Ἱέρωνά φασι τὸν Συρακόσιον φιλέλληνα γενέσθαι καὶ τιμῆσαι παιδείαν ἀνδρειότατα. καὶ ὡς ἦν προχειρότατος ἐς τὰς εὐεργεσίας λέγουσι· προθυμότερον γὰρ αὐτόν φασι χαρίζεσθαι ἢ τοὺς αἰτοῦντας λαμβάνειν. ἦν δὲ καὶ τὴν ψυχὴν ἀνδρειότατος. ἀβασανίστως δὲ καὶ τοῖς ἀδελφοῖς συνεβίωσε τρισὶν οὖσι, πάνυ σφόδρα ἀγαπήσας αὐτοὺς καὶ ὑπ' αὐτῶν φιληθεὶς ἐν τῷ μέρει. τούτῳ φασὶ καὶ Σιμωνίδης συνεβίωσε καὶ Πίνδαρος, καὶ οὐκ ὤκνησέ γε Σιμωνίδης βαρὺς ὢν ὑπὸ γήρως πρὸς αὐτὸν ἀφικέσθαι· ἦν μὲν γὰρ καὶ φύσει φιλάργυρος ὁ Κεῖος, προύτρεπε δὲ αὐτὸν καὶ πλέον ἡ τοῦ Ἱέρωνος φιλοδωρία φασίν.
[2] Ὅτι ἐν Αἰγίνῃ ἐξ Ὀλυμπίας αὐθημερὸν διηγγέλη ἡ νίκη τοῦ Ταυροσθένους τῷ πατρὶ αὐτοῦ ὑπὸ φάσματός φασιν. ἄλλοι δέ φασι περιστερὰν τὸν Ταυροσθένην ἐπαγαγέσθαι ἀπολιποῦσαν τοὺς ἑαυτῆς νεοττοὺς ὑγροὺς ἔτι καὶ ἀπτῆνας, νικήσαντα δὲ ἀφεῖναι τὴν πελειάδα, προσάψαντα πορφύραν αὐτῇ· τὴν δὲ ἐπειγομένην πρὸς τοὺς νεοττοὺς ἀπαυθημερίσαι ἐκ Πίσης ἐς Αἴγιναν.
[3] Ὅτι διέθρυπτε τοὺς ἑταίρους Ἀλέξανδρος, τρυφᾶν ἐπιχωρῶν αὐτοῖς, εἴ γε καὶ Ἄγνων χρυσοῦς ἥλους ἐν ταῖς κρηπῖσιν ἐφόρει. Κλεῖτος δὲ εἴποτε μέλλοι τισὶ χρηματίζειν, ἐπὶ πορφυρῶν εἱμάτων βαδίζων τοὺς δεομένους προσίετο. Περδίκκᾳ δὲ καὶ Κρατερῷ φιλογυμναστοῦσιν ἠκολούθουν διφθέραι σταδιαῖαι τὸ μέγεθος, ὑφ' αἷς περιλαμβάνοντες τόπον εὐμεγέθη ἐν ταῖς καταστρατοπεδείαις ἐγυμνάζοντο. εἵπετο δὲ αὐτοῖς καὶ πολλὴ κόνις δι' ὑποζυγίων ἐς τὰ γυμνάσια λυσιτελὴς οὖσα. Λεοννάτῳ δὲ καὶ Μενελάῳ φιλοθηροῦσιν αὐλαῖαι σταδίων ἑκατὸν ἠκολούθουν. αὐτῷ δὲ Ἀλεξάνδρῳ ἡ μὲν σκηνὴ ἦν κλινῶν ἑκατόν, χρυσοῖ δὲ κίονες πεντήκοντα διειλήφεσαν αὐτὴν καὶ τὸν ὄροφον αὐτῆς ἀνεῖχον, αὐτὸς δὲ ὁ ὄροφος διάχρυσος ἦν καὶ ἐκπεπόνητο ποικίλμασι πολυτελέσι. καὶ πρῶτοι μὲν Πέρσαι πεντακόσιοι οἱ καλούμενοι μηλοφόροι περὶ αὐτὴν ἐντὸς εἱστήκεσαν, πορφυρᾶς καὶ μηλίνας ἠσθημένοι στολάς· ἐπ' αὐτοῖς δὲ τοξόται χίλιοι, φλόγινα ἐνδεδυκότες καὶ ὑσγινοβαφῆ· πρὸ δὲ τούτων οἱ ἀργυράσπιδες πεντακόσιοι Μακεδόνες. ἐν μέσῃ δὲ τῇ σκηνῇ χρυσοῦς ἐτίθετο δίφρος, καὶ ἐπ' αὐτῷ καθήμενος Ἀλέξανδρος ἐχρημάτιζε, περιεστώτων αὐτῷ πανταχόθεν τῶν σωματοφυλάκων. περιῄει δὲ τὴν σκηνὴν περίβολος, ἔνθα ἦσαν Μακεδόνες χίλιοι καὶ Πέρσαι μύριοι. καὶ οὐδεὶς ἐτόλμα ῥᾳδίως προσελθεῖν αὐτῷ· πολὺ γὰρ ἦν τὸ ἐξ αὐτοῦ δέος ἀρθέντος ὑπὸ φρονήματος καὶ τύχης ἐς τυραννίδα.
[4] Πολυκράτης ὁ Σάμιος ἐν Μούσαις ἦν, καὶ Ἀνακρέοντα ἐτίμα τὸν Τήιον καὶ διὰ σπουδῆς ἦγε, καὶ ἔχαιρεν αὐτῷ καὶ τοῖς ἐκείνου μέλεσιν. οὐκ ἐπαινῶ δὲ αὐτοῦ τὴν τρυφήν. Ἀνακρέων ἐπῄνεσε Σμερδίην θερμότερον τὰ παιδικὰ Πολυκράτους, εἶτα ἥσθη τὸ μειράκιον τῷ ἐπαίνῳ, καὶ τὸν Ἀνακρέοντα ἠσπάζετο σεμνῶς εὖ μάλα, ἐρῶντα τῆς ψυχῆς, ἀλλ' οὐ τοῦ σώματος. μὴ γάρ τις ἡμῖν διαβαλλέτω πρὸς θεῶν τὸν ποιητὴν τὸν Τήιον, μηδ' ἀκόλαστον εἶναι λεγέτω. ἐζηλοτύπησε δὲ Πολυκράτης ὅτι τὸν Σμερδίην ἐτίμησε, καὶ ἑώρα τὸν ποιητὴν ὑπὸ τοῦ παιδὸς ἀντιφιλούμενον· καὶ ἀπέκειρε τὸν παῖδα ὁ Πολυκράτης, ἐκεῖνον μὲν αἰσχύνων, οἰόμενος δὲ λυπεῖν Ἀνακρέοντα. ὃ δὲ οὐ προσεποιήσατο αἰτιᾶσθαι τὸν Πολυκράτη σωφρόνως καὶ ἐγκρατῶς, μετήγαγε δὲ τὸ ἔγκλημα ἐπὶ τὸ μειράκιον ἐν οἷς ἐπεκάλει τόλμαν αὐτῷ καὶ ἀμαθίαν ὁπλισαμένῳ κατὰ τῶν ἑαυτοῦ τριχῶν. τὸ δὲ ᾆσμα τὸ ἐπὶ τῷ πάθει τῆς κόμης Ἀνακρέων ᾀσάτω· ἐμοῦ γὰρ αὐτὸς ἄμεινον ᾄσεται.
[5] Θεμιστοκλῆς Ἱέρωνα ἥκοντα ἐς Ὀλυμπίαν Ὀλυμπίων ἀγομένων ἵππους ἄγοντα εἶρξε τῆς ἀγωνίας εἰπὼν τὸν μὴ μεταλαβόντα τοῦ μεγίστου τῶν κινδύνων τῶν πανηγύρεων μεταλαμβάνειν μὴ δεῖν· καὶ ἐπῃνέθη Θεμιστοκλῆς.
[6] Ὅτι Περικλῆς ἐν τῷ λοιμῷ τοὺς παῖδας ἀποβαλὼν ἀνδρειότατα τὸν θάνατον αὐτῶν ἤνεγκε, καὶ πάντας Ἀθηναίους εὐθυμότερον ἔπεισε τοὺς τῶν φιλτάτων θανάτους φέρειν.
[7] Ἡ Ξανθίππη ἔφη μυρίων μεταβολῶν τὴν πόλιν καὶ αὐτοὺς κατασχουσῶν ἐν πάσαις ὅμοιον τὸ Σωκράτους πρόσωπον καὶ προϊόντος ἐκ τῆς οἰκίας καὶ ἐπανιόντος θεάσασθαι· ἥρμοστο γὰρ πρὸς πάντα ἐπιεικῶς, καὶ ἦν ἵλεως ἀεὶ τὴν διάνοιαν καὶ λύπης ὑπεράνω πάσης καὶ φόβου κρείττων παντός.
[8] Ὁ νέος Διονύσιος ἐς τὴν τῶν Λοκρῶν πόλιν παριὼν (εἴ γε Δωρὶς ἡ μήτηρ αὐτοῦ Λοκρὶς ἦν) οἶκον τῶν ἐν τῇ πόλει τὸν μέγιστον καταλαμβάνων, ῥόδοις καὶ ἑρπύλλοις καὶ ἄλλοις ἄνθεσι καταστρωννὺς τὰς τῶν Λοκρῶν θυγατέρας μετεπέμπετο, καὶ συνῆν αὐταῖς ἀκολαστότατα. ὑπὲρ δὴ τούτου ἔτισε δίκην· ἐπειδὴ γὰρ αὐτοῦ ἡ τυραννὶς κατελύθη ὑπὸ Δίωνος, ἐνταῦθα οἱ Λοκροὶ τὴν γυναῖκα τοῦ Διονυσίου καὶ τὰς θυγατέρας κατεπόρνευσαν, καὶ ἀνέδην αὐταῖς ἐνύβριζον πάντες, μάλιστα οἱ προσήκοντες ταῖς παρθένοις ταῖς ὑπὸ Διονυσίου διεφθαρμέναις. ἡνίκα δὲ διακορεῖς ἐγένοντο ὑβρίζοντες, κεντοῦντες αὐτὰς ὑπὸ τοῖς ὄνυξι τοῖς τῶν χειρῶν βελόναις ἀπέκτειναν. τὰ δὲ ὀστᾶ κατέκοψαν ἐν ὅλμοις, καὶ τὰ κρέα τῶν ὀστῶν ἀφελόντες ἐπηράσαντο τοῖς μὴ γευσαμένοις αὐτῶν· εἰ δέ τι περιελείφθη ἐξ αὐτῶν, κατεπόντωσαν. ὃ δὲ ἐν Κορίνθῳ πολλαῖς καὶ ποικίλαις χρησάμενος βίου μεταβολαῖς διὰ τὴν ὑπερβάλλουσαν ἀπορίαν, τελευταῖον δὲ μητραγυρτῶν καὶ κρούων τύμπανα καὶ καταυλούμενος τὸν βίον κατέστρεψεν.
[9] Δημήτριος ὁ Πολιορκητὴς ᾕρει τὰς πόλεις, καὶ τῇ ἑαυτοῦ τρυφῇ καταχρώμενος χίλια καὶ διακόσια τάλαντα πρόσοδον ἑαυτῷ περιεποιήσατο καθ' ἕκαστον ἔτος, καὶ ἐκ τούτων ὀλίγα μὲν ἐς τὸ στρατόπεδον ἐδαπάνα, τὰ δὲ λοιπὰ ἐς τὴν ἀκολασίαν τὴν ἑαυτοῦ. μύροις τε ἐρραίνετο αὐτῷ τὸ δάπεδον καὶ καθ' ἑκάστην ἔτους ὥραν τὰ ἐνακμάζοντα τῶν ἀνθῶν ὑπεσπείρετο αὐτῷ, ἵνα κατ' αὐτῶν βαδίζῃ. ἦν δὲ καὶ πρὸς γυναῖκας ἀκόλαστος, καὶ νεανικοῖς ἔρωσιν ἐπεχείρει. ἔμελε δὲ αὐτῷ καὶ καλῷ εἶναι εὐθετίζοντι τὴν τρίχα καὶ ξανθιζομένῳ καὶ ὑπαλειφομένῳ τὸ πρόσωπον παιδέρωτι. καὶ τοῖς ἄλλοις δὲ ἐχρίετο ἀλείμμασι, προσφιλοτιμούμενος τῇ ῥᾳθυμίᾳ.
[10] Ὁ Πλάτων, νοσεροῦ χωρίου λεγομένου εἶναι τῆς Ἀκαδημείας, καὶ συμβουλευόντων αὐτῷ τῶν ἰατρῶν ἐς τὸ Λύκειον μετοικῆσαι, οὐκ ἠξίωσεν εἰπὼν 'ἀλλ' ἔγωγε οὐκ ἂν οὐδὲ ἐς τὰ τοῦ Ἄθω μετῴκησα ἂν ὑπὲρ τοῦ μακροβιώτερος γενέσθαι.
[11] Παρράσιος ὁ ζωγράφος ὅτι μὲν πορφυρίδα ἐφόρει καὶ χρυσοῦν στέφανον περιέκειτο μαρτυροῦσι καὶ ἄλλοι καὶ τὰ ἐπιγράμματα δὲ ἐπὶ πολλῶν εἰκόνων αὐτοῦ· ἠγωνίσατο δέ ποτε ἐν Σάμῳ, συνέτυχε δὲ ἀντιπάλῳ οὐ κατὰ πολὺ ἐνδεεστέρῳ αὐτοῦ εἶτα ἡττήθη. τὸ δὲ ἐπίγραμμα ἦν αὐτῷ ὁ Αἴας ὑπὲρ τῶν ὅπλων τῶν Ἀχιλλέως ἀγωνισάμενος πρὸς τὸν Ὀδυσσέα. ἡττηθεὶς δὲ εὖ μάλα ἀστείως ἀπεκρίνατο πρὸς τὸν συναχθόμενον αὐτῷ τῶν ἑταίρων ὁ Παρράσιος· ἔφη γὰρ αὐτὸς μὲν ὑπὲρ τῆς ἥττης ὀλίγον φροντίζειν, συνάχθεσθαι δὲ τῷ παιδὶ τοῦ Τελαμῶνος δεύτερον τοῦτο ὑπὲρ τῶν αὐτῶν ἡττηθέντι. κατεῖχε δὲ καὶ σκίπωνα χρυσᾶς ἕλικας ἔχοντα περιερπούσας, χρυσοῖς τε ἀνασπάστοις ἐπέσφιγγε τοὺς ἀναγωγέας τῶν βλαυτῶν. φασὶ δὲ αὐτὸν μήτε ἄκοντα μήτε ἐπιπόνως τὰ ἐν τῇ τέχνῃ χειρουργεῖν, πάνυ δὲ εὐθύμως καὶ ῥᾳδίως· καὶ γὰρ καὶ ᾖδε καὶ ὑποκινυρόμενος τὸν κάματον τὸν ἐκ τῆς ἐπιστήμης ἐπειρᾶτο ἐπελαφρύνειν. λέγει δὲ ταῦτα Θεόφραστος.
[12] Ὅτι Ῥωμαῖοι Ἀλκαῖον καὶ Φιλίσκον τοὺς Ἐπικουρείους ἐξέβαλον τῆς πόλεως, ὅτι πολλῶν καὶ ἀτόπων ἡδονῶν ἐσηγηταὶ τοῖς νέοις ἐγένοντο. καὶ Μεσσήνιοι δὲ ἐξέωσαν τοὺς Ἐπικουρείους.
[13] Διονύσιον τὸν Ἡρακλεώτην, Κλεάρχου τοῦ τυράννου υἱόν, ἀκούω ἐκ τῆς καθ' ἡμέραν ἀδηφαγίας καὶ τρυφῆς λαθεῖν ἑαυτὸν ὑπερσαρκήσαντα καὶ καταπιανθέντα. τὰ ἐπίχειρα γοῦν τοῦ κατὰ τὸ σῶμα μεγέθους καὶ τοῦ περὶ τὰς σάρκας ὄγκου ἐκαρπώσατο δύσπνοιαν. φάρμακον οὖν αὐτῷ τοῦδε τοῦ πάθους συνέταξάν φασιν οἱ ἰατροὶ βελόνας λεπτὰς κατασκευάσαι μηκίστας εἶτα ταύτας διὰ τῶν πλευρῶν καὶ τῆς κοιλίας διωθεῖν, ὅταν ἐς ὕπνον τύχῃ βαθύτερον ἐμπεσών. ἦν δὲ ἄρα τοῦτο ἐπιμελὲς ἐκείνοις δρᾶν, ἔστε ὅλη διὰ τῆς πεπωρωμένης καὶ τρόπον τινὰ ἀλλοτρίας αὐτοῦ σαρκὸς διεῖρπεν ἡ βελόνη· ἀλλ' ἐκεῖνός γε ἔκειτο λίθου διαφέρων οὐδέν. εἰ δὲ ἀφίκετο τὸ βέλος ἔνθα λοιπὸν ἦν αὐτῷ τὸ σῶμα ἐρρωμένον καὶ ἴδιον, ἀλλ' οὐκ ἐκ τῆς ἄγαν πιμελῆς ἀλλότριον, τηνικαῦτα καὶ ἐκεῖνος ᾐσθάνετο, καὶ ἠγείρετο ἐκ τοῦ ὕπνου. τοὺς δὲ χρηματισμοὺς ἐποιεῖτο τοῖς βουλομένοις αὐτῷ προσιέναι, κιβωτὸν τοῦ σώματος προβαλλόμενος. οἳ δὲ οὐ κιβωτόν φασιν ἀλλὰ πυργίσκον, ἵνα τὰ μὲν λοιπὰ αὐτοῦ μέρη ἀποκρύπτοιτο, τὸ δὲ πρόσωπον μόνον ὑπερέχων διαλέγοιτο, πονηράν, ὦ θεοί, ταύτην ἐκεῖνος τὴν στολὴν περιαμπεχόμενος, καὶ θηρίου φρουρὰν μᾶλλον ἢ ἀνθρώπου ἐσθῆτα.
[14] Φιλητᾶν λέγουσι τὸν Κῷον λεπτότατον γενέσθαι τὸ σῶμα. ἐπεὶ τοίνυν ἀνατραπῆναι ῥᾴδιος ἦν ἐκ πάσης προφάσεως, μολίβδου φασὶ πεποιημένα εἶχεν ἐν τοῖς ὑποδήμασι πέλματα, ἵνα μὴ ἀνατρέπηται ὑπὸ τῶν ἀνέμων, εἴ ποτε σκληροὶ κατέπνεον. εἰ δὲ ἦν οὕτως ἀδύνατος, ὥστε μὴ ἀντέχειν πνεύματι, πῶς οἷός τε ἦν τοσοῦτον φορτίον ἐπάγεσθαι; ἐμὲ μὲν οὖν τὸ λεχθὲν οὐ πείθει· ὃ δὲ ἔγνων ὑπὲρ τοῦ ἀνδρός, τοῦτο εἶπον.
[15] Ὅτι ποιητικῆς ἁπάσης Ἀργεῖοι τὰ πρῶτα Ὁμήρῳ ἔδωκαν, δευτέρους δὲ αὐτοῦ ἔταττον πάντας. ποιοῦντες δὲ θυσίαν, ἐπὶ ξένια ἐκάλουν τὸν Ἀπόλλωνα καὶ Ὅμηρον. λέγεται δὲ κἀκεῖνο πρὸς τούτοις, ὅτι ἄρα ἀπορῶν ἐκδοῦναι τὴν θυγατέρα, ἔδωκεν αὐτῇ προῖκα ἔχειν τὰ ἔπη τὰ Κύπρια. καὶ ὁμολογεῖ τοῦτο Πίνδαρος.
[16] Τὴν Ἰταλίαν ᾤκησαν πρῶτοι Αὔσονες αὐτόχθονες. πρεσβύτατον δὲ γενέσθαι Μάρην τινὰ καλούμενον, οὗ τὰ μὲν ἔμπροσθεν λέγουσιν ἀνθρώπῳ ὅμοια, τὰ κατόπισθεν δὲ ἵππῳ· αὐτὸ δὲ τοὔνομα εἰς τὴν Ἑλλάδα φασὶν ἱππομιγὴς δύναται. δοκεῖ δέ μοι πρῶτος ἵππον ἀναβῆναι καὶ ἐμβαλεῖν αὐτῷ χαλινόν, εἶτα ἐκ τούτου διφυὴς πιστευθῆναι. μυθολογοῦσι δὲ αὐτὸν καὶ βιῶναι ἔτη τρία καὶ εἴκοσι καὶ ἑκατόν, καὶ ὅτι τρὶς ἀποθανὼν ἀνεβίω τρίς· ἐμοὶ δὲ οὐ πιστὰ δοκοῦσιν. ὅτι τὴν Ἰταλίαν φασὶν οἰκῆσαι ἔθνη πάμπολλα καὶ ὅσα οὐκ ἄλλην γῆν. τὸ δὲ αἴτιον, διὰ τὴν τῶν ὡρῶν εὐκρασίαν καὶ τὴν τῆς χώρας ἀρετὴν καὶ τὸ ἔνυδρον αὐτῆς καὶ τὸ πάμφορον καὶ τὸ εὔβοτον καὶ ὅτι ποταμοῖς ἐστι κατάρρυτος καὶ ὅτι θάλαττα ἀγαθὴ παράκειται αὐτῇ ὅρμοις πανταχόθεν διειλημμένη καὶ καταγωγαῖς ἀφθόνοις καὶ κατάρσεσιν. ἀλλὰ καὶ τὸ τῶν οἰκητόρων ἥμερον καὶ πρᾶον ἐπῆρε πολλοὺς ἐς τὴν μετοίκησιν. καὶ ὅτι πόλεις ᾤκησαν τὴν Ἰταλίαν πάλαι ἑπτὰ καὶ ἐνενήκοντα καὶ ἑκατὸν πρὸς ταῖς χιλίαις.
[17] Κουφότητα ἔοικε κατηγορεῖν οὗτος ὁ λόγος ὁ λέγων περὶ Δημοσθένους ὅτι ἄρα τύφου αὐτὸν ὑπεπλήρουν καὶ οἱ ὑδροφοροῦντες, εἴ ποτε παριόντος αὐτοῦ ὑπὲρ αὐτοῦ τι ψιθυρίσαιεν. ὃς γὰρ καὶ ὑπ' ἐκείνων ἐκουφίζετο καὶ ἐπαιρόμενος ἦν δῆλος, τίς ἦν, εἴ ποτε ὑπὸ τῆς ἐκκλησίας ἐκροτήθη.
[18] Θεμιστοκλῆς ὁ Νεοκλέους ἑαυτὸν εἴκαζε ταῖς δρυσί, λέγων ὅτι καὶ ἐκείνας ὑπέρχονται οἱ ἄνθρωποι, καὶ δέονται αὐτῶν, εἰ ὕοι, στέγην τὴν ἐκ τῶν κλάδων ποθοῦντες· ὅταν δὲ οὔσης εὐδίας παρίωσι, τίλλουσιν αὐτὰς καὶ περικλῶσιν. καὶ αὐτὸς οὖν ἔλεγεν ὑπὸ τοῦ δήμου τὰ αὐτὰ πάσχειν.
Ὁ δὲ αὐτὸς ἔλεγεν, εἴ μοί τις ὁδοὺς δύο δείξειε, τὴν μὲν ἐς ᾅδου φέρουσαν, τὴν δὲ ἐπὶ τὸ βῆμα, ἥδιον ἂν τὴν ἑτέραν ἦλθον τὴν εὐθὺ τοῦ ᾅδου.
[19] Ἠρίστα ποτὲ Διογένης ἐν καπηλείῳ, εἶτα παριόντα Δημοσθένη ἐκάλει. τοῦ δὲ μὴ ὑπακούσαντος 'αἰσχύνῃ' ἔφη, 'Δημόσθενες, παρελθεῖν ἐς καπηλεῖον; καὶ μὴν ὁ κύριός σου καθ' ἑκάστην ἡμέραν ἐνθάδε ἔσεισι,' τοὺς δημότας λέγων καὶ τοὺς καθ' ἕνα· δηλῶν ὅτι οἱ δημηγόροι καὶ οἱ ῥήτορες δοῦλοι τοῦ πλήθους εἰσί.
[20] Πλέων Ἀρίστιππος χειμῶνος ἐπιγενομένου πάνυ σφόδρα ἐταράττετο. ἔφη δέ τις τῶν συμπλεόντων 'ὦ Ἀρίστιππε, καὶ σὺ δέδοικας, ὡς οἱ πολλοί;' ὃ δὲ 'καὶ μάλα γε εἰκότως· ὑμῖν μὲν γὰρ περὶ κακοδαίμονός ἐστι βίου ἡ σπουδὴ καὶ ὁ νῦν κίνδυνος, ἐμοὶ δὲ περὶ εὐδαίμονος.'
[21] Θηραμένης ἔτυχεν ἐν οἰκίᾳ τινὶ διατρίβων, εἶτα ἐπεὶ προῆλθεν αὐτῆς, παραχρῆμα ἐκείνη κατηνέχθη. οἱ μὲν οὖν Ἀθηναῖοι ἄλλοι ἀλλαχόθεν αὐτῷ περιφύντες συνήδοντο ἐπὶ τῇ σωτηρίᾳ τῇ παραδόξῳ, ὃ δὲ παρὰ τὴν πάντων ἐλπίδα ἀπεκρίνατο 'ὦ Ζεῦ, ἐς τίνα με καιρὸν φυλάττεις;' καὶ μετ' οὐ πολὺν χρόνον ὑπὸ τῶν τριάκοντα ἀνῃρέθη, πιεῖν κώνειον κατακριθείς.
[22] Λέγουσι τοὺς Πυθαγορείους πάνυ σφόδρα περὶ τὴν ἰατρικὴν σπουδάσαι τέχνην. καὶ Πλάτων δὲ φροντίδα ἐς αὐτὴν ἔσχε πλείστην καὶ Ἀριστοτέλης ὁ Νικομάχου καὶ ἄλλοι πολλοί.
[23] Ἀριστοτέλης ἐνόσει ποτέ. προσέταξε δὲ αὐτῷ ὁ ἰατρὸς πρόσταγμά τι. καὶ ἐκεῖνος 'μήτε ὡς βοηλάτην με' ἔφη 'θεράπευε μήτε ὡς σκαπανέα, ἀλλὰ διδάξας πρότερον τὴν αἰτίαν, οὕτως ἕξεις ἕτοιμον πρὸς τὸ πείθεσθαι,' διδάσκων ἐκ τούτων μηδὲν χωρὶς αἰτίας προσφέρειν.
[24] Σμινδυρίδης ὁ Συβαρίτης ἐς τοσοῦτον τρυφῆς ἐξώκειλε (καὶ γάρ τοι Συβαρίταις πᾶσιν ἔργον ἦν τρυφᾶν καὶ τῷ βίῳ διαρρεῖν, ὁ δὲ Σμινδυρίδης καὶ πλέον)· φύλλοις ῥόδων γοῦν ἐπαναπεσὼν καὶ κοιμηθεὶς ἐπ' αὐτῶν ἐξανέστη λέγων φλυκταίνας ἐκ τῆς εὐνῆς ἔχειν. σχολῇ γ' ἂν οὗτος ἐπὶ χαμεύνης κατεκλίθη ἢ στιβάδος ἢ πόας ἐν προσάντει πεφυκυίας ἢ ταύρου δορᾶς, ὡς ὁ Διομήδης, πρεπούσης στρατιώτῃ σκληρῷ καὶ γενναίῳ.
ὑπὸ δ' ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο.
[25] Πεισίστρατος ὅτε τῆς ἀρχῆς ἐγκρατὴς ἐγένετο, μετεπέμπετο τοὺς ἐν ταῖς ἀγοραῖς ἀποσχολάζοντας, καὶ ἐπυνθάνετο τί δή ποτε εἴη τὸ αἴτιον τοῦ ἀλύειν αὐτούς. καὶ ἐπέλεγεν 'εἰ μέν σοι τέθνηκε ζεῦγος, παρ' ἐμοῦ λαβὼν ἄπιθι καὶ ἐργάζου· εἰ δὲ ἀπορεῖς σπερμάτων, παρ' ἐμοῦ σοι γενέσθω,' δεδιὼς μὴ ἡ σχολὴ τούτων ἐπιβουλὴν τέκῃ.
[26] Ζήνωνα τὸν Κιτιέα δι' αἰδοῦς ἄγαν καὶ σπουδῆς ἦγεν Ἀντίγονος ὁ βασιλεύς. καί ποτε οὖν ὑπερπλησθεὶς οἴνου ἐπεκώμασε τῷ Ζήνωνι, καὶ φιλῶν αὐτὸν καὶ περιβάλλων ἅτε ἔξοινος ὢν ἠξίου τι αὐτὸν προστάξαι, ὀμνὺς καὶ νεανιευόμενος σὺν ὅρκῳ μὴ ἀτυχήσειν τῆς αἰτήσεως. ὃ δὲ λέγει αὐτῷ 'πορευθεὶς ἔμεσον,' σεμνῶς ἅμα καὶ μεγαλοφρόνως τὴν μέθην ἐλέγξας καὶ φεισάμενος αὐτοῦ, μήποτε διαρραγῇ ὑπὸ πλησμονῆς.
[27] Ἀνδρὶ Λακωνικῷ μὲν χωριτικῷ δὲ ἐπέπληξέ τις πενθοῦντι πάνυ σφόδρα ἐκθύμως. ὃ δὲ ἀπλάστως ἀπεκρίνατο 'τί πάθω;' φησίν 'οὐ γὰρ ἐγὼ αἴτιος τούτου, ἁ φύσις δέ μου ῥεῖ.'
[28] Ἐπῄνει Σπαρτιάτης τὸ ἔπος Ἡσιόδου τὸ λέγον
οὐδ' ἂν βοῦς ἀπόλοιτ', εἰ μὴ γείτων κακὸς εἴη, ἀκούοντος Διογένους· ὃ δὲ εἶπε 'καὶ μὴν Μεσσήνιοι καὶ οἱ βόες αὐτῶν ἀπολώλασι, καὶ ὑμεῖς αὐτῶν ἐστε οἱ γείτονες.
[29] Τῆς νυκτὸς ἤδη προηκούσης ἐπάνεισί ποτε ἀπὸ δείπνου Σωκράτης. νεανίσκοι γοῦν ἀκόλαστοι προμαθόντες ἐνελόχησαν ἐπανιόντα, δᾷδας ἔχοντες ἡμμένας καὶ Ἐριννύων πρόσωπα. ἔθος δὲ ἦν αὐτοῖς καὶ ἄλλοις προσπαίζειν διὰ τὴν σχολὴν τὴν ἐπὶ τὰ χείρω. οὓς ἰδὼν ὁ Σωκράτης οὐ διεταράχθη, ἀλλ' ἐπιστὰς ἠρώτα οἷα καὶ τοὺς ἄλλους ἢ ἐν Λυκείῳ ἢ ἐν Ἀκαδημείᾳ.
Ἑορτῆς οὔσης παρὰ τοῖς Ἀθηναίοις ἐφιλοτιμήσατο Ἀλκιβιάδης δῶρα πολλὰ πέμψαι τῷ Σωκράτει. τῆς οὖν Ξανθίππης καταπλαγείσης καὶ τὸν Σωκράτην λαβεῖν αὐτὰ ἀξιούσης, ὃ δὲ ἔφη 'ἀλλὰ καὶ ἡμεῖς τῇ φιλοτιμίᾳ τῇ τοῦ Ἀλκιβιάδου παραταξώμεθα μὴ λαβεῖν τὰ πεμφθέντα ἀντιφιλοτιμησάμενοι.' ἐπεὶ δέ τις ἔφη πρὸς αὐτὸν ὅτι μέγα ἐστὶν ὧν ἐπιθυμεῖ τις τούτων τυχεῖν, ὃ δὲ 'ἀλλὰ μεῖζόν ἐστι τὸ μηδὲ ἐπιθυμεῖν τὴν ἀρχήν.'
[30] Ἀνάξαρχος ὅτε σὺν Ἀλεξάνδρῳ ἐστρατεύετο, χειμῶνος ἐπιγενομένου προμαθὼν ὅτι μέλλει ὁ Ἀλέξανδρος ἐν ἀξύλῳ ποιεῖσθαι χωρίῳ τὴν στρατοπεδείαν, ὅσα εἶχε σκεύη, ταῦτα ἐκρίψας, τοῖς σκευοφόροις ἐπέθηκε ξύλα. ἐπεὶ δὲ ἐς τὸν σταθμὸν ἀφίκοντο, καὶ ἐνέδει ξύλων, Ἀλεξάνδρου μὲν αἱ κλῖναι κατεκάοντο, ἵνα ἑαυτὸν ἀλεᾶναι δυνηθῇ· ἐπεὶ δέ τις παρὰ Ἀναξάρχῳ πῦρ εἶναι ἤγγειλεν, ἀφίκετο παρ' αὐτὸν καὶ ἠλείψατο ἐν τῇ σκηνῇ τοῦ Ἀναξάρχου. καὶ πυθόμενος τὴν προμήθειαν ὑπερεπῄνεσε, καὶ ὧν ἐξέρριψε διπλάσιον ἔδωκεν ὑπὲρ τῆς τοῦ πυρὸς χρείας.
[31] Ἀθλητὴς Κροτωνιάτης Ὀλυμπιονίκης ἀπιὼν πρὸς τοὺς Ἑλλανοδίκας, ἵνα λάβῃ τὸν στέφανον, ἐπίληπτος γενόμενος ἀπέθανε κατενεχθεὶς μετὰ πτώματος.
[32] Φρύνην τὴν ἑταίραν ἐν Δελφοῖς ἀνέστησαν οἱ Ἕλληνες ἐπὶ κίονος εὖ μάλα ὑψηλοῦ. οὐκ ἐρῶ δὲ ἁπλῶς τοὺς Ἕλληνας, ὡς ἂν μὴ δοκοίην δι' αἰτίας ἄγειν πάντας, οὓς φιλῶ πάντων μάλιστα, ἀλλὰ τοὺς τῶν Ἑλλήνων ἀκρατεστέρους. τὸ δὲ ἄγαλμα χρυσοῦν ἦν. καὶ αἱ Κίμωνος δὲ ἵπποι χαλκαῖ καὶ αὗται Ἀθήνησιν εἰκασμέναι ὅτι μάλιστα ταῖς Κίμωνος ἵπποις εἱστήκεσαν.
[33] Μειράκιον Ἐρετρικὸν προσεφοίτησε Ζήνωνι πλείονος χρόνου, ἔστ' ἐς ἄνδρας ἀφίκετο. ὕστερον οὖν ἐς τὴν Ἐρετρίαν ἐπανῆλθε, καὶ αὐτὸν ὁ πατὴρ ἤρετο ὅ τι ἄρα μάθοι σοφὸν ἐν τῇ τοσαύτῃ διατριβῇ τοῦ χρόνου. ὃ δὲ δείξειν ἔφη, καὶ οὐκ ἐς μακρὰν ἔδρασε τοῦτο. χαλεπήναντος γὰρ αὐτῷ τοῦ πατρὸς καὶ τέλος πληγὰς ἐντείναντος, ὃ δὲ τὴν ἡσυχίαν ἀγαγὼν καὶ ἐγκαρτερήσας τοῦτο ἔφη μεμαθηκέναι, φέρειν ὀργὴν πατέρων καὶ μὴ ἀγανακτεῖν.
[34] Διογένης ἐς Ὀλυμπίαν ἐλθὼν καὶ θεασάμενος ἐν τῇ πανηγύρει Ῥοδιακούς τινας νεανίσκους πολυτελῶς ἠσθημένους, γελάσας 'τῦφος' ἔφη 'τοῦτό ἐστιν.' εἶτα περιτυχὼν Λακεδαιμονίοις ἐν ἐξωμίσι φαύλαις καὶ ῥυπώσαις 'ἄλλος' εἶπεν 'οὗτος τῦφος.'
[35] Ὁ δὲ Σωκράτης ἰδὼν τὸν Ἀντισθένη τὸ διερρωγὸς τοῦ ἱματίου μέρος ἀεὶ ποιοῦντα φανερὸν, 'οὐ παύσῃ' ἔφη 'ἐγκαλλωπιζόμενος ἡμῖν;'
[36] Ψάλτης Ἀντιγόνῳ ἐπεδείκνυτο. τοῦ δὲ πολλάκις λέγοντος 'τὴν νήτην ἐπίσφιγξον,' εἶτα πάλιν 'τὴν μέσην,' ὃ δὲ ἀγανακτήσας ἔφη 'μὴ γένοιτό σοι οὕτω κακῶς, ὦ βασιλεῦ, ὡς ἐμοῦ ταῦτα ἀκριβοῦν μᾶλλον.'
[37] Ἀνάξαρχος ὁ ἐπικληθεὶς Εὐδαιμονικὸς κατεγέλα Ἀλεξάνδρου ἑαυτὸν ἐκθεοῦντος. ἐπεὶ δὲ ἐνόσησέ ποτε Ἀλέξανδρος, εἶτα προσέταξεν αὐτῷ ὁ ἰατρὸς ῥόφημα σκευασθῆναι, γελάσας ὁ Ἀνάξαρχος 'τοῦ μέντοι θεοῦ ἡμῶν' εἶπεν 'ἐν τρυβλίῳ αἱ ἐλπίδες κεῖνται.'
[38] Ὁ μὲν Ἀλέξανδρος ἐς τὴν Ἴλιον ἦλθεν. ἀνασκοποῦντι δὲ αὐτῷ φιλοπόνως τῶν τις Τρώων προσελθὼν τὴν λύραν ἐδείκνυεν Ἀλεξάνδρου. ὃ δὲ ἔφη 'προτιμησαίμην ἂν μᾶλλον ἰδεῖν τὴν Ἀχιλλέως.' ὑπέρευγε τοῦτο Ἀλέξανδρος· ἐπόθει γὰρ κτῆμα ἀγαθοῦ στρατιώτου, ᾧ συνῇδεν ἐκεῖνος τὰ τῶν ἀγαθῶν ἀνδρῶν κλέα. τοῦ δὲ Πάριδος τί ἄρα ᾖσεν ἡ λύρα, εἰ μὴ μέλη μοιχικὰ καὶ οἷα αἱρεῖν γυναῖκας καὶ θέλγειν;
[39] Πῶς δὲ οὐκ ἂν φαίη τις γελοίους ἅμα καὶ παραδόξους τούσδε τοὺς ἔρωτας; τὸν μὲν Ξέρξου, ὅτι πλατάνου ἠράσθη. νεανίσκος δὲ Ἀθήνησι τῶν εὖ γεγονότων πρὸς τῷ πρυτανείῳ ἀνδριάντος ἑστῶτος τῆς Ἀγαθῆς Τύχης θερμότατα ἠράσθη. κατεφίλει γοῦν τὸν ἀνδριάντα περιβάλλων, εἶτα ἐκμανεὶς καὶ οἰστρηθεὶς ὑπὸ τοῦ πόθου, παρελθὼν ἐς τὴν βουλὴν καὶ λιτανεύσας ἕτοιμος ἦν πλείστων χρημάτων τὸ ἄγαλμα πρίασθαι. ἐπεὶ δὲ οὐκ ἔπειθεν, ἀναδήσας πολλαῖς ταινίαις καὶ στεφανώσας τὸ ἄγαλμα καὶ θύσας καὶ κόσμον αὐτῷ περιβαλὼν πολυτελῆ εἶτα ἑαυτὸν ἀπέκτεινε, μυρία προκλαύσας. Γλαύκης δὲ τῆς κιθαρῳδοῦ οἳ μέν φασιν ἐρασθῆναι κύνα, οἳ δὲ κριόν, οἳ δὲ χῆνα. καὶ ἐν Σόλοις δὲ τῆς Κιλικίας παιδὸς Ξενοφῶντος ἠράσθη κύων, ἄλλου δὲ ὡραίου μειρακίου ἐν Σπάρτῃ κολοιός.
[40] Ὅτι Καρχηδόνιοι δύο κυβερνήτας ἐσῆγον ἐς τὴν ναῦν, ἄτοπον λέγοντες εἶναι δύο μὲν πηδάλια ἔχειν, τὸν δὲ λυσιτελέστατον τοῖς ἐμπλέουσι καὶ τὴν ἀρχὴν ἔχοντα τῆς νεὼς ἔρημον εἶναι καὶ μόνον διαδόχου καὶ κοινωνοῦ.
[41] Ἔν τινί φασι συνδείπνῳ παρῆν Σιμωνίδης ὁ Κεῖος καὶ Παυσανίας ὁ Λακεδαιμόνιος. προσέταξεν οὖν ὁ Παυσανίας τῷ Σιμωνίδῃ σοφόν τι εἰπεῖν, ὃ δὲ γελάσας ὁ Κεῖος 'μέμνησο' εἶπεν 'ἄνθρωπος ὤν.' τοῦτο παραχρῆμα μὲν ἐξεφαύλισε Παυσανίας καὶ παρ' οὐδὲν ἔθετο, ὑποτυφόμενος ἤδη ἐς τὸν τοῦ μηδίζειν ἔρωτα, καὶ μεγαλοφρονῶν ἐπὶ τῇ πρὸς βασιλέα ξενίᾳ, ἴσως δὲ καὶ ὑπὸ τοῦ οἴνου παραφερόμενος. ἐπεὶ δὲ ἦν πρὸς τῇ Χαλκιοίκῳ, καὶ διεπάλαιε τῷ λιμῷ καὶ ἔμελλεν ἀποθνήσκειν ἀνθρώπων ἀλγεινότατα, ἀλλὰ τηνικαῦτα ἐμνήσθη τοῦ Σιμωνίδου καὶ ἐξεβόησεν ἐς τρὶς 'ὦ ξένε Κεῖε, μέγα τι ἄρα χρῆμα ἦν ὁ λόγος σου, ἐγὼ δὲ ὑπ' ἀνοίας οὐδὲν αὐτὸν ᾤμην εἶναι.'
[42] Ἀρταξέρξου ἀποκτείναντος τὸν πρεσβύτερον υἱὸν Δαρεῖον ἐπιβουλεύοντα, ὁ δεύτερος ἀξιοῦντος τοῦ πατρὸς σπασάμενος τὸν ἀκινάκην ἑαυτὸν πρὸ τῶν βασιλείων ἀπέκτεινεν.