2763 162 0 3 0 0 IV d. C. Retorica Libanius XXXV Declamationes Foerster, R., Leipzig, Teubner, 1922 Rist. 1997, Hildesheim, Olms. 27

Libanius - Declamatio XXXV

Πλούσιος ἐν λιμῷ θρέψειν ὑπισχνεῖτο τὴν πόλιν, εἰ ἐκδιδοίη τὸν ἐχθρὸν αὐτῷ. ἡ μὲν οὐκ ἔδωκεν, ὁ δὲ ἀξιοῖ ἀποθανεῖν κατὰ τὸν τοῦτο διδόντα νόμον.

[1]   Τῷ μὲν δήμῳ πολλὴ χάρις, ὦ βουλή, μηδ' ὑπὸ τῆς παρούσης συμφορᾶς ἀμνημονῆσαι βιασθέντι τῆς ἐμῆς εἰς τὴν πόλιν παρὰ πάντα τὸν χρόνον εὐνοίας, οὐ γὰρ ἐδέξατο σῖτον ἐπ' ἐμοὶ τοῦ πλουσίου διδόντος, ἀλλ' ἐνὸν αὐτῷ σῶμα ἓν προέμενον ἀπηλλάχθαι τῆς δυσκολίας μᾶλλον εἵλετο πεινῆν ἢ ποιῆσαί τι τῶν οὐ καλῶν· ἐγὼ δὲ οὔτε τότε ἀντερῶν ἀνέστην τῷ πλουσίῳ καίτοι λόγους ἔχων ἀφθόνους, ἀλλ' ἀνέμενον καθήμενος τὰ δόξοντα τῷ δήμῳ φέρειν ἐγνωκὼς ‹καὶ› ὅ τι ἂν ᾖ ποιεῖν, νῦν τε ἥκω πρὸς ὑμᾶς αἰτήσων τὸν διὰ κωνείου θάνατον παρὰ μὲν τοῦ δήμου τετυχηκὼς ἀμοιβῆς οὐ μικρᾶς τῷ τὸν ἐχθρὸν ἰδεῖν ἁμαρτόντα τε τῆς πείρας καὶ καταβάντα μετ' αἰσχύνης ἀπὸ τοῦ βήματος, νομίζων δὲ ἐμαυτῷ πρέπειν τελευτὴν ἑκούσιον.

[2] οὕτω γὰρ ἂν εἴην δύο κερδάνας, ἐπὶ μὲν τῆς ἐκκλησίας τοῖς ἐκεῖ δόξασι κοσμηθείς, ἐν δὲ τῷ βουλευτηρίῳ λύων ἐμαυτῷ τὴν ἐπὶ τοῖς παρελθοῦσι λύπην. δεῖ γάρ με σώζεσθαι μὲν ὑπὸ τῆς πόλεως πανταχοῦ, αὐτὸν δὲ μὴ δύνασθαι ζῆν ἐν οὕτω πραττούσῃ τῇ πόλει.

[3] ἦν μὲν οὖν τύχης ἀμείνονος πρὶν ἢ συμβῆναι τῇ πόλει δυσχερές τι κεῖσθαί με μηδενὸς τῶν νῦν ἐπαισθανόμενον ἀηδῶν· ἐπεὶ δὲ εἵμαρτό με πολύν τινα χρόνον εὐδαιμονήσαντα μεθ' ὑμῶν ἐπιδεῖν ἃ μή ποτε ὤφελον, τὸν μὲν δῆμον ἐν ἀπορίᾳ τροφῆς, τὸν πλούσιον δὲ ἐν τῇ τοῦ πάντα αἰτεῖν ἐξουσίᾳ, τοσοῦτον γοῦν ἐμαυτῷ χαριοῦμαι, τὸ μὴ μακρὰν ἐᾶσαί μοι γενέσθαι τὴν δυστυχίαν.

[4] καὶ οἶδα μὲν ὡς τὸ αὐτὸ τὴν μὲν ἀναιρεῖ συμφοράν, τὴν δὲ ποιεῖ. τὸ μὲν γὰρ μὴ καθορᾶν τὸν λιμὸν κακόν τι διαφυγόντος ἂν εἴη, τὸ δὲ μὴ καθορᾶν τὸν δῆμον μηδὲ τὴν προτέραν ἐκείνην πολιτεύεσθαι πολιτείαν οὐδεμιᾶς ἐλάττων ζημία δημαγωγῷ. οὐκοῦν ἐπειδὴ δυοῖν ἀθυμίαιν οὐκ ἔνι θατέρᾳ μὴ πάντως περιπεσεῖν, αἱρήσομαι τοὔλαττον κακόν. ἔστι γὰρ ἐμοὶ βαρύτερον τοῦ μηκέθ' ἅπτεσθαι τῶν κοινῶν τὸ οὕτως ἐχόντων ὡς ἔχει προεστάναι.

[5]    Θαυμαστὸν μὲν οὖν οὐδέν, ὦ βουλή, τὸ μήθ' ὑμᾶς ἀδακρυτὶ τοιούτων ἀκούειν λόγων μήτε τοὺς πολλοὺς τουτουσὶ πένητας οἳ δεῦρ' ἥκουσιν ἑτέραν μὲν ἀκούσεσθαι προσδοκῶντες γνώμην, ἴσως τινὰ περὶ τῶν παρόντων δυσχερῶν, ἑτέραν δὲ ἀκούοντες, δεήσεις περὶ θανάτου καὶ τοῦ δεῖν ταύτην μοι τὴν ἡμέραν πέρας γενέσθαι τοῦ βίου. τὸ γὰρ πολλοὺς μέν μοι συνειδέναι πόνους, πολλὰς δὲ φροντίδας, πολλοὺς δὲ ἀγῶνας ὑπὲρ σωτηρίας τῶν ὅλων, τοῦτ', οἶμαι, ποιεῖ μὴ μετρίως φέρειν, εἰ γνώμης οὐ φαύλης στερήσεσθε.

[6] ἐμὲ δὲ καὶ δι' αὐτὸ τοῦτο δεῖ τελευτᾶν, ὅτι μηδὲ τῶν λόγων τῆς ἐμῆς ὑμεῖς ἀνέχεσθε τελευτῆς. πῶς γὰρ ἂν τὴν εὔνοιαν ὑμῶν ἀμειψαίμην ἱκανῶς, εἰ μὴ θνήσκειν ἐπιθυμοίην τῶν περὶ τὸν σῖτον χεῖρον ἐχόντων ὑμῖν; ἵνα δὲ μηδεὶς ἐμοῦ τετελευτηκότος τολμᾷ λέγειν ὡς ἦν μὲν εὔνους τοῖς πράγμασιν ἀνὴρ ἐκεῖνος, περὶ ἐμοῦ δὴ λέγων, πικρὸς δὲ ἄλλως καὶ φιλαπεχθήμων καὶ τοῖς πλουτοῦσι φθονῶν καὶ τὰ οὐκ ὄντα διαβάλλων, ἐντεῦθεν ἄξιον ποιήσασθαι τὴν ἀρχήν.

[7]    Ἐμοὶ γὰρ ἦν, ὦ βουλή, πατὴρ καὶ πένης καὶ δημοτικός. ἄγων δέ με ἐπὶ τὴν αὐτὴν ὁδὸν ἔλεγε καὶ παρῄνει πολλάκις μήτε γῆν μήτε βοσκήματα μήτε ναυκληρίαν, μὴ χρυσόν, μὴ ἄργυρον, μὴ τὸν βασιλέως πλοῦτον μείζω ποτὲ νομίσαι τῆς ἀπὸ τοῦ τὸν δῆμον ἀγαπᾶν τε καὶ φιλεῖν εὐκλείας. τοῦτο δὲ ἔφασκεν ἔσεσθαι καλῶς, εἰ τοῖς εὐποροῦσι καὶ τὴν ἰσηγορίαν οὐ φέρουσι προσκρούειν ὑπὲρ τῶν κοινῶν ἐθέλοιμι μᾶλλον ἢ μετ' ἐκείνων κακουργεῖν τὴν πολιτείαν.

[8] γενόμενος δὴ τοιαύτης κληρονόμος τάξεως ἐπειρώμην μὴ χείρων τῆς παιδείας ἣν ἐπαιδεύθην φαίνεσθαι καὶ τὰ μὲν ὄντα μοι τὰ μικρὰ μένειν εἴων ἐν ᾧπερ ἦν καὶ οὐδεπώποτε κατεμεμψάμην τὴν πενίαν, τῶν δὲ πλουσίων τοὺς μὲν ἐν δημοκρατίᾳ δυναμένους πλουτεῖν ἐπῄνουν καὶ πολλοὺς ἂν αὐτῶν ἀριθμῆσαι δυναίμην ἐμαυτοῦ φίλους, τὸν δὲ ἄνθρωπον τοῦτον τὸν μόνον ἔχοντα σῖτον αἰσθόμενος κρείττονα εἶναι τῶν καθεστώτων βουλόμενον ἠχθόμην, ὁμολογῶ.

[9] καί, νὴ Δία γε, ἐφοβούμην μὴ τὸν δῆμον τοῦ κρατεῖν ἐκβαλὼν αὐτὸς ἡμῖν ἀντ' ἐκείνου γένηται. καὶ διετέλουν παρατηρῶν τί πράττει, τί μέλλει, τί λέγει, τί γράφει, προσπέμπων τε αὐτῷ τῶν ἐπιτηδείων τινὰς ἐκέλευον σωφρονεῖν. ὁ δὲ ἠγανάκτει καὶ μισθούμενος τοὺς κακῶς με ποιήσοντας εἰσήγγελλε δι' ἐκείνων, ἐγράφετο, ἔκρινε.

[10] κἀγὼ μὲν ὑπό τε τῆς ἀληθείας καὶ τῶν νόμων ἐσωζόμην, τῷ δὲ ὁ μισθὸς ἀπώλλυτο. γνοὺς τοίνυν ὡς οὐδαμοῦ τοσούτους εὑρήσει συκοφάντας, ὅσοι δύναιντ' ἂν γενέσθαι τῶν πραγμάτων ἰσχυρότεροι, εἶδεν ὡς μία μόνη λείπεται πρὸς τοῦτο μηχανὴ τῇ πόλει μὲν ἀκαιρίαν περιστῆσαι, τὸ δὲ πρὸς ταύτην δύνασθαι βοηθεῖν αὑτοῦ ποιῆσαι, ἵν' ὁ δῆμος τῷ χρῄζειν τῆς ὠφελείας ἀντιδῷ τι τῶν ἐκείνῳ δοκούντων.

[11]

τί οὖν ποιεῖ; χρήματα πολλὰ ἔχων συνεωνεῖτο σῖτον παρά τε τῶν ἐμπόρων καὶ τῶν ἐν τῷ γεωργεῖν ὅσον πλεῖστον. καὶ οὐκ ἦν ὡς εἰπεῖν οὐδὲ τὸ σμικρότατον ἑτέρῳ πρίασθαι, ἀλλ' οἱ τοῦ πλουσίου τούτου πανταχοῦ, ἐν τοῖς λιμέσιν, ἐν τοῖς ἀγροῖς, ἐν μέσῃ τῇ πόλει, τρέχοντες ἐπρίαντο πᾶν τὸ φαινόμενον οὐδὲ μέδιμνον παριέντες.

[12] ὡς δὲ ἦν αὐτῷ μεστὰ πυρῶν τὰ ταμιεῖα καί τι παρὰ τῶν ὡρῶν ἀντέκρουσεν, ἐνταῦθα ἤδη διακαλύπτει τὸ σόφισμα καὶ ἐφ' ὅτῳ πάντ' ἐκεῖνα ἔπραττεν ὁμολογεῖ. συνειλεγμένων γὰρ ὑμῶν εἰς ἐκκλησίαν καὶ περὶ τούτων σκοπουμένων φθάσας τοὺς οὐδεπώποτε ἡμᾶς, ὦ βουλή, προεμένους ῥήτορας τί ζητεῖτε, φησί, τροφάς; ποῦ νῦν εἰσιν οἱ δημαγωγοὶ οἱ κακῶς ἡμᾶς λέγοντες τοὺς πλουσίους; λυσάτωσαν τοῖς πολλοῖς λόγοις αὑτῶν τὴν συμφοράν. ἀθύμως δὲ ὑμῶν πρὸς τοῦτο διατεθέντων ἀλλ' οὐδὲν δεῖ δεδιέναι, φησίν. ἐγὼ γὰρ ἐκεῖνος ὁ μισόδημος σίτου τήμερον ὑμῖν ἐμπλήσω τὴν ἀγοράν.

[13] ἐπὶ τούτοις ἐκρότουν ἐγὼ καὶ βελτίω τὸν ἄνθρωπον ἡγούμην γεγονέναι καὶ φιλότιμον αὐτὸν ἔμελλον καὶ μεγαλόψυχον προσερεῖν. εἰ γὰρ καὶ τιμωρίας ἦν ἄξιος τῷ τὸν λιμὸν εἰσαγαγεῖν, ἀλλ' ὅμως ᾤμην δεῖν τὴν ἐπ' ἐκείνοις αἰτίαν ἀφιέναι τουτοισὶ τοῖς ὕστερον. ὁ δὲ ἦν ὁ αὐτὸς ἢ καὶ χαλεπώτερος. ἡγουμένων γὰρ ὑμῶν ἐπίδοσιν εἶναι τὸ πρᾶγμα καὶ ψυχῆς ἐπισταμένης εὖ ποιεῖν τὴν ἑαυτοῦ τιμῆς εὐθὺς ὥσπερ τις κάπηλος ἐμέμνητο πρὸς ὑμᾶς, ὡς μὲν αὐτὸς ᾤετο, μικρᾶς, σώματος ἑνὸς τῶν πολιτῶν, ὡς δὲ ὑμεῖς ἐδείξατε, μεγάλης.

[14] οὔκουν ἠνέσχεσθε, ἀλλὰ καὶ αὐτοὶ πεινῆν καὶ γυναῖκας καὶ παῖδας ὁρᾶν καὶ πάνθ' ὅσα πέφυκε λιμὸς ποιεῖν φέρειν ᾑρεῖσθε μᾶλλον ἢ δοῦναι ἐχθρὸν ἐχθρῷ ποιεῖν ὅ τι βούλοιτο. ἆρ' ὑμῖν, ὦ βουλή, πονηρὸς ἐγὼ καὶ ἄδικος ἄνθρωπος εἰς τοῦτον γεγονέναι δοκῶ ἢ πονηρὸν καὶ ἄδικον εἰς τὴν πόλιν ἄνθρωπον οὐκ ἐῶν ὧν ἤθελε τυγχάνειν παρωξυγκέναι; ἀλλ' οὐ τοῦ λοιποῦ ταῦτα οὐδὲ ἐξαιτήσει με παρ' ὑμῶν ὁ πλούσιος οὗτος πλὴν εἰ τὸν ἐμὸν νεκρόν.

[15]    Καί τινες ἐναντιοῦνται καὶ προσιόντες ἐρωτῶσι· τί τὸ καταναγκάζον ἀποθανεῖν; ᾔδειν ὡς οὐκ ἄνευ πραγμάτων ἀποθανοῦμαι τῶν κοινωνῶν μοι τῆς πολιτείας μαχουμένων. οἷς συγγινώσκω μὲν ἀλγοῦσιν, εἰ τὸν αὑτῶν ἑταῖρον ὄψονται πίνοντα τὸ κώνειον, παραινέσαιμι δ' ἂν ἐπιτρέψαι μοι χρήσασθαι τοῖς παρὰ τοῦ νόμου, ὅστις φησὶ τὸν οὐκ ἐθέλοντα ζῆν πρὸς τὴν βουλὴν τοῦτο εἰπόντα τυχόντα τῆς χάριτος ἀπελθεῖν, πρότερον πείσας ἐμαυτὸν ὡς οὐκ εἴη μοι βιωτέον.

[16]    Ἀλλὰ δεῖ μὲν καὶ τὰς αἰτίας λαμπρᾷ τῇ φωνῇ πρὸς ἅπαντας διελθεῖν, ἐγὼ δὲ καὶ τοῦτο ποιήσω. δυστυχοῦσαν ὁρῶ τὴν πόλιν. τοῦτό με πρῶτον ἀνιᾷ. λύπης δὲ μέγιστον ὁ θάνατος φάρμακον. ἤδη τις ἐρωμένου μὴ φέρων ὑπεροψίαν οὐκ ἔτ' ἠξίωσε ζῆν, ἤδη τις γεωργὸς ἁφθέντος αὐτῷ τοῦ ληΐου, ἤδη τις στρατηγὸς νίκης ἁμαρτὼν ὑπὸ τύχης ἀδίκου, ἄλλος παῖδας ἀποβαλών, ἕτερος τὴν οὐσίαν. τὸν δὲ καὶ νόσος ἀνίατος ἐπὶ τοῦτο ἤγαγεν.

[17] ἄγει τοίνυν καὶ ἐμὲ πρὸς τὸν θάνατον ἡ τοῦ σίτου σπάνις. εἰ γὰρ καὶ κοινὸν τοῦτο πόλεων καὶ ἄλλοτε ἄλλως ἐπιὸν καὶ οὐ τοῦτό γε μόνον, ἀλλὰ καὶ λοιμοὶ καὶ σεισμοὶ καὶ θαλάττης ἐπικλύσεις καὶ τούτων ἔτι πλείω προσβάλλειν ἀνθρώποις εἴωθεν, ἀλλ' ὑμᾶς γοῦν ἐβουλόμην ἴσα θεοῖς εὐτυχεῖν. ὑμεῖς γὰρ ἐμοὶ πάντα, παῖδες, περιουσία, ψυχή.

[18] τί οὖν φημι; βραδέως ἐπὶ τὸν θάνατον ἥκω, βραδέως ἀνεμνήσθην τοῦ φαρμάκου. οὐ γὰρ ἐχρῆν εὐθὺς ἐπιτιμωμένου τοῦ σίτου; ταῦτ' ἂν ἔπρεπε τὠμῷ πρὸς ὑμᾶς ἔρωτι. ἐγὼ δὲ ὁ μελλητὴς ἀνέμεινα τὴν τοῦ πλουσίου μέθην, ἐμέθυε γάρ, ἐμέθυεν ἐν τοῖς ἡμετέροις κακοῖς ἐπ' ἐκκλησίας μέσης. καὶ ὥσπερ οὐκ ἐπὶ τοῦ βήματος ἑστηκώς, ἀλλ' ἐν ἀκροπόλει καθήμενος οὕτως ἐπὶ τὸν ἐχθρὸν μετὰ τοῦ ξίφους ᾔει. καὶ τὸ ἐμοὶ τοῦδε βαρύτερον, μόνος σίτου τοσούτου δεσπότης ἠδυνήθη γενέσθαι. ἤκουσα φωνῆς ἣν οὐδ' ἂν τῶν μάντεων προλεγόντων ἤλπισα· πωλῶ τροφὰς ὑμῖν τῆς τοῦ πένητος σφαγῆς. ὁ μὲν θνησκέτω, ὑμεῖς δὲ ἐσθίετε.

[19]    Ναί, φησιν, ᾔτησε μέν, λαβεῖν δὲ οὐκ ἠδυνήθη. καὶ πῶς οὐκ ἄλογον ἀθυμεῖν ὑπὸ τοῦ δήμου φρουρούμενον; ἐγὼ δὲ τὸν μὲν δῆμον, ὅπερ ἀρχόμενος εἶπον τοῦ λόγου, πάσης ἄξιον εὐφημίας ἡγοῦμαι, τὴν δ' ἀπὸ τοῦ τὸν ἐχθρὸν τολμῆσαι ταῦτ' ἐν ὑμῖν εἰπεῖν ἀθυμίαν οὐδὲν ἄν μου τῆς ψυχῆς ἐξέλοι. τοῖς μὲν γὰρ ἄλλοις δεινότατον εἶναι δοκεῖ πληγὰς ὑπὸ τῶν δυσμενῶν λαβεῖν καὶ εἰς τὸ σῶμα ὑβρισθῆναι, ἐμοὶ δὲ ἀφόρητον, εἰ προπηλακίζοιτο νόμος, ὥσπερ αὖ μέγιστον εἰς εὐφροσύνην ἰσχὺν ἔχειν τοὺς νόμους.

[20] οὐχ εἷς προπεπηλάκισται νόμος, ἀλλ' ἅπας θεσμὸς ὕβρισται, μᾶλλον δέ, ὅλον τὸ σχῆμα τῆς πόλεως τετάρακται. οὐ γὰρ ὅτι μὴ δεδώκατε τὸν φόνον, οὐδὲν τούτῳ κατὰ τῶν νόμων τετόλμηται, ἀλλ' αὐτὸ δὴ τὸ μὴ δεδόσθαι τοῦ ταῦτα ἃ μὴ προσῆκεν ᾐτῆσθαι μαρτύριον γίνεται. ὑφ' ὑμῶν μὲν οὖν οἱ νόμοι τετήρηνται, ὑπὸ τούτου δὲ κεκίνηνται.

[21] λόγους εἰσήνεγκεν εἰς ἐκκλησίαν ἀκροπόλει πρέποντας, λόγους εἰς δῆμον κρατοῦντα κεκρατημένῳ προσήκοντας ἀκούειν. καὶ γέγονεν ἐφυβριστότερος τῶν ὄντων ἐν τυραννίσιν ὁ πλούσιος. ἐκεῖνοι μὲν γὰρ καταδουλωσάμενοι τοὺς δήμους αὑτοῖς διδόασιν ἅττ' ἂν ἐθέλωσιν, οὗτος δὲ παρ' ὑμῶν οὔπω τῆς ἀρχῆς ἐκβεβλημένων ἐπήγγελλε ταῦτα ἃ τύραννος μόνῳ τυράννῳ χαρίζεται, οὐδὲν ἕτερον ἢ δεῖξαι βουλόμενος ὡς τῷ δήμῳ κατ' αὐτοῦ δορυφόρῳ χρήσεται καὶ οὐκ ἐξισώσει τὸ βῆμα μὲν τοῖς μετεώροις, τὴν δημηγορίαν δὲ τοῖς ἐπιτάγμασιν.

[22]    Οὐκ ἔλαβε, λέγεις. ἀλλ' ἐζήτησεν, ἐν δὲ τῷ ζητεῖν παρέβαινε τοὺς νόμους. μηδεὶς γὰρ ἃ γενέσθαι δεινὸν ἐν δημοκρατίᾳ μηδὲ λεγέτω. τῶν γὰρ δὴ φοβερῶν ἔργων μισεῖσθαι δεῖ καὶ τὰ ῥήματα. ὁ δ' οὐδὲ χάριν οἶδεν ἔτι ζῶν, ἀλλ' ἠδικῆσθαί φησιν οὐ λαβών. καίτοι τὸ μὲν σῶμα οὐκ ἔλαβεν, ἕτερον δὲ οὐκ ἔλαττον, εἰ μὴ καὶ μεῖζον, τοῦ σώματος ἔλαβε. τί τοῦτο; συνείθισε τὸν δῆμον τοιούτων ἀκροᾶσθαι λόγων. καὶ αὐτὸς δὲ αὑτῷ καὶ ἑτέροις οὐκ ὀλίγοις τοῖς τὰ αὐτὰ ζηλοῦν ἐθέλουσιν εὐρεῖαν ἀνέῳξεν ὁδόν.

[23] ἐχθρὸς δὲ οὐχ οὗτος ἐμοὶ μόνον, ἀλλὰ καὶ ἄλλοι πολλοὶ πολλοῖς οἳ οὐκ ἂν ἀηδῶς τοιούτους ποιήσαιντο περὶ τῶν διαφόρων αὐτοῖς ἐν ἐκκλησίᾳ λόγους. τούτων δὲ εἰς ἔθος καταστάντων ἴσως πού τι καὶ πεπράξεται. ἀλλ' οὐδέποτε τοῦτ' ἔσται. μηδὲ γὰρ γένοιτο, ὦ Ζεῦ. ἀλλὰ κἂν τὸ ἔργον ἀπῇ, ψιλός γε ὁ λόγος πονηρόν. οὐ γὰρ εἰλικρινοῦς ταῦτα δημοκρατίας ἐγὼ δὲ ζῆν ἐν τοιαύτῃ δύναμαι μόνῃ, μεταποιουμένης δὲ αὐτῆς καὶ τοῦ νόμου οὐκέτι.

[24]    Τοῦ καιροῦ ταῦτα, νὴ Δία. τοῦ αὐτοῦ τοίνυν ἔστω καιροῦ καὶ τὸ ἐμὲ τεθνάναι. εἰ γὰρ ὁ λιμὸς μὴ λιμός ἐστι μόνον, ἀλλ' ἔχει τι καὶ τυραννίδος, αὐτὸς ὁ καιρός μου καταψηφίζεται θάνατον. ἢ βούλεσθε πάλιν ἐφ' ἑτέρας ἀκαιρίας, ἄδηλον δὲ οἶμαι τὸ μέλλον καὶ πάντα χρὴ προσδοκᾶν ἄνθρωπον, λόγους τοῖς νῦν ὁμοίους ἀκοῦσαι παρὰ τοῦ πλουσίου; οἷον εἰ πολεμίων ἐπιόντων ὑμεῖς τοῦτον οὐκ οἴεσθε χρημάτων μὲν πρὸς ὑμᾶς μεμνήσεσθαι, τὸν πένητα δὲ αἰτήσειν; τί δέ; ὅπλων δεομένων οὐ τὰ μὲν δώσειν, τὸν πένητα δὲ αἰτήσειν; κοῦφον οὖν ὑμῖν, πρὸς Διός, πολλὰ τοιαῦτα ἀκούειν, ἐμοὶ δὲ καλὸν τὸ παρὰ ἀνδρὸς δυνατοῦ δι' ἐμὲ πολεμεῖσθαι τὴν πόλιν ἀφορήτως; ὧν ὑμῖν τε καὶ ἐμοὶ ἀπαλλαγὴν οἴσει τὸ κώνειον.

[25]    Ἀλλὰ ζημία, φησί, τῇ πόλει χρήσιμον ἄνδρα ἀποθανεῖν. κἀνταῦθα μεμνήσονται λόγων καὶ πρεσβειῶν καὶ ψηφισμάτων ἐμῶν. ἐγὼ δὲ ἄχρηστος μὲν ὑμῖν οὐκ ἂν φαίην γεγονέναι, ψεύσομαι γὰρ καὶ ἐμὲ ἐξελέγξουσι πολλοὶ μὲν νόμοι, πολλαὶ δὲ γνῶμαι, πολλαὶ δὲ πρεσβεῖαι ὧν οὐδεμία τὴν ἐμὴν ἐπηνώρθωσε πενίαν, καίτοι γε βουλομένῳ ῥᾴδιον ἦν. ἀλλ' εἰ καὶ τἄλλα μοι πάντα φιλοπόνως ὑπὲρ ὑμῶν πέπρακται καὶ παρὰ τοῖς ἄλλοις Ἕλλησι καὶ τῇ πόλει καὶ μελλούσας τε ἔτι καὶ συνισταμένας τὰς τούτου κακοτεχνίας καὶ κατεῖδον καὶ διεκώλυσα πολλάκις, ἀλλ' ἐξεῦρέ τι τοιοῦτον πρὸς ὃ μόνον οὐκ ἐνῆν μαχέσασθαι. τί γὰρ ἄν τις καὶ λέγων ἐπεῖχεν ἄνθρωπον ἀγορᾶς νόμῳ σῖτον ὠνούμενον; τί οὖν δεῖ ζῆν τὸν εἰωθότα κρατεῖν νενικημένον;

[26]    Ἔτι τοίνυν, ὦ βουλή, τοὺς οὐκ ἐκδεδωκότας μὲν ἐμέ, τὴν σιτοδείαν δὲ ὁρῶντας οὐ ῥᾴδιον μὴ οὐ καὶ φθέγξασθαί τι τοιοῦτον ὁποῖον εἰκὸς τοὺς ἀποροῦντας τροφῆς· δι' ἕνα ἄνθρωπον ἀπολλύμεθα, δι' ἕνα πένητα φθειρόμεθα. καὶ γὰρ εἰ λίαν ἐστὲ γενναῖοι καὶ καλοὶ κἀγαθοὶ καὶ τιμᾶτε τοὺς νόμους, ἀλλ' αἱ συμφοραὶ καὶ τὸν ἄγαν σώφρονα πολλάκις ἐξήγαγον ἀφεῖναί τι ῥῆμα τῶν αὑτοῦ τρόπων ἀνάξιον. δεινὸν οὖν ἐμοῦ παριόντος ἕτερον ἑτέρῳ δεικνύντα λέγειν· οὗτός ἐστι δι' ὃν ὁ λιμὸς οὐ πέπαυται. γέγονε μὲν γὰρ ὑπ' ἄλλου, μένει δὲ διὰ τοῦτον. ὁ δὲ τρώσας ἐκεῖνος ἕτοιμος ἦν ἰάσασθαι. τίνα ταῦτα οὐχ ὑπερβάλλει θάνατον;

[27] ἀλλ' οὐδεὶς οὐδὲν ἐρεῖ τοιοῦτον, οὐ παῖς, οὐκ ἀνήρ, οὐ γύναιον, οὐ γέρων. ἴσως. ἀλλ' ἔστιν, ὦ βουλή, καὶ σιωπῶντα στένειν. αἴτιον οὖν ἐμὲ τοῦ στένειν εἶναί τισι τὸν αἴτιον τῶν μεγίστων ἀγαθῶν ἐν τοῖς ἔμπροσθεν χρόνοις; σβεσθήτω τοίνυν τὸ παρὸν κακὸν ἑνὸς πολίτου θανάτῳ.

[28]    Τί δέ; ζῶν, φησίν, οὐκ ἂν δύναιο λύσιν εὑρεῖν; οὐκ οἶσθα καὶ παρ' ἄλλοις ἐν ὁμοίοις καιροῖς ὑπ' ἀνδρῶν ῥητόρων ἐπικουρίας εὑρημένας; οἶδα ὡς οἱ μὲν πολιτείαν ἐμπόροις ἐπαγγειλάμενοι καί τινας ἑτέρας δωρεὰς παρ' αὑτοὺς καταπλεῖν ἔπεισαν, οἱ δὲ πρεσβευσάμενοι παρὰ τοὺς ἄμεινον πράττοντας ἔσχον ὑπακούοντας εἰδότας ὡς τὰ τοιαῦτα ἄλλοτε ἐπ' ἄλλους ἔρχεται ‹καὶ› νοῦν ἐχόντων ἐστὶ δοῦναι χάριν ἣν ἔστιν ἐν ἴσοις κακοῖς κομίσασθαι. εἰσὶ δὲ οἳ καὶ τὰς τῶν πλουσίων οἰκίας διερευνησάμενοι τὸ κοινὸν ἐκεῖθεν διέσωσαν διδάσκοντες αὐτοὺς μὴ χαλεπαίνειν εἰ λήψεταί τις ἀκόντων ἃ βελτίους ἂν ἦσαν ἑκόντες διανείμαντες.

[29] τούτων οὐδὲν ἀγνοῶ τῶν φαρμάκων, ἀλλὰ καὶ λέγειν ἂν ἔχοιμι πόλεις ὀνομαστὰς οὕτω σεσωσμένας. ἀλλὰ ὁρῶ τὰ μὲν ἄλλα ἡμερῶν τινων χρῄζοντα, τὸ δὲ τελευταῖον ἕτοιμον μὲν καὶ πολλαχοῦ δὴ καὶ αὐτὸ πεπραγμένον, ἔχον δέ τινα ὄκνον ἐμοί. τί γάρ με βούλει παρελθόντα εἰπεῖν; ἴωμεν ἐπὶ τὰς οἰκίας τῶν πλουσίων, ἐξάγωμεν εἰς τὸ μέσον τοὺς πυρούς, μᾶλλον δέ, τὰς μὲν τῶν ἄλλων ἐῶμεν, τὸν δὲ ὁμολογοῦντα κεκτῆσθαι πλείους τῆς ἡμετέρας χρείας ποιῶμεν σωτῆρα τῆς πόλεως.

[30] ἀλλ' οὔτε ἄλλοτε πώποτε οὐδ' ὁτιοῦν ἐπὶ τούτῳ γράφων ἐφάνην νῦν τε οὐκ ἂν φανείην. μὴ γὰρ εἴπῃ τις ὡς ἐγώ ποτε δι' ἔχθραν ἢ λόγον τινὰ εἶπον ἢ ψήφισμα ἔγραψα. καλείτω μηδὲν ὑποστελλόμενος οὓς ἂν ἐθέλῃ τῶν πολιτῶν. ἐμοὶ δὲ φυλακτέον τὴν τάξιν τὴν ἐμαυτοῦ, ὥστε παρὰ τοῦ θανάτου τὰ τοῦ ψηφίσματος γένοιτ' ἄν. ἐκεῖνο μὲν γὰρ ἂν ὑμᾶς ἦγεν ἐπὶ τὸν σῖτον, τοῦτο δὲ τοῦτον ὑμῖν ἐκκομίσαι τὸν σῖτον ἀναπείσει ῥᾷον ἢ εἴπερ ἔλαβεν ὃν ᾔτησεν. ὁρᾷ γὰρ τεθνεῶτα τὸν ἐχθρὸν τὸν ἑαυτοῦ. καὶ τί ἂν ζητοίη πλέον;

[31]    Ἀλλ', ὦ βέλτιστε καὶ στήσας ἀπ' ἐμοῦ τρόπαιον, ἀναστὰς ἐνταῦθά μοι πάντων ἀκουόντων ὁμολόγησον ἦ μὴν ἐμοῦ πιόντος τὸ κώνειον εὐθὺς οἴσειν τὰς τροφάς. δέδοικα γάρ, ὦ βουλή, δέδοικα μὴ ἐμοῦ κειμένου ζυγομαχῇ πρὸς ὑμᾶς οὗτος ὡς οὐδὲν ὀφείλων τῇ πόλει· οὐ γὰρ αἰτήσας τυχεῖν.

[32] ἀλλὰ μή, πρὸς θεῶν, ὦ πλούσιε, μὴ ζητήσῃς διαδύσεις μηδὲ ἐκτείνῃς τὸ κακὸν πρῶτον μὲν ἐνθυμούμενος ὡς, εἰ καὶ σφόδρα τὸν δῆμον ἐμίσεις, ἱκανήν σοι δέδωκε δίκην, ἔπειτα ὁπόσον ἐξουσίας ‹οἴσει› σοι τὸ μηκέτι τῆς ἐμῆς ἀκούειν φωνῆς τὴν πόλιν. ἐρεῖς ὅ τι ἐθέλεις, γράψεις ὅ τι βούλει. θήσεις νόμους ἀρέσκοντας. τῶν νῦν ἐμὲ καὶ τἀμὰ μιμουμένων ἐρημίαν θεάσῃ πολλήν. μεγάλους ὄψει τοὺς σαυτοῦ κόλακας, τοὺς δὲ πένητας μικρούς, καὶ τοὺς μὲν ἀγορεύοντας, τοὺς δὲ ἐγκεκαλυμμένους.

[33] ἆρ' οὐκ ἄν, εἰ καὶ σὸς ἦν πᾶς ὁ πανταχοῦ καὶ παρὰ πᾶσι σῖτος, ἐλείπετ' ἂν τῶν τοσούτων ἀγαθῶν; εἰ γάρ τις ὑπισχνεῖτό σοι δείξειν ἐμὲ τοιαῦτα αἰτοῦντα ἐν τῷ βουλευτηρίῳ, οὐκ ἂν ἡδέως ἐπὶ τούτοις καὶ πάσης ἀπέστης τῷ δήμῳ τῆς οὐσίας;

[34] μὴ τοίνυν ζητήσῃς ὅπως τούτους ἀποστερήσεις τῆς ἀμοιβῆς μηδ' αὖ δύο ἢ τρεῖς ἡμέρας μεταδοὺς τῶν ὄντων εἶτ' αὖθις εἰς τὰ αὐτὰ φέρων ἐμβάλῃς τὴν πόλιν, ἀλλ' ἕως ἂν ὑπάρξῃ θερίζειν, τρέφε λογιζόμενος πρὸς αὑτὸν ὅτι, εἰ καὶ στῖφος ἔστι σοι μέγα τὸ μὲν κολάκων, τὸ δ' οἰκετῶν, οὔπω ταῦτα δυνατώτερα δήμου πεινῶντος, ᾧ δικαίως ἂν εἰδείης χάριν ὅτι καὶ πόδας καὶ χεῖρας ἔχοντες κάθηνται ἀκροώμενοι λόγων.

[35] ταῦτ', εἰ καὶ δυσμενὴς ἄνθρωπος, ἀλλὰ πολλῷ σοι λυσιτελέστερα παραινεῖ τῶν παρὰ τῶν συμποτῶν εἰωθότων λέγεσθαι. δέχου δὲ καὶ συμβουλὴν ἑτέραν οὐδὲν ταύτης ἀτιμοτέραν. ἡ τυραννίς, ὦ πλούσιε, πρὶν μὲν κτηθῆναι μέγιστον εἶναι δοκεῖ τοῖς ἐπιθυμοῦσιν ἀγαθόν, κτηθεῖσα δὲ πικρὸν εὐθὺς τῷ κατειργασμένῳ δείκνυται. ὧν γὰρ ἂν αὐτὸς ἑτέρους δράσῃ κακῶς φοβεῖται μὴ πάθῃ πολλῷ χαλεπώτερα. τὸν φόβον δὲ αὐτὸς ὁμολογεῖ τῇ παρὰ τῶν δορυφορούντων φρουρᾷ.

[36] οἱ δὲ οὐ τὸν παρ' ἑτέρων παύουσι μᾶλλον φόβον ἢ παρέχουσι τὸν παρ' αὑτῶν. ὁ γὰρ ἵνα μή τις ἐπελθὼν ἀποκτείνῃ μισθωθεὶς αὐτὸς ἀντ' ἐκείνου τῷ μισθωσαμένῳ γεγένηται πολλάκις. τίς οὖν ἡ τέρψις τρέμοντα ζῆν; πλούσιος δὲ ἐν δημοκρατίᾳ μόνῃ δύναιτ' ἂν εὐδαιμονεῖν. οὐδεὶς γὰρ αὐτὸν ἀφαιρεῖται τὸ τρυφᾶν. μὴ τοίνυν ἀντ' ἀσφαλείας ἐπιθύμει κινδύνων μηδ' ἀγανάκτει πολιτευομένων πενήτων. πολλοῖς γὰρ αἱ γνῶμαι τῆς τύχης βελτίονες. ἀνέχου τοίνυν καὶ παρευδοκιμούμενος καὶ μὴ διὰ τὴν πρὸς τὸν δεῖνα φιλονεικίαν λιμοὺς ἐργάζου καὶ τηλικαῦτα κακὰ μηδέ γ' ἐπιτρέψῃς τῷ θυμῷ τοιαῦτα αἰτῆσαι πάλιν. δεινὸν γὰρ ἐπισπάσασθαι τὸν ἐκ λιμῶν θάνατον δημηγορίαν πονηράν.

[37]    Ἐγὼ μὲν οὖν ἄπειμι κάλλιστον ἔχων ἐντάφιον τὸ προκεκρίσθαι τῆς ἐν λιμῷ προτεινομένης εὐετηρίας. ταῦτά πού τις καὶ ἐπιγράψει μοι κειμένῳ. τοὺς υἱεῖς δὲ ὑμῖν, ὦ βουλή, τοὺς ἐμαυτοῦ παρακατατίθεμαι μεμαθηκότας θαυμάζειν ἅπερ ἐγὼ καὶ δέομαι καὶ ἱκετεύω μὴ περιιδεῖν ὑπὸ τῆς τούτου περιουσίας ἐλαυνομένους. ἴσως γὰρ ἂν ἐκ παίδων ἀντίπαλοι γένοιντο τοῖς τούτου παισὶν ἀντεξάγοντες καὶ αὐτοὶ πλούτῳ καὶ ὕβρει πατρῴαν πρὸς τὸν δῆμον εὔνοιαν.