1871 161 0 0 1 0 IV-V d. C. Oratoria Synesius Catastases Terzaghi, N., Rome, Polygraphica, 1944 24

Synesius - Catastases

[1]

ΚΑΤΑΣΤΑΣΙΣ

[1]    Οὔτε φιλοσοφίαν ἀπολίτευτον προελόμενος, καὶ τῆς φιλανθρωποτάτης θρησκείας ἐναγούσης εἰς ἦθος φιλόκοινον, ὑπήκουσά τε καλούμενος ὑφ' ὑμῶν, καὶ χαίρω μαθὼν ἐφ' οἷς αἱ πόλεις συνδεδραμήκατε. προὔργου γὰρ αὐταῖς οἴομαι καὶ νῦν καὶ ἐς ὕστερον ἐς τοὺς ὑπάρξαντας ἔργων ἀγαθῶν εὐχαρίστους καὶ εἶναι καὶ φαίνεσθαι. τάς τε οὖν κοινὰς ὑπεδεξάμην τοῦ δήμου φωνάς, καὶ ὅστις ἰδίᾳ λόγον διέθετο, πάντας ὁμοῦ τοῖς ἐπαίνοις ἐπῄνεσα. ἀλλὰ κἀμὲ δεῖ γενέσθαι τῶν εὐλογούντων, κἀμοὶ προσήκει μᾶλλον ἑτέρων καὶ τὰ κοινὰ καὶ τὴν ὑπὲρ ἑκάστου χάριν, καὶ ἰδιώτου καὶ πόλεως αὐτὸς ὀφείλειν τοῖς εὖ τι ποιήσασιν οἴομαι. ὃν γὰρ ὑπὲρ τῶν κοινῶν ἀγαθῶν εὔξασθαι δεῖ, πῶς οὐκ ὀφλήσει χάριν τῷ διὰ στρατείας αὐτὰ καὶ τῆς ἄλλης ἐπιμελείας αὐξήσαντι; πῶς δὲ οὐ διὰ πάσης οἴσω τιμῆς τόν, ἵνα τύχω τῆς εὐχῆς, ἱδρῶτι διαπραξάμενον; κακοὺς κακῶς ἀπολωλέναι τοὺς καταράτους βαρβάρους, ἐγὼ μὲν ᾔτησα τὸν θεόν, αἱ δὲ Ἀνυσίου χεῖρες κατὰ θεὸν ἐξειργάσαντο.

[2]    Τῶν γέ τοι πρώην εἰσβεβληκότων ἱππέων, ὑπὲρ χιλίους ὄντων τὸν ἀριθμόν, οὐδὲ πεμπτημόρια ὑπολείπεται, φασὶν οἱ πεπονθότες· αὐτοὶ οὗτοι ζῶσι τοὺς πεπτωκότας διαριθμήσαντες. καὶ ταῦτα οὐ πολλοῦ στρατεύματος ἐξηγούμενος εἴργασται, ἀλλ' ἄνδρες αὐτῷ συμπαρετάττοντο τεσσαράκοντα. κἀγὼ μὲν οὐδὲν ἐρῶ φαῦλον οἷς σιτοδοτοῦμεν ἱππέων τε καὶ πεζῶν, οὑτοσὶ δὲ Οὐννιγάρδαις δεῖν οἴεται πρὸς ἅπαντα χρῆσθαι· τοὺς δὲ πολλοὺς τούτους, οὐδὲ τῶν ἀλλοτρίων ἔργων θεατὰς ἐπηγάγετο. οὗτοι χωροῦσιν αὐτοῦ μόνου τὰ στρατηγήματα. τούτων ἐστὶ λοχίτης καὶ λοχαγός· τούτων ἐστὶ συστρατιώτης καὶ στρατηγός· μετὰ τούτων τρέχει διὰ τῆς χώρας δρόμον ἐνόπλιον, καὶ ταχὺ μὲν ἁπανταχοῦ γίνεται, νικᾷ δὲ ὅπου καὶ γένοιτο. οὗτοι πλείους εἰ γένοιντο, πρὸς οἷς ἔχομεν διακοσίοις, μετὰ τοῦ θεοῦ θαρρῶν ἀποφαίνομαι τοῦτον τὸν νεανίαν εἰς τὴν ἐκείνων διαβιβάσειν τὸν πόλεμον. Ἀνυσίῳ στρατηγῷ διακοσίους Οὐννιγάρδας αἰτήσομεν, εἰ μέλλομεν ἐπανάξειν ἀπὸ τῆς βαρβάρου τοὺς συγγενεῖς. εἴθε γενοίμην λαφύρων ἰδεῖν νομήν, ἀνδραπόδων βαρβαρικῶν τὸν τέως δεσπότην ἀντιδουλεύοντα. ταῦτα πρώην μὲν εὔξασθαι ῥᾷον ἦν· νῦν δὲ ἔξεστιν αὐτὰ καὶ ἐλπίσαι. τὰ γὰρ ἐν ὀφθαλμοῖς πιστὰ τῶν προσδοκωμένων ἐνέχυρα γέγονεν. πρὸς οὖν ταῦτα Ἀνυσίου δεῖ τῶν διακοσίων ἡγουμένου. οὗτος Οὐννιγάρδαις κεχρῆσθαι καὶ φύσιν ἔχει καὶ τέχνην· δύναται τοὺς ἄνδρας ἐξοπλίζεσθαι καὶ μεταχειρίζεσθαι. Οὐννιγάρδαι μετὰ Ἀνυσίου Ῥωμαϊκαὶ χεῖρές εἰσιν· ἄνευ δὲ τούτου καὶ τοὺς τετταράκοντα τοὺς παρόντας ἐπαινεῖν μὲν ἔχω τῆς ῥώμης, ἐγγυήσασθαι δὲ τῆς γνώμης οὐ βούλομαι.

[3]    Ἀναφορὰ στελλέσθω περὶ τούτου πρεσβεύουσα, στρατιώτας καὶ χρόνον αἰτοῦσα τῷ γενναίῳ. καὶ τἄλλ' ὁποῖος ἀνήρ; τὸν ἐπὶ εἰρήνης δὲ πόλεμον, τὸν μικροῦ τοῦ βαρβαρικοῦ χαλεπώτερον, τὸν ἐκ τῆς στρατιωτικῆς ἀταξίας καὶ τῆς τῶν ταξιάρχων πλεονεξίας, οὐχ οὗτος ὁ παύσας ἐστίν; ἐφ' οὗ μόνου γε τῶν πολλῶν στρατηγῶν ἰδιώτης ἠδικημένος μείζω στρατιώτου φθέγγεται. τίνα δὲ ἔξεστι καλεῖν ἀδωρότατον; οὐ τὸν ὑπερορῶντα καὶ τῶν ἀπὸ τοῦ νόμου κερδῶν; ὁ θεοσεβὴς δὲ τίς ἂν γένοιτο μᾶλλον, ἢ ὅστις ἅπαντος ἔργου καὶ λόγου θεόθεν ἄρχεται; ἀνθ' ὧν ἁπάντων ἔξεστι δὴ πᾶσι κἀνθάδε προσεύξασθαι γῆρας αὐτῷ βαθὺ καὶ λιπαρὸν παραμένειν, τοῖς ἐνιαυτοῖς συμπροιούσης τῆς ἀρετῆς.

[2]

ΚΑΤΑΣΤΑΣΙΣ

ῬΗΘΕΙΣΑ ἘΠΙ Τῌ ΜΕΓΙΣΤῌ ΤΩΝ ΒΑΡΒΑΡΩΝ ἘΦΟΔῼ, ἩΓΕΜΟΝΕΥΟΝΤΟΣ ΓΕΝΝΑΔΙΟΥ ΚΑΙ ΔΟΥΚΟΣ ὈΝΤΟΣ ἸΝΝΟΚΕΝΤΙΟΥ

[1]    Ἐγὼ μὲν οὐκ οἶδ' ὅ τι καὶ χρὴ λέγειν ὑπὲρ τῶν ἐν ὀφθαλμοῖς συμφορῶν· οὔτε γὰρ σχολὴ λέγειν οἷς κλάειν ἀνάγκη, οὔτε λόγος ἂν γένοιτο τοῖς πράγμασι σύμμετρος. καίτοι καὶ τὸ δακρύειν ἐνίους, τῷ μεγέθει τῶν συντυχόντων κακῶν ἐκπλαγέντας ἐπέλιπεν. ἀλλ' ἐπειδὴ κλαιόντων μὲν θεὸς αἰσθάνεται, δεῖ δὲ εἰδέναι καὶ τοὺς τὰ Ῥωμαίων σκῆπτρα διέποντας, γράφε σὺ πρὸς οὓς οἷόν τε τῶν δυναμένων λόγους εἰσενεγκεῖν εἰς τὸ βασιλέως συνέδριον. ἀγγειλάτω τις αὐτοῖς ἐν βραχεῖ, ὅτι Πεντάπολις βασιλεῖ τὸ μέχρι τρίτης ἡμέρας ἦν ἔτι κτῆμα ἀγαθόν, εἰ καὶ δυνάμει λειπόμενον ἑτέρων, ἀλλὰ τῶν μείζω δυναμένων εὐνούστερον. ἴσασιν αὐτῶν ὅσοι δεδημοσιεύκασι μετὰ τοῦ προσέχειν τοῖς πράγμασιν· ὧν τὸν μέγαν Ἀνθέμιον ἐγὼ τὰ πρῶτα καὶ ἀκούω καὶ πείθομαι. οὐκοῦν οἶδεν ἐν ὅσοις καιροῖς, καὶ μάλιστα τούτων ὁπόσοι τυραννικοί, γεγόναμεν ἀπροφάσιστοι βασιλεῖ. ἀλλὰ μέχρι τούτου τὰ Πενταπόλεως· χθὲς καὶ τρίτην ἡμέραν ἐγένετο Ῥωμαίοις ἔθνους ζημία, τὰς ἡγεμονίας αὑτῶν παρὰ Πεντάπολιν ἀριθμήσασιν. οἴχεται Πεντάπολις νῦν ἀκριβῶς· εἰς τοὔσχατον οἴχεται, ἕβδομον μὲν ἔτος ἤδη προπράξασα πονήρως, ἀλλ' ὥσπερ ζῷον δυσθανατοῦν ἀνέφερε καὶ συνήθροιζε τοῦ πνεύματος τὸ λειπόμενον.

[2]    Εὔφημος Ἀνυσίου μνήμη ἐνιαυτῷ τὸν χρόνον αὐτῆς πλείω πεποίηκε, ταῖς μὲν ἁπάντων ἀσπίσι, ταῖς δὲ Οὐννιγαρδῶν χερσὶν εἰς δέον χρησάμενος. τοιγαροῦν ἀναβολή τις ἐγένετο τοῦ κακοῦ· οὐ γὰρ ἐξεχύθησαν ὅλῳ πλήθει κατὰ τῆς χώρας, εἰς λῃστήρια μετετάξαντο, ἀφήλλοντο καὶ προσήλλοντο. ἐπεὶ δὲ τρὶς παραταξαμένοις αὐτοῖς μετεμέλησε, νῦν μὲν ἱπποκροτεῖται τὰ πεδία, νῦν οἱ στρατιῶται τειχήρεις, ἄλλος ἀλλαχόσε διειλημμένοι, τὸ ἐπὶ Κερεαλίου κακόν, οὐδὲν ἀλλήλοις ὄφελος ὄντες, ὅτι μὴ συνετάχθησαν. τοιγαροῦν τὰ τῶν πολεμίων λαμπρά. οἱ πέρυσιν εὔζωνοι καὶ πρὸς τὸ φυγεῖν εὐτρεπεῖς, νῦν πολιορκηταί, νῦν τὰ κωμητικὰ τείχη καθελόντες, πλατεῖ στρατεύματι τὰς πόλεις περιστοιχίζονται. τί γὰρ οὐ προὐχώρησεν αὐτοῖς; Αὐσουριανοὶ τοὺς τῶν Θρᾳκῶν τῶν ἱππέων ἐνεδύσαντο θώρακας, οὐ κατὰ χρείαν, ἀλλ' ἐπεγγελῶντες τῷ σχήματι· ταῖς Μαρκομάνων ἀσπίσιν ἐπὶ τούτοις ἐχρήσαντο· εἰς γυμνητικὸν ἐτέλεσε τὸ Ῥωμαίων ὁπλιτικόν, ἐχθρῶν ἐλέῳ τὴν σωτηρίαν εὑράμενοι. δακρύω τοὺς ἄνδρας, οὐκ ὀνειδίζω τὴν συμφοράν. τί γὰρ ἂν ἐποίησαν εἰς πολυπλάσιον πλῆθος, οἱ κατὰ μέρος αὐτοῖς ἀθρόοις ἐντυγχάνοντες Οὐννιγάρδαι; τὸ μὲν ἐπὶ τῷ θεῷ, καὶ τῇ ῥώμῃ, καὶ τῇ τῶν ὅπλων ἐμπειρίᾳ σώζονται· τὰ δὲ ἐπὶ τῇ στρατηγίᾳ, τί ἂν καὶ μέγα κακὸν τοὺς πολεμίους εἰργάσαντο, καθ' ὧν οὐ παρ' ἑκόντων ἀφίενται τῶν ἀγόντων αὐτούς; ἀλλ' εἴ ποτε σκυλάκων δίκην ἀποβιάσαιντο, οἱ δὲ πάλιν ἦγξαν αὐτούς, καὶ ἀνεκαλέσαντο, πρὶν κορεσθῆναι δρόμου καὶ φόνου θηρείου. καίτοι καὶ Οὐννιγάρδαις οὐραγίας ἔδει καὶ συντεταγμένου στρατεύματος. ἔδει γάρ, οἶμαι, φάλαγγος, ὥσπερ ἐνεργοῦ μαχαίρας, τὸ μὲν ἀκμαιότερον προβεβλῆσθαι, τὸ δὲ στιβαρώτερον ἐπελαύνεσθαι· οὕτως ἡ πληγὴ τομωτέρα γίνεται. ὅλως δὲ τὸ πλῆθος αὐτῶν ὀλίγον ἐστὶ πρὸς τὸ διαπολεμῆσαι τὸν πόλεμον, ὃς οὐδ' ἂν ἐν τοῖς καθ' ἡμᾶς τόποις διαπολεμηθείη καλῶς. ἀλλ' εἰ μή τις εἰς τὴν ἐκείνων Οὐννιγάρδας διαβιβάσειεν, ἐπὶ τούτους δεῖ πλήθους ἑκατοστύων τεττάρων· μᾶλλον δὲ πρότερον ἔδει τοσούτου πλήθους καὶ στρατηγοῦ, πρὶν ἡμᾶς οἴχεσθαι κομιδῇ, πρὶν εἰς τοσοῦτον αὐξηθῆναι τοῖς πολεμίοις τὰ πράγματα. εἰς τὰ τελευταῖα ταῦτα καὶ γυναῖκες συνεστρατεύσαντο. εἶδον, εἶδον συχνοὶ γυναῖκα μαχαιροφόρον ὁμοῦ καὶ βρέφη τιθηνουμένην.

[3]    Τίς οὐ ζηλοῖ τὸν ἀκίνδυνον πόλεμον; ὑπὲρ ἐμαυτοῦ πεφοβημένος, ὑπὲρ τῶν καιρῶν, ὑπὲρ τῆς πολιτείας αἰσχύνομαι. ὢ τοῦ πάλαι Ῥωμαίων φρονήματος· οἱ πάντα πανταχοῦ νικῶντες, οἱ τὰς ἠπείρους τροπαίοις συνάψαντες, νῦν ὑπὸ δυστήνου καὶ νομαδίτου γένους κινδυνεύουσι ταῖς Ἑλληνίσι Λιβύας προσαποβαλεῖν καὶ τὴν παρ' Αἴγυπτον Ἀλεξάνδρειαν. ἐκεῖνο μεῖζον εἰς λόγον χρημάτων, τοῦτο δὲ εἰς εὐδοξίαν οὐκ ἔλαττον, εἴ τις οἶδεν αἰσχύνεσθαι, καὶ ποιεῖταί τινα λόγον τοῦ πρέποντος. ὢ τοῦ φρονήματος, μεθ' ὅσου τὴν χώραν σεσαγηνεύκασι. τούτοις οὐδὲν οὔτε ὄρος ἄβατον γέγονεν, οὔτε φρούριον ἐρυμνόν· πᾶσαν ἐπεξῆλθον, πᾶσαν διηρευνήσαντο, πᾶσαν ἡλικίαν ἠνδραποδίσαντο. πάλαι ποτὲ τῶν παρ' Ἕλλησι λογογράφων ἀκούω, "γύναια καὶ παιδάρια γνωρίσματα τῶν πορθήσεων ὑπελείπετο". ἀλλὰ παρὰ ταῦτα μάλιστα γέγονε Πενταπόλει. τί γὰρ Αὐσουριανῷ κάλλιον κτῆμα γυναίου καὶ βρέφους, ἵν' αἱ μὲν αὐτοῖς τίκτοιεν, οἱ δὲ ἵνα αὐξηθέντες στρατεύοιντο; εὖνοι γὰρ ἀντὶ τῶν τεκόντων τοῖς θρέψασι γίνονται. ὢ πονηρᾶς ἀποικίας, ἣν ἀποικίζομεν. ἄγεται νεότης αἰχμάλωτος, τὰ τάγματα τῶν πολεμίων αὐξήσουσα· ἥξει δῆμος ἐπὶ τὴν ἐνεγκοῦσαν πολέμιος· κερεῖ νεανίας τὴν γῆν, ἣν μειράκιον ἔτι μετὰ τοῦ πατρὸς ἐξειργάσατο. νῦν ἐν ὁδῷ· νῦν ἀπάγεται· νῦν ἔτι δεσμῶτις ἡ Πενταπόλεως ἐφηβεία· ἀμύνει δὲ οὐδείς, οὐδὲ δύναται. καίτοι φασὶ προθυμεῖσθαι τὸν στρατηγόν· ἀλλ' οὐ γὰρ ἐῶσιν Ἀλεξανδρέων οἱ κακῇ μοίρᾳ Πενταπόλεως ἐν αὐτῇ στρατευσάμενοι. τί γὰρ ἄν τις αἰτιάσαιτο τὸν ἀναίτιον, ᾧ καὶ γῆρας βαθὺ καὶ νόσου καταβολὴ πολυχρόνιος τὴν συγγνώμην ἐμνήστευσε; καίτοι ῥᾷστον ἦν, εἰ στρατηγῶν ηὐτυχήσαμεν, ὑπερήφανον στράτευμα καὶ προσκεκοφὸς τῷ θεῷ δίκην ἀσεβείας εἰσπράξασθαι. ποίων ἱερῶν οὗτοι, ποίων ὁσίων ἐφείσαντο; οὐ πολλαχοῦ τοῦ τῶν Βαρκαίων πεδίου τὰ νεοσκαφῆ τῶν μνημάτων ἀνέχωσαν; οὐ παρὰ τούτων αἱ πανταχοῦ τῆς ὑφ' ἡμᾶς Ἀμπελίτιδος ἐκκλησίαι πυρίκαυστοι, καὶ ἐρείπια; οὐ τὰς μὲν τραπέζας τὰς ἱερὰς ὡς βεβήλους ἐπὶ κρεανομίᾳ παρέθεντο, τὰ δὲ μυστικὰ σκεύη τὰ λελειτουργηκότα τῇ δημιουργικῇ σπονδείᾳ τελετὴ δαίμοσιν εἰς τὴν πολεμίαν κομίζεται; τί τούτων ἀνεκτὸν εἰς ἀκοὴν ἐλθεῖν εὐσεβῆ; ὅστις γὰρ ἀξιοῖ μνήμης ἃ κατέσεισαν φρούρια, τὴν σκευαγωγίαν, τὰ ἔπιπλα, τὰς βοῦς, τὰς ὄις, ὅσαι τῶν βαρβαρικῶν λῃστηρίων ἦσαν ἐγκαταλείμματα ταῖς φάραγξιν ἐγκρυπτόμεναι, ἐν τηλικούτοις κακοῖς μικρολογίας αἰτίαν οὐ διαπέφευγε. καίτοι πεντακισχιλίαις που καμήλοις ἐσκευαγώγησαν. ἀριθμῷ δὲ ἀναλύουσι τριπλασίονι, τῇ τῶν αἰχμαλώτων προσθήκῃ τοσούτῳ πλείους γινόμενοι.

[4]    Τέθνηκεν, ἀπέσβη τὰ Πενταπόλεως, τέλος ἔχει, διακεχείρισται, ἀπόλωλεν, οὐκέτ' ἐστὶ παντελῶς, οὔθ' ἡμῖν, οὔτε βασιλεῖ· οὔτε γὰρ βασιλεῖ κτῆμα γένοιτ' ἄν, ὅθεν οὐδὲν ἀποίσεται. τίς δ' ἂν οἴσεται παρὰ τῆς ἐρήμου καρπούς; οὔτ' ἐμοὶ πατρίς, ἣν ἀπολείψω· παρὰ γὰρ ναῦν ἐστί μοι τὸ μὴ οὐκ ἤδη πελάγιον εἶναι καὶ νῆσον περισκοπεῖν. Αἰγύπτῳ γὰρ ἀπιστῶ· κἀκεῖ δύναται διαβῆναι κάμηλος Αὐσουριανὸν ὁπλίτην βαστάσασα. νησιώτης οἰκήσω, πήνης ἀπὸ κτηματικοῦ, μέτοικος, ἀτιμότερος ἀστοῦ Κυθηρίου· πολυπραγμονῶν γὰρ ἤδη μανθάνω Κύθηρα τὸ πέραν εἶναι τῆς Πενταπόλεως· ἐκεῖ με τυχὸν οἴσουσιν ἄνεμοι νότιοι· παρ' ἐκείνοις βιώσομαι ξένος, ἀλήτης. κἂν ἐπιχειρήσω τι περὶ εὐγενείας εἰπεῖν, ἀπιστήσουσιν.

[5]    Ὤ μοι Κυρήνης, ἧς αἱ δημόσιαι κύρβεις μέχρις ἐμοῦ κατάγουσι τὰς ἀφ' Ἡρακλέους διαδοχάς. οὐ γὰρ ἂν εἴην ἀρχαῖος, ἐν εἰδόσιν ὀλοφυρόμενος τὴν καταβεβλημένην εὐγένειαν. ὤ μοι τῶν τάφων, ὧν οὐ μεθέξω, τῶν Δωρικῶν. ὤ μοι Πτολεμαΐδος, ἧς ἀνεδείχθην ὕστατος ἱερεύς. ἀλλὰ προσέστη μοι τὸ δεινόν· οὐκέτι δύναμαι λέγειν· ἐπιλαμβάνεταί μου τῆς γλώττης τὰ δάκρυα· γέγονα πρὸς τὴν φαντασίαν τῆς τῶν ἱερῶν ἀπολείψεως. ἔδει μὲν οἴχεσθαι πλέοντας· ἀλλ' ὅταν ἐπὶ ναῦν τις καλῇ, μικρὸν ἀναμεῖναι δεήσομαι· βαδιοῦμαι γὰρ πρῶτον ἐπὶ τὸν νεὼν τοῦ θεοῦ· κυκλώσομαι τὸ θυσιαστήριον· δάκρυσι βρέξω τὸ τιμαλφέστατον ἔδαφος· οὐκ ἀποδραμοῦμαι πρὶν θύραν ἐκείνην καὶ θρόνον ἐκεῖνον ἀσπάσασθαι. ὢ ποσάκις θεοκλυτήσω τε καὶ μεταστραφήσομαι· ὢ ποσάκις ταῖς κιγκλίσι τὼ χεῖρε προσμάξομαι. ἀλλ' ἰσχυρὸν ἀνάγκη πρᾶγμα καὶ βίαιον. ἐπιθυμῶ δοῦναι τοῖς ὀφθαλμοῖς ὕπνον ἀπερισάλπιστον. μέχρι πότε παρὰ ἔπαλξιν στήσομαι; μέχρι πότε τηρήσω τὸ μεσοπύργιον; ἀπαγορεύω φυλακὰς ἐπιτάττων νυκτερινάς, καὶ φυλάττων ἐν τῷ μέρει καὶ φυλαττόμενος. ὁ πολλὰ πρότερον ἀγρυπνήσας ἐπὶ ταῖς τῶν ἄστρων ἐπιτολαῖς, ἀποκναίομαι νῦν ἐγρηγορῶν ἐπὶ ταῖς τῶν πολεμίων ἐπιδρομαῖς. πρὸς διαμεμετρημένον ὕδωρ καθεύδομεν, καὶ τὸ λαχόν μοι μέρος εἰς ὕπνον ἀφαιρεῖται πολλάκις ὁ κώδων ὁ φυλακτήριος. ἂν δὲ καταμύσω μικρόν, ὢ καὶ τῶν ἐνυπνίων τῶν σκυθρωπῶν, εἰς οἷα παραπέμπουσιν ἡμᾶς αἱ μεθ' ἡμέραν φροντίδες. τὸ λῆξαι πόνων, ἄρξασθαι πόνων ἐστί. φεύγομεν, ἁλισκόμεθα, τιτρωσκόμεθα, δεδέμεθα, πιπρασκόμεθα. ποσάκις ἐξανέστην ἄσμενος, ὅτι δεσπότην ἀπέλιπον· ποσάκις ἐξανέστην ὑπέρασθμος, ἱδρῶτι ῥαινόμενος, ὁμοῦ τὸν ὕπνον καὶ τὸν δρόμον ἀπολιπών, ὃν κατατείνας ἔφευγον ὁπλίτην πολέμιον· μόνοις ἡμῖν Ἡσίοδος οὐδὲν λέγει, τὴν ἐλπίδα τηρήσας εἴσω τοῦ πίθου· πάντες ἀθαρσεῖς καὶ δυσέλπιδες.

[6]    Ὁ πεπαροιμιασμένος βίος ἀβίωτος οὐχ ἕτερός ἐστιν, ὦ ἄνδρες, ἀλλ' ὃν ζῶμεν ἡμεῖς. τίς ἡ διατριβή; τί μέλλομεν; ἀπήχθηται Πεντάπολις τῷ θεῷ· ποιναῖς ἐκδεδόμεθα. ἡ γὰρ ἀκρὶς οὐκ ἔστι κακὸν ἀκριβέστερον, τὸ δὲ πῦρ, ὃ πρὸ τῶν πολεμίων τριῶν πόλεων ἐπενείματο λήια. τί πέρας κακῶν; εἰ τούτων ἄγουσιν ἐλευθερίαν αἱ νῆσοι, ἐγὼ μέν, ὅταν ἀφυβρίσῃ τὸ πέλαγος, πλευσοῦμαι. ἀλλὰ φοβοῦμαι, μὴ προλάβῃ με τὸ δεινόν· πελάζει γὰρ ἡ κυρία τῆς προσβολῆς, ἣν τῇ πόλει, φασίν, ὁ πτεροφόρος ἠπείλησεν, ὁ τοῦ πολεμίου στρατεύματος ἐξηγούμενος. μάλιστα δὴ καιρῶν ἐκεῖνος ἱερεῦσι τὸν ἐπὶ τὰς αὐλὰς τοῦ θεοῦ δρόμον ἀναγκαῖον ἀποφανεῖ, ἂν ἐν χρῷ τῆς πόλεως ὁ κίνδυνος γένηται. ἐγὼ κατὰ χώραν ἐπ' ἐκκλησίας μενῶ· τὰς παναγεῖς προστήσομαι χέρνιβας, προσφύσομαι τῶν κιόνων τῶν ἱερῶν, αἳ τὴν ἄσυλον ἀπὸ γῆς ἀνέχουσι τράπεζαν· ἐκεῖ καὶ ζῶν καθεδοῦμαι, καὶ ἀποθανὼν κείσομαι. λειτουργός εἰμι τοῦ θεοῦ, καὶ τὴν ψυχὴν ἴσως ἀπολειτουργῆσαί με δεῖ. οὐ μὴν ὅ γε θεὸς περιόψεται τὸν βωμὸν τὸν ἀναίμακτον ἱερέως αἵματι μιαινόμενον.

   [Εἴης κράτιστος ἐν λόγοις καὶ πράγμασιν,

   ᾧ πᾶσα, Θαλέλαιε, παιδεία πρέπει].