[1] Τὸ δὲ μετὰ τοῦτο δεόντως ἂν ἐπισκεψαίμεθα πότερον δυνατὸν παιδεύειν διὰ μουσικῆς ἢ τοὐναντίον, καὶ χρήσιμον ‹ἢ› οὐδαμῶς, καὶ σύμπαντας ἢ τινάς, καὶ διὰ μιᾶς μελοποιίας ἢ διὰ πλειόνων, καὶ πρὸς τούτοις εἴτε καθάπαξ οὐδεμία χρῆσις τῶν εἰς παίδευσιν ἀποδοκιμαζομένων ἢ κἀκ τούτων ἔστιν εὑρεῖν ἐνιαχοῦ τὴν ὠφέλειαν· ταύτας γὰρ τὰς ἁπάσας ἀμφισβητήσεις ὁ παιδευτικὸς ἐπιδέχεται τρόπος. πρότερον δὲ περὶ ψυχῆς ἡμῖν ἀναγκαίως διαληπτέον· ὥσπερ γὰρ οὐδὲ τῶν ἄλλων τεχνῶν ἑκάστην οἷόν τε διαγνῶναι, πρὶν ἐφ' ᾧ τὴν σπουδὴν τίθεται κατανοήσαιμεν, οὕτως οὐδὲ τὴν κατὰ μουσικὴν παιδείαν δυνατὸν μαθεῖν μὴ πρότερον ψυχῆς ἡμῖν, ἧς πᾶσαν ποιεῖται τὴν ἐπιμέλειαν, διεγνωσμένης. τί μὲν οὖν ἐστι τοῦτο κἀξ ὧν συνέστηκεν ἐν καιρῷ λελέξεται· τανῦν δ' ὅσον ἀπόχρη διὰ βραχέων εἴπωμεν.
[2] Παλαιοὶ γὰρ ἄνδρες, ὡς ἔοικε, καὶ θεῖοι πρὸς πολλοῖς ἄλλοις καὶ τουτὶ περὶ αὐτῆς ἰσχυρίσαντο ὡς ἄρα οὐ τῶν ἁπλῶν πέφυκεν οὐδὲ τῶν μονήρη τινὰ φύσιν ἢ δύναμιν ἐχόντων. τῶν γὰρ ἐνθαδί, διοικήσεως εἴπερ ἔμελλε ῥυθμοῦ τινος καὶ τάξεως τεύξεσθαι, ψυχῆς ἀρξούσης δεομένων, ταύτης δὲ οὔτε παρεῖναι καὶ πράττειν τἀπὶ γῆς δυναμένης, εἰ μὴ τοῖς σώματος περιέχοιτο δεσμοῖς, ὅπερ ἐπὶ συγγενῆ βαρύτητα καταφερόμενον κατασπᾷ τε αὐτὴν καὶ ἀποφοιτᾶν κωλύει, οὔτε μὴν ὀρθῶς ἄν ποτε καὶ τῷ παντὶ συμφώνως τὴν τῶν δεῦρο πρόνοιαν ἐπιτελεῖν οἵας τε οὔσης, εἰ μὴ καὶ τῶν ἐκεῖθεν καλῶν σύνεσίν τε ἔχοι καὶ κατάληψιν, διπλῆς τινος ἐδέησε φύσεως, ἣ καὶ φρονήσεως ἦν ἐπήβολος καὶ σώματος οἰκειότητι τὰ τῇδε οὐκ ἂν ἀπέστερξεν. ὁ δὴ τὸ σύπαν, φασὶ, διοικῶν ψυχὴν συνιστὰς ἐπίσταθμον σωμάτων ἐσομένην λόγου τε ὑπόστασιν αὐτῇ τῆς θείας μοίρας ἐνεδάσατο, ‹ᾗ› τἀνθάδε κατακοσμήσειν ἔμελλεν, ἐπιθυμίαν τε, δι' ἣν τῶν τῇδε ἐπορέγεται, τῆς ἀλόγου μερίδος προσῆψε· προνοῶν δὲ μὴ τῇ δεῦρο πολλῇ διατριβῇ τῶν μὲν ἐκεῖθι καλῶν τελέως ἐπιλάθοιτο, τῇ δὲ πρὸς τὰ αὑτῆς ἀτιμότερα προσπαθείᾳ πεδηθείη, μνήμην τε ἐνέθηκεν αὐτῇ τῆς ἀλογίας ἀλεξιφάρμακον ἐπιστημῶν τε κάλλος ἀμύθητον ὅσον κατιούσῃ συναπέστειλεν, εἰς ὃ τρέπουσα τὸν σύμφυτον ἔρωτα τόν τε ἐνταῦθα βίον ὁσίως ἂν διαγάγοι ὁρμαῖς ἀγαθαῖς καὶ πράξεσι κατακοσμουμένη τήν τε ἀπαλλαγὴν κατὰ δύναμιν εὐδαίμονα ποιήσεται. δύο μὲν οὖν αὐτῆς αἵδε ἰδέαι· λογικὴ μέν, ᾗ τὰ κατὰ τὴν φρόνησιν ἐπιτελεῖ, ἄλογος δέ, ᾗ περὶ τὸ σῶμα τευτάζει. αὕτη δὲ πάλιν ἐξ ὧν ἐνεργεῖ διττὴν εἴληχε διαφοράν· τὴν μὲν γὰρ πολλῇ προσπεπονθυῖαν ἀνέσει προσηγόρευσαν ἐπιθυμητικήν, τὴν δὲ ἐν ἐπιτάσει θεωρουμένην ἀσυμμέτρῳ θυμικὴν προσεῖπον.
[3] Γεγένηνται δὴ καὶ τῶν μαθήσεων διτταὶ διαφοραί· αἱ μὲν γὰρ τὸ λογικὸν ἐν τῇ κατὰ φύσιν ἐλευθερίᾳ διασῴζουσι, φρονήσεως μεταδόσεσι νηφάλιόν τε ποιοῦσαι καὶ ἀκήρατον διατηροῦσαι, αἱ δὲ συνηθείᾳ τὸ ἄλογον, ὥσπερ τι θηρίον ἀτάκτως κινούμενον, ἰῶνταί τε καὶ τιθασεύουσιν, οὔτε τὰς ὑπερβολὰς διώκειν οὔτε μὴν παντελῶς ὑπτιάζειν ἐπιτρέπουσαι. ἐκείνων μὲν ἡγεμὼν καὶ μυσταγωγὸς φιλοσοφία· τῶν δ' ἑτέρων ἄρχει μουσικὴ πλάττουσά τε εὐθὺς ἐκ παίδων ἁρμονίαις τὰ ἤθη καὶ τὸ σῶμα ῥυθμοῖς ἐμμελέστερον κατασκευάζουσα. τὴν γὰρ δὴ τῶν σφόδρα νέων ἡλικίαν οὔτε λόγοις ψιλοῖς οἷόν τε ἦν παιδεύειν νουθεσίαν ἀηδῆ μόνην ἔχουσιν οὔτε παντελῶς ἐᾶν ἠμελημένους. ἐλείπετο ἄρα τοιούτοις παιδεία ἣ μήτε τὸ λογικὸν ἄωρον ἐκίνει μένον ἐφ' ἡσυχίας διὰ νεότητα καὶ τὸ λοιπὸν ὠφέλει σὺν ἡδονῇ παιδαγωγοῦσα τῇ συνηθείᾳ. ἐδίδασκε δὲ καὶ ἡ φύσις αὐτὴ δι' οὗ τὴν παιδείαν προσάγειν ἔδει· οὐ γὰρ δι' ὧν ἀγνοοῦμεν ἀλλὰ διὰ τῶν λόγῳ τε καὶ πείρᾳ γινωσκομένων οἱ μὲν ἐς πειθὼ προαγόμεθα, οἱ δὲ τὰ ἐς αὐτὴν πραγματευόμεθα. πᾶσι δὲ παισὶν ἔνεστιν ἰδεῖν τήν τε ᾠδὴν ἀεὶ πρόχειρον καὶ τὰ ἐς φαιδρὰν κίνησιν εὐσταλῆ (καὶ οὐδεὶς ἔμφρων τῆς ἐκ τῶν τοιῶνδε ἡδονῆς ἀπείργει), εἴτ' οὖν ἡ τοῦ πράγματος χάρις δελεάζει τὴν διάνοιαν, εἴτε ἡ ψυχὴ τῆς ἐν νηπιότητι νωθρείας, ᾗ συνείχετο διὰ τὴν τῶν περικειμένων ἁπαλότητα, ἐλευθερωθεῖσα, ὅτε πρῶτον αἴσθοιτο στερεωτέρου τοῦ σώματος, ἀθρόον ἐς τὴν κατὰ φύσιν ἐκπηδᾷ κίνησιν.
[4] Τούτων δὴ οὕτως ἐχόντων δυνατὸν ἀποκρίνασθαι πρὸς τοὺς ἀμφισβητοῦντας μὴ σύμπαντας τὴν μελῳδίαν κινεῖν ὡς ἄρα ἠγνόησαν πρῶτον μὲν ὅτι παίδων ἡ μάθησις, οὓς φύσει πάντας ἔστιν ἰδεῖν τέρψεως τῆς τοιᾶσδε ἡττημένους, ἔπειθ' ὅτι, κἂν μὴ δι' εὐθέος αἱρῇ τοὺς ἀνεπιτηδείους ἢ διὰ βίον ἢ διὰ ἡλικίαν, οὐ πολλῷ γε χρόνῳ κατεδουλώσατο· ὡς γὰρ ἓν καὶ ταὐτὸ φάρμακον πρὸς ἓν ὁμοιότητι πάθος πλείοσι σώμασι προσιὸν οὐχ ὁμοίως ‹ἂν› ἐνεργήσειε παρὰ τὴν τῶν πραγμάτων ἤτοι μετριοπάθειαν ἢ χαλεπότητα ἀλλὰ τὰ μὲν θᾶττον, τὰ δὲ βράδιον ἰάσατο, οὑτωσὶ δὲ καὶ μέλος τὸν μὲν ἐπιτηδειότερον κινεῖ παραχρῆμα, τὸν δὲ ἧττον διὰ πλείονος αἱρεῖ χρόνου.
Φανερὰ δὲ καὶ τὰ αἴτια τῆς ἐνεργείας· τῆς γὰρ δὴ πρώτης ἡμῖν μαθήσεως δι' ὁμοιοτήτων γινομένης, ἃς ταῖς αἰσθήσεσιν ἐπιβάλλοντες τεκμαιρόμεθα, γραφικὴ μὲν καὶ πλαστικὴ δι' ὄψεως παιδεύει μόνον καὶ †ὁμοίως †διεγείρει τε τὴν ψυχὴν καὶ ἐκπλήττει, μουσικὴ δὲ πῶς οὐκ ἂν εἷλεν, οὐ διὰ μιᾶς αἰσθήσεως, διὰ πλειόνων δὲ ποιουμένη τὴν μίμησιν; καὶ ποίησις μὲν ἀκοῇ μόνῃ διὰ ψιλῶν χρῆται λέξεων ἀλλ' οὔτε πάθος ἀεὶ κινεῖ δίχα μελῳδίας οὔτε δίχα ῥυθμῶν οἰκειοῖ τοῖς ὑποκειμένοις. σημεῖον δέ· καὶ γὰρ εἴ ποτε δέοι κινεῖν κατὰ τὴν ἑρμηνείαν πάθος, οὐκ ἄνευ τοῦ παρεγκλῖναί πως τὴν φωνὴν ἐπὶ τὴν μελῳδίαν τὸ τοιοῦτο περιγίνεται. μόνη δὲ μουσικὴ καὶ λόγῳ καὶ πράξεων εἰκόσι παιδεύει, οὐ δι' ἀκινήτων οὐδὲ ἐφ' ἑνὸς σχήματος πεπηγότων ἀλλὰ δι' ἐμψύχων, ἃ καθ' ἕκαστον ‹τῶν› ἀπαγγελλομένων ἐς τὸ οἰκεῖον τήν τε μορφὴν καὶ τὴν κίνησιν μεθίστησιν. δῆλα δὲ ταῦτα κἀκ τῆς τῶν παλαιῶν χορῶν ὀρχήσεως, ἧς διδάσκαλος ἡ ῥυθμική, κἀκ τῶν περὶ ὑποκρίσεως τοῖς πολλοῖς συγγεγραμμένων. κἀκεῖναι μὲν ἰδιαζούσας ἔχουσαι τὰς ὕλας οὐκ ἂν ταχέως εἰς ἔννοιαν ἀγάγοιεν τῆς πράξεως. τοῖς μὲν γὰρ χρώματα, τοῖς δὲ ὄγκοι, τοῖς δὲ λόγος ἀλλότρια τῆς ἀληθείας ὑποβέβληται, μουσικὴ δὲ ἐνεργέστατα πείθει· τοιούτοις γὰρ ποιεῖται τὴν μίμησιν οἷς καὶ τὰς πράξεις αὐτὰς ἐπ' ἀληθείας τελεῖσθαι συμβαίνει. ἐν γοῦν τοῖς γινομένοις βουλῆς μὲν καθηγουμένης, ἑπομένου δὲ λόγου, μετὰ δὲ ταῦτα τῆς πράξεως ἀποτελουμένης, ψυχῆς μὲν ἐννοίαις ἤθη μιμεῖται καὶ πάθη, λόγους δὲ ἁρμονίαις καὶ φωνῆς πλάσει, πρᾶξιν δὲ ῥυθμοῖς καὶ κινήσει σώματος. διὸ καὶ μάλιστα τοῖς παισὶν ἡ τοιαύτη παιδεία μετελευστέα, ὅπως διὰ τῶν ἐν νεότητι μιμήσεών τε καὶ ὁμοιώσεων εἰδέναι τε καὶ ἐπιθυμεῖν σφίσι διὰ συνήθειαν καὶ μελέτην συμβαίνοι τῶν ἐν ἡλικίᾳ μετὰ σπουδῆς ἐπιτελουμένων.
Τί δὴ θαυμάζομεν εἰ συνέβη τοὺς παλαιοὺς πλείστην ἐπανόρθωσιν πεποιῆσθαι διὰ μουσικῆς; ἑώρων γὰρ τήν τε τοῦ πράγματος ἰσχὺν καὶ τὴν ἐνέργειαν τὴν κατὰ φύσιν. ὥσπερ οὖν καὶ τῶν ἄλλων ἡμῖν ὑπαρχόντων ἐποιοῦντο τὴν φροντίδα, ὑγιείας τέ φημι καὶ εὐεξίας, τὰ μὲν τηρεῖν πειρώμενοι, τὰ δὲ αὔξειν πραγματευόμενοι, τὰ δ' ἐς περιττὸν χωροῦντα μέχρι τοῦ συνοίσοντος ὁρίζοντες, οὑτωσὶ δὲ καὶ τὰ κατὰ τὰς ᾠδὰς καὶ τὰς ὀρχήσεις φύσει πᾶσι προσγινόμενα παισὶν ἀποκωλύειν μὲν οὐκ ἦν δυνατὸν ἢ καὶ τὴν φύσιν αὐτὴν συναναιρεῖν ἔδει, θεραπεύοντες δὲ κατὰ μικρὸν καὶ λεληθότως διαγωγήν τε ἐπενόησαν σὺν ἡδονῇ κόσμιον καὶ χρήσιμον ἐξ ἀχρήστου πεποιήκασιν.
Οὔκουν ἔνεστι πρᾶξις ἐν ἀνθρώποις ἥτις ἄνευ μουσικῆς τελεῖται. θεῖοι μὲν ὕμνοι καὶ τιμαὶ μουσικῇ κοσμοῦνται, ἑορταὶ δὲ ἴδιαι καὶ πανηγύρεις πόλεων ἀγάλλονται, πόλεμοι δὲ καὶ ὁδῶν πορεῖαι διὰ μουσικῆς ἐγείρονταί τε καὶ καθίστανται· ναυτιλίας τε καὶ εἰρεσίας καὶ τὰ χαλεπώτατα τῶν χειρωνακτικῶν ἔργων ἀνεπαχθῆ ποιεῖ τῶν πόνων γινομένη παραμύθιον. παρὰ δέ τισι τῶν βαρβάρων κἀν τοῖς κήδεσι παρείληπται τῆς κατὰ τὸ πάθος ἀκρότητος τῇ μελῳδίᾳ παραθραύσουσα. καὶ μὴν οὐκ ἀπὸ μιᾶς ἡμᾶς αἰτίας ἑώρων εἰς τὸ μελῳδεῖν τρεπομένους ἀλλὰ τοὺς μὲν ἐν εὐθυμίαις ὑφ' ἡδονῆς, τοὺς δ' ἐν ἀχθηδόσιν ὑπὸ λύπης, τοὺς δὲ ὑπὸ θείας ὁρμῆς καὶ ἐπιπνοίας κατεχομένους ὑπὸ ἐνθουσιασμοῦ, ἢ καὶ τούτων μιγνυμένων πρὸς ἄλληλα κατά τινας συντυχίας τε καὶ περιστάσεις, ἤτοι παίδων διὰ τὴν ἡλικίαν τοῖς τοιούτοις πάθεσιν ἢ καὶ τῶν προβεβηκότων δι' ἀσθένειαν φύσεως ὑπαγομένων.
[5] Εἰ δὲ καὶ μὴ πάντας ἐκίνει ταῦτα, ὡς τοὺς σοφούς, ἢ καὶ μὴ πάντα πρὸς ᾠδὴν ἐξάγει, ὡς τὰ ἄκρατα, ἀλλ' οὖν τῶν γε συμβαινόντων καὶ οἷς προσεγίνετο τὴν θεραπείαν προσάγειν ἔδει χρησίμους ἐν καιρῷ σπουδῆς τοὺς πολίτας ἀπεργαζομένους. οὐδὲ γὰρ ἦν πάνυ τῆς ἐκ λόγου τυγχάνειν ἰατρείας τοὺς ὑπὸ τῶν παθῶν ἐνοχλουμένους· τήν τε γὰρ ἡδονὴν ἰσχυρότατον εἶναι δέλεαρ, ᾗ καὶ τὰ ἄλογα τῶν ζῴων ἁλίσκεται, ὡς δηλοῦσι ποιμένων τε σύριγγες καὶ αἰπόλων πηκτίδες, τήν τε λύπην πολλοὺς ἐς ἀνιάτους καταβάλλειν νόσους ἀπαραμύθητον μένουσαν, τούς τε ἐνθουσιασμούς, εἰ μὴ τυγχάνοιεν συμμετρίας, οὐκ ἐς ὀρθὸν προβαίνειν δεισιδαιμονίας τε καὶ ἀλόγους φόβους περιάπτοντας. ταῦτα δ' ἐκ τῶν τῆς ψυχῆς μερῶν ἐθεωρεῖτο· περὶ μὲν γὰρ τὸ ἐπιθυμητικὸν αὐτῇ τὴν ἡδονὴν πλεονάζουσαν, περὶ δὲ τὸ θυμικὸν λύπην καὶ ταύτης ὀργὴν ἔκγονον, περὶ δὲ τὸ λογικὸν τὸν ἐνθουσιασμὸν ἑώρων. ἑκάστου δὴ τούτων διὰ μουσικῆς θεραπείας ἦν ἁρμόττων τρόπος ἀγνοοῦντας ἐκ προσαγωγῆς ἐς ὀρθὴν κατάστασιν ὑπαγόμενος· αὐτὸς μὲν γὰρ ἕκαστος ἑκὼν μουσουργεῖ μετρίως τινὶ τῶν εἰρημένων παθῶν ἐνεχόμενος, ὁ δ' ἐς ἄκρατον ἐμπεσὼν ἀκοῇ παιδεύεσθαι δύναιτ' ἄν. οὐ γὰρ οἷόν τ' ἄλλως ὠφελῆσαι ψυχὴν ἐν ὑπερβολαῖς ἀταξίας ἢ οἷς ἐνεργεῖ συμμέτρως ἐνεχομένη. εἰσί †γε τοῖσι †καὶ κατὰ γένη καὶ ἡλικίας πρὸς εἴδη τινὰ μελῳδίας ἐπιτηδειότητες· αἱ μὲν γὰρ παίδων δι' ἡδονήν, αἱ δὲ γυναικῶν κατὰ πολὺ διὰ λύπην, αἱ δὲ πρεσβυτῶν δι' ἐνθουσιασμόν, οἷον διὰ τὰς ἐν ἑορταῖς ἐπιπνοίας, εἰς τὸ ᾄδειν ἐξάγονται.
[6] Ταῦτ' οὖν ὁρῶντες ἐκ παίδων ἠνάγκαζον διὰ βίου μουσικὴν ἀσκεῖν, καὶ μέλεσι καὶ ῥυθμοῖς καὶ χορείαις ἐχρῶντο δεδοκιμασμέναις, ἔν τε ταῖς ἰδιωτικαῖς εὐφροσύναις κἀν ταῖς δημοσίαις θείαις ἑορταῖς συνήθη μέλη τινὰ νομοθετήσαντες, ἃ καὶ νόμους προσηγόρευον, μηχανήν τέ τινα εἶναι τῆς βεβαιότητος αὐτῶν τὴν ἱερουργίαν ποιησάμενοι· καὶ μένειν δὲ ἀκίνητα διὰ τῆς προσηγορίας ἐπεφήμισαν. ἔτι γε μὴν ἐπειρῶντο καὶ τὰς τῆς ψυχῆς κινήσεις ἃς ἐνίοτε ποιεῖται ἐπιθυμίαις ἀκράτοις ἐνεχομένη καταστέλλειν ἁμωσγέπως, ἐς τὴν δι' ἀκοῆς καὶ ὄψεως μετάγοντες γλυκυθυμίαν, ὥσπερ τι ῥεῦμα διὰ κρημνῶν ἀβάτων φερόμενον ἢ ἐν ἑλώδεσι τόποις διαφθειρόμενον ἐς βάσιμον καὶ εὔγεων πεδιάδα μετοχετεύοντες.
Ἦν δὲ καὶ διττὸς αὐτοῖς φόβος περὶ τῶν κατὰ μουσικήν· τοὺς μὲν γὰρ οὔτ' ἐν μέλεσιν αὐτῆς οὔτ' ἐν ψιλῇ ποιήσει μετεσχηκότας ἀγροικώδεις παντάπασι καὶ ἠλιθίους ἑώρων, τοὺς δὲ οὐχ ὡς ἔδει τὴν πρὸς τὸ πρᾶγμα πεποιημένους ὁμιλίαν οὐ μικροῖς περιπίπτοντας ἁμαρτήμασιν ἀλλ' ὑπὸ τῆς ἐς τὰ μὴ σπουδαῖα τῶν μελῶν ἢ ποιημάτων φιλοχωρίας ἰδιότητά τινα ἤθους οὐκ ἀστείαν ἀποματτομένους. διὸ τοῖς μὲν παιδευτικοῖς τῶν μελῶν ἐπὶ πλεῖστον ἐχρῶντο, τοῖς δὲ ἀνειμένοις ἐπ' ὀλίγον τε καὶ σπανίως, ἤτοι πρὸς ἠθῶν κατανόησιν, ὡς καὶ τῇ διὰ μέθης πείρᾳ πολλάκις (καθὰ καὶ ὁ θεῖος Πλάτων τοὺς ἐν Πολιτείᾳ νέους ἡδοναῖς τισι δοκιμάζει), ἢ τὸ περὶ τὰς ἐπιθυμίας ἐπτοημένον, ὡς ἔφην, ἐς παιδείαν ἐκτρέποντες· πάσης γὰρ παιδεύσεως ἤτοι διὰ πάθους, ὡς τῆς ἀπὸ νόμων, ἢ διὰ πειθοῦς, ὡς τῆς ἐν ὁμιλίαις, τὰς προτροπὰς ποιουμένης ἀμφοτέροις ἡ μουσικὴ κρατεῖ, καὶ λόγῳ καὶ μέλει τὸν ἀκροατὴν δουλουμένη καὶ ποικίλαις μεταβολαῖς φωνῆς τε καὶ σχημάτων ἐς οἰκειότητα τῶν λεγομένων ἐπισπωμένη. τὴν μὲν οὖν παιδευτικὴν καὶ μέχρι τῶν ἑκατὸν ἡμερῶν παρελάμβανον, τὴν δὲ πρὸς ἄνεσιν ὅσον ἐς τριάκοντα· καὶ τῇ μὲν σεμνῇ μελῳδίᾳ τε καὶ χορείᾳ ἤτοι θεωμένους ἢ καὶ αὐτοὺς ἐνεργοῦντας ‹ἐπαίδευον› τοὺς ἐνδοξοτέρους, τῇ δ' ἡδείᾳ τοὺς ἀγελαίους ἀνίεσαν. ὅπου μὲν γὰρ σπουδαῖοι σύμπαντες οἱ τῆς πολιτείας φύλακες, ὡς παρὰ τῷ σοφῷ Πλάτωνι, τῶν πρὸς παιδείαν συντεινόντων μελῶν χρεία μόνων· ποικίλων δὲ ὄντων τῶν τὸ πλήρωμα τῆς κοινωνίας συγκροτούντων, ὡς ἐν ταῖς λοιπαῖς πόλεσι, προσφόρου καὶ τῆς ψυχαγωγίας ἑκάστοις ἔδει.
Ἅπερ ἀγνοήσαντες πολλοὶ καὶ τῶν ἐν τῇ Πολιτείᾳ ῥηθέντων τὰς αἰτίας οὐ συνιέντες οἱ μὲν τὰ πρὸς ἡδονὴν τῶν μελῶν παντάπασιν ἀπεδοκίμασαν, οὐ διακρίναντες οἷς τε ἥρμοττε καὶ ὅπη παρελαμβάνετο, οἱ δὲ καὶ τὴν ἅπασαν μελοποιίαν ὡς τοιούτων μόνων ἀπεργαστικὴν ἐξώρισαν, οὐκ εἰδότες ὡς, εἰ καὶ παιδείᾳ μόνῃ, πολλῶν ἐπεφύκει ἄλλων χρησιμωτέρα· τῆς δὲ φύσεως καὶ τὰ τοιαῦτα ἀπαιτούσης ἐμποδίζειν μὲν ἀδύνατον (εὖ γὰρ εἴρηται τῷ σοφῷ καὶ τὸ περὶ τοῦ τόξου), τῶν δὲ ἀνέσεων τὴν ὠφέλιμον προκριτέον. λέγω δὲ ταῦτα οὔτε τὰ πάντη διαβεβλημένα τῶν μελῶν ἀποδεχόμενος (οὐδὲ γὰρ μουσικὴ τούτων ἐπιστάτις ἀλλά, καθάπερ αἱ λοιπαὶ τέχναι τῆς σφετέρας ὕλης, ἐκ τῶν βελτίστων διακρίνει τὰ χείριστα) οὔτε τοὺς διὰ τὴν φαύλην μελῳδίαν τῇ πάσῃ τέχνῃ λοιδορουμένους ἐπαινῶν· οὐδὲ γὰρ τὰς διὰ λόγων ψιλῶν προτροπὰς ἀποσιωπητέον, ὅτι καὶ τούτων οἱ μὲν ἐπ' ἀρετήν, οἱ δὲ ἐς κακίαν παρακαλοῦσιν· ἀλλ' ὥσπερ ἐκεῖ διττῆς ἐνούσης φύσεως τὴν ἀμείνω προτιμῶμεν, οὕτω κἀν τῇ μελοποιίᾳ τὴν βελτίω προαιρέσεως ‹ἀξιωτέον ἀλλ' οὐ παντάπασιν ὡς› ἡδονὴν ἐπιφέρουσαν τὴν ᾠδὴν φευκτέον. οὔτε γὰρ ἅπασα τέρψις μεμπτὸν οὔτε τῆς μουσικῆς αὕτη τέλος, ἀλλ' ἡ μὲν ψυχαγωγία κατὰ τὸ συμβεβηκός, σκοπὸς δὲ ὁ προκείμενος ἡ πρὸς ἀρετὴν ὠφέλεια.
Ὅπερ πολλούς τε ἄλλους ἔλαθε καὶ τὸν ἐν τοῖς Κικέρωνος τοῦ Ῥωμαίου Πολιτικοῖς τὰ κατὰ μουσικῆς †ῥηθέντα · οὐ γὰρ ἔγωγ' ἂν φαίην ἐκείνῳ τὰ τοιαῦτα εἰρῆσθαι. πῶς γὰρ ἄν τις αὐτὸν ἰσχυρίσαιτο μουσικὴν λοιδορεῖν τε καὶ ὡς φαύλην εὐθύνειν, τέχνην ἁρμονιῶν τε καὶ ῥυθμῶν ἀρετάς τε καὶ κακίας διορίζουσαν, ἄνδρα ὃς τὸν τηνικαῦτα ῥυθμοῖς μόνοις καὶ τούτοις ἀγεννέσι καὶ φαύλοις ἐπιδεικνύμενον Ῥώσκιον τὸν ὀρχηστὴν οὕτως σφόδρα ἐξεπλήττετο ὥστε φάσκειν αὐτὸν προνοίᾳ θεῶν ἐς ἀνθρώπους παρελθεῖν; καὶ γὰρ εἴ τις αὐτὸν φάσκοι τὰ μὲν ἐν ᾗ συγγέγραφε Πολιτείᾳ λέγειν ἑκουσίως, τὰ δὲ περὶ Ῥώσκιον τῆς προκειμένης ἕνεκεν ὑποθέσεως, ἀντιστρέφειν μὲν καὶ ἡμᾶς οὐδὲν κωλύσει τὸν αὐτὸν λόγον, ἀλλ' ὅμως καὶ οὕτως λάθοι τις ἂν ἀποδοκιμάζων μᾶλλον, ὅσον εἰς τὴν παροῦσαν σκέψιν, ἢ συνιστὰς τὸν ῥήτορα· ἀναξιόπιστος γὰρ πρὸς ἀληθείας εὕρεσιν ἢ δικαίαν κρίσιν ὁ ταῖς †κατ' αὐλὴν †ἢ κατὰ τὴν αὑτοῦ προαίρεσιν ἀλλὰ μὴ ταῖς κατ' οὐσίαν δουλεύων ὑποθέσεσιν. οἶμαι δὲ ὡς οὐδ' ἂν αὐτὴν ἔψεγε ῥητορικὴν διὰ τοὺς δεκαζομένους τῶν ῥητόρων. οὕτω δὴ καί, εἴ τινες τῶν τεχνιτῶν διὰ τὸ τοῖς πολλοῖς ἀρέσκειν τὰ ἀγεννῆ μελῳδοῦσιν, οὐ τῆς τέχνης τὸ αἰτίαμα.
Ἀλλὰ καὶ ἡ πατρὶς αὐτῶν τοὺς μὲν ἐπὶ Νομᾶ καὶ τοὺς ὀλίγῳ μετ' αὐτὸν ἔτι τυγχάνοντας ἀγριωτέρους μουσικῇ παιδευομένους εἶχε (καθὰ καὶ αὐτός φησιν), ἰδίᾳ τε ἐν εὐωχίαις κοινῇ τε ἐν ἁπάσαις τελεταῖς σφίσι συνοργιαζούσῃ· ἐν δὲ τοῖς πολέμοις, ἐν οἷς μάλιστα εὐδοκίμησε καὶ εὐδοκιμεῖ (προσθήσω δὲ καὶ εὐδοκιμοίη), τὴν μὲν κατὰ πυρρίχην τῶν τακτικῶν μελέτην ὡς διὰ μουσικῆς ποιεῖται, τί δεῖ λέγειν; πᾶσι γὰρ δήπου ταυτὶ φανερά· ἀλλ' ὃ τοῖς πλείστοις ἄδηλον, ἐν αὐτοῖς τοῖς ἀγῶσι καὶ τοῖς κινδύνοις τὰ μὲν διὰ λόγων πολλάκις ἀποδοκιμάζει παραγγέλματα ὡς βλάψοντα, εἰ τοῖς ὁμοφώνοις τῶν πολεμίων διαγνωσθείη, διὰ μουσικῆς δὲ ποιεῖται τὰ σύμβολα, ὄργανον μὲν ἀρήιόν τε καὶ καταπληκτικὸν μεταχειριζομένη τὴν σάλπιγγα, ἑκάστῳ δὲ παρεγγυήματι μέλος ἴδιον ἀφορίζουσα· ἐπιδρομῆς οὖν τῆς κατὰ μέτωπον καὶ ἐφόδου τῆς κατὰ κέρας ἰδιάζοντα κατατέτακται μέλη, καὶ ἀνακλητικὸν ἕτερον, ἐξελίξεών τε τῶν ἐπ' ἀσπίδα ἢ ἐπὶ δόρυ πάλιν ἑκάστης ἴδια, καὶ πάντα οὕτως ἐφεξῆς περαίνει τὰ σοφίσματα συμβόλοις τοῖς μὲν πολεμίοις ἀδήλοις, τοῖς δὲ φιλίοις σαφεστάτοις τε καὶ δι' εὐχερείας γινωσκομένοις· οὐ γὰρ κατὰ μέρος τούτων διακούουσιν, ἀλλ' ἠχῇ μιᾷ τὸ σύμπαν ἕπεται σύνταγμα. ὃ δὲ δὴ μέγιστον ἁπάντων, ὅτι καὶ κατά τινας καιροὺς ἀμουσοτέρων τῶν προστατῶν τῆς πολιτείας πεπειραμένη τῶν ὑπὸ Πλάτωνος ἐν Πολιτείᾳ λόγῳ χρησμῳδουμένων ἔργῳ πεπείραται, ἐν μέσαις ἀγυιαῖς καὶ ἱερῶν κάλλεσιν ὠμοτάτην τῶν πολιτῶν κατ' ἀλλήλων ἐσιδοῦσα μιαιφονίαν.
Ὅτι γὰρ ἰσχυρότατόν τε πρὸς παιδείαν ἡ μουσικὴ καθάπερ οὐδὲν ἕτερον αἵ τε φύσεις ἡμῶν ἀνεπανόρθωτοι μείνασαι πολλάκις διεφθάρησαν (ἢ γὰρ ἐς τὰ χαμαίζηλα τῶν παθῶν ἢ ἐς τὰ χαλεπὰ προάγονται), δῆλον ἐνθένδε· ποιήσομαι δὲ τὸν λόγον οὐκ ἐπὶ τῶν καθ' ἕκαστον (δυσχερὴς γὰρ ἐν τούτοις ἡ κατανόησις), ἀλλ' ἐπὶ πόλεων καὶ ὅλων ἐθνῶν (εὐμαρὴς γὰρ ἐν τοῖς μείζοσιν ἡ θεωρία). δύο μὲν οὖν ταυτὶ περὶ τὸν τῆς παιδείας λόγον δυστυχήματα, ἀμουσία τε καὶ κακομουσία. τὸ μὲν οὖν ἕτερον ὑπ' ἀμαθίας, θάτερον δὲ ὑπὸ πονηρᾶς γίνεται διδασκαλίας. δυεῖν δὲ καὶ περὶ τὴν ψυχὴν, ὡς γένει φάναι, θεωρουμένων παθῶν, θυμοῦ τε καὶ ἐπιθυμίας, οἱ μὲν ἄγευστοι παντάπασι τῶν ἐκ μουσικῆς καλῶν, εἰ μὲν τὸ ἐπιθυμητικὸν κολακεύοιεν, ἀναίσθητοί τέ εἰσι καὶ βοσκηματώδεις, ὡς οἵ τε περὶ τὴν Ὀπικίαν καὶ Λευκανίαν, εἰ δὲ τὸ θυμικὸν ἐγείροιεν, ἄγριοί τε καὶ θηριώδεις, ὡς οἵ τε περὶ τὴν Γαραμαντίδα καὶ τὴν Ἰβηρίαν· πάλιν δὲ οἷς εἰς τὸ παρὰ φύσιν διεστράφη τὰ τῆς μουσικῆς, ἐς φαυλότητα καὶ κακομουσίαν, τούτων οἱ μὲν τὸ ἐπιθυμητικὸν θεραπεύοντες τάς τε ψυχάς εἰσι λίαν ἀνειμένοι καὶ τὰ σώματα οὐ δέον ὡραΐζοντες, ὡς οἵ τε περὶ τὴν Φοινίκην καὶ οἱ τούτων κατὰ τὴν Λιβύην ἔκγονοι, οἱ δὲ τῷ θυμικῷ πειθαρχοῦντες τήν τε διάνοιάν εἰσιν ἄτακτοι, μέθυσοί τε ὄντες καὶ πέρα τοῦ καιροῦ φιλορχησταὶ τὰ ἐνόπλια, τήν τε ὀργὴν περιττοί, ἀρειμάνιοι, ὡς οἵ τε περὶ τὴν Θρᾴκην καὶ τὸ Κελτικὸν ἅπαν ἔθνος· τὸ δὲ δὴ τήν τε μάθησιν αὐτῆς καὶ χρῆσιν τὴν ἐπιδέξιον ἀσπασάμενον, λέγω δὲ τὸ Ἑλληνικὸν καὶ εἴ τι τοῦτο ἐζήλωκεν, εὔδαιμόν τε ἀρετῆς ἕνεκεν καὶ ἐπιστήμης ἁπάσης καὶ ὑπεραῖρον φιλανθρωπίᾳ. εἶτα πόλεις μὲν ὅλας καὶ ἔθνη τέρπειν οἵα τε καὶ μεταπλάττειν μουσική, τὸν δὲ καθ' ἕνα οὐκ ἂν παιδεύσειεν; ἔγωγε οἶμαι.
Καὶ μὴν οὐδὲν οὕτω τῶν λοιπῶν ἐπιτηδευμάτων πολιτείαν τε συστήσασθαι δύναιτ' ἂν καὶ συστᾶσαν διαφυλάξαι· τὰ μὲν γὰρ ἄλλα συγκαταβάλλεται τῆς καταστάσεως προτέρας ἐπὶ θάτερα ῥεπούσης, ἡ δὲ καθηγεῖται πάσης μεταβολῆς· πρώτη γὰρ καὶ τάξει καὶ δυνάμει παντὸς μαθήματος, προαίρεσιν ἐκ πρώτης ἡλικίας ἑκάστῳ πλάττουσα τοῖς μέλεσι προσφόρως. ἔστω σοι καὶ τουτὶ τεκμήριον ἤθους ἐπιγνώσεως· οἵοις γὰρ ἕκαστοι δημοσίᾳ τε καὶ ἰδίᾳ μέλεσιν ἥδονται καὶ ῥυθμοῖς, τοιούτοις ἂν καὶ τοῖς ἤθεσιν εὑρεθεῖεν ἀρεσκόμενοι· ἐκ γὰρ τοῦ δι' ᾠδῆς μὲν ὀλιγωρεῖν τὰ φαῦλα προσφέρεσθαι συνήθειά τις καὶ οἰκειότης περιγίνεται, ἐκ δὲ ταύτης φύσις, ἐξ ἧς ὀρέξεις εἰς τὰς πράξεις ἀναφύονται, αἷς ἡδονὴ προσελθοῦσα βεβαιοῖ τε καὶ ἐπιτείνει τὸ δεινόν, οὔτε σχήματος οὔτε μορφῆς οὔτε μὴν λόγων ποιουμένη διάκρισιν, ἕως ἂν ἅπαντα τὸν βίον ἰδίᾳ τε καὶ κοινῇ τελευτῶσα ἀνατρέψῃ. ἔστιν οὖν καὶ κατὰ τοὐναντίον λέγειν ὡς ἐκ μὲν καλῆς ᾠδῆς ἀγαθοὶ λόγοι φύσεις τε καὶ ἕξεις, καλαὶ δὲ ὀρέξεις, ἄρισται δὲ συμβαίνουσι πράξεις. τοιγάρτοι κατὰ τοὺς παλαιοτάτους χρόνους πολιτείας οὐδαμόθι παγίως ἐρηρεισμένης μουσικὴ μετὰ ἀρετῆς μελετωμένη τάς τε παρ' ἑκάστοις διωρθοῦτο στάσεις καὶ πρὸς τοὺς πέλας πόλεών τε καὶ ἐθνῶν ἔχθρας ἔπαυσε, πανηγύρεων μὲν ἀποδείξασα τεταγμένους χρόνους, ταῖς δὲ ἐν ταύταις συνήθεσιν εὐφροσύναις τε καὶ θυμηδίαις τῆς μὲν ἐς ἀλλήλους ἀγριότητος παύσασα, τὸ δ' ἤπιον ἀντεισαγαγοῦσα, ὥσπερ οἱ δεινοὶ τὰ γεωργικὰ πάσης πρότερον βοτάνης ὀχληρᾶς καὶ ἀκάρπων θάμνων τὸ [τε] πεδίον καθηράμενοι τὰ χρησιμώτατα τῶν σπερμάτων ἐν ἀσφαλεῖ καταβάλλουσιν. εἰ δὲ νῦν ἅπασα μὲν πόλις, σύμπαν δὲ ὀλίγου δεῖν ἔθνος τό τε κόσμιον ἠγάπηκε καὶ φιλάνθρωπον, οὐ δήπου διὰ τοῦτ' ἄχρηστος ἡ μουσική· οὐδὲ γὰρ ἰατρικῇ παράκλησιν μὲν προσοιστέον, εἰ τῷ νοσεῖν συμβαίνοι, ὑγιαίνοντος δὲ ἀχαριστητέον, ἀλλὰ καὶ τῆς ὑγιείας δίκαιον χάριν εἰδέναι καὶ τοῦ λοιποῦ βίου παντὸς ἐπιστάτιν ποιήσασθαι, ὅπως μὴ δι' ἀργίαν ἢ τρυφὴν τοῖς ἐξ ἀρχῆς περιπέσοιμεν· τῆς γὰρ αὐτῆς δήπου τέχνης οὐκ οὖσάν τε ἀρετὴν ἐνθεῖναι καὶ ἐνοῦσαν διαφυλάξαι τε καὶ αὐξῆσαι. οὕτως οὖν καὶ περὶ μουσικῆς ῥητέον· χάριν δεῖ γινώσκειν ἐς φιλίαν ἕκαστον αὑτῷ καὶ κοινῇ πρὸς ἀλλήλους συναγούσῃ, ἀναληπτέον δὲ ἐς ἀεί, τήρησιν τῆς πρὸς ἀλλήλους ὁμονοίας μνωμένους. καὶ οὐ δημοσίᾳ μόνον ἀλλὰ καὶ ἰδίᾳ πονητέον· ὡς γὰρ ὑγίειά τίς ἐστι καὶ κοινῇ καὶ καθ' ἕκαστον, οὑτωσὶ δὲ καὶ συμφωνία πόλει τε ὅλῃ πρὸς ἑαυτὴν καὶ μιᾷ ψυχῇ πρὸς τὰ αὑτῆς μέρη.
Ὅτι μὲν οὖν ἡμῖν τούς τε νέους παιδευτέον μουσικῇ καὶ αὐτοῖς διὰ βίου προσεκτέον ὅπη παρείκοι, οὐδένα ‹ἂν› ἀντειπεῖν οἴομαι.
[7] Καιρὸς δὲ λοιπὸν ἐξηγεῖσθαι ποῖα μὲν μέλη, ποῖοι δὲ ῥυθμοὶ καταρτύσουσι τὰ τῆς φύσεως παθήματα. λέξω δὴ τὰ μὲν παλαιοῖς τισιν εἰρημένα, τὰ δὲ εἰσέτι νῦν σιωπηθέντα οὔτ' ἀγνωσίᾳ τῶν συγγραφέων οὔτε βασκανίᾳ· τοῦτο μὲν γὰρ οὐδ' εἰπεῖν θέμις ἀνδρῶν πέρι φιλοσόφων μουσικῇ τετελεσμένων· ἀλλὰ γὰρ τὰ μὲν αὐτοῖς ἐν συγγράμμασι κατετάττετο, τὰ δ' ἀπορρητότερα ταῖς πρὸς ἀλλήλους ὁμιλίαις διεσῴζετο. αἰτία δ' ἦν ἡ τῶν τότε περὶ τὰ κάλλιστα ὁρμή τε καὶ φιλοχωρία· νυνὶ δὲ τοσαύτης ἐπιπολαζούσης (δεῖ γὰρ εὐφημεῖν) ἀφιλομουσίας ‹ἆρ'› ἀγαπητὸν ἔσται τοῖς μετρίως ἐπιμελέσιν, εἰ βίβλῳ οὐ σαφές τι περιεχούσῃ περιπέσοιεν;
Τεττάρων δὴ μάλιστα τούτων στοχαστέον τῷ παιδεύοντι διὰ μουσικῆς, ἐννοίας τε πρεπούσης καὶ λέξεως καὶ πρὸς τούτοις ἁρμονίας τε καὶ ῥυθμοῦ. προκαθηγεῖται μὲν γὰρ ἔννοια πάντως, ἧς ἄνευ οὔτε αἵρεσις οὔτε φυγή τινος ἐγγίνεται· ταύτης δὲ μίμημα λέξις, ἣ πρὸς τὴν τοῦ πέλας ἀκοήν τε καὶ πειθὼ πρώτως ἀναγκαία· αὕτη δὲ ὀξύτητάς τε καὶ βαρύτητας προσλαβοῦσα μετὰ διαστημάτων συγκεχυμένη μὲν ἐγέννησεν ἁρμονίαν, λόγοις δὲ τοῖς συμφώνοις τεταγμένη ῥυθμόν. ἀλλ' ἐπεὶ παθῶν ψυχικῶν ἡ μουσικὴ θεραπεία, πρότερον διαληπτέον ὅπως ταυτὶ καὶ πόθεν περὶ ψυχὴν εἴωθε συμβαίνειν· μὴ γὰρ τούτων ὡρισμένων ἀσαφὴς ὁ περὶ τῶν ἑξῆς ἡμῖν γενήσεται λόγος.
[8] Φαίνεταί μοι τοίνυν ἡ ψυχή, πόρρω μὲν τῶνδε ἡνίκα ἐστὶν ὁμιλοῦσα τῷ κρείττονι, λόγῳ τε ὁμέστιος εἶναι καὶ καθαρεύειν ἐπιθυμίας· ἐπὰν δὲ ἐπὶ τάδε ἀγκλίνῃ καὶ τὴν ἐνταῦθα διατριβὴν πείρᾳ μαθεῖν ἐπιχειρήσῃ, τηνικαῦτα αὐτῇ σώματός τε ἐγγίνεται χρεία καὶ σῶμα ἐπιζητεῖ πρόσφορον. ὑπόκειται δ' αὐτῇ θεωρεῖν τὴν ἐν τούτοις διπλόην, ἀρρενότητά τέ φημι καὶ θηλύτητα, ἥτις οὐκ ἐν ἐμψύχοις μόνοις ἄρα ἦν ἀλλὰ κἀν τοῖς φύσει μόνῃ διοικουμένοις, φυτῶν τε ὅσα μετάλλων τε γένη καὶ ἀρωμάτων· καὶ γὰρ τούτων δυάς τις ἐπιφαίνεται, ἤτοι δι' ἁπαλότητος ἢ λειότητος ἢ εὐχροίας ἢ εὐωδίας ἢ καὶ τῶν ἐναντίων τὴν ἑτέραν ἐπιδεικνυμένων φύσιν. αὐτὴ μὲν οὖν καθ' αὑτὴν ἁπλῆ τέ ἐστι καὶ ὡς ἐν μορφῇ ἀδιάφορος, εἶδος δὲ τουτὶ τὸ ἀνθρώπειον ἠμφιεσμένη τὸ μὲν κατὰ φύσιν αὑτῆς ἀπέκρυψε κάλλος, ἐς δὲ τὸν τοῦ ἐλύτρου τόπον τε καὶ τύπον τὰ μὲν ἑκουσίως, τὰ δ' ὑπ' ἀνάγκης σχηματίζεται. οὐ μόνον οὖν ἐφίεται σώματος ἀλλὰ καὶ τούτου ποιοῦ τινος· ἢ γὰρ ἄρρεν ἠγάπηκεν ἢ θῆλυ. καὶ τούτων ὁτὲ μὲν ἄκρατον θάτερον, ὁτὲ δὲ ἐξ ἀμφοῖν ἔχον δεινήν τινα καὶ ὄντως ἄτοπον μίξιν. αὐτίκα, κἂν μὴ φύσει τοῦ τοιούτου τύχωσι σώματος, αὐταὶ ταῖς σφετέραις τροπαῖς μετερρύθμισάν τε καὶ ἐς τὸ αὑταῖς ὅμοιον μετέστησαν. οὕτως ἐν μὲν ἄρρεσι θῆλυς ἐπιτρέχει μορφή, δι' ἣν καὶ ὁ βίος ὦπται τοιοῦτος, ἐν δὲ γυναιξὶν ἀνδρεῖον εἶδος, ᾧ καὶ τὸ ἦθος ὅμοιον τεκμαιρόμεθα· καὶ ἄνδρες μὴν ἀγένειοι καὶ γενειάσκουσι γυναῖκες, καί τις ἄρρην ἔβλεψεν ὑγρὸν καὶ γυναῖκες γοργὸν προσεῖδον, ὥστε καὶ τῶν ἠθῶν ἕκαστα θηράσεις ἑκάστῃ μορφῇ συνῳδά. ἐκ δὲ τῆς πρὸς τὸ ἄρρεν ἢ θῆλυ προσπαθείας ἢ πρὸς ἀμφότερον τὰ πάθη συνίσταται περὶ ψυχήν. τὸ μὲν οὖν θῆλυ λίαν ἀνειμένον, ᾧ συνᾴδει τὸ ἐπιθυμητικόν, τὸ δ' ἄρρεν σφοδρόν τε καὶ δραστήριον, ᾧ τὸ θυμικὸν ὡμοίωται. περὶ μὲν οὖν τὸ θῆλυ ψυχῆς τε μέρος καὶ ἀνθρώπων γένος πλεονάζουσι λῦπαι τε καὶ ἡδοναί, περὶ δὲ τὸ ἄρρεν ὀργὴ καὶ θράσος. πάλιν δὲ τούτων γίνονται συζυγίαι, λυπῶν τε πρὸς ἡδονὰς καὶ ὀργῆς πρὸς θράσος, καὶ θράσους πρὸς ἡδονὴν καὶ λύπην, καὶ ὀργῆς αὖθις πρὸς ἑκάτερον, καὶ πάλιν ἑκάστου πρός τε ἓν καὶ πρὸς πλείω μίξεις· καὶ μυρίας ἄν τις ἐκ τούτων εὕροι τῶν παθῶν εἰκόνας ἐν ποικιλίᾳ θεωρουμένων.
Τούτων οὖν ἑκάστῳ κατὰ φύσιν διαφόρως ὑποκειμένων καὶ τῶν ἐννοιῶν γίνονται διαφοραί. οὕτως ὁ μὲν λευκότητα ἰδὼν ἠγάσθη, ὁ δὲ μελανίαν ἐθαύμασε, καὶ τῷ μὲν τὸ γλυκὺ δι' ἡδονῆς, ἑτέρῳ δὲ τὸ πικρὸν ἀρέσκει. τῆς γὰρ ἐναντιότητος, ὡς ἔφην, κἀν τοῖς πάθεσι θεωρουμένης κἀν τοῖς ἐκτὸς ὑποκειμένοις πράγμασιν, οἷς ἐπιβάλλουσάν φασι τὴν ψυχὴν φαντασίας ἀναλαμβάνειν, τὰ τοῖς σφετέροις ἐοικότα παθήμασιν ἕκαστος ἡμῶν δι' ἀρεσκείας ἄγει. ἔστι γὰρ πρῶτον μὲν ἐν ὁρατοῖς ἑκατέραν ἰδεῖν τὴν φύσιν, τὸ μὲν ἀνθηρόν τε καὶ ἐς ὡραϊσμὸν προσφυὲς χρῶμά τε καὶ σχῆμα διαιροῦντα θηλύτητι, τὸ δὲ στυγνόν τε καὶ ἐς σύννοιαν ἄγον ἀρρενότητι, πάλιν δὲ ἐν ἀκοαῖς τοὺς μὲν λείους καὶ προσηνεῖς ἤχους ἐς τὸ θῆλυ, τοὺς δὲ τραχυτέρους εἰς τοὐναντίον ἁρμόττοντα· καί, ἵνα μὴ τὰ καθ' ἕκαστον λέγω, κοινῶς περὶ πάντων ἀποφαντέον ὡς ὅσα μὲν τῶν αἰσθητῶν ἔς τε ἡδονὴν δελεάζει καὶ ἠρέμα διαχεῖν τὴν γνώμην πέφυκε, ταῦτα εἰς τὸ θῆλυ κριτέον, ὅσα δὲ κινεῖ τε εἰς σύννοιαν καὶ ἐγείρει τὸ δραστήριον, ταῦτα εἰς τὴν ἄρρενος μοῖραν ἀπονεμητέον, τὰ δέ τοι μηδέτερον ἢ κατὰ μίξιν ἄμφω δρῶντα ταῦτα τῶν μέσων ἀποφαντέον. κατὰ δὴ ταῦτα καὶ περὶ ἐκείνων λέγωμεν αἳ λόγῳ μέν εἰσι καταληπταὶ τέχναι τε καὶ ἀρεταὶ καὶ ἐπιστῆμαι, ἐκ δὲ τῆς τῶν ὑλῶν ποιότητος περὶ ἃς ἑκάστη τευτάζει τὰς πρὸς ἀλλήλας διαφορὰς καὶ ὁμοιότητας εἰλήχασιν, αἵ τε ἀρεταὶ πρὸς τὰς ἀρετὰς αἵ τε ἐπιστῆμαι πρὸς τὰς ἐπιστήμας, κακίαι τε αὖ πρὸς κακίας καὶ ἀνεπιστημοσύναι πρὸς ἀμαθίας, πάλιν δὲ ἀρεταὶ πρὸς κακίας ἢ ἐπιστήμας ἢ ἀγνωσίας, κακίαι τε αὖ πρὸς τὰς εἰρημένας, ποικίλης τινὸς καὶ τῆς κατὰ ταῦτα πλοκῆς τε οὔσης καὶ μίξεως.
[9] Πρώτη μὲν οὖν ἡ δι' ἐννοιῶν ἐν βίῳ συγκατάθεσις ἢ εὐτυχῶς ἕκαστα δι' αὐτομαθείας κατειληφότων ἢ ὕστερον μεταπεισθέντων· αἱ γὰρ τῶν πολλῶν διαβοήσεις ἦθος ἐμποιεῖν ‹οὐχ ἧττον› ἢ αἱ τῶν ἐπιστημῶν δόξαι πεφύκασι· πάντων γὰρ ἡ ψυχὴ τύπους ἐν ἑαυτῇ καὶ εἰκόνας ἔχουσα τοῖς ὑπὸ τῶν λόγων κινουμένοις ἐννοήμασιν ἑκάστοτε συσχηματίζεται, κᾆτα ἐκ τῆς τοιαύτης συνηθείας τε καὶ μελέτης ἔλαθεν ἢ εὐδαίμονα κατὰ μικρὸν ἕξιν ἢ ἐναντίαν βεβαιώσασα. καθόλου μὲν οὖν τῆς ἠθικῆς παιδεύσεως εἴδη δύο· τὸ μὲν γάρ ἐστι θεραπευτικόν, ᾧ κακίαν διορθούμεθα, καὶ τούτου πάλιν εἴδη δύο, τὸ μὲν μειωτικόν, ἡνίκα πείθειν ἀθρόως ἀδυνατοῦντες κατὰ μικρὸν ἐλαττώσεσιν ἐς ἀπάθειαν ἄγομεν, τὸ δὲ ἀναιρετικόν, ὅταν ἐκ πρώτης εἰς παντελῆ τὸν ἀκροατὴν ἄγωμεν μετάστασιν· τὸ δ' ἐστὶν ὠφελητικόν, ὅτε τὴν βελτίστην ἕξιν βεβαιοῦντες τοῖς παιδεύμασι διαφυλάττομεν ἐν ταυτότητι, τὸ δὲ προσθετικόν, ὅτε τὴν μέτριον καλοκἀγαθίαν ἐκ προσαγωγῆς ἐς ἄκραν ἀγαγεῖν τὴν ἀρετὴν πραγματευόμεθα. τῆς δὲ ἐκ τῶν ἐννοιῶν παιδεύσεως ἡ τέχνη διττή· εἰ μὲν γὰρ ἐκ τῆς ὑποκειμένης τῶν πραγμάτων ὕλης τὰ χρειώδη πρὸς τὴν ψυχαγωγίαν εὑρίσκοι τις σημαινόμενα, τούτοις χρησόμεθα· εἰ δ' ἀποροίημεν, μεθόδοις ἀνιχνεύσομεν τὰ ἀναγκαῖα. τῶν δὲ μεθόδων αὗται χρησιμώταται· ἐπίθετα, μεταλήψεις, μεταφοραί, ὁμοιώσεις, συνεκδοχαί, περιφράσεις, ἀλληγορίαι, καὶ ἄλλαι πλείους.
Ὅρα δὴ ὅπως ὁ ποιητὴς ἀνατολὴν βραδεῖαν εἰπεῖν ἡλίου πειρώμενος, χρησίμην τοῖς λεχθησομένοις περὶ τῆς ἐν τῷ λυκόφωτι τῶν ἡρώων ταφῆς, βραδυτῆτος δηλωτικοῖς ἐπιθέτοις χρῆται· τούτων δὲ μὴ οἰκείως ἐπὶ τοῦ ταχίστου τῶν ἄστρων λεγομένων τὸν μὲν λόγον ἐπὶ τῆς ἡλιακῆς αὐγῆς ἐποιήσατο εἰπών [Η 421]
ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας·
τῶν δ' ἐπιθέτων ἐπὶ τοῦ βραδυκινήτου στοιχείου τοῦ ὕδατος ποιεῖται τὴν κατασκευήν, ὅπου μὲν τὸ ἠρεμαῖον δηλῶν τῆς ἐπιρροῆς (φησὶν οὖν ἐξ ἀκαλαρρείταο), ὅπου δὲ τὴν αἰτίαν ἐμφαίνων τῆς βραδυκινησίας· λέγει γὰρ βαθυρρόου ὠκεανοῖο· πᾶν μὲν γὰρ τέναγος εὐκίνητον, περὶ τὴν ὑποκειμένην τῆς γῆς κυρτότητα κυλιόμενον, βάθος δὲ βραδὺ καὶ σταδαῖον, ἐπὶ πολλὰ μέρη τῆς ὑφ' αὑτὸ κοιλότητος τὴν ὁρμὴν σκεδαννύμενον. ἀλλὰ καὶ τῆς ἀνόδου τὸ σχολαῖον ἐνέφηνε· μακροτέρα γὰρ οὐκ ἀπεικότως ἡ ἀπὸ βάθους διέξοδος. ταχυτῆτα δὲ πάλιν ἀνατολῆς δηλῶν ἔμψυχον τῷ ἄστρῳ καὶ ὁρμητικὴν περιτίθησι τὴν ἀναφοράν· λέγει γὰρ [γ 1]
ἠέλιος δ' ἀνόρουσε λιπὼν περικαλλέα λίμνην.
ἔνθα δὴ καὶ ἡδύνων τὸν λόγον θηλυκῶς ὀνομάζει τὸν ὠκεανόν. πάλιν δι' ἡδονῆς ἐντελῶς τὰς ἀνατολὰς διαγράφων τοῖς μὲν ἅμα τῇ τε χροιᾷ προσηνέσι καὶ ἐς ὄσφρησιν ἡδέσι κοσμεῖ τὸν λόγον, οὐκέτι δὲ ἐπὶ τοῦ ἡλίου τοῦτον, ἐπὶ δὲ θήλεος προσώπου τῆς ἠοῦς ποιεῖται, λέγων [Θ 1]
Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ' αἶαν·
καὶ [Α 477]
ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς.
αὖθις συστέλλειν ἡμᾶς βουλόμενος ἐπὶ τῶν πολεμικῶν τάξεων φησί [Δ 282]
κυάνεαι σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι.
ὃ γὰρ ἐκ τῶν κατὰ φύσιν ὀνομάτων οὐκ ἂν ἐποίησε τοῦτο διὰ τῶν μεταφορικῶς σημαινομένων ἐνήργησε· τό τε γὰρ μέλαν ὀλίγου ταὐτὸν ἀκουόμενον ὥσπερ καὶ ὁρώμενον δρᾷ, τό τε τῆς φρίκης ὄνομα διὰ τὸ φοβερὸν τὴν ἐν τῷ πολέμῳ διαδείκνυσιν ἀγωνίαν. πάλιν ἐναργείας ἕνεκέν φησι [Υ 59sq.]
πάντες δ' ἐσσείοντο πόδες πολυπιδάκου Ἴδης
καὶ κορυφαί·
μᾶλλον γὰρ ἡμᾶς εἰς ἔννοιαν τῆς ταραχῆς ἤγαγεν ἀπὸ τῶν φύσει κινουμένων τῶν ἡμετέρων σωμάτων τὴν ἐπὶ τὰ ἀκίνητα μετάστασιν ποιησάμενος. καὶ μὴν ἐπὶ ταὐτοῦ πράγματος τὰ μὲν περὶ Ἄρεα καὶ Ἀφροδίτην διὰ τραχέων ὀνομάτων ἀφηγεῖται [θ 268sq.], τὸ ἐμίγησαν καὶ τὸ λάθρῃ καὶ τὸ ᾔσχυνε λέγων, ὧν τὸ μὲν τὸν ἐξ ἡδονῆς μιασμόν, τὸ δὲ τὸ ἐπίψογον τῆς πράξεως, τὸ δὲ τὴν αἰσχρὰν ἀδικίαν ἐμφαίνει· ἐπὶ δὲ τοῦ Ὀδυσσέως σεμνοῖς ῥήμασι κοσμεῖ τὸν λόγον· τὴν γὰρ ἐν δίκῃ καὶ νόμιμον πρᾶξιν ἐνέφηνεν, εἰπών [ψ 296]
ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο.
ἐπὶ δέ γε τῆς οὔτε μεμπτῆς κατὰ νόμον οὔτε ἐπαινουμένης ὁμιλίας συμπλοκῇ τῆς τῶν σημαινομένων ἐναντιότητος πεποίηται τὴν μεσότητα, εἰπών [Ι 133sq.]μήποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι,
ᾗ θέμις ἀνθρώπων πέλει, ἀνδρῶν ἠδὲ γυναικῶν.
Ὅπου δὲ τροπαῖς ἀδύνατον μεταλαβεῖν, ταῖς ὁμοιώσεσι χρησόμεθα. συστέλλει μὲν οὖν ἡμῖν τὴν διάνοιαν ἐν οἷς φησιν [Δ 275]
ὡς δ' ὅτ' ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνήρ.
διαχεῖ δὲ ἐν οἷς ἔφη [κ 304]
γάλακτι δὲ εἴκελον ἄνθος·
πολλῶν γὰρ χἀτέρων λευκῶν ὄντων τὸ καὶ γλυκύτητος ἔμφασιν ποιησόμενον ἐπελέξατο. αὖθις ἐπὶ μὲν τῶν Ἀχιλλέως θρήνων [Σ 2225] τοῖς συγχέουσι τῶν ὀνομάτων τὴν διάνοιαν χρῆται πλείοσι, νεφέλην μέλαιναν καὶ κόνιν αἰθαλόεσσαν καὶ μέλαιναν τέφραν ὀνομάζων, ἐλάττω δὲ τίθησι τὰ φαιδρότερα· τὰ δὲ κατὰ τὸν Εὔφορβον ἀνθηρῶς ἀπαγγέλλειν ἐθέλει, τοῦ κατὰ τὸν Πάτροκλον ἡμᾶς ἀπολύων πάθους· πλεονάζει γοῦν ἐκεῖθι [Ρ 51sqq.] τὰ φαιδρὰ τῶν ὀνομάτων, Χάρισι μὲν ὅμοιοι πλοκαμοί, ὕλαι δὲ ἀνθηραὶ χρυσὸς καὶ ἄργυρος, τά τε ἐφεξῆς εὐθαλής τε ἐλαία καὶ χωρίον ἀναπεπταμένον καὶ ὑδάτων ἀναβλυστάνουσαι ῥοιαὶ καὶ ἀνέμων εὔπνοιαι καὶ ἄνθους φαιδρόν τι χρῆμα καὶ τιμαλφέστατον.
Μέγεθός γε μὴν καὶ ἀξίωμα ἐμποιεῖ τῷ λόγῳ διὰ συνεκδοχῆς ἐν τῷ [Μ 137sq.]
οἱ δ' ἰθὺς πρὸς τεῖχος ἐΰδμητον βόας αὔας
ὑψόσ' ἀνασχόμενοι ἔκιον μεγάλῳ ἀλαλητῷ.
μεγέθει ‹μὲν γὰρ› τῶν διαστημάτων ἐξῆρε τὸν λόγον· ἀπρεποῦς δ' ὄντος τοῦ τῆς ἀσπίδος ὀνόματος ὡς ἐς ἁδροτῆτα τὸ συνεμφανίζον μέγεθος βοῦν ὠνόμασε· πάλιν δ' ὄντος ἀσυμφώνου τούτου τῷ ἀνασχόμενοι προσέθηκεν αὖον· διὰ γὰρ τῆς κατὰ τὴν ξηρότητα συνεμφαινομένης κουφότητος τῇ τε πράξει πιθανότητα περιῆψε καὶ ταῖς ἐννοίαις ἀνυπεύθυνον τὴν φαντασίαν ἐχαρίσατο. καὶ μὴν ἀλλαχοῦ φησιν [Φ 388]
ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός. τούτῳ τοίνυν τὸ μὲν κατὰ τὴν μάχην ἐς ὄγκον αἴρων, ἀπρεπῶς δὲ ἐπὶ τοῦ οὐρανοῦ χρώμενος, μεθόδοις μεταδιώκει τὸ πρέπον, τῷ μὲν ἐπιθέτῳ καὶ τὸ ἐκ τῆς σάλπιγγος συναύξων μέλος, τῇ δὲ προσθήκῃ τῆς προθέσεως ἐκ παντὸς μέρους οὐρανίου τὸν ἦχον ἐξάγων. φανερὸν μὴν τὸ καὶ τὰ χαμαίζηλα τῶν ὀνομάτων ἰσχνότητα ἐμποιεῖν τῷ λόγῳ, ὡς ἔχει τὸ [υ 259]
δίφρον ἀεικέλιον παραθεὶς ὀλίγην τε τράπεζαν.
Ἐννόει δὴ κἀκ τῆς τῶν περιφράσεων ποικιλίας ὡς ἅμα τὸ ἐναργὲς τῷ χαρακτῆρι καὶ τὸ ἡδὺ τῷ λόγῳ περιγίνεται· νέων γοῦν ἡρώων πρόσωπα μετὰ τῆς οἰκείας ἀρετῆς ἑκάτερον ἀπαγγέλλειν ἐθέλων ὅπου μέν φησι βίης Ἐτεοκληείης [Δ 386], ὅπου δὲ ἱερὴ ἲς Τηλεμάχοιο [e. g. π 476], ἐφ' οὗ μὲν τὸ κατὰ τὴν ῥώμην ἔξοχον, ἐφ' οὗ δὲ τὸ κατὰ τὴν σωφροσύνην θεοφιλὲς ἐπισημαίνων.
Καὶ μὴν καὶ ἀλληγορίαι πολλοῖς ὀνόμασιν ἐφεξῆς μετακειμένοις τρέπουσιν ἐφ' ἑτέραν ποιότητα τὴν διάνοιαν· ὅρα γὰρ ὡς ἀπαθῶς καὶ ἀλύπως εἰπεῖν περὶ τῶν ἐν τῷ πολέμῳ τετελευτηκότων προῃρημένος ὡς περὶ πυρῶν συγκομιδῆς ποιεῖται τὸν λόγον, λέγων [Τ 2213]
αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν,
ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν,
ἄμητος δ' ὀλίγιστος.
[10] Τούτων δὴ τῶν ἐννοημάτων πλεκομένων ἀλλήλοις γίνονται λόγοι καὶ λόγων εἴδη, οἷον ἐκ ποικίλων χυλῶν τε καὶ χυμῶν φάρμακά τε καὶ ἡδύσματα. τὰ μὲν οὖν ἐς ἄνεσιν ἄγοντα καὶ φαιδρότητα τὸν ἀφελῆ τε καὶ ἡδὺν λόγον ἐγέννησε· τὰ δὲ τὸ σύννουν κινοῦντα καὶ τὸ ὁρμητικὸν τὸν πολιτικόν τε καὶ ἀγωνιστικὸν ἐξέφηνεν. τοῦ μὲν οὖν πολιτικοῦ κατὰ τὸ ἄρρεν τὰ εἴδη συντομίαι τε καὶ βραχύτητες καὶ ἀξίωμα καὶ μεγαλοπρέπεια, τραχύτης τε καὶ σφοδρότης καὶ μέγεθος καὶ μεστότης, ἅπερ τήν τε φυσικὴν ἐμφαίνει μεγαλόνοιαν τοῦ ἄρρενος, μέγεθός τε σώματος καὶ ἁδροτῆτα διανοίας καὶ τὸ ἐς τὰ μέγιστα τῶν ἔργων ἀνυτικὸν τάχος· τοῦ δὲ ἀφελοῦς ἀραιότης ἁβρότης κάλλη τε καὶ γλυκύτητες, ὧν τὰ μὲν τὸ ἀνειμένον τοῦ θήλεος, τὰ δὲ τὸ ἐς ὡραϊσμὸν διαδείκνυσιν ἐπτοημένον. γένοιτο δ' ἄν τι καὶ τῇ τούτων πλοκῇ, οἷον ἡ δριμύτης, τὸ μὲν τάχος ὡς ἄρρεν, τὸ δὲ μικροπρεπὲς ὡς ἐναντίον ἐπιφαίνουσα, ἥ τ' ἐπιμέλεια, τὸ μὲν γλίσχρον ἔχουσα κατὰ τὸ θῆλυ, τὸ δὲ τῆς φιλοπονίας παρεκτεταμένον ὡς ἄρρεν. τούτοις δὴ τοῖς εἴδεσι τῶν λόγων πρὸς ψυχὴν ἑκάστην χρώμενος ἢ ἁπλοῖς ἢ κατὰ μίξιν ὁτὲ μὲν ὁμοιότητι πείσεις, ὁτὲ δὲ ἀνομοιότητι καταγωνιῇ.
Περὶ δὲ τῆς τῶν σχημάτων φύσεως οἷς προσάγειν χρὴ τὰ νοήματα οὐ πολλὰ δεῖν ἡγοῦμαι λέγειν· ἱκανὴ γὰρ ἡ ὑπόκρισις ταῦτα δηλῶσαι. καὶ γὰρ τούτων ἕκαστον ἢ συστέλλει πως, ὡς αἱ παραιτήσεις, ἢ ἀνίησιν, ὡς αἱ συγχωρήσεις, τὴν διάνοιαν, καὶ ἤτοι μικροπρεπεῖς, ὡς αἱ προδιορθώσεις, ἢ μεγαλείους, ὡς αἱ γνωμολογίαι καὶ ἀφηγήσεις, ἀπεργάζονται. ὧν ἑκάστου τὴν ἐνέργειαν ἐκ τῶν τύπων ἄριστ' ἂν διαγνοίημεν ὧν ἕκαστον κατὰ τὸν τῆς ὑποκρίσεως καιρὸν τοῖς σώμασιν ἐντίθησι· παρ' ἃ καὶ σχήμασιν αὐτοῖς συνέβη κληθῆναι.
Περί γε μὴν τῶν ὑποθέσεων καὶ τῶν κεφαλαίων οἷς τὰς μιμήσεις καὶ ἀφηγήσεις τεταγμένως ποιησόμεθα ἐν τῷ περὶ ποιητικῆς ἡμῖν ἀκριβῶς εἴρηται· ἧς μέρη μὲν μίμησις καὶ διήγησις, τούτων δὲ ἑκατέρας μόρια ἠθοποιίαι τε καὶ διηγήματα, ἃ πολλαχοῦ καθ' ἑαυτὰ μόνα γινόμενα εἴδη τε καὶ ποιήματα προσαγορεύεται. ὅτι γὰρ καὶ ἡ διὰ τούτων ἐν μουσικῇ χρησιμεύει παίδευσις, Ὅμηρος ἡμῖν ἱκανὸς μάρτυς. ὁ μὲν γὰρ Ἀχιλλεὺς ἐν Ἰλιάδι πόρρω καθίστασθαι τοῦ διὰ τὴν Βρισηίδα πάθους βουλόμενος, οὐδ' ὁτιοῦν ἐρωτικὸν ᾄδων εἰσάγεται ἀλλ' ἐς τὸ ἀνδρίζεσθαι τὴν ψυχὴν ἐκκαλεῖται τὰς τῶν παλαιοτέρων εὐοπλίας πρὸς κιθάραν ἀναπεμπαζόμενος· τῶν δὲ ἐν Ὀδυσσείᾳ διὰ μουσικῆς παιδευόντων ὁ μὲν ἀνακρούων τοὺς μνηστῆρας τῆς τε ἐς τὴν Πηνελόπην ὕβρεως καὶ τῆς ἐς τὴν Ὀδυσσέως κηδεμόνα θεὸν ἀσεβείας ᾄδει τὰ διὰ τὴν τοῦ Λοκροῦ παρανομίαν Ἀχαϊκὰ δυστυχήματα [α 326sq.]
ὁ δ' Ἀχαιῶν (φησί) νόστον ἄειδε
λυγρόν, ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς Ἀθήνη. ὁ δὲ τὴν ‹τῶν› Φαιάκων τρυφὴν παιδεύων καὶ εἰς ἃ πεφύκει ἐξάγειν κολούων δεσμοὺς Ἄρεος ᾄδει καὶ Ἀφροδίτης, ὡς οὐδὲ τούτους ἀθῴους ἐφ' οἷς ἐπλημμέλησαν γεγενημένους. αὐτός γε μὴν ὁ Ὀδυσσεὺς οὐ πρότερον αὑτὸν ἐξέφηνε τοῖς Φαίαξιν, εἰ μὴ διὰ μουσικῆς ὁ Δημόδοκος τήν τε ἀρετὴν τἀνδρὸς ἐδίδαξε καὶ διὰ πειθοῦς μελῳδικῆς ἔρωτα τῆς γνώσεως τοῦ σοφοῦ περιεποίησε· φησὶ γοῦν πρὸς αὐτὸν [θ 492]
ἀλλ' ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον· καὶ προστίθησιν [θ 494]
ὅν ποτ' ἐς ἀκρόπολιν δόλον ἤγαγε δῖος Ὀδυσσεύς. ταυτὶ γὰρ ἔχεται μέν πως καὶ τοῦ προτέρου σκοποῦ (τοὺς γὰρ παρανόμως ἀλλοτρίοις ἐπικεχειρηκότας γάμοις διαγράφει δίκην ὑπέχοντας)· ὁρῶμεν δὲ ὅπως ὁ σοφὸς ἀναγκαίως μὲν ἑαυτῷ, τοῖς δὲ ἀκούουσιν ἀνεπαχθῶς ἐπαινεθῆναι πρότερον, ὡς περὶ ἄλλου του λέγων, ὑπὸ τοῦ μουσικοῦ βούλεται. τοιγαροῦν ὥσπερ ἐπιθυμοῦσιν αὐτοῖς ὕστερον μαθεῖν πιθανώτερός τε καὶ ἡδίων γίνεται, φάσκων [ι 19sq.]
εἴμ' Ὀδυσεὺς Λαερτιάδης, ὃς πᾶσι δόλοισιν
ἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἥκει.
[11] Μετάγωμεν δὴ τὸν λόγον, ὥσπερ ὁ φαιδρότατος τῶν κωμικῶν φησι [Vespae 1022], Μουσῶν στόματα ἡνιοχοῦντες, ‑ μετάγωμεν εἰς τὰ περὶ λέξεως, ὧν τὰ ἀναγκαῖα καὶ πρῶτα περὶ στοιχείων ῥητέον. καὶ τοίνυν τὰς τούτων ἰδιότητας ἐς τὴν ἐναντιότητα τῶν προειρημένων γενῶν εὐστόχως ἀνακτέον. τούτων δὴ τὰ μὲν λειοτέρους ἀποτελεῖ τοὺς φθόγγους, ὡς τὰ φωνήεντα, τὰ δὲ τραχεῖς, ὡς τὰ ἄφωνα, τὰ δὲ μεταξύ, ὡς τὰ ἡμίφωνα. καὶ τῶν φωνηέντων τὰ μὲν ἀκώλυτον προφερόμενα τὸν ἦχον ‹εὐφωνότερα›, διὸ καὶ σεμνότερα, πέφυκεν, ὡς τὰ μακρά, τὰ δ' εὐθέως περιγράφοντα ἧττον, ὡς τὰ βραχέα· τὰ δὲ μεταξὺ κατὰ τὴν τῶν χρόνων ποιότητα καὶ τῆς εὐφωνίας μετείληφεν. τῶν ἡμιφώνων τὰ μὲν ἐξ ἄκρων τῶν χειλῶν συριγμὸν προϊέντα στενὸν τραχύτερα, ὡς τὰ διπλᾶ καὶ τὸ ἰδιάζον, τὰ δὲ λοιπὰ εὐφωνότερα. καὶ τούτων τὰ μὲν τῆς γλώττης τό τε πνεῦμα καὶ τὸ στόμα πληττούσης ἰδίως, ‹ὡς› τὸ λ καὶ τὸ ρ, τὰ δ' ἀποκλειομένων τῶν πνευματικῶν πόρων ἢ καὶ διὰ ῥινὸς προχωροῦντα μόνης ἔλαττον, ὡς τὸ μ καὶ τὸ ν. πάλιν τῶν ἀφώνων τὰ μὲν διὰ τῶν χειλῶν ἠχεῖται μόνων, τοῦ πνεύματος τὴν ἔμφραξιν αὐτῶν κατὰ μέσον ἐκβιαζομένου, ὡς τὸ β καὶ τὰ τούτου περιεκτικά, τὰ δὲ τῆς μὲν παρειᾶς ὑποσαιρούσης, τοῦ δὲ πνεύματος ῥαγδαίως καὶ εἰς πλάτος προϊεμένου, ὡς τὸ γ καὶ τὰ ἑκατέρωσε ἄκρα, τὰ δὲ τῶν μὲν ὀδόντων ἐπ' ὀλίγον διαζευχθέντων, τῆς δὲ γλώττης οἱονεὶ σφενδονώσης κατὰ μέσον ἀθρόως τὸ πνεῦμα, ὡς τὸ τ καὶ θ καὶ τὸ τούτων μέσον. τούτων δὲ τὰ μὲν ἠρεμαίως προάγοντα τὸν ἀέρα κἀκ τῶν περὶ τοὺς ὀδόντας τόπων κέκληταί τε ψιλὰ καί ἐστιν εὐφωνότερα, τὰ δ' ἔνδοθεν ἐκ φάρυγγος ὠνόμασται δασέα καί ἐστι λίαν τραχέα, τὰ δ' ἐκ μέσου τοῦ φωνητικοῦ τόπου μέσα τε εἴρηται καὶ τῆς ἀμφοτέρων εἴληχε φύσεως.
Ἐκ δὴ τῆς τούτων ποιότητος αἱ τῶν συλλαβῶν συνίστανται κράσεις, τοῖς πλεονάζουσι τῶν στοιχείων ἢ κατακρατοῦσιν ἐν ταῖς ἐκφωνήσεσι τοὺς χαρακτῆρας ὁμοιούμεναι. καὶ αἱ μὲν μακραὶ τὸ μεγαλοπρεπὲς ἐν ταῖς λέξεσιν, αἱ δὲ βραχεῖαι τοὐναντίον ἐμποιοῦσι. κἀκ τῆς τούτων συνθέσεως γίνονται πόδες, ὧν οἱ μὲν τὰς μακρὰς ἤτοι καθηγουμένας ἢ λύειν ἀμηχάνους ἢ περιεχούσας ἢ πλεοναζούσας ἔχοντες ἀστειότεροί τε καὶ σεμνότεροι καὶ τὰ ἐκ τούτων κόμματα καὶ κῶλα καὶ περίοδοι καὶ μέτρα, οἱ δὲ ταῖς βραχείαις κατά τινα τῶν εἰρημένων τρόπων περιττεύοντες ἰσχνότεροί τε καὶ ταπεινότεροι. ὁ μὲν οὖν περί τε ἐννοιῶν λέξεώς τε καὶ συνθέσεως λόγος, ὡς ἦν ἐφικτόν, εἴληφε τέλος.
[12] Φέρε δὴ καὶ τῶν τῆς μουσικῆς ἰδιαιτάτων μελῶν τε καὶ ῥυθμῶν πέρι καὶ ὀργάνων εἴπωμεν, καθὰ μουσικοῖς ἐπέβαλλεν, ἀφθόνως τὴν δύναμιν ἐξηγούμενοι. τὴν δὲ ἀρχὴν τῆς ἁρμονίας ποιητέον ἀπὸ τῶν ἐλαχίστων, ἃ δὴ καλοῦνται φθόγγοι.
Ὅνπερ οὖν ἐλέγομεν ἐν τοῖς ἔμπροσθεν ῥυθμοῦ πρὸς ἁρμονίαν εἶναι λόγον, οἷον ἄρρενος πρὸς θῆλυ, τουτονὶ καὶ νῦν ἐκκαλυπτέον, ὅτι ἄρα τούτων αἱ μὲν ἀκρότητες κατ' ἐναντιότητα τοῦ ποιοῦ θεωροῦνται, τὰ δὲ μεταξὺ τῆς ἀμφοτέρων ἕξεως μετέχει. καὶ γὰρ ἁρμονία πρὸς ἁρμονίαν, πάλιν εἰδικῶς ῥυθμὸς πρὸς ῥυθμὸν τὴν αὐτὴν εἴληχε διαφοράν. ὡς γὰρ κατ' οὐσίαν ἐστὶ μεταξὺ ῥυθμοῦ τε καὶ ἁρμονίας τὸ προσαγορευόμενον ῥυθμοειδὲς μέλος, οὕτως κἀν ταῖς ἑκατέρων ποιότησι τὰ μὲν μεταξὺ ποικίλης ἐστὶν εἰληχότα κράσεως κατὰ τὴν τῶν ἄκρων καὶ τῶν μέσων ἀπόστασιν, τὰ δὲ τέλεον ἀφεστῶτα τὴν τῆς ἐναντιότητος πρὸς ἄλληλα κεκλήρωται φύσιν.
Ἔστιν οὖν κἀπὶ τῶν φθόγγων αὕτη πρὸς ἀλλήλους ἡ διαφορὰ ἣν ἐν τοῖς κατ' ἀρχὰς κατὰ τὸ ἦθος ὡριζόμεθα. οἱ μὲν γὰρ στερεοί τέ εἰσι καὶ ἄρρενες, οἱ δὲ ἀνειμένοι καὶ θηλύτεροι· καὶ τούτων ἕτεροι μεταξύ, μεμιγμένοι μὲν ἐξ ἀμφοῖν, θατέρου δὲ τῶν γενῶν πλέον ἢ ἔλαττον μετεσχηκότες. κἀκ τούτων λοιπὸν τά τε ποιὰ τῶν διαστημάτων λαμβάνεται καὶ τὰ συστήματα πληροῦται, ὧν ἐκ τοῦ μεγίστου τοῦ διὰ πασῶν, ὃ καὶ καλοῦμεν ἁρμονίαν, εὐδιάγνωστος ἡ φύσις. ἐντεῦθεν καὶ ὀργάνων ἐπενοήθη διαφορότης· οὐ γὰρ ταὐτὸν ᾠδῆς εἶδος ἔν τε κιθάρᾳ καὶ αὐλῷ πρέπον· εἰ γὰρ τοῦτο, οὔτ' ἂν τῆς ποικιλίας ἐδέησεν αὐτῶν οὔτ' ἂν διαφόρως οἱ ἀκούοντες ἐκηλοῦντο. ἀλλὰ περὶ μὲν τούτων μικρὸν ὕστερον.
[13] Τῆς δὲ μελῳδίας ἔν τε ταῖς ᾠδαῖς κἀν τοῖς κώλοις ἐκ τῆς ὁμοιότητος τῆς πρὸς τοὺς ὀργανικοὺς ἤχους λαμβανομένης τὰ τῶν στοιχείων ἁρμόττοντα πρὸς τὴν τῶν μελῶν ἐκφώνησιν ἐπελεξάμεθα. ἑπτὰ γοῦν τῶν φωνηέντων ὄντων ἔν τε τοῖς μακροῖς καὶ τοῖς βραχέσι τὰς προειρημένας διαφορὰς ὁρῶμεν. καθόλου γὰρ τὰ μὲν ἐς μῆκος αἴροντα τὸ στόμα σεμνοτέρους τε τοὺς ἤχους καὶ ἀρρενοπρεπεῖς, τὰ δ' ἐς πλάτος διαιροῦντα καὶ τὰς ἐκφωνήσεις ἥττους τε καὶ θηλυτέρας ἔχει. πάλιν δὲ εἰδικῶς ἐν μὲν τοῖς μακροῖς ἄρρην μὲν ὁ τοῦ ω φθόγγος, στρογγύλος τε ὢν καὶ συνεστραμμένος, θῆλυς δὲ ὁ τοῦ η· διαχεῖται γάρ πως ἐν αὐτῷ τὸ πνεῦμα καὶ διηθεῖται. ἐν μέντοι τοῖς βραχέσι τὸ μὲν ο τὸν ἄρρενα δηλοῖ, τό τε φωνητικὸν συνίλλον ὄργανον καὶ τὸν φθόγγον πρὶν ἐκφωνηθῆναι συναρπάζον, τεθήλυνται δὲ τὸ ε, κεχηνέναι πως ἀναγκάζον κατὰ τὴν ἀπαγγελίαν. τῶν δὲ διχρόνων ἐς μελῳδίαν τὸ α κράτιστον· εὐφυὲς γὰρ διὰ πλάτος τῆς ἠχήσεως ἐς μακρότητα· τὰ δὲ λοιπὰ διὰ λεπτότητα οὐχ οὕτως ἔχει. ἔστι δέ τινα κἀν τούτοις ἰδεῖν μεσότητα· τὸ μὲν γὰρ α κοινωνίαν τε ἔχον καὶ ἀντιπάθειαν πρὸς τὸ η, ᾗ μὲν ἐς ἀντίστροφον χρείαν ἐκείνου παραλαμβάνεται πέφυκεν ἄρρεν, ᾗ δὲ τὴν ὁμοίαν ποιεῖται σημασίαν τεθήλυνται. δηλοῦσι δὲ τοῦτο καὶ αἱ τῶν διαλέκτων ἀλλήλαις ἀντιπεπονθυῖαι τῇ τῶν ἐθνῶν ἀναλόγως ἐναντιοτροπίᾳ, ἡ Δωρίς τε καὶ Ἰάς· ἡ μὲν γὰρ Δωρὶς τὴν θηλύτητα φεύγουσα τοῦ η τρέπειν αὐτοῦ τὴν χρῆσιν ὡς ἐς ἄρρεν τὸ α νενόμικεν, ἡ δὲ Ἰὰς τὸ στερεὸν ὑποστελλομένη τοῦ α καταφέρεται πρὸς τὸ η. τὸ δὲ ε θῆλυ μέν ἐστι κατὰ τὸ πλεῖστον, ὡς προείρηται, τῷ δὲ τὸν ὅμοιον ἦχον ἐπιφαίνειν, εἰ ἐκταθείη, τῇ αι διφθόγγῳ γραφομένῃ διὰ τοῦ α ἐπ' ἐλάχιστον ἠρρένωται. ἀλλὰ καὶ τῶν ἄρθρων καὶ τῶν καταλήξεων τὰ καθ' ἁπάσας τὰς πτώσεις εἴ γε ἐξετάζειν ἐθέλοις, σαφῶς εὑρήσεις ὡς τῶν μὲν ἀρρενικῶν ὀνομάτων ἀρρενικὰ στοιχεῖα καθηγεῖται καὶ ἐπὶ τελευτῆς τίθεται, τῶν δὲ θηλυκῶν τὰ ὅμοια καὶ ὅμοιοι φθόγγοι, τῶν δ' οὐδετέρων τὰ μεταξύ.
[14] Τέτταρα μὲν οὖν τῶν φωνηέντων τὰ εὐφυῆ πρὸς ἔκτασιν διὰ τῆς μελῳδικῆς φωνῆς [διαστήματα] πρὸς τοὺς φθόγγους ἐχρησίμευσεν· ἐπεὶ δὲ ἔδει καὶ συμφώνου παραθέσεως, ὅπως μὴ διὰ μόνων τῶν φωνηέντων γινόμενος ὁ ἦχος κεχήνῃ, τῶν συμφώνων τὸ κάλλιστον παρατίθεται τὸ τ· τά τε γὰρ προτακτικὰ τῶν ἄρθρων ἐδήλωσε, μόνον τε ταῖς τῶν ὀργάνων χορδαῖς ἐμφερῶς ἠχεῖ, τήν τε φωνήν ἐστι λειότατον· οὔτε γὰρ πνεύματι τραχύνεται ποσῷ, ὡς τὰ δασέα, οὔτ' ἀκίνητον ἐᾷ τὴν γλῶτταν, ὡς τῶν λοιπῶν ψιλῶν ἑκάτερον, οὔτε συριγμὸν ἀγεννῆ προΐησι καὶ ἄγροικον, ὡς τὰ διπλᾶ καὶ τὸ ἰδιάζον, οὔτε λεπτόν ἐστι καὶ ἀσθενές, ὡς τὰ ὑγρά.
Τούτων οὕτως ἐχόντων οἱ μὲν διὰ τοῦ η γινόμενοι φθόγγοι ὑγροί τέ εἰσι καὶ ὅλως παθητικοὶ καὶ τεθηλυσμένοι, οἱ δὲ διὰ τοῦ ω δραστήριοί τε καὶ ἠρρενωμένοι, τῶν δὲ μέσων οἱ μὲν διὰ τοῦ α πλέον ἔχοντες ἀρρενότητος, οἱ δὲ διὰ τοῦ ε θηλύτητος. τούτοις ὅμοια γίνεται τὰ ἐξ αὐτῶν διαστήματα, καὶ πάλιν τοῖς διαστήμασιν ὁμόλογα τὰ ἐκ τούτων περιεχόμενα συστήματα, ἄκρα μὲν τὰ ὑπὸ τῶν ὁμοίων, μέσα δὲ τὰ ὑπὸ τῶν ἀνομοίων ταῖς φωναῖς· καὶ ἤτοι κατὰ τὴν τοῦ συστήματος ἀγωγὴν τῆς ποιότητος μεταλαμβάνει ἢ κατὰ τὴν ὑπερβατὸν μελοποιίαν τοῖς πλεονάζουσι τῶν ἤχων συνεξομοιοῦται.
Τοῦ δὴ πρώτου συστήματος, ὅ ἐστι τετράχορδον, ὁ μὲν πρῶτος διὰ τοῦ ε προῆκται φθόγγος, οἱ δὲ λοιποὶ κατὰ τὸ ἑξῆς ἀκολούθως τῇ τάξει τῶν φωνηέντων, ὁ μὲν δεύτερος διὰ τοῦ α, ὁ δὲ τρίτος διὰ τοῦ η, ὁ δὲ τελευταῖος διὰ τοῦ ω, εὐπρεπῶς κατὰ τὸ πολὺ τῶν ἤχων δι' ἀμεσότητος ἀλλήλους διαδεχομένων. καὶ οἱ μὲν ἑξῆς τοῖς προειρημένοις τρισὶ κατὰ συμφωνίαν λαμβάνονται, μόνος δὲ ‹ὁ› τοῦ ε κατὰ τὴν ἀρχὴν τοῦ τε πρώτου διὰ πασῶν καὶ τοῦ δευτέρου †κατὰ τὴν ὁμόφωνον τῷ προσλαμβανομένῳ τὴν μέσην διάξει . διὰ τί δέ, ὕστερον λέξομεν. πάλιν μὴν τῶν φθόγγων ἤτοι περιεχόντων ἢ πλεοναζόντων ἢ κατ' ἀμφότερα τὴν κυρείαν ἐχόντων ἢ τῶν ἑτέρων καθ' ἕτερον τρόπον ὡς ἐν μίξει κατακρατούντων τὰ ποιὰ γίνεται συστήματα, ἐκ δὲ τούτων αἱ ἁρμονίαι. αἷς κατὰ τὰ προειρημένα χρώμενος, ἢ καθ' ὁμοιότητα ἑκάστῃ ψυχῇ προσφέρων ἁρμονίαν ἢ κατ' ἐναντιότητα, τό τε φαῦλον ὑποικουροῦν ἦθος ἐκκαλύψεις καὶ ἰάσῃ καὶ βέλτιον ἐνθήσεις. καὶ πειθὼ ποιήσεις, εἰ μὲν ἀγεννὲς ἢ σκληρὸν ὑπείη, διὰ μεσότητος ἄγων ἐς τοὐναντίον, εἰ δ' ἀστεῖον καὶ χρηστόν, δι' ὁμοιότητος αὔξων ἐς σύμμετρον. καὶ εἰ μὲν εἴη σαφές, ἑνὸς χρεία τοῦ προσφόρου τρόπου καὶ μέλους· εἰ δ' ἄδηλον καὶ δύσγνωστον, τὴν μὲν τυχοῦσαν μελῳδίαν ἐν ἀρχῇ προσακτέον καὶ ψυχαγωγουμένου μὲν ἐπὶ τῆς αὐτῆς διατριπτέον, μένοντος δὲ ἀκινήτου μεταβολὴν ἐμποιητέον· τὸν γὰρ δυσχεραίνοντα τὸ τοιόνδε μέλος οὐδὲν ἀπεικὸς ἀγαπήσειν τὸ ἐναντίον.
Ἐοίκασι γάρ, ὡς ἔφην, αἱ μὲν ἁρμονίαι τοῖς πλεονάζουσι διαστήμασιν ἢ τοῖς περιέχουσι φθόγγοις, οὗτοι δὲ τοῖς τῆς ψυχῆς κινήμασί τε καὶ παθήμασιν. ὅτι γὰρ δι' ὁμοιότητος οἱ φθόγγοι καὶ συνεχοῦς μελῳδίας πλάττουσί τε οὐκ ὂν ἦθος ἔν τε παισὶ καὶ τοῖς ἤδη προβεβηκόσι καὶ ἐνδομυχοῦν ἐξάγουσιν, ἐδήλουν καὶ οἱ περὶ Δάμωνα· ἐν γοῦν ταῖς ὑπ' αὐτοῦ παραδεδομέναις ἁρμονίαις τῶν φερομένων φθόγγων ὁτὲ μὲν τοὺς θήλεις, ὁτὲ δὲ τοὺς ἄρρενας ἔστιν εὑρεῖν ἤτοι πλεονάζοντας ἢ ἐπ' ἔλαττον ἢ οὐδ' ὅλως παρειλημμένους, δῆλον ὡς κατὰ τὸ ἦθος ψυχῆς ἑκάστης καὶ ἁρμονίας χρησιμευούσης. διὸ καὶ τῶν μερῶν τῆς μελοποιίας ἡ καλουμένη πεττεία τὸ χρησιμώτατον ἐν ἐκλογῇ τῶν ἀναγκαιοτάτων φθόγγων ἑκάστοτε θεωρουμένη.
Ἔτι τῶν συστημάτων τὰ μὲν βαρύτερα τῷ τε ἄρρενι κατὰ φύσιν καὶ ἤθει κατὰ τὴν παίδευσιν πρόσφορα, τῇ πολλῇ καὶ σφοδρᾷ κάτωθεν ἀναγωγῇ τοῦ πνεύματος τραχυνόμενα καὶ πλείονος ἀέρος πληγῇ διὰ τὴν τῶν πόρων εὐρύτητα τό τε γοργὸν δηλοῦντα καὶ ἐμβριθές, τὰ δ' ὀξέα τῷ θήλει, τῇ τοῦ περὶ τὰ χείλη καὶ ἐπιπολῆς ἀέρος πληγῇ διὰ λεπτότητα γοερά τε ὄντα καὶ ἐκβοητικά. καὶ τὰ μὲν διὰ τῶν ἑξῆς φθόγγων †οὕτω προχωρούντων †δι' ὁμαλότητος καὶ ῥᾳστώνης, τὰ δὲ διὰ τῶν ὑπερβατῶν τραχύτερα καὶ ἄλλως παρακεκινημένα καὶ διὰ τῆς ἐξαίφνης εἰς τοὺς ἐναντίους τόπους μεταβολῆς βίᾳ τὴν διάνοιαν ἀντιτείνοντα. καὶ τῶν τρόπων τοίνυν ὁ μὲν δώριος βαρύτατος καὶ ἄρρενι πρέπων ἤθει (τοῦτον γὰρ καὶ τὴν ἀρχὴν αὐτοῦ κατὰ τὸν ᾠδικὸν τύπον πρῶτον ὅρον ἐποιησάμεθα, τοῦ βαρυτάτου διὰ πασῶν μεταξὺ τυγχάνοντα καὶ πέρας τοῦ τε ὑπατοειδοῦς διὰ τεσσάρων ἐπὶ τὴν ὀξύτητα καὶ τοῦ διὰ πέντε μεσοειδοῦς ἐπὶ τὸ βάρος κατὰ τὴν ὑποδώριον ἁρμονίαν), ὁ δὲ τούτου τόνῳ πλεονάζων μέσος κατὰ τὸ ἦθος, ὁ δὲ τῷ μεγίστῳ τῶν ἀσυνθέτων διαστημάτων ὀξύτερος τῷ διτόνῳ θηλύτερος· οἱ δὲ μέσοι λογιζέσθωσαν ὡς ἐπαμφοτερίζοντες. πάλιν δὲ ἐπὶ τῶν ὀργάνων (αἱ γὰρ τούτων χορδαὶ πολυχούστεραι) οἱ μὲν ἀπὸ προσλαμβανομένου δωρίου κατὰ τὸ βάρος κοιλότατοι καὶ ἠρρενωμένοι, οἱ δ' ἐπὶ τὴν ὀξύτητα μέχρι τῆς διατόνου μέσοι, οἱ δὲ μετὰ τούτους κατὰ παραύξησιν ὀξύτατοί τε καὶ θηλύτεροι. περὶ μὲν δὴ τῶν μελῶν ταῦτα· ὧν τὰ μὲν ἀνδρώδη καὶ κόσμια πρὸς παίδευσιν, τὰ δὲ ἀλλοιότερα πρός τινας ἀναγκαῖα ψυχαγωγίας.
[15]
Τῶν δὲ ῥυθμῶν ἡσυχαίτεροι μὲν οἱ ἀπὸ θέσεων προκαταστέλλοντες τὴν διάνοιαν, οἱ δ' ἀπὸ ἄρσεων τῇ φωνῇ τὴν κροῦσιν ἐπιφέροντες τεταραγμένοι· καὶ οἱ μὲν ὁλοκλήρους τοὺς πόδας ἐν ταῖς περιόδοις ἔχοντες εὐφυέστεροι · καὶ οἱ μὲν βραχεῖς τοὺς κενοὺς ἔχοντες ἀφελέστεροι καὶ μικροπρεπεῖς, οἱ δ' ἐπιμήκεις μεγαλοπρεπέστεροι· καὶ οἱ μὲν ἐν ἴσῳ λόγῳ τεταγμένοι δι' ὁμαλότητα χαριέστεροι, οἱ δ' ἐν ἐπιμορίῳ διὰ τοὐναντίον κεκινημένοι, μέσοι δὲ οἱ ἐν τῷ διπλασίονι, ἀνωμαλίας μὲν διὰ τὴν ἀνισότητα μετειληφότες, ὁμαλότητος δὲ διὰ τὸ τῶν ἀριθμῶν ἀκέραιον καὶ τοῦ λόγου τὸ ἀπηρτισμένον.
Τῶν δ' ἐν ἴσῳ λόγῳ οἱ μὲν διὰ βραχειῶν γινόμενοι μόνων τάχιστοι καὶ θερμότεροι, ‹οἱ δὲ διὰ μακρῶν μόνων βραδύτεροι› καὶ κατεσταλμένοι, οἱ δ' ἀναμὶξ ἐπίκοινοι. εἰ δὲ διὰ μηκίστων χρόνων συμβαίη γίνεσθαι τοὺς πόδας, πλείων ἡ κατάστασις ἐμφαίνοιτ' ἂν τῆς διανοίας. διὰ τοῦτο τοὺς μὲν βραχεῖς ἐν ταῖς πυρρίχαις χρησίμους ὁρῶμεν, τοὺς δ' ἀναμὶξ ‹ἐν› ταῖς μέσαις ὀρχήσεσι, τοὺς δὲ μηκίστους ἐν τοῖς ἱεροῖς ὕμνοις, οἷς ἐχρῶντο παρεκτεταμένοις τήν τε περὶ ταῦτα διατριβὴν †μίαν †καὶ φιλοχωρίαν ἐνδεικνύμενοι τήν τε αὑτῶν διάνοιαν ἰσότητι καὶ μήκει τῶν χρόνων ἐς κοσμιότητα καθιστάντες ὡς ταύτην οὖσαν ὑγίειαν ψυχῆς. τοιγάρτοι κἀν ταῖς τῶν σφυγμῶν κινήσεσιν οἱ διὰ τοιούτων χρόνων τὰς συστολὰς ταῖς διαστολαῖς ἀνταποδιδόντες ὑγιεινότατοι. τοῖς δ' ἐν ἡμιολίῳ λόγῳ θεωρουμένοις ἐνθουσιαστικωτέροις εἶναι συμβέβηκεν, ὡς ἔφην. τούτων δὲ ὁ ἐπιβατὸς κεκίνηται μᾶλλον, συνταράττων μὲν τῇ διπλῇ θέσει τὴν ψυχήν, ἐς ὕψος δὲ τῷ μεγέθει τῆς ἄρσεως τὴν διάνοιαν ἐξεγείρων. τῶν δ' ἐν διπλασίονι γινομένων σχέσει οἱ μὲν ἁπλοῖ τροχαῖοι καὶ ἴαμβοι τάχος τε ἐπιφαίνουσι καί εἰσι θερμοὶ καὶ ὀρχηστικοί, οἱ δὲ ὄρθιοι καὶ σημαντοὶ διὰ τὸ πλεονάζειν τοῖς μακροτάτοις ἤχοις προάγουσιν ἐς ἀξίωμα. καὶ οἱ μὲν ἁπλοῖ τῶν ῥυθμῶν τοιοίδε.
Οἵ γε μὴν σύνθετοι παθητικώτεροί τέ εἰσι, τῷ κατὰ τὸ πλεῖστον τοὺς ἐξ ὧν σύγκεινται ῥυθμοὺς ἐν ἀνισότητι θεωρεῖσθαι, καὶ πολὺ τὸ ταραχῶδες ἐπιφαίνοντες, τῷ μηδὲ τὸν ἀριθμὸν ἐξ οὗ συνεστᾶσι τὰς αὐτὰς ἑκάστοτε διατηρεῖν τάξεις ἀλλ' ὁτὲ μὲν ἀπὸ μακρᾶς ἄρχεσθαι, λήγειν δ' εἰς βραχεῖαν, ἢ ἐναντίως, καὶ ὁτὲ μὲν ἀπὸ θέσεως, ὁτὲ δὲ ὡς ἑτέρως τὴν ἐπιβολὴν τῆς περιόδου ποιεῖσθαι. πεπόνθασι δὲ μᾶλλον οἱ διὰ πλειόνων ἢ δυεῖν συνεστῶτες ῥυθμῶν· πλείων γὰρ ἐν αὐτοῖς ἡ ἀνωμαλία· διὸ καὶ τὰς τοῦ σώματος κινήσεις ποικίλας ἐπιφέροντες οὐκ ἐς ὀλίγην ταραχὴν τὴν διάνοιαν ἐξάγουσιν. πάλιν οἱ μὲν ἐφ' ἑνὸς γένους μένοντες ἧττον κινοῦσιν, οἱ δὲ μεταβάλλοντες εἰς ἕτερα βιαίως ἀνθέλκουσι τὴν ψυχήν, ἑκάστῃ διαφορᾷ παρέπεσθαί τε καὶ ὁμοιοῦσθαι τῇ ποικιλίᾳ καταναγκάζοντες. διὸ κἀν ταῖς κινήσεσι τῶν ἀρτηριῶν αἱ τὸ μὲν εἶδος ταὐτὸ τηροῦσαι, περὶ δὲ τοὺς χρόνους μικρὰν ποιούμεναι διαφορὰν ταραχώδεις μέν, οὐ μὴν κινδυνώδεις, αἱ δὲ ἤτοι λίαν παραλλάττουσαι τοῖς χρόνοις ἢ καὶ τὰ γένη μεταβάλλουσαι φοβεραί τέ εἰσι καὶ ὀλέθριοι. ἔν γε μὴν ταῖς πορείαις τοὺς μὲν εὐμήκη τε καὶ ἴσα κατὰ τὸν σπονδεῖον βαίνοντας κοσμίους τε τὸ ἦθος καὶ ἀνδρείους ἄν τις εὕροι, τοὺς δ' εὐμήκη μέν, ἄνισα δὲ κατὰ τοὺς τροχαίους ἢ παίωνας θερμοτέρους τοῦ δέοντος, τοὺς δὲ ἴσα ‹μέν›, μικρὰ δὲ λίαν κατὰ τὸν πυρρίχιον ταπεινοὺς καὶ ἀγεννεῖς, τοὺς δὲ βραχὺ καὶ ἄνισον καὶ ἐγγὺς ἀλογίας ῥυθμῶν παντάπασιν ἐκλελυμένους· τούς γε μὴν τούτοις ἅπασιν ἀτάκτως χρωμένους οὐδὲ τὴν διάνοιαν καθεστῶτας, παραφόρους δὲ κατανοήσεις.
Ἔτι τῶν ῥυθμῶν οἱ μὲν ταχυτέρας ποιούμενοι τὰς ἀγωγὰς θερμοί τέ εἰσι καὶ δραστήριοι, οἱ δὲ βραδείας καὶ ἀναβεβλημένας ἀνειμένοι τε καὶ ἡσυχαστικοί· ἔτι δὲ οἱ μὲν στρογγύλοι καὶ ἐπίτροχοι σφοδροί τε καὶ συνεστραμμένοι καὶ εἰς τὰς πράξεις παρακλητικοί, οἱ δὲ περίπλεῳ τῶν φθόγγων τὴν σύνθεσιν ἔχοντες ὕπτιοί τέ εἰσι καὶ πλαδαρώτεροι, οἱ δὲ μέσοι κεκραμένοι τε ἐξ ἀμφοῖν καὶ σύμμετροι τὴν κατάστασιν.
[16] Περί γε μὴν ὑποκρίσεως ἐκεῖνο ῥητέον, ὅτι τῶν σωματικῶν κινήσεων ἐν αἷς ἔχει τὴν ὑπόστασιν τὰς μὲν τὸ σεμνὸν καὶ ἀρρενωπὸν νοημάτων καὶ λέξεων μελῶν τε καὶ ῥυθμῶν ἀπομιμουμένας καὶ εἰς τὸ ἀνδρίζεσθαι συναιρομένας, ταύτας μὲν καὶ ὁρατέον τοῖς πᾶσι καὶ μιμητέον· τῶν δὲ τῆς ἐναντίας φύσεως θεαταὶ μὲν καὶ μιμηταὶ γενέσθων οἱ ἀγελαῖοι, καὶ τούτων οὔτε πασῶν οὔτε ἅπαντες· οἵ γε μὴν τήν τε φύσιν γενναῖοι καὶ τὰ ἤθη σπουδαῖοι παντελῶς τῆς τε μιμήσεως καὶ τῆς θέας ἀναχωρούντων.
Ἔφην τι διαλέξεσθαι καὶ περὶ τῶν ὀργάνων, ὧν τὴν χρείαν κἀκ τῆς προσηγορίας ῥᾴδιον γνῶναι. λεγόντων γὰρ ἡμῶν ὄργανον ἤτοι δι' οὗ μόνου δυνατόν τι δρᾶν (ὡς δι' ὀμμάτων ὁρᾶν) ἢ δι' οὗ κάλλιστα ποιεῖν (ὡς κλῆμα δρεπάνῳ τεμεῖν), κατὰ γοῦν τὴν δευτέραν σημασίαν ἀναγκαῖα τὰ κατὰ μουσικὴν ὄργανα· εἰ γὰρ καὶ φωνῇ δυνατὸν ᾠδὴν προενέγκασθαι καὶ μέλος, ἀλλ' ὅμως ἔνι καὶ τούτων χρεία. ὥσπερ γὰρ οὐδ' ἡ αὐτὴ φωνή τε καὶ ἁρμονία τὸν ἅπαντα ἀκροατὴν τέρπειν πέφυκεν, ἀλλ' ἡ μὲν ἑτέρους, ἡ δ' ἄλλους οἵα τε εὐφραίνειν, οὑτωσὶ δὲ κἀπὶ τῶν ὀργάνων ἔχει· οἷς γὰρ ἕκαστος φθόγγοις ὡμοίωται κατὰ τὸ ἦθος, τούτοις καὶ τὰ πρόσφορα τῶν ὀργάνων ἀγαπᾷ τε καὶ τεθαύμακεν.
Ἐν μὲν οὖν τοῖς ἐμπνευστοῖς ἄρρεν μὲν ἄν τις ἀποφήναιτο τὴν σάλπιγγα διὰ τὸ σφοδρόν, θῆλυ δὲ τὸν αὐλὸν τὸν φρύγιον γοερόν τε ὄντα καὶ θρηνώδη, τῶν δὲ μέσων αὖ τὸν μὲν πυθικὸν πλέον ἀρρενότητος μετέχοντα διὰ τὸ βάρος, τὸν δὲ χορικὸν θηλύτητος διὰ τὸ ἐς ὀξύτητα εὐχερές. πάλιν ἐν τοῖς κατατεινομένοις τὴν μὲν λύραν ἔστιν εὑρεῖν πρὸς τὸ ἄρρεν ἀναλογοῦσαν διὰ τὴν πολλὴν βαρύτητα καὶ τραχύτητα, τὴν δὲ σαμβύκην πρὸς θηλύτητα, ἀγεννῆ τε οὖσαν καὶ μετὰ πολλῆς ὀξύτητος διὰ τὴν μικρότητα τῶν χορδῶν εἰς ἔκλυσιν περιάγουσαν, τῶν δὲ μέσων τὸ μὲν πολύφθογγον πλέον μετέχον θηλύτητος, τὸ δὲ τῆς κιθάρας οὐ πολὺ τῆς κατὰ τὴν λύραν ἀπᾷδον ἀρρενότητος. εἰ δὲ χἄτερ' ἄττα μεταξὺ τούτων ἔστιν εὑρεῖν, οὐκέτι δυσδιάγνωστος αὐτῶν ἡ φύσις, ἐχόντων ἡμῶν καθόλου χαρακτῆρας οἷς τὰ καθ' ἕκαστον ὑποτάξομεν. οὕτω καὶ ἁρμονιῶν ἑκάστη κατὰ τὴν οἰκείαν φύσιν καὶ ῥυθμὸς ἕκαστος ὀργάνῳ τινὶ πρόσφορος, καὶ οὐκ ἂν ὁμοίως δι' ἀνοικείου κινήσει‹εν›.
Ἐν τελείᾳ δὴ μουσικῆς ἐνεργείᾳ καὶ ἔννοια λαμβάνεται πρόσφορος καὶ λέξις πρέπουσα καὶ σύστημα παραπλήσιον καὶ ἁρμονία φθόγγων καὶ ῥυθμοῦ ποιότητες καὶ ὀργάνου χρῆσις ὁμολογουμένη. τέλεια μὲν οὖν προσακτέον τὰ τῆς μουσουργίας, ὅτε ἡ ἀκρότης οὐδαμῶς βλαβερά· ἐνίοτε δὲ μικτέον καὶ τῆς ἑτερότητος φυλαττομένους μή πη διὰ τὴν ἀκρότητα λάθοιμεν εἰς τοὐναντίον ἀγαγόντες τὸ ὑποκείμενον ἦθος· καὶ γὰρ οἱ σοφοὶ τῶν Ἀσκληπιαδῶν οὐ πάντη τὰ ἔντονα τῶν φαρμάκων προσφέρουσιν ἀσθένειαν τῆς ὑποκειμένης φύσεως ὑποστελλόμενοι. τὴν δὲ μίξιν ποιητέον οὐ διὰ ψιλῶν τῶν ἐναντίων (ἀπρεπὲς γὰρ καὶ ἀντίτυπον), ἀλλὰ τῶν μέσων πρὸς τὰ ἄκρα συναρμοττομένων, οἷον ἄρρενι συστήματι μὴ τὸν θῆλυν ἀλλὰ καὶ τὸν μέσον ῥυθμὸν ἢ ῥυθμῷ θηλυτέρῳ τὸ μέσον σύστημα καὶ ὄργανον, μὴ μόνον τοὐναντίον, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως, ἐξ ἀρρενότητος καὶ μεσότητος ἢ θηλύτητος καὶ μεσότητος, ἑνὸς πρὸς τὰ λοιπὰ ἢ δυεῖν ἢ καὶ πλειόνων πρὸς πλείω τὴν μίξιν ἀπεργαζόμενοι.
[17] Ἆρ' οὖν οὐ μᾶλλον τούτων ἐπακούουσιν ἐγγίνεται πόθος τήν τε αἰτίαν ἐπιζητῆσαι καὶ μαθεῖν τί τὸ τὴν ψυχὴν οὕτω προχείρως ἁλίσκεσθαι τῇ διὰ τῶν ὀργάνων μελῳδίᾳ καταναγκάζον; λέξω δὴ λόγον παλαιὸν μέν, σοφῶν δὲ ἀνδρῶν καὶ οὐκ ἄπιστον· εἰ γὰρ καὶ κατ' ἄλλα ἀπίθανος εἴη, κατὰ γοῦν τὸ φαινόμενον ἀναμφιλέκτως ἀληθεύει. ὅτι μὲν γὰρ ψυχὴ κινεῖται φυσικῶς ὑπὸ τῆς δι' ὀργάνων μουσικῆς, ἅπαντες μὲν ἴσασι· τούτου δ' οὕτως ὑποκειμένου εἰ μὲν ἄλλην αἰτίαν οἷόν τε εὑρεῖν καὶ εἰ βελτίω, τηνικαῦτα τὴν λεχθησομένην ἀποδοκιμαστέον· εἰ δ' ἀδύνατον, πῶς οὐκ ἐκ τῶν ἐναργῶν καὶ τοῖς ἀκολούθοις ἐξ ἀνάγκης καταπιστεύσομεν;
Ὁ μὲν οὖν λόγος ὡς ἁρμονία τις ἡ ψυχὴ καὶ ἁρμονία δι' ἀριθμῶν· καὶ μέντοι καὶ ἡ κατὰ μουσικὴν ἁρμονία διὰ τῶν αὐτῶν ἀναλογιῶν συνεστῶσα· κινουμένων δὴ τῶν ὁμοίων καὶ τὰ ὁμοιοπαθῆ συγκινεῖται. τοῦτον μὲν οὖν ὕστερον τελέως ἐπισκεψόμεθα. ἕτερος δὲ λόγος τοιόνδε τί φησι· τῇ γὰρ δὴ προτέρᾳ τῆς ψυχῆς συστάσει, δι' ἧς συναφὴν πρὸς τουτὶ πεποίηται τὸ σῶμα, τὴν τῶν ὀργάνων ἀναλογεῖν ὕλην τε καὶ φύσιν· ταύτην γάρ, ἕως μὲν ἐν τῷ καθαρωτέρῳ τοῦ παντὸς ἵδρυται ἀμιγὴς οὖσα σώμασιν, ἀκίβδηλόν τε εἶναι καὶ ἄχραντον καὶ τῷ τοῦδε τοῦ παντὸς ἡγεμόνι συμπεριπολοῦσαν· ἐπὰν δὲ ἐκ τῆς ἐπὶ τάδε νεύσεως φαντασίας τινὰς ἐκ τῶν περὶ τὸν γήϊνον ἀναλαμβάνῃ τόπον, τηνικαῦτα τῶν μὲν ἐκεῖθι καλῶν κατὰ μικρὸν αὐτὴν λήθην τε ἴσχειν καὶ ὑφιζάνειν· ὅσῳ δὲ τῶν ἄνω χωρίζεται, τοσούτῳ τοῖς ἐνθαδὶ προσάγουσαν πλείονος ἐμπίπλασθαι τῆς ἀνοίας καὶ ἐς τὸ σωματικὸν τρέπεσθαι σκότος, διὰ μὲν ἐλάττωσιν τῆς προτέρας ἀξίας οὐκέτι τῷ παντὶ νοητῶς συμπαρεκτείνεσθαι δυναμένην, ὑπὸ δὲ λήθης τῶν ἐκεῖθι καλῶν καὶ ἐκπλήξεως τῆς ἐπὶ γηΐνοις ἐς τὰ στερεώτερα καὶ ὕλῃ σύντροφα καταφερομένην. διὸ δὴ σώματος ἐφιεμένη, φασίν, ἀφ' ἑκάστου τῶν ἀνωτέρω τόπων μοίρας τινὰς τῆς σωματικῆς συγκρίσεως λαμβάνει τε καὶ ἐφέλκεται. διὰ μὲν οὖν τῶν αἰθερίων ἰοῦσα κύκλων πᾶν ὅσον αὐγοειδές τέ ἐστι καὶ ἐς τὸ ἀλεαίνειν τὸ σῶμα καὶ φυσικῶς συνέχειν ἐπιτήδειον μεταλαμβάνει, δεσμούς τινας ἐκ τούτων αὑτῇ τῶν κύκλων καὶ τῶν ἐν αὐτοῖς γραμμῶν †ταῖς ἀλλήλων φοραῖς †ἀτάκτῳ φορᾷ δικτύου τρόπον διαπλέκουσα· διὰ δὲ τῶν περὶ σελήνην φερομένη τόπων, ἀεροειδῶν τε καὶ πνεύματι λοιπὸν ἀντιτύπῳ κεκοινωνηκότων, πολὺν τὸν ῥοῖζον καὶ σφοδρὸν διὰ τὴν φυσικὴν ποιουμένη κίνησιν τοῦ τε ὑποκειμένου πνεύματος ὑποπίμπλαται, καὶ παρατεινομένη τὰς τῶν κύκλων ἐπιφανείας τε καὶ γραμμάς, τὰ μὲν ὑπὸ τῶν τοῦ πνεύματος ὄγκων καθελκομένη, τὰ δὲ φυσικῶς τῶν ἐπέκεινα ἀντεχομένη, τὸ σφαιροειδὲς ἀπόλλυσι σχῆμα, ἐς δὲ τὸ ἀνδρεῖον μεταβάλλεται. τὰς μὲν οὖν ἐπιφανείας, κατὰ τὴν αὐγοειδῆ γενομένας καὶ αἰθέριον ὕλην, ἐς τὴν ὑμενοειδῆ μορφὴν ἐναλλάττει, τὰς δὲ γραμμάς, περὶ τὸν ἐμπύριον καταντησάσας καὶ τῇ τοῦ πυρὸς ἐπιχρωσθείσας ξανθότητι, ἐς τὴν τῶν νεύρων ἰδέαν τρέπει, πνεῦμα δὲ ὑγρὸν ἐκ τῶν τῇδε προσλαμβάνει λοιπόν, ὡς εἶναι τοῦτο πρῶτον αὐτῇ σῶμά τι φυσικόν, ἔκ τινων ἐπιφανειῶν ὑμενοειδῶν τε καὶ γραμμῶν νευροειδῶν καὶ πνεύματος συγκεκροτημένον· τοῦτο καὶ ῥίζαν εἶναι σώματος, τοῦτο καὶ ἁρμονίαν ὠνόμασαν· τούτῳ καὶ τρέφεσθαι τουτὶ τὸ ὀστρεῶδες ὄργανον καὶ συνέχεσθαί φασιν. δηλοῖ δὲ καὶ ὁ ποιητὴς τοιάνδε αὐτῆς τὴν σύστασιν· φησὶ γοῦν [λ 219]
οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν. ἀλλαχόθι δὲ τὴν μὲν ψυχὴν Ἀφροδίτην, τὴν δὲ σωματικὴν φύσιν διὰ τὸ τὴν ὑπόστασιν ἔχειν ἐν αἵματι καλῶν Ἄρεα, τοιούτοις τισὶ δεσμοῖς αὐτὴν ὑπὸ τοῦ δημιουργοῦ συνεῖρχθαί φησιν, ὃν Ἥφαιστον ὀνομάζει· λέγει γὰρ ὧδε· [θ 27880]
ἀμφὶ δ' ἄρ' ἑρμῖσιν χέε δέσματα κύκλῳ ἁπάντῃ·
πολλὰ δὲ καὶ καθύπερθε μελαθρόφιν ἐξεκέχυντο,
ἠΰτ' ἀράχνια λεπτά.
τοὺς μὲν οὖν ἑρμῖνας, Ἑρμοῦ λογίου τυγχάνοντας ἐπωνύμους, τοὺς λόγους εἶναι καὶ τὰς ἀναλογίας δι' ὧν ἐνδεδέσθαι τῷ σώματι συμβέβηκεν αὐτὴν οὐκ ἂν ἀπὸ τρόπου λέγοιμεν, τὰ δ' ἀράχνια τὰς ἐπιφανείας καὶ τὰς μορφὰς αἷς τὸ ἀνθρώπειον ὁρίζεται σχῆμα, τὸ δὲ μέλαθρον αὐτὸ δήπου τὸ τῇ ψυχῇ δημιουργηθὲν οἰκητήριον. ὅτι γὰρ αὐτῷ περὶ ψυχῆς ὁ λόγος, δηλοῖ καὶ τὰ ἑξῆς· τὸν γὰρ χωρισμὸν αὐτῶν ἐς τὰ οἰκεῖα ἀπαγγέλλων τὸν μὲν ἐς τὸν σύμφυλον τῆς ἀλογίας ἀποστέλλει τόπον, ἐς βαρβάρους καὶ Παίονας, περαιτέρω μηδ' ὁτιοῦν ἐπισημηνάμενος, τὴν δὲ ἔς τε τὸν τῆς γενέσεως ἀρχηγὸν καὶ μακαρίου διαγωγῆς, ἐς Κύπρον, [θ 363 sq.]
ἔνθα τέ οἱ τέμενος βωμός τε θυήεις, καὶ ὡς ἐκ φαυλοτέρων ἀναχωροῦσαν καθαίρει τε καὶ ἀφαγνίζει· φησὶ γοῦν
ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ.
Λέγει δέ πού τοι καὶ ὁ σοφὸς Ἡράκλειτος τοιάδε οὐκ ἀπᾴδων· τὴν γὰρ εὐπαθοῦσαν ἐν αἰθέρι δηλῶν φησι [FVS B 118]· ψυχὴ αὔη ξηρὴ σοφωτάτη· τὴν δὲ ὑπὸ τῆς ἀερίου ζάλης τε καὶ ἀναθυμιάσεως θολουμένην ἐμφαίνει, λέγων [FVS B 77, cf. 36] ψυχῇσι θάνατον ὑγρῇσι γενέσθαι.
Τεκμηριοῦσι δὲ τοῦτο καὶ ἰατρῶν παῖδες· τὰ γάρ τε πρῶτα καὶ ἀναλογοῦντα τοῖς φυσικοῖς ὄγκοις καὶ συνεκτικώτατα τοῦ σώματος μέρη, ὧν καὶ σμικρὸν πεπονθότων κινδυνεύειν φασὶ τὸ ζῷον, μήνιγγας εἶναι λέγουσι καὶ ἀρτηρίας, οὐδὲν ἀλλ' ἢ νευρώδεις τινὰς καὶ ἀραχνοειδεῖς ὑμένας σωληνώδεις κἀν τῷ μέσῳ πνεύματος ὄντας περιεκτικούς, δι' ὧν ἡ ψυχὴ κινεῖται καὶ οὐχὶ τὸ σῶμα αὐξομένων μὲν συνεκτεινομένη, φθινόντων δὲ συνιζάνουσα. δηλοῦσι δὲ τοῦτο κἀκ τῶν σφυγμῶν, ὧν τὴν μὲν εὔτακτον κίνησιν ὑγίειαν τοῦ ζῴου διαγορεύουσι, τήν γε μὴν ἄτακτον καὶ ταραχώδη φθορᾶς ἀπειλὴν καταμαντεύονται, τὴν δέ γε ἀτρεκεστάτην ἀκινησίαν παντελῆ τῆς ψυχῆς ἀναχώρησιν ἰσχυρίζονται.
[18] Τί δὴ θαυμαστὸν εἰ τοῖς κινοῦσι τὰ ὄργανα, νευραῖς τε καὶ πνεύματι, σῶμα ὅμοιον ἡ ψυχὴ φύσει λαβοῦσα συγκινεῖται κινουμένοις καὶ πνεύματός τε ἐμμελῶς καὶ ἐρρύθμως ἠχοῦντος τῷ παρ' αὑτῇ πνεύματι συμπάσχει καὶ πληττομένης νευρᾶς ἐναρμονίως νευραῖς ταῖς ἰδίαις συνηχεῖ τε καὶ συντείνεται, ὅπου γε κἀν τῇ κιθάρᾳ τὸ τοιόνδε συμβαῖνον θεωρεῖται; εἰ γάρ τις δύο χορδῶν ὁμοφώνων ἐς μὲν τὴν ἑτέραν σμικρὰν ἐνθείη καὶ κούφην καλάμην, θατέραν δὲ πόρρω τεταμένην πλήξειεν, ὄψεται τὴν καλαμηφόρον ἐναργέστατα συγκινουμένην· δεινὴ γὰρ ὡς ἔοικεν ἡ θεία τέχνη καὶ διὰ τῶν ἀψύχων δρᾶσαί τι καὶ ἐνεργῆσαι. πόσῳ δὴ πλέον ἐπὶ τῶν ψυχῇ κινουμένων τὴν τῆς ὁμοιότητος αἰτίαν ἐνεργεῖν ἀνάγκη;
Τῶν ὀργάνων τοίνυν τὰ μὲν διὰ νευρῶν ἡρμοσμένα τῷ τε αἰθερίῳ καὶ ξηρῷ καὶ ἁπλῷ παρόμοια κόσμου τε τόπῳ καὶ φύσεως ψυχικῆς μέρει, ἀπαθέστερά τε ὄντα καὶ ἀμετάβολα καὶ ὑγρότητι πολέμια, ἀέρι νοτίῳ τῆς εὐπρεποῦς στάσεως μεθιστάμενα, τὰ δ' ἐμπνευστὰ τῷ πνευματικῷ καὶ ὑγροτέρῳ καὶ εὐμεταβόλῳ, λίαν τε θηλύνοντα τὴν ἀκοὴν καὶ ἐς τὸ μεταβάλλειν ἐξ εὐθέος ἐπιτήδεια τυγχάνοντα καὶ ὑγρότητι τήν τε σύστασιν καὶ τὴν δύναμιν λαμβάνοντα. βελτίω μὲν οὖν τὰ τοῖς βελτίοσιν ὅμοια, ἐλάττω δὲ θάτερα. ταῦτα γὰρ δὴ καὶ τὸν μῦθον ἐνδείκνυσθαί φασι, τῶν Μαρσύου τὰ Ἀπόλλωνος ὄργανά τε καὶ μέλη προτιμήσαντα. τὸν μὲν γὰρ Φρύγα τὸν κρεμασθέντα ὑπὲρ ποταμὸν ἐν Κελαιναῖς ἀσκοῦ δίκην τὸν ἀέριον καὶ πλήρη πνευμάτων καὶ ζοφώδη τυγχάνειν τόπον, ὑπεράνω μὲν ὕδατος ὄντα, τοῦ δὲ αἰθέρος ἐξηρτημένον, τὸν δὲ Ἀπόλλωνα καὶ τὰ ὄργανα τούτου τὴν καθαρωτέραν οὐσίαν καὶ αἰθέριον καὶ τὸν ταύτης εἶναι προστάτην.
Ἔν γε μὴν τῷ περὶ τῆς χρήσεως τῶν ὀργάνων λόγῳ τάδε ἡμῖν ὑποφαίνουσιν οἱ παλαιοί. τὴν μὲν γὰρ βλαβερὰν καὶ φευκτὴν μελῳδίαν ὡς ἐς κακίαν καὶ διαφθορὰν ὑπαγομένην θηριώδεσι τὴν μορφὴν καὶ θνηταῖς γυναιξὶ ταῖς Σειρῆσι περιέθηκαν, ἃς νικῶσι μὲν αἱ Μοῦσαι, φεύγει δὲ προτροπάδην ὁ σοφὸς Ὀδυσσεύς· διττῆς δὲ οὔσης τῆς χρησίμου μουσουργίας καὶ τῆς μὲν πρὸς ὠφέλειαν τῶν σπουδαίων, τῆς δὲ πρὸς ἄνεσιν ἀβλαβῆ τῶν ἀγελαίων καὶ εἴ τινες τούτων ταπεινότεροι χρησιμευούσης, τὴν μὲν ἐν κιθάρᾳ παιδευτικὴν ἀνδρώδη τυγχάνουσαν ἀνέθεσαν Ἀπόλλωνι, τὴν δὲ τὸ τερπνὸν ἀναγκαίως μεταδιώκουσαν διὰ τὸ τῶν πολλῶν στοχάζεσθαι θηλείᾳ θεῶν, μιᾷ τῶν Μουσῶν, Πολυμνίᾳ περιτεθείκασι· τῆς δὲ κατὰ τὴν λύραν τὴν μὲν πρὸς παιδείαν χρήσιμον ὡς ἀνδράσι πρόσφορον ἀφώρισαν Ἑρμῇ, τὴν δὲ πρὸς διάχυσιν ἐπιτήδειον ὡς τὸ τῆς ψυχῆς θῆλυ πολλάκις καὶ ἐπιθυμητικὸν ἐκμειλιττομένην Ἐρατοῖ περιῆψαν. πάλιν δὲ ἐπὶ τῶν αὐλῶν τὴν μὲν τὸ τῆς ἡδονῆς ἐφιέμενον πλῆθος ἀνδρῶν καὶ μέρος ψυχῆς κολακεύουσαν μελῳδίαν τῇ μετὰ τοῦ καλοῦ τὸ ἡδὺ παραινούσῃ ζηλοῦν κατὰ τὴν προσηγορίαν Εὐτέρπῃ προσένειμαν, τὴν δ' ὠφελεῖν δυναμένην σπανίως διὰ πολλὴν ἐπιστήμην καὶ σωφροσύνην, οὐ μὴν τέλεον τῆς φυσικῆς ἀποφοιτῶσαν θηλύτητος οὐκέτι ἄρρενι θεῶν, τῇ δὲ θηλείᾳ μὲν κατὰ γένος, σώφρονι δὲ καὶ πολεμικῇ κατὰ τὸ ἦθος Ἀθηνᾷ νέμουσιν. τοιγαροῦν βραχεῖαν εἶναι τὴν δι' αὐτῆς ὠφέλειαν ἐπιδεικνύμενοι καὶ τοῖς σοφοῖς φεύγειν κατὰ τὸ πολὺ τὴν δι' αὐλητικῆς ῥᾳστώνην παραινοῦντες, ἀπορρῖψαι τὴν θεόν φασι τοὺς αὐλοὺς ὡς οὐ πρόσφορον ἡδονὴν ἐπιφέροντας τοῖς σοφίας ἐφιεμένοις, τοῖς δὲ διὰ τὰς συνεχεῖς δημιουργίας τε καὶ ἐργασίας καματηροῖς τε καὶ ἐπιπόνοις τῶν ἀνθρώπων χρησιμεύουσαν· οἷον δὴ καὶ τὸν Μαρσύαν παρεισήγαγον, ὃν παρ' ἀξίαν σεμνύνοντα τὴν αὑτοῦ μουσικὴν δίκη μετῆλθεν· οὗ τὰ ὄργανα τοσοῦτον ἐλέλειπτο τῶν Ἀπόλλωνος ὅσον οἵ τε χειρώνακτες καὶ ἀμαθεῖς ἄνθρωποι τῶν σοφῶν καὶ αὐτὸς ὁ Μαρσύας τοῦ Ἀπόλλωνος. ταῦτα καὶ Πυθαγόραν συμβουλεῦσαι τοῖς ὁμιληταῖς αὐλοῦ μὲν αἰσθομένοις ἀκοὴν ὡς πνεύματι μιανθεῖσαν ἀποκλύζεσθαι, πρὸς δὲ τὸ λύριον ἐναισίοις μέλεσι τὰς τῆς ψυχῆς ἀλόγους ὁρμὰς ἀποκαθαίρεσθαι· τὸν μὲν γὰρ τὸ τῆς χείρονος μοίρας προεστὼς θεραπεύειν, τὸ δὲ τῷ τῆς λογικῆς ἐπιμελουμένῳ φύσεως φίλιόν τε εἶναι καὶ κεχαρισμένον. μαρτυροῦσι δέ μοι καὶ οἱ παρ' ἑκάστοις τῶν ἀνθρώπων λόγιοι μὴ τὰς ἡμετέρας ψυχὰς μόνον ἀλλὰ καὶ τὴν τοῦ παντὸς τοιαύτῃ κεχρῆσθαι συστάσει· οἱ μὲν γὰρ τὸν ὑπὸ σελήνῃ θεραπεύοντες τόπον, πνευμάτων πλήρη καὶ ὑγρᾶς ὄντα συστάσεως, ἐκ δὲ τῆς αἰθερίου ζωῆς τὴν ἐνέργειαν ποριζόμενον, ἀμφοτέροις τοῖς ὀργάνοις ἐμπνευστοῖς τε καὶ νευροδέτοις ἀπομειλίττονται, οἱ δὲ τὸν καθαρὸν καὶ αἰθέριον πᾶν μὲν τὸ ἐμπνευστὸν ὡς ψυχὴν μιαῖνον καὶ ἐπὶ τάδε καθέλκον ἀπέστερξαν, κιθάρᾳ δὲ καὶ λύρᾳ μόνοις ὀργάνων ὡς εὐαγεστέροις ὕμνησάν τε καὶ ἐτίμησαν· οὗ δὴ τόπου καὶ οἱ σοφοὶ μιμηταί τέ εἰσι καὶ ζηλωταί, τῆς μὲν τῶν ἐνθαδὶ ταραχῆς τε καὶ ποικιλίας, κἂν τῷ σώματι παρῶσι, τῇ γε προαιρέσει χωριζόμενοι, τῆς δὲ τῶν ἐκεῖθι καλῶν διηνεκοῦς τε ἁπλότητος καὶ πρὸς ἄλληλα συμφωνίας διὰ τῆς κατὰ τὴν ἀρετὴν ὁμοιώσεως ἀντεχόμενοι.
[Τὸ χρωματικὸν γένος διατονικόν ἐστιν ηὐξημένον καὶ πεπυκνωμένον ἡμιτονίοις· τὸ δ' ἐναρμόνιον διατονικόν ἐστι τόνῳ μὲν διπλασιασθέν, τῷ δ' ἡμιτονίῳ δίχα διῃρημένον. διάτονον δὲ καλεῖται διότι πεπύκνωται τοῖς τόνοις κατὰ τὰ διαστήματα· ἀρρενωπὸν δ' ἐστὶ καὶ αὐστηρότερον. χρωματικὸν δὲ καλεῖται παρὰ τὸ χρώζειν αὐτὸ τὰ λοιπὰ διαστήματα, μὴ δεῖσθαι δέ τινος ἐκείνων· ἔστι δὲ ἥδιστόν τε καὶ γοερόν· τὸ δ' ἐναρμόνιον διὰ τὸ ἐν τῇ τοῦ ἡρμοσμένου τελείᾳ διαστάσει λαμβάνεσθαι· οὔτε γὰρ διτόνου πλέον οὔτε διέσεως ἔλαττον ἐνεδέχετο κατὰ αἴσθησιν λαβεῖν τὰ διαστήματα· διεγερτικὸν δ' ἐστὶ τοῦτο καὶ †ἥπιον .]