2420 156 0 2 0 0 IV d. C. Retorica Libanius VIII Declamationes Foerster, R., Leipzig, Teubner, 1922 Rist. 1997, Hildesheim, Olms. 39

Libanius - Declamatio VIII

Ἐκ τοῦ ἐναντίου ὁ Ἄρης.

[1]   Ἀκηκόατε μὲν λοιδορίας μᾶλλον ἢ κατηγορίας, ὦ θεοί, καίτοι καὶ ὑμᾶς ἡγοῦμαι δεῦρ' ἥκειν οὐ ταῦτα ἐλπίσαντας, ὅτι Ποσειδῶν ὁ μέγας οὑτοσὶ πλείοσι βλασφημίαις ἢ περὶ ὧν ἔλαχέ μοι τὴν δίκην χρήσεται λόγοις. ὁ δ' οὕτως αὐτὸ πάνυ πεποίηκεν ὥστε καὶ προσίστατο τὸ γιγνόμενον ὑμῖν, ᾐσθόμην γάρ. ἐγὼ δὲ οὐ ταὐτὸν ποιήσω πρὸς τοῦτον. ἄτοπον γάρ, εἰ ἃ μὴ καλῶς πεπρᾶχθαί φημι μιμήσομαι. ἀλλ' ὅπερ ἐστὶ καὶ δίκαιον καὶ θεῷ πρέπον, πειράσομαι δεῖξαι μηδὲν ἠδικηκότα ἐμαυτόν, καλῶς δὲ ἃ δέδρακα δράσαντα. περὶ δὲ τούτου, κἂν ᾖ μοι τι πικρὸν ἔξω τοῦ ἀγῶνος εἰπεῖν, φείσομαι.

[2]    Ἔδει μὲν οὖν τὸν κατήγορον τοῦτον, εἴπερ ἐβουλεύετο καλῶς, κἂν εἴ τις ἕτερος ἐπεχείρει με κρίνειν καὶ τὰ τετολμημένα Ἁλιρροθίῳ φέρειν εἰς μέσον, αὐτὸν πάσῃ σπουδῇ κωλύειν καὶ ὅπως μηδεὶς ὑμῶν ταῦτ' ἐνταῦθ' ἀκούσεται ζητεῖν· νῦν δ' αὐτὸς ὢν ὁ τὴν δίκην μοι λαχὼν ἔοικεν οὐχ ὁρᾶν ἐχθροῦ τῷ τεθνεῶτι μᾶλλον ἢ πατρὸς ἔργον ποιῶν εἰς τὸ δικαστήριον εἰσάγων τὴν τοῦ παιδὸς κακίαν. ἐν οἷς γὰρ ἔχω τὴν ἀπολογίαν, Ἁλιρροθίου ταῦτ' ἔστι κατηγορία, ἃ οὔτ' ἂν μὴ λέγειν δυναίμην καὶ ἐμαυτὸν προδοῦναι λέγοντός τε πᾶσα ἀνάγκη πονηρὸν ἐκεῖνον δοκεῖν. οὕτως ἀμείνων ἂν ἦν πατὴρ τὴν ἡσυχίαν ἄγων ἢ τῷ κήδεσθαι δοκεῖν τοιούτων αἴτιος αὐτῷ καθιστάμενος.

[3]

   Αὐτὰ δὲ ὑμῖν τὰ πεπραγμένα μετὰ τῆς ἀληθείας διηγήσομαι, ὃ καὶ τὸν κατήγορον ἠξίουν πεποιηκέναι, νῦν δ' οὐδὲν ἀδικεῖν ἡγεῖται ψευδόμενος καὶ ταῦτα ἐν θεοῖς δικασταῖς.

[4]    Ἔστι μοι θυγάτηρ Ἀλκίππη, ἣν καὶ ὑμεῖς ἴστε. ταύτην λέγω τὴν περὶ τὰ μέγιστα ἠδικημένην, τὴν καλήν, οὐ γὰρ ἀρνοῦμαι. ἡ δ' ὅσῳ μᾶλλον ἦν καλή, τοσούτῳ πλείονας ἤκουε παρ' ἐμοῦ περὶ σωφροσύνης λόγους καθ' ἑκάστην ὡς εἰπεῖν τὴν ἡμέραν, ὅτι, ὦ θύγατερ, ἀπόβλεπτος μὲν εἶ διὰ τὴν ὥραν καὶ πολλοὺς ἕξεις διὰ τοῦτο τοὺς ἐπιβουλεύσοντας, νίκησον δὲ κάλλει κάλλος τῷ τῆς ψυχῆς τὸ τοῦ σώματος. κάλλος δὲ ψυχῆς ἐν παρθένῳ σωφροσύνη καὶ τὸ διατηρῆσαι τοῦτο ἀκριβῶς μέχρι γάμων. ἐπῄνει ταῦτα καὶ ἐδέχετο καὶ πρὸς αὑτὴν πολλὰ τοιαῦτα διειλέχθαι πολλάκις ἀπεκρίνετο καὶ ἐσωφρόνει.

[5] παῖδα δὲ οὗτος ἐσχηκὼς ὃν ὀδύρεται νῦν Ἁλιρρόθιον ἔθρεψε κακὸν ἀφόρητον πατράσι καὶ κόραις, τῶν δ' ἀπὸ τῆς κακίας καὶ αὐτός, ὦ θεοί, ἱκανῶς πεπείραμαι. ὃς δὴ πολλὰς ἀνθρώπων θυγατέρας δυστυχεῖς ἀπέφηνε τὸ Ποσειδῶνος εἶναι παῖς ἐφόδιον πρὸς τὸ ἀδικεῖν ἔχων. τοῦτο γὰρ καὶ σιωπῇ στένειν τοὺς κακῶς παθόντας ἠνάγκαζεν. οὐδὲν δὲ λαμπρὸν οὐδὲ νεανικὸν ἡγούμενος ἐν ἀνθρώπων τέκνοις ἐπιδείκνυσθαι τὸ θράσος εἶδεν εἰς Ἀλκίππην τὴν ἐμὴν ἀδίκοις ὄμμασι καὶ ἰδὼν οὐκ ἐπέπληξεν ἑαυτῷ μὴ τῶν τοιούτων ἐπιθυμεῖν, ἀλλ' ὡς ἢ μηκέτ' ὄντος ἐμοῦ ἢ μὴ δυναμένου τοῖς ἐμαυτοῦ βοηθεῖν ἢ δόγματος παρ' ὑμῖν νενικηκότος ἐξεῖναι τοῖς βουλομένοις εἰς ἡμᾶς ὑβρίζειν πρῶτον μὲν προσέπεμπε τοὺς περὶ τοιούτων αὐτῇ διαλεξομένους οἰόμενος αὐτὴν εὐθέως ἐνδώσειν ὑβρίζων πρώτῃ τῇ ἐλπίδι.

[6] ὡς δ' ἦν παῖς ἐμὴ καὶ ἀπεπήδα μᾶλλον ἀλγοῦσα τοῖς ῥήμασιν ἢ εἰ ἐτέτρωτο, τὸ μὲν αἰσχυνθῆναι καὶ κατασχεῖν ἑαυτὸν ταπεινὸν ἐνόμισεν, ἐπελθὼν δὲ δρόμῳ καὶ λαβόμενος φευγούσης, ἐπειδὴ πείθειν οὐκ εἶχε, προσῆγε τὴν βίαν αἰσχύνῃ περιβάλλων τὴν κόρην πρᾶγμα ἀφαιρούμενος οὗ πάντα ὕστερα παρθένῳ.

[7]    Τί οὖν ἔδει με ποιεῖν, ὦ Πόσειδον, τούτων τετολμημένων; τὸν μὲν ἐπαινεῖν, τὴν δὲ πείθειν μὴ χαλεπαίνειν καὶ τὸν μὲν καλόν τι πεποιηκέναι νομίζειν, τὴν δ' οὐκ εἰκότως δακρύειν; ἢ καὶ στεφανοῦν Ἁλιρρόθιον ἐχρῆν ὡς τὰ μέγιστα ἡμῖν κεχαρισμένον; δικαίως μεντἂν τότε ἐκρινόμην καὶ δίκην ὑπεῖχον τὴν ἐσχάτην ὡς ἁπάντων θεῶν καταισχύνων τὸ γένος. ἀλλ' ἔδει με μετὰ πρεπούσης ὀργῆς τὴν προσήκουσαν ἐπιθεῖναι δίκην ἐλεήσαντα μὲν τὴν ἠδικημένην, μισήσαντα δὲ τὸν ἠδικηκότα. πῶς οὖν κρίνομαι πεποιηκὼς ἃ μὴ δράσας εἰκότως ἂν ἐνεκαλούμην;

[8]

ἀλλ' ὅμως οὕτως οὔσης δικαίας τῆς πράξεως φόνου δίκην ἀπαιτήσων ἥκει καὶ παιδὸς ἐστερῆσθαί φησιν ὑπ' ἐμοῦ καὶ εἰ μὴ τὸν Ποσειδῶνος Ἁλιρρόθιον ἀπέκτεινα ἐρωτᾷ πρᾶγμα συκοφάντου ποιῶν ὁ τοῦ Διὸς ἀδελφὸς τὸ μὲν ὅτι τέθνηκε λέγων, τὸ δὲ ἐφ' ὅτῳ παραλείπων, καὶ τὸ μὲν τῆς χειρὸς ἔργον τραγῳδῶν, τὴν γνώμην δὲ ᾗ ἡ χεὶρ ὑπηρέτησε πρὸ τῶν ἀπὸ χειρὸς οὐ βουλόμενος ἐξετάζειν.

[9] καίτοι τοσαύτην ἰσχὺν ἔχουσαν ὁρῶμεν πανταχοῦ τὴν αἰτίαν ὥστε καὶ βουλόμενός τις δρᾶσαι κακῶς οὐ δυνηθεὶς μισεῖται καὶ βλάψας εὖ ποιῆσαι βουληθεὶς ἐν εὐεργέταις ἐστίν. οὕτως ἀεὶ τοῦ τέλους ἡ γνώμη πλέον ἔχει. κατὰ ταῦτα δὴ καὶ τὸ νῦν τοῦτο κρινέσθω. ἀπέκτεινα. διὰ τί; φθονῶν τούτῳ τοῦ παιδὸς μηδὲν ἔχων ἐγκαλεῖν; ἐμαυτοῦ κέρδος ἡγούμενος τὴν τούτου ζημίαν; τερπόμενος εἰ ἀνιῷτο; χαίρων εἰ λυποῖτο; γεγηθὼς εἰ στένοι; ἐχθρὸς ὢν Ποσειδῶνος παλαιὸς καὶ διάφορος καὶ δυσμενὴς καὶ τρυφῶν ἐν ταῖς τοῦ θείου συμφοραῖς; [10] εἰ μέν τις ἔχει ταῦτα ἐπιδεικνύναι, πονηρός εἰμι καὶ φαῦλος θεὸς καὶ δίκην ὀφείλω καὶ σιωπῶ καὶ καταψηφίσασθε· εἰ δ' οὐδὲν μὲν ἂν τούτων ἐξελεγχθείη, Ἁλιρροθίου δὲ ἀμφότερα, καὶ ἃ δέδρακε καὶ ἃ πέπονθεν, ἃ γὰρ οὐκ ἂν ἔπαθεν οὐκ ἀδικῶν, ταῦτα αὑτὸν ἔδρασεν ἠδικηκώς, τί μου διαβάλλεις τὸν τρόπον ὑπερβὰς τὸν ἀναγκάσαντα;

[11]    Πῶς δ' εἰς φόνων ἐπιθυμίαν ἀναφέρεις τὸ πεπραγμένον οὐδὲν ἄλλο πείθων τούτους ἢ ὅτι μαίνομαι καὶ τοῦ κάκιστος εἶναι ἐπιθυμῶ; τὸ γὰρ τηνάλλως φόνων ἐρᾶν μανίας. ἐμοὶ δὲ ἀρχὴ μέν εἰσιν οἱ πόλεμοι, σκοπῶ δὲ καὶ ἐν ἐκείνοις τούς τε ἀδικοῦντας τούς τε ἀδικουμένους καὶ τῶν ἠδικηκότων ὑπὸ τῶν ἠδικημένων πιπτόντων ἥδομαι. κοινωνοὶ δὲ τῆς ἀρχῆς ταύτης εἰσί μοι καὶ ἄλλοι θεοί, ὥσπερ ἀμέλει καὶ ἡ Ἀθηνᾶ. καὶ ὅπουπερ ἂν συμπεσόντα στρατόπεδα μάχηται, χωροῦμεν ἐπὶ τὴν τούτων θέαν καὶ ταῖς ἀρεταῖς τῶν ἀριστευόντων τερπόμεθα, ἀλλ' οὐκ εἰς τὰς πόλεις διὰ τοῦτο εἰσιόντες τοὺς προστυγχάνοντας σφάττομεν οὐδὲ ἐπερχόμεθα τὴν γῆν τὴν μὲν εἰρήνην ἐξελαύνοντες, εἰς πολέμους δὲ καὶ ταραχὰς ἄκοντας τοὺς ἀνθρώπους ὠθοῦντες, ἀλλ' ἔδοξε τῷ Διὶ καὶ τοῦτο βασιλεύεσθαι τὸ μέρος.

[12] εἰ δὲ μιαιφόνον με φῂς καὶ μίαν ταύτην ἡδονὴν ἔχειν τό τινα ἀποκτιννύναι, εἰσὶ τῶν θεῶν οὐκ ὀλίγοις ἐκ θνητῶν παῖδες. τούτων τίς τὸν ἑαυτοῦ διὰ τὴν ἐμὴν ἀπολώλεκε δεξιάν; ἐῶ τοὺς ἄλλους, ἀλλ' αὐτὸς οὗτος Ἁλιρρόθιος διὰ τί μὴ πρὸ τῶν ἔργων ἀπέθανεν ὑπ' ἐμοῦ, εἴπερ αὐτὸ τοῦτο ἔργον ἐστί μοι τό τινα ἀποσφάττειν; εἰ μὲν γὰρ φύσει τοιοῦτος ἐγώ, πάλαι με ἔδει φανῆναι τῇ φύσει χρώμενον· εἰ δὲ νῦν ἠρξάμην, πῶς ἅπας ὁ χρόνος ἀκούει κακῶς;

[13]    Ἀλλ' οὐ τοῦτ' ἐποίησεν, ὦ θεοί, τὸν θάνατον, ἀλλ' ὃ πάλιν ἀναγκάζομαι λέγειν. οὗτος ὁ βοηθῶν, ὥς φησι, τῷ τεθνεῶτι δυσμενοῦς ἔργον ποιεῖ λέγεσθαι πολλάκις ἀναγκάζων τὰ ἐκείνου κακά. ἰδοὺ δὴ λέγω καὶ πάλιν ἀκουέτω· ἀπέκτεινα, ἀλλὰ βιαζόμενος. τὸν παῖδα οὐκ ἔχεις, οὐδ' ἐγὼ τὴν παῖδα παρθένον. ὤφειλον ἂν δίκην, εἰ μὴ ἀμυνόμενος ἀπεκτόνειν. νῦν δὲ δίκαιον ποιεῖ τὸν φόνον τὸ τετιμωρῆσθαι. ἤδη τις γῆν τινα ἀποτεμνόμενον κωλύειν πειρώμενος ἀποκτείνας οὐκ ἔδοξεν ἀδικεῖν. ἕτερος ἕτερον νύκτωρ ἁπτόμενον τῶν αὑτοῦ διαφθείρας ἐπῃνέθη. καὶ λοιδορία πολλάκις ἔδειξε φόνον καὶ οὐδεὶς ἐμέμψατο.

[14] διὰ τί γάρ, φησίν, οὐκ ἐσωφρονεῖτε; καὶ οὐκ ἂν ἦν ὁ ἀμυνόμενος. εἰ δὲ ἀντ' ἐκείνων ἤδη τινὲς τεθνᾶσι, τί πάσχοιεν ἂν εἰκότως οἱ ἀδικοῦντες οἷα Ἁλιρρόθιος; οὐκ ἴστε ὅτι παρθένῳ πάντα ἐστὶν ἡ παρθενία; γάμος, ἀνήρ, παῖδες, ἐλπίδες, βίος, τὸ δύνασθαι γυναιξὶν ὁμιλεῖν;

[15]    Ὁ δὲ ὡς ὑπερβολὴν ἐχούσης ἐπιλαμβάνεται τῆς δίκης. καὶ ἦν ἄν, φησί, καὶ μαστιγῶσαι καὶ δῆσαι. ταῦτα, ὦ Πόσειδον, ἐπὶ τηλικούτοις; ταῦτα Ἀλκίππης βεβιασμένης; οὕτω σοι μικρὰ τἀμὰ φαίνεται; ἡ μὲν ἀπόλωλε, τὸν δ' ἔδει παθόντα οὐδέν, τί γὰρ καὶ ταῦτα ἃ λέγεις; γελᾶν; καλά γε νομοθετεῖς.

[16] ἀπειχόμην ἂν Ἁλιρροθίου κατὰ πετρῶν ὤσαντος τὴν παρθένον, ὀφθαλμὸν ἐκκόψαντος, χεῖρα πεπηρωκότος, ἄλλο τι μέρος τοῦ σώματος, αὐτὴν ἀφελομένου τὴν ψυχήν, εἰ καὶ δεινότατόν σοι τοῦτο εἶναι φαίνεται; ἐμοὶ μὲν γὰρ τὸ ζῶντα ὀδυνᾶσθαι μᾶλλον ἢ τὸ μηκέτ' εἶναι. τὸ μὲν γάρ ἐστιν οὐδενὸς αἰσθανόμενον κεῖσθαι, τὸ δὲ τηκόμενον ἐπιθυμεῖν θανάτου. οὕτως ἡ ζῶσα αὕτη τοῦ τεθνεῶτος ἐκείνου δι' αὐτὸ τὸ ζῆν ἀθλιωτέρα. οὐ γὰρ ἀπαλλάττει τῆς γῆς τὸ πρόσωπον οὐδὲ παύει κλάουσαν αὐτὴν οὐδεὶς λόγος. ἴσον δὲ πέτρᾳ καὶ Ἀλκίππῃ διαλέγεσθαι. κεῖται δ' ἄσιτος ἐκδοῦσα τὸ σῶμα κακοῖς. ἆρ' οὐ δυστυχεῖ περιοῦσα; εἰ δὲ ἐμοίχευεν Ἁλιρρόθιος, καὶ τότ' ἂν αὐτὸν ἔδει μαστιγοῦν ἢ δεῖν, ἀποκτείνειν δὲ μή; καίτοι δεινὸν μὲν κἀκεῖνο, πολλῷ δὲ δήπου δεινότερον τοῦ γημαμένην ἀδικηθῆναι τὸ κωλυθῆναι γάμου τυχεῖν, ὥσπερ τοῦ χρημάτων ἅ τις εἶχεν ἐκπεσεῖν τὸ μηδὲ κτήσασθαι τὴν ἀρχήν.

[17]    Ἠράσθη γάρ, φησι, καὶ τὴν Ἔρωτος μεγάλην τέ τινα καὶ πολλὴν εἶναι δύναμιν καὶ μηδενὸς ἀπέχεσθαι μηδὲ αὐτῶν τῶν θεῶν. καὶ οὐκ ᾐσχύνετο τοῖς κατὰ τῶν θεῶν λόγοις ὑπὲρ τῆς ἀκρασίας Ἁλιρροθίου χρώμενος. ἐγὼ δὲ θαυμάσαιμ' ἂν εἰ θεὸς ὢν ὁ Ἔρως κακῶν αἴτιος οὐ λέγω θεοῖς, ἀλλ' ἀνθρώπων τινὶ γίγνεται. θεοῦ γάρ, οἶμαι, παύειν κακά, σὺ δ' αὐτὸν λέγεις ἀναγκάζειν μαίνεσθαι. ὁ δὲ φιλίας μὲν δικαίας ἐνεργάζεται τοῖς ἀνθρώποις, ἀδίκοις δὲ μίξεσιν ἐκείνων οὐ φιλοτιμεῖται, ἀλλὰ ὑπὸ τῶν οὐ δυναμένων σωφρονεῖν ἀδικεῖται τῆς αὑτῶν μέθης ἐκεῖνον αἰτιωμένων, οἳ καὶ τῶν ἐν τοῖς τοιούτοις ἐπιορκιῶν οὐκ εἶναί φασι δίκας αὑτοὺς ἐξαπατῶντες.

[18]

ὅταν οὖν ὡς ἐπεθύμησε λέγῃς, αὐτὸ τὸ ἀδίκημα λέγεις καὶ δι' ὃ τὴν δίκην ἔδωκεν. αὐτὸ γὰρ τοῦτο ἐγκαλοῦμεν ὅτι τῶν οὐ προσηκόντων ἐπεθύμησεν, ὥσθ' ὁμολογῶν αὐτὸν ἐπιτεθυμηκέναι βεβαιοῖς τὸ δικαίως αὐτὸν τεθνάναι. εἰ δ' ἐπιθυμῶν ἀεὶ παρθένων καὶ τὰ αὐτὰ δρῶν προῄει καὶ οὐκ ἐπαύετο, τοῦτ' αὐτὸν ἔσωζεν ‹ἂν› ἡ ἐπιθυμία καὶ τοὺς ἠδικημένους δίκης τυχεῖν ἐκεκώλυτ' ἂν τῇ τοῦ ἠδικηκότος ἐπιθυμίᾳ. ἀλλ' οὐ τὸ τῶν ἀδικημάτων αἴτιον σωτηρίαν εἶναι δεῖ τοῖς πονηροῖς, μίαν δὲ ἀπολογίαν μόνην τὸ μὴ πεπονηρεῦσθαι. εἰ γὰρ συγγνωσόμεθα τοῖς δι' ἐπιθυμίαν κακὰ ἐργαζομένοις, συγγνωσόμεθα καὶ τοῖς διὰ τὸ δεῖσθαι χρημάτων κακὰ ἐργαζομένοις.

[19] ἐν τούτῳ δὲ πολλῶν καὶ μεγάλων ἀδικημάτων ἀπολοῦνται δίκαι, τοίχων διορυχῆς, τάφων, ἱερῶν. καὶ παρὰ τῶν τὰ ὄρη κατειληφότων ἐπὶ λῃστείᾳ καὶ παρὰ τῶν τὴν θάλατταν ἀκουσόμεθα κρινομένων· πτωχείας ἐγενόμην κληρονόμος, οὐκ εἶχον, ἠπόρουν, ἔχρῃζον. ἀλλὰ δεῖ πρὸς τοὺς τοιούτους λέγειν ὅτι ἦν μὲν πολλαχόθεν ἀποζῆν, ὥσπερ ἕτεροι μυρίοι πένητες, ἦν δὲ καὶ λιμῷ πρότερον ἀποθανεῖν ἢ τοιαῦτα ἀδικεῖν.

[20]

   Καὶ οὐκ ἐχρῆν ἐπειχθῆναι, φησίν, ἀλλὰ μετ' ἐμοῦ βουλεύσασθαι περὶ τοῦ πράγματος, καὶ ἠκούετε μεμνημένου καὶ γάμου. καλός γε ὁ γάμος διαφθεῖραι πρότερον, εἶτα γαμεῖν. λέγει δὲ οὐ ταῦτα ὁ νόμος, ἀλλ' αὐτὸς ὁ γάμος ποιεῖ τὴν μίξιν καὶ ὁ καιρὸς συνάγει τὰ σώματα διδοὺς πράττειν ἃ μήπω τοὔνομα τοῦτ' ἔσχε. σὺ δέ με ἠξίους καὶ τοὺς θεοὺς ἐπὶ τούτους συνάγειν τοὺς γάμους καὶ τὸν Ἀπόλλω παρακαλεῖν ἐπ' ᾠδήν. καὶ τίς ἂν ἦν μου γελοιότερος νύμφην παραδιδόντος τῷ πρὸ τοῦ πατρὸς ἑαυτῷ δεδωκότι τὴν κόρην;

[21] θαυμάζω δὲ ὅπως ἐμὲ μὲν ᾤου δεῖν μηδὲν ἄνευ σοῦ ποιεῖν, τὸν δὲ σὸν υἱὸν οὐδὲν ἠδικηκέναι νομίζεις ἀφέντα μὲν ἐμὲ καὶ τὸ πεῖσαι καὶ τὸ διαλεχθῆναι, καταπαλαίσαντα δὲ τὴν ἀθλίαν παρθένον. ἔδει με πρὸς σὲ εἰπεῖν; Πόσειδον, ἀδικεῖ με Ἁλιρρόθιος. διὰ τί δὲ μὴ 'κεῖνον πρὸς ἐμὲ ταῦτα εἰπεῖν πρότερον; βούλομαί σοι κηδεῦσαι. τὴν ὥραν Ἀλκίππης τεθαύμακα. πρίν τι οἷον οὐκ ἄξιον συμβῆναι πείθου. εἰ δ' ἀναιδὲς τοῦτο ἦν, ἀλλ' οὐ τό γε πρὸς τὸν πατέρα εἰπεῖν· εἰ δὲ καὶ τοῦτο, θαυμαστὸν εἰ ἃ λέγειν ᾐσχύνετο, ταῦτα ποιεῖν οὐκ ὤκνει.

[22] εἰ δὲ ἐκείνῳ μὴ δυνηθέντι τὸν ἔρωτα ἐνεγκεῖν συγγνώσῃ, σύγγνωθι καὶ τῷ μὴ δυνηθέντι τὴν ὀργὴν ἐνεγκεῖν, ὀργὴν δεινοτάτην, σφοδροτέραν εἰς ἀνάγκην ἔρωτος. ὁ μὲν γὰρ δίδωσί τι καὶ βουλεύσασθαι καὶ πρὸς ἑαυτὸν εἰπεῖν, ἡ δὲ ἐκταράξασα τὴν καρδίαν ἐγγὺς μανίας ἄγει τὸν κεκινημένον καὶ μέχρις ἂν αὑτῇ χαρίσηται, ζέει. αὕτη με κατήπειξεν, αὕτη με μέλλειν οὐκ εἴασεν, αὕτη με δικαστὴν ἐποίησε.

[23] τί δ' ἂν ἔδει καὶ δικαστῶν ἑτέρων ἐπὶ τοιούτοις; οὐ βωμὸν ἀνέσπασεν ἐμὸν Ἁλιρρόθιος οὐδὲ θυσίαν ἐκώλυσεν οὐδὲ τῶν ἱερέων τινὰ τῶν ἐμῶν ἐπάταξεν. ἦν μὲν γὰρ ἂν καὶ ταῦτα δεινά, τοῦ παρόντος δ' ἐλάττω. θυγάτηρ ἀπόλωλέ μοι, θυγάτηρ βεβίασται, θυγάτηρ πεπόρθηται· παίδων δὲ οὐδὲν τιμιώτερον πατράσιν.

[24] ὁρᾶτε καὶ τοὺς ἀνθρώπους οὐ μόνον τὰ ἄλλα ὑπὲρ αὐτῶν πονοῦντας τὰ μὲν ἐν γῇ, τὰ δὲ ἐν θαλάττῃ, ἀλλὰ καὶ τὸν ἐν τοῖς ὅπλοις ἡδέως δεχομένους θάνατον. καὶ οὔπω τοῦτο μέγα, νοῦς γὰρ ἐν αὐτοῖς καὶ φρόνησις. ἀλλὰ καὶ τὰ θηρία πάντα ὑπὲρ ὧν ἔτεκε δρῶντα ὁρῶμεν. καὶ αὐτὰ μὲν εἰ πλήξαις, τάχ' ἂν ἡσυχάσαι· τῶν δ' ἐγγόνων εἰ προσάψαιο, μέγας ὁ κίνδυνος καὶ ἀθῷον ἀπελθεῖν οὐ ῥᾴδιον. ἐμὲ δὲ οὐκ ἐχρῆν Ἀλκίππης καταπεπολεμημένης καὶ ἀνθρώπων καὶ θηρίων εἰς τὴν ἐμαυτοῦ παῖδα γενέσθαι χείρονα. ἢ σὲ μὲν ἔδει καὶ δίκην λαχεῖν καὶ τιμωρίαν ζητεῖν λαβεῖν καὶ διὰ τοῦτο δεῦρο συναγαγεῖν τοὺς θεούς, ἐμὲ δὲ τοιούτων πεπραγμένων καθεύδειν;

[25] καὶ τίνες ἂν ἦσαν προσδοκίαι παρ' ἐμοῦ τοῖς ἀνθρώποις ἀγαθῶν ἢ τιμαὶ διὰ τοῦτο παρ' ἐκείνων ἐμοὶ τοσαύτῃ μου περὶ τοὺς οἰκειοτάτους ὀλιγωρίᾳ κεχρημένου; πῶς γὰρ ἔμελλον δόξειν ἀνθρώποις ἔσεσθαι χρήσιμος καὶ βοηθεῖν ἐθελήσειν τὰ πρὸς τὴν ἐμαυτοῦ παῖδα δίκαια προδεδωκώς; παρ' ὑμῖν δὲ τοῖς θεοῖς τίς ἂν εἴη μοι δόξα πρᾴως ἐνηνοχότι τηλικαύτην αἰσχύνην; ἴσης γάρ, οἶμαι, κακίας τό τε μὴ τὰ μικρὰ παρορᾶν εἰδέναι τό τ' ἐπὶ τοῖς μεγίστοις μὴ χαλεπαίνειν.

[26] οὐκ αἰσθάνῃ σαυτὸν διαβάλλων, ὦ Πόσειδον, τῇ κατ' ἐμοῦ κατηγορίᾳ καὶ διδάσκων τούτους ὡς καλὰ τὰ τοιαῦτα νομίζεις; εἰ γὰρ ὑπὲρ τοῦ βιασαμένου διδόντος δίκην ἀγανακτεῖς, τὸν δὲ ἀμυνόμενον ἀπαιτήσων δίκην ἥκεις, πῶς οὐ νομοθετεῖς ἐξεῖναι τὰ τοιαῦτα ποιεῖν; δεικνύεις δὲ τοῖς τοιούτοις ὡς οὐδ' ἂν αὐτὸς φύγοις τὰς τοιαύτας ἡδονάς.

[27]    Ἀλλὰ μὴ ὑμεῖς γε, ὦ θεοί, τῇ ψήφῳ τὰ ὑμέτερα αὐτῶν διαβάλητε. τοῦτο δ' ἂν εἴη, εἰ καταγνοίητέ μου τὸ θρασὺ μειράκιον τετιμωρημένου. δώσετε γὰρ τοῖς ἀνθρώποις περὶ ὑμῶν εἰκάζειν ἃ μηδὲ εἰπεῖν καλόν. πρέποι δ' ἂν ὑμῖν οὖσι θεοῖς διδασκάλους γενέσθαι σωφροσύνης ἀνθρώποις. διδαχὴ δὲ τὸ τὴν δίκην ὑφ' ὑμῶν ἣν ἔλαβον ἐπαινεθῆναι τῇ ψήφῳ.

[28] εἰ δ' ἄλλο τι γνοίητε, μεστὰς ἀκρασίας ποιήσετε τὰς πόλεις καὶ φθάσονται τοὺς γάμους αἱ ὕβρεις, ὥστ' ὀλίγας ἐκ πολλῶν εἰς ἀνδρὸς ἰέναι παρθένους. μαρτυρία γὰρ ἔσται τοῖς ἀσελγεστέροις τῶν νέων τοῦ μὴ δεῖν ἐπὶ τοῖς τοιούτοις ἀποθνήσκειν τὸ τὸν ἀπεκτονότα ἐμὲ δίκην τοῦ κτεῖναι δεδωκέναι. ποῦ τοίνυν καλὸν παράκλησιν γενέσθαι τοῖς νέοις ἐπὶ τὰς φυλαττομένας γάμοις τὴν ὑμετέραν γνῶσιν; παιδεύειν γάρ ἐσμεν δίκαιοι τοὺς ἀνθρώπους σωφρονεῖν, ἀλλ' οὐκ ἐπαίρειν ὑβρίζειν.

[29] καὶ διὰ τοῦτο εὕρηνται καὶ οἱ λιμοὶ καὶ οἱ λοιμοὶ καὶ τὰ ἐξ οὐρανοῦ βέλη, ὅπως ὁ φόβος τοῖς ἀνθρώποις ἀμείνους ποιῇ τὰς γνώμας. μαθέτωσαν δὴ τῶν ἐπιθυμιῶν περιεῖναι καὶ τῶν παρθένων ἀπέχεσθαι καὶ πασῶν καὶ πανταχοῦ καὶ διὰ πάντων καιρῶν νήφοντες, μεθύοντες, ἐν νυξίν, ἐν ἡμέραις, ἐν ἀγροῖς, ἐν ἄστεσι, πλουσίων, πενομένων. εἰ δὲ οὐκ ἂν δύναιντο, ξίφη τοῖς πατράσιν ἑλκέσθω.

[30]    Τούτων ἔπρεπέ σε νομοθέτην, ὦ Πόσειδον, εἶναι. σὺ δὲ τῶν ἐναντίων ἐθέλεις Κρόνου παῖς ὢν καὶ Διὸς ἀδελφός, ὅνπερ, εἰ καὶ αὐτὸς εἶχον παρ' ἐμαυτῷ τὴν χεῖρα, ἐχρῆν ‹τὸν› ἀποκτιννύντα γενέσθαι συνηδικημένον ἡμῖν. κακία γὰρ παιδὸς αἰσχύνη πατρός. ἧς ὁ πονηρὸς υἱὸς ὀφείλει τῷ γεγεννηκότι δίκην.

[31] σὺ δὲ ἐκλιπὼν τὴν θάλατταν καὶ βοῆς ἐμπλήσας τὸν οὐρανὸν ἐνταῦθα ἥκων στένεις μὲν τεθνεῶτος οὗ ζῶντος ἐχρῆν, ἐχθρὸν δὲ βίαιον τὸν εὐεργέτην ἡγῇ τὸν ἀπηλλαχότα σε τοῦ μὴ τοσοῦτον κακὸν ὁρᾶν. ἀλλ' οὐκ ἐν ἐμοὶ τοῦτο ἔστι. ζῇ γὰρ Ἀλκίππη καὶ ὁρᾶται καὶ τὸν περὶ ὧν πεπόνθαμεν οὐκ ἐᾷ λῆξαι λόγον.

[32]    Ἐγὼ δὲ τἄλλα μὲν καὶ αἰδοῦμαι τουτονὶ τὸν θεῖον καὶ τιμῶ τὰ γιγνόμενα, ἐν δὲ ἐξετάσει τοῦ δικαίου δέομαι μὴ γενέσθαι πλεονεξίαν τὴν ἡλικίαν αὐτῷ. ὃς ἐτόλμησε πρὸς τοῖς ἄλλοις καὶ συκοφαντῆσαι τὴν ἀθλίαν Ἀλκίππην λέγων αὐτὴν πληγῆναι τὴν ψυχὴν τῇ τοῦ ἠδικηκότος δίκῃ προστιθεὶς ὕβριν ὕβρει τὴν παρ' αὑτοῦ τῇ παρὰ τοῦ παιδός, τὴν ἀπὸ τῶν λόγων τῇ παρὰ τῶν ἔργων. ἐκείνη δέ, εἰ τοῦτο πύθοιτο, νῦν μᾶλλον ἀμύξει τὸ πρόσωπον ἢ ὅτε ἔπασχεν ἃ πέπονθεν.