12664 500 0 12 3 0 II-III d. C. Storiografia Cassius Dio XLVIII Historiae Romanae Boissevain, U.P., Berlin, Weidmann, 1:1895; 2:1898; 3:1901 Rist. 1955 3

Cassius Dio - Historiae Romanae XLVIII

Τάδε ἔνεστιν ἐν τῷ τετταρακοστῷ ὀγδόῳ τῶν Δίωνος Ῥωμαϊκῶν

α. Ὡς Καῖσαρ Φουλουίᾳ καὶ Λουκίῳ Ἀντωνίῳ ἐπολέμησεν.

β. Ὡς Σέξτος Πομπήιος Σικελίαν κατέσχεν.

γ. Ὡς Πάρθοι τὰ μέχρι τοῦ Ἑλλησπόντου κατέσχον.

δ. Ὡς Καῖσαρ καὶ Ἀντώνιος πρὸς Σέξτον συνέθεντο.

ε. Ὡς Πούπλιος Οὐεντίδιος Πάρθους ἐνίκησε καὶ τὴν Ἀσίαν ἐκτήσατο.

ζ. Ὡς Καῖσαρ Σέξτῳ πολεμήσειν ἤρξατο. η. Περὶ Βαιῶν.

Χρόνου πλῆθος ἔτη πέντε, ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο

Λ. Ἀντώνιος Μ. υἱ. Πιέτας ὕπ. Π. Σερουίλιος Π. υἱ. Ἰσαυρικὸς τὸ β΄ Γν. Δομίτιος Μ. υἱ. Καλουῖνος τὸ β΄ ὕπ. Γ. Ἀσίννιος ‹Γν. υἱ. Πωλίων Λ. Μάρκιος Λ. υἱ. Κηνσωρῖνος ὕπ. Γ. Καλουίσιος› Γ. υἱ. Σαβῖνος Ἄππιος Κλαύδιος Γ. υἱ. Ποῦλχρος ὕπ. Γ. Νωρβανὸς Γ. υἱ. Φλάκκος Μ. Οὐιψάνιος Λ. υἱ. Ἀγρίππας ‹ὕπ.› Λ. Κανίνιος Λ. υἱ. Γάλλος

[1]   Ὁ μὲν οὖν Βροῦτος ὅ τε Κάσσιος οὕτως ἀπώλοντο, τοῖς ξίφεσιν οἷς τὸν Καίσαρα ἀπεχρήσαντο σφαγέντες· οἵ τε ἄλλοι οἱ τῆς ἐπ' αὐτὸν ἐπιβουλῆς μετασχόντες, οἱ μὲν πρότερον οἱ δὲ τότε οἱ δὲ μετὰ ταῦτα, πλὴν πάνυ ὀλίγων ἐφθάρησαν, ὥς που τό τε δίκαιον ἔφερε καὶ τὸ δαιμόνιον ἦγεν ἄνδρα αὐτοὺς εὐεργέτην σφῶν, ἐς τοσοῦτον καὶ τῆς ἀρετῆς καὶ τῆς τύχης προχωρήσαντα, ἀποκτείναντας [2] παθεῖν. ὁ δὲ δὴ Καῖσαρ καὶ ὁ Ἀντώνιος τοῦ μὲν Λεπίδου παραχρῆμα, ἅτε μὴ συννικήσαντός σφισιν, ἐπλεονέκτησαν, ἔμελλον δὲ καὶ ἐπ' ἀλλήλους οὐκ ἐς μακρὰν τρέψεσθαι· χαλεπὸν γὰρ ἄνδρας τρεῖς ἢ καὶ δύο ὁμοτίμους, ἐγκρατεῖς τηλικούτων ἐκ πολέμου [3] πραγμάτων γενομένους, ὁμονοῆσαι. καὶ διὰ τοῦτο ὅσα τέως ἐπὶ τῇ τῶν ἀνθισταμένων σφίσι καταλύσει συμφρονήσαντες κατέπραξαν, ταῦτα τότε ἆθλα τῆς πρὸς ἀλλήλους φιλοτιμίας ἤρξαντο ποιεῖσθαι. τήν τε γὰρ ἀρχὴν αὐτίκα ἀνεδάσαντο, καὶ Καίσαρι μὲν ἥ τε Ἰβηρία καὶ ἡ Νουμιδία, Ἀντωνίῳ δὲ ἥ τε Γαλατία καὶ ἡ Ἀφρικὴ ἐγένετο· καὶ συνέθεντο ὥστ', ἄν τινα ἀγανάκτησιν ὁ Λέπιδος ἐπὶ τούτῳ [2] [1] ποιήσηται, τῆς Ἀφρικῆς αὐτῷ ἐκστῆναι. ταῦτα δὲ δὴ μόνα διέλαχον, ὅτι Σαρδὼ μὲν καὶ Σικελίαν ὁ Σέξτος ἔτι κατεῖχε, τὰ δ' ἄλλα τὰ ἔξω τῆς Ἰταλίας ἐν ταραχῇ ἔτι ἦν. ἐκείνης γὰρ δὴ πέρι οὐδὲν δέομαι λέγειν ὅτι ἐξαίρετος ἀεί ποτε ἐν τοῖς τοιούτοις ἔμενεν· οὐδὲ γὰρ οὐδ' ὡς περὶ αὐτῆς ποτε, ἀλλ' ὡς ὑπὲρ αὐτῆς ἀγωνιζόμενοι [2] τοὺς λόγους ἐποιοῦντο. ἐν κοινῷ οὖν ταῦτα ἀφέντες, Ἀντώνιος μὲν τήν τε κατάστασιν τῶν ἀντιπολεμησάντων σφίσι καὶ τὴν ἀργυρολογίαν τὴν ἐς τὰ χρήματα ‹τὰ› τοῖς στρατιώταις ἐπαγγελθέντα ἀνεδέξατο, Καῖσαρ δὲ τόν τε Λέπιδον, ἄν τι παρακινῇ, κολοῦσαι, [3] καὶ τῷ Σέξτῳ προσπολεμῆσαι, τήν τε χώραν ἣν τοῖς συστρατευομένοις σφίσιν ὑπέσχηντο κατανεῖμαι τοῖς ἔξω τῆς ἡλικίας αὐτῶν οὖσιν, οὓς καὶ εὐθὺς διῆκαν. καὶ προσέτι οὗτος μὲν δύο τῷ Ἀντωνίῳ στρατόπεδα τῶν συνόντων οἱ συνέπεμψεν, ἐκεῖνος δὲ ἕτερα ἐκ τῶν ἐν τῇ Ἰταλίᾳ τότε ὄντων ἴσα ἀντιδώσειν αὐτῷ ἐπηγγείλατο.

[4] ταῦθ' οὕτω κατὰ μόνας συνθέμενοι καὶ γράψαντες καὶ κατασημηνάμενοι, τά τε γραμματεῖα ἀλλήλοις ἀντέδοσαν, ἵν', ἄν τι παραβαθῇ, ἐξ αὐτῶν ἐλεγχθῇ, καὶ μετὰ τοῦτο Ἀντώνιος μὲν ἐς τὴν [3] [1] Ἀσίαν Καῖσαρ δὲ ἐς τὴν Ἰταλίαν ἀφωρμήθη. καὶ αὐτὸν ἡ νόσος ἔν τε τῇ πορείᾳ καὶ ἐν τῷ πλῷ ἰσχυρῶς ἐπίεσεν, ὥστε καὶ θανάτου δόξαν τοῖς ἐν τῇ Ῥώμῃ παρασχεῖν. οὐ μέντοι καὶ ὑπὸ τῆς ἀρρωστίας τοσοῦτον ὅσον ἐπὶ παρασκευῇ κακοῦ τινος χρονίζειν αὐτὸν ἐνόμιζον, κἀκ τούτου πάνθ' ὅσα ἐνεδέχετό σφας παθεῖν ὑπετόπουν.

[2] καίτοι ἄλλα τε ἐπὶ τῇ νίκῃ πολλὰ αὐτοῖς ἐψηφίσαντο, ἅπερ που καὶ τοῖς ἑτέροις ἄν, εἰ ἐκεκρατήκεσαν, ἐδέδοτο (ἐν γὰρ δὴ τοῖς τοιούτοις τό τε ἀπολωλὸς πάντες ἀεὶ κατατρέχουσι καὶ τὸ κρατῆσαν τιμῶσι), καὶ δὴ καὶ ἱερομηνίας ἐν ἅπαντι ὡς εἰπεῖν τῷ ἔτει καὶ ἄκοντες ἄγειν ἔγνωσαν· τοῦτο γάρ σφισιν ὁ Καῖσαρ ἐπὶ τῇ τῶν [3] σφαγέων τιμωρίᾳ ἄντικρυς ποιῆσαι ἐκέλευσε. χρονίζοντος δ' οὖν αὐτοῦ λόγοι τε παντοδαποὶ ἐθρυλοῦντο καὶ παθήματα ἀπ' αὐτῶν παντοῖα συνέβαινε. τά τε γὰρ ἄλλα καὶ οἱ μὲν ὡς τέθνηκε διεθρόουν, καὶ ἡδονὴν πολλοῖς ἐνέβαλλον, οἱ δὲ ὡς κακόν τι βουλεύοιτο, [4] καὶ φόβον συχνοῖς ἐνεποίουν. καὶ διὰ τοῦτο οἱ μὲν τὰ σφέτερα συνέκρυπτον καὶ ἑαυτοὺς ἐν φυλακῇ ἐποιοῦντο, οἱ δὲ ὅπῃ ποτὲ ἀποδράσοιντο διεσκόπουν. ἄλλοι, καὶ οἵ γε πλείους, οὐδὲ ἐπινοῆσαί τι ὑπὸ τοῦ σφοδροῦ δέους δυνάμενοι, παρεσκευάζοντο ὡς καὶ πάντως [5] ἀπολούμενοι. βραχύ τέ τι καὶ κομιδῇ σμικρὸν τὸ θαρσοῦν ἦν· ἐκ γὰρ δὴ τῆς πρόσθεν πολλῆς καὶ ποικίλης καὶ τῶν ἀνθρώπων καὶ τῶν χρημάτων φθορᾶς οὐδὲν ὅ τι οὐχὶ καὶ τῶν ὁμοίων καὶ [6] τῶν χειρόνων, ἅτε καὶ παντελῶς κεκρατημένοι, προσεδέχοντο. ὅθενπερ καὶ ὁ Καῖσαρ φοβηθεὶς μή τι ἄλλως τε καὶ τοῦ Λεπίδου παρόντος νεοχμώσωσιν, ἐπέστειλε τῇ γερουσίᾳ θαρσεῖν τε αὐτῇ παραινῶν, καὶ προσυπισχνούμενος πάντα καὶ πρᾴως καὶ φιλανθρώπως κατὰ τὸν πατέρα ποιήσειν.

[4]

[1]    τότε μὲν δὴ ταῦτ' ἐγένετο, τῷ δὲ ἐχομένῳ ἔτει ὀνόματι μὲν ὅ τε Σερουίλιος ὁ Πούπλιος καὶ ὁ Ἀντώνιος ὁ Λούκιος, ἔργῳ δὲ οὗτός τε καὶ ἡ Φουλουία ὑπάτευσαν· τοῦ τε γὰρ Καίσαρος πενθερὰ καὶ τοῦ Ἀντωνίου γυνὴ οὖσα τόν τε Λέπιδον ὑπὸ νωθείας παρ' οὐδὲν ἦγε καὶ αὐτὴ τὰ πράγματα διεχείριζεν, ὥστε μήτε τὴν βουλὴν μήτε [2] τὸν δῆμον ἄλλο τι παρὰ τὸ ἐκείνῃ δοκοῦν χρηματίζειν. τοῦ γοῦν Λουκίου αὐτοῦ σπουδάζοντος ἐπινίκιά τινων ἐν ταῖς Ἄλπεσιν οἰκούντων, ὡς καὶ νικήσαντός σφας, πέμψαι, τέως μὲν ἡ Φουλουία ἀντέλεγεν, οὐδείς οἱ συνεχώρησεν, ἐπεὶ δὲ ἐκείνη θεραπευθεῖσα ἐπέτρεψε, [3] πάντες ἐψηφίσαντο, ὥστε τῷ μὲν λόγῳ τὸν Ἀντώνιον καθ' ὧνπερ κεκρατηκέναι ἔλεγεν (οὔτε γὰρ ἔπραξέ τι νικητηρίων ἄξιον, οὔθ' ὅλως ἡγεμονίαν ἐν τοῖς χωρίοις ἐκείνοις ἔσχε), τῇ δ' ἀληθείᾳ τὴν Φουλουίαν ................... ........................ ........... καὶ πομπεῦσαι. πολὺ γοῦν πλεῖον [4] ἐκείνου, ἅτε καὶ ἀληθέστερον, ἐσεμνύνετο· τὸ γὰρ δοῦναί τινι ἐξουσίαν τῆς τῶν νικητηρίων πέμψεως μεῖζον τοῦ διεορτάσαι αὐτὰ παρ' ἑτέρου λαβόντα ἦν. πλήν γε ὅτι τήν τε σκευὴν τὴν ἐπινίκιον ὁ Λούκιος ἐνεδύσατο καὶ τοῦ ἅρματος ἐπέβη, τά τε ἄλλα τὰ καθήκοντα ἐπὶ τοῖς τοιούτοις ἔπραξεν, αὐτὴ ἡ Φουλουία τὴν πανήγυριν, [5] ὑπηρέτῃ ἐκείνῳ χρωμένη, ποιεῖν ἔδοξεν. ἤχθη δὲ ἐν τῇ πρώτῃ τοῦ ἔτους ἡμέρᾳ. καὶ ἐπί τε τούτῳ ὁ Λούκιος ἐξ ἴσου τῷ Μαρίῳ ἐσεμνύνετο, ὅτι ἐν τῇ νουμηνίᾳ αὐτήν, ἐν ᾗ ὑπατεύειν ἤρξατο, ἐπετέλεσε· καὶ προσέτι καὶ ὑπὲρ ἐκεῖνον ἠγάλλετο, λέγων αὐτὸς μὲν ἐθελοντὴς τά τε τῆς πομπῆς κοσμήματα ἀποτεθεῖσθαι καὶ τὴν βουλὴν ἐν τῇ ἀγοραίῳ στολῇ ἠθροικέναι, τὸν δὲ δὴ Μάριον ἄκοντα [6] αὐτὰ πεποιηκέναι. προσετίθει τε ὅτι ἐκείνῳ μὲν ἤ τις ἢ οὐδεὶς στέφανος ἐδόθη, αὐτὸς δὲ ἄλλους τε καὶ παρὰ τοῦ δήμου κατὰ φυλήν, ὃ μηδενὶ τῶν προτέρων ἐγεγόνει, διά τε τὴν Φουλουίαν καὶ διὰ τὰ χρήματα ἃ λάθρᾳ τισὶν ἀνάλωσεν, ἔλαβεν.

[5]

[1]    ἐν δ' οὖν τῷ ἔτει τούτῳ ἔς τε τὴν Ῥώμην ὁ Καῖσαρ ἀφίκετο, καὶ τὰ νομιζόμενα ἐπὶ τῇ νίκῃ ποιήσας πρός τε τὴν διοίκησιν καὶ πρὸς τὴν διαγωγὴν τῶν πραγμάτων ἐτράπετο. ὅ τε γὰρ Λέπιδος, τὰ μὲν τῷ φόβῳ αὐτοῦ τὰ δὲ καὶ τῇ τῆς γνώμης ἀσθενείᾳ, οὐδὲν ἐνεωτέρισε· καὶ ὁ Λούκιος ἥ τε Φουλουία, ὡς καὶ συγγενεῖς καὶ κοινωνοὶ τῆς ἡγεμονίας αὐτῷ ὄντες, ἡσύχασαν τήν γε πρώτην.

[2] προϊόντος γὰρ δὴ τοῦ χρόνου διηνέχθησαν, οἱ μὲν ὅτι τοῦ μέρους τῆς τῶν ἀγρῶν νομῆς τοῦ τῷ Ἀντωνίῳ προσήκοντος οὐ μετέσχον, ὁ δὲ ὅτι τὰ στρατεύματα παρ' αὐτῶν οὐκ ἀντέλαβε. κἀκ τούτων ἥ τε συγγένεια αὐτῶν ἡ ἐκ τῆς ἐπιγαμίας διελύθη, καὶ πρὸς πόλεμον [3] ἐμφανῆ προήχθησαν. ὁ γὰρ Καῖσαρ τὴν χαλεπότητα τῆς πενθερᾶς μὴ φέρων (ἐκείνῃ γὰρ μᾶλλον ἢ τῷ Ἀντωνίῳ διαφέρεσθαι δοκεῖν ἐβούλετο) τὴν θυγατέρα αὐτῆς ὡς καὶ παρθένον ἔτι οὖσαν, ὃ καὶ ὅρκῳ ἐπιστώσατο, ἀπεπέμψατο, οὐκ ὀκνήσας οὔτε εἰ τοσοῦτον ἄλλως ἡ γυνὴ πεπαρθενεῦσθαι παρ' αὐτῷ χρόνον νομισθείη, οὔτε πρὸς τὴν παρασκευὴν τῶν ἐσομένων εἰ ἐκ πολλοῦ [4] δόξειεν αὐτὸ προβεβουλευκέναι. γενομένου δὲ τούτου οὐδὲν ἔτι φίλιον ἐποίουν, ἀλλ' ὅ τε Λούκιος μετὰ τῆς Φουλουίας τῶν τε πραγμάτων, ὡς καὶ ὑπὲρ τοῦ Μάρκου ταῦτα δρῶν, ἀντελαμβάνετο καὶ οὐδενὸς αὐτῷ ὑφίετο (διὰ γὰρ τὴν πρὸς τὸν ἀδελφὸν εὐσέβειαν [5] καὶ ἐπωνυμίαν ἑαυτῷ Πιέταν ἐπέθετο), καὶ ὁ Καῖσαρ τὸν μὲν Μᾶρκον οὐδὲν δῆθεν ᾐτιᾶτο, μὴ καὶ ἐκπολεμώσειεν αὐτὸν τὰ ἐν τῇ Ἀσίᾳ ἔθνη διέποντα, ἐκείνοις δὲ δὴ καὶ ἐπεκάλει καὶ ἀντέπραττεν ὡς καὶ παρὰ τὴν γνώμην αὐτοῦ πάντα ποιοῦσι καὶ δυναστείας ἰδίας ἐπιθυμοῦσιν.

[6]

[1]    ἦν δὲ ἐν τῇ κληρουχίᾳ ἀμφοτέροις ἡ πλείστη τῆς δυνάμεως ἐλπίς, καὶ διὰ τοῦθ' ὑπὲρ αὐτῆς πρῶτον ἀρξάμενοι διεφέροντο. ὅ τε γὰρ Καῖσαρ αὐτὸς πᾶσιν τοῖς τε ἑαυτῷ καὶ τοῖς τῷ Ἀντωνίῳ συστρατευσαμένοις ἤθελεν αὐτὴν κατὰ τὰς συνθήκας τὰς μετὰ τὴν νίκην αὐτοῖς γενομένας, ὅπως ἐς εὔνοιάν σφας ὑπαγάγηται, ποιήσασθαι· [2] καὶ ἐκεῖνοι τήν τε ἐπιβάλλουσαν τοῖς σφετέροις κληρουχῆσαι καὶ τὰς πόλεις αὐτοὶ ἀποικίσαι ἠξίουν, ἵνα τὴν ἰσχὺν αὐτῶν σφετερίσωνται. καὶ γὰρ ἑτοιμότατον ἀμφοτέροις ἐδόκει εἶναι τὰ τῶν ἀόπλων τοῖς συμπολεμήσασι χαρίσασθαι. ὡς γοῦν παρὰ τὴν δόξαν αὐτῶν πολλὴ ταραχὴ ἐγίγνετο καὶ τὸ πρᾶγμα ἐς πόλεμον [3] προήγετο (πᾶσαν γὰρ κατ' ἀρχὰς τὴν Ἰταλίαν, πλὴν εἴ ‹τί› τις τῶν ἐστρατευμένων ἐν δωρεᾶς μέρει λαβὼν ἢ καὶ ἐκ τοῦ δημοσίου πριάμενος εἶχε, μετά τε τῆς δουλείας καὶ μετὰ τῆς ἄλλης κατασκευῆς τοὺς δεσπότας ὁ Καῖσαρ ἀφῃρεῖτο καὶ ἐκείνοις ἐδίδου, καὶ διὰ τοῦτο τῶν κτημάτων ἀποστερούμενοι δεινῶς πρὸς αὐτὸν ἠγανάκτουν), [4] μετεβάλοντο ἥ τε Φουλουία καὶ ὁ ὕπατος, πλείω δύναμιν ἐν τοῖς ἑτέροις τοῖς ἀδικουμένοις σχήσειν ἐλπίσαντες, καὶ τῶν μὲν ληψομένων τοὺς ἀγροὺς ἠμέλησαν, πρὸς δὲ ἐκείνους, ἅτε καὶ πλείονας ὄντας καὶ ὀργὴν δικαίαν ὑπὲρ ὧν ἀπεστεροῦντο ποιουμένους, [5] ἐτράποντο. κἀκ τούτου ὑπολαμβάνοντες αὐτοὺς ὡς ἑκάστους καὶ συνῄροντο καὶ συνίστων, ὥστε καὶ τοὺς ἐν τῷ πρὶν τὸν Καίσαρα φοβουμένους τότε προστατῶν ἐπιλαβομένους ἀναθαρσῆσαι καὶ μηδενὸς ἔτι τῶν οἰκείων ἀφεῖσθαι· καὶ γὰρ καὶ τῷ Μάρκῳ ταῦτα [7] [1] συνδοκεῖν ἐνόμιζον. τούτους τε οὖν ὅ τε Λούκιος καὶ ἡ Φουλουία προσεποιοῦντο, καὶ τοῖς ἑτέροις τοῖς ἀμφὶ τὸν Καίσαρα οὐδὲν προσέκρουον. οὐ γὰρ ὡς ‹οὐ› δέον αὐτοὺς κληρουχῆσαί τινα προεβάλλοντο, ἀλλὰ ἀρκοῦντα αὐτοῖς τὰ τῶν ἀντιπολεμησάντων σφίσιν [2] ἀπέφαινον, καὶ μάλισθ' ὅτι καὶ χωρία καὶ ἔπιπλα τὰ μὲν ἔτι τότε ὄντα ‹τὰ δὲ› καὶ πεπραμένα ἀπεδείκνυσαν, ὧν τὰ μὲν αὐτὰ τῶν δὲ τὴν τιμὴν ἔφασκον αὐτοῖς δοθῆναι χρῆναι. εἰ δ' οὖν μηδὲ ταῦτά σφισιν ἀρκέσειε, ταῖς γε ἐκ τῆς Ἀσίας ἐλπίσι πάντας αὐτοὺς [3] ἀνηρτῶντο. ὥστε ταχὺ ἐκ τούτων συνέβη Καίσαρα μέν, ἅτε καὶ βίᾳ τὰ τῶν κεκτημένων τι ἀφαιρούμενον καὶ πόνους ὑπὲρ αὐτῶν καὶ κινδύνους πᾶσιν ὁμοίως προσάγοντα, ἀμφοτέροις αὐτοῖς προσκροῦσαι, ἐκείνους δὲ δή, οἷς μήτε τι ἀποστεροῦντάς τινα καὶ ἐκ τῶν ὑπαρχόντων σφίσι τὴν πλήρωσιν τῶν ἐπαγγελιῶν ἀμαχεὶ [4] τοῖς ληψομένοις αὐτὰ ὑποδεικνύντας, ἑκατέρους προσθέσθαι. ἔκ τε οὖν τούτων καὶ ἐκ τοῦ λιμοῦ, ὃς τότε τῆς θαλάσσης τῆς μὲν κατὰ Σικελίαν ὑπὸ τοῦ Σέξτου τῆς δὲ ἐν τῷ Ἰονίῳ κόλπῳ ὑπὸ Γναίου Δομιτίου Ἀηνοβάρβου κατεχομένης δεινῶς αὐτοὺς ἐπίεσεν, [5] ἐν πολλῇ ἀμηχανίᾳ ὁ Καῖσαρ ἐγένετο. ὁ γὰρ Δομίτιος ἦν μὲν τῶν σφαγέων, ἐκ δὲ δὴ τῆς μάχης τῆς πρὸς Φιλίπποις γενομένης διαφυγὼν ναυτικόν τι συνεκρότησε, καὶ τοῦ τε κόλπου χρόνον τινὰ ἐκράτησε καὶ τὰ τῶν ἐναντίων ἐπὶ πλεῖστον ἔφθειρε.

[8]

[1]    ταῦτά τε οὖν τὸν Καίσαρα δεινῶς ἐλύπει, καὶ ὅτι ἐν ταῖς διαφοραῖς ταῖς πρὸς τοὺς βουλευτὰς καὶ πρὸς τὸ λοιπὸν πλῆθος τὸ τοὺς ἀγροὺς κεκτημένον τοῖς ἐστρατευμένοις συμβαινούσαις (πλεῖσται δὲ δὴ ἅτε καὶ ὑπὲρ τῶν μεγίστων ἀγωνιζομένοις σφίσιν ἐγίγνοντο) [2] οὐδετέροις ἀκινδύνως προσετίθετο. ἀμφοτέροις μὲν γὰρ ἀδύνατον ἦν αὐτῷ χαρίζεσθαι· οἱ μὲν γὰρ ὑβρίζειν οἱ δ' ἀπαθεῖς εἶναι, καὶ οἱ μὲν καὶ τὰ ἀλλότρια λαβεῖν οἱ δὲ τὰ ἑαυτῶν ἔχειν ἤθελον. ὁσάκις δὲ δὴ τὰ τούτων ἢ τὰ ἐκείνων, ὥς που καὶ ἠναγκάζετο, προέλοιτο, τοῖς ἑτέροις ἀπήχθετο, καὶ οὐ τοσαύτης γε χάριτος ἐξ ὧν [3] ὑπούργει τισίν, ὅσης ὀργῆς ἐξ ὧν μὴ συνεχώρει, ἐτύγχανεν· οἱ μὲν γὰρ ὡς καὶ ὀφειλόμενά σφισι πάντα τὰ διδόμενα λαμβάνοντες ἐν οὐδεμιᾷ αὐτὰ εὐεργεσίᾳ ἐτίθεντο, οἱ δὲ ὡς καὶ τῶν οἰκείων στερισκόμενοι ἐχαλέπαινον. καὶ ἐκ τούτου διετέλει ἢ τούτοις ἢ ἐκείνοις προσκρούων καὶ τοτὲ μὲν ὡς φιλόδημος τοτὲ δὲ ὡς φιλοστρατιώτης [4] ἐγκαλούμενος. καὶ διὰ ταῦτα ἐπειδὴ μήτε τι ἤνυε, καὶ προσέτι καὶ ἐξ αὐτῶν τῶν ἔργων ἔμαθεν ὅτι οὐδὲν τὰ ὅπλα πρὸς τὸ τοὺς ἀδικουμένους εὐνοϊκῶς οἱ ἔχειν ἐδύνατο, ἀλλὰ ἀπολέσθαι μὲν πᾶν τὸ μὴ ὑπεῖκον δι' αὐτῶν οἷόν τε ἦν, ἀναγκασθῆναι δέ τινα φιλεῖν ὃν μὴ βούλεται ἀδύνατον ὑπάρχοι, οὕτω δὴ καὶ ἄκων ὑποκατέκλινε, [5] καὶ οὐκέτ' οὔτε τῶν βουλευτῶν τι ἀφείλετο (πρότερον γὰρ καὶ τὰ ἐκείνων πάντα κατανεῖμαι ἠξίου, διερωτῶν σφας "πόθεν οὖν τὰ γέρα τοῖς ἐστρατευμένοις ἀποδώσομεν;" ὥσπερ τινὸς αὐτῷ πολεμεῖν ἢ καὶ τοσαῦτά σφισιν ὑπισχνεῖσθαι κεκελευκότος), τῶν τε ἄλλων ὅσα ἢ γυναῖκες ἐς τὰς προῖκας ἐντετιμημένα ἢ καὶ ἕτεροί τινες ἐλάττω τῆς κατ' ἄνδρα τοῖς ἐστρατευμένοις διδομένης γῆς [9] [1] ἐκέκτηντο, ἀπέσχετο. πραχθέντος δὲ τούτου ἡ μὲν γερουσία καὶ οἱ ἄλλοι οἱ μηδενὸς στερόμενοι πρᾴως πως πρὸς αὐτὸν ἔσχον, οἱ δὲ ἐστρατευμένοι τήν τε φειδὼ καὶ τὴν τιμὴν τὴν ἐς ἐκείνους ἀτιμίαν τε ἅμα καὶ ζημίαν ἑαυτῶν, ὡς καὶ ἐλάττω ληψομένων, νομίζοντες [2] εἶναι ἐδυσχέραινον, καὶ τῶν τε ἑκατοντάρχων καὶ τῶν ἄλλων τῶν ἐπιτηδείως τε τῷ Καίσαρι ἐχόντων καὶ θορυβεῖν αὐτοὺς κωλυόντων συχνοὺς ἀπέκτειναν, αὐτόν τε ἐκεῖνον παρ' ὀλίγον ἦλθον ἀποχρήσασθαι, πᾶσαν αὐτάρκη πρόφασιν τῆς ὀργῆς ποιούμενοι.

[3] καὶ οὐ πρότερόν γε ἐπαύσαντο χαλεπαίνοντες πρὶν τοῖς τε συγγενέσι σφῶν καὶ τοῖς τῶν ἐν ταῖς μάχαις πεσόντων πατράσι καὶ παισὶ τὴν χώραν, ὅσην τινὲς αὐτῶν εἶχον, ἀφεθῆναι. ἐκ δὲ τούτου τὰ μὲν τῶν στρατιωτῶν ἐπιτηδειότερά οἱ αὖθις ἐγένετο, ὁ δὲ δῆμος [4] κατ' αὐτὸ δὴ τοῦτο πάλιν ἠγανάκτει. καὶ ἔς τε χεῖρας αὐτοῖς ᾖσαν καὶ μάχαι σφῶν συνεχεῖς ἐγίγνοντο, ὥστε καὶ τιτρώσκεσθαι καὶ ἀποθνήσκειν παρ' ἀμφοτέρων ὁμοίως πολλούς. οἱ μὲν γὰρ δὴ τῇ τε τῶν ὅπλων παρασκευῇ καὶ τῇ τῶν πολέμων ἐμπειρίᾳ, οἱ δὲ τῷ τε πλήθει καὶ τῷ καὶ ἀπὸ τῶν τεγῶν αὐτοὺς βάλλειν ἐπεκράτουν, [5] ὥστε καὶ οἰκίας διὰ τοῦτο συχνὰς καταπρησθῆναι, καὶ τὸ ἐνοίκιον τοῖς μὲν ἐν τῷ ἄστει μέχρι πεντακοσίων δραχμῶν οἰκοῦσι πᾶν, τοῖς δ' ἐν τῇ λοιπῇ Ἰταλίᾳ κατὰ τὸ τέταρτον ἐνιαυτοῦ ἑνὸς ἀνεθῆναι. ἐν πάσαις γὰρ δὴ ταῖς πόλεσιν ὁμοίως, ὅπῃ ποτὲ συντύχοιεν ἀλλήλοις, ἐμάχοντο.

[10]

[1]    ὡς οὖν ταῦτά τε οὕτως ἐγίγνετο, καὶ στρατιῶται ἐς Ἰβηρίαν ὑπὸ τοῦ Καίσαρος προπεμφθέντες θόρυβόν τέ τινα ἐν Πλακεντίᾳ ἐποίησαν, καὶ οὐ πρότερον πρὶν χρήματα παρὰ τῶν ἐπιχωρίων λαβεῖν κατέστησαν, καὶ προσέτι καὶ ὑπὸ τοῦ Καλήνου τοῦ τε Οὐεντιδίου τὴν Γαλατίαν τὴν ὑπὲρ τὰς Ἄλπεις ἐχόντων ἐκωλύθησαν [2] ὑπερβαλεῖν αὐτάς, ἐφοβήθη τε ὁ Καῖσαρ μὴ καὶ σφαλῇ τι, καὶ καταλλαγῆναι τῇ τε Φουλουίᾳ καὶ τῷ ὑπάτῳ ἠθέλησεν. ἐπειδή τε οὐδὲν ἰδίᾳ καὶ καθ' ἑαυτὸν προσπέμπων σφίσιν ἐπέραινεν, ἐπὶ τοὺς ἐστρατευμένους ὥρμησε καὶ δι' αὐτῶν τὰς συναλλαγὰς ἔπραττεν.

[3] ἐκεῖνοι δὲ τούτοις ἐπαιρόμενοι καὶ τοὺς στερομένους τῆς χώρας προσποιούμενοι, Λούκιος μὲν πανταχόσε συνιστάς τε αὐτοὺς καὶ ἀπὸ τοῦ Καίσαρος ἀποσπῶν περιῄει, Φουλουία δὲ τό τε Πραινέστε κατέλαβε καὶ προσεταιριστοὺς βουλευτάς τε καὶ ἱππέας ἔχουσα τά τε ἄλλα πάντα μετ' αὐτῶν ἐβουλεύετο, καὶ τὰς παραγγέλσεις ὡς [4] ἑκασταχόσε ἐχρῆν ἔπεμπε. καὶ τί ταῦτα θαυμάσειεν ἄν τις, ὁπότε καὶ ξίφος παρεζώννυτο καὶ συνθήματα τοῖς στρατιώταις ἐδίδου, ἐδημηγόρει τε ἐν αὐτοῖς πολλάκις; ὥστε καὶ ἐκεῖνα τῷ Καίσαρι [11] [1] προσίστασθαι. οὐ μέντοι ἔχων ὅπως αὐτοὺς καταλύσῃ (οὐ γὰρ μόνον τῇ δυνάμει ἀλλὰ καὶ τῇ παρὰ τῶν ἄλλων εὐνοίᾳ πολὺ αὐτῶν ἠλαττοῦτο· αὐτὸς μὲν γὰρ πολλοὺς ἐλύπει, ἐκεῖνοι δὲ πάντας ἐπήλπιζον) πολλάκις μέν σφας ἰδίᾳ διὰ τῶν φίλων ἐς τὰς καταλλαγὰς προεκαλέσατο, ὡς δ' οὐδὲν ἤνυτεν, ἐκ τῶν ἐστρατευμένων [2] πρέσβεις πρὸς αὐτοὺς ἀπέστειλε. μάλιστα μὲν γὰρ τεύξεσθαί τε αὐτῶν καὶ τὰ παρόντα καταστήσεσθαι ἔς τε τὸ ἔπειτα ἀντισχύσειν ἐκ τούτου ἤλπισεν· ἂν δὲ δὴ καὶ διαμάρτῃ σφῶν, τὴν γοῦν αἰτίαν [3] τῆς διαφορᾶς οὐκ αὐτὸς ἀλλ' ἐκείνους ἕξειν ἐνόμισεν. ὃ καὶ ἐγένετο. ἐπειδὴ γὰρ οὐδὲν οὐδὲ διὰ τῶν στρατιωτῶν ἐπέρανε, βουλευτὰς ἔστειλε, τάς τε συνθήκας σφίσι τὰς πρὸς τὸν Ἀντώνιον αὐτῷ γενομένας ἐκφήνας καὶ δικαστὰς τῶν διαφορῶν δῆθεν αὐτοὺς ποιήσας.

[4] ὡς δ' οὐδὲν οὐδὲ τότε ἐπράχθη (καὶ γὰρ ἐκεῖνοι τοῦτο μὲν πολλὰ καὶ ὅσα ὁ Καῖσαρ οὐκ ἔμελλε ποιήσειν ἀντιπροετείνοντο, τοῦτο δὲ πάνθ' ὅσα ἐποίουν, ἐκ τῆς τοῦ Ἀντωνίου τοῦ Μάρκου ἐντολῆς πράττειν ἔλεγον), οὕτω δὴ πρὸς τοὺς ἐστρατευμένους αὖθις ἀπέκλινε.

[12]

[1] καὶ μετὰ τοῦτο ἐς τὴν Ῥώμην ἐκεῖνοι πλήθει πολλῷ, ὡς καὶ τῷ δήμῳ τῇ τε βουλῇ κοινωσόμενοί τι, συνελθόντες τούτων μὲν οὐδὲν ἐφρόντισαν, ἀθροισθέντες δ' ἐς τὸ Καπιτώλιον τάς τε συνθήκας, ἃς ὅ τε Ἀντώνιος καὶ ὁ Καῖσαρ ἐπεποίηντο, ἀναγνωσθῆναί σφισιν ἐκέλευσαν, καὶ ἐκείνας τε ἐπεκύρωσαν, καὶ περὶ ὧν [2] διεφέροντο ἑαυτοὺς δικαστὰς γενέσθαι ἐψηφίσαντο. καὶ ταῦτά τε ἐς δέλτους γράψαντες καὶ κατασημηνάμενοι ταῖς ἀειπαρθένοις φυλάττειν ἔδοσαν, καὶ τῷ μὲν Καίσαρι παρόντι, τοῖς δὲ ἑτέροις διὰ πρεσβείας, ἐς Γαβίους ἐν ῥητῇ τινι ἡμέρᾳ πρὸς τὴν δίκην ἀπαντῆσαι [3] προσέταξαν. ἐπειδή τε ὁ μὲν Καῖσαρ ἕτοιμος διαδικασθῆναι ἐγένετο, ἐκεῖνοι δὲ ὑπέσχοντο μὲν ἀφίξεσθαι οὐκ ἦλθον δέ, φοβηθέντες ἢ καὶ ἀπαξιώσαντες (διέσκωπτον γοῦν σφας, ἄλλα τε καὶ βουλὴν καλιγᾶταν ἀπὸ τῆς τῶν στρατιωτικῶν ὑποδημάτων χρήσεως ἀποκαλοῦντες,) τοῦ τε Λουκίου καὶ τῆς Φουλουίας ὡς καὶ ἀδικούντων [4] τι κατεψηφίσαντο καὶ τὰ τοῦ Καίσαρος ἐπρέσβευσαν. κἀκ τούτου πολλάκις αὖθις βουλευσάμενοι τόν τε πόλεμον αὖθις ἀνείλοντο καὶ τὰ πρὸς αὐτὸν οὐχ ἡσυχῇ ἡτοιμάζοντο. τά τε γὰρ ἄλλα καὶ χρήματα ἁπανταχόθεν καὶ ἐκ τῶν ἱερῶν ἤθροισαν· τὰ γὰρ ἀναθήματα, ὅσα γε καὶ ἐξαργυρισθῆναι ἐδύνατο, τά τε ἐν τῇ ἄλλη Ἰταλίᾳ τῇ ἐν τῇ ἐπικρατείᾳ αὐτῶν οὔσῃ καὶ τὰ ἐν αὐτῇ τῇ Ῥώμῃ [5] ἀνακείμενα καθεῖλον. καὶ αὐτοῖς καὶ ἐκ τῆς Γαλατίας τῆς τογάτης, ἣ καὶ ἐς τὸν τῆς Ἰταλίας ἤδη νομόν, ὥστε μηδένα ἄλλον προφάσει τῆς ἐνταῦθα ἀρχῆς στρατιώτας ἐντὸς τῶν Ἄλπεων τρέφειν, ἐσεγέγραπτο, καὶ χρήματα καὶ στρατιῶται ἦλθον.

[13]

[1]    ὅ τε οὖν Καῖσαρ παρεσκευάζετο, καὶ ἡ Φουλουία καὶ ὁ Λούκιος τά τε πρόσφορα ἐπορίζοντο καὶ τὰς δυνάμεις συνεκρότουν. κἀν τούτῳ καὶ ἀντεπρεσβεύοντο καὶ διέπεμπον ἑκασταχόσε καὶ στρατιώτας καὶ στρατιάρχους ἑκάτεροι, καὶ τὰ μὲν προκατελάμβανον τῶν δ' ἀπεκρούοντο. καὶ αὐτῶν ἐγὼ τὰ μὲν πολλά, καὶ ἐν οἷς οὔτε τι μέγα οὔτ' ἀξιόλογον ἐπράχθη, παρήσω, τὰ δὲ δὴ λόγου μάλιστα ἄξια συντόμως διηγήσομαι.

[2]    ὁ Καῖσαρ ἐπὶ Νουρσίαν ἐς τοὺς Σαβίνους στρατεύσας τὴν μὲν φρουρὰν τὴν προκαθημένην σφῶν ἐτρέψατο, τῆς δὲ δὴ πόλεως ὑπὸ Τισιήνου Γάλλου ἀπεκρούσθη. μεταστὰς οὖν ἐς τὴν Ὀμβρικὴν [3] Σεντινάτας ἐπολιόρκησε μέν, οὐ μέντοι καὶ εἷλεν αὐτούς· τοῦ γὰρ Λουκίου ἐν τούτῳ τὸ μὲν πρῶτον στρατιώτας λάθρᾳ κατ' ἄλλην καὶ ἄλλην πρόφασιν ἐς τὴν Ῥώμην πρὸς τοὺς φίλους πέμψαντος, ἔπειτα δὲ καὶ αὐτοῦ ἐξαίφνης ἐπελθόντος, καὶ τό τε ἱππικὸν ἀπαντῆσάν οἱ κρατήσαντος καὶ τοὺς πεζοὺς ἐς τὸ τεῖχος καταράξαντος, [4] κἀκ τούτου καὶ τὸ ἄστυ, συνεπιθεμένων τοῖς ἔνδοθεν ἀμυνομένοις τῶν προαφιγμένων, λαβόντος (οὔτε γὰρ ὁ Λέπιδος ὁ τὴν φυλακὴν αὐτοῦ ἐπιτετραμμένος ἀντέπραξέ τι ὑπὸ τῆς ἐμφύτου νωθείας, οὔτε ὁ Σερουίλιος ὁ ὕπατος ἡσυχαίτερός πως ὤν), πυθόμενος ταῦθ' ὁ Καῖσαρ τοῖς μὲν Σεντινάταις Κύιντον Σαλουιδιῆνον [5] Ῥοῦφον παρακατέλιπεν, αὐτὸς δὲ πρὸς τὴν Ῥώμην ὥρμησε. μαθὼν οὖν τοῦτο ὁ Λούκιος προϋπεξῆλθε, διαπραξάμενος ψηφισθῆναί οἱ ὡς ἐπὶ πολέμῳ τινὶ ἐκστρατεῦσαι· καὶ ἔν γε τῇ στρατιωτικῇ σκευῇ ἐδημηγόρησεν, ὃ μηδεὶς ἄλλος ἐπεποιήκει. καὶ οὕτως ὁ Καῖσαρ ἀμαχεί τε ἐς τὸ ἄστυ ἐσεδέχθη, καὶ ἐπειδὴ ἐπιδιώξας αὐτὸν οὐ κατέλαβεν, ἀνέστρεψεν, καὶ φρουρὰν τῆς πόλεως ἀκριβεστέραν [6] ἐποιήσατο. κἀν τούτῳ ὁ Ῥοῦφος, ὡς τάχιστα ἐκεῖνός τε ἀπὸ τῶν Σεντινατῶν ἀπεχώρησε καὶ Γάιος Φούρνιος ὁ τὸ τεῖχος φρουρῶν ἐπεξῆλθεν ἐπὶ πολὺ διώκων αὐτόν, προσέβαλέ τε ἀπροσδοκήτοις τοῖς ἔνδον οὖσι, καὶ ἑλὼν τὴν πόλιν διήρπασε καὶ κατέκαυσεν. Νουρσῖνοι δὲ ἐς μὲν ὁμολογίαν μηδὲν κακὸν παθόντες ἦλθον, ἐπεὶ μέντοι τοὺς ἐν τῇ μάχῃ τῇ πρὸς τὸν Καίσαρά σφισι γενομένῃ πεσόντας θάψαντες ἐπέγραψαν τοῖς μνημείοις αὐτῶν ὅτι ὑπὲρ τῆς ἐλευθερίας ἀγωνιζόμενοι ἐτελεύτησαν, παμπόλλοις χρήμασιν ἐζημιώθησαν, ὥστε καὶ τὴν πόλιν καὶ τὴν χώραν ἅμα πᾶσαν ἐκλιπεῖν.

[14]

[1]    καὶ οἱ μὲν ταῦτ' ἔπραττον, ὁ δὲ Λούκιος ὡς τότε ἐκ τῆς Ῥώμης ἀπῆρεν, ὥρμησε μὲν ἐς τὴν Γαλατίαν, εἰρχθεὶς δὲ τῆς ὁδοῦ πρὸς Περουσίαν Τυρσηνίδα πόλιν ἀπετράπετο· καὶ αὐτὸν ἐνταῦθα πρότεροι μὲν οἱ ὕπαρχοι τοῦ Καίσαρος, ἔπειτα δὲ καὶ αὐτὸς ἐκεῖνος [2] ἀπολαβόντες ἐπολιόρκουν. χρονίου δὲ δὴ τῆς προσεδρείας σφίσι γιγνομένης (τό τε γὰρ χωρίον τῇ τε φύσει καρτερόν ἐστι καὶ τοῖς ἐπιτηδείοις ἱκανῶς παρεσκεύαστο, καὶ ἱππῆς προεκπεμφθέντες ὑπ' αὐτοῦ, πρὶν παντελῶς περιστοιχισθῆναι, δεινῶς σφας ἐλύπουν, καὶ προσέτι καὶ ἕτεροι πολλοὶ σπουδῇ ἄλλος ἄλλοθεν ἐπήμυνον αὐτῷ) [3] πολλὰ μὲν πρὸς τούτους ὡς ἑκάστους πολλὰ δὲ καὶ πρὸς τοῖς τείχεσιν ἐπράχθη, μέχρις οὗ καίτοι πλεονεκτοῦντες τὰ πλείω οἱ περὶ τὸν Λούκιον ὅμως ὑπὸ λιμοῦ ἑάλωσαν. καὶ αὐτὸς μὲν ἄλλοι τέ τινες ἄδειαν εὕροντο, οἱ δὲ δὴ πλείους τῶν τε βουλευτῶν καὶ [4] τῶν ἱππέων ἐφθάρησαν. καὶ λόγος γε ἔχει ὅτι οὐδ' ἁπλῶς τοῦτο ἔπαθον, ἀλλ' ἐπὶ τὸν βωμὸν τὸν τῷ Καίσαρι τῷ προτέρῳ ὡσιωμένον ἀχθέντες ἱππῆς τε τριακόσιοι καὶ βουλευταὶ ἄλλοι τε καὶ ὁ Καννούτιος ὁ Τιβέριος, ὅς ποτε ἐν τῇ δημαρχίᾳ τὸ πλῆθος τῷ [5] Καίσαρι τῷ Ὀκταουιανῷ ἤθροισεν, ἐτύθησαν. τῶν δὲ Περουσίνων καὶ τῶν ἄλλων τῶν ἐκεῖ ἁλόντων οἱ πλείους ἀπώλοντο, καὶ ἡ πόλις αὐτή, πλὴν τοῦ Ἡφαιστείου τοῦ τε τῆς Ἥρας ἕδους, πᾶσα [6] κατεκαύθη. τοῦτο δέ (ἐσώθη γάρ πως κατὰ τύχην) ἀνήχθη τε ἐς τὴν Ῥώμην ἐξ ὄψεως ὀνείρου ἣν ὁ Καῖσαρ εἶδε, καὶ παρέσχε καὶ τῇ πόλει πρὸς τῶν βουλομένων συνοικισθῆναι, πλὴν ὅτι τῆς χώρας οὐδὲν ὑπὲρ ἑπτὰ καὶ ἥμισυ σταδίους ἐκτήσαντο.

[15]

[1]    ἐκείνης δ' οὖν ἐπί τε Γναίου Καλουίνου δεύτερον καὶ ἐπ' Ἀσινίου Πωλίωνος ὑπάτων ἁλούσης καὶ τἆλλα τὰ ἐν τῇ Ἰταλίᾳ, τὰ μὲν βίᾳ τὰ δὲ ἐθελοντί, τῷ Καίσαρι προσεχώρησε· καὶ διὰ τοῦθ' [2] ἥ τε Φουλουία πρὸς τὸν ἄνδρα μετὰ τῶν τέκνων ἀπέδρα, καὶ τῶν ἄλλων τῶν πρώτων συχνοὶ οἱ μὲν πρὸς ἐκεῖνον οἱ δὲ καὶ πρὸς τὸν Σέξτον ἐς τὴν Σικελίαν ἀπεχώρησαν. ἥ τε Ἰουλία ἡ τῶν Ἀντωνίων μήτηρ τὸ μὲν πρῶτον ἐνταῦθα ἦλθε, καὶ πάνυ φιλικῶς ὑπὸ τοῦ Σέξτου ὑπεδέχθη, ἔπειτα δὲ πρὸς τὸν υἱὸν τὸν Μᾶρκον ὑπ' αὐτοῦ [3] ἐπέμφθη, λόγους τέ οἱ ὑπὲρ φιλίας καὶ πρέσβεις ἄγουσα. μετὰ τούτων τῶν τότε πρὸς τὸν Ἀντώνιον ἐκ τῆς Ἰταλίας ἐκχωρησάντων καὶ Κλαύδιος Τιβέριος Νέρων ἔφυγε. φρουρὰν γάρ τινα ἐν τῇ Καμπανίᾳ εἶχε, καὶ ἐπειδὴ καθυπέρτερα τὰ τοῦ Καίσαρος ἐγένετο, ἀπῆρε σύν τε τῇ γυναικὶ Λιουίᾳ Δρουσίλλῃ καὶ σὺν τῷ υἱεῖ Τιβερίῳ [4] Κλαυδίῳ Νέρωνι, ὥστε καὶ τοῦτο ἐν τοῖς παραδοξοτάτοις συμβῆναι· ἥ τε γὰρ Λιουία αὕτη ἡ τὸν Καίσαρα τότε φυγοῦσα μετὰ ταῦτα αὐτῷ ἐγήματο, καὶ ὁ Τιβέριος οὗτος ὁ σὺν τοῖς τοκεῦσι τότε ἐκδρὰς τὴν αὐτοκράτορα ἀρχὴν αὐτοῦ διεδέξατο.

[16]

[1]    ταῦτα μὲν ὕστερον ἐγένετο· τότε δὲ τήν τε εἰρηνικὴν ἐσθῆτα οἱ ἐν τῇ Ῥώμῃ ὄντες ἀνέλαβον (ἐκδεδυκότες γὰρ αὐτὴν ἄνευ ψηφίσματος ἀνάγκῃ τοῦ δήμου ἦσαν) καὶ αὐτοί τε ἑώρταζον, καὶ τὸν Καίσαρα ἔν τε στολῇ ἐπινικίῳ ἐς τὸ ἄστυ ἐσεκόμισαν καὶ δαφνίνῳ στεφάνῳ ἐτίμησαν, ὥσθ' ὁσάκις οἱ τὰ νικητήρια πέμψαντες εἰώθεσαν [2] αὐτῷ χρῆσθαι, καὶ ἐκεῖνόν οἱ κοσμεῖσθαι. Καῖσαρ δέ, ἐπειδὴ τά τε ἐν τῇ Ἰταλίᾳ κατείργαστο καὶ ὁ κόλπος ὁ Ἰόνιος ἠλευθέρωτο (ὁ γὰρ Δομίτιος, ἀπογνοὺς μηκέτι καθ' ἑαυτὸν ἰσχύσειν, ἀπέπλευσε πρὸς τὸν Ἀντώνιον), παρεσκευάζετο μὲν ὡς ἐπὶ τὸν Σέξτον ὁρμήσων, αἰσθόμενος δὲ τήν τε δύναμιν αὐτοῦ, καὶ ὅτι τῷ Ἀντωνίῳ διά τε τῆς μητρὸς καὶ διὰ τῶν πρέσβεων ἐκεκοινολόγητο, [3] ἔδεισε μὴ καὶ ἀμφοῖν ἅμα πολεμήσῃ, καὶ τὸν Σέξτον ὡς καὶ πιστότερον ἢ καὶ ἰσχυρότερον τοῦ Ἀντωνίου προτιμήσας τήν τε μητέρα αὐτῷ Μουκίαν ἔπεμψε, καὶ τὴν τοῦ πενθεροῦ αὐτοῦ Λουκίου Σκριβωνίου Λίβωνος ἀδελφὴν ἔγημεν, εἴ πως ἔκ τε τῆς εὐεργεσίας καὶ ἐκ τῆς συγγενείας φίλον αὐτὸν ποιήσαιτο.

[17]

[1]    ὁ γὰρ Σέξτος ὡς τότε ἐκ τῆς Ἰβηρίας κατὰ τὰς πρὸς τὸν Λέπιδον συνθήκας ἀπηλλάγη καὶ μετὰ τοῦτο ναύαρχος οὐ πολλῷ ὕστερον κατέστη, τῆς μὲν ἀρχῆς ὑπὸ τοῦ Καίσαρος παρελύθη, τοῦ δὲ δὴ ναυτικοῦ καὶ ὣς ἀντεχόμενος ἐτόλμησε μὲν ἐς τὴν Ἰταλίαν πλεῦσαι, ἐπικρατούντων δὲ ἤδη τῶν ἀμφὶ τὸν Καίσαρα αὐτῆς, [2] μαθὼν ὅτι ἐν τοῖς σφαγεῦσι τοῖς τοῦ πατρὸς αὐτοῦ ἑάλωκε, τῆς μὲν ἠπείρου ἀπέσχετο, κατὰ δὲ δὴ τὰς νήσους περιπλέων τά τε γιγνόμενα ἐκαραδόκει καὶ τὴν τροφὴν οὐκ ἐξ ἀδικημάτων ἐπορίζετο· ἅτε γὰρ μὴ μετεσχηκὼς τοῦ φόνου, καὶ ὑπ' αὐτοῦ τοῦ Καίσαρος [3] ἤλπιζε καταχθήσεσθαι. ἐπεὶ μέντοι καὶ ἐν τῷ λευκώματι τὸ ὄνομα αὐτοῦ ἐξετέθη καὶ ἔγνω καὶ ἐπ' αὐτῷ ἐπικεκηρυγμένον, ἀπέγνω τε τὴν δι' αὐτοῦ κάθοδον καὶ πρὸς πόλεμον ἡτοιμάζετο· ναυπηγίαν τε γὰρ τριήρων ἐποιεῖτο καὶ τοὺς αὐτομολοῦντας ἐδέχετο, τούς τε καταποντιστὰς προσηταιρίζετο καὶ τοὺς ἐκπίπτοντας ὑπελάμβανε.

[4] κἀκ τούτων ἐν ὀλίγῳ τε ἰσχυρὸς ἐγένετο καὶ τῆς πρὸς τῇ Ἰταλίᾳ θαλάσσης ἐκράτησεν, ἔς τε τοὺς λιμένας αὐτῆς ἀπέβαινε καὶ τὰ πλοῖα ἀπέσπα, ἁρπαγάς τε ἐποιεῖτο. προχωρούντων δὲ αὐτῷ τῶν πραγμάτων ὥστε καὶ στρατιώτας καὶ χρήματα ἀπ' αὐτῶν πορίζειν, ἐς Σικελίαν ἔπλευσε, καὶ Μύλας μὲν τήν τε Τυνδαρίδα ἀμαχεὶ κατέσχε, τῆς δὲ Μεσσήνης ὑπὸ Πομπηίου Βιθυνικοῦ τοῦ τότε τῆς [5] Σικελίας ἄρχοντος ἀπεκρούσθη. οὐ μέντοι καὶ παντελῶς αὐτῆς ἀπέστη, ἀλλὰ τήν τε χώραν κατατρέχων καὶ τὴν ἐσκομιδὴν τῶν ἐπιτηδείων κωλύων, τῶν τε προσβοηθησάντων σφίσι τοὺς μὲν φόβῳ μὴ καὶ τὰ αὐτὰ πάθωσι, τοὺς δὲ καὶ ἐξ ἐνέδρας τινὸς κακώσει προσθέμενος, τόν τε ταμίαν σὺν τοῖς χρήμασι προσεποιήσατο, καὶ τέλος καὶ τὴν Μεσσήνην τόν τε Βιθυνικὸν ὡς καὶ ἀπὸ τῆς ἴσης [6] οἱ ἄρξοντα καθ' ὁμολογίαν ἔλαβε. καὶ τοῦτον μὲν οὐδὲν τότε γε κακὸν εἰργάσατο, ἐκείνους δὲ τά τε ὅπλα καὶ τὰ χρήματα ἀφείλετο. καὶ μετὰ τοῦτο τάς τε Συρακούσας καὶ ἄλλας τινὰς πόλεις ὑπηγάγετο, καὶ στρατιώτας τε ἀπ' αὐτῶν πλείους καὶ ναυτικὸν ἰσχυρότατον συνήγαγε· καί τινα αὐτῷ δύναμιν καὶ Κύιντος Κορνουφίκιος ἐκ τῆς Ἀφρικῆς ἔπεμψε.

[18]

[1]    καὶ ὁ μὲν οὕτως ηὔξετο, Καῖσαρ δὲ τέως μὲν οὐδεμίαν ἐπιστροφὴν αὐτοῦ τῇ τε ἐκείνου καταφρονήσει καὶ τῇ τῶν ἐν χερσὶν ἀσχολίᾳ ἐποιήσατο· ἐπεὶ δ' ὑπό τε τοῦ λιμοῦ φθορὰ πολλὴ ἐν τῷ ἄστει ἐγένετο καὶ ὁ Σέξτος καὶ τῆς Ἰταλίας ἐπείρασεν, οὕτω δὴ ναυτικόν τέ τι κατασκευάζεσθαι ἤρξατο, καὶ τὸν Ῥοῦφον τὸν Σαλουιδιῆνον [2] σὺν δυνάμει πολλῇ ἐς Ῥήγιον προέπεμψε. καὶ ὃς ἐκ μὲν τῆς Ἰταλίας τὸν Σέξτον ἀπεώσατο, ἀναχωρήσαντος δὲ αὐτοῦ ἐς τὴν Σικελίαν δερμάτινα πλοῖα κατὰ τοὺς ἐν τῷ ὠκεανῷ πλέοντας ἐκποιῆσαι ἐπεχείρησεν, ἔνδοθεν μὲν ῥάβδοις αὐτὰ κούφαις διαλαμβάνων, ἔξωθεν δὲ βοὸς δέρμα ὠμὸν ἐς ἀσπίδος κυκλοτεροῦς τρόπον [3] περιτείνων. ὡς δὲ γέλωτά τε ὠφλίσκανεν καὶ κινδυνεύσειν, εἰ πειραθείη αὐτοῖς διὰ τοῦ πορθμοῦ χρήσασθαι, ἐπίστευσεν, ἐκείνων μὲν ἀφεῖτο, τῷ δὲ δὴ ναυτικῷ τῷ κατασκευασθέντι τε καὶ ἐλθόντι ἐπετόλμησε μὲν διαπλεῦσαι, οὐκ ἠδυνήθη δέ· τό τε γὰρ πλῆθος καὶ τὸ μέγεθος τῶν νεῶν αὐτοῦ πολὺ τῆς τῶν ἐναντίων καὶ ἐμπειρίας [4] καὶ τόλμης ἠλαττώθη. αὐτόπτης οὖν τῆς ναυμαχίας ὁ Καῖσαρ γενόμενος (κατὰ γὰρ τὴν στρατείαν αὐτοῦ τὴν ἐς τὴν Μακεδονίαν ταῦθ' οὕτως ἐπράχθη) χαλεπῶς ἤνεγκε, καὶ μάλισθ' ὅτι τότε πρῶτον συμβαλὼν ἥττητο. καὶ διὰ τοῦτο κατὰ μὲν τὸ ἰσχυρὸν οὐκέτι, καίτοι τοῦ πλείονος ναυτικοῦ σωθέντος οἱ, περαιωθῆναι ἐτόλμησε· [5] λάθρᾳ δὲ πολλάκις ἐπιχειρήσας ὡς πάντως, ἂν τῆς νήσου ἐπιβῇ, πολὺ τῷ πεζῷ κρατήσων, ἔπειθ' ὡς οὐδέν, ἅτε καὶ ἰσχυρᾶς πανταχόθεν φυλακῆς αὐτοῦ οὔσης, ἐπέραινε, τῇ μὲν Σικελίᾳ ἄλλους τινὰς ἐφεδρεύειν προσέταξεν, αὐτὸς δὲ πρός τε τὸν Ἀντώνιον ἐς τὸ Βρεντέσιον ἀφίκετο, κἀντεῦθεν τῇ τῶν νεῶν βοηθείᾳ τὸν Ἰόνιον [19] [1] διέβαλε. γενομένου δὲ τούτου τήν τε νῆσον πᾶσαν ὁ Σέξτος κατέσχε, καὶ τὸν Βιθυνικὸν ὡς καὶ ἐπιβουλεύσαντα αὐτῷ ἀπέκτεινε, θέας τε ἐπινικίους ἤγαγε, καὶ ναυμαχίαν τῶν αἰχμαλώτων ἐν τῷ πορθμῷ παρ' αὐτὸ τὸ Ῥήγιον, ὥστε καὶ τοὺς ἐναντίους ὁρᾶν, ἐποίησε, πλοιάριά τινα ξύλινα πρὸς ἕτερα βύρσινα ἐς τὸν τοῦ [2] Ῥούφου κατάγελων συμβαλών. καὶ μετὰ τοῦτο ναῦς τε πλείους ἐναυπηγήσατο καὶ τῆς πέριξ θαλάσσης ἐκράτησε, δόξαν τέ τινα καὶ φρόνημα ὡς καὶ τοῦ Ποσειδῶνος παῖς ὤν, ὅτι πάσης ποτὲ ὁ πατὴρ αὐτοῦ τῆς θαλάσσης ἦρξε, προσέθετο. ταῦτα μέν, ἕως ἔτι τά τε τοῦ Κασσίου καὶ τὰ τοῦ Βρούτου συνειστήκει, ἔπραξε· [3] φθαρέντων δὲ ἐκείνων ἄλλοι τε πρὸς αὐτὸν συγκατέφυγον καὶ ὁ Στάιος ὁ Λούκιος. καὶ αὐτὸν τὰ μὲν πρῶτα ἀσμένως ἐδέξατο (καὶ γὰρ τὴν δύναμιν ἧς ἦρχεν ἐπηγάγετο), ἔπειτα δὲ καὶ δραστήριον καὶ φρονηματώδη ἰδὼν ὄντα ἀπέκτεινεν, ἔγκλημα αὐτῷ προδοσίας [4] ἐπενεγκών. κἀκ τούτου τό τε ἐκείνου ναυτικὸν καὶ τὸ τῶν δούλων τῶν ἐκ τῆς Ἰταλίας ἀφικνουμένων πλῆθος προσλαβὼν πάμπολυ ηὐξήθη· τοσοῦτοι γὰρ δὴ ηὐτομόλουν ὥστε καὶ τὰς ἀειπαρθένους καθ' ἱερῶν εὔξασθαι ἐπισχεθῆναί σφων τὰς αὐτομολίας.

[20]

[1]   διά τε οὖν ταῦτα καὶ διὰ τὸ τοὺς φεύγοντας αὐτὸν ὑποδέχεσθαι τήν τε τοῦ Ἀντωνίου φιλίαν πράττειν καὶ τῆς Ἰταλίας πολλὰ πορθεῖν, καταλλαγῆναί οἱ ὁ Καῖσαρ ἐπεθύμησε· διαμαρτὼν δὲ τούτου ἐκείνῳ μὲν Μᾶρκον Οὐιψάνιον Ἀγρίππαν πολεμῆσαι ἐκέλευσεν, [2] αὐτὸς δὲ ἐς Γαλατίαν ἀπῆρε. μαθὼν οὖν τοῦτο ὁ Σέξτος ἐτήρησε τὸν Ἀγρίππαν περὶ τὰ Ἀπολλώνια ἔχοντα· ἐστρατήγει γάρ, καὶ ἄλλα τε πολλά, ἅτε καὶ πάνυ φίλος ὢν τῷ Καίσαρι, ἐλαμπρύνατο, καὶ τὴν ἱπποδρομίαν ἐπὶ δύο ἡμέρας ἐποίησε, τῇ τε Τροίᾳ καλουμένῃ διὰ τῶν εὐγενῶν παίδων ἐγαυρώθη. ταῦτ' οὖν αὐτοῦ πράττοντος ἐπεραιώθη τε ἐς τὴν Ἰταλίαν καὶ ἐνέμεινεν ἐν αὐτῇ λεηλατῶν, μέχρις οὗ ἐκεῖνος ἀφίκετο· τότε γὰρ φρουρὰν ἐν χωρίοις [3] τισὶ καταλιπὼν ἀνέπλευσεν. ὁ δὲ δὴ Καῖσαρ τὴν Γαλατίαν πρότερον μὲν δι' ἑτέρων, ὥσπερ εἴρηται, καταλαβεῖν ἐπεχείρησε, μὴ δυνηθεὶς δὲ διά τε τὸν Καλῆνον καὶ διὰ τοὺς ἄλλους τοὺς τὰ τοῦ Ἀντωνίου πράττοντας αὐτὸς τότε κατέσχε, τόν τε Καλῆνον τεθνηκότα νόσῳ εὑρὼν καὶ τὸ στράτευμα αὐτοῦ ἀκονιτὶ προσθέμενος.

[4] κἀν τούτῳ τὸν Λέπιδον ἀγανακτοῦντα ‹τῇ› τῆς ἀρχῆς τῆς ἐπιβαλλούσης αὐτῷ στερήσει ἰδὼν ἐς τὴν Ἀφρικὴν ἔπεμψεν, ἵν' ὡς παρ' ἑαυτοῦ μόνου αὐτήν, ἀλλ' οὐ καὶ παρὰ τοῦ Ἀντωνίου λαβὼν οἰκειότερόν οἱ προσφέρηται.

[21]

[1]    δύο μὲν δὴ ἔθνη τοῖς Ῥωμαίοις ἐν τῇ Λιβύῃ ἐκείνῃ, ὥσπερ εἶπον, ἦν· ἦρχον δὲ πρὸ τῆς τῶν τριῶν ἀνδρῶν συνωμοσίας τοῦ μὲν Νομαδικοῦ Τίτος Σέξτιος, τοῦ δὲ ἑτέρου ὅ τε Κορνουφίκιος καὶ Δέκιμος Λαίλιος, ὁ μὲν τὰ τοῦ Ἀντωνίου, οἱ δὲ τὰ τοῦ Καίσαρος [2] φρονοῦντες. καὶ τέως μὲν ὁ Σέξτιος ἀνέμενεν ὡς καὶ ἐκείνων (πολὺ γὰρ πλείω δύναμιν εἶχον) ἐς τὴν ἀρχὴν αὐτοῦ ἐσβαλούντων, καὶ παρεσκευάζετο ὡς καὶ ἐνταῦθα αὐτοὺς ἀμυνούμενος· ἐπεὶ δὲ διέμελλον, κατεφρόνησέ τε αὐτῶν, καὶ προσεπαρθεὶς ὑπό τε βοὸς φθεγξαμένης, ὥς φασιν, ἀνθρωπίνῃ φωνῇ καὶ κελευσάσης αὐτῷ [3] τῶν προκειμένων ἔχεσθαι, καὶ ἐξ ἐνυπνίου δι' οὗ ταῦρός τις κατορωρυγμένος ἐν τῇ πόλει Τούκκῃ παρῃνεκέναι οἱ ἔδοξε τὴν κεφαλὴν αὐτοῦ ἀνελέσθαι καὶ ἐπὶ κάμακος, ὡς καὶ ἐκ τούτου νικήσοντι, περιφέρειν, οὐκ ἐμέλλησεν, ἄλλως τε καὶ ὅτι τὸν ταῦρον ἐν τῷ χωρίῳ ἐν ᾧ τὸ ἐνύπνιον εἶναι ἔφη εὗρεν, ἀλλ' αὐτὸς ἐς τὴν Ἀφρικὴν [4] προενέβαλε. καὶ τὸ μὲν πρῶτον τό τε Ἀδρύμητον καὶ ἄλλα ἄττα χωρία, ἀνελπίστοις σφίσι προσπεσών, κατέσχεν· ἔπειτα δὲ ἀφυλάκτως δι' αὐτὸ τοῦτ' ἔχων ἐλοχίσθη τε ὑπὸ τοῦ ταμίου, καὶ πολὺ μέρος τοῦ στρατοῦ ἀποβαλὼν ἐς τὴν Νουμιδίαν ἀνεχώρησε. καὶ ἔτυχε γὰρ ἄνευ τῆς τοῦ ταύρου κεφαλῆς δυστυχήσας, τήν τε ἧτταν ἐς τοῦτο ἀνέφερε, καὶ παρεσκευάζετο ὡς καὶ αὖθις στρατεύσων.

[5] κἀν τούτῳ φθάσαντες οἱ ἐναντίοι ἀντεσέβαλον ἐς τὴν ἀρχὴν αὐτοῦ· καὶ οἱ μὲν ἄλλοι Κίρταν ἐπολιόρκουν, ὁ δὲ δὴ ταμίας ἐπ' ἐκεῖνον σὺν τοῖς ἱππεῦσιν ὥρμησε, καί τισιν ἱππομαχίαις κρατήσας τὸν συνταμίαν προσεποιήσατο. πραχθέντων δὲ τούτων ὁ Σέξτιος νεαλῆ τινα ἐπικουρίαν προσλαβὼν ἀνεκινδύνευσε, καὶ τόν τε ταμίαν ἀντενίκησε καὶ τὸν Λαίλιον κατατρέχοντα τὴν χώραν ἐς τὸ ἔρυμα [6] κατέκλεισε. τόν τε Κορνουφίκιον ἐπαμυνοῦντα ἀπατήσας ὡς καὶ ἑαλωκότος ἐκείνου καὶ ἐς ἀθυμίαν ἐμβαλὼν ἥττησε, καὶ αὐτόν τε ἐν τῇ μάχῃ ἀπέκτεινε καὶ τὸν Λαίλιον ἐπεξελθόντα ὡς καὶ κατὰ [22] [1] νώτου σφίσι προσπεσούμενον. πράξας δὲ ταῦτα τήν τε Ἀφρικὴν κατέσχε καὶ ἑκατέρου τοῦ ἔθνους ἀδεῶς ἦρχε, μέχρις οὗ ὁ Καῖσαρ ἐκ τῶν συνθηκῶν τῶν πρός τε τὸν Ἀντώνιον καὶ τὸν Λέπιδόν οἱ γενομένων τὴν ἀρχὴν αὐτῶν λαβὼν Γάιόν σφισι Φουφίκιον Φάγγωνα [2] προσέταξε· τότε γὰρ ἑκὼν δὴ τῶν ἐθνῶν ἐξέστη. ὡς μέντοι ἥ τε μάχη ἡ κατὰ τὸν Βροῦτον τόν τε Κάσσιον ἐγένετο, καὶ ὁ Καῖσαρ ὅ τε Ἀντώνιος τά τε ἄλλα ἀνεδάσαντο, καὶ τῆς Λιβύης Καῖσαρ μὲν τὴν Νουμιδίαν Ἀντώνιος δὲ τὴν Ἀφρικὴν ἔλαβεν (ὁ γὰρ Λέπιδος ἐν τοῖς ‹τρισὶν› ὀνόματι μόνον, ὥσπερ εἶπον, ἦρχε, καὶ [3] πολλάκις γε οὐδὲ τοῦτο ἐν τοῖς γράμμασι προσενεγράφετο), ὡς οὖν ταῦτά τε οὕτως ἐγένετο καὶ ἡ Φουλουία τὴν Ἀφρικὴν αὐτῷ παραλαβεῖν ἐκέλευσεν (ἐν γὰρ τῇ Λιβύῃ καὶ τότε ἔτι, πρόφασιν μὲν διὰ τὸν χειμῶνα, ἔργῳ δὲ εὖ εἰδὼς ὅτι νεωτερισθήσοιτό τι, ἐνδιέτριψε), τὸν μὲν Φάγγωνα οὐκ ἔπεισε τῆς χώρας ἐκστῆναι, τοὺς δὲ ἐπιχωρίους ἀχθομένους οἱ (ἔν τε γὰρ τῷ μισθοφορικῷ ἐστράτευτο· πολλοὶ γὰρ καὶ τῶν τοιούτων ἐς τὸ βουλευτήριον, ὥσπερ εἴρηταί [4] μοι, κατελελέχατο· καὶ κακῶς αὐτῶν ἦρχε) προσηταιρίσατο. γενομένου δὲ τούτου ὁ Φάγγων ἐς τὴν Νουμιδίαν ἀνεχώρησε, καὶ τούς τε Κιρτησίους καταφρονήσαντας αὐτοῦ πρὸς τὰ παρόντα κακῶς μετεχειρίσατο, καὶ Ἀραβίωνά τινα δυναστεύοντα ἐν τοῖς προσοικοῦσί σφισι βαρβάροις, καὶ πρότερον μὲν τῷ Λαιλίῳ συναράμενον ὕστερον δὲ τῷ Σεξτίῳ προσθέμενον, ἐξέβαλεν ἐκ τῆς ἀρχῆς, ἐπειδή οἱ [5] μὴ ἠθέλησε συμμαχῆσαι. καταφυγόντα τε αὐτὸν πρὸς τὸν Σέξτιον ἐξαιτήσας καὶ μὴ λαβὼν ὀργήν τε ἐποιήσατο, καὶ ἐς τὴν Ἀφρικὴν ἐμβαλὼν τῆς μὲν χώρας ἐκάκωσεν, ἀντιστρατοπεδευσαμένου δὲ αὐτῷ τοῦ Σεξτίου μάχαις βραχείαις μὲν πολλαῖς δ' οὖν ἡττήθη, [6] καὶ διὰ τοῦτ' ἐς τὴν Νουμιδίαν αὖθις ἀνεκομίσθη. καὶ αὐτῷ ὁ Σέξτιος ἀντεπελθὼν ἐλπίδα μὲν ὡς καὶ διὰ βραχέος τῇ τοῦ Ἀραβίωνος μάλιστα ἱππείᾳ νικήσων ἔσχεν, ὑποτοπήσας δέ τι καὶ δολοφονήσας ἐκεῖνον οὐδὲν ἔτι τότε γε ἔπραξεν· οἱ γὰρ ἱππῆς χαλεπῶς ἐπὶ τῷ ὀλέθρῳ αὐτοῦ σχόντες ἐγκατέλιπον αὐτόν, καὶ οἵ γε πλείους [23] [1] σφῶν τὰ τοῦ Φάγγωνος ἀνθείλοντο. ἀλλ' ἐν μὲν τῷ παρόντι φιλίαν, ὡς καὶ τῆς προφάσεώς σφισι τοῦ πολέμου ὑπεξῃρημένης, συνέθεντο· μετὰ δὲ ταῦτα τηρήσας ὁ Φάγγων τὸν Σέξτιον ἀδεῶς [2] ὑπὸ τῶν σπονδῶν ἔχοντα ἐς τὴν Ἀφρικὴν ἐσέβαλε. κἀνταῦθα συμμίξαντες ἀλλήλοις τὸ μὲν πρῶτον καὶ ἐνίκησαν ἀμφότεροι καὶ ἡττήθησαν (ὁ μὲν γὰρ τῷ ἱππικῷ τῷ Νομαδικῷ, ὁ δὲ τῇ ἀσπίδι τῇ πολιτικῇ ἐκράτησεν), ὥστε καὶ τὰ στρατόπεδα αὐτοὺς τὰ ἀλλήλων διαρπάσαι, μηδὲν μηδετέρους περὶ τῶν συστρατιωτῶν εἰδότας· [3] ὡς δ' ἐπαναχωροῦντες ᾔσθοντο τὸ γεγονός, ἐς χεῖρας αὖθις ἦλθον, καὶ τροπῆς τῶν Νομάδων γενομένης ὁ Φάγγων τότε μὲν ἐς τὰ ὄρη ἀνέφυγε, τῆς δὲ νυκτὸς βουβαλίδων διαδραμουσῶν ᾠήθη τε τὴν [4] πολεμίαν ἵππον παρεῖναι καὶ ἑαυτὸν κατεχρήσατο. καὶ οὕτως ὁ Σέξτιος τὰ μὲν ἄλλα ἀπόνως ἔλαβε, Ζάμην δὲ ἐπὶ πλεῖστον ἀντισχοῦσαν λιμῷ κατεστρέψατο. κἀκ τούτου ἀμφοτέρων αὖθις τῶν [5] ἐθνῶν ἡγεῖτο, μέχρις οὗ ὁ Λέπιδος ἐπέμφθη· ἐκείνῳ γάρ, ὡς καὶ τῷ Ἀντωνίῳ συνδοκοῦν, ἢ καὶ ὅτι ταῖς δυνάμεσι πολὺ αὐτοῦ ἠλαττοῦτο, οὐδὲν ἀντέπραξεν, ἀλλ' ὡς καὶ ἑαυτοῦ χάριν τὴν ἀνάγκην τιθέμενος ἡσύχαζε. καὶ οὕτως ὁ Λέπιδος ἀμφότερα τὰ ἔθνη κατέσχε.

[24]

[1]    ταῦτα μὲν οὕτως ἐγένετο, κατὰ δὲ δὴ τοὺς αὐτοὺς τούτους χρόνους, μετὰ τὴν μάχην τὴν πρὸς τοῖς Φιλίπποις συμβᾶσαν, ὁ Ἀντώνιος ὁ Μᾶρκος ἔς τε τὴν Ἀσίαν τὴν ἤπειρον ἦλθε, κἀνταῦθα τὰ μὲν αὐτὸς περιιών, ἐς δὲ τὰ ἄλλους πέμπων, τάς τε πόλεις [2] ἠργυρολόγει καὶ τὰς δυναστείας ἐπίπρασκε. κἀν τούτῳ τῆς Κλεοπάτρας ἐν Κιλικίᾳ οἱ ὀφθείσης ἐρασθεὶς οὐκέτ' οὐδεμίαν τοῦ καλοῦ φροντίδα ἐποιήσατο, ἀλλὰ τῇ τε Αἰγυπτίᾳ ἐδούλευε καὶ τῷ ἐκείνης ἔρωτι ἐσχόλαζε. καὶ ἄλλα τε διὰ τοῦτο πολλὰ καὶ ἄτοπα ἔπραξε, καὶ τοὺς ἀδελφοὺς αὐτῆς ἀπὸ τοῦ ἐν Ἐφέσῳ Ἀρτεμισίου ἀποσπάσας [3] ἀπέκτεινε. καὶ τέλος Πλάγκον μὲν ἐν τῇ Ἀσίᾳ τῷ ἔθνει, Σάξαν δὲ ἐν τῇ Συρίᾳ καταλιπὼν ἐς τὴν Αἴγυπτον ἀπῆρεν. ὅθενπερ καὶ τὰ μάλιστα ἄλλα τε ταραχώδη πολλὰ ἐπεγένετο, ὥστε καὶ τοὺς Ἀραδίους τοὺς νησιώτας μήθ' ὑπακοῦσαί τι τοῖς ὑπ' αὐτοῦ πρὸς σφᾶς ἐπὶ χρήματα πεμφθεῖσι, καὶ προσέτι καὶ φθεῖραί τινας [4] αὐτῶν, καὶ οἱ Πάρθοι καὶ πρὶν κινούμενοι, τότε δὴ καὶ μᾶλλον τοῖς Ῥωμαίοις ἐπέθεντο. ἦγον δὲ αὐτοὺς Λαβιῆνος καὶ Πάκορος, οὗτος μὲν Ὀρώδου τοῦ βασιλέως, ἐκεῖνος δὲ τοῦ Λαβιήνου τοῦ Τίτου παῖς ὤν. ἦλθε δὲ ὧδε ἐς τοὺς Πάρθους, καὶ τάδε σὺν τῷ [5] Πακόρῳ ἔπραξεν. ἐτύγχανε μὲν τῷ τε Κασσίῳ καὶ τῷ Βρούτῳ συμμαχῶν, πεμφθεὶς δὲ πρὸς τὸν Ὀρώδην πρὸ τῆς μάχης ὅπως τινὰ βοήθειαν λάβῃ, συχνὸν ὑπ' αὐτοῦ χρόνον διετρίβη περιορωμένου καὶ ὀκνοῦντος μὲν συνθέσθαι οἱ, δεδιότος δὲ ἀπαρνήσασθαι.

[6] καὶ μετὰ τοῦτο ὡς ἥ τε ἀγγελία τῆς ἥττης ἀφίκετο καὶ οἱ κρατήσαντες ἐδόκουν μηδενὸς τῶν ἀντιπολεμησάντων σφίσι φείσεσθαι, κατέμεινε παρὰ τοῖς βαρβάροις, τὸν μετ' αὐτῶν βίον πρὸ τοῦ οἴκοι ὀλέθρου προτιμήσας. οὗτος οὖν ὁ Λαβιῆνος ἐπειδὴ τάχιστα τήν τε ἔκλυσιν τοῦ Ἀντωνίου καὶ τὸν ἔρωτα τήν τε ἐς τὴν Αἴγυπτον ὁδὸν ᾔσθετο, ἔπεισε τὸν Πάρθον τοῖς Ῥωμαίοις ἐπιχειρῆσαι.

[7] τά τε γὰρ στρατεύματα αὐτῶν τὰ μὲν παντελῶς ἐφθάρθαι τὰ δὲ κεκακῶσθαι, καὶ τοὺς λοιποὺς ἐν στάσει τε εἶναι καὶ πολεμήσειν αὖθις ἔφη· κἀκ τούτου παρῄνεσεν αὐτῷ τήν τε Συρίαν καὶ τὰ ὅμορα αὐτῇ καταστρέψασθαι, ἐν ᾧ Καῖσαρ μὲν ἔν τε τῇ [8] Ἰταλίᾳ καὶ περὶ τὸν Σέξτον ἀσχολίαν ἦγεν, Ἀντώνιος δὲ ἐν τῇ Αἰγύπτῳ ἤρα. ἡγεμών θ' ὑπέσχετο τοῦ πολέμου γενήσεσθαι, καὶ πολλὰ καὶ κατὰ τοῦτο τῶν ἐθνῶν, ἅτε καὶ ἀλλοτρίως τοῖς Ῥωμαίοις [25] [1] διὰ τὴν συνεχῆ κάκωσιν ἔχοντα, μεταστήσειν ἐπηγγείλατο. τοιαῦτ' οὖν εἰπών, καὶ πείσας αὐτὸν πολεμῆσαι, καὶ δύναμιν πολλὴν καὶ τὸν υἱὸν αὐτοῦ τὸν Πάκορον ἐπετράπη, καὶ μετ' αὐτῶν ἐς τε τὴν Φοινίκην ἐνέβαλε, καὶ πρὸς τὴν Ἀπάμειαν προσελάσας τοῦ μὲν τείχους ἀπεκρούσθη, τοὺς δὲ ἐν τῇ χώρᾳ φρουροὺς ἐθελοντὰς προσέθετο.

[2] ἐκ γὰρ τῶν τῷ τε Κασσίῳ καὶ τῷ Βρούτῳ συνεστρατευμένων ἦσαν· ἔς τε γὰρ τὰ ἑαυτοῦ στρατόπεδα Ἀντώνιος αὐτοὺς κατέταξε, καὶ τότε τὴν Συρίαν ὡς καὶ ἐμπείρως αὐτῆς ἔχοντας φρουρεῖν ἐκέλευσε. τούτους τε οὖν ὁ Λαβιῆνος ῥᾳδίως ὡς καὶ συνήθεις οἱ ὄντας, πλὴν τοῦ Σάξου τοῦ τότε αὐτῶν ἡγουμένου, ἐσφετερίσατο (ἐκεῖνος γὰρ καὶ ἀδελφὸς τοῦ στρατιάρχου ὢν καὶ [3] ταμιεύων μόνος αὐτῷ οὐ προσεχώρησε), καὶ τὸν Σάξαν τὸν ἄρχοντα μάχῃ τε ἐκ παρατάξεως καὶ τῷ πλήθει καὶ τῇ ἀρετῇ τῶν ἱππέων ἐνίκησε, καὶ μετὰ τοῦτο ἐκδράντα νυκτὸς ἐκ τῆς ταφρείας ἐπεδίωξεν· ὁ γὰρ Σάξας φοβηθεὶς μὴ καὶ οἱ συνόντες οἱ τὰ τοῦ Λαβιήνου, ὑπαγομένου σφᾶς διὰ βιβλίων τινῶν ἃ ἐς τὸ στρατόπεδον ἐσετόξευε, [4] φρονήσωσιν, ἔφυγεν. καταλαβὼν οὖν αὐτοὺς ὁ Λαβιῆνος τοὺς μὲν πλείους ἔφθειρε, τοῦ δὲ δὴ Σάξου ἐς Ἀντιόχειαν διαφυγόντος τήν τε Ἀπάμειαν, οὐδὲν ἔτι ὡς καὶ τεθνεῶτος αὐτοῦ ἀντάρασαν, ἔλαβε, καὶ μετὰ τοῦτο καὶ τὴν Ἀντιόχειαν ἐκλειφθεῖσαν ὑπ' αὐτοῦ παρεστήσατο, καὶ τέλος καὶ αὐτὸν ἐκεῖνον ἐς Κιλικίαν φυγόντα ἐπιδιώξας [26] [1] καὶ συλλαβὼν ἀπέκτεινε. τελευτήσαντος δὲ αὐτοῦ ὁ μὲν Πάκορος τὴν Συρίαν ἐχειροῦτο, καὶ πᾶσάν γε αὐτὴν πλὴν Τύρου κατεστρέψατο· ταύτην γὰρ οἵ τε Ῥωμαῖοι οἱ περιλιπεῖς καὶ οἱ ἐπιχώριοι οἱ ὁμοφρονοῦντές σφισι προκατέλαβον, καὶ οὔτ' ἀναπεισθῆναι [2] οὔτε βιασθῆναι (ναυτικὸν γὰρ οὐδὲν εἶχεν) ἠδυνήθησαν. οὗτοι μὲν οὖν ἀνάλωτοι ἔμειναν· τὰ δ' ἄλλα ὁ Πάκορος λαβὼν ἐς Παλαιστίνην ἐσέβαλε, καὶ τόν τε Ὑρκανόν, ὃς τότε τὰ πράγματα αὐτῶν παρὰ τῶν Ῥωμαίων ἐπιτραπεὶς εἶχεν, ἔπαυσε, καὶ τὸν Ἀριστόβουλον τὸν ἀδελφὸν αὐτοῦ ἄρχοντα κατὰ τὸ ἐκείνων ἔχθος ἀντικατέστησεν.

[3] ὁ δὲ δὴ Λαβιῆνος ἐν τούτῳ τήν τε Κιλικίαν κατέσχε, καὶ τῆς Ἀσίας τὰς ἠπειρώτιδας πόλεις (ὁ γὰρ Πλάγκος φοβηθεὶς αὐτὸν ἐς τὰς νήσους ἐπεραιώθη) παρεστήσατο πλὴν Στρατονικείας, τὰ μὲν πλεῖστα ἄνευ πολέμου, Μύλασα δὲ καὶ Ἀλάβανδα διὰ κινδύνων [4] ἑλών. οὗτοι γὰρ ἐδέξαντο μὲν παρ' αὐτοῦ φρουρούς, φονεύσαντες δὲ αὐτοὺς ἐν ἑορτῇ τινι ἀπέστησαν· καὶ διὰ τοῦτο τοὺς μὲν Ἀλαβανδέας αὐτὸς λαβὼν ἐκόλασε, τὰ δὲ δὴ Μύλασα ἐκλειφθέντα κατέσκαψε. τῇ γὰρ Στρατονικείᾳ προσήδρευσε μὲν πολὺν χρόνον, οὐδένα δὲ αὐτὴν τρόπον ἑλεῖν ἠδυνήθη.

[5]    καὶ ὁ μὲν χρήματά τε ἐπὶ τούτοις ἐπράσσετο καὶ τὰ ἱερὰ ἐσύλα, αὐτοκράτορά τε αὑτὸν καὶ Παρθικόν γε ἐκ τοῦ ἐναντιωτάτου τοῖς Ῥωμαίοις ἔθους ὠνόμαζεν· οὓς γὰρ κατ' αὐτῶν ἐπῆγεν, ἀπὸ τούτων ἑαυτόν, ὡς καὶ ἐκείνους ἀλλ' οὐ τοὺς πολίτας νικῶν, ἐπεκάλει· [27] [1] Ἀντώνιος δὲ ἐπυνθάνετο μὲν καὶ ταῦτα ὥσπερ που καὶ τὰ ἄλλα τὰ ἐν τῇ Ἰταλίᾳ δρώμενα (οὐδὲν γὰρ αὐτῶν τὸ παράπαν ἠγνόει), οὐ μέντοι καὶ κατὰ καιρὸν οὐδετέροις ἤμυνεν, ἀλλ' ὑπό τε τοῦ ἔρωτος καὶ ὑπὸ τῆς μέθης οὔτε τῶν συμμάχων τι οὔτε τῶν πολεμίων [2] ἐφρόντισε. τέως μὲν γὰρ κάτω τε ἐτέτακτο καὶ τῶν πρωτείων ἐφίετο, ἐντόνως τοῖς πράγμασι προσεῖχεν· ἐπεὶ δὲ ἐν τῷ κράτει ἐγένετο, οὐκέτ' οὐδενὸς αὐτῶν ἀκριβῶς ἐπεμελήθη, ἀλλὰ τῇ τε Κλεοπάτρᾳ καὶ τοῖς ἄλλοις Αἰγυπτίοις συνετρύφα, μέχρις οὗ [3] παντελῶς κατελύθη. ὀψὲ δ' οὖν ποτε ἀναγκασθεὶς ἐξαναστῆναι ἔπλευσε μὲν πρὸς τὴν Τύρον ὡς καὶ βοηθήσων σφίσιν, ἰδὼν δὲ δὴ τὰ ἄλλα προκατειλημμένα ἐγκατέλιπεν αὐτούς, πρόφασιν τὸν τοῦ Σέξτου πόλεμον ποιησάμενος· καίτοι καὶ τῆς πρὸς ἐκεῖνον βραδυτῆτος [4] τὰ τῶν Πάρθων σκηπτόμενος προεβάλλετο. καὶ οὕτως οὔτε τοῖς συμμάχοις διὰ τὸν Σέξτον δῆθεν οὔτε τῇ Ἰταλίᾳ δι' ἐκείνους ἐπεκούρησεν, ἀλλὰ παρὰ τὴν ἤπειρον μέχρι τῆς Ἀσίας παρακομισθεὶς ἐς τὴν Ἑλλάδα διέβαλε, κἀνταῦθα τῇ τε μητρὶ καὶ τῇ γυναικὶ συμμίξας τόν τε Καίσαρα πολέμιον ἐποιήσατο καὶ τῷ [5] Σέξτῳ φιλίαν ἐσπείσατο. καὶ μετὰ τοῦτο ἐς τὴν Ἰταλίαν περαιωθεὶς Σειφοῦντα μὲν ἔσχε, Βρεντέσιον δὲ μὴ ἐθελῆσάν οἱ προσχωρῆσαι ἐπολιόρκει.

[28]

[1]    πράσσοντος δὲ αὐτοῦ ταῦτα ὁ Καῖσαρ τάς τε δυνάμεις (ἐκ γὰρ τῆς Γαλατίας ἤδη παρῆν) ἤθροισε, καὶ Πούπλιον μὲν Σερουίλιον Ῥοῦλλον πρὸς Βρεντέσιον, Ἀγρίππαν δὲ ἐπὶ Σειφοῦντα ἔπεμψε· καὶ οὗτος μὲν βίᾳ τὴν πόλιν εἷλε, τῷ δὲ δὴ Σερουιλίῳ ὁ Ἀντώνιος ἐξαίφνης προσπεσὼν πολλοὺς μὲν ἔφθειρε πολλοὺς δὲ καὶ παρεστήσατο.

[2] συνερρωγότων τε οὖν αὐτῶν ἐς τὸν πόλεμον, καὶ διαπεμπόντων πρός τε τὰς πόλεις καὶ πρὸς τοὺς ἐστρατευμένους, ὁπόθεν τινὰ ὠφελίαν προσλήψεσθαι ἐνόμιζον, ἥ τε ἄλλη Ἰταλία αὖθις ἐταράσσετο καὶ ἡ Ῥώμη ὅτι μάλιστα, καὶ οἱ μὲν ἤδη πρὸς ἑκάτερον μεθίσταντο, οἱ δὲ ἔμελλον. μετεώρων δὲ αὐτῶν τε [καὶ] ἐκείνων καὶ τῶν συμπολεμησόντων σφίσιν ὄντων, ἡ Φουλουία ἐν Σικυῶνι, [3] ἐν ᾗ ἦν, ἐτελεύτησε. καὶ αἰτίαν μὲν ὁ Ἀντώνιος τοῦ θανάτου αὐτῆς πρός τε τὸν τῆς Κλεοπάτρας ἔρωτα καὶ πρὸς τὴν ἐκείνης ἀσέλγειαν ἔσχεν· ὡς δ' οὖν τοῦτ' ἠγγέλθη, τά τε ὅπλα ἀμφότεροι κατέθεντο καὶ συνηλλάγησαν, εἴτ' οὖν ὄντως ἐκπολεμούμενοι πρότερον ὑπὸ τῆς Φουλουίας, εἴτε καὶ πρόφασιν τὸν θάνατον αὐτῆς πρὸς τὸ παρ' ἀλλήλων δέος, ὥστε καὶ ἀντιπάλους καὶ τὰς δυνάμεις [4] καὶ τὰς ἐλπίδας ἔχοντες, ποιησάμενοι. κἀν τούτῳ Καῖσαρ μὲν Σαρδώ τε καὶ Δελματίαν τήν τε Ἰβηρίαν καὶ τὴν Γαλατίαν, Ἀντώνιος δὲ πάντα τἆλλα τὰ ὑπὲρ τὸν Ἰόνιον, τά τε ἐν τῇ Εὐρώπῃ καὶ τὰ ἐν τῇ Ἀσίᾳ τοῖς Ῥωμαίοις ὄντα, ἀπέλαχε· τά τε γὰρ ἐν τῇ Λιβύῃ ἔθνη ὁ Λέπιδος καὶ τὴν Σικελίαν ὁ Σέξτος εἶχε.

[29]

[1]    τὴν μὲν οὖν ἀρχὴν οὕτως αὖθις διεδάσαντο, τὸν δὲ δὴ πόλεμον τὸν πρὸς τὸν Σέξτον ἐκοινώσαντο, καίτοι τοῦ Ἀντωνίου ὅρκους [2] πρὸς αὐτὸν δι' ἀγγέλων ἐπὶ τῷ Καίσαρι πεποιημένου. καὶ διὰ τοῦτό γε οὐχ ἥκιστα ὁ Καῖσαρ ὑπέμεινε πάντας μὲν τοὺς ἐν τῷ πολέμῳ τῷ κατὰ τὸν Λούκιον τὸν τοῦ Ἀντωνίου ἀδελφὸν μεταστάντας πρὸς αὐτόν, καὶ ἐξ αὐτῶν γε τῶν σφαγέων ἔστιν οὓς ὄντας, ἄλλους τε καὶ τὸν Δομίτιον, πάντας δὲ καὶ τοὺς ἐκτεθέντας ἐν τοῖς λευκώμασιν, ἢ καὶ ἄλλως πως τῷ τε Βρούτῳ καὶ τῷ Κασσίῳ συμπολεμήσαντας καὶ μετὰ τοῦτο τὰ τοῦ Ἀντωνίου πράξαντας, [3] καταδέξασθαι ἐπ' ἀδείᾳ. τοσοῦτος μὲν δὴ καὶ τῶν στάσεων καὶ τῶν πολέμων παράλογός ἐστι, δίκῃ μὲν οὐδὲν τῶν τὰ πράγματα ἐχόντων νομιζόντων, πρὸς δὲ δὴ τάς τε ἀεὶ χρείας καὶ τὰ συμφέροντά σφων τό τε φίλιον καὶ τὸ πολέμιον ἐξεταζόντων, καὶ διὰ τοῦτο τοὺς αὐτοὺς τοτὲ μὲν ἐχθροὺς τοτὲ δὲ ἐπιτηδείους σφίσι πρὸς τὸν καιρὸν ἡγουμένων.

[30]

[1]    συνθέμενοι δ' οὖν ταῦτ' ἐν τοῖς στρατοπέδοις τοῖς περὶ τὸ Βρεντέσιον εἱστίασαν ἀλλήλους, Καῖσαρ μὲν στρατιωτικῶς τε καὶ [2] ῥωμαϊκῶς, Ἀντώνιος δὲ ἀσιανῶς τε καὶ αἰγυπτίως. κατηλλαγμένων δὲ αὐτῶν, ὥς γε ἐδόκουν, περιστάντες τὸν Ἀντώνιον οἱ στρατιῶται οἱ τότε τῷ Καίσαρι συνόντες ἀπῄτουν παρ' αὐτοῦ τὰ χρήματα ἃ πρὸ τῆς μάχης τῆς πρὸς τοῖς Φιλίπποις γενομένης ὑπέσχοντό σφισι· δι' ἃ καὶ ἐς τὴν Ἀσίαν, ὅπως ὅτι πλεῖστα ἀθροίσειεν, ἔσταλτο. [3] κἂν ἐξειργάσαντό τι αὐτὸν μηδὲν διδόντα, εἰ μή σφας ὁ Καῖσαρ ἐπελπίσας πῃ κατέσχε. καὶ μετὰ τοῦτο τούς τε ἀφηλικεστέρους τῶν στρατιωτῶν ἐς τὰς ἀποικίας, μὴ καὶ ἐπὶ πλεῖον στασιάσωσιν, [4] ἐξέπεμψαν, καὶ τοῦ πολέμου ἥπτοντο. ὁ γὰρ Σέξτος ἦλθε μὲν ἐς τὴν Ἰταλίαν κατὰ τὰς συνθήκας τὰς πρὸς τὸν Ἀντώνιόν οἱ γενομένας ὡς καὶ τῷ Καίσαρι μετ' αὐτοῦ πολεμήσων, μαθὼν δὲ τὴν σύμβασίν σφων αὐτὸς μὲν ἐς τὴν Σικελίαν ἀνεκομίσθη, Μηνᾷ δὲ ἐξελευθέρῳ οἱ, ᾧ πάνυ προσέκειτο, ἐκέλευσε μέρει τοῦ ναυτικοῦ [5] περιπλέοντι κακουργεῖν τὰ τῶν ἐναντίων. καὶ ὃς τῆς τε Τυρσηνίας πολλὰ ἐκάκωσε, καὶ Μᾶρκον Τίτιον Τιτίου, τῶν τε ἐπικηρυχθέντων καὶ τότε τῷ Σέξτῳ συνόντων, υἱὸν ὄντα καὶ ναῦς ἐπὶ ἰδίᾳ δυναστείᾳ συγκροτοῦντα, κἀν τῷ Ναρβωνησίῳ ἔθνει ναυλοχοῦντα, ἐζώγρησε.

[6] καὶ ὃς ἔπαθε μὲν κακὸν οὐδέν (διά τε γὰρ τὸν πατέρα, καὶ διότι τὸ ὄνομα τοῦ Σέξτου ἐν ταῖς ἀσπίσιν οἱ στρατιῶται αὐτοῦ ἔφερον, ἐσώθη), οὐ μέντοι καὶ καλῶς τὸν εὐεργέτην ἠμείψατο, ἀλλὰ καὶ κατεπολέμησεν αὐτὸν καὶ κατεφόνευσεν, ὥστε καὶ τοῦτ' ἐν τοῖς [7] μάλιστα τῶν ὁμοίων μνημονευθῆναι. ὁ δ' οὖν Μηνᾶς ταῦτά τε οὕτως ἔπραξε, καὶ ἐπὶ Σαρδὼ πλεύσας συνέβαλε Μάρκῳ Λουρίῳ τῷ ἄρχοντι αὐτῆς, καὶ τὰ μὲν πρῶτα ἐτράπετο, ἔπειτα δὲ παρὰ δόξαν αὐτὸν ἀπερισκέπτως ἐπιδιώκοντα ὑποστὰς ἀντεπεκράτησε.

[8] καὶ μετὰ τοῦτο ἐκλιπόντος αὐτοῦ τὴν νῆσον κατέσχε τὰ μὲν ἄλλα ὁμολογίᾳ, τὴν δὲ Κάραλιν πολιορκίᾳ· συχνοὶ γὰρ ἐκ τῆς μάχης ἐς αὐτὴν κατεπεφεύγεσαν. τῶν γε μὴν ἁλόντων ἄλλους τε καὶ Ἕλενον, ἐξελεύθερόν τε τοῦ Καίσαρος ὄντα καὶ ἀρέσκοντα αὐτῷ τὰ μάλιστα, ἀφῆκεν ἄνευ λύτρων, εὐεργεσίαν τε ἐς τὸν Καίσαρα πόρρωθεν προκατατιθέμενος καὶ καταφυγὴν ἑαυτῷ προπαρασκευάζων, εἴ τι παρ' αὐτοῦ δεηθείη.

[31]

[1]    καὶ ὁ μὲν ταῦτ' ἐποίει· οἱ δὲ ἐν τῇ Ῥώμῃ, ὡς ἥ τε Σαρδὼ εἴχετο καὶ ἡ παραλία ἐπορθεῖτο, τῆς τε σιτοπομπίας ἐστέρηντο, καὶ ὁ λιμὸς τά τε τέλη πολλὰ καὶ παντοῖα καθιστάμενα καὶ προσέτι καὶ συντέλειαι τοῖς τοὺς δούλους ἔχουσι προστασσόμεναι δεινῶς [2] αὐτοὺς ἐλύπουν, οὐκέθ' ἡσύχαζον, ἀλλ' ὅσον ἐπὶ ταῖς τοῦ Ἀντωνίου καὶ τοῦ Καίσαρος καταλλαγαῖς, ὡς καὶ σφετέρας εἰρήνης τῆς ἐκείνων ὁμονοίας οὔσης, ἥσθησαν, τοσοῦτον ἢ καὶ πλεῖον ἐπὶ τῷ πρὸς [3] τὸν Σέξτον σφῶν πολέμῳ ἤσχαλλον. ἐν δ' οὖν τῷ τότε ἐπί τε ἵππων αὐτοὺς ὥσπερ ἐν ἐπινικίοις τισὶν ἐσαγαγόντες, καὶ τῇ νικητηρίᾳ στολῇ ἐξ ἴσου τοῖς πέμψασιν αὐτὰ κοσμήσαντες, [ἐς] τάς τε πανηγύρεις ἐπὶ τῶν ἀρχικῶν δίφρων θεωρεῖν ποιήσαντες, καὶ τὴν Ὀκταουίαν τὴν τοῦ Καίσαρος ἀδελφὴν γυναῖκα τῷ Ἀντωνίῳ, ἐπειδὴ [4] ὁ ἀνὴρ αὐτῆς ἐτετελευτήκει, καὶ κυοῦσαν προμνησάμενοι, τοσαύτῃ μεταβολῇ ἐχρήσαντο ὥστε τὸ μὲν πρῶτον κατὰ συστάσεις γιγνόμενοι ἢ καὶ ἐπὶ θέαν τινὰ ἀθροιζόμενοι παρεκάλουν σφᾶς εἰρηνῆσαι καὶ πολλὰ ἐπὶ τούτῳ ἐπεβόων, ὡς δὲ οὐκ ἐπείθοντο, ἠλλοτριώθησάν [5] τε αὐτοῖς καὶ πρὸς τὸν Σέξτον ἀπέκλιναν. καὶ ἄλλα τε ἐπὶ θεραπείᾳ αὐτοῦ διεθρόουν, καὶ ἐν ταῖς ἱπποδρομίαις κρότῳ τε πολλῷ τὸ τοῦ Ποσειδῶνος ἄγαλμα πομπεῦον ἐτίμων καὶ ἡδονὴν ἐπ' αὐτῷ πολλὴν ἐποιοῦντο. ἐπεί τε ἡμέραις τισὶν οὐκ ἐσήχθη, τούς τε ἐν ταῖς ἀρχαῖς ὄντας λίθοις ἐκ τῆς ἀγορᾶς ἐξήλασαν καὶ ἐκείνων τὰς εἰκόνας κατέβαλον, καὶ τέλος, ἐπειδὴ μηδ' ὥς τι ἐπεραίνετο, σπουδῇ [6] ἐπ' αὐτοὺς ὡς καὶ ἀποκτενοῦντές σφας ὥρμησαν. καὶ ὁ μὲν Καῖσαρ, καίτοι τρωθέντων τῶν ἀμφ' αὐτὸν ὄντων, τήν τε ἐσθῆτα περιερρήξατο καὶ πρὸς ἱκετείαν αὐτῶν ἐτράπετο, ὁ δ' Ἀντώνιος βιαιότερόν σφισι προσηνέχθη. καὶ διὰ τοῦτο ὅτι μάλιστα ὀργισθέντων τέ σφων καὶ ἐπὶ τούτῳ καὶ δεινόν τι πράξειν προσδοκηθέντων, ἠναγκάσθησαν τῷ Σέξτῳ καὶ ἄκοντες ἐπικηρυκεύσασθαι.

[32]

[1]    κἀν τούτῳ τούς τε στρατηγοὺς καὶ τοὺς ὑπάτους, καίπερ ἐπ' ἐξόδῳ ἤδη τοῦ ἔτους ὄντος, παύσαντες ἄλλους ἀντικατέστησαν, [2] βραχὺ φροντίσαντες εἰ καὶ ἐπ' ὀλίγας ἡμέρας ἄρξουσι. καὶ εἷς γε τῶν τότε ὑπατευσάντων Λούκιος Κορνήλιος Βάλβος ἐγένετο, Γαδειρεύς τε ὢν καὶ πλούτῳ καὶ μεγαλονοίᾳ τοσοῦτον τοὺς καθ' ἑαυτὸν ἀνθρώπους ὑπερενεγκὼν ὥστε καὶ δωρεὰν τοῖς Ῥωμαίοις ἀνὰ [3] πέντε καὶ εἴκοσι δραχμὰς τελευτῶν καταλιπεῖν. τοῦτό τε οὖν ἐποίησαν, καὶ ἐν τῇ τελευταίᾳ τοῦ ἔτους ἡμέρᾳ ἀγορανόμου τινὸς ἀποθανόντος ἕτερον ἐς τὰς λοιπὰς ὥρας ἀνθείλοντο. κἀν τῷ αὐτῷ τούτῳ χρόνῳ τό τε ὕδωρ τὸ Ἰούλιον ὠνομασμένον ἐς τὴν πόλιν [4] ἐπωχετεύθη, καὶ ἡ πανήγυρις ἡ ἐπὶ τῷ πολέμῳ τῷ πρὸς τοὺς σφαγέας εὐχθεῖσα ὑπὸ τῶν ὑπάτων ἐποιήθη. τά τε τοῖς ἑπτὰ ἀνδράσιν ὠνομασμένοις προσήκοντα οἱ ποντίφικες, ἐπειδὴ μηδεὶς ἐκείνων παρῆν, ἐπετέλεσαν· καὶ τοῦτο καὶ ἄλλοτε πολλάκις ἐγένετο.

[33]

[1]    ταῦτά τε οὖν οὕτως ἐν τῷ ἔτει ἐκείνῳ ἐπράχθη, καὶ Σφαῖρον ὁ Καῖσαρ παιδαγωγόν τε καὶ ἐξελεύθερον αὐτοῦ γενόμενον δημοσίᾳ ἔθαψε. τόν τε Ῥοῦφον τὸν Σαλουιδιῆνον ὡς καὶ ἐπιβουλεύσαντά [2] οἱ ἀπέκτεινεν. οὗτος δὲ ἦν μὲν ἐξ ἀφανεστάτων, καὶ αὐτῷ ἡ κεφαλὴ ποιμαίνοντι φλόγα ἀνέδωκεν· ἐς τοσοῦτον δὲ ὑπὸ τοῦ Καίσαρος προήχθη ὥστε αὐτόν τε ὕπατον μηδὲ βουλεύοντα ἀποδειχθῆναι, καὶ τὸν ἀδελφὸν αὐτοῦ προαποθανόντα διὰ τοῦ Τιβέριδος, γεφύρας [3] ἐπ' αὐτὸ τοῦτο ποιηθείσης, ἐξενεχθῆναι. ἀλλ' οὐδὲν γὰρ τῶν ἀνθρωπίνων βέβαιόν ἐστι, κατηγορήθη τε ἐν τῷ βουλευτηρίῳ ὑπ' αὐτοῦ τοῦ Καίσαρος, καὶ ὡς πολέμιος ἐκείνου καὶ τοῦ δήμου παντὸς ἐσφάγη, ἱερομηνίαι τε ἐπ' αὐτῷ ἐγένοντο, καὶ προσέτι καὶ ἡ φυλακὴ τῆς πόλεως τοῖς τρισὶν ἀνδράσι μετὰ τῆς εἰθισμένης προσθήκης, [4] τοῦ μηδὲν ἀπ' αὐτῆς ἀποτριβῆναι, ἐπετράπη. ἔν τε τῷ πρὸ τούτου ἔτει θηρία τε ἐν τῇ τῶν Ἀπολλωνίων ἱπποδρομίᾳ ἄνδρες ἐς τὴν ἱππάδα τελοῦντες κατέβαλον, καὶ ἡμέρα ἐμβόλιμος παρὰ τὰ καθεστηκότα ἐνεβλήθη, ἵνα μὴ ἡ νουμηνία τοῦ ἐχομένου ἔτους τὴν ἀγορὰν τὴν διὰ τῶν ἐννέα ἡμερῶν ἀγομένην λάβῃ, ὅπερ ἀπὸ τοῦ πάνυ ἀρχαίου σφόδρα ἐφυλάσσετο· καὶ δῆλον ὅτι ἀνθυφῃρέθη αὖθις, ὅπως ὁ χρόνος κατὰ τὰ τῷ Καίσαρι τῷ προτέρῳ [5] δόξαντα συμβῇ. Κάστορί τέ τινι ἥ τε τοῦ Ἀττάλου καὶ ἡ τοῦ Δηιοτάρου ἀρχὴ ἐν τῇ Γαλατίᾳ τελευτησάντων ἐδόθη· καὶ ὁ νόμος ὁ Φαλκίδιος ὠνομασμένος, πλείστην καὶ νῦν ἔτι ἰσχὺν ἐς τὰς τῶν κλήρων διαδοχάς, ὥστε τινὰ τὸ τέταρτον τῆς καταλειφθείσης οἱ οὐσίας, ἄν γέ πῃ βαρύνηται, λαβόντα τὸ λοιπὸν ἀφεῖναι, ἔχων, ὑπὸ Πουπλίου Φαλκιδίου δημαρχοῦντος ἐτέθη.

[34]

[1]    ταῦτα μὲν ἐν τοῖς δύο ἔτεσιν ἐγένετο, τῷ δ' ἐπιγιγνομένῳ, ἐν ᾧ Λούκιός τε Μάρκιος καὶ Γάιος Σαβῖνος ὑπάτευσαν, τά τε ὑπὸ τῶν τριῶν ἀνδρῶν πραχθέντα ἀφ' οὗ ἐς τὴν ὀλιγαρχίαν ἐσῆλθον [2] κῦρος παρὰ τῆς βουλῆς ἔλαβε, καὶ τέλη τινὰ ὑπ' αὐτῶν προσκατέστη διὰ τὸ τὰ ἀναλώματα πολλῷ πλείω ἤπερ ἐπὶ τοῦ προτέρου Καίσαρος ἐτέτακτο γίγνεσθαι· πάμπολλα γὰρ αὐτοὶ καὶ μάλιστα ἐς τοὺς στρατιώτας δαπανῶντες ᾐσχύνοντο μόνοι παρὰ τὸ καθεστηκὸς [3] ἀναλίσκοντες. ἀμέλει τὸν πώγωνα ὁ Καῖσαρ τότε πρῶτον ξυράμενος αὐτός τε μεγάλως ἑώρτασε καὶ τοῖς ἄλλοις ἅπασι δημοτελῆ ἑορτὴν παρέσχε. καὶ ὁ μὲν καὶ ἔπειτα ἐπελειοῦτο τὸ γένειον, ὥσπερ οἱ ἄλλοι· ἤδη γὰρ καὶ τῆς Λιουίας ἐρᾶν ἤρχετο, καὶ διὰ τοῦτο καὶ τὴν Σκριβωνίαν τεκοῦσάν οἱ θυγάτριον ἀπεπέμψατο [4] αὐθημερόν. τῶν δ' οὖν ἀναλωμάτων πολὺ μειζόνων ἢ πρότερον γιγνομένων, καὶ τῶν προσόδων οὔτ' ἄλλως ἀρκουσῶν καὶ τότε ἐλαττόνων διὰ τὰς στάσεις προσιουσῶν, καινά τινα τέλη ἐσήγαγον, ἔς τε τὸ βουλευτήριον πλείστους ὅσους οὐχ ὅτι τῶν συμμάχων ἢ καὶ στρατιώτας παῖδάς τε ἀπελευθέρων, ἀλλὰ καὶ δούλους ἐνέγραψαν.

[5] Μάξιμον γοῦν τινα ταμιεύσειν μέλλοντα ἐγνώρισέ τε ὁ δεσπότης καὶ ἀπήγαγε. καὶ τούτῳ μὲν ἀδεὲς ἐγένετο τολμήσαντι τὴν ἀρχὴν αἰτῆσαι· ἕτερος δὲ ἐν τοῖς στρατηγοῦσι φωραθεὶς κατὰ τῶν τοῦ Καπιτωλίου πετρῶν ἐώσθη, προελευθερωθεὶς ἵνα ἀξίωμα ἡ τιμωρία αὐτοῦ λάβῃ.

[35]

[1]    πρόφασιν δέ σφισι τοῦ τῶν βουλευσόντων πλήθους ἡ τοῦ Ἀντωνίου στρατεία, ἣν ἐπὶ τοὺς Πάρθους ἡτοιμάζετο, παρέσχεν· ἀφ' οὗπερ καὶ ἀρχὰς ἄλλας τε ἐπὶ πλείω ἔτη καὶ τὴν τῶν ὑπάτων ἐς ὀκτὼ ὅλα προκατεστήσαντο, τοὺς μὲν ἀμειβόμενοι τῶν συναραμένων [2] σφίσι, τοὺς δὲ ὑπαγόμενοι. ὑπάτους δὲ οὐ δύο ἐτησίους, ὥσπερ εἴθιστο, ἀλλὰ πλείους τότε πρῶτον εὐθὺς ἐν ταῖς ἀρχαιρεσίαις εἵλοντο. καὶ πρότερον μὲν γὰρ μεθ' ἑτέρους τινὲς μήτ' ἀποθανόντας μήτ' ἐπ' ἀτιμίᾳ ἢ καὶ ἄλλως πως παυθέντας ἦρξαν· ἀλλ' ἐκεῖνοι μέν, ὥς που τοῖς ἐς ὅλον τὸν ἐνιαυτὸν χειροτονηθεῖσιν ἔδοξε, κατέστησαν, τότε δὲ ἐνιαύσιος μὲν οὐδεὶς ᾑρέθη, πρὸς δὲ δὴ τὰ τοῦ [3] χρόνου μέρη ἄλλοι καὶ ἄλλοι ἀπεδείχθησαν. καὶ οἱ μὲν πρῶτοι καὶ τὸ ὄνομα τῆς ὑπατείας κατὰ παντὸς τοῦ ἔτους, ὥσπερ καὶ νῦν γίγνεται, ἔσχον· τοὺς δ' ἑτέρους αὐτοὶ μὲν οἱ ἐν τῇ πόλει τῇ τε ἄλλῃ Ἰταλίᾳ ἐν ἑκάστῳ τῷ τῆς ἀρχῆς αὐτῶν χρόνῳ ὠνόμαζον, ὃ καὶ νῦν ποιεῖται, οἱ δὲ λοιποὶ ἤ τινας αὐτῶν ἢ οὐδένας ᾔδεσαν, καὶ διὰ τοῦτο σμικροτέρους σφᾶς ὑπάτους ἐπεκάλουν.

[36]

[1]    οἴκοι μὲν δὴ ταῦτ' ἔπραττον, τῷ δὲ δὴ Σέξτῳ πρῶτον μὲν διὰ τῶν ἑταίρων, καὶ ὅπως καὶ ἐφ' οἷς καταλλαγήσοιντο, συνέβησαν, ἔπειτα δὲ καὶ αὐτοὶ πρὸς Μισηνῷ ἐς λόγους ἦλθον. εἱστήκεσαν δὲ οἱ μὲν ἐν τῇ ἠπείρῳ, ὁ δὲ ἐν χώματί τινι ἐν τῇ θαλάσσῃ ἐπ' αὐτὸ τοῦτο περιρρύτῳ οὐ πόρρω σφῶν πρὸς ἀσφάλειαν αὐτῷ πεποιημένῳ· [2] καὶ παρῆν πᾶς μὲν ὁ τούτου ναυτικὸς πᾶς δὲ ὁ ἐκείνων πεζικὸς ὄχλος, οὐχ ἁπλῶς, ἀλλ' οἱ μὲν ἐπὶ τῆς γῆς οἱ δὲ ἐπὶ τῶν νεῶν ἐξωπλισμένοι παρετετάχατο, ὥστε καὶ ἀπ' αὐτοῦ τούτου δῆλον πᾶσι γενέσθαι ὅτι ἔκ τε τοῦ φόβου τῆς παρασκευῆς σφων καὶ ἐξ ἀνάγκης, οἱ μὲν διὰ τὸν δῆμον ὁ δὲ διὰ τοὺς συνόντας οἱ, [3] ἐσπείσαντο. αἱ δὲ δὴ συνθῆκαι ἐπὶ τοῖσδε ἐγένοντο, τούς τε αὐτομολήσαντας τῶν δούλων ἐλευθέρους εἶναι, καὶ τοὺς ἐκπεσόντας πλὴν τῶν σφαγέων κατελθεῖν· τούτους γὰρ δῆθεν ὑπεξείλοντο, ἐπεὶ τῷ γε ἔργῳ καὶ ἐκείνων τινὲς κατιέναι ἔμελλον· καὶ γὰρ αὐτὸς ὁ [4] Σέξτος εἷς ἐξ αὐτῶν γεγονέναι ἐδόκει. ἀλλ' ἐγράφη γε τοὺς ἄλλους πλὴν τούτων πάντας ἐπί τε ἀδείᾳ καὶ ἐπὶ τῷ τετάρτῳ τῆς δημευθείσης σφῶν οὐσίας ἐπανελθεῖν, καὶ ἐκείνων μέν τισι καὶ δημαρχίας καὶ στρατηγίας ἱερωσύνας τε εὐθὺς δοθῆναι, αὐτὸν δὲ τὸν Σέξτον [5] ὕπατόν τε αἱρεθῆναι καὶ οἰωνιστὴν ἀποδειχθῆναι, ἔκ τε τῆς οὐσίας τῆς πατρῴας χιλίας καὶ ἑπτακοσίας καὶ πεντήκοντα μυριάδας δραχμῶν κομίσασθαι, καὶ Σικελίας καὶ Σαρδοῦς τῆς τε Ἀχαΐας ἐπὶ πέντε ἔτη ἄρξαι μήτ' αὐτομόλους δεχόμενον μήτε ναῦς ἐπικτώμενον [6] μήτε τινὰ φρούρια ἐν τῇ Ἰταλίᾳ ἔχοντα, ἀλλὰ τήν τε εἰρήνην αὐτῇ τὴν ἐκ τῆς θαλάσσης πρυτανεύοντα καὶ σῖτον τοῖς ἐν τῇ πόλει τακτὸν πέμποντα. τὸν δὲ δὴ χρόνον αὐτῷ τοῦτον προσέγραψαν, ὅτι καὶ αὐτοὶ πρόσκαιρον δή τινα τὴν ἐξουσίαν ἀλλ' οὐκ ἀίδιον ἔχειν δοκεῖν ἤθελον.

[37]

[1]    ταῦτα μὲν οὖν συνθέμενοι καὶ συγγραψάμενοι τά τε γραμματεῖα ταῖς ἱερείαις ταῖς ἀειπαρθένοις παρακατέθεντο, καὶ μετὰ τοῦτο δεξιάς τέ σφισιν ἔδοσαν καὶ ἐφίλησαν ἀλλήλους. γενομένου δὲ τούτου πολλὴ καὶ ἄπλετος βοὴ καὶ ἐκ τῆς ἠπείρου ἅμα καὶ ἐκ τῶν [2] νεῶν ἠγέρθη. πολλοὶ μὲν γὰρ στρατιῶται πολλοὶ δὲ καὶ ἰδιῶται παρόντες ἀθρόον καὶ ἐξαπιναίως, ἅτε καὶ τῷ πολέμῳ δεινῶς ἀχθόμενοι καὶ τῆς εἰρήνης ἰσχυρῶς ἐπιθυμοῦντες, ἐξέκραγον, ὥστε καὶ τὰ ὄρη συνηχῆσαι, κἀκ τούτου καὶ φρίκην σφίσι καὶ ἔκπληξιν μεγάλην ἐγγενέσθαι, καὶ πολλοὺς μὲν ὑπ' αὐτῶν τούτων ἐκθανεῖν, [3] πολλοὺς δὲ συμπατηθέντας ἢ καὶ ἀποπνιγέντας ἀπολέσθαι. οἵ τε γὰρ ἐν τοῖς σκάφεσιν ὄντες οὐκ ἀνέμειναν τῇ γῇ αὐτῇ προσελθεῖν, ἀλλ' ἐξεπήδων ἐς τὴν θάλασσαν, καὶ οἱ ἕτεροι ἐς αὐτὸν τὸν βυθὸν ἐπεσέβαινον. κἀν τούτῳ ἠσπάζοντό τε ἀλλήλους ἅμα νηχόμενοι καὶ περιέβαλλον κολυμβῶντες, ὥστε ποικίλην μὲν αὐτῶν θέαν ποικίλην [4] δὲ καὶ ἀκοὴν συμβῆναι. οἱ μὲν γὰρ τούς τε συγγενεῖς καὶ τοὺς ἑταίρους ζῶντας εἰδότες καὶ τότε παρόντας ὁρῶντες ἀπλήστῳ τῇ ἡδονῇ ἐχρῶντο· οἱ δὲ ἀπολωλέναι τέ σφας πρότερον νομίζοντες καὶ τότε παρὰ δόξαν θεωροῦντες ἄποροί τε ἐπὶ πολὺ ἐγίγνοντο καὶ ἀφασίᾳ συνείχοντο, ἀπιστοῦντές τε ἅμα τῇ ὄψει καὶ εὐχόμεν ἀληθῆ ταύτην εἶναι· καὶ οὐ πρότερόν γε ἐγνώριζόν σφας πρὶν τά [5] τε ὀνόματα αὐτῶν ἀνακαλέσαι καὶ φθεγγομένων τι ἀκοῦσαι· οὕτω δὲ ἔχαιρον μὲν ὡς καὶ ἀναβιωσκομένων σφῶν, ἀναγκαζόμενοι δὲ ἀθρόως ἥδεσθαι οὐκ ἀδακρυτὶ διῆγον. καὶ ἕτεροι ἀγνοοῦντές τε τοὺς φιλτάτους ἀπολωλότας, καὶ ζῆν παρεῖναί τε αὐτοὺς ἡγούμενοι, ἐζήτουν τέ σφας ἅμα περιφοιτῶντες, καὶ πάντα τὸν προστυγχάνοντα [6] περὶ αὐτῶν ἐπηρώτων· καὶ τέως μὲν οὐδὲν ἀκριβὲς ἐμάνθανον, μαινομένοις τε ἐῴκεσαν καὶ ἐν ἀπόρῳ καθειστήκεσαν, ἐλπίζοντές τε ἅμα αὐτοὺς εὑρήσειν καὶ φοβούμενοι μὴ τεθνήκασι, καὶ μήτ' ἀπογνῶναι πρὸς τὴν ἐπιθυμίαν μήτ' ἀπαλγῆσαι πρὸς τὴν ἐλπίδα [7] δυνάμενοι· μαθόντες δὲ τὴν ἀλήθειαν τάς τε τρίχας ἐσπαράττοντο καὶ τὰς ἐσθῆτας περιερρήγνυντο, ὀνομαστί τε αὐτοὺς ἀνεκάλουν ὡς καὶ ἐπακοῦσαί τι δυναμένους, καὶ πένθος ὡς καὶ τότε τελευτώντων [8] αὐτοῦ τέ που κειμένων σφῶν ἐποιοῦντο. καὶ εἴγε τισὶ μηδὲν αὐτοῖς τοιοῦτο παρῆν, ἀλλ' ἐπί γε τοῖς τῶν ἄλλων παθήμασιν ἐταράττοντο· ἢ γὰρ χαίροντί τινι συνήδοντο ἢ πενθοῦντι συνελυποῦντο, καὶ οὕτως εἰ καὶ ἔξω οἰκείου πάθους ἦσαν, ὅμως [9] οὐκ ἐδύναντο διὰ τὴν πρὸς τοὺς ἄλλους ὁμιλίαν ἡσυχάζειν. καὶ ἐκ τούτου οὔτε κόρον οὔτ' αἰσχύνην, ἅτε καὶ τοῖς αὐτοῖς συμφερόμενοι, ἐλάμβανον, ἀλλὰ τήν τε ἡμέραν ὅλην καὶ τῆς νυκτὸς τὰ πλείω ἐς ταῦτα κατανάλωσαν.

[38]

[1]    μετὰ δὲ δὴ ταῦθ' οἵ τε ἄλλοι ὑπεδέχοντο ἀλλήλους καὶ ἀνθειστίων καὶ αὐτοὶ ἐκεῖνοι, πρότερος μὲν ὁ Σέξτος ἐν τῇ νηί, ἔπειτα δὲ καὶ ὁ Καῖσαρ ὅ τε Ἀντώνιος ἐν τῇ ἠπείρῳ· τοσοῦτον γὰρ ὁ Σέξτος τῇ δυνάμει σφῶν περιῆν ὥστε μὴ πρότερον αὐτὸν ἐς τὴν [2] ἤπειρον ἐκβῆναι πρὶν ἐκείνους ἐς τὴν ναῦν ἐσελθεῖν. καὶ τοῦτο μέντοι ποιήσας, δυνηθείς τ' ἂν ἀμφοτέρους ἐν τῷ σκάφει σὺν ὀλίγοις παρόντας, ὥσπερ που καὶ ὁ Μηνᾶς αὐτῷ συνεβούλευε, φονεῦσαι, οὐκ ἠθέλησεν, ἀλλὰ καίπερ πρὸς τὸν Ἀντώνιον, ἐπειδὴ τὴν οἰκίαν αὐτοῦ τὴν πατρῴαν τὴν ἐν ταῖς Καρίναις κατεῖχε (τόπος γάρ τις ‹τῆς› τῶν Ῥωμαίων πόλεως οὕτω καλούμενός ἐστιν), ἀποσκώψας [3] τρόπον τινὰ ἥδιστον (ταῖς γὰρ τροπίσι ταῖς τῶν νεῶν τῆς αὐτῆς ὀνομασίας οὔσης, ἐν ταῖς Καρίναις αὐτοὺς ἑστιᾶν ἔφη), ὅμως οὐδὲν ὡς καὶ μνησικακῶν σφισιν ἔπραξεν, ἀλλὰ τῇ τε ὑστεραίᾳ ἀνθειστιάθη, καὶ τὴν θυγατέρα Μάρκῳ Μαρκέλλῳ τῷ τοῦ Καίσαρος ἀδελφιδῷ ἠγγύησεν.

[39]

[1]    οὗτος μὲν οὖν ὁ πόλεμος ἀνεβέβλητο, τὰ δὲ δὴ τοῦ Λαβιήνου τῶν τε Πάρθων ὧδε διεπολεμήθη. ὁ Ἀντώνιος αὐτὸς μὲν ἐς τὴν Ἑλλάδα ἀπὸ τῆς Ἰταλίας ἐπανελθὼν ἐνταῦθα ἐπὶ πλεῖστον ἐνεχρόνισεν, τάς τε ἐπιθυμίας ἅμα ἀποπιμπλὰς καὶ τὰς πόλεις κακῶν, [2] ἵν' ὅτι ἀσθενέσταται τῷ Σέξτῳ παραδοθῶσι. καὶ ἄλλα τε ἐν τούτῳ πολλὰ ἔξω τῶν πατρίων ἐξεδιῃτήθη, καὶ Διόνυσον ἑαυτὸν νέον αὐτός τε ἐκάλει καὶ ὑπὸ τῶν ἄλλων ὀνομάζεσθαι ἠξίου· ἐπειδή τε οἱ Ἀθηναῖοι πρός τε τοῦτο καὶ πρὸς τὰ ἄλλα τὴν Ἀθηνᾶν αὐτῷ κατηγγύησαν, δέχεσθαί τε τὸν γάμον ἔφη καὶ προῖκα μυριάδας ἑκατὸν παρ' αὐτῶν ἐξέπραξεν. αὐτὸς μὲν οὖν περὶ ταῦτα εἶχε, [3] τὸν δὲ δὴ Οὐεντίδιον τὸν Πούπλιον ἐς τὴν Ἀσίαν προύπεμψεν. καὶ ὃς ἦλθέ τε ἐπὶ τὸν Λαβιῆνον πρὶν ἔκπυστος γενέσθαι, καὶ καταπλήξας αὐτὸν τῷ τε αἰφνιδίῳ τῆς ἐφόδου καὶ τοῖς στρατεύμασιν (ἄνευ γὰρ τῶν Πάρθων μετὰ τῶν αὐτόθεν στρατιωτῶν μόνων ἦν) ἐκεῖθέν τε μηδὲ ἐς χεῖράς οἱ ὑπομείναντα εὐθὺς ἐξέωσε, καὶ φεύγοντα ἐς τὴν Συρίαν ἐπεδίωξε, τὸ κουφότατον τοῦ στρατοῦ [4] λαβών. καὶ αὐτὸν πρὸς τῷ Ταύρῳ καταλαβὼν οὐκέτι περαιτέρω προχωρῆσαι εἴασεν, ἀλλ' ἐνταῦθα ἐπὶ πλείους ἡμέρας καταστρατοπεδευσάμενοι ἡσύχαζον· Λαβιῆνος μὲν γὰρ τοὺς Πάρθους, Οὐεντίδιος [40] [1] δὲ τοὺς ὁπλίτας ἀνέμεινεν. ὡς οὖν καὶ οὗτοι ἐν ταῖς αὐταῖς ἅμα ἀμφότεροι ἡμέραις ἦλθον, Οὐεντίδιος μὲν δέει τῆς ἵππου τῶν [2] βαρβάρων ἐν τῷ μετεώρῳ, οὗπερ ηὐλίζετο, κατέμεινεν, οἱ δὲ δὴ Πάρθοι ἔκ τε τοῦ πλήθους σφῶν καὶ ἐκ τοῦ προνενικηκέναι ποτὲ καταφρονήσαντες πρός τε τὸν γήλοφον ἅμα τῇ ἕῳ, πρὶν καὶ τῷ Λαβιήνῳ συμμῖξαι, προσήλασαν, καὶ ὡς οὐδείς σφισιν ἀντεπεξῄει, καὶ [3] πρὸς τὸ ὄρθιον αὐτὸ προσέβαλον. καὶ αὐτοὺς ἐνταῦθα ἤδη ὄντας οἱ Ῥωμαῖοι ἐπιδραμόντες ῥᾳδίως πρὸς τὸ κάταντες ἐτρέψαντο. καί σφων πολλοὶ μὲν ἐν χερσὶν ἀπέθανον, τὸ δὲ δὴ πλεῖον ἐν τῇ ἀναστροφῇ περὶ ἀλλήλοις, οἱ μὲν ἤδη τετραμμένοι οἱ δὲ ἔτι προσιόντες, ἐσφάλησαν· οἵ τε περιλειφθέντες οὐ πρὸς τὸν Λαβιῆνον ἀλλ' ἐς [4] Κιλικίαν ἔφυγον. ὁ οὖν Οὐεντίδιος ἐπεδίωξε μὲν αὐτοὺς μέχρι τοῦ στρατοπέδου, ἰδὼν δὲ ἐνταῦθα τὸν Λαβιῆνον ἐπέσχε. καὶ ὃς παρετάξατο μὲν ὡς καὶ ἐς χεῖρας αὐτῷ ἥξων, αἰσθόμενος δὲ τοὺς στρατιώτας ἀθύμως διὰ τὴν τῶν βαρβάρων φυγὴν ἔχοντας οὔτε τότε ἐθάρσησέν οἱ ἀντᾶραι, καὶ τῆς νυκτὸς ἀποδρᾶναί ποι ἐπεχείρησε.

[5] προγνοὺς οὖν τοῦτο ἐξ αὐτομόλων ὁ Οὐεντίδιος πολλοὺς μὲν ἐν τῇ ἀποχωρήσει ἐνεδρεύσας ἔκτεινε, πάντας δὲ τοὺς λοιποὺς ἐγκαταλειφθέντας ὑπὸ τοῦ Λαβιήνου παρεστήσατο. καὶ ἐκεῖνος δὲ τότε μὲν τὴν ἐσθῆτα μετεκδὺς διέφυγε, καὶ χρόνον τινὰ ἐν τῇ Κιλικίᾳ [6] διέλαθεν, ὕστερον δὲ ὑπὸ Δημητρίου ἑάλω· οὗτος γὰρ ἐξελεύθερός τε τοῦ Καίσαρος τοῦ προτέρου ὤν, καὶ τότε τῇ Κύπρῳ πρὸς τοῦ Ἀντωνίου προστεταγμένος, ἀνεζήτησέ τε αὐτὸν μαθὼν ὅτι κρύπτοιτο, καὶ συνέλαβε.

[41]

[1]    μετὰ δὲ δὴ τοῦτο ὁ Οὐεντίδιος τήν τε Κιλικίαν ἐκομίσατο, καὶ αὐτὸς μὲν ταύτην καθίστατο, Πουπήδιον δὲ δὴ Σίλωνα μεθ' ἱππέων [2] πρὸς τὸν Ἀμανὸν προύπεμψε. τοῦτο δὲ τὸ ὄρος ἔν τε τῇ μεθορίᾳ τῆς τε Κιλικίας καὶ τῆς Συρίας ἐστί, καὶ στενοπορίαν τοσαύτην δή τινα ἔχει ὥστε καὶ πύλας ποτὲ ἐν αὐτῇ μετὰ τείχους ἐνοικοδομηθῆναι [3] καὶ τὸ χωρίον ἀπ' αὐτῶν ἐπονομασθῆναι. οὐ μέντοι καὶ κατασχεῖν αὐτὸ ὁ Σίλων ἠδυνήθη, ἀλλὰ καὶ ἐκινδύνευσεν ὑπὸ Φραναπάτου ὑπάρχου τε τοῦ Πακόρου ὄντος καὶ τὴν δίοδον φυλάττοντος ἀπολέσθαι. κἂν ἔπαθε τοῦτο, εἰ μὴ ὁ Οὐεντίδιος μαχομένῳ [4] αὐτῷ κατὰ τύχην ἐπιστὰς ἐπήμυνεν· ἀνελπίστοις τε γὰρ ἅμα καὶ ἐλάττοσι τοῖς βαρβάροις σφῶν οὖσι προσπεσὼν τόν τε Φραναπάτην καὶ ἄλλους πολλοὺς ἐφόνευσε, καὶ οὕτω τήν τε Συρίαν ἐκλειφθεῖσαν ὑπὸ τῶν Πάρθων ἀμαχεὶ πλὴν τῶν Ἀραδίων παρέλαβε, καὶ μετὰ τοῦτο τὴν Παλαιστίνην, Ἀντίγονον τὸν βασιλεύοντα αὐτῆς [5] ἐκφοβήσας, ἀπόνως κατέσχε. καὶ ὁ μὲν ταῦτά τε διῆγε, καὶ χρήματα πολλὰ μὲν παρὰ τῶν ἄλλων ὡς ἑκάστων, πολλὰ δὲ καὶ παρὰ τοῦ Ἀντιγόνου τοῦ τε Ἀντιόχου καὶ Μάλχου τοῦ Ναβαταίου, ὅτι τῷ Πακόρῳ συνήραντο, ἐσέπραξε. καὶ αὐτὸς μὲν οὐδὲν ἐπ' αὐτοῖς παρὰ τῆς βουλῆς, ἅτε οὐκ αὐτοκράτωρ ὢν ἀλλ' ἑτέρῳ ὑποστρατηγῶν, εὕρετο, ὁ δὲ Ἀντώνιος καὶ ἐπαίνους καὶ ἱερομηνίας ἔλαβεν. [6] οἵ γε μὴν Ἀράδιοι δείσαντες μὴ καὶ δίκην ὧν ἐς τὸν Ἀντώνιον ἐτετολμήκεσαν ὑπόσχωσιν, ἐκείνῳ μέν, καίτοι χρόνον ὑπ' αὐτοῦ πολιορκηθέντες, οὐ προσεχώρησαν, ὕστερον δὲ ὑπ' ἄλλων μόλις ποτὲ ἑάλωσαν.

[7]    κατὰ δὲ τὸν αὐτὸν τοῦτον χρόνον ἐγένετο μὲν καὶ ἐν Ἰλλυριοῖς τοῖς Παρθινοῖς κίνησις, καὶ αὐτὴν ὁ Πωλίων μάχαις ἔπαυσεν, [42] [1] ἐγένετο δὲ καὶ ἐν Ἰβηρίᾳ Κερητανῶν, καὶ αὐτοὺς ὁ Καλουῖνος κατεστρέψατο, προκατορθώσας τέ τι καὶ προδυστυχήσας διὰ τοῦ ὑποστρατήγου λοχισθέντος τε ὑπὸ τῶν βαρβάρων καὶ ἐγκαταλειφθέντος [2] ὑπὸ τῶν στρατιωτῶν. καὶ οὐ πρότερόν γε ἐπεχείρησε τοῖς πολεμίοις πρὶν ἐκείνους τιμωρήσασθαι· συγκαλέσας γὰρ αὐτοὺς ὡς καὶ ἐπ' ἄλλο τι τῷ λοιπῷ στρατῷ περιέσχε, καὶ δύο τε ἑκατονταρχίας ἐδεκάτευσε, καὶ ἑκατοντάρχους συχνούς, ἄλλους τε καὶ τὸν ἐν τῷ [3] πρώτῳ πίλῳ καλουμένῳ στρατευόμενον, ἐκόλασε. ταῦτα δὲ ποιήσας ὥστε καὶ ὄνομα κατὰ τὸν Κράσσον τὸν Μᾶρκον ἐπὶ τῇ τοῦ στρατοῦ δικαιώσει λαβεῖν, πρός τε τοὺς ἐναντίους ὥρμησε καὶ οὐ [4] χαλεπῶς αὐτοὺς κατειργάσατο. τυχών τε τῶν ἐπινικίων καίτοι τῆς Ἰβηρίας τῷ Καίσαρι προστεταγμένης (πρὸς γὰρ τὰς τῶν κρατούντων βουλήσεις καὶ αἱ τιμαὶ τοῖς ὑποστρατηγοῦσί σφισιν ἐγίγνοντο), τό τε χρυσίον τὸ παρὰ τῶν πόλεων ἐς αὐτὰ εἰωθὸς δίδοσθαι ἐκ μόνων τῶν Ἰβηρικῶν ἔλαβε, καὶ ἀπ' αὐτοῦ τὸ μέν τι ἐς τὴν ἑορτὴν ἀνάλωσε, [5] τὸ δὲ δὴ πλεῖον ἐς τὸ βασίλειον. κατακαυθὲν γὰρ αὐτὸ ἀνῳκοδόμησε καὶ καθιέρωσεν, ἄλλοις τέ τισι λαμπρῶς κοσμήσας καὶ εἰκόσιν, ἃς παρὰ τοῦ Καίσαρος ὡς καὶ ἀποδώσων ᾐτήσατο. καὶ αὐτὰς ἀπαιτηθεὶς ὕστερον οὐκ ἀπέδωκεν, εὐτραπελίᾳ χρησάμενος· [6] ὡς γὰρ οὐκ ἔχων ἱκανοὺς ὑπηρέτας "πέμψον τινάς" ἔφη "καὶ ἆρον αὐτάς", καὶ οὕτως ἐκεῖνος ὀκνήσας τὴν ἱεροσυλίαν ἀνακεῖσθαί σφας εἴασε.

[43]

[1]    ταῦτα μὲν ἐν τῷ χρόνῳ τούτῳ ἐγένετο· ἐπὶ δ' Ἀππίου τε Κλαυδίου καὶ Γαΐου Νωρβανοῦ ὑπάτων, οἷς πρώτοις δύο ἑκατέροις ταμίαι συνεγένοντο, τό τε πλῆθος πρὸς τοὺς τελώνας βαρύτατά σφισιν ἐγκειμένους ἐστασίασε, καὶ αὐτοῖς τε ἐκείνοις καὶ τοῖς ὑπηρέταις τοῖς τε στρατιώταις τοῖς συνεσπράσσουσί σφισι τὰ χρήματα [2] ἐς χεῖρας ᾖσαν, καὶ στρατηγοὶ ἑπτὰ καὶ ἑξήκοντα ἄλλοι ἐπ' ἄλλοις ἀποδειχθέντες ἦρξαν. ταμιεῦσαί τέ τις ἐν παισὶν αἱρεθεὶς ἔπειτα τῆς ὑστεραίας ἐς ἐφήβους ἐσῆλθε, καὶ ἕτερος ἐς τὸ βουλευτικὸν [3] ἐσγραφεὶς μονομαχῆσαι ἠθέλησε· καὶ ἐκεῖνός τε ἐκωλύθη τοῦτο ποιῆσαι, καὶ προσαπηγορεύθη μήτε βουλευτὴν μονομαχεῖν μήτε δοῦλον ῥαβδουχεῖν, μήτε τὰς καύσεις τῶν νεκρῶν ἐντὸς πεντεκαίδεκα ἀπὸ τῆς πόλεως σταδίων γίγνεσθαι.

[4]    πολλὰ μὲν δὴ καὶ πρὸ ἐκείνου τοῦ χρόνου τερατώδη συνηνέχθη (ἄλλα τε γὰρ καὶ ἔλαιόν τι παρὰ τῷ Τιβέριδι ἀνέβλυσε), πολλὰ δὲ καὶ τότε. ἥ τε γὰρ σκηνὴ ἡ τοῦ Ῥωμύλου ἐξ ἱερουργίας τινός, ἣν οἱ ποντίφικες ἐν αὐτῇ ἐπεποιήκεσαν, ἐκαύθη· καὶ Ἀρετῆς ἄγαλμα πρὸ πυλῶν τινων ἑστὸς ἔπεσεν ἐπὶ στόμα, κάτοχοί τέ τινες ἐκ τῆς Μητρὸς τῶν θεῶν γενόμενοι ὀργίζεσθαί σφισι τὴν θεὰν ἔφασαν.

[5] καὶ ἀνεγνώσθη μὲν ἐπὶ τούτῳ τὰ Σιβύλλεια ἔπη· ὡς δὲ καὶ ἐκείνων ταὐτά τε εἰπόντων, καὶ τὸ ἄγαλμα ἐπί τε τὴν θάλασσαν καταχθῆναι καὶ τῷ ὕδατι αὐτῆς καθαρθῆναι προσταξάντων, ἡ θεὸς πλεῖστόν τε ὅσον ἀπὸ τῆς γῆς ἐς τὸν βυθὸν ἐχώρησε καὶ ἐν αὐτῷ [6] ἐνεχρόνισε καὶ μόλις ὀψέ ποτε ἀνεκομίσθη, φόβος αὖ καὶ ἐκ τούτου οὐ σμικρὸς τοὺς Ῥωμαίους ἔλαβεν, οὐδ' ἀνεθάρσησαν πρὶν φοίνικας τέσσαρας περί τε τὸν νεὼν αὐτῆς καὶ ἐν τῇ ἀγορᾷ ἀναφῦναι.

   ταῦτά τε οὖν τότε ἐγένετο, καὶ ὁ Καῖσαρ τὴν Λιουίαν ἔγημεν.

[44]

[1] ἦν δὲ θυγάτηρ μὲν Λιουίου Δρούσου, ὃς ἔν τε τοῖς ἐκτεθεῖσιν ἐν τῷ λευκώματι ἐγεγόνει καὶ ἑαυτὸν μετὰ τὴν ἐν τῇ Μακεδονίᾳ ἧτταν κατεκέχρητο, γυνὴ δὲ τοῦ Νέρωνος, μεθ' οὗ συνδιέφυγεν, ὥσπερ [2] εἴρηται· καὶ ἐκύει γε ἐξ αὐτοῦ μῆνα ἕκτον. διστάζοντος γοῦν τοῦ Καίσαρος, καὶ πυθομένου τῶν ποντιφίκων εἴ οἱ ὅσιον ἐν γαστρὶ ἔχουσαν αὐτὴν ἀγαγέσθαι εἴη, ἀπεκρίναντο ὅτι εἰ μὲν ἐν ἀμφιβόλῳ τὸ κύημα ἦν, ἀναβληθῆναι τὸν γάμον ἐχρῆν, ὁμολογουμένου δὲ αὐτοῦ οὐδὲν κωλύει ἤδη αὐτὸν γενέσθαι, τάχα μέν που καὶ ὄντως ἐν τοῖς πατρίοις τοῦτο εὑρόντες, πάντως δ' ἄν, εἰ καὶ μὴ εὗρον [3] αὐτό, εἰπόντες. ἐξέδωκε δὲ αὐτὴν αὐτὸς ὁ ἀνὴρ ὥσπερ τις πατήρ. καί τι καὶ τοιοῦτον ἐν τῇ ἑστιάσει σφῶν συνηνέχθη· παιδίον τι τῶν ψιθύρων, οἷα αἱ γυναῖκες γυμνὰ ὡς πλήθει ἀθύρουσαι τρέφουσιν, ἰδὸν χωρὶς μὲν τὴν Λιουίαν μετὰ τοῦ Καίσαρος χωρὶς δὲ τὸν Νέρωνα μεθ' ἑτέρου τινὸς κατακείμενον, προσῆλθέ τε αὐτῇ καὶ ἔφη "τί ποιεῖς ἐνταῦθα, κυρία; ὁ γὰρ ἀνήρ σου" δείξας αὐτόν [4] "ἐκεῖ κατάκειται." ταῦτα μὲν οὖν οὕτως ἐπράχθη, συνοικοῦσα δὲ ἤδη ἡ γυνὴ τῷ Καίσαρι τίκτει Κλαύδιον Δροῦσον Νέρωνα. καὶ αὐτὸν ὁ Καῖσαρ καὶ ἀνείλετο καὶ τῷ πατρὶ ἔπεμψεν, αὐτὸ τοῦτο ἐς τὰ ὑπομνήματα ἐγγράψας, ὅτι Καῖσαρ τὸ γεννηθὲν Λιουίᾳ τῇ [5] ἑαυτοῦ γυναικὶ παιδίον Νέρωνι τῷ πατρὶ ἀπέδωκε. καὶ ἐκεῖνος [τε] τελευτῶν ‹οὐ› πολλῷ ὕστερον ἐπίτροπον καὶ τούτῳ καὶ τῷ Τιβερίῳ αὐτὸν τὸν Καίσαρα κατέλιπεν. ὁ δ' οὖν ὅμιλος ἄλλα τε ἐπὶ τούτῳ πολλὰ διεθρύλει, καὶ τοῖς εὐτυχοῦσι τρίμηνα παιδία γεννᾶσθαι ἔλεγεν, ὥστε καὶ ἐς παροιμίαν τὸ ἔπος προχωρῆσαι.

[45]

[1]    ἐν μὲν δὴ τῇ πόλει ταῦτα ἐγίγνετο, ὑπὸ δὲ τὸν αὐτὸν τοῦτον χρόνον ὁ Βογούας ὁ Μαῦρος ἐς τὴν Ἰβηρίαν, εἴτ' οὖν κατ' ἐντολὴν τοῦ Ἀντωνίου εἴτε καὶ ἀφ' ἑαυτοῦ γνώμης, πλεύσας πολλὰ μὲν [2] ἐλυμήνατο πολλὰ δὲ καὶ ἀντέπαθε, κἀν τούτῳ τῶν οἴκοι τῶν περὶ τὴν Τίγγιν ἐπαναστάντων αὐτῷ τῆς τε Ἰβηρίας ἐξέστη καὶ τὴν οἰκείαν οὐκ ἐκομίσατο· οἵ τε γὰρ τὰ τοῦ Καίσαρος ἐν τῇ Ἰβηρίᾳ πράσσοντες καὶ ὁ Βόκχος προσγενόμενός σφισι κρείττους αὐτοῦ [3] ἐγένοντο. καὶ ἐκεῖνος μὲν πρὸς τὸν Ἀντώνιον ἀπῆλθεν, ὁ δὲ δὴ Βόκχος τὴν βασιλείαν αὐτοῦ αὐτίκα τε κατέσχε καὶ μετὰ τοῦτο καὶ παρὰ τοῦ Καίσαρος ἐβεβαιώσατο· τοῖς τε Τιγγιτανοῖς πολιτεία ἐδόθη.

[4]    ἐν δὲ τούτῳ, καὶ ἔτι πρότερον, καὶ ὁ Σέξτος ὅ τε Καῖσαρ ἐπολέμησαν· οἷα γὰρ οὐκ ἐθελονταὶ οὐδ' ἐκ προαιρέσεως ἀλλὰ ἀναγκαστοὶ τὴν ὁμολογίαν πεποιημένοι, χρόνον οὐδένα αὐτῇ ὡς εἰπεῖν [5] ἐνέμειναν, ἀλλ' εὐθὺς τὰς σπονδὰς λύσαντες διηνέχθησαν. ἔμελλον μὲν γάρ που καὶ ἄλλως, εἰ καὶ μηδεμίαν σκῆψιν εὗρον, πολεμήσειν· αἰτίαι δ' οὖν αἵδε αὐτοῖς ἐγένοντο. ὁ Μηνᾶς ἐν τῇ Σαρδοῖ καὶ τότε ἔτι καθάπερ τις στρατηγὸς ὢν ὑπωπτεύθη τε ὑπὸ τοῦ Σέξτου διὰ τὴν τοῦ Ἑλένου ἄφεσιν καὶ ὅτι καὶ τῷ Καίσαρι ἐκεκοινολόγητο, [6] καί πῃ καὶ ὑπὸ τῶν ὁμοίων φθόνῳ τῆς δυναστείας διεβλήθη. κἀκ τούτου μεταπεμφθεὶς ὑπ' αὐτοῦ, πρόφασιν ὅπως περί τε τοῦ σίτου καὶ περὶ τῶν χρημάτων ὧν διῳκήκει ἀπολογίσηται, οὐχ ὑπήκουσεν ἀλλὰ τοὺς κατὰ τοῦτο πεμφθέντας συλλαβὼν ἀπέκτεινε, πρός τε τὸν Καίσαρα προκηρυκευσάμενος τήν τε νῆσον αὐτῷ καὶ τὸ ναυτικὸν [7] τό τε ἄλλο στράτευμα καὶ ἑαυτὸν παρέδωκε. καὶ αὐτὸν ἐκεῖνος ἀσμένως ἰδών, ἐπειδὴ καὶ τὸν Σέξτον τούς τε αὐτομολοῦντας παρὰ τὰ συγκείμενα ὑποδέχεσθαι καὶ ναυπηγίαν τριήρων ποιεῖσθαι ἔν τε τῇ Ἰταλίᾳ φρουρὰς ἔχειν ἔλεγεν, οὔτε ἐξέδωκεν ἐξαιτηθέντα καὶ προσέτι καὶ ἐν τιμῇ μεγάλῃ ἤγαγε δακτυλίοις τε [8] χρυσοῖς ἐκόσμησε καὶ ἐς τὸ τῶν ἱππέων τέλος ἐσέγραψε. τὸ δὲ δὴ τῶν δακτυλίων τοιόνδε ἐστίν. οὐδενὶ τῶν πάλαι Ῥωμαίων, οὐχ ὅτι τῶν δουλευσάντων ποτέ, ἀλλ' οὐδὲ τῶν ἐν ἐλευθέρῳ γένει τραφέντων, δακτυλίοις χρυσοῖς πλὴν τῶν τε βουλευτῶν καὶ τῶν ἱππέων [9] χρῆσθαι, ὥσπερ εἴρηταί μοι, ἐξῆν· καὶ διὰ τοῦτο τοῖς ἐξελευθέροις, οἷς ἂν ὁ τὸ κράτος ἔχων ἐθελήσῃ, καίτοι καὶ ἄλλως χρυσοφοροῦσιν, ὅμως ἐν τιμῆς μέρει, ὡς καὶ βελτίοσιν ἢ κατὰ ἀπελευθερίαν ἱππεύειν τε δυναμένοις, δίδονται.

[46]

[1]    τοῦτο μὲν δὴ τοιοῦτόν ἐστιν, ὁ δὲ δὴ Σέξτος ταῦτά τε τῷ Καίσαρι ἐγκαλῶν, καὶ ὅτι ἡ Ἀχαΐα ἐκεκάκωτο καὶ οὔτε αὐτῷ οὔτε τοῖς κατελθοῦσι τὰ ὁμολογηθέντα ἐγίγνετο, ἔπεμψε Μενεκράτην ἐς τὴν Ἰταλίαν, ἐξελεύθερον καὶ αὐτὸν ἑαυτοῦ ὄντα, καὶ δι' ἐκείνου [2] ἄλλα τε τῆς Καμπανίας καὶ Οὐόλτουρνον ἐπόρθησεν. ὁ οὖν Καῖσαρ μαθὼν τοῦτο τά τε γραμματεῖα τὰ τῆς συμβάσεως ἀνείλετο παρὰ τῶν ἀειπαρθένων, καὶ τὸν Ἀντώνιον τόν τε Λέπιδον μετεπέμψατο. καὶ αὐτῷ Λέπιδος μὲν οὐκ εὐθὺς ὑπήκουσεν, Ἀντώνιος δὲ ἦλθε [3] μὲν ἐς τὸ Βρεντέσιον (ἐν γὰρ τῇ Ἑλλάδι ἔτι ὢν ἐτύγχανε), πρὶν δὲ ἢ συμμῖξαι τῷ Καίσαρι ἐν Τυρσηνίᾳ ὄντι, δείσας ὅτι λύκος ἔς τε τὸ στρατήγιον αὐτοῦ ἐσῆλθε καὶ στρατιώτας ἔφθειρεν, ἐς τὴν Ἑλλάδα αὖθις, πρόφασιν τὰ τῶν Πάρθων ὡς κατεπείγοντα ποιησάμενος, [4] ἀνέπλευσεν. πρὸς οὖν τοῦτο ὁ ‹μὲν› Καῖσαρ, εἰ καὶ τὰ μάλιστα ἐγκαταλελεῖφθαι ὑπ' αὐτοῦ, ὅπως μόνος τῷ πολέμῳ συσχεθῇ, ἐνόμιζεν, ἀλλ' οὔτι γε καὶ φανερῶς ὠργίζετο· ὁ δὲ δὴ Σέξτος ἐθρύλει τε ὡς μὴ δικαιοῦντος τοῦ Ἀντωνίου αὐτόν, καὶ προθυμότερον τῶν προκειμένων εἴχετο, καὶ τέλος τῇ τε Ἰταλίᾳ ἐπέπλει καὶ ἀποβάσεις ποιούμενος πολλὰ μὲν ἐκάκου πολλὰ δὲ καὶ ἀντέπασχε.

[5] κἀν τούτῳ ναυμαχία πρὸς Κύμῃ τοῦ τε Μενεκράτους καὶ Καλουισίου Σαβίνου γίγνεται· καὶ ἐν αὐτῇ νῆες μὲν πλείους τοῦ Καίσαρος, ἅτε πρὸς θαλασσουργοὺς ἀντικαθισταμένου, ἀπώλοντο, ὁ δὲ δὴ Μενεκράτης τῷ Μηνᾷ συμπεσὼν ἐκ φιλονεικίας καὶ φθαρεὶς ἀντίρροπον [6] τὴν συμφορὰν τῷ Σέξτῳ παρέσχε. καὶ διὰ τοῦτο οὔτε ἐκεῖνος προσεποιήσατό τι τῆς νίκης, καὶ ὁ Καῖσαρ παρεμυθεῖτο [47] [1] ἑαυτὸν τῆς ἥττης. καὶ ἔτυχε γὰρ ἐν τῷ Ῥηγίῳ τὸν χρόνον τοῦτον ὤν, δείσαντες οἱ Σέξτειοι μὴ καὶ ἐς τὴν Σικελίαν περαιωθῇ, καί τι καὶ πρὸς τὸν τοῦ Μενεκράτους θάνατον ἀθυμήσαντες, ἀπῆραν [2] ἐκ τῆς Κύμης. ὁ οὖν Σαβῖνος ἐπιδιώκων αὐτοὺς μέχρι μὲν Σκυλλαίου τοῦ τῆς Ἰταλίας ἀκρωτηρίου ἀπόνως ἦλθε· περιβάλλοντι δ' αὐτῷ ἐκεῖνο ἄνεμος μέγας προσπεσὼν πολλὰς τῶν νεῶν τὰς μὲν πρὸς τὴν ἄκραν προσήραξε, τὰς δὲ καὶ μετεώρους κατέδυσε, πάσας [3] δὲ τὰς λοιπὰς διεσκέδασε. πυθόμενος οὖν τοῦτο ὁ Σέξτος ἔπεμψεν ἐπ' αὐτὰς τὸ ναυτικόν, Ἀπολλοφάνει προστάξας. καὶ ὃς εὑρὼν τὸν Καίσαρα ταύτῃ που παραπλέοντα, ἵνα μετὰ τοῦ Σαβίνου ἐς τὴν Σικελίαν διαβάλῃ, ἐπ' αὐτὸν ᾖξε. κἀκ τούτου ἐκεῖνος τάς τε ναῦς συνορμίσας καὶ τοὺς ὁπλίτας ἐπ' αὐτῶν παρατάξας τὸ μὲν [4] πρῶτον πάνυ γενναίως αὐτὸν ἀπεκρούσατο· αἵ τε γὰρ νῆες ἀντίπρῳροι τεταγμέναι οὐδεμίαν οἱ ἀσφαλῆ ἐμβολὴν ποιήσασθαι ἐπέτρεπον, ἀλλ' οἷα καὶ παχύτεραι καὶ ὑψηλότεραι οὖσαι πλεῖον τοὺς πλησιάσαντας ἔβλαπτον, καὶ οἱ ὁπλῖται ἐς χεῖράς σφισιν ἰόντες [5] πολὺ κρείττους ἐγίγνοντο. ἔπειτα δὲ τοῦ Ἀπολλοφάνους τοὺς μὲν τραυματίας τούς τε ἀεὶ πονουμένους ἐς ἑτέρας ναῦς ἐπιτεταγμένας οἱ μετεκβιβάζοντος ἐξ ἀνακρούσεως, ἄλλους δὲ ἀκραιφνεῖς μεταλαμβάνοντος, καὶ τούς τε πρόσπλους συνεχεῖς ποιουμένου καὶ πυρφόροις βέλεσι χρωμένου, ἐτράπετο καὶ πρὸς τὴν γῆν καταφυγὼν καθωρμίσατο.

[6] καὶ ἐπειδὴ καὶ ὣς οἱ ἐναντίοι σφίσιν ἐνέκειντο, τάς τε ἀγκύρας τινὲς ἐξαίφνης ἀπέκοψαν καὶ ἐς αὐτοὺς ἀπροσδόκητοι ἀντεξώρμησαν. καὶ τοῦτό τε ἐπέσχε μὴ πάσας τὰς ναῦς τὸν Ἀπολλοφάνη τὰς μὲν καταπρῆσαι τὰς δ' ἀναδήσασθαι, καὶ ὅτι νὺξ τῷ ἔργῳ ἐπεγένετο.

[48]

[1]    τούτου δὲ τοιούτου συμβάντος, ἄνεμός τις τῇ ὑστεραίᾳ ἐξαίσιος τῷ τε Καίσαρι καὶ τῷ Σαβίνῳ καθ' ἓν ὁρμοῦσιν ἐπιπεσὼν σμικρὸν τὸ πρότερον πάθος αὐτῶν ἀπέφηνε. καὶ τὸ μὲν τοῦ [2] Σαβίνου ναυτικὸν ἧττον ἐπόνησεν· ὁ γὰρ Μηνᾶς, ἅτε ἐκ πολλοῦ θαλαττουργὸς ὤν, τόν τε χειμῶνα προείδετο καὶ ἐς τὸ πέλαγος εὐθὺς τὰς ναῦς ἀνώρμισε, καὶ αὐτὰς ἀγκύραις χαλαραῖς, ἵνα μὴ τὰ σχοινία τεινόμενα διαρραγῇ, διαλαβὼν πρὸς αὐτὸν τὸν ἄνεμον ἀντήρεττε, καὶ οὕτως οὔτε τι σχοινίον ἔτεινε καὶ ἐν τῷ αὐτῷ ἀεὶ ἔμενε, πᾶν ὅσον ὑπὸ τοῦ πνεύματος ἀπεωθεῖτο, ἐκ τῆς [3] εἰρεσίας ἀνοκωχεύων. οἱ δ' ἕτεροι, ἅτε τῇ προτεραίᾳ δεινῶς τεταλαιπωρηκότες καὶ τὰ θαλάττια μηδέπω ἀκριβῶς εἰδότες, πρός τε τὴν γῆν ἐγγὺς οὖσαν ἐξεβράσθησαν καὶ πολλὰς ναῦς ἀπέβαλον. ἥ τε νὺξ ὥσπερ πρότερον οὐκ ἐλάχιστα αὐτοῖς ἐβεβοηθήκει, οὕτω τότε ἐς τὰ μάλιστα ἐλυμήνατο· ὁ γὰρ ἄνεμος καὶ δι' αὐτῆς πολὺς γενόμενος ἀπερρήγνυ τε ἀπὸ τῶν ἀγκυρῶν τὰ σκάφη καὶ πρὸς τὰς [4] πέτρας ἐξεώθει. καὶ ἐκεῖνά τε οὕτω διώλλυτο, καὶ οἱ ναῦται οἵ τε ἐπιβάται μήτε προϊδεῖν τι ὑπὸ τοῦ σκότους μήτ' ἐπακοῦσαι διὰ τὸν θόρυβον καὶ διὰ τὴν ἠχὼ τὴν ἐκ τῶν ὀρῶν, ἄλλως τε καὶ τοῦ πνεύματος ἀντιπαταγοῦντός σφισι, δυνάμενοι μάτην προσαπώλλυντο.

[5] καὶ διὰ τοῦτο ὅ τε Καῖσαρ τῆς μὲν Σικελίας ἀπέγνω, τῆς δ' ἠπείρου τῆς παραθαλασσίας φυλακὴν ἀγαπητῶς ἐποιήσατο, καὶ ὁ Σέξτος ἔτι καὶ μᾶλλον ἤρθη, καὶ τοῦ τε Ποσειδῶνος υἱὸς ὄντως ἐπίστευεν εἶναι, καὶ στολὴν κυανοειδῆ ἐνεδύσατο, ἵππους τε, καὶ ὥς γέ τινές [6] φασι, καὶ ἄνδρας ἐς τὸν πορθμὸν ζῶντας ἐνέβαλε. καὶ αὐτὸς μὲν τὴν Ἰταλίαν ἦγε καὶ ἔφερεν, ἐς δὲ Λιβύην τὸν Ἀπολλοφάνην ἔπεμψε. καὶ τοῦτον μὲν ὁ Μηνᾶς ἐπιδιώξας καὶ καταλαβὼν ἐκάκωσε· μεθισταμένων δὲ τῶν περὶ τὴν Σικελίαν νησιωτῶν πρὸς τὸν Σέξτον ὁ Καῖσαρ τοὺς Λιπαραίους προκατέλαβε, καὶ ἔκ τε τῆς νήσου ἐξανέστησε καὶ ἐς Καμπανίαν ἐκόμισε, καὶ ἐκεῖ ἐν Νέᾳ [49] [1] πόλει κατοικεῖν μέχρις οὗ ἂν πόλεμος ᾖ ἠνάγκασε. κἀν τούτῳ πλοῖά τε κατὰ πᾶσαν ὡς εἰπεῖν τὴν Ἰταλίαν ἐναυπηγεῖτο, καὶ ἐρέτας τὰ μὲν πρῶτα παρὰ τῶν φίλων ὡς καὶ ἑκόντων διδόντων, ἔπειτα δὲ καὶ παρὰ τῶν ἄλλων τῶν τε βουλευτῶν καὶ τῶν ἱππέων τῶν τε δημοτῶν τῶν εὐπόρων δούλους συνέλεγεν, ὁπλίτας τε κατελέγετο, καὶ χρήματα παρά τε τῶν πολιτῶν καὶ παρὰ τῶν συμμάχων τῶν τε ὑπηκόων, τῶν τε ἐν τῇ Ἰταλίᾳ καὶ τῶν ἔξω πάντων, ἤθροιζε.

[2]    καὶ τόν γε ἐνιαυτὸν τοῦτόν τε καὶ ‹τὸν› ὕστερον ἔς τε τὴν ναυπηγίαν τῶν νεῶν καὶ ἐς τὴν ἄθροισιν τήν τε ἄσκησιν τῶν ἐρετῶν κατανάλωσε, αὐτὸς μὲν ἐφορῶν καὶ διατάττων ταῦτά τε καὶ τὰ ἄλλα τά τε ἐν τῇ Ἰταλίᾳ καὶ τὰ ἐν τῇ Γαλατίᾳ (κίνησις γάρ τις παρ' αὐτοῖς ἐγένετο), τῷ δ' Ἀγρίππᾳ τὴν τοῦ ναυτικοῦ παρασκευὴν [3] ἐγχειρίσας. τοὺς γὰρ Γαλάτας αὐτὸν τοὺς νεωτερίσαντας προσπολεμούμενον, ὅτεπερ καὶ τὸν Ῥῆνον δεύτερος δὴ Ῥωμαίων ἐπὶ πολέμῳ διέβη, μετεπέμψατο, καὶ τῇ τε δόσει τῶν νικητηρίων ἐτίμησε [4] καὶ ἐκπονῆσαι ἐξασκῆσαί τε τὸ ναυτικὸν ἐκέλευσε. καὶ ὅς (ὑπάτευε δὲ μετὰ Λουκίου Γάλλου) τὰ μὲν ἐπινίκια οὐκ ἔπεμψεν, αἰσχρὸν εἶναι νομίσας τοῦ Καίσαρος κακῶς πεπραγότος γαυρωθῆναι, τὸ δὲ δὴ ναυτικὸν πάνυ προθύμως ἐξειργάσατο. ἐγίγνετο μὲν γὰρ ἐν [5] πάσῃ τῇ παραθαλασσίῳ Ἰταλίᾳ τὰ σκάφη· ὡς δ' οὐδεὶς αἰγιαλὸς ἐγκαθορμίσασθαι αὐτοῖς ἀσφαλὴς εὑρίσκετο (ἀλίμενα γὰρ ἔτι καὶ τότε τὰ πλείω τῆς ἠπείρου ταύτης ἦν), ἔργον μεγαλοπρεπὲς καὶ ἐνενόησε καὶ ἐξεποίησεν, ὃ ἐγὼ διὰ πλειόνων ἐξηγησάμενος ἐκεῖνό τε ἐπιδείξω τῷ λόγῳ καὶ τἆλλα τὰ κατ' αὐτὸ νῦν ὄντα.

[50]

[1]    ἐν τῇ Κύμῃ τῇ Καμπανίδι χωρίον τι μεταξὺ Μισηνοῦ καὶ Πουτεόλων μηνοειδές ἐστιν· ὄρεσί τε γὰρ σμικροῖς καὶ ψιλοῖς, πλὴν [2] βραχέων, περιείληπται, καὶ θάλασσαν τριπλῆν κολπώδη ἔχει. ἡ μὲν γὰρ ἔξω τε καὶ πρὸς ταῖς πόλεσίν ἐστιν, ἡ δ' ὀλίγῃ διαφυῇ ἀπ' αὐτῆς διείργεται, ἄλλη ἐν αὐτῷ τῷ μυχῷ λιμνώδης ὁρᾶται. καὶ καλεῖται αὕτη μὲν Ἀουερνίς, ἡ δὲ μέση Λουκρινίς· ἡ γὰρ ἔξω, [3] τοῦ Τυρσηνικοῦ οὖσα, ἐς ἐκεῖνο καὶ τὴν ἐπωνυμίαν τελεῖ. ἐν ταύτῃ δὴ τῇ θαλάσσῃ τῇ ἐντὸς ἑκατέρας, στενοῖς τότε ἔσπλοις τὸ διεῖργον τὴν Λουκρινίδα ἀπὸ τοῦ πελάγους ἐπ' ἀμφότερα παρ' αὐτὴν τὴν ἤπειρον ὁ Ἀγρίππας συντρήσας λιμένας ναυλοχωτάτους ἀπέδειξεν.

[4] ἐργαζομένων δ' αὐτῶν εἰκών τις ὑπὲρ τῆς Ἀουερνίδος, εἴτ' οὖν τῆς Καλυψοῦς, ᾗ τὸ χωρίον ἀνατιθέασιν, ἐς ὃ καὶ τὸν Ὀδυσσέα ἐσπλεῦσαι λέγουσιν, εἴτε καὶ ἑτέρας τινὸς ἡρωίνης οὖσα, ἱδρῶτος ὥσπερ τι σῶμα ἀνθρώπινον ἀνεπλήσθη. καὶ τοῦτο μὲν ὅπῃ ποτὲ συμβαίνει, οὐκ ἔχω εἰπεῖν· τὰ δ' ἄλλα ὅσα ἐν τῷ τόπῳ ἐκείνῳ ἀξιαφήγητα [51] [1] ἐθεασάμην, φράσω. τὰ ὄρη ταῦτα πρὸς ταῖς ἔνδον θαλάσσαις ὄντα πηγὰς πυρός τε ἅμα πολλοῦ καὶ ὕδατος συμμιγοῦς ἔχει· καὶ αὐτὸ μὲν καθ' ἑαυτὸ ἑκάτερον οὐδαμοῦ εὑρίσκεται (οὔτε γὰρ πῦρ αὐτὸ οὔθ' ὕδωρ ψυχρὸν αὐτὸ φαίνεται), ἐκ δὲ δὴ τῆς ὁμιλίας [2] σφῶν τό τε ὕδωρ θερμαίνεται καὶ τὸ πῦρ ὑγραίνεται· καὶ ἐκεῖνο μὲν πρὸς τὴν θάλασσαν διὰ τῶν προπόδων ἐς τὰς δεξαμενὰς χωρεῖ, τὴν δ' ἀτμίδα αὐτοῦ ἔς τε οἰκήματα μετέωρα διὰ σωλήνων ἀνάγουσι, κἀνταῦθα αὐτῇ πυριῶνται· ὅσῳ γὰρ ἂν ἐπὶ πλεῖον ἀπό τε τῆς γῆς καὶ ἀπὸ τοῦ ὕδατος ἀναδράμῃ, ξηροτέρα γίγνεται. κατασκευαί τε οὖν περὶ ἀμφότερα πολυτελεῖς ἤσκηνται, καὶ ἔστιν ἔς τε [3] βίου διαγωγὴν καὶ ἐς ἄκεσιν ἐπιτηδειότατα. ταῦτά τε οὖν τὸ ὄρος ἐκεῖνο καὶ προσέτι καὶ γῆς φύσιν τοιάνδε παρέχεται. τοῦ πυρὸς τὸ μὲν καίειν οὐκ ἔχοντος (ὑπὸ γὰρ τῆς τοῦ ὕδατος συνουσίας πᾶν τὸ φλογῶδες αὐτοῦ σβέννυται), διακρίνειν δὲ δὴ καὶ διατήκειν τὰ προστυχόντα οἱ καὶ ὣς δυναμένου, συμβαίνει τῆς γῆς τὸ μὲν λιπαρὸν ἐκτήκεσθαι ὑπ' αὐτοῦ, τὸ δὲ τραχὺ καὶ ὀστῶδες ὡς εἰπεῖν [4] ὑπολείπεσθαι. σηραγγώδεις τε οὖν οἱ ὄγκοι ἐξ ἀνάγκης γίγνονται, καὶ αὐχμῷ μὲν δοθέντες ἐς κόνιν διαλύονται, ὕδατι δὲ σὺν κονίᾳ φυραθέντες συνίστανται, καὶ ἐφ' ὅσον γ' ἂν ἐν τῷ ὑγρῷ ὦσι, πήγνυνταί τε καὶ πετροῦνται. αἴτιον δὲ ὅτι τὸ μὲν κραῦρον αὐτῶν ὑπὸ μὲν τοῦ πυρὸς ὁμοφυοῦς οἱ ὄντος ἐπιτείνεταί τε καὶ θραύεται, τῇ δὲ δὴ συμμίξει τῆς νοτίδος ἀναψύχεται, κἀκ τούτου εἴσω διὰ [5] παντὸς συμπιληθὲν ἄλυτον γίγνεται. τοιαῦται μὲν αἱ Βαῖαί εἰσι, καὶ ἐς αὐτὰς τότε ὁ Ἀγρίππας, ἐπειδὴ τάχιστα τοὺς ἔσπλους ἐξεποίησε, τάς τε ναῦς καὶ τοὺς ἐρέτας ἤθροισε, καὶ τὰς μὲν κατέφραττε, τοὺς δὲ ἐπ' ἰκρίων ἐρέττειν ἤσκει.

[52]

[1]    οἱ δὲ ἐν τῇ Ῥώμῃ ἐταράττοντο μὲν καὶ ὑπὸ σημείων. ἄλλα τε γὰρ συχνά σφισιν ἐσηγγέλθη, καὶ ὅτι δελφῖνες πολλοὶ περὶ τὴν Ἀσπίδα τὴν τῆς Ἀφρικῆς πόλιν ἐμαχέσαντό τε ἀλλήλοις καὶ διεφθάρησαν· [2] καί τι καὶ αὐτοῦ πρὸς τῷ ἄστει αἷμα ἐκ τοῦ οὐρανοῦ ῥυὲν ὄρνιθες διεφόρησαν. ἐπειδή τε ἐν τῇ πανηγύρει τῇ τῶν Ῥωμαίων οὐδεὶς τῶν βουλευτῶν ἐν τῷ Καπιτωλίῳ, ὥσπερ εἴθιστο, [3] εἱστιάθη, ἐν τέρατος λόγῳ καὶ τοῦτ' ἔλαβον. τό τε τῇ Λιουίᾳ συμβὰν ἐκείνῃ μὲν καθ' ἡδονὴν ἐγένετο, τοῖς δ' ἄλλοις δέος ἐνεποίησε· λευκὴν γὰρ ὄρνιθα, κλωνίον δάφνης ἐγκάρπου φέρουσαν, ἀετὸς ἐς τὸν κόλπον αὐτῆς ἐνέβαλε. καὶ ἐδόκει γὰρ οὐ σμικρὸν τὸ σημεῖον εἶναι, τήν τε ὄρνιθα ἐν ἐπιμελείᾳ ἦγε καὶ τὴν δάφνην ἐφύτευσε.

[4] καὶ ἡ μὲν ῥιζωθεῖσα ηὔξησεν ὥστε καὶ τοῖς τὰ ἐπινίκια μετὰ τοῦτο πέμψασιν ἐπὶ πλεῖστον ἐξαρκέσαι, ἥ τε Λιουία ἐγκολπώσεσθαι καὶ τὴν τοῦ Καίσαρος ἰσχὺν καὶ ἐν πᾶσιν αὐτοῦ κρατήσειν ἔμελλε· [53] [1] τοὺς δὲ δὴ ἄλλους τοὺς ἐν τῇ πόλει ταῦτά τε καὶ αἱ διαλλαγαὶ τῶν ἀρχόντων ἰσχυρῶς ἐτάρασσον· οὐ γὰρ ὅπως οἵ τε ὕπατοι καὶ οἱ στρατηγοί, ἀλλὰ καὶ οἱ ταμίαι ἐπ' ἀλλήλοις ἀντικαθίσταντο, [2] καὶ τοῦτ' ἐπὶ χρόνον ἐγένετο. αἴτιον δὲ ὅτι πάντες οὐχ οὕτως ἵν' οἴκοι ἐπὶ πλεῖον ἄρξωσιν, ὡς ἵνα ἐν τοῖς ἄρξασιν ἀριθμῶνται καὶ ἀπ' αὐτοῦ καὶ τὰς τιμὰς καὶ τὰς δυνάμεις τὰς ἔξω λαμβάνωσιν ἐσπούδαζον. οὔκουν οὐδὲ ἐς ῥητὸν ἔτι τινὲς χρόνον ᾑροῦντο, ἀλλ' ὥστε ἐπιβῆναί τε τοῦ ὀνόματος τῆς ἀρχῆς καὶ ἀποστῆναι ὅταν τοῖς [3] τὸ κράτος ἔχουσι δόξῃ· καὶ πολλοί γε ἐπὶ τῆς αὐτῆς ἡμέρας ἑκάτερον ἔπραξαν. εἰσὶ δὲ οἳ καὶ παντάπασι τὰς ἀρχὰς ὑπὸ πενίας ἐγκατέλιπον· τῶν γὰρ σὺν τῷ Σέξτῳ τότε ὄντων, ὡς καὶ κατὰ [4] δίκην δή τινα ἀτιμασθέντων, οὐ μνημονεύω. βουλευομένου δ' οὖν καὶ Μάρκου τινὸς Ὀππίου ἀγορανομίας ὑπ' ἀπορίας (ἐκ γὰρ τῶν ἐπικεκηρυγμένων καὶ αὐτὸς καὶ ὁ πατὴρ αὐτοῦ ἦν) ἐκστῆναι τὸ πλῆθος οὐκ ἐπέτρεψεν, ἀλλ' ἔς τε τὰ ἄλλα τὰ πρὸς τὸν βίον ἀναγκαῖα καὶ ἐς τὸ τῆς ἀρχῆς ἀνάλωμα ἀργύριον αὐτῷ συνεσήνεγκε.

[5] καὶ λόγος γε ἔχει καὶ τῶν κακούργων τινὰς ἐς αὐτὸ τὸ θέατρον ἐν προσωπείοις, ὡς καὶ ὑποκρινουμένους τι, ἐσελθόντας συγκαταβαλεῖν τὰ χρήματα. καὶ ὁ μὲν οὕτω ζῶν τε ὑπὸ τοῦ ὁμίλου ἠγαπήθη, καὶ ἀποθανὼν οὐ πολλῷ ὕστερον ἔς τε τὸ Ἄρειον πεδίον ἐκομίσθη [6] καὶ ἐκεῖ καὶ ἐκαύθη καὶ ἐτάφη· ἡ δὲ δὴ βουλὴ ἀγανακτήσασα τῇ πάσῃ τοῦ πλήθους περὶ αὐτὸν σπουδῇ τὰ ὀστᾶ αὐτοῦ, ὡς οὐχ ὁσίως ἐν τῷ ἱερῷ χωρίῳ κείμενα, ἀνείλετο, πεισθεῖσα τοῖς ποντίφιξι, καίπερ πολλοὺς ἄλλους ἐν αὐτῷ καὶ πρότερον καὶ μετὰ ταῦτα θάψασα.

[54]

[1]    κἀν τῷ αὐτῷ τούτῳ χρόνῳ καὶ ὁ Ἀντώνιος ἦλθε μὲν ἐς τὴν Ἰταλίαν αὖθις ἐκ τῆς Συρίας, πρόφασιν μὲν ὡς καὶ τοῦ Σεξτείου πολέμου διὰ τὰς τοῦ Καίσαρος συμφορὰς μεθέξων, οὐ μέντοι καὶ [2] παρέμεινεν αὐτῷ, ἀλλ' ἅτε ἐς κατασκοπὴν αὐτοῦ μᾶλλον ἢ καὶ ἔργου τινὸς ἕνεκα ἀφιγμένος, ἐκείνῳ μὲν ναῦς ἔδωκε καὶ ἑτέρας πέμψειν ὑπέσχετο, ἀνθ' ὧν ὁπλίτας ἀντέλαβεν, αὐτὸς δὲ ὡς καὶ [3] ἐπὶ τοὺς Πάρθους στρατεύσων ἀπῆρε. πρὶν δὲ ἢ ἀποπλεῖν αὐτὸν ᾐτιάσαντο ἀλλήλους, πρότερον μὲν διὰ τῶν ἑταίρων, ἔπειτα δὲ καὶ δι' ἑαυτῶν· καὶ οὐ γάρ πω σχολὴν πολεμῆσαί σφισιν ἦγον, συνηλλάγησαν τρόπον τινά, τῆς Ὀκταουίας ὅτι μάλιστα τοῦτο πρασσούσης.

[4] καὶ ὅπως γε πλείοσι τοῖς τῆς συγγενείας συνδέσμοις συνέχοιντο, ὅ τε Καῖσαρ Ἀντύλλῳ τῷ τοῦ Ἀντωνίου υἱεῖ τὴν θυγατέρα, καὶ ἐκεῖνος τῷ Δομιτίῳ, καίτοι τοῦ Καίσαρος σφαγεῖ τε γενομένῳ καὶ ἐν τοῖς ἀπολουμένοις ἐκτεθέντι, τὴν ἑαυτοῦ τὴν ἐκ τῆς Ὀκταουίας [5] οἱ γεννηθεῖσαν ἠγγύησε. ταῦτά τε ἅμα πρὸς ἀλλήλους ἐπλάσσοντο· οὐ γάρ που καὶ ποιήσειν τι αὐτῶν ἤμελλον, ἀλλ' ἐς τὴν χρείαν τῶν παρόντων σφίσι πραγμάτων ὑπεκρίνοντο. ἀμέλει καὶ τὴν Ὀκταουίαν αὐτὴν εὐθὺς ἐκ τῆς Κερκύρας ὁ Ἀντώνιος ἐς τὴν Ἰταλίαν, ἵνα δὴ μὴ συγκινδυνεύσῃ οἱ τοῖς Πάρθοις πολεμοῦντι, ἀπέπεμψεν.

[6] οὐ μὴν ἀλλ' ἔν γε τῷ τότε ἐκεῖνά τε οὕτως ἔπραξαν, καὶ τὸν μὲν Σέξτον τῆς τε ἱερωσύνης ἅμα καὶ τῆς ὑπατείας ἐς ἣν ἀπεδέδεικτο ἔπαυσαν, ἑαυτοῖς δὲ τὴν ἡγεμονίαν ἐς ἄλλα ἔτη πέντε, ἐπειδὴ τὰ πρότερα ἐξεληλύθει, ἐπέτρεψαν. καὶ μετὰ τοῦτο Ἀντώνιος μὲν ἐς [7] τὴν Συρίαν ἠπείγετο, Καῖσαρ δὲ ἐς τὸν πόλεμον καθίστατο. καὶ τὰ μὲν ἄλλα κατὰ γνώμην αὐτῷ ἐχώρει, ὁ δὲ δὴ Μηνᾶς ἄπιστός τε φύσει ὢν καὶ τὰ τοῦ κρείττονος ἀεὶ θεραπεύων, καὶ προσέτι καὶ ἀγανακτήσας ὅτι μηδεμίαν ἀρχὴν εἶχεν ἀλλὰ τῷ Σαβίνῳ ὑπετέτακτο, πρὸς τὸν Σέξτον αὖθις ηὐτομόλησεν.