[973a] Βορρᾶς. οὗτος ἐν μὲν Μαλλῷ Παγρεύς· πνεῖ γὰρ ἀπὸ κρημνῶν μεγάλων καὶ ὀρῶν διπλῶν παρ' ἄλληλα κειμένων, ἃ καλεῖται Παγρικά. ἐν δὲ Καύνῳ Μέσης. ἐν δὲ Ῥόδῳ Καυνίας· πνεῖ γὰρ ἀπὸ Καύνου, ἐνοχλῶν τὸν λιμένα αὐτῶν τὸν ἀκανίαν. ἐν δὲ Ὀλβίᾳ τῇ κατὰ Μύγαλον τῆς Παμφυλίας Γαυρεύς· πνεῖ γὰρ ἀπὸ νήσου ἣ καλεῖται Γαυρίς. τινὲς δὲ αὐτὸν βορρᾶν οἴονται εἶναι, ἐν οἷς καὶ Λυρναντεῖς οἱ κατὰ Φασηλίδα. Καικίας. οὗτος ἐν μὲν Λέσβῳ καλεῖται Θηβάνας· πνεῖ γὰρ ἀπὸ Θήβης πεδίου τοῦ ὑπὲρ τὸν Ἐλαιατικὸν κόλπον τῆς Μυσίας, ἐνοχλεῖ δὲ τὸν Μιτυληναίων λιμένα, μάλιστα δὲ τὸν Μαλόεντα· παρὰ δὲ αἰκαυνίαις, ὃν ἄλλοι βορρᾶν οἴονται εἶναι. Ἀπηλιώτης. οὗτος ἐν μὲν Τριπόλει τῆς Φοινίκης Ποταμεὺς καλεῖται, πνεῖ δὲ ἐκ πεδίου ὁμοίου ἅλωνι μεγάλῃ, περιεχομένου ὑπό τε τοῦ Λιβάνου καὶ τοῦ Βαπύρου ὄρους· παρὸ καὶ Ποταμεὺς καλεῖται. ἐνοχλεῖ δὲ τὸ Ποσειδώνειον. ἐν δὲ τῷ Ἰσσικῷ κόλπῳ καὶ περὶ Ῥωσσὸν Συριάνδος· πνεῖ δὲ ἀπὸ τῶν Συρίων πυλῶν, ἃς διέστηκεν ὅ τε Ταῦρος καὶ Ταυρόσια ὄρη. ἐν δὲ τῷ Τριπολιτικῷ κόλπῳ Μαρσεύς, ἀπὸ Μάρσου κώμης. ἐν δὲ Προκοννήσῳ καὶ ἐν Τέῳ καὶ ἐν Κρήτῃ καὶ Εὐβοίᾳ καὶ Κυρήνῃ Ἑλλησποντίας. μάλιστα δὲ ἐνοχλεῖ τόν τε τῆς Εὐβοίας Καφηρέα καὶ τὸν Κυρηναῖον λιμένα, καλούμενον δὲ Ἀπολλωνίαν· πνεῖ δὲ ἀφ' Ἑλλησπόντου. ἐν δὲ Σινώπῃ Βερεκυντίας ἀπὸ τῶν κατὰ Φρυγίαν τόπων πνέων. ἐν δὲ Σικελίᾳ Καταπορθμίας, πνέων [973b] ἀπὸ τοῦ πορθμοῦ. τινὲς δὲ αὐτὸν Καικίαν οἴονται εἶναι, Θηβάναν προσαγορεύοντες. Εὖρος. οὗτος ἐν μὲν Αἰγαῖς ταῖς κατὰ Συρίαν Σκοπελεὺς καλεῖται ἀπὸ τοῦ Ῥωσίων σκοπέλου, ἐν δὲ Κυρήνῃ Κάρβας ἀπὸ τῶν Καρβανῶν τῶν κατὰ Φοινίκην· διὸ καὶ τὸν αὐτὸν Φοινικίαν καλοῦσί τινες. εἰσὶ δὲ οἳ καὶ Ἀπηλιώτην νομίζουσιν εἶναι. Ὀρθόνοτος. τοῦτον οἱ μὲν Εὖρον, οἱ δὲ Ἀμνέα προσαγορεύουσιν. Νότος δὲ ὁμοίως παρὰ πᾶσι καλεῖται· τὸ δὲ ὄνομα διὰ τὸ νοσώδη εἶναι· ἔξω δὲ κάτομβρον, κατ' ἀμφότερα δὲ νότον. Λευκόνοτος ὁμοίως· τὸ δὲ ὄνομα ἀπὸ τοῦ συμβαίνοντος· λευκαίνεται γὰρ ... Λίψ. καὶ οὗτος τὸ ὄνομα ἀπὸ Λιβύης, ὅθεν πνεῖ. Ζέφυρος. καὶ οὗτος τόδε τὸ ὄνομα διὰ τὸ ἀφ' ἑσπέρας πνεῖν. ἡ δὲ ἑσπέρα ... Ἰάπυξ. οὗτος ἐν Τάραντι Σκυλητῖνος ἀπὸ χωρίου Σκυλαντίμου. κατὰ δὲ οραλεοντο Φρυγίας. ὑπὸ δέ τινων Φαραγγίτης· πνεῖ γὰρ ἔκ τινος φάραγγος τῶν κατὰ τὸ Πηγαῖον. παρὰ πολλοῖς δὲ Ἀργέστης. Θρᾳκίας κατὰ μὲν Θρᾴκην Στρυμονίας (πνεῖ γὰρ ἀπὸ τοῦ Στρυμόνος ποταμοῦ), κατὰ δὲ τὴν Μεγαρικὴν Σκίρρων ἀπὸ τῶν Σκιρρωνίδων πετρῶν, ἐν δὲ Ἰταλίᾳ καὶ Σικελίᾳ Κίρκας διὰ τὸ πνεῖν ἀπὸ τοῦ Κιρκαίου. ἐν δὲ Εὐβοίᾳ καὶ Λέσβῳ Ὀλυμπίας, τὸ δὲ ὄνομα ἀπὸ τοῦ Πιερικοῦ Ὀλύμπου· ὀχλεῖ δὲ Πυρραίους. ὑπογέγραφα δέ σοι καὶ τὰς θέσεις αὐτῶν, ὡς κεῖνται καὶ πνέουσιν, ὑπογράψας τὸν τῆς γῆς κύκλον, ἵνα καὶ πρὸ ὀφθαλμῶν σοι τεθῶσιν.