἄλλο σωθείη, τῷ γε φόβῳ τῶν χρημάτων καὶ τὴν ἄδειαν καὶ τὴν βασιλείαν [2] ἐκπρίηται. οὕτω που καὶ τότε ἐν τηλικαύτῃ συμφορᾷ οὖσα τῆς δυναστείας ἐμέμνητο, καὶ μᾶλλόν γε ἔν τε τῷ ὀνόματι καὶ ἐν τῷ σχήματι αὐτῆς ἀποθανεῖν ἢ ἰδιωτεύσασα ζῆν ᾑρεῖτο. ἀμέλει εἶχε μὲν καὶ τὸ πῦρ ἐπὶ τοῖς χρήμασιν, εἶχε δὲ καὶ ἀσπίδας ἄλλα τε ἑρπετὰ ἐφ' ἑαυτῇ, προπειραθεῖσα αὐτῶν ἐν ἀνθρώποις, [3] ὅντινα τρόπον ἕκαστόν σφων ἀποκτίννυσι. Καῖσαρ δὲ ἐπεθύμει μὲν καὶ τῶν θησαυρῶν ἐγκρατὴς γενέσθαι καὶ ἐκείνην ζῶσάν τε συλλαβεῖν καὶ ἐς τὰ νικητήρια ἀναγαγεῖν, οὐ μέντοι καὶ αὐτὸς πίστιν τινὰ αὐτῇ δοὺς ἀπατεὼν δόξαι γεγονέναι ἠθέλησεν, ἵν' ὡς καὶ αἰχμαλώτῳ καὶ ἀκουσίᾳ τρόπον τινὰ χειρωθείσῃ χρήσηται.
[4] καὶ διὰ τοῦτ' ἔπεμψε πρὸς αὐτὴν Γάιόν τε Προκουλέιον ἱππέα καὶ Ἐπαφρόδιτον ἐξελεύθερον, ἐντειλάμενός σφισιν ὅσα καὶ εἰπεῖν καὶ πρᾶξαι ἐχρῆν. καὶ οὕτως ἐκεῖνοι συμμίξαντες τῇ Κλεοπάτρᾳ καὶ μέτριά τινα διαλεχθέντες, ἔπειτ' ἐξαίφνης συνήρπασαν αὐτὴν [5] πρίν τι ὁμολογηθῆναι. κἀκ τούτου ἐκποδὼν πάντα ἀφ' ὧν ἀποθανεῖν ἐδύνατο ποιησάμενοι, ἡμέρας μέν τινας κατὰ χώραν αὐτῇ τὸ τοῦ Ἀντωνίου σῶμα ταριχευούσῃ διατρῖψαι ἐπέτρεψαν, ἔπειτα δὲ ἐς τὰ βασίλεια αὐτὴν ἤγαγον, μήτε τῆς ἀκολουθίας τι μήτε τῆς θεραπείας τῆς συνήθους οἱ παραλύσαντες, ὅπως ἔτι καὶ μᾶλλον [6] ἐλπίσῃ τε ὅσα ἐβούλετο καὶ μηδὲν κακὸν ἑαυτὴν δράσῃ. ἀμέλει καὶ ὀφθῆναι καὶ διαλεχθῆναί τι τῷ Καίσαρι ἐθελήσασα ἐπέτυχε· καὶ ἵνα γε ἐπὶ πλεῖον ἀπατηθῇ, αὐτὸς ἀφίξεσθαι πρὸς αὐτὴν [12] [1] ὑπέσχετο. οἶκόν τε οὖν ἐκπρεπῆ καὶ κλίνην πολυτελῆ παρασκευάσασα, καὶ προσέτι καὶ ἑαυτὴν ἠμελημένως πως κοσμήσασα (καὶ γὰρ ἐν τῷ πενθίμῳ σχήματι δεινῶς ἐνέπρεπεν) ἐκαθέζετο ἐπὶ τῆς κλίνης, πολλὰς μὲν εἰκόνας τοῦ πατρὸς αὐτοῦ καὶ παντοδαπὰς παραθεμένη, πάσας δὲ τὰς ἐπιστολὰς τὰς παρ' ἐκείνου οἱ πεμφθείσας [2] ἐς τὸν κόλπον λαβοῦσα. καὶ μετὰ τοῦτο ἐσελθόντος τοῦ Καίσαρος ἀνεπήδησέ τε ἐρρυθμισμένη, καὶ ἔφη "χαῖρε ὦ δέσποτα· σοὶ μὲν γὰρ τοῦτο θεὸς ἔδωκεν, ἐμὲ δὲ ἀφείλετο. ἀλλ' ὁρᾷς μέν που καὶ αὐτὸς τὸν πατέρα σου τοιοῦτον οἷος πολλάκις πρὸς ἐμὲ ἐσῆλθεν, ἀκούεις δὲ ὅπως τά τε ἄλλα ἐτίμησέ με καὶ δὴ καὶ βασιλίδα [3] τῶν Αἰγυπτίων ἐποίησεν. ἵνα δ' οὖν τι καὶ αὐτοῦ ἐκείνου περὶ ἐμοῦ πύθῃ, λάβε καὶ ἀνάγνωθι τὰ γράμματα ἅ μοι αὐτοχειρίᾳ ἐπέστειλε." ταῦτά τε ἅμα ἔλεγε, καὶ πολλὰ καὶ ἐρωτικὰ αὐτοῦ ῥήματα ἀνεγίγνωσκε. καὶ τοτὲ μὲν ἔκλαε καὶ τὰς ἐπιστολὰς κατεφίλει, τοτὲ δὲ πρὸς τὰς εἰκόνας αὐτοῦ προσέπιπτε καὶ [4] ἐκείνας προσεκύνει. τά τε βλέφαρα ἐς τὸν Καίσαρα ἐπενέκλα, καὶ ἐμμελῶς ἀνωλοφύρετο, θρυπτικόν τέ τι προσεφθέγγετο, ἄλλοτε μὲν λέγουσα "ποῦ μοι, Καῖσαρ, ταῦτά σου τὰ γράμματα;" ἄλλοτε δὲ ὅτι "ἀλλ' ἐν τούτῳ καὶ σύ μοι ζῇς," εἶτα αὖθις "εἴθε σου προετεθνήκειν," καὶ μάλα αὖθις "ἀλλὰ καὶ τοῦτον ἔχουσα σὲ [5] ἔχω." τοιαύτῃ τινὶ ποικιλίᾳ καὶ τῶν ῥημάτων καὶ τῶν σχημάτων ἐχρῆτο, μελιχρὰ ἄττα καὶ προσβλέπουσα αὐτῷ καὶ λαλοῦσα. ὁ οὖν Καῖσαρ συνίει μὲν αὐτῆς καὶ παθαινομένης καὶ πληκτιζομένης, οὐ μέντοι καὶ προσεποιεῖτο, ἀλλ' ἐς τὴν γῆν τοὺς ὀφθαλμοὺς ἐρείσας τοῦτο μόνον εἶπεν, "θάρσει ὦ γύναι, καὶ θυμὸν ἔχε ἀγαθόν· [6] οὐδὲν γὰρ κακὸν πείσῃ." περιαλγήσασα οὖν ἐκείνη ὅτι μήτε προσεῖδεν αὐτὴν μήτε τι ἢ περὶ τῆς βασιλείας ἢ καὶ ἐρωτικόν τι ἐφθέγξατο, πρός τε τὰ γόνατα αὐτοῦ προσέπεσε καὶ ἀνακλαύσασα "ζῆν μέν" ἔφη, "Καῖσαρ, οὔτε ἐθέλω οὔτε δύναμαι· ταύτην δέ σε τὴν χάριν ἐς τὴν τοῦ πατρὸς μνήμην αἰτῶ, ἵν' ἐπειδή με Ἀντωνίῳ μετ' ἐκεῖνον ὁ δαίμων παρέδωκε, μετ' αὐτοῦ καὶ ἀποθάνω.
[7] εἴθε μὲν γὰρ ἀπωλώλειν εὐθὺς τότε μετὰ τὸν Καίσαρα· ἐπεὶ δέ μοι καὶ τοῦτο παθεῖν ἐπέπρωτο, πέμψον με πρὸς Ἀντώνιον, μηδέ μοι τῆς σὺν αὐτῷ ταφῆς φθονήσῃς, ἵν' ὥσπερ δι' ἐκεῖνον ἀποθνήσκω, οὕτω καὶ ἐν Ἅιδου αὐτῷ συνοικήσω."
[13]
[1] καὶ ἡ μὲν τοιαῦτα ὡς καὶ ἐλεηθησομένη ἔλεγε, Καῖσαρ δὲ πρὸς μὲν ταῦτα οὐδὲν ἀπεκρίνατο, φοβηθεὶς δὲ μὴ ἑαυτὴν διαχρήσηται, θαρσεῖν τε αὐτῇ αὖθις παρεκελεύσατο, καὶ οὔτε τὴν θεραπείαν αὐτῆς ἀφείλετο καὶ ἐν ἐπιμελείᾳ αὐτὴν ἐποιεῖτο, ὅπως [2] οἱ τὰ ἐπινίκια ἐπιλαμπρύνῃ. τοῦτό τε οὖν ὑποτοπήσασα, καὶ μυρίων θανάτων χαλεπώτερον αὐτὸ νομίσασα εἶναι, ὄντως τε ἀποθανεῖν ἐπεθύμησε, καὶ πολλὰ μὲν τοῦ Καίσαρος, ὅπως τρόπον [3] τινὰ ἀπόληται, ἐδεῖτο, πολλὰ δὲ καὶ αὐτὴ ἐμηχανᾶτο. ἐπεὶ δ' οὐδὲν ἐπέραινε, μεταγιγνώσκειν τε ἐπλάσατο ὡς καὶ ἐλπίδα πολλὴν μὲν καὶ ἐς ἐκεῖνον πολλὴν δὲ καὶ ἐς τὴν Λιουίαν ἔχουσα, καὶ ἑκουσία τε πλευσεῖσθαι ἔλεγε, καὶ κόσμους τινὰς ἀποθέτους ἐς δῶρα ἡτοιμάζετο, εἴ πως πίστιν ἐκ τούτων μὴ τεθνήξειν λαβοῦσα ἧττόν [4] τε τηρηθείη καὶ ἑαυτὴν ἐξεργάσαιτο. ὃ καὶ ἐγένετο. ἐπειδὴ γὰρ οἵ τε ἄλλοι καὶ ὁ Ἐπαφρόδιτος, ᾧπερ ἐπετέτραπτο, πιστεύσαντες ταῦθ' ὡς ἀληθῶς φρονεῖν, τῆς ἀκριβοῦς φυλακῆς ἠμέλησαν, παρεσκευάζετο ὅπως ὡς ἀλυπότατα ἀποθάνῃ. καὶ γραμματεῖόν τι, δι' οὗ ἐδεήθη τοῦ Καίσαρος ἵνα αὐτὴν μετὰ τοῦ Ἀντωνίου ταφῆναι [5] κελεύσῃ, αὐτῷ τῷ Ἐπαφροδίτῳ σεσημασμένον, ὅπως προφάσει τῆς ἀποκομιδῆς αὐτοῦ ὡς καὶ ἄλλο τι ἔχοντος ἐκποδών οἱ γένηται, δοῦσα ἔργου εἴχετο. τήν τε γὰρ ἐσθῆτα τὴν περικαλλεστάτην ἐνδῦσα καὶ ἑαυτὴν εὐπρεπέστατα εὐθετήσασα, τό τε σχῆμα [14] [1] τὸ βασιλικὸν πᾶν ἀναλαβοῦσα, ἀπέθανε. καὶ τὸ μὲν σαφὲς οὐδεὶς οἶδεν ᾧ τρόπῳ διεφθάρη· κεντήματα γὰρ λεπτὰ περὶ τὸν βραχίονα αὐτῆς μόνα εὑρέθη· λέγουσι δὲ οἱ μὲν ὅτι ἀσπίδα ἐν [2] ὑδρίᾳ ἢ καὶ ἐν ἄνθεσί τισιν ἐσκομισθεῖσάν οἱ προσέθετο, οἱ δὲ ὅτι βελόνην, ᾗ τὰς τρίχας ἀνεῖρεν, ἰῷ τινι, δύναμιν τοιαύτην ἔχοντι ὥστε ἄλλως μὲν μηδὲν τὸ σῶμα βλάπτειν, ἂν δ' αἵματος καὶ βραχυτάτου ἅψηται, καὶ τάχιστα καὶ ἀλυπότατα αὐτὸ φθείρειν, χρίσασα τέως μὲν αὐτὴν ἐν τῇ κεφαλῇ ἐφόρει ὥσπερ εἰώθει, τότε [3] δὲ προκατανύξασά τι τὸν βραχίονα ἐς τὸ αἷμα ἐνέβαλεν. οὕτω μέν, ἢ ὅτι ἐγγύτατα, μετὰ τῶν δύο θεραπαινῶν ἀπώλετο· ὁ γὰρ εὐνοῦχος ἅμα τῷ συλληφθῆναι αὐτὴν τοῖς τε ἑρπετοῖς ἑαυτὸν ἐθελοντὴς παρέδωκε, καὶ δηχθεὶς ὑπ' αὐτῶν ἐς σορὸν προπαρεσκευασμένην οἱ ἐσεπεπηδήκει. ἀκούσας δὲ ὁ Καῖσαρ τὴν τελευτὴν αὐτῆς ἐξεπλάγη, καὶ τό τε σῶμα αὐτῆς εἶδε, καὶ φάρμακα αὐτῷ [4] καὶ ψύλλους, εἴ πως ἀνασφήλειε, προσήνεγκεν. οἱ δὲ δὴ ψύλλοι οὗτοι ἄνδρες μέν εἰσι (γυνὴ γὰρ οὐ γίγνεται ψύλλα), δύνανται δὲ πάντα τε ἰὸν παντὸς ἑρπετοῦ παραχρῆμα, πρὶν θνήσκειν τινά, ἐκμυζᾶν, καὶ αὐτοὶ μηδὲν ὑπὸ μηδενὸς αὐτῶν δηχθέντες βλάπτεσθαι.
[5] φύονται δὲ ἐξ ἀλλήλων, καὶ δοκιμάζουσι τὰ γεννηθέντα ἤτοι μετ' ὄφεών που εὐθὺς ἐμβληθέντα, ἢ καὶ τῶν σπαργάνων αὐτῶν ἐπιβληθέντων τισίν· οὔτε γὰρ τῷ παιδίῳ τι λυμαίνονται, [6] καὶ ὑπὸ τῆς ἐσθῆτος αὐτοῦ ναρκῶσι. τοῦτο μὲν τοιοῦτόν ἐστιν, ὁ δὲ δὴ Καῖσαρ μηδένα τρόπον ἀναβιώσασθαι τὴν Κλεοπάτραν δυνηθεὶς ἐκείνην μὲν καὶ ἐθαύμασε καὶ ἠλέησεν, αὐτὸς δὲ ἰσχυρῶς ἐλυπήθη ὡς καὶ πάσης τῆς ἐπὶ τῇ νίκῃ δόξης ἐστερημένος.
[15]
[1] Ἀντώνιος μὲν δὴ καὶ Κλεοπάτρα, πολλῶν μὲν τοῖς Αἰγυπτίοις πολλῶν δὲ καὶ τοῖς Ῥωμαίοις κακῶν αἴτιοι γενόμενοι, οὕτω τε ἐπολέμησαν καὶ οὕτως ἐτελεύτησαν, ἔν τε τῷ αὐτῷ τρόπῳ ἐταριχεύθησαν, κἀν τῇ αὐτῇ θήκῃ ἐτάφησαν. ἔσχον δὲ τήν τε φύσιν [2] τῆς ψυχῆς καὶ τὴν τύχην τοῦ βίου τοιάνδε. ὁ μὲν συνεῖναί τε τὸ δέον οὐδενὸς ἥσσων ἐγένετο καὶ πολλὰ ἀφρόνως ἔπραξεν, ἀνδρείᾳ τε ἔν τισι διέπρεψε καὶ ὑπὸ δειλίας συχνὰ ἐσφάλη, τῇ τε μεγαλοψυχίᾳ καὶ τῇ δουλοπρεπείᾳ ἐξ ἴσου ἐχρῆτο, καὶ τά τε ἀλλότρια ἥρπαζε καὶ τὰ οἰκεῖα προΐετο, ἠλέει τε ἀλόγως συχνοὺς [3] καὶ ἐκόλαζεν ἀδίκως πλείονας· κἀκ τούτων ἰσχυρότατός τε ἐξ ἀσθενεστάτου καὶ πλουσιώτατος ἐξ ἀπορωτάτου γενόμενος οὐδετέρου αὐτῶν ἀπώνητο, ἀλλὰ καὶ τὸ κράτος τὸ τῶν Ῥωμαίων μόνος [4] ἕξειν ἐλπίσας αὐτὸς ἑαυτὸν ἀπέκτεινε. Κλεοπάτρα δὲ ἄπληστος μὲν Ἀφροδίτης ἄπληστος δὲ χρημάτων γενομένη, καὶ πολλῇ μὲν φιλοτιμίᾳ φιλοδόξῳ πολλῇ δὲ καὶ περιφρονήσει θρασείᾳ χρησαμένη, τήν τε βασιλείαν τὴν τῶν Αἰγυπτίων ὑπ' ἔρωτος ἐκτήσατο, καὶ τὴν τῶν Ῥωμαίων λήψεσθαι δι' αὐτοῦ ἐλπίσασα ταύτης τε ἐσφάλη καὶ ἐκείνην προσαπώλεσε, δύο τε ἀνδρῶν Ῥωμαίων τῶν καθ' ἑαυτὴν μεγίστων κατεκράτησε, καὶ διὰ τὸν τρίτον ἑαυτὴν κατεχρήσατο.
[5] οὗτοι μὲν δὴ τοιοῦτοί τε ἐγένοντο καὶ οὕτως ἀπήλλαξαν· τῶν δὲ δὴ παίδων αὐτῶν Ἄντυλλος μέν, καίτοι τήν τε τοῦ Καίσαρος θυγατέρα ἠγγυημένος καὶ ἐς τὸ τοῦ πατρὸς αὐτοῦ ἡρῷον, ὃ ἡ Κλεοπάτρα ἐπεποιήκει, καταφυγών, εὐθὺς ἐσφάγη, Καισαρίων δὲ [6] ἐς Αἰθιοπίαν φεύγων κατελήφθη τε ἐν τῇ ὁδῷ καὶ διεφθάρη. ἥ τε Κλεοπάτρα Ἰούβᾳ τῷ τοῦ Ἰούβου παιδὶ συνῴκησε· τούτῳ γὰρ ὁ Καῖσαρ τραφέντι τε ἐν τῇ Ἰταλίᾳ καὶ συστρατευσαμένῳ οἱ ταύτην τε καὶ τὴν βασιλείαν τὴν πατρῴαν ἔδωκε, καὶ αὐτοῖς καὶ τὸν [7] Ἀλέξανδρον καὶ τὸν Πτολεμαῖον ἐχαρίσατο. ταῖς τε ἀδελφιδαῖς, ἃς ἐκ τοῦ Ἀντωνίου ἡ Ὀκταουία ἀνῄρητό τε καὶ ἐτετρόφει, χρήματα ἀπὸ τῶν πατρῴων ἀπένειμε. καὶ τῷ Ἰούλλῳ τῷ τοῦ Ἀντωνίου τῆς τε Φουλουίας υἱεῖ τοὺς ἐξελευθέρους αὐτοῦ πάνθ' ὅσα τελευτῶντάς σφας καταλιπεῖν αὐτῷ κατὰ τοὺς νόμους ἔδει, παραχρῆμα [16] [1] δοῦναι ἐκέλευσε. τῶν τε ἄλλων τῶν τὰ τοῦ Ἀντωνίου μέχρι τότε πραξάντων τοὺς μὲν ἐκόλασε τοὺς δὲ ἀφῆκεν, ἢ δι' ἑαυτὸν ἢ διὰ τοὺς φίλους. ἐπειδή τε συχνοὶ παρ' αὐτῷ καὶ δυναστῶν καὶ βασιλέων παῖδες οἱ μὲν ἐφ' ὁμηρείᾳ οἱ δὲ καὶ ἐφ' ὕβρει τρεφόμενοι εὑρέθησαν, τοὺς μὲν οἴκαδε αὐτῶν ἀπέστειλε, τοὺς δὲ ἀλλήλοις [2] συνῴκισεν, ἑτέρους τε κατέσχεν. ὧν ἐγὼ τοὺς μὲν ἄλλους ἐάσω, δύο δὲ δὴ μόνων ὀνομαστὶ μνησθήσομαι· τὴν μὲν γὰρ Ἰωτάπην τῷ Μήδῳ καταφυγόντι μετὰ τὴν ἧτταν πρὸς αὐτὸν ἑκὼν ἀπέδωκε, τῷ δ' Ἀρτάξῃ τοὺς ἀδελφοὺς καίπερ αἰτήσαντι οὐκ ἔπεμψεν, ὅτι τοὺς ὑπολειφθέντας ἐν τῇ Ἀρμενίᾳ Ῥωμαίους ἀπεκτόνει.
[3] περὶ μὲν δὴ τοὺς ἄλλους τοιαῦτα ἐγίγνετο, τῶν δὲ Αἰγυπτίων τῶν τε Ἀλεξανδρέων πάντων ἐφείσατο ὥστε μὴ διολέσαι τινά, τὸ μὲν ἀληθὲς ὅτι οὐκ ἠξίωσε τοσούτους τε αὐτοὺς ὄντας καὶ χρησιμωτάτους τοῖς Ῥωμαίοις ἐς πολλὰ ἂν γενομένους ἀνήκεστόν τι [4] δρᾶσαι· πρόφασιν δὲ ὅμως προυβάλλετο τόν τε θεὸν τὸν Σάραπιν καὶ τὸν Ἀλέξανδρον τὸν οἰκιστὴν αὐτῶν, καὶ τρίτον Ἄρειον τὸν πολίτην, ᾧ που φιλοσοφοῦντί τε καὶ συνόντι οἱ ἐχρῆτο. καὶ τόν γε λόγον δι' οὗ συνέγνω σφίσιν, ἑλληνιστί, ὅπως συνῶσιν αὐτοῦ, [5] εἶπε. καὶ μετὰ ταῦτα τὸ μὲν τοῦ Ἀλεξάνδρου σῶμα εἶδε, καὶ αὐτοῦ καὶ προσήψατο, ὥστε τι τῆς ῥινός, ὥς φασι, θραυσθῆναι· τὰ δὲ δὴ τῶν Πτολεμαίων, καίτοι τῶν Ἀλεξανδρέων σπουδῇ βουληθέντων αὐτῷ δεῖξαι, οὐκ ἐθεάσατο, εἰπὼν ὅτι "βασιλέα ἀλλ' οὐ νεκροὺς ἰδεῖν ἐπεθύμησα". κἀκ τῆς αὐτῆς ταύτης αἰτίας οὐδὲ τῷ Ἄπιδι ἐντυχεῖν ἠθέλησε, λέγων θεοὺς ἀλλ' οὐχὶ βοῦς προσκυνεῖν [17] [1] εἰθίσθαι. ἐκ δὲ τούτου τήν τε Αἴγυπτον ὑποτελῆ ἐποίησε καὶ τῷ Γάλλῳ τῷ Κορνηλίῳ ἐπέτρεψε· πρός τε γὰρ τὸ πολύανδρον καὶ τῶν πόλεων καὶ τῆς χώρας, καὶ πρὸς τὸ ῥᾴδιον τό τε κοῦφον τῶν τρόπων αὐτῶν, τήν τε σιτοπομπίαν καὶ τὰ χρήματα, οὐδενὶ βουλευτῇ οὐχ ὅπως ἐγχειρίσαι αὐτὴν ἐτόλμησεν, ἀλλ' οὐδὲ ἐνεπιδημεῖν αὐτῇ ἐξουσίαν ἔδωκεν, ἂν μή τινι αὐτὸς ὀνομαστὶ συγχωρήσῃ.
[2] οὐ μέντοι οὐδὲ ἐκείνοις βουλεύειν ἐν τῇ Ῥώμῃ ἐφῆκεν. ἀλλὰ τοῖς μὲν ἄλλοις ὡς ἑκάστοις, τοῖς δ' Ἀλεξανδρεῦσιν ἄνευ βουλευτῶν πολιτεύεσθαι ἐκέλευσε· τοσαύτην που νεωτεροποιίαν [3] αὐτῶν κατέγνω. καί σφων οὕτω τότε ταχθέντων τὰ μὲν ἄλλα καὶ νῦν ἰσχυρῶς φυλάσσεται, βουλεύουσι δὲ δὴ καὶ ἐν τῇ Ἀλεξανδρείᾳ, ἐπὶ Σεουήρου αὐτοκράτορος ἀρξάμενοι, καὶ ἐν τῇ Ῥώμῃ, ἐπ' Ἀντωνίνου τοῦ υἱέος αὐτοῦ πρῶτον ἐς τὴν γερουσίαν ἐσγραφέντες.
[4] Αἴγυπτος μὲν οὕτως ἐδουλώθη· πάντες γὰρ οἱ ἀντισχόντες αὐτῶν χρόνον τινὰ ἐχειρώθησαν, ὥς που καὶ τὸ δαιμόνιόν σφισιν ἐναργέστατα προέδειξεν. ὗσέ τε γὰρ οὐχ ὅπως ὕδατι, ἔνθα μηδὲ ἐψέκασέ ποτε, ἀλλὰ καὶ αἵματι· ταῦτά τε ἅμα ἐκ τῶν νεφῶν [5] ἐξέπιπτε καὶ ὅπλα παρεφαίνετο. κτυπήματά τέ τινα ἑτέρωθι καὶ τυμπάνων καὶ κυμβάλων καὶ βοήματα καὶ αὐλῶν καὶ σαλπίγγων ἐγίγνετο, καί τις δράκων ὑπερμεγέθης ἐξαίφνης σφίσιν ὀφθεὶς ἀμήχανον ὅσον ἐξεσύρισε. κἀν τούτῳ καὶ ἀστέρες κομῆται ἑωρῶντο, καὶ νεκρῶν εἴδωλα ἐφαντάζετο, τά τε ἀγάλματα ἐσκυθρώπασε, καὶ ὁ Ἆπις ὀλοφυρτικόν τι ἐμυκήσατο καὶ κατεδάκρυσε.
[6] ταῦτα μὲν οὕτως ἐγένετο, χρήματα δὲ πολλὰ μὲν ἐν τῷ βασιλικῷ εὑρέθη (πάντα γὰρ ὡς εἰπεῖν καὶ τὰ ἐκ τῶν ἁγιωτάτων ἱερῶν ἀναθήματα ἡ Κλεοπάτρα ἀνελομένη συνεπλήθυσε τὰ λάφυρα τοῖς Ῥωμαίοις ἄνευ τινὸς οἰκείου αὐτῶν μιάσματος), πολλὰ δὲ [7] καὶ παρ' ἑκάστου τῶν αἰτιαθέντων τι ἠθροίσθη. καὶ χωρὶς οἱ λοιποὶ πάντες, ὅσοι μηδὲν ἴδιον ἔγκλημα λαβεῖν ἐδύναντο, τὰ δύο μέρη τῶν οὐσιῶν ᾐτήθησαν. καὶ ἀπ' αὐτῶν πάντες μὲν οἱ στρατιῶται τὰ ἐποφειλόμενά σφισιν ἐκομίσαντο, οἱ δὲ δὴ καὶ τότε τῷ Καίσαρι συγγενόμενοι πεντήκοντα καὶ διακοσίας δραχμάς, [8] ὥστε μὴ διαρπάσαι τὴν πόλιν, προσεπέλαβον. τοῖς τε προδανείσασί τι πάντα ἀπηλλάγη, καὶ τοῖς συμμετασχοῦσι τοῦ πολέμου καὶ τῶν βουλευτῶν καὶ τῶν ἱππέων πάμπολλα ἐδόθη, τό τε σύμπαν ἥ τε ἀρχὴ ἡ τῶν Ῥωμαίων ἐπλουτίσθη καὶ τὰ ἱερὰ αὐτῶν ἐκοσμήθη.
[18]
[1] ὁ δ' οὖν Καῖσαρ ὡς τά τε προειρημένα ἔπραξε, καὶ πόλιν καὶ ἐκεῖ ἐν τῷ τῆς μάχης χωρίῳ συνῴκισε, καὶ τὸ ὄνομα καὶ τὸν ἀγῶνα αὐτῇ ὁμοίως τῇ προτέρᾳ δούς, τάς τε διώρυχας τὰς μὲν ἐξεκάθηρε τὰς δὲ ἐκ καινῆς διώρυξε, καὶ τἆλλα τὰ προσήκοντα προσδιῴκησεν, ἔς τε τὴν Ἀσίαν τὸ ἔθνος διὰ τῆς Συρίας ἦλθε, κἀνταῦθα παρεχείμασε, τά τε τῶν ὑπηκόων ὡς ἕκαστα καὶ τὰ [2] τῶν Πάρθων ἅμα καθιστάμενος. στασιασάντων γὰρ αὐτῶν καί τινος Τιριδάτου τῷ Φραάτῃ ἐπαναστάντος, πρότερον μέν, καὶ ἕως ἔτι τὰ τοῦ Ἀντωνίου καὶ μετὰ τὴν ναυμαχίαν ἀνθειστήκει, οὐχ ὅσον οὐ προσέθετό τῳ αὐτῶν συμμαχίαν αἰτησάντων, ἀλλ' οὐδ' ἀπεκρίνατο ἄλλο οὐδὲν ἢ ὅτι βουλεύσεται, πρόφασιν μὲν ὡς καὶ περὶ τὴν Αἴγυπτον ἀσχολίαν ἔχων, ἔργῳ δὲ ἵν' ἐκτρυχωθεῖεν [3] ἐν τούτῳ μαχόμενοι πρὸς ἀλλήλους. τότε δὲ ἐπειδὴ ὅ τε Ἀντώνιος ἐτελεύτησε, καὶ ἐκείνων ὁ μὲν Τιριδάτης ἡττηθεὶς ἐς τὴν Συρίαν κατέφυγεν, ὁ δὲ Φραάτης κρατήσας πρέσβεις ἔπεμψε, τούτοις τε φιλικῶς ἐχρημάτισε, καὶ τῷ Τιριδάτῃ βοηθήσειν μὲν οὐχ ὑπέσχετο διαιτᾶσθαι δὲ ἐν τῇ Συρίᾳ ἐπέτρεψεν, υἱόν τέ τινα τοῦ Φραάτου ἐν εὐεργεσίας μέρει παρ' αὐτοῦ λαβὼν ἔς τε τὴν Ῥώμην ἀνήγαγε καὶ ἐν ὁμηρείᾳ ἐποιήσατο.
[19]
[1] ἐν δὲ τούτῳ καὶ ἔτι πρότερον συχνὰ μὲν καὶ ἐπὶ τῇ τῆς ναυμαχίας νίκῃ οἱ ἐν οἴκῳ Ῥωμαῖοι ἐψηφίσαντο. τά τε γὰρ νικητήρια αὐτῷ, ὡς καὶ τῆς Κλεοπάτρας, καὶ ἁψῖδα τροπαιοφόρον ἔν [2] τε τῷ Βρεντεσίῳ καὶ ἑτέραν ἐν τῇ Ῥωμαίᾳ ἀγορᾷ ἔδωκαν· τήν τε κρηπῖδα τοῦ Ἰουλιείου ἡρῴου τοῖς τῶν αἰχμαλωτίδων νεῶν ἐμβόλοις κοσμηθῆναι, καὶ πανήγυρίν οἱ πεντετηρίδα ἄγεσθαι, ἔν τε τοῖς γενεθλίοις αὐτοῦ καὶ ἐν τῇ τῆς ἀγγελίας τῆς νίκης ἡμέρᾳ ἱερομηνίαν εἶναι, καὶ ἐς τὴν πόλιν ἐσιόντι αὐτῷ τάς τε ἱερείας τὰς ἀειπαρθένους καὶ τὴν βουλὴν τόν τε δῆμον μετά τε τῶν γυναικῶν [3] καὶ μετὰ τῶν τέκνων ἀπαντῆσαι ἔγνωσαν. τὰς γὰρ εὐχὰς τάς τε εἰκόνας καὶ τὴν προεδρίαν καὶ τἆλλα τὰ τοιουτότροπα περιττόν ἐστιν ἤδη λέγειν. τὴν μὲν οὖν πρώτην ἐκείνῳ τε ταῦτ' ἐψηφίσαντο, καὶ τὰ τοῦ Ἀντωνίου κοσμήματα τὰ μὲν καθεῖλον τὰ δ' ἀπήλειψαν, τήν τε ἡμέραν ἐν ᾗ ἐγεγέννητο μιαρὰν ἐνόμισαν, καὶ τὸ τοῦ Μάρκου πρόσρημα ἀπεῖπον μηδενὶ τῶν συγγενῶν [4] αὐτοῦ εἶναι. ὡς μέντοι καὶ τεθνεῶτα αὐτὸν ἐπύθοντο (ἠγγέλθη δὲ τοῦτο Κικέρωνος τοῦ Κικέρωνος παιδὸς ἐν μέρει τοῦ ἔτους ὑπατεύοντος), τοῦτό τέ τινες ‹ὡς› οὐκ ἀθεεὶ δὴ συμβὰν ἐλάμβανον, ἐπειδήπερ ὁ πατὴρ αὐτοῦ ὑπὸ τοῦ Ἀντωνίου ὅτι μάλιστ' ἐτεθνήκει, [5] καὶ προσεψηφίσαντο τῷ Καίσαρι καὶ στεφάνους καὶ ἱερομηνίας πολλάς, καὶ αὐτῷ καὶ ἕτερα ἐπινίκια ὡς καὶ τῶν Αἰγυπτίων ἀγαγεῖν ἔδοσαν· τὸν γὰρ Ἀντώνιον καὶ τοὺς ἄλλους Ῥωμαίους τοὺς σὺν ἐκείνῳ νικηθέντας οὔτε πρότερον οὔτε τότε, ὡς [6] καὶ ἑορτάζειν σφᾶς ἐπ' αὐτοῖς δέον, ὠνόμασαν. τήν τε ἡμέραν ἐν ᾗ ἡ Ἀλεξάνδρεια ἑάλω, ἀγαθήν τε εἶναι καὶ ἐς τὰ ἔπειτα ἔτη ἀρχὴν τῆς ἀπαριθμήσεως αὐτῶν νομίζεσθαι, καὶ τὸν Καίσαρα τήν τε ἐξουσίαν τὴν τῶν δημάρχων διὰ βίου ἔχειν, καὶ τοῖς ἐπιβοωμένοις αὐτὸν καὶ ἐντὸς τοῦ πωμηρίου καὶ ἔξω μέχρις ὀγδόου [7] ἡμισταδίου ἀμύνειν, ὃ μηδενὶ τῶν δημαρχούντων ἐξῆν, ἔκκλητόν τε δικάζειν, καὶ ψῆφόν τινα αὐτοῦ ἐν πᾶσι τοῖς δικαστηρίοις ὥσπερ Ἀθηνᾶς φέρεσθαι, τούς τε ἱερέας καὶ τὰς ἱερείας ἐν ταῖς ὑπέρ τε τοῦ δήμου καὶ τῆς βουλῆς εὐχαῖς καὶ ὑπὲρ ἐκείνου ὁμοίως εὔχεσθαι, καὶ ἐν τοῖς συσσιτίοις οὐχ ὅτι τοῖς κοινοῖς ἀλλὰ καὶ τοῖς ἰδίοις πάντας αὐτῷ σπένδειν ἐκέλευσαν.
[20]
[1] τότε μὲν δὴ ταῦτ' ἐγνώσθη, ὑπατεύοντος δ' αὐτοῦ τὸ πέμπτον μετὰ Σέξτου Ἀπουλεΐου τά τε πραχθέντα ὑπ' αὐτοῦ πάντα ἐν αὐτῇ τῇ τοῦ Ἰανουαρίου νουμηνίᾳ ὅρκοις ἐβεβαιώσαντο, καὶ ἐπειδὴ καὶ τὰ περὶ τῶν Πάρθων γράμματα ἦλθεν, ἔς τε τοὺς ὕμνους [2] αὐτὸν ἐξ ἴσου τοῖς θεοῖς ἐσγράφεσθαι, καὶ φυλὴν Ἰουλίαν ἐπ' αὐτοῦ ἐπονομάζεσθαι, τῷ τε στεφάνῳ αὐτὸν τῷ ἐπινικίῳ διὰ πασῶν τῶν πανηγύρεων χρῆσθαι, καὶ τοὺς συννικήσαντάς οἱ βουλευτὰς ἐν περιπορφύροις ἱματίοις τὴν πομπὴν αὐτῷ συμπέμψαι, [3] τήν τε ἡμέραν ἐν ᾗ ἂν ἐς τὴν πόλιν ἐσέλθῃ θυσίαις τε πανδημεὶ ἀγαλθῆναι καὶ ἱερὰν ἀεὶ ἄγεσθαι, ἱερέας τε αὐτὸν καὶ ὑπὲρ τὸν ἀριθμόν, ὅσους ἂν ἀεὶ ἐθελήσῃ, προαιρεῖσθαι προσκατεστήσαντο· ὅπερ που ἐξ ἐκείνου παραδοθὲν ἐς ἀόριστον ἐπηυξήθη, ὥστε μηδὲν [4] ἔτι χρῆναί με περὶ τοῦ πλήθους αὐτῶν ἀκριβολογεῖσθαι. ὁ οὖν Καῖσαρ τὰ μὲν ἄλλα πλὴν βραχέων ἐδέξατο, τὸ δὲ δὴ σύμπαντας αὐτῷ τοὺς ἐν τῇ πόλει ὄντας ἀπαντῆσαι παρῃτήσατο ἄντικρυς μὴ γενέσθαι. πλεῖστον δὲ ὅμως ὑπὲρ πάντα τὰ ψηφισθέντα οἱ ὑπερήσθη ὅτι τάς τε πύλας τὰς τοῦ Ἰανοῦ ὡς καὶ πάντων σφίσι τῶν πολέμων παντελῶς πεπαυμένων ἔκλεισαν, καὶ τὸ οἰώνισμα τὸ τῆς Ὑγιείας ἐποίησαν· καὶ γὰρ τότε δι' ἅπερ εἶπον διελέλειπτο.
[5] ἦσαν μὲν γὰρ ἐν ὅπλοις ἔτι καὶ Τρήουηροι Κελτοὺς ἐπαγαγόμενοι καὶ Κάνταβροι καὶ Οὐακκαῖοι καὶ Ἄστυρες· καὶ οὗτοι μὲν ὑπὸ τοῦ Ταύρου τοῦ Στατιλίου, ἐκεῖνοι δὲ ὑπὸ Νωνίου Γάλλου κατεστράφησαν· ἄλλα τε ὡς καθ' ἑκάστους ταραχώδη συχνὰ ἐγίγνετο· ἀλλ' ἐπειδὴ μηδὲν μέγα ἀπ' αὐτῶν συνηνέχθη, οὔτε ἐκεῖνοι τότε πολεμεῖσθαι ἐνόμιζον οὔτε ἐγὼ ἐπιφανές τι περὶ αὐτῶν [6] γράψαι ἔχω. Καῖσαρ δὲ ἐν τούτῳ τά τε ἄλλα ἐχρημάτιζε, καὶ τεμένη τῇ τε Ῥώμῃ καὶ τῷ πατρὶ τῷ Καίσαρι, ἥρωα αὐτὸν Ἰούλιον ὀνομάσας, ἔν τε Ἐφέσῳ καὶ ἐν Νικαίᾳ γενέσθαι ἐφῆκεν· αὗται γὰρ τότε αἱ πόλεις ἔν τε τῇ Ἀσίᾳ καὶ ἐν τῇ Βιθυνίᾳ προετετίμηντο.
[7] καὶ τούτους μὲν τοῖς Ῥωμαίοις τοῖς παρ' αὐτοῖς ἐποικοῦσι τιμᾶν προσέταξε· τοῖς δὲ δὴ ξένοις, Ἕλληνάς σφας ἐπικαλέσας, ἑαυτῷ τινα, τοῖς μὲν Ἀσιανοῖς ἐν Περγάμῳ τοῖς δὲ Βιθυνοῖς ἐν Νικομηδείᾳ, τεμενίσαι ἐπέτρεψε. καὶ τοῦτ' ἐκεῖθεν ἀρξάμενον καὶ ἐπ' ἄλλων αὐτοκρατόρων οὐ μόνον ἐν τοῖς Ἑλληνικοῖς ἔθνεσιν, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ὅσα τῶν Ῥωμαίων [8] ἀκούει, ἐγένετο. ἐν γάρ τοι τῷ ἄστει αὐτῷ τῇ τε ἄλλῃ Ἰταλίᾳ οὐκ ἔστιν ὅστις τῶν καὶ ἐφ' ὁποσονοῦν λόγου τινὸς ἀξίων ἐτόλμησε τοῦτο ποιῆσαι· μεταλλάξασι μέντοι κἀνταῦθα τοῖς ὀρθῶς αὐταρχήσασιν ἄλλαι τε ἰσόθεοι τιμαὶ δίδονται καὶ δὴ καὶ ἡρῷα ποιεῖται.
[9] ταῦτα μὲν ἐν τῷ χειμῶνι ἐγένετο, καὶ ἔλαβον καὶ οἱ Περγαμηνοὶ τὸν ἀγῶνα τὸν ἱερὸν ὠνομασμένον ἐπὶ τῇ τοῦ ναοῦ αὐτοῦ [21] [1] τιμῇ ποιεῖν. τοῦ δὲ δὴ θέρους ἔς τε τὴν Ἑλλάδα καὶ ἐς τὴν Ἰταλίαν ὁ Καῖσαρ ἐπεραιώθη, καὶ αὐτοῦ ἐς τὴν πόλιν ἐσελθόντος οἵ τε ἄλλοι ἔθυσαν, ὥσπερ εἴρηται, καὶ ὁ ὕπατος Οὐαλέριος Ποτῖτος· ἐκεῖνος μὲν γὰρ καὶ τοῦτο πᾶν τὸ ἔτος, ὥσπερ καὶ τὰ δύο τὰ πρότερα, ὑπάτευσε, τὸν δὲ δὴ Σέξτον ὁ Ποτῖτος διεδέξατο.
[2] οὗτος οὖν δημοσίᾳ καὶ αὐτὸς ὑπέρ τε τοῦ δήμου καὶ ὑπὲρ τῆς βουλῆς ἐπὶ τῇ τοῦ Καίσαρος ἀφίξει ἐβουθύτησεν· ὃ μήπω πρότερον ἐπὶ μηδενὸς ἄλλου ἐγεγόνει. μετὰ δὲ τοῦτο τούς τε ὑποστρατήγους [3] καὶ ἐπῄνεσε καὶ ἐτίμησεν ὥσπερ εἴθιστο, καὶ τόν τε Ἀγρίππαν ἄλλοις τέ τισι καὶ σημείῳ κυανοειδεῖ ναυκρατητικῷ προσεπεσέμνυνε, καὶ τοῖς στρατιώταις ἔδωκέ τινα· τῷ τε δήμῳ καθ' ἑκατὸν δραχμάς, προτέροις μὲν τοῖς ἐς ἄνδρας τελοῦσιν, ἔπειτα δὲ καὶ τοῖς παισὶ διὰ τὸν Μάρκελλον τὸν ἀδελφιδοῦν, διένειμε.
[4] καὶ ἐπί τε τούτοις, καὶ ὅτι παρὰ τῶν πόλεων τῶν ἐν τῇ Ἰταλίᾳ τὸ χρυσίον τὸ τοῖς στεφάνοις προσῆκον οὐκ ἐδέξατο, καὶ ὅτι καὶ πάντα ἅ τε αὐτὸς ὤφειλέ τισιν ἀπέδωκε, καὶ ἃ οἱ ἄλλοι ἐπώφειλον οὐκ ἐσέπραξεν, ὥσπερ εἴρηται, τῶν τε δυσχερῶν πάντων οἱ Ῥωμαῖοι ἐπελάθοντο, καὶ τὰ ἐπινίκια αὐτοῦ ἡδέως ὡς καὶ ἀλλοφύλων [5] ἁπάντων τῶν ἡττηθέντων ὄντων εἶδον· τοσοῦτον γὰρ τὸ πλῆθος τῶν χρημάτων διὰ πάσης ὁμοίως τῆς πόλεως ἐχώρησεν ὥστε τὰ μὲν κτήματα ἐπιτιμηθῆναι, τὰ δὲ δανείσματα ἀγαπητῶς ἐπὶ δραχμῇ πρότερον ὄντα τότε ἐπὶ τῷ τριτημορίῳ αὐτῆς γενέσθαι. ἑώρτασε δὲ τῇ μὲν πρώτῃ ἡμέρᾳ τά τε τῶν Παννονίων καὶ τὰ τῶν Δελματῶν, τῆς τε Ἰαπυδίας καὶ τῶν προσχώρων σφίσι, Κελτῶν τε [6] καὶ Γαλατῶν τινων. Γάιος γὰρ Καρρίνας τούς τε Μωρίνους καὶ ἄλλους τινὰς συνεπαναστάντας αὐτοῖς ἐχειρώσατο, καὶ τοὺς Σουήβους τὸν [τε] Ῥῆνον ἐπὶ πολέμῳ διαβάντας ἀπεώσατο· καὶ διὰ ταῦτα ἤγαγε μὲν καὶ ἐκεῖνος τὰ νικητήρια, καίτοι τοῦ τε πατρὸς αὐτοῦ ὑπὸ τοῦ Σύλλου θανατωθέντος, καὶ αὐτὸς ἄρξαι ποτὲ μετὰ τῶν ἄλλων τῶν ὁμοίων οἱ κωλυθείς, ἤγαγε δὲ καὶ ὁ Καῖσαρ, ἐπειδὴ ἡ ἀναφορὰ τῆς νίκης τῇ αὐτοκράτορι αὐτοῦ ἀρχῇ προσήκουσα [7] ἦν. ἐν μὲν οὖν τῇ πρώτῃ ἡμέρᾳ ταῦτα διεωρτάσθη, ἐν δὲ τῇ δευτέρᾳ ἡ πρὸς τῷ Ἀκτίῳ ναυκρατία, κἀν τῇ τρίτῃ ἡ τῆς Αἰγύπτου καταστροφή. ἐπιφανεῖς μὲν δὴ καὶ αἱ ἄλλαι πομπαὶ διὰ τὰ ἀπ' αὐτῆς λάφυρα ἐγένοντο (τοσαῦτα γὰρ ἠθροίσθη ὥστε πάσαις ἐπαρκέσαι), πολυτελεστάτη δ' οὖν καὶ ἀξιοπρεπεστάτη αὕτη [8] ἡ Αἰγυπτία. τά τε γὰρ ἄλλα καὶ ἡ Κλεοπάτρα ἐπὶ κλίνης ἐν τῷ τοῦ θανάτου μιμήματι παρεκομίσθη, ὥστε τρόπον τινὰ καὶ ἐκείνην μετά τε τῶν ἄλλων αἰχμαλώτων καὶ μετὰ τοῦ Ἀλεξάνδρου τοῦ καὶ Ἡλίου, τῆς τε Κλεοπάτρας τῆς καὶ Σελήνης, τῶν [9] τέκνων, ὡς πομπεῖον ὀφθῆναι. μετὰ δὲ δὴ τοῦτο ὁ Καῖσαρ ἐφ' ἅπασιν αὐτοῖς ἐσελάσας τὰ μὲν ἄλλα κατὰ τὸ νομιζόμενον ἔπραξε, τὸν δὲ δὴ συνύπατον τούς τε λοιποὺς ἄρχοντας περιεῖδε παρὰ τὸ καθεστηκὸς ἐπισπομένους οἱ μετὰ τῶν λοιπῶν βουλευτῶν τῶν συννενικηκότων· εἰώθεσαν γὰρ οἱ μὲν ἡγεῖσθαι οἱ δὲ ἐφέπεσθαι.
[22]
[1] ἐπεὶ δὲ ταῦτα διετέλεσε, τό τε Ἀθήναιον τὸ Χαλκιδικὸν ὠνομασμένον καὶ τὸ βουλευτήριον τὸ Ἰουλίειον, τὸ ἐπὶ τῇ τοῦ πατρὸς αὐτοῦ τιμῇ γενόμενον, καθιέρωσεν. ἐνέστησε δὲ ἐς αὐτὸ τὸ ἄγαλμα τὸ τῆς Νίκης τὸ καὶ νῦν ὄν, δηλῶν, ὡς ἔοικεν, ὅτι παρ' [2] αὐτῆς τὴν ἀρχὴν ἐκτήσατο· ἦν δὲ δὴ τῶν Ταραντίνων, καὶ ἐκεῖθεν ἐς τὴν Ῥώμην κομισθὲν ἔν τε τῷ συνεδρίῳ ἱδρύθη καὶ Αἰγυπτίοις λαφύροις ἐκοσμήθη. καὶ τοῦτο καὶ τῷ τοῦ Ἰουλίου ἡρῴῳ [3] ὁσιωθέντι τότε ὑπῆρξε· συχνὰ γὰρ καὶ ἐς ἐκεῖνο ἀνετέθη, καὶ ἕτερα τῷ τε Διὶ τῷ Καπιτωλίῳ καὶ τῇ Ἥρᾳ τῇ τε Ἀθηνᾷ ἱερώθη, πάντων τῶν πρότερον ἐνταῦθα ἀνακεῖσθαι δοκούντων ἢ καὶ ἔτι κειμένων ἐκ δόγματος τότε καθαιρεθέντων ὡς καὶ μεμιαμμένων. καὶ οὕτως ἡ Κλεοπάτρα καίπερ καὶ ἡττηθεῖσα καὶ ἁλοῦσα ἐδοξάσθη, ὅτι τά τε κοσμήματα αὐτῆς ἐν τοῖς ἱεροῖς ἡμῶν ἀνάκειται [4] καὶ αὐτὴ ἐν τῷ Ἀφροδισίῳ χρυσῆ ὁρᾶται. ἐν δ' οὖν τῇ τοῦ ἡρῴου ὁσιώσει ἀγῶνές τε παντοδαποὶ ἐγένοντο, καὶ τὴν Τροίαν εὐπατρίδαι παῖδες ἵππευσαν, ἄνδρες τε ἐκ τῶν ὁμοίων σφίσιν ἐπί τε κελήτων καὶ ἐπὶ συνωρίδων τῶν τε τεθρίππων ἀντηγωνίσαντο, [5] Κύιντός τέ τις Οὐιτέλλιος βουλευτὴς ἐμονομάχησε. καὶ θηρία καὶ βοτὰ ἄλλα τε παμπληθῆ καὶ ῥινόκερως ἵππος τε ποτάμιος, πρῶτον τότε ἐν τῇ Ῥώμῃ ὀφθέντα, ἐσφάγη. καὶ ὁ μὲν ἵππος ὁποῖός ἐστι, πολλοῖς τε εἴρηται καὶ πολὺ πλείοσιν ἑώραται· ὁ δὲ δὴ ῥινόκερως τὰ μὲν ἄλλα ἐλέφαντί πῃ προσέοικε, κέρας δέ τι [6] κατ' αὐτὴν τὴν ῥῖνα προσέχει, καὶ διὰ τοῦτο οὕτω κέκληται. ταῦτά τε οὖν ἐσήχθη, καὶ ἀθρόοι πρὸς ἀλλήλους Δακοί τε καὶ Σουῆβοι ἐμαχέσαντο. εἰσὶ δὲ οὗτοι μὲν Κελτοί, ἐκεῖνοι δὲ δὴ Σκύθαι τρόπον τινά· καὶ οἱ μὲν πέραν τοῦ Ῥήνου ὥς γε τἀκριβὲς εἰπεῖν (πολλοὶ γὰρ καὶ ἄλλοι τοῦ τῶν Σουήβων ὀνόματος ἀντιποιοῦνται), [7] οἱ δὲ ἐπ' ἀμφότερα τοῦ Ἴστρου νέμονται, ἀλλ' οἱ μὲν ἐπὶ τάδε αὐτοῦ καὶ πρὸς τῇ Τριβαλλικῇ οἰκοῦντες ἔς τε τὸν τῆς Μυσίας νομὸν τελοῦσι καὶ Μυσοί, πλὴν παρὰ τοῖς πάνυ ἐπιχωρίοις, ὀνομάζονται, οἱ δὲ ἐπέκεινα Δακοὶ κέκληνται, εἴτε δὴ Γέται τινὲς εἴτε καὶ Θρᾷκες τοῦ Δακικοῦ γένους τοῦ τὴν Ῥοδόπην ποτὲ ἐνοικήσαντος [8] ὄντες. οὗτοι οὖν οἱ Δακοὶ ἐπρεσβεύσαντο μὲν πρὸ τοῦ χρόνου τούτου πρὸς τὸν Καίσαρα, ὡς δ' οὐδενὸς ὧν ἐδέοντο ἔτυχον, ἀπέκλιναν πρὸς τὸν Ἀντώνιον, καὶ ἐκεῖνον μὲν οὐδὲν μέγα ὠφέλησαν στασιάσαντες ἐν ἀλλήλοις, ἁλόντες δὲ ἐκ τούτου τινὲς [9] ἔπειτα τοῖς Σουήβοις συνεβλήθησαν. ἐγένετο δὲ ἡ θεωρία ἅπασα ἐπὶ πολλάς, ὥσπερ εἰκὸς ἦν, ἡμέρας, οὐδὲ διέλιπε καίτοι τοῦ Καίσαρος ἀρρωστήσαντος, ἀλλὰ καὶ ἀπόντος αὐτοῦ δι' ἑτέρων ἐποιήθη. καὶ ἐν αὐταῖς οἱ βουλευταὶ μίαν τινὰ ὡς ἕκαστοι ἡμέραν ἐν τοῖς τῶν οἰκιῶν σφων προθύροις εἱστιάθησαν, οὐκ οἶδ' ὅθεν ἐς τοῦτο προαχθέντες· οὐ γὰρ παραδέδοται.
[23]
[1] τότε μὲν δὴ ταῦθ' οὕτως ἐπράχθη, τοῦ δὲ δὴ Καίσαρος τὸ τέταρτον ἔτι ὑπατεύοντος ὁ Ταῦρος ὁ Στατίλιος θέατρόν τι ἐν τῷ Ἀρείῳ πεδίῳ κυνηγετικὸν λίθινον καὶ ἐξεποίησε τοῖς ἑαυτοῦ τέλεσι καὶ καθιέρωσεν ὁπλομαχίᾳ, καὶ διὰ τοῦτο στρατηγὸν ἕνα παρὰ τοῦ δήμου κατ' ἔτος αἱρεῖσθαι ἐλάμβανε.
[2] κατὰ δὲ δὴ τοὺς αὐτοὺς τούτους χρόνους ἐν οἷς ταῦτ' ἐγίγνετο, ὁ Κράσσος ὁ Μᾶρκος ἔς τε τὴν Μακεδονίαν καὶ ἐς τὴν Ἑλλάδα πεμφθεὶς τοῖς τε Δακοῖς καὶ ‹τοῖς› Βαστάρναις ἐπολέμησε. καὶ περὶ μὲν [3] ἐκείνων, οἵτινές τέ εἰσι καὶ διὰ τί ἐπολεμώθησαν, εἴρηται· Βαστάρναι δὲ Σκύθαι τε ἀκριβῶς νενομίδαται, καὶ τότε τὸν Ἴστρον διαβάντες τήν τε Μυσίαν τὴν κατ' ἀντιπέρας σφῶν καὶ μετὰ τοῦτο καὶ Τριβαλλοὺς ὁμόρους αὐτῇ ὄντας τούς τε Δαρδάνους ἐν τῇ χώρᾳ τῇ ἐκείνων οἰκοῦντας ἐχειρώσαντο. τέως μὲν οὖν ταῦτ' ἐποίουν, οὐδέν [4] σφισι πρᾶγμα πρὸς τοὺς Ῥωμαίους ἦν· ἐπεὶ δὲ τόν τε Αἷμον ὑπερέβησαν καὶ τὴν Θρᾴκην τὴν Δενθελητῶν ἔνσπονδον αὐτοῖς οὖσαν κατέδραμον, ἐνταῦθα ὁ Κράσσος τὸ μέν τι τῷ Σιτᾷ τῷ τῶν Δενθελητῶν βασιλεῖ τυφλῷ ὄντι ἀμύνων, τὸ δὲ δὴ πλεῖστον περὶ τῇ Μακεδονίᾳ φοβηθεὶς ἀντεπῆλθέ σφισι, καὶ αὐτοὺς ἐκ τῆς [5] προσόδου μόνης καταπλήξας ἐξέωσεν ἀμαχεὶ ἐκ τῆς χώρας. κἀκ τούτου οἴκαδε ἀναχωροῦντας ἐπιδιώκων τήν τε Σεγετικὴν καλουμένην προσεποιήσατο καὶ ἐς τὴν Μυσίδα ἐνέβαλε, καὶ τήν τε χώραν σφῶν ἐκάκωσε καὶ πρὸς τεῖχός τι καρτερὸν προσελάσας τοῖς μὲν προδρόμοις ἔπταισε (μόνους γὰρ αὐτοὺς οἱ Μυσοὶ οἰηθέντες εἶναι ἐπέξοδον ἐποιήσαντο), προσβοηθήσας δέ σφισι παντὶ τῷ λοιπῷ [24] [1] στρατεύματι καὶ ἀνέκοψεν αὐτοὺς καὶ προσεδρεύσας ἐξεῖλε. πράσσοντος δὲ αὐτοῦ ταῦτα οἱ Βαστάρναι τῆς τε φυγῆς ἐπέσχον καὶ πρὸς τῷ Κέδρῳ ποταμῷ κατέμειναν, περιορώμενοι τὰ γενησόμενα. ἐπειδή τε νικήσας τοὺς Μυσοὺς καὶ ἐπ' ἐκείνους ὥρμησε, πρέσβεις ἔπεμψαν ἀπαγορεύοντες αὐτῷ μὴ διώκειν σφᾶς, ὡς οὐδὲν τοὺς Ῥωμαίους [2] ἠδικηκότες. καὶ αὐτοὺς ὁ Κράσσος κατασχὼν ὡς καὶ τῇ ὑστεραίᾳ τὴν ἀπόκρισιν δώσων, τά τε ἄλλα ἐφιλοφρονήσατο καὶ κατεμέθυσεν ὥστε πάντα τὰ βουλεύματα αὐτῶν ἐκμαθεῖν· ἀπλήστως τε γὰρ ἐμφορεῖται πᾶν τὸ Σκυθικὸν φῦλον οἴνου, καὶ ὑπερκορὲς [3] αὐτοῦ ταχὺ γίγνεται. Κράσσος δὲ ἐν τούτῳ τῆς νυκτὸς ἐς ὕλην τινὰ προχωρήσας, καὶ προσκόπους πρὸ αὐτῆς καταστήσας, ἀνέπαυσέ τε τὸ στράτευμα, καὶ μετὰ τοῦτο τῶν Βασταρνῶν μόνους τε ἐκείνους εἶναι νομισάντων καὶ ἐπιδραμόντων σφίσιν, ἔς τε τὰ λάσια ἀναχωροῦσιν ἐπακολουθησάντων, πολλοὺς μὲν ἐνταῦθα [4] πολλοὺς δὲ καὶ φυγόντας ἔφθειρεν· ὑπό τε γὰρ τῶν ἁμαξῶν κατόπιν αὐτοῖς οὐσῶν ἐνεποδίσθησαν, καὶ προσέτι καὶ τοὺς παῖδας τάς τε γυναῖκας σῶσαι ἐθελήσαντες ἔπταισαν. καὶ τόν γε βασιλέα αὐτῶν Δέλδωνα αὐτὸς ὁ Κράσσος ἀπέκτεινε· κἂν τὰ σκῦλα αὐτοῦ τῷ Φερετρίῳ Διὶ ὡς καὶ ὀπῖμα ἀνέθηκεν, εἴπερ αὐτοκράτωρ [5] στρατηγὸς ἐγεγόνει. ἐκεῖνά τε οὖν οὕτως ἐπράχθη, καὶ οἱ λοιποὶ οἱ μὲν ἐς ἄλσος τι καταφυγόντες περιεπρήσθησαν, οἱ δὲ ἐς τεῖχός τι ἐσπηδήσαντες ἐξῃρέθησαν. ἄλλοι ἐς τὸν Ἴστρον ἐμπεσόντες, [6] ἄλλοι κατὰ τὴν χώραν σκεδασθέντες ἐφθάρησαν. περιλειφθέντων δ' οὖν καὶ ὥς τινων, καὶ χωρίον ἰσχυρὸν καταλαβόντων, ἡμέρας μέν τινας μάτην σφίσιν ὁ Κράσσος προσήδρευσεν, ἔπειτα Ῥώλου [7] οἱ Γετῶν τινων βασιλέως ἐπικουρήσαντος ἐξεῖλεν αὐτούς. καὶ ὅ τε Ῥώλης πρὸς τὸν Καίσαρα ἐλθὼν φίλος τε ἐπὶ τούτῳ καὶ σύμμαχος αὐτοῦ ἐνομίσθη, καὶ οἱ αἰχμάλωτοι τοῖς στρατιώταις διεδόθησαν.
[25]
[1] πράξας δὲ ταῦτα ὁ Κράσσος ἐπὶ τοὺς Μυσοὺς ἐτράπετο, καὶ τὰ μὲν πείθων τινὰς τὰ δὲ ἐκφοβῶν τὰ δὲ καὶ βιαζόμενος, πάντας μὲν πλὴν πάνυ ὀλίγων, ἐπιπόνως δὲ δὴ καὶ ἐπικινδύνως κατεστρέψατο.
[2] καὶ τότε μέν (χειμὼν γὰρ ἦν) ἐς τὴν φιλίαν ἀνεχώρησε, πολλὰ μὲν ὑπὸ τοῦ ψύχους πολλῷ δὲ ἔτι πλείω ὑπὸ τῶν Θρᾳκῶν, δι' ὧν ὡς φίλων ἐπανῄει, παθών· ὅθενπερ γνώμην ἔσχεν ἀρκεσθῆναι τοῖς κατειργασμένοις. καὶ γὰρ καὶ θυσίαι καὶ νικητήρια οὐχ ὅτι τῷ Καίσαρι ἀλλὰ καὶ ἐκείνῳ ἐψηφίσθη· οὐ μέντοι καὶ τὸ τοῦ αὐτοκράτορος ὄνομα, ὥς γέ τινές φασιν, ἔλαβεν, ἀλλ' ὁ [3] Καῖσαρ μόνος αὐτὸ προσέθετο. ἐπεὶ δὲ οἱ Βαστάρναι ταῖς τε συμφοραῖς ἀχθόμενοι, καὶ μηκέτ' αὐτὸν ἐπιστρατεύσειν σφίσι πυθόμενοι, πρός τε τοὺς Δενθελήτας καὶ πρὸς τὸν Σιτᾶν αὖθις ὡς καὶ αἰτιώτατον αὐτοῖς τῶν κακῶν γεγονότα ἐτράποντο, οὕτω καὶ ἄκων ἐξανέστη, καὶ σπουδῇ χωρήσας ἀνέλπιστός τε αὐτοῖς ἐπέπεσε, [4] καὶ κρατήσας σπονδὰς ὁποίας ἠθέλησεν ἔδωκεν. ὡς δ' ἅπαξ τῶν ὅπλων αὖθις ἥψατο, ἐπεθύμησεν ἀμύνασθαι τοὺς Θρᾷκας τοὺς ἐν τῇ ἀνακομιδῇ τῇ ἐκ τῆς Μυσίας λυπήσαντας αὐτόν· καὶ γὰρ τότε χωρία τε ἐντειχιζόμενοι καὶ πολεμησείοντες ἠγγέλλοντο. καί σφων Μαίδους μὲν καὶ Σερδοὺς μάχαις τε κατακρατῶν, καὶ τὰς χεῖρας τῶν ἁλισκομένων ἀποτέμνων, οὐκ ἀπόνως μέν, ἐχειρώσατο δ' οὖν· [5] τὰ δ' ἄλλα πλὴν τῆς τῶν Ὀδρυσῶν γῆς κατέδραμε. τούτων γάρ, ὅτι τῷ τε Διονύσῳ πρόσκεινται καὶ τότε ἄνευ τῶν ὅπλων ἀπήντησάν οἱ, ἐφείσατο· καὶ αὐτοῖς καὶ τὴν χώραν ἐν ᾗ καὶ τὸν θεὸν ἀγάλλουσιν ἐχαρίσατο, Βησσοὺς τοὺς κατέχοντας αὐτὴν ἀφελόμενος.
[26]
[1] πράσσοντα δὲ αὐτὸν ταῦτα ὁ Ῥώλης Δάπυγι Γετῶν τινων καὶ αὐτῷ βασιλεῖ πολεμωθεὶς μετεπέμψατο· καὶ ὃς ἐπικουρήσας οἱ τήν τε ἵππον τῶν ἐναντίων ἐς τοὺς πεζοὺς ἐσήραξε, καὶ συμφοβήσας ἐκ τούτου καὶ ἐκείνους μάχην μὲν οὐδεμίαν ἔτ' ἐποιήσατο, φόνον [2] δὲ δὴ φευγόντων ἑκατέρων πολὺν εἰργάσατο. καὶ μετὰ τοῦτο τὸν Δάπυγα πρὸς φρούριόν τι καταφυγόντα ἀπολαβὼν ἐπολιόρκει· κἀν τῇ προσεδρείᾳ ἑλληνιστί τις αὐτὸν ἀπὸ τοῦ τείχους ἀσπασάμενος ἔς τε λόγους οἱ ἦλθε καὶ προδοσίαν συνέθετο. ἁλισκόμενοι οὖν οὕτως οἱ βάρβαροι ἐπ' ἀλλήλους ὥρμησαν, καὶ ὅ τε Δάπυξ ἀπέθανε καὶ ἄλλοι πολλοί. τὸν μέντοι ἀδελφὸν αὐτοῦ ζωγρήσας ὁ [3] Κράσσος οὐχ ὅτι τι κακὸν ἔδρασεν, ἀλλὰ καὶ ἀφῆκε. ποιήσας δὲ ταῦτα ἐπὶ τὸ σπήλαιον τὴν Κεῖριν καλουμένην ἐστρατεύσατο· τοῦτο γὰρ μέγιστόν τε ἅμα καὶ ἐχυρώτατον οὕτως ὂν ὡς καὶ τοὺς Τιτᾶνας ἐς αὐτὸ μετὰ τὴν ἧτταν τὴν ὑπὸ τῶν θεῶν δή σφισι γενομένην συγκαταφυγεῖν μυθεύεσθαι, καταλαβόντες οἱ ἐπιχώριοι πλήθει πολλῷ τά τε ἄλλα τὰ τιμιώτατα καὶ τὰς ἀγέλας ἐς αὐτὸ [4] πάσας ἐσεκομίσαντο. ὁ οὖν Κράσσος τά τε στόμια αὐτοῦ πάντα σκολιὰ καὶ δυσδιερεύνητα ὄντα ἀναζητήσας ἀπῳκοδόμησε, κἀκ τούτου κἀκείνους λιμῷ κατεστρέψατο. ὡς δὲ ταῦτα αὐτῷ προεχώρησεν, οὐδὲ τῶν ἄλλων Γετῶν, καίπερ μηδὲν τῷ Δάπυγι προσηκόντων, [5] ἀπέσχετο, ἀλλ' ἐπὶ Γένουκλα τὸ εὐερκέστατον τῆς Ζυράξου ἀρχῆς τεῖχος ἦλθεν, ὅτι τὰ σημεῖα, ἃ τοῦ Ἀντωνίου τοῦ Γαΐου οἱ Βαστάρναι πρὸς τῇ τῶν Ἰστριανῶν πόλει ἀφῄρηντο, ἐνταῦθα ἤκουεν ὄντα· καὶ αὐτὸ πεζῇ τε ἅμα καὶ διὰ τοῦ Ἴστρου (πρὸς γὰρ τῷ ὕδατι ἐπεπόλιστο) προσβαλὼν οὐκ ἐν πολλῷ μὲν χρόνῳ, σὺν πολλῷ [6] δὲ δὴ πόνῳ, καίτοι τοῦ Ζυράξου μὴ παρόντος, εἷλεν. ἐκεῖνος γὰρ ὡς τάχιστα τῆς ὁρμῆς αὐτοῦ ᾔσθετο, πρός τε τοὺς Σκύθας ἐπὶ συμμαχίαν μετὰ τῶν χρημάτων ἀπῆρε, καὶ οὐκ ἔφθη ἀνακομισθείς.
ταῦτα μὲν ἐν Γέταις ἔπραξε, τῶν δὲ δὴ Μυσῶν τοὺς μὲν ἐκ [27] [1] τῶν κεχειρωμένων ἐπαναστάντας δι' ἑτέρων ἀνεκτήσατο, ἐπὶ δὲ Ἀρτακίους ἄλλους τέ τινας οὔθ' ἁλόντας ποτὲ οὔτ' αὖ προσχωρῆσαί οἱ ἐθέλοντας, καὶ αὐτούς τε μέγιστον ἐπὶ τούτῳ φρονοῦντας καὶ τοῖς ἄλλοις ὀργήν τε ἅμα καὶ νεωτερισμὸν ἐμποιοῦντας, αὐτός τ' ἐπεστράτευσε, καί σφας τὰ μὲν βίᾳ, δράσαντας οὐκ ὀλίγα, τὰ δὲ καὶ φόβῳ τῶν ἁλισκομένων προσηγάγετο.
[2] ταῦτα μὲν ἐν χρόνῳ ἐγένετο, γράφω δὲ τά τε ἄλλα ὥς που παραδέδοται, καὶ αὐτὰ τὰ ὀνόματα. τὸ μὲν γὰρ πάλαι Μυσοί τε καὶ Γέται πᾶσαν τὴν μεταξὺ τοῦ τε Αἵμου καὶ τοῦ Ἴστρου οὖσαν ἐνέμοντο, προϊόντος δὲ τοῦ χρόνου καὶ ἐς ἄλλα τινὲς αὐτῶν ὀνόματα [3] μετέβαλον, καὶ μετὰ ταῦτ' ἐς τὸ τῆς Μυσίας ὄνομα πάνθ' ὅσα ὁ Σάουος ἐς τὸν Ἴστρον ἐμβάλλων, ὑπέρ τε τῆς Δελματίας καὶ ὑπὲρ τῆς Μακεδονίας τῆς τε Θρᾴκης, ἀπὸ τῆς Παννονίας ἀφορίζει, συγκεχώρηκεν. καὶ ἔστιν ἐν αὐτοῖς ἄλλα τε ἔθνη πολλὰ καὶ οἱ Τριβαλλοί ποτε προσαγορευθέντες, οἵ τε Δαρδάνιοι καὶ νῦν οὕτω καλούμενοι.