[457] Εἰκότως, ὦ Ἀθηναῖοι, πολλῶν λόγων ἐδέησε τοῖς ὑπὲρ τῶν Λακεδαιμονίων λέγουσιν, οὐ γὰρ ἦν ἄρα ἁπλᾶ ὥσπερ τὰ Θηβαίων, ἀλλ' ἐδεῖτό τινος κομψοτέρου μοι δοκεῖν ῥήτορος. ἐγὼ δ' εἰμὶ μὲν, ὦ Ἀθηναῖοι, τῶν οὐ πρότερον φίλους Θηβαίους ἤπερ ὑμεῖς ἅπαντες κρινάντων, ὁρῶ δὲ τοῖς μὲν Λακεδαιμονίοις ἐνυπάρχον εἰς τὴν βοήθειαν τὸ μὴ δεῖν μνησικακεῖν, τοῖς δὲ Θηβαίοις αὐτό τε τοῦτο καὶ τὸ ὧν εὖ πεπόνθαμεν δεῖν μεμνῆσθαι. ὥστ' εἰ πεπαῦσθαι δεῖ μισοῦντας, πάλαι πεπαύμεθα Θηβαίους· καὶ εἰ Λακεδαιμονίοις ἰσχυρὸν τὸ μηκέθ' ὑμᾶς κακῶς ποιεῖν δύνασθαι, πολὺ Θηβαίοις ἰσχυρότερον τὸ βουλομένους εὖ ποιεῖν ἐκ πολλοῦ πεφηνέναι. ἐκείνους μὲν οὖν μηκέτ' ἐχθροὺς νομίζειν παραινοῦσιν οὗτοι, τούτους δ' ὁρῶ φίλους ὑπάρχοντας πρὶν καὶ καλεῖν ἡμᾶς. εἰ δὲ τοσοῦτον δύναται τὸ τὴν ἔχθραν καταθέσθαι, ὥστ' εὐθὺς συμμάχους ἔχειν ὑμᾶς, τό γε ἐσχηκέναι πρότερον τοὺς ἑτέρους, ὃ νῦν οὗτοι σπουδάζουσι, ποῦ θήσομεν; καὶ οὐκ ὀφείλειν, ὦ Ἀθηναῖοι, χάριν ὑμᾶς Θηβαίοις τε καὶ Ἀργείοις καταλέγω, πολὺ γὰρ μᾶλλον ὑμῖν Θηβαίους ὀφείλειν νομίζω, ἀλλὰ τοῖς ὑπηργμένοις ὑμῖν πρὸς ἀλλήλους ἀκόλουθα ταῦτ' εἶναί φημι καὶ προσήκοντα. θαυμάζω δ' εἴ τις τὸ μὲν φίλους καὶ συμμάχους ἡμῖν εἶναι Θηβαίους φοβεῖται νομίζων ἰσχυροὺς εἶναι, τὸ δ' ἐχθροὺς καὶ πολεμίους καταστῆναι [458] συμφέρον κρίνει, καὶ Λακεδαιμονίοις μὲν πολεμοῦντας δέδοικεν αὐτοὺς, ἐφ' ὑμᾶς δ' ὅπως ἥξουσι διαπράττεται, καὶ φυλάττεσθαι μὲν κελεύει μή ποθ' ὕστερον ὑμῖν πολεμήσωσιν, ἤδη δὲ εἰς τοῦτο καταστῆναι προτρέπει, καὶ Λακεδαιμονίοις μὲν κελεύει θαρρεῖν κοινωνοῖς ἐπὶ Θηβαίους, ὧν ἐλάττους αὐτούς φησιν εἶναι, Θηβαίοις δ' ἐπὶ τούτους οὐκ ἐᾷ θαρρεῖν, ὥσπερ τὰς τῶν ἀσθενεστάτων συμμαχίας μάλιστ' ὠφελούσας, ἀλλ' οὐ τὰς τῶν οἵους εἶναι Θηβαίους φασὶν οὗτοι. ἐρωτῶσι δὲ τίς ἐγγυητής ἐστι τοῦ Θηβαίους ἐφ' ἑαυτῶν μένειν, ὥσπερ οὐκ ἐξὸν ἡμᾶς ἀντερωτῆσαι τίς δ' ἐγγυητής ἐστι τοῦ Λακεδαιμονίους ἐφ' αὑτῶν μένειν, ἄνπερ τοῦτον τὸν πόλεμον διαθῶνται.
Καὶ μὴν τὸ μέλλον μὲν ἄδηλον, ᾧ πολλῷ χρῶνται κατὰ τῶν Θηβαίων, εἰ δὲ δεῖ τὸ προχείρως βλασφημεῖν καὶ φιλονεικεῖν ἀφιέντας αὐτὰ τἀληθῆ σκοπεῖν, πολὺ πλείων πίστις ἐστὶ Θηβαίοις ἢ Λακεδαιμονίοις· καὶ τούτου μάρτυρας ὑμῖν αὐτοὺς τοὺς ἀντιλέγοντας παρέξομαι. εἰ γάρ τις αὐτοὺς ἔροιτο, εἰπέ μοι, καλῶς ἐποίησαν Λακεδαιμόνιοι τὴν Καδμείαν καταλαβόντες, εἰ φυλάττουσι τὸ ἀρτίως σχῆμα τὸ πλαστόν; οὐ καλῶς, ἐροῦσι δή που. διὰ τί, εἴ τις αὐτοὺς ἐπανέροιτο, παρεσπόνδησαν, φήσουσι. τί γὰρ ἄλλο; οἷς τοίνυν οὐκ ἂν ἔξαρνοι γένοιντο ὑπὲρ αὑτῶν ὡς οὐκ ἠδικήκασι, τούτοις ἥν φημι μαρτυρίαν παρέχονται. ἴστε γὰρ δή που τοῦθ' ὅτι ἐν εἰρήνῃ καὶ σπονδαῖς μάλιστα οἱ τὰ δίκαια ποιεῖν βουλόμενοι κρίνονται· ἐν γὰρ τοῖς πολέμοις οὐχ ὁ τρόπος κύριος, ἀλλ' ὅσ' ἂν ἡ τύχη δῷ καὶ ὁ καιρὸς, ταῦθ' ἕκαστοι μεταλαμβάνουσιν. ὁπότ' οὖν ὅτ' ἦσαν ἀμφότεροι κύριοι γνώμης, Θηβαῖοι μὲν τὰ αὑτῶν πράττειν οἰόμενοι δεῖν ἐφάνησαν, Λακεδαιμόνιοι δ' ἐπιόντες καὶ πλεονεκτοῦντες, πῶς οὐ τῷ παντὶ δεῖ νομίζειν πιστοτέρους Θηβαίους, καὶ τὸν φόβον τοῦτον ἐπὶ τοὺς Λακεδαιμονίους μεταθεῖναι, μή ποτε εὐπορήσαντες δυνάμεως ταυτὸν καὶ πρὸς ἡμᾶς πράξωσι; καὶ γὰρ οὐδὲ ἐκείνῳ ἔγωγ' ἂν πεισθείην, ὡς διὰ Βοιωτίας μὲν διεξιόντες τότ' εἰσῆλθον εἰς Θηβαίους τῷ καιρῷ χρησάμενοι, ὑμῶν δ' εἰ τὸν αὐτὸν τοῦτον ἔσχον, ἀπέσχοντ' [459] ἂν ἑκόντες, οἳ μετὰ τῶν Θηβαίων ἐναντία αὐτοῖς πεπολεμηκότες ἦτε. ὥσπερ τοίνυν, εἰ τῷ ὄντι τοῦθ' ὑμῖν συνέβη, δικαίως ἂν αὐτοὺς φυλάττεσθαι δεῖν ᾤεσθε τὸ λοιπὸν, οὕτως ἐπειδὴ συμβὰν ἂν, εἰ καιρὸς ὑπῆρξε, φαίνεται, μηδὲν ἧττον φυλάττεσθε. ὧν τε γὰρ τοῖς Θηβαίοις ἀπεμνημονεύκασι κεκοινωνήκατε δή που καὶ ἡ ἐξ ἀρχῆς οἰκεία διαφορὰ πρόσεστιν. ὥσθ' ὅσῳπερ ἂν τοῖς Θηβαίοις πικρῶς ἔχωσι, διπλάσιον χρὴ δοκεῖν ὑμῖν ὃ νῦν διὰ τὴν χρείαν ἐπικρύπτονται. ἔτι τοίνυν Θηβαίους μὲν οὐδεπώποτε τῆς ἡγεμονίας ἴσασι τυχόντας, οὐδὲ παρ' ἑκόντων τῶν Ἑλλήνων, ὑμᾶς δὲ πολλοῖς ἔτεσι μείναντας ἐπ' αὐτῆς, τὸ μὲν πρῶτον εὐνοίᾳ λαβόντας, τὸ πλέον δ' ὕστερον δυνάμει κατασχόντας· λέγουσι δ' ἀεὶ πάτριον εἶναι σφίσιν ἡγεῖσθαι τῶν Ἑλλήνων, καὶ τοῦτο μὲν ἐν τῷ πρὸς τὸν Πέρσην πολέμῳ κατ' ἀμφότερα ἡγοῦντο, τοῦτο δ' ἡνίκα τὴν ἡμετέραν ἀρχὴν κατέλυσαν. ταῦτ' οὖν οὐ πάσης ἀδείας ἐστὶ μεστὰ, οὐδ' ὅσην οἴεταί τις εὐμάρειαν ἔχει. Θηβαῖοι δὲ κἂν αὐτοί μοι σύμβουλοι γενέσθαι δοκοῦσιν ὡς οὐ χρὴ τῶν ἡμετέρων οὐδὲν παρασπᾶν, οὐδ' ἐμβαίνειν εἰς τὴν θάλατταν, ἣ πᾶσι μᾶλλον ἢ 'κείνοις προσήκει. ἃ γὰρ μὴ συνίσασιν αὑτοῖς ποτε σχοῦσι, ταῦτ' οὐδὲ ζητεῖν ἀξιώσουσι· Λακεδαιμονίοις δ' ἐπεξιόντες καὶ τἀκείνων καθαιροῦντες οὐκ ἀξιώσουσιν οὐδένα αὐτοῖς νεμεσᾶν. εἰ φαίνονται τοίνυν ἐκ τούτων Θηβαῖοι μὲν Λακεδαιμονίοις, οὐχ ὑμῖν, κακόνοι, Λακεδαιμόνιοι δ' ὑμῖν πολὺ μᾶλλον ἢ Θηβαίοις, πῶς οὐ κατ' ἀμφότερα τὰ Θηβαίων αἱρετώτερα; αὐτὸ γὰρ τοῦτο τὸ τοὺς ὑμετέρους ἐχθροὺς μισοῦντας ὑπάρχειν αὐτοὺς πῶς οὐ σφόδρα ὑπὲρ ὑμῶν ἐστιν, ἄνευ τοῦ μηδὲν ὑπολείπεσθαι πρὸς ὑμᾶς πρᾶγμ' αὐτοῖς; Ἔστι τοίνυν καὶ παρ' αὐτῆς τῆς πρεσβείας μαρτυρία τις ὑπάρχουσα. νυνὶ γὰρ Λακεδαιμονίους μὲν ἡ συμφορὰ δεῦρ' ἦχε καὶ ὁ καιρὸς, ὃ πίστεως οὐδεμιᾶς ἐστι δεῖγμα οὐδὲ τοῦ φιλανθρώπως ἔχειν ὑμῖν, Θηβαῖοι δὲ νενικηκότες ἥκουσι καὶ παρακαλοῦσι μετέχειν ὑμᾶς ὧν ηὐτυχήκασιν· [460] οὗ τί γένοιτ' ἂν μεῖζον σύμβολον τοῦ πιστῶς ἔχειν ὑμῖν; ἆρ' οὐκ ἐξ ἁπάντων ἀδεέστερα καὶ ἀδολώτερα φαίνεται; εἰ δὲ δεῖ πρὸς ἀναιδῆ διαβολὴν εὐγνωμοσύνης ὑπερβολῇ χρήσασθαι, τὸ μὲν μέλλον ἀφῶμεν· πολλὰ γὰρ ἐν τῷ παντὶ χρόνῳ γένοιτ' ἂν ἃ καὶ προειδέναι ἀμήχανον καὶ προπιστεύειν οὐκ ἔνεστιν· ἐκ δὲ τῶν ἤδη γεγενημένων καὶ περὶ ὧν οὐδεμία τίς ἐστιν ἀμφισβήτησις, Θηβαίους αἱρούμενοι τὰ δίκαια ποιήσοντες ἐσμὲν δῆλοι, τοῦτο μὲν ἀνθ' ὧν ὑπῆρξαν εἰς ὑμᾶς εὐεργεσιῶν, τοῦτο δὲ ἀνθ' ὧν διὰ ταῦτα καὶ πρότερον αὐτοὺς προσηκάμεθα, τοῦτο δὲ ἀνθ' ὧν Λακεδαιμόνιοι καὶ ἡμῖν ἀμέτρως κἀκείνοις ἀδίκως κέχρηνται. εἰ δ' ὑπὲρ μὲν τοῦ μέλλοντος οὐκ ἐνέσται διισχυρίσασθαι, τὰ παρελθόντα δὲ ἀφ' ὧν τὸ δίκαιον κρίνεται σιωπᾶν ἡμῖν προστάξουσιν οἱ μέχρι τοσούτου φιλοῦντες Λακεδαιμονίους, ὅσον τοῦ Θηβαίους μισεῖν ἀφελεῖν ἦν ἄξιον, ἄλλο τι λοιπὸν ἢ νεύματι τὴν βοήθειαν δεήσει δεικνύναι; οὐ γὰρ εἰπεῖν γε δήπουθεν οὐδὲν ἐξέσται. καὶ τίς ἂν ταύτης τῆς ἀλογίας ἀνάσχοιτο; ἄξιον δ' ἐτάσαι τὴν Λακεδαιμονίων δεινότητα καὶ τὸν τρόπον ὅντινα ἀεὶ χρῶνται τοῖς πράγμασιν. οὗτοι πολεμήσαντες ἡμῖν πολέμους δύο, τόν τε Δεκελεικὸν τὸν πρότερον καὶ τὸν ὕστερον τουτονὶ τὸν Κορινθιακὸν, πῶς ἐχρήσαντο ἀμφοτέροις; ἐπ' ἐκεῖνόν τε βασιλέα σύμμαχον ἐκάλεσαν, δι' οὗ μάλιστα ἡγοῦντο ἡμᾶς καταλύσειν, καὶ τοῦτον διὰ τοῦ αὐτοῦ τούτου κατέθεντο πέμψαντες Ἀνταλκίδην, ὃς ἐξέδωκε τοὺς Ἕλληνας αὐτῷ, μισθὸν τῆς εἰρήνης, καὶ ταύτην τελευτὴν ἀμφοτέροις ἐπέθηκαν. εἶτα Λακεδαιμονίους μὲν οὐδὲν κωλύσει δι' ὅτου ποτ' ἂν οἴωνται τρόπου πλέον ἕξειν, τούτῳ χρῆσθαι, ἡμεῖς δ' εἴ τινας τῶν ὑπαρχόντων ἰσχυροὺς ἡ τύχη πεποίηκε, τούτους ἐγκαταλείψομεν; καὶ μὴν οὐ τηλικοῦτόν ἐστι τὸ Ἀθηναίους Θηβαίοις προσθέσθαι κατὰ Λακεδαιμονίων, ἡλίκον τὸ Λακεδαιμονίους τῷ Πέρσῃ προσθεμένους ἐκδοῦναι τοὺς Ἕλληνας. ἢ ὅμοιον Ἴωνας καὶ Αἰολέας καὶ Δωριέας προέσθαι διαπραττομένους αὐτούς τι καὶ μηδένας ἀνθρώπων προδιδόντας τοῖς ἀστυγείτοσι [461] καὶ συμμάχοις τὰ δίκαια φυλάξαι; ἢ δέδιμεν μή τιν' ἔχωμεν ἰσχυρὸν σύμμαχον; καὶ τί γένοιτ' ἂν αἴσχιον ἢ εἴ τις ἀκούσειεν ὅτι Ἀθηναῖοι βούλονται μηδένα τῶν αὐτῶν συμμάχων εὐτυχεῖν; καὶ μὴν εἰ τοὺς ἔχοντας δύναμιν φευξόμεθα, τίνας εὐξόμεθ' ὑμῖν ὑπάρχειν; ἡμεῖς Κερκυραίους ποτ' ἐδεξάμεθα ἐκσπόνδους ὄντας, συμφέρειν κρίναντες δηλονότι προκαταλαβεῖν αὐτοὺς, ἐπειδήπερ ἴσχυον, καὶ νῦν εὖ οἶδ' ὅτι, εἰ τοῖς Θηβαίοις μηδὲν ὑπῆρχε κοινὸν πρὸς τὴν πόλιν, ἄλλως δ' ἔχοντες δύναμιν ἑωρῶντο, πάντες ἂν ἔφασκον περὶ πλείστου ποιεῖσθαι οἰκειώσασθαι τοὺς ἄνδρας καὶ ἐφ' ἡμᾶς ἀγαγεῖν καὶ δι' ἡμῶν ποιήσασθαι. νῦν τοίνυν ἥκουσιν αὐτόματοι, καὶ τοῦτό εἰσι πεπεισμένοι συνεζεῦχθαι τῇ πόλει καὶ μὴ ἀποστατεῖν, ἄν τις αὐτοὺς δέχηται. καίτοι φρουρὰν μὲν ἤδη τινὲς ἐγκαταστᾶσαν ἐξέβαλον καὶ ὑποκύψαντες βίᾳ κατέδραμον, καὶ πάνθ' ὡς εἰπεῖν ὅσ' ἂν ἐκ προσαγωγῆς πραχθῇ ῥᾳδίως ἐπὶ καιροῦ λύεται· εὔνοια δ' ἑκούσιος, μέχρι ἂν τῶν δικαίων τυγχάνῃ, διαρκέστατόν ἐστι.
Σκοπῶ δὲ κἀκεῖνο, εἰ μὴ ἐποιήσαντο τὴν εἰρήνην οἱ Λακεδαιμόνιοι ταύτην δὴ τὴν καλὴν, ἆρ' ἄλλο τι ἢ πολεμοῦντες ἂν διετελοῦμεν πρὸς αὐτοὺς μέχρι νῦν, ἡμεῖς τε καὶ οἱ Θηβαῖοι, συνεστηκότες ὡς συνεστήκειμεν. εὔδηλον τοῦτ' ἔστιν. εἰ τοίνυν μηδὲν ἐπεξαμαρτόντες πολεμίοις ἂν ἐχρῶνθ' ἡμῖν, πῶς οὐ νῦν τοῖς αὐτοῖς χρήσονται δικαίως, ὅτε καὶ τοῦτ' αὐτὸ προσηδικήκασι, τὸ τοιαύτην εἰρήνην συνθέσθαι; εἰ δὲ δὴ καὶ μὴ συντέθεινται μόνον, ἀλλὰ καὶ παραβεβήκασιν αὐτὴν ταύτην, πῶς οὐκέτι μᾶλλον ἐπ' αὐτοὺς βοηθητέον; οὐ γὰρ λύει τὴν ἐκείνων κατηγορίαν ἡ μὴ Θηβαίων δύναμις νῦν· οὐ γὰρ διὰ τοῦτο ἐπῆλθον αὐτοῖς, ἵν' ἰσχυροὺς ποιήσωσιν, οὐδ' ἵνα ταῦθ' ἃ νῦν πάθωσιν ὑπ' αὐτῶν ‑ καὶ γὰρ ἂν ἐμεμήνεσαν, εἰ ταῦτ' ἐσπούδαζον ‑ ἀλλ' οἶμαι ταῦτα μὲν τύχῃ γέγονε, τὸ δ' ἐκείνων βούλευμα ἕτερον ἦν· ἡ δὲ τοῦ δικαίου τάξις, ἐάν τε ἀσθενὴς ἐάν τε ἰσχυρὸς ὁ ἐπιβουλευθεὶς ᾖ, τὸν αὐτὸν ἔχει λόγον. μάθοιτε δ' ἂν μάλιστα εἰ σκέψαισθε ἐκείνως. εἰ μὴ ἐπὶ τοὺς Θηβαίους, ἀλλ' ἐφ' ὑμᾶς ἦλθον καὶ κατέλαβον [462] τὴν ἀκρόπολιν, πῶς ἂν ἠξιοῦτε; συναλγεῖν ἡμῖν τούτους, ἢ ἐφήδεσθαι, ἢ τί φρονεῖν; ἃ γὰρ παρὰ τούτων τότ' ἂν δικαίως ἀπῃτήσατε, ταῦθ' ὑμᾶς τούτοις ἔδει νῦν εἰσενεγκεῖν, ἐπειδήπερ προενέπεσον τῇ τούτων πλεονεξίᾳ βούλομαι δὲ πυθέσθαι παρὰ τῶν κατοδυρομένων τοὺς Λακεδαιμονίους, πότερον ὑπὲρ τῆς σωτηρίας αὐτῶν σπουδάζουσιν, ἢ ὑπὲρ τῆς ἡγεμονίας. εἰ μὲν γὰρ ὑπὲρ τῆς ἡγεμονίας, οὐκ ᾤμην ἔγωγε δεῖν τοῦτο φροντίζειν, ὅπως Λακεδαιμόνιοι δυναστεύσωσιν, εἰ δὲ ὑπὲρ τῆς σωτηρίας, τί ἐπείγονται; ἔνεστι γὰρ καὶ Λακεδαιμονίους καταπολεμηθῆναι καὶ τὴν Σπάρτην εἶναι, τοῦτο δὴ τὸ αἰδέσιμον αὐτοῖς· εἰ μὴ τοῦτο λέγουσιν ὡς, ἐὰν μὴ ἄρχωσι τῶν Ἑλλήνων μηδ' ἅπερ βούλονται δύνωνται ποιεῖν, οὐδὲ τῆς σωτηρίας προσδέονται, ἀλλ' ἀπολέσθαι μᾶλλον αἱροῦνται. εἰ δ' οὕτως ἔχουσιν, οὐ σφόδρα εἰσὶ ταπεινοί· ἐπεὶ καὶ Θηβαίους ἔγωγε νομίζω σφόδρα ἂν ἀσμένως ὑμῖν ὑπακοῦσαι πρὸ αὐτῶν, ἐὰν κατειργασμένοι τὸν πόλεμον περισῶσαι τὴν πόλιν βούλησθε. ὅταν γὰρ αὐτὸ τοῦτο δι' ὑμῶν ἴδωσιν αὑτοῖς γεγονὸς, τὸ ἔχειν ὅ τι ἂν βούλωνται χρήσασθαι Λακεδαιμονίοις, πῶς οὐχ ὅ τι ἂν ὑμεῖς κελεύητε αἱρήσονται, ἢ τίνα καὶ φήσουσιν ὑμῖν ἀποδώσειν χάριν τῆς συμμαχίας καὶ τῶν ἔργων, εἰ τὴν διὰ τῆς ψήφου μὴ ἀντιδώσουσι; τί δ' ἂν φθάσωσιν ἀναιρεθέντες οἱ Λακεδαιμόνιοι; καὶ πῶς τοῦτο γένοιτ' ἄν; εἰ πάντες νὴ Δία παρατάξαιντο. ἀλλὰ μάλιστα μὲν οὐδέποτ' ἂν τοῦτο γένοιτο. οὐ γὰρ ἂν δή που τούς γε παῖδας καὶ τὰς γυναῖκας μεθ' αὑτῶν ἐξαγάγοιεν. ἔπειτ' ἔγωγε ἀντερήσομαι, τί οὖν ἂν οἱ Θηβαῖοι πανδημεὶ πταίσωσι, συνεστηκότων ἡμῶν τοῖς Λακεδαιμονίοις; οὐχ ὑπερβεβηκότες τὸν ὅρον τῆς βοηθείας ἐσόμεθα; πότερον οὖν ἀναιρήσομεν αὐτούς; καὶ πῶς ἀνεκτόν; ἀλλὰ πάλιν μετ' αὐτῶν ἐσόμεθα; καὶ τί ἔσται πέρας, ἄν γε πάλιν τοὺς Λακεδαιμονίους μειζόνως ἀμυνώμεθα; οὐ γὰρ δὴ τρυτάνην γε εἰς τὸν πόλεμον κομίσαντες ἐπὶ ταύτης τὰ πράγματα στήσομεν, ἀλλὰ δεῖ τάξιν ἐξ ἀρχῆς ἑλομένους ἀντέχεσθαι τῆς ῥοπῆς, καὶ μὴ τὸ τῶν πλεόντων μεταστρέψαι πρὸς τὸν ἐλάττω διατοιχοῦντας ἀεί.
Ἐπειδὴ τοίνυν τὸ μὲν μὴ εἶναι ταμιεύσασθαι τὸν [463] πόλεμον κοινόν ἐστιν ἐπ' ἀμφοῖν, δεῖ δὲ τοὺς ἑτέρους ἑλομένους μὴ καταλιπεῖν μηδὲ προδοῦναι, σκοπῶμεν ποτέρων μᾶλλον προνοηθῆναι προσήκει. φέρε δὴ πρὸς τοῦ Πλαταιᾶσιν ἐλευθερίου καὶ τῶν τριάκοντα τυράννων, εἰ ὅτε πρῶτον καθίσταντο πρὸς ἀλλήλους εἰς πόλεμον πρέσβεις πεμψάντων, ἀκούσαντες ἀμφοτέρων ἐπὶ τοὺς Λακεδαιμονίους ἀπεκλίναμεν κἀκείνους εἱλόμεθα, οὐκ ἂν τοῦτο ἰσχυρότατον ἦν τοῖς νῦν ὑπὲρ αὐτῶν λέγουσιν, ὅτι ἤδη τῶν Θηβαίων κατέγνωτε καὶ οὐ δεῖ παριδεῖν οὓς τότ' ἐποιήσασθε συμμάχους; εἰ τοίνυν οὐκ ἐπὶ Θηβαίους, ἀλλ' ὑπὲρ Θηβαίων τότ' ἐξήλθετε καὶ τὴν αὐτὴν ἀεὶ λοιπὸν ἔχοντες τάξιν αὐτοῖς διετελεῖτε, οὐκ ἰσχύσει νῦν ἡμῖν πάλιν τοῦτο, ὃ τότ' ἂν τούτοις; ὅπου δὲ καὶ πρὶν ἐλθεῖν ἐπὶ τὴν Καδμείαν Λακεδαιμονίους εἵλεσθε τούτους, πῶς νῦν μεταθήσεσθε, ὁπότ' εἰ καὶ μετ' ἐκείνων ἦτε, τοὺς ἠδικημένους ἀνταλλάξασθαι προσῆκε; καὶ μὴν εἴ γε ἀπήλαυνον ἡμᾶς οἱ Θηβαῖοι καὶ μὴ ἐδέχοντο, ὑβρίζειν ἅπαντες ἂν ἔφασκον αὐτοὺς καὶ δεινὰ ποιεῖν καὶ μετατάττεσθαι συνεβούλευον ἂν ὑμῖν. εἰ τοίνυν ἔχονται, ποθοῦσι, καλοῦσιν, οὐχ ἧττον ὑμῶν συστρατευομένων ἢ τῆς νίκης αὐτῆς δέονται, τοῦτ' αὖ παρ' οὐδὲν θήσομεν; ἀλλ' οὐκ ἄξιον. πῶς οὖν συμμαχήσομεν αὐτοῖς καὶ ἐπὶ τῷ; τουτὶ γὰρ ἀρτίως ἐλέγετο. ἐγὼ δὲ ὅλως μὲν ἄνευ τοῦ μὴ θαυμάζειν λέγω τὸν εἰπόντα ὡς δεινὸν καὶ γελοῖον ἡγοῦμαι τοῦτο τὸ ἐρώτημα· οὐ γὰρ συμμάχους γενομένους ἢ οὕτως ἢ 'κείνως τότ' ἔδει ζητεῖν εἰ χρὴ βοηθεῖν, ἀλλ' ὑπὲρ τῆς συμμαχίας σκεψαμένους τότ' ἐφ' οἷστισιν ἔσται κοινῇ γνώμῃ σκοπεῖν. ἔπειτ' ἔγωγε πρόχειρον ἔχω τοῦτ' ἀποκρίνασθαι τοῖς ἤδη βουλομένοις εἰδέναι, ἐφ' οἷσπερ πρότερον. καλοῦσι δὲ δήπουθεν ὑμᾶς ὥσπερ καὶ τότε, ὥστε πῶς οὐ συγχωρήσουσιν; ἀλλ' εἰ δεῖ προαρπάζειν τὸν καιρὸν, ἐπὶ Λακεδαιμονίων ταυτὸν τοῦτο σκοπῶμεν. πολὺ γὰρ τὸ ἐκείνων χαλεπώτερον εὑρήσομεν ὄν. εἰ γὰρ ἐφ' οἷς πρότερον βουλήσονται συμμάχοις ἡμῖν χρῆσθαι, καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἡγεῖσθαι βουλήσονται. ἱκέτας δὲ καὶ προστάτας [464] τοὺς αὐτοὺς μὰ τοὺς θεοὺς ἔγωγε οὐκ ἐπινοῶ. ἀλλὰ κἂν ἐξ ἴσου δέῃ τὴν συμμαχίαν ποιεῖσθαι, θαρρῶν ἂν εἴποιμι Θηβαίους μᾶλλον αἱρεῖσθαι, οὓς ὅτι κρείττους Λακεδαιμονίων αὐτοὶ λέγουσιν οὗτοι. τὸ δὲ τοῖς κεκρατημένοις καὶ τοῖς ἠτυχηκόσιν εἰς ἴσον ἐλθεῖν οὐδ' ὑπερβολὴν αἰσχύνης ἀπολιπεῖν νομίζω. πότε γὰρ πλεῖον, ὦ Ἀθηναῖοι, Λακεδαιμονίων ἔξομεν, εἰ νῦν ὅτ' εἰς χρείαν ἡμῶν ἐληλύθασιν, ἐξ ἴσου γιγνόμενοι στέρξομεν; εἰ δ' ἐπωνυμίας σεμνότητα σκοποῦσιν, ἢ πρὸς δόξαν ὀνόματος τὰ τοιαῦτα κρίνουσιν, ἀρχηγέται Θηβαῖοι τούτων εἰσὶν οὓς θαυμάζουσι. μὴ οὖν ὡς φαυλοτέρους ἀναινέσθων, ἐπεὶ ὅτι γε εὐπρέπεια ταῦτ' ἐστὶ ῥημάτων καὶ οὐδὲν οἷον ἂν δόξειέ τις ἐγὼ δείξω ῥᾳδίως ἐπ' αὐτοφώρῳ. εἰ γὰρ ἠτυχήκασι Λακεδαιμόνιοι καὶ καταπεπτώκασι καὶ οὐδ' ὁτιοῦν αὐτοῖς καταλείπεται, παραδόντες αὑτοὺς καὶ εἰσαγαγόντες ὑμᾶς εἰς τὴν πόλιν, ὥσπερ εἰς τὴν ἡμετέραν αὐτοί ποτ' εἰσῆλθον, οὕτως εὑρισκέσθων τὴν σωτηρίαν· καὶ μὰ τὸν Δί' οὐ πολλοί με φθάσουσιν, ἀλλὰ πρῶτος ἀναστὰς κελεύσω τοῖς Θηβαίοις ἀνταίρειν, ἂν μὴ πείθωνται λόγῳ μηδ' ἀπέχωνται τῶν ἀνδρῶν. ἀλλ' οὐ ποιήσουσιν οὐδέποτ', οἶμαι, ταῦτα Λακεδαιμόνιοι· πόθεν; ἐπεὶ καλῶ τοὺς πρέσβεις, καὶ θεωρεῖτε. μικρὸν οὖν ὕστερον ὑμῖν ἐξέσται τούτου πεῖραν λαβεῖν· νῦν δ' ἔτι μοι μικρὸν προσθεῖναι δότε. ὑπῆλθε γάρ με λέγοντα μεταξὺ τὸ τῆς παλαιᾶς βοηθείας, ἣν ἐν τοῖς ἐσχάτοις καιροῖς λαβόντες παρ' ἡμῶν αἰτήσαντες αὐτοὶ τὸν αὐτὸν τρόπον ὅνπερ νῦν ἐλθόντες κατέπεμψαν, συνεστηκότος μὲν τοῦ πολέμου καὶ ἀκμάζοντος αὐτοῖς, ὄντες δ' ἐν χρείᾳ συμμάχων, τοῖς δ' ἄλλοις ἅπασι τοῖς παροῦσι χρώμενοι, καὶ οὐδ' ἂν αὐτῶν αἰτουμένων συγχωρήσαντες ἀπελθεῖν ἐκείνων οὐδέσιν. ἂν οὖν, ὦ Ἀθηναῖοι, καὶ νῦν ταυτὸν ποιήσωσι καὶ φῶσι μηκέτι χρῄζειν ὑμῶν. ἤτοι νὴ Δί' ὑποπτεύσαντες ἢ καὶ ὁπωσοῦν δόξαν αὐτοῖς, οἱ δ' ἄνδρες ὑβρισταὶ καὶ κρυψίνοι, ἦ που χαρίεντα πεπονθότες ἄπιμεν καὶ ὑπ' ἐκείνων ὑβρισμένοι καὶ τούτους παρεορακότες, ἐχθροὺς δ' ἀμφοτέρους ἔχοντες τὸ λοιπόν.
[465] Ἐμοὶ δὲ καὶ τοῦτο θαυμαστὸν φαίνεται, εἴ τις τὸ μὲν Θηβαίους μόνους ἀντιπάλους ἡμῖν καταλειφθῆναι δέδιε, τὸ δὲ πρὸς ἀμφοτέρους ἡμῖν εἶναι τὸν λόγον οὐδενὸς ἄξιον κρίνει φόβου. νὴ Δί' ἀλλ' ὄντων τῶν τροπαίων οὐκ ἄξιον καταπολεμῆσαι Λακεδαιμονίους. ἡμεῖς δὲ αὐτοὺς τοὺς εἰσηγησαμένους ἡμῶν πολίτας, δι' ὧν ταῦτα ἀνεστήσαμεν, οὐκ ἀφήκαμεν διὰ ταῦτα, ὅτ' ἠδικηκότας ὕστερον εὕρομεν, ἀλλὰ τοῦτο μὲν Μιλτιάδην ἐν τῷ δεσμωτηρίῳ τελευτήσαντα οὐκ ἐκρίναμεν παρ' ἀξίαν ἀπολωλέναι, τοῦτο δὲ τὸν τῶν καλλίστων ἔργων σύμβουλον καὶ στρατηγὸν γενόμενον Θεμιστοκλέα φυγάδα ἐποιήσαμεν, ἀποκτεῖναι παρόντα λαβεῖν οὐ δυνηθέντες. πῶς οὖν οὐ δεινὸν αὐτοῖς μὲν ὑμῖν οὕτω κεχρημένους ὑμᾶς ὑπάρχειν δι' ὧν ὁστισοῦν τὰς τότε πράξεις. κατωρθῶσθαι μᾶλλον ἂν ἢ διὰ Λακεδαιμονίων εἴποι, Λακεδαιμονίους δ' ἀφεῖναι δι' ἐκείνας καθελεῖν, εἰληφότας καιρόν; καὶ μὴν ὅτι καὶ τὸ σχῆμα βέλτιον τοῦ πρὸς αὐτοὺς πολέμου ἤπερ τοῦ ὑπὲρ αὐτῶν εἴσεσθε ῥᾳδίως. ἐν ἐκείνῳ μὲν γάρ ἐστι τὸ μετὰ τῶν ἀσθενεστέρων εἶναι δοκεῖν, ὅπερ εἶναι γενναῖον οὗτοί φασιν· ἐν τούτῳ δ' ἀντὶ μὲν τούτου σὺν τοῖς ἠδικημένοις εἶναι, μεῖζον ὂν εἰς σεμνότητα· ὃ δὲ σφαλερὸν πρόσεστιν ἐκείνῳ, τοῦτ' ἐκπεφευγέναι διὰ τὸ βελτίους τοὺς κοινωνοὺς ἔχειν. ὃ δ' ἀσφαλείᾳ νικᾷ δόξῃ παρισούμενον, πῶς οὐ κάλλιον ὁστισοῦν ἂν κρίνοι σωφρονῶν; δείκνυμι μὲν δὴ ταῦτα· λέγειν δὲ καὶ κάλλιον καὶ δικαιότερον τὸ δόξαν ὑμῖν ἀνάγκη κἀμοὶ, καὶ μὴ λέγειν μόνον, ἀλλὰ καὶ συμπράττειν προθύμως.