[1] Τῶν σοφῶν ἐκείνους μάλιστα ἔγωγέ φημι δεῖν ἐπαινεῖν, ὁπόσοι μὴ λόγους μόνον δεξιοὺς παρέσχοντο ὑπὲρ τῶν πραγμάτων ἑκάστων, ἀλλὰ καὶ ἔργοις ὁμοίοις τὰς τῶν λόγων ὑποσχέσεις ἐπιστώσαντο. καὶ γὰρ τῶν ἰατρῶν ὅ γε νοῦν ἔχων οὐ τοὺς ἄριστα ὑπὲρ τῆς τέχνης εἰπεῖν δυναμένους μεταστέλλεται νοσῶν, ἀλλὰ τοὺς πρᾶξαί τι κατ' αὐτὴν μεμελετηκότας. ἀμείνων δὲ καὶ μουσικός, οἶμαι, τοῦ διακρίνειν ῥυθμοὺς καὶ ἁρμονίας ἐπισταμένου ὁ καὶ ψᾶλαι καὶ κιθαρίσαι αὐτὸς δυνάμενος. τί γὰρ ἄν σοι τῶν στρατηγῶν λέγοιμι τοὺς εἰκότως ἀρίστους κριθέντας, ὅτι οὐ τάττειν μόνον καὶ παραινεῖν ἦσαν ἀγαθοί, ἀλλὰ καὶ προμάχεσθαι τῶν ἄλλων καὶ χειρὸς ἔργα ἐπιδείκνυσθαι; οἷον πάλαι μὲν Ἀγαμέμνονα καὶ Ἀχιλλέα, τῶν κάτω δὲ τὸν Ἀλέξανδρον καὶ Πύρρον ἴσμεν γεγονότας.
[2] Πρὸς δὴ τί ταῦτ' ἔφην; οὐ γὰρ ἄλλως ἱστορίαν ἐπιδείκνυσθαι βουλόμενος ἐπεμνήσθην αὐτῶν, ἀλλ' ὅτι καὶ τῶν μηχανικῶν ἐκείνους ἄξιον θαυμάζειν, ὁπόσοι ἐν τῇ θεωρίᾳ λαμπροὶ γενόμενοι καὶ μνημόσυνα ὅμως τῆς τέχνης καὶ παραδείγματα τοῖς μετ' αὐτοὺς κατέλιπον· ἐπεὶ οἵ γε τοῖς λόγοις μόνοις ἐγγεγυμνασμένοι σοφισταὶ ἂν εἰκότως μᾶλλον ἢ σοφοὶ καλοῖντο. τοιοῦτον ἀκούομεν τὸν Ἀρχιμήδη γενέσθαι καὶ τὸν Κνίδιον Σώστρατον, τὸν μὲν Πτολεμαίῳ χειρωσάμενον τὴν Μέμφιν ἄνευ πολιορκίας ἀποστροφῇ καὶ διαιρέσει τοῦ ποταμοῦ, τὸν δὲ τὰς τῶν πολεμίων τριήρεις καταφλέξαντα τῇ τέχνῃ. καὶ Θαλῆς δὲ ὁ Μιλήσιος πρὸ αὐτῶν ὑποσχόμενος Κροίσῳ ἄβροχον διαβιβάσειν τὸν στρατὸν ἐπινοίᾳ κατόπιν τοῦ στρατοπέδου μιᾷ νυκτὶ τὸν Ἅλυν περιήγαγεν, οὐ μηχανικὸς οὗτος γενόμενος, σοφὸς δὲ καὶ ἐπινοῆσαι καὶ συνεῖναι πιθανώτατος. τὸ μὲν γὰρ τοῦ Ἐπειοῦ πάνυ ἀρχαῖον, ὃς οὐ μόνον τεχνήσασθαι τοῖς Ἀχαιοῖς τὸν ἵππον, ἀλλὰ καὶ συγκαταβῆναι αὐτοῖς ἐς αὐτὸν λέγεται.
[3] Ἐν δὴ τούτοις καὶ Ἱππίου τουτουὶ τοῦ καθ' ἡμᾶς μεμνῆσθαι ἄξιον, ἀνδρὸς λόγοις μὲν παρ' ὅντινα βούλει τῶν πρὸ αὐτοῦ γεγυμνασμένου καὶ συνεῖναί τε ὀξέος καὶ ἑρμηνεῦσαι σαφεστάτου, τὰ δὲ ἔργα πολὺ τῶν λόγων ἀμείνω παρεχομένου καὶ τὴν τῆς τέχνης ὑπόσχεσιν ἀποπληροῦντος, οὐκ ἐν τοιαύταις μὲν ὑποθέσεσιν ἐν αἷς οἱ πρὸ αὐτοῦ πρῶτοι γενέσθαι εὐτύχησαν, κατὰ δὲ τὸν γεωμετρικὸν λόγον ἐπὶ τῆς δοθείσης, φασίν, εὐθείας τὸ τρίγωνον ἀκριβῶς συνισταμένου. καίτοι τῶν γε ἄλλων ἕκαστος ἕν τι τῆς ἐπιστήμης ἔργον ἀποτεμόμενος ἐν ἐκείνῳ εὐδοκιμήσας εἶναί τις ὅμως ἔδοξεν, ὁ δὲ μηχανικῶν τε ὢν τὰ πρῶτα καὶ γεωμετρικῶν, ἔτι δὲ ἁρμονικῶν καὶ μουσικῶν φαίνεται, καὶ ὅμως ἕκαστον τούτων οὕτως ἐντελῶς δείκνυσιν ὡς ἓν αὐτὸ μόνον ἐπιστάμενος. τὴν μὲν γὰρ περὶ ἀκτίνων καὶ ἀνακλάσεων καὶ κατόπτρων θεωρίαν, ἔτι δὲ ἀστρονομίαν, ἐν ᾗ παῖδας τοὺς πρὸ αὐτοῦ ἀπέφηνεν, οὐκ ὀλίγου χρόνου ἂν εἴη [4] ἐπαινεῖν. ἃ δὲ ἔναγχος ἰδὼν αὐτοῦ τῶν ἔργων κατεπλάγην, οὐκ ὀκνήσω εἰπεῖν· κοινὴ μὲν γὰρ ἡ ὑπόθεσις κἀν τῷ καθ' ἡμᾶς βίῳ πάνυ πολλή, βαλανείου κατασκευή· ἡ περίνοια δὲ καὶ ἐν τῷ κοινῷ τούτῳ σύνεσις θαυμαστή.
Τόπος μὲν ἦν οὐκ ἐπίπεδος, ἀλλὰ πάνυ προσάντης καὶ ὄρθιος, ὃν παραλαβὼν κατὰ θάτερα εἰς ὑπερβολὴν ταπεινόν, ἰσόπεδον θάτερον θατέρῳ ἀπέφηνεν, κρηπῖδα μὲν βεβαιοτάτην ἅπαντι τῷ ἔργῳ βαλόμενος καὶ θεμελίων θέσει τὴν τῶν ἐπιτιθεμένων ἀσφάλειαν ἐμπεδωσάμενος, ὕψεσι δὲ πάνυ ἀποτόμοις καὶ πρὸς ἀσφάλειαν συνεχομένοις τὸ ὅλον κρατυνάμενος· τὰ δὲ ἐποικοδομηθέντα τῷ τε τοῦ τόπου μεγέθει σύμμετρα καὶ τῷ εὐλόγῳ τῆς κατασκευῆς ἁρμοδιώτατα καὶ τὸν τῶν φώτων [5] λόγον φυλάττοντα. πυλὼν μὲν ὑψηλὸς ἀναβάσεις πλατείας ἔχων, ὑπτίας μᾶλλον ἢ ὀρθίας πρὸς τὴν τῶν ἀνιόντων εὐμάρειαν· εἰσιόντα δὲ τοῦτον ἐκδέχεται κοινὸς οἶκος εὐμεγέθης, ἱκανὴν ἔχων ὑπηρέταις καὶ ἀκολούθοις διατριβήν, ἐν ἀριστερᾷ δὲ τὰ ἐς τρυφὴν παρεσκευασμένα οἰκήματα, βαλανείῳ δ' οὖν καὶ ταῦτα πρεπωδέστατα, χαρίεσσαι καὶ φωτὶ πολλῷ καταλαμπόμεναι ὑποχωρήσεις. εἶτ' ἐχόμενος αὐτῶν οἶκος, περιττὸς μὲν ὡς πρὸς τὸ λουτρόν, ἀναγκαῖος δὲ ὡς πρὸς τὴν τῶν εὐδαιμονεστέρων ὑποδοχήν. μετὰ δὲ τοῦτον ἑκατέρωθεν διαρκεῖς τοῖς ἀποδυομένοις ἀποθέσεις, καὶ μέσος οἶκος ὕψει τε ὑψηλότατος καὶ φωτὶ φαιδρότατος, ψυχροῦ ὕδατος ἔχων τρεῖς κολυμβήθρας, Λακαίνῃ λίθῳ κεκοσμημένος, καὶ εἰκόνες ἐν αὐτῷ λίθου λευκοῦ τῆς ἀρχαίας ἐργασίας, ἡ μὲν Ὑγιείας, ἡ δὲ Ἀσκληπιοῦ.
[6] Ἐξελθόντας δὲ ὑποδέχεται ἠρέμα χλιαινόμενος οἶκος οὐκ ἀπηνεῖ τῇ θέρμῃ προαπαντῶν, ἐπιμήκης, ἀμφιστρόγγυλος, μεθ' ὃν ἐν δεξιᾷ οἶκος εὖ μάλα φαιδρός, ἀλείψασθαι προσηνῶς παρεχόμενος, ἑκατέρωθεν εἰσόδους ἔχων Φρυγίῳ λίθῳ κεκαλλωπισμένας, τοὺς ἀπὸ παλαίστρας εἰσιόντας δεχόμενος. εἶτ' ἐπὶ τούτῳ ἄλλος οἶκος οἴκων ἁπάντων κάλλιστος, στῆναί τε καὶ ἐγκαθίζεσθαι προσηνέστατος καὶ ἐμβραδῦναι ἀβλαβέστατος καὶ ἐγκυλίσασθαι ὠφελιμώτατος, Φρυγίου καὶ αὐτὸς εἰς ὀροφὴν ἄκραν ἀποστίλβων. ἑξῆς δὲ ὁ θερμὸς ὑποδέχεται διάδρομος Νομάδι λίθῳ διακεκολλημένος. ὁ δὲ ἔνδον οἶκος κάλλιστος, φωτός τε πολλοῦ ἀνάμεστος καὶ ὡς πορφύρᾳ διηνθισμένος. τρεῖς καὶ οὗτος θερμὰς πυέλους παρέχεται.
[7] Λουσαμένῳ δὲ ἔνεστί σοι μὴ τὴν διὰ τῶν αὐτῶν οἴκων αὖθις ἐπανιέναι, ἀλλὰ ταχεῖαν τὴν ἐπὶ τὸ ψυχρὸν δι' ἠρέμα θερμοῦ οἰκήματος, καὶ ταῦτα πάντα ὑπὸ φωτὶ μεγάλῳ καὶ πολλῇ τῇ ἔνδον ἡμέρᾳ. ὕψη πρὸς τούτοις ἀνάλογα καὶ πλάτη τοῖς μήκεσι σύμμετρα καὶ πανταχοῦ πολλὴ χάρις καὶ Ἀφροδίτη ἐπανθεῖ· κατὰ γὰρ τὸν καλὸν Πίνδαρον, ἀρχομένου ἔργου πρόσωπον χρὴ θέμεν τηλαυγές. τοῦτο δ' ἂν εἴη ἐκ τῆς αὐγῆς μάλιστα καὶ τοῦ φέγγους καὶ τῶν φωταγωγῶν μεμηχανημένον. ὁ γὰρ σοφὸς ὡς ἀληθῶς Ἱππίας τὸν μὲν ψυχροδόχον οἶκον εἰς βορρᾶν προσκεχωρηκότα ἐποίησεν, οὐκ ἄμοιρον οὐδὲ τοῦ μεσημβρινοῦ ἀέρος· τοὺς δὲ πολλοῦ τοῦ θάλπους δεομένους νότῳ καὶ εὔρῳ καὶ ζεφύρῳ [8] ὑπέθηκε. τί δ' ἄν σοι τὸ ἐπὶ τούτῳ λέγοιμι παλαίστρας καὶ τὰς κοινὰς τῶν ἱματιοφυλακούντων κατασκευὰς ταχεῖαν ἐπὶ τὸ λουτρὸν καὶ μὴ διὰ μακροῦ τὴν ὁδὸν ἐχούσας τοῦ χρησίμου τε καὶ ἀβλαβοῦς ἕνεκα;
Καὶ μή με ὑπολάβῃ τις μικρὸν ἔργον προθέμενον κοσμεῖν τῷ λόγῳ προαιρεῖσθαι· τὸ γὰρ ἐν τοῖς κοινοῖς καινὰ ἐπινοῆσαι κάλλους δείγματα, οὐ μικρᾶς σοφίας ἔγωγε τίθεμαι, οἷον καὶ τόδε τὸ ἔργον ὁ θαυμάσιος ἡμῖν Ἱππίας ἐπεδείξατο πάσας ἔχον τὰς βαλανείου ἀρετάς, τὸ χρήσιμον, τὸ εὔκαιρον, τὸ εὐφεγγές, τὸ σύμμετρον, τὸ τῷ τόπῳ ἡρμοσμένον, τὸ τὴν χρείαν ἀσφαλῆ παρεχόμενον, καὶ προσέτι τῇ ἄλλῃ περινοίᾳ κεκοσμημένον, ἀφόδων μὲν ἀναγκαίων δυσὶν ἀναχωρήσεσιν, ἐξόδοις δὲ πολλαῖς τεθυρωμένον, ὡρῶν δὲ διττὰς δηλώσεις, τὴν μὲν δι' ὕδατος καὶ μυκήματος, τὴν δὲ δι' ἡλίου ἐπιδεικνύμενον.
Ταῦτα ἰδόντα μὴ ἀποδοῦναι τὸν πρέποντα ἔπαινον τῷ ἔργῳ οὐκ ἀνοήτου μόνον, ἀλλὰ καὶ ἀχαρίστου, μᾶλλον δὲ βασκάνου μοι εἶναι ἔδοξεν. ἐγὼ μὲν οὖν εἰς δύναμιν καὶ τὸ ἔργον καὶ τὸν τεχνίτην καὶ δημιουργὸν ἠμειψάμην τῷ λόγῳ. εἰ δὲ θεὸς παράσχοι καὶ λούσασθαί ποτε, πολλοὺς οἶδα ἕξων τοὺς κοινωνήσοντάς μοι τῶν ἐπαίνων.