11664 700 0 0 10 0 IV-III a. C. Nat. Hist. Theophrastus II De causis plantarum Wimmer, F., Paris, Didot, 1866 Rist. 1964, Frankfurt am Main, Minerva 0

Theophrastus-De causis plantarum - II

ΒΙΒΛΙΟΝ Β΄.

[1]   Περὶ δὲ τὰς βλαστήσεις καὶ καρποτοκίας τῶν δένδρων καὶ ἁπλῶς τῶν φυτῶν ὅσα μὴ πρότερον εἴρηται πειρατέον ὁμοίως ἀποδοῦναι διαιροῦντες χωρὶς ἕκαστα τά τε κατὰ τὰς ἐνιαυσίους ὥρας γινόμενα καὶ ὅσα κατὰ τὰς γεωργικὰς θεραπείας. Δύο γὰρ δὴ μέρη ταῦτ' ἐστὶ, τὸ μὲν ὥσπερ φυσικὸν καὶ αὐτόματον τὸ δὲ τέχνης καὶ παρασκευῆς δεόμενον εἰς τὸ εἶναι· ὁ λόγος δ' ἀμφοῖν ἐστιν οὐχ ὁ αὐτὸς ἀλλ' ὁ μὲν οἷον φυσικὸς ὁ δὲ ἐπινοητικός· οὔτε γὰρ ἡ φύσις οὐθὲν (ποιεῖ) μάτην ἥ τε διάνοια βοηθεῖν θέλει τῇ φύσει. Ἐπεὶ δὲ πρότερα τὰ τῆς φύσεως ὑπὲρ τούτων καὶ ῥητέον πρότερον.

[2] Μέγιστον μὲν οὖν ὡς ἁπλῶς εἰπεῖν παντὶ δένδρῳ καὶ ἡμέρῳ καὶ ἀγρίῳ καὶ ὅλως δὲ φυτῷ παντὶ πρὸς εὐβλάστειαν καὶ εὐκαρπίαν τὸ χειμασθῆναι χειμῶσιν ὡραίοις καὶ καλοῖς· οὕτω γὰρ αἱ βλαστήσεις κάλλισται καὶ αἱ καρποτοκίαι γίνονται. Καλὸς δὲ χειμὼν ἐὰν πολυϋδρίαν τε ἔχῃ βόρειον καὶ χιόνος πλῆθος καὶ τὸ ὅλον ψύχη χωρὶς πάγου· δεῖ γὰρ κεκενωμένα τὰ δένδρα μετὰ τοὺς καρποὺς ἀντιπληρωθῆναι πάλιν τῆς τροφῆς καὶ ταύτην πέψαι καὶ κατασχεῖν εἴπερ εὐβλαστῆ καὶ εὔκαρπα μέλλει γενήσεσθαι.

[3] Τροφῆς μὲν οὖν πλῆθος ἐν ὄμβρου πλήθει, τὸ δὲ κατασχεῖν καὶ πέψαι ταύτην ἐὰν ὁ χειμὼν πιέσῃ καὶ μὴ εὐθὺς ἡ ἐκδρομὴ γένηται. Τὰς γὰρ ῥίζας ὀρεγομένας ἀφθόνου τροφῆς διαδιδόναι δεῖ παντὶ τῷ δένδρῳ καὶ ταύτην ὥσπερ κυουμένην καὶ πεττομένην χρόνον λαμβάνειν σύμμετρον. Οὐκ ἔσται δὲ τοῦτο ἐὰν μὴ κατάσχῃ τὰ ψύχη· τάχυ γὰρ ἡ μαλακότης τοῦ ἀέρος ἐκκαλεῖται τὴν βλάστησιν· δι' ὃ τούς τε ὄμβρους συμφέρει βορείους μὴ νοτίους εἶναι καὶ πλῆθος χιόνος ὅπως τηκομένη κατὰ μικρὸν διαδύηται πρὸς τὸ ἔδαφος καὶ μὴ ἀθρόον τὸ ὑγρὸν ἀπορρυῇ προσπεσὸν ἅμα τε καὶ τὴν γῆν ἀναζυμοῖ συγκατακλείουσα καὶ ἐναπολαμβάνουσα τὸ θερμόν.

[4] Ὃ καὶ τοῖς σπέρμασι συμφέρει· ῥιζωθέντα γὰρ καὶ ἐπισχύσαντα τῇ πιλήσει καὶ τῇ καταπιέσει τοῦ ψύχους ἅμα τῇ διαγελώσῃ ταχείας ποιεῖ καὶ ἀθρόας τὰς ἀναδόσεις. Ἀλλὰ τὰ μὲν σπέρματα προσεπιζητεῖ καὶ τοὺς ἠρινοὺς ὑετοὺς μᾶλλον κατὰ μικρά τε καὶ πλείους γινομένους διὰ τὴν ἀσθένειαν καὶ τὸ ἐπιπόλαιον τῶν ῥιζῶν· ταχὺ γὰρ ἀναξηραίνονται καὶ ταχὺ πάλιν δέονται· τὰ δὲ δένδρα καὶ ἰσχυρότερα καὶ βαθυρριζότερα καὶ ἅμα διάπλεα τροφῆς ἐν ἑαυτοῖς ὥστε τρόπον τινὰ μᾶλλον τοῦ συνεργήσοντος δεῖσθαι πρὸς τὴν πέψιν καὶ τὴν βλάστησιν· σημεῖον δὲ τὸ μὴ βλαστάνειν πρὸ τοῦ ἦρος.

[5] Ὅτι δὲ ἡ πολυϋδρία συμφέρει τοῖς δένδροις κἀκεῖθεν φανερόν· ἐν γὰρ ταῖς ἐπομβρίαις ἅπανθ' ὡς εἰπεῖν εὐσθενεῖ μᾶλλον. Ἀλλ' ὅταν μὲν ὦσι νότιαι διυγραίνονται καὶ ἀσθενέστερα γίνονται βορείων δ' οὐσῶν ἰσχυρά τε καὶ ἐκπέττει μᾶλλον ἅτε τῆς μὲν γῆς διακόρου οὔσης αὐτά τε ξυνεστῶτα μᾶλλον καὶ ἐναπειληφότα τὸ οἰκεῖον θερμόν. Ὅπου γὰρ ἀεὶ μάλιστα μαλακὸς ὁ ἀὴρ ἐνταῦθ' ἡ εὐβλαστία καὶ εὐκαρπία γίνεται τῶν δένδρων ὥσπερ ἐν Αἰγύπτῳ διά τε τὴν εὐτροφίαν καὶ διὰ τὸ μηδὲν ἀντικόπτειν τῶν ἔξωθεν· ἀφθόνου γὰρ τῆς τροφῆς οὔσης καὶ τοῦ ἀέρος εὐτρόφου εὐλόγως ἡ εὐβλαστία καὶ εὐκαρπία. Πρὸς δὲ τὸ ποιοῦν αὐτῶν ἢ πάντων ἤ τινων δεῖταί τινος ἴσως ἑτέρας κράσεως.

[6] Ἐνταῦθα δὲ ἐὰν μὴ καθ' ὥραν ἔτους αἱ βλαστήσεις ὦσιν ἀλλὰ προεκδραμῶσιν δι' εὐτροφίαν καὶ ἄνεσιν τοῦ ἀέρος ἐπιγινόμενα ψύχη διελυμήνατο καὶ ἀπέκαυσεν δι' ὃ καὶ ὀπισθοχειμῶνες χαλεποὶ τοῖς δένδροις· ὅταν γὰρ ἅπαξ ἐκτέκωσιν εὐθὺς οἱ καρποὶ μαλακοῦ τινος ἀέρος δέονται καὶ εὐμενοῦς εἰς τὴν ἐκτροφὴν καὶ μάλιστ' ἐν ταῖς ἀρχαῖς· τότε γὰρ ἀσθενέστατοι, τὸ δὲ ἀσθενὲς οἷον τιθηνήσεως δεῖται· καὶ γὰρ ὅλως πᾶσα μεταβολὴ καὶ γένεσις δεῖται τῆς τοιαύτης εὐκρασίας.

[7] Μεταβολαὶ δὲ ἅμα καὶ ὥσπερ γενέσεις τινὲς ἥ τε βλάστησις καὶ ἡ ἄνθησις καὶ εἴ τι τοιοῦτον ἕτερον ἐν αἷς καὶ πλεῖσται φθοραὶ γίνονται τῶν καρπῶν ἐρυσιβουμένων τε καὶ ἀποκαομένων καὶ ἀποπιπτόντων καὶ τὸ ὅλον χειμαζομένων. Ἐπεὶ καὶ τὰ ἄγρια μάλιστα συμβαίνει πονεῖν ὅταν μάλιστα ἀρτιβλαστῶν ὄντων ἐπιγίνηταί τι πνεῦμα ψυχρὸν ἄγαν ἢ θερμόν· ἀποκάει γὰρ ἄμφω καὶ ἀπόλλυσιν. Ἀλλὰ ταῦτα μὲν ἐν τοῖς καθ' ἕκαστα δεῖ θεωρεῖν. Ἡ δὲ ὅλη διάθεσις καὶ κατάστασις τοῦ ἀέρος εἰς τὴν τῶν δένδρων εὐσθένειαν ὅτι ταύτῃ ξυμφέρει φανερόν ἐστι διὰ τῶν εἰρημένων.

[2]

[1]    Ἑπόμενον δέ πως τούτοις ἐστὶ περὶ τῶν ὡραίων ὑδάτων εἰπεῖν. Ὡραιότατα μὲν γὰρ τὰ χειμερινὰ διὰ τὰς λεχθείσας αἰτίας. Δεύτερα δὲ τὰ πρὸ τῆς βλαστήσεως· οὕτω γὰρ ἀθροωτέρα τε καὶ καλλίων ἡ βλάστησις ἐκπληρωθέντων πάντων ταῖς τροφαῖς· εἰ δὲ μὴ ἀβλαστεῖς καὶ ἄμπελοι γίνονται καὶ τἆλλα τῶν μὲν ἐχόντων τῶν δὲ λειπομένων. Τρίτα δὲ (τὰ) μετὰ τὴν ἀπάνθησιν ἃ πρὸς τὴν ἐκτροφὴν ἤδη καὶ τελείωσίν ἐστι, ταῦτα δὲ μὴ εὐθὺς ἀλλ' ὅταν ὁ καρπὸς ἰσχύσῃ· εἰ δὲ μὴ συμβαίνει τὰ μὲν ἄλλα καὶ ἀπορρεῖν κἂν μὴ τοῦτο πάθῃ διυγραινόμενα χείρω καὶ ἀσθενέστερα γίνεσθαι τὴν δ' ἐλάαν καὶ ἐπιβλαστοῦσαν ἀποβάλλειν ἅτε τῆς τροφῆς ἰούσης εἰς τὸν βλαστόν.

[2] Ἀώρια μὲν οὖν ταῦτα. Χείριστα δὲ καὶ παρακαιρότατα (τὰ) περὶ τὰς ἀνθήσεις ἑκάστων. Τὰ ἄνθη γὰρ ἀσθενῆ καὶ πάνθ' ὡς εἰπεῖν ἢ τά γε πλεῖστα ἀπόλλυται καὶ ἀποπίπτει τὰ μὲν ἐρυσιβούμενα τὰ δὲ ὑγραινόμενα τὰ δὲ ἐπιμένοντα χεῖρον ἀνθεῖ. Καὶ τοῦτ' οὐχ ἧττόν ἐστιν ἐν τοῖς φρυγανικοῖς καὶ τοῖς ποιώδεσι πλὴν εἴ τινων ὀλίγων οἷον τὰ στεφανωτικὰ καὶ ὅλως τὰ ἄγρια καὶ αὐτόματα τῶν ἀνθῶν ἔτι δὲ τῶν ποιωδῶν ἔνια καὶ τῶν ἡμέρων σπερμάτων τὰ χεδροπά· ταῦτα δὲ διαμένει δυοῖν θάτερον ἢ δι' ἰσχὺν ἑαυτῶν τε καὶ τῶν προσφύσεων, καθάπερ καὶ τὸ ῥόδον καὶ τὸ κρίνον καὶ τὰ ἄλλα ὅσα τούτοις ὅμοια, ἢ διὰ ξηρότητα τῆς ὅλης φύσεως ἀναλαμβανόντων τὸ ὑγρόν· ἐπικρατεῖ γὰρ οὕτω τὸ δ' ἐπικρατοῦν ἀπαθές.

[3] Ὧν δὲ οἱ καρποὶ χρονιώτεροι καὶ πλείονος δεόμενοι τροφῆς καὶ πέψεως τούτοις ὡραῖα καὶ τὰ ὀψιαίτερα καθάπερ ἀμπέλῳ, ῥόᾳ, ἐλάᾳ, τοῖς ἄλλοις, ἁπλῶς δὲ ἑκάστοις πρὸς τὴν αὐτοῦ τελείωσιν. Δι' ὃ καὶ οὐχ ὁ αὐτὸς ἅπασι καιρὸς ὥσπερ ὁ τοῦ χειμῶνος πρὸς τὴν βλάστησιν ἀλλ' ἕτερος τοῖς ὀψικάρποις καὶ πρωϊκάρποις, ὥσπερ καὶ τῶν σπερμάτων τοῖς τριμήνοις καὶ ἁπλῶς τοῖς ὀψίοις καὶ πρωΐοις. Ἁπλῶς δ' αἰεὶ τὰ βόρεια βελτίω τῶν νοτίων· καὶ γὰρ ψυχρότερα καὶ τὴν ἀπόλαυσιν ποιεῖν πλείω ξυνεστηκότων καὶ ἰσχυόντων καὶ τῶν καρπῶν καὶ τῶν δένδρων.

[4] Δι' ὃ καὶ τὰ ἐπιγινόμενα πνεύματα ὠφελεῖ καὶ μάλιστ' ἐὰν ᾖ βόρεια· περιαιρεῖ γὰρ ταῦτα καὶ ἀπόλαυσιν ποιεῖ πλείω, ἔτι δὲ ἀφαιρεῖ τὸ περιττὸν καὶ ἀποξηραίνει καὶ οὐκ ἐᾷ προσκαθήμενον διυγραίνειν οὐδ' ὑπὸ τοῦ ἡλίου συνεψόμενον λυμαίνεσθαι. Διὰ ταῦτα γὰρ καὶ τὰ παραπλήσια καὶ τὰ νυκτερινὰ βελτίω τῶν ἡμερινῶν· ἀπόλαυσίς τε γὰρ γίνεται πλείων μὴ εὐθὺς ἀφαιρουμένου τοῦ ἡλίου καὶ τῶν ἄλλων ἀκινδυνότερα.

[3]

[1]    Τὸν αὐτὸν δὲ τρόπον καὶ τῶν πνευμάτων τὰ βόρεια τῶν νοτίων βελτίω καὶ τὰ πόντια τῶν ἀπογείων ὅτι ψυχρότερα καὶ τὰ ἀπὸ δύσεως τῶν ἀφ' ἑῴων. Καθόλου γὰρ ὡς εἰπεῖν τὰ ψυχρὰ τῶν θερμῶν ἐὰν μὴ ἀρτιβλαστῆ ᾖ ἢ καὶ ἐν ἀνθήσει λαμβάνῃ· τότε γὰρ ἀποκάει τὰ ψυχρὰ καθάπερ εἴρηται. Βελτίω δὲ καὶ τὰ ζεφύρια καὶ αἱ τροπαὶ καὶ ὅλως αἱ αὖραι τῶν σκληρῶν καὶ διατόνων· τὰ μὲν γὰρ τρέφει θάτερον δὲ πιλοῖ καὶ κωλύει τὰς αὐξήσεις. Ἰσχύει δ' ἕκαστον κατὰ τὴν θέσιν τῆς χώρας· ἄλλα γὰρ ἄλλοις τοιαῦτα καθάπερ ἐλέχθη καὶ πρότερον· δι' ὃ καὶ ὡς μὲν ἐπίπαν εἰπεῖν βελτίω τὰ βόρεια τῶν νοτίων.

[2] Οὐ μὴν ἀλλ' ἐπείπερ αἱ παραλλαγαὶ καὶ τῆς χώρας ποιοῦσι τὰς δυνάμεις καὶ δεῖ τοῦ μὲν χειμῶνος εἶναι θερμὰ τοῦ δὲ θέρους ψυχρά· βοηθεῖ γὰρ οὕτως ἑκάτερα πρὸς τὰς ὥρας ὥσπερ εἴπομεν, ἐὰν δὲ ὅμοια βλάπτει, ποιεῖ γὰρ ὑπερβολήν. Εὔλογον δὴ μὴ τὰ αὐτὰ πᾶσιν εὔτροφα καὶ ὠφέλιμα καὶ βλαβερὰ γίνεσθαι· δι' ὃ τοῖς μὲν ὁ νότος ἐπισινὴς τοῖς δ' ὠφέλιμος, ὡσαύτως δὲ καὶ ὁ ζέφυρος καὶ τῶν ἄλλων ἕκαστος. Ἅπασι δὲ χαλεπὰ καθάπερ εἴρηται τὰ κατὰ τὴν βλάστησιν εὐθὺς ἢ θερμὰ λίαν ἢ ψυχρὰ πνέοντα· διαφθείρει γὰρ ἄμφω διὰ τὴν ἀσθένειαν.

[3] Ὡς δὲ τὸ σύνολον εἰπεῖν εὔπνουν εἶναι χρὴ τὸν τόπον· ἕτερος δ' ὁ εὔπνους καὶ ὅλως ὁ προσήνεμος ἀναυξής. Σχεδὸν δ' ὁμολογουμένη τις καὶ ἡ τοῦ ἀέρος διάθεσίς ἐστι τούτοις· ὁ γὰρ εὐκραὴς ἀὴρ ὡς ἁπλῶς εἰπεῖν ἄριστος τοῖς δένδροις εὐβλαστὴς ὢν καὶ εὔκαρπος, οἱ δὲ περισκελεῖς ἐφ' ἑκάτερα διαφθείρουσιν οἱ μὲν τοὺς καρποὺς οἱ δ' ὅλως καὶ τὰ δένδρα πλὴν ὅσα πέφυκεν οἰκεῖα τούτοις· ἔνια γὰρ δὴ ταῖς ὑπερβολαῖς χαίρει καὶ τὰ μέν ἐστι φιλόθερμα καθάπερ φοῖνιξ, τὰ δὲ φιλόψυχρα μᾶλλον ὥσπερ ὁ κιττὸς καὶ ἡ ἐλάτη· ταῦτα γὰρ ὅλως ἐν τοῖς ἐμπύροις οὐ φύεται, χαλεπῶς δὲ καὶ πύξος καὶ φιλύρα καθάπερ ἐν ταῖς ἱστορίαις εἴπομεν.

[4] Αἴτιον δὲ ἡ θερμότης καὶ ἡ ξηρότης· οἷον γὰρ πῦρ γίνεται, συμμετρίας δέ τινος δεῖται καὶ τὸ ὅμοιον. Ὡσαύτως δὲ οὐδ' ἐν τοῖς ψυχροῖς ἔνια φύεται τῶν ψυχρῶν διὰ τὴν αὐτὴν αἰτίαν. Ἔστι δὲ καὶ τῶν ἐναντίων δῆλον ὅτι συμμετρία τις πρὸς ἄλληλα ὥστε τὰ μὲν δύνασθαι βλαστάνειν (τὰ δὲ μή)· ἀεὶ γὰρ δεῖ λόγον τινὰ ἔχειν τὴν κρᾶσιν τῆς φύσεως πρὸς τὸ περιέχον. Ἔοικε δὲ κοινὸν εἶναι τοῦτο καὶ ἐπὶ τῶν ζώων· καὶ γὰρ τὰ ζῶα καθ' ἑκάτερον τῶν τόπων ἴδια τυγχάνει τὰ μὲν δεχόμενα τὰ δ' οὐ δεχόμενα τὴν τοῦ ἀέρος διάθεσιν, ὁτὲ δὲ καὶ τροφὰς οὐκ ἔχοντα τὰς οἰκείας. Ἐνδέχεται γὰρ καὶ τοῦτο κωλύειν ὁμοίως καὶ τὰ ζῶα καὶ τὰ φυτὰ τάχα δὲ καὶ ἑτέρας πλείους αἰτίας αἳ πρὸς τὰς ἰδίας φύσεις εἰσιν ἐναντίαι.

[5] Μεγίστη δ' οὖν διαφορὰ κατὰ τὰ ἔνυγρα καὶ χερσαῖα ζῶα καὶ φυτὰ περὶ ὧν οὐδὲ ζητοῦμεν λόγον ὡς εἰπεῖν πλὴν ὑπὲρ τοῦ πότερα θερμότερα καὶ ψυχρότερα, τοῦτο γὰρ ἀμφισβητεῖται, τὰ δ' ἄλλα ὡς συγκεχωρημένα τῇ φύσει τίθεται. Καίτοι τὰ καθόλου καὶ κοινὰ πρῶτα ἔδει ζητεῖν, εὑρεθέντων γὰρ τούτων καὶ τὰ κατὰ μέρος φανερά. Τοῦτο μὲν οὖν ἴσως κωλύοιτ' ἂν διὰ τὸ χαλεπὸν εἴτε πλείους αἰτίαι τυγχάνουσιν εἴτε μία· περὶ δὲ τῶν ἐν τοῖς καθ' ἕκαστα μᾶλλον εὐποροῦμεν· ἡ γὰρ αἴσθησις δίδωσιν ἀρχὰς ἐπ' ἄμφω καὶ ἔτι μᾶλλον καὶ πλείους ἐπὶ τῶν φυτῶν· ἐμφανέστατα γὰρ τὰ συμβαίνοντα περὶ αὐτά.

[6] Μεγίστη δὲ διαίρεσις κατά γε τὸν αὐτὸν τόπον τοῖς ἡμέροις καὶ ἀγρίοις· ἀεὶ γὰρ τὰ [ἥμερα] μαλακωτέρους καὶ ὑγροτέρους ζητεῖ τοὺς ἀέρας. Οὐ μὴν ἀλλ' ἔνιά γε καὶ τῶν ἡμέρων ἀδυνατεῖ βλαστάνειν ἐν τοῖς θερμοῖς καὶ ψυχροῖς οὐ μόνον διὰ τὴν ἀσθένειαν ἢ τὴν κρᾶσιν ἀλλὰ δι' ἕτερ' ἄττα καθάπερ ἡ ἐλάα καὶ θερμὸν καὶ πυκνὸν ἐν τοῖς ψυχροῖς διὰ τὸ μετέωρον τῶν ῥιζῶν· ἐμπήγνυται γάρ· ἡ δὲ ἀχρὰς ἐν τοῖς σφόδρα θερμοῖς ὥσπερ περὶ Αἴγυπτον· μοχθηραὶ δὲ καὶ αἱ ἄπιοι καὶ μηλέαι καὶ σπάνιαι. Τὴν δ' αἰτίαν σκεπτέον ἐπεὶ οὐκ ἂν θερμὰ δόξειεν εἶναι.

[7] Τὰ μὲν οὖν ὅλως οὐδὲ βλαστάνειν ἐνιαχοῦ δύναται τὰ δὲ βλαστάνει μὲν ἄκαρπα δὲ γίνεται καθάπερ ἡ περσέα ἡ αἰγυπτία περὶ Ῥόδον, προϊόντι δὲ οὕτω φέρει μὲν ὀλίγον δὲ καὶ καλλικαρπεῖ καὶ γλυκυκαρπεῖ ἐκεῖ μόνον. Ὁμοίως δὲ καὶ ὁ φοῖνιξ καὶ ἔτι μᾶλλον ἐν τοῖς περὶ Βαβυλῶνα καὶ Συρίαν καλλίκαρπος. Ὁ γὰρ ἀὴρ διὰ ψυχρότητα τὰ μὲν ὅλως οὐ δέχεται τὰ δὲ ὅσον εἰς βλάστησιν ἔνια δὲ εἰς καρπὸν ὁ δὲ οἰκεῖος ἤδη διατελειοῖ τὰ τῆς φύσεως.

[8] Διὰ τὴν αὐτὴν δ' αἰτίαν οὐδὲ αἱ συκαῖ περὶ Αἴγυπτον οὐδ' ὅλως ἐν ἐκείνοις τοῖς τόποις χρησταί· θερμὸς γὰρ ὢν ἄγαν ὁ ἀὴρ περικάει καὶ οὐ ποιεῖ πέψιν ἀλλ' ἡ ἐκ τῆς γῆς εὐτροφία διυγραίνει μόνον ἀπέπαντος οὖσα, δι' ὃ καὶ τοῖς μεγέθεσι γίνεται μικρά. Τοὐναντίον δὲ ὁ ψυχρός· ἐξαιρεῖ γὰρ τὴν ὑγρότητα, τὴν δ' (οὖσαν) οὐ δύναται πρὸς τὴν οἰκείαν πέψιν ἀγαγεῖν ὥσπερ ἐν ταῖς ἐλάαις, δι' ὃ καὶ αἱ μὲν ἄσαρκοι πάμπαν ἐλαιηρότεραι δὲ τῶν ἐν τοῖς ψυχροῖς, αἱ δὲ σαρκώδεις μὲν ἀνέλαιοι δέ· πλείονος γὰρ τοῦτο θερμότητος δεῖται πρὸς τὴν πέψιν. Αἱ μὲν οὖν τοῦ ἀέρος κράσεις καὶ διαθέσεις τοιαύτας τινὰς παρέχονται δυνάμεις.

[4]

[1]    Ἐπεὶ δὲ καὶ τὰ ἐδάφη μεγάλας ἔχει διαφορὰς λεκτέον καὶ περὶ τούτων, καὶ γὰρ αὐτὰ τῆς φύσεώς ἐστιν. Ἀβλαστῆ δὲ δι' ἄμφω γίνεται καὶ διὰ τὸν ἀέρα καὶ διὰ τὴν γῆν πολλάκις· ὁτὲ μὲν γὰρ τὰ κάτω χρηστότατα τὰ δ' ὑπὲρ γῆς φαῦλα (ὁτὲ δὲ ὁ μὲν ἀὴρ εὔτροφος τὰ δὲ τῆς γῆς φαῦλα) καθάπερ ὅταν ἀμμώδης ἢ κεραμὶς ἢ κατακεκαυμένη τις τυγχάνῃ· ῥίζωσιν γὰρ καὶ τροφὴν οὐδεμία τῶν τοιούτων ἔχει. Καὶ σχεδὸν αἱ μὲν ἀβλαστεῖς εἰσιν αὗται καὶ εἴ τις ἄρα δίυγρος ὅλως ἢ πηλώδης.

[2] (Τῶν) δὲ βλαστητικῶν καὶ ἐγκάρπων οὐ κακῶς ἡ διαίρεσις ἡ πρὸς τὰ σπέρματα καὶ τὰ δένδρα λέγεται τῷ τὴν μὲν πίειραν ἀμείνω σιτοφόρον τὴν δὲ λεπτοτέραν δενδροφόρον εἶναι. Λαμβάνει γὰρ ὥσπερ καὶ πρότερον εἴπομεν ὁ σῖτος καὶ ἁπλῶς τὰ ἐπέτεια τὴν ἐπιπολῆς τροφὴν ἣν δεῖ μὴ ὀλίγην μηδ' εὐξήραντον εἶναι καθάπερ ἐν ταῖς λεπταῖς, τὰ (δὲ) δένδρα διὰ τὸ μεγάλας καὶ ἰσχυρὰς ἔχειν τὰς ῥίζας καὶ τὴν ἐκ βάθους.

[3] Αὕτη δὲ ἐν μὲν τῇ πιείρᾳ δαψιλὴς λίαν οὖσα βλάστην μὲν ποιεῖ καλὴν καὶ μέγεθος τοῖς δένδροις καρπὸν δ' οὐ ποιεῖ διὰ τὸ μὴ ἐκπέττειν, ἐν δὲ τῇ λεπτοτέρᾳ ξύμμετρος γίνεται πρὸς ἄμφω καὶ κρατοῦντα τὰ δένδρα δύναται καρποτοκεῖν. Ἡ δὲ πίειρα πάμπαν οὐδενὶ ξυμφέρει φυτῷ· ξηραίνει γὰρ μᾶλλον τοῦ δέοντος ὥσπερ καὶ Μενέστωρ φησί· τοιαύτην δ' εἶναι τὴν πλυντρίδα χρῶμα δ' ὑπόλευκον. Ἀρίστη δὲ δῆλον ὡς ἡ ἄριστα κεκραμένη καὶ ὅλως μανή τις οὖσα καὶ μὴ ψυχρὰ καὶ ἔνικμος· καὶ εὐδίοδος γὰρ οὕτω ταῖς ῥίζαις ἐστὶ καὶ εὔτροφος ὅπερ βούλονται καὶ αἱ ἡμερώσεις καὶ αἱ κατεργασίαι καὶ κοπρίσεις ποιεῖν.

[4] Ἄλλη δὲ πρὸς ἄλλα τῶν δένδρων ἁρμόττει μᾶλλον ὥσπερ καὶ διαιροῦσιν, ὥσπερ ἡ σπιλὰς καὶ ἔτι μᾶλλον ἡ λευκόγειος ἐλαιοφόρος· ἰκμάδα τε γὰρ ἔχει καὶ πνεῦμα πολὺ δεῖται δὲ καὶ ἀμφοῖν. Ἡ δὲ λειμωνία καὶ ἔφαμμος ἀμπελοφόρος ἀγαθὴ καὶ ὅλως ἥτις ἂν ᾖ μανὴ καὶ κούφη καὶ λεπτὴ καὶ ἔφυδρος οὕτως ὥστε τὸ οὐράνιον ὕδωρ μὴ διϊκνεῖσθαι πρὸς τὸ ἐν αὐτῇ· τροφῆς γὰρ πολλῆς ἡ ἄμπελος δεῖται διὰ τὸ θερμὴ καὶ μανὴ καὶ ὑγρὰ καὶ πολύκαρπος εἶναι· τάχα δὲ καὶ δι' αὐτὰ ταῦτα καὶ πολύκαρπος· ἔτι δὲ οὐκ εὔσηπτοι τῶν ὑγρῶν αἱ ῥίζαι καθάπερ αἱ τῶν ξηρῶν ὥστε δύνασθαι καὶ ἐπισπᾶσθαι καὶ ἀντέχειν καὶ διαδιδόναι.

[5] Τὸν αὐτὸν δὲ τρόπον καὶ τῶν ἄλλων ἑκάστοις ἐστί τις οἰκεία πρὸς τὴν φύσιν καὶ ἡ αὐτὴ τοῖς μὲν μᾶλλον τοῖς δ' ἧττον. Ὡς δ' ἁπλῶς εἰπεῖν τοῖς μὲν πλείοσιν οὐ συμφέρει ἡ πίειρα· δοκεῖ γὰρ καταξηραίνειν μᾶλλον τοῦ μετρίου δι' ὃ καὶ πημαίνεσθαι καὶ νοσεῖν· ὅσα δὲ λυπρὰ τούτοις ξυμφέρει· σημεῖον δὲ ὅτι τὰ λάχανα καὶ ὁ δημήτριος καρπὸς ἐν ταῖς τοιαύταις εὐθενεῖ, πάντα δὲ ταῦτα λυπρὰ τῇ φύσει· τὰ γὰρ φύσει λυπρὰ πιοτέρας τροφῆς δέονται.

[6] Δηλοῦν δὲ οἴονται καὶ τὴν τῶν ἀνθρώπων τοιαύτην φύσιν· τοὺς γὰρ ἐκλίμους καὶ χαίρειν μάλιστα ταύτῃ καὶ ἐπιδιδόναι πρὸς εὔχροιαν καὶ ἰσχύν· ἰσχνὰ γὰρ ὄντα τὰ σώματα δεῖσθαι τροφῆς πολλῆς καὶ πιείρας· ὑπὸ δὲ τῶν ξηρῶν καὶ λυπρῶν οὐθὲν ὠφελεῖσθαι διὰ τὸ μὴ ἀπολαύειν ἀλλὰ καὶ ἐπικίνδυνα εἶναι πρὸς νόσους ἄλλας τε καὶ μάλιστα δὴ τὰς τῆς κοιλίας. Ὁμοίως δὲ καὶ ἐπὶ τῶν δένδρων ἔχει τοῦτο, πλὴν ταῦτα μὲν ὅμοια διατελεῖ τὸ δὲ σῶμα ὅταν ἀνακομισθῇ μεταβαίνει εἰς τὴν τετριμμένην καὶ ἄκνισον.

[7] Οὗτος μὲν οὖν καθόλου τις διορισμός. Διαφοραὶ δὲ πολλαὶ καὶ τῆς γῆς καὶ τῶν δένδρων, ὥσπερ καὶ τῶν ἀμπέλων ταῖς μὲν ἡ πεδεινὴ ταῖς δ' ἡ ὀρείνη μᾶλλον ἁρμόττει καὶ ἐν αὐταῖς ταύταις αἱ τοιαίδε ταῖς τοιαῖσδε· μικραὶ δὲ παραλλαγαὶ φαινόμεναι μεγάλας ποιοῦσι ῥοπὰς εἰς τὴν φύσιν. Τὸ δ' ἁπλοῦν ῥᾴδιον εἰπεῖν ὥσπερ καὶ κελεύουσι τὰ μὲν στερεὰ καὶ πυκνὰ (ἐν τοῖς ξηροῖς καὶ πυκνοῖς) φυτεύειν, τὰ δ' ἀραιὰ καὶ ὑγρὰ ἐν τοῖς μαλακωτέροις καὶ ἐφυγροτέροις· ἑκατέροις γὰρ οὕτως αἱ τροφαὶ [δὲ] δῆλον ὅτι σύμμετροι, τοῖς μὲν πολλῆς δεομένοις τοῖς δ' ὀλίγης.

[8] Καὶ τὸ καθόλου λεχθὲν ὑπὲρ πάντων ἴσως τῶν δένδρων ἀληθὲς ὅτι καθ' ἑκατέρας τὰς χώρας ἑκάτερα δεῖ καὶ τῶν δένδρων φυτεύειν, ἀλλ' ἐν τοῖς καθ' ἕκαστα τὸ ἀκριβὲς μᾶλλον ἴσως αἰσθητικῆς δεῖται συνέσεως λόγῳ δὲ οὐκ εὐμαρὲς ἀφορίσαι· ἐπεὶ καὶ ταῖς πρὸς τὸν ἥλιον διαφοραῖς οἷον ἀνιόντα ἢ δυόμενον ἢ μεσοῦντα ἤ πως ἄλλως ἔχοντα δεῖ μὴ ἀγνοεῖν ποῖα τῶν φυτῶν τὰ οἰκεῖα καὶ ὅλως καὶ τῶν ὁμογενῶν· ὅπερ οἵ γ' ἀμπελουργοὶ πειρῶνται διαιρεῖν ὅταν συνάγκειάν τινα λαβόντες φυτεύσωσιν· οὐ γὰρ ταὐτὰ τιθέασιν εἰς ἑκάτερον τὸ μέρος ἀλλὰ διαιροῦσιν καὶ ποιεῖ μεγάλην διαφορὰν οὕτω τε φυτευθέντα καὶ ἀνάπαλιν. Ὁμοίως δὲ τοῦτ' ἔχει καὶ ἐπὶ τῶν λοιπῶν.

[9] Ἀλλ' ὥσπερ ἐλέχθη πρότερον αἰσθητικῆς δεῖται ταῦτα συνέσεως. Ὡς δ' ἁπλῶς εἰπεῖν ἡ μέσην ἔχουσα τῶν ἐναντίων κρᾶσιν πυκνοῦ καὶ ἀραιοῦ καὶ ξηροῦ καὶ ὑγροῦ καὶ κούφου καὶ βαρέος, ἔτι δὲ τὰ ἄνω πρὸς τὰ κάτω σύμμετρα τούτοις, πασῶν ἀρίστη πρὸς ἅπαντα ὡς εἰπεῖν δένδρα τε καὶ σπέρματα. Φαίνεται γὰρ ὁμοιότητα ἔχειν τῷ ἀέρι πρὸς τὰς ἄλλας χώρας. Οὐ μὴν ἀλλ' αὐτῶν γε τούτων ἡ πρὸς θάτερον μέρος ἀποκλίνουσα τῆς ἐναντιώσεως κρείττων, ἣν δὴ καὶ ἁπλῶς τίθενταί τινες ἀρίστην οἷον τὴν κούφην καὶ μανὴν καὶ ἔνικμον· ἔχει τε γὰρ τροφὴν ἐν ἑαυτῇ καὶ εὐδίοδός ἐστι ταῖς ῥίζαις· ἡ δὲ πυκνὴ καὶ βαρεῖα καὶ ξηρὰ δῆλον ὡς ἐναντία.

[10] Κατὰ δὲ τὰς παραλλαγὰς τῶν ἀντιθέσεων καὶ τὰς πρὸς ἕκαστον ἕξουσιν ἤδη διαφοράς· οἷον ἐὰν ᾖ μανὴ μὲν καὶ λεπτὴ βαθύγεως δὲ καὶ ξηρὰ καὶ ἄϋδρος δενδροφόρος μὲν ἀγαθὴ σιτοφόρος δὲ κακή· διὰ γὰρ τὴν μανότητα δίεισιν εἰς βάθος τὸ χειμερινὸν ὕδωρ ὥστε τὸν μὲν σίτον μὴ ἐφικνεῖσθαι διὰ τὸ ἐπιπολῆς εἶναι τὰ δένδρα δ' εἰς βάθος καθιέντα τὰς ῥίζας ἐφικνεῖσθαι καὶ ἕλκειν. Ὡσαύτως δὲ καὶ εἴ τις ἄλλη τοιαύτη διαφορά· τὸ γὰρ πρόσφορον ἀποδώσει τινὶ γένει διὰ τὴν παραλλαγήν.

[11] Οὐκ ἀλόγως δ' οὐδ' ὅσοι ταύτην ἀρίστην ὑπολαμβάνουσιν ἥτις ἂν ᾖ θερμή τε καὶ ἔνικμος· ἄμφω γὰρ ἔοικεν ἔχειν ἃ δεῖ τροφήν τε καὶ τὸ κατεργαζόμενον. ... εὐλόγως δὲ καὶ μετὰ τὸ πρῶτον ὕδωρ ἀτμίζειν· ἀλλὰ τὴν μὲν ἔνικμον αὐτῆς εἶναι τὴν δὲ ξηράν. Τὴν μὲν οὖν ἔνικμον σιτοφόρον ἀγαθήν· ἱκανὸν γὰρ ἔχειν πρὸς τὴν ἐκτροφὴν ὑγρὸν τῷ σίτῳ τοῖς δὲ δένδροις ἔλαττον. Τὴν δὲ ξηρὰν σιτοφόρον φαύλην διὰ τὸ μὴ ἔχειν μηδὲ τούτῳ τροφὴν ἀρκοῦσαν.

[12] Ἐπὶ ταὐτὸ δέ πως φέρονται καὶ ὅσοι φασὶ δεῖν πίειράν τε εἶναι καὶ μὴ παγώδη μηδὲ πυκνὴν μηδ' ἁλμυρὰν ἀλλὰ τρόφιμον καὶ ψαθυράν· τροφήν τε γὰρ οἴονται δεῖν ἔχειν καὶ θερμότητα καὶ ἔτι ταῖς ῥίζαις εὐδίοδον εἶναι· πάντα δὲ ταῦτα οἰκεῖα πρὸς αὔξησιν καὶ καρποτοκίαν. Ὁμοίως δὲ καὶ οἱ τὴν μελάγγεων ἐπαινοῦντες ὥσπερ Λεωφάνης· εὐθὺς γὰρ ἀποδιδόναι πειρᾶται τὰς αἰτίας ὅτι δύναται καὶ ὄμβρον καὶ αὐχμὸν φέρειν δοχὸς οὖσα καὶ τοῦ θερμοῦ καὶ τοῦ ὑγροῦ. Τὴν μὲν οὖν ἀρετὴν τῆς χώρας σχεδὸν ὥσπερ εἴρηται διὰ τῶν αὐτῶν πως καὶ τοῖς αὐτοῖς ἐστι λαβεῖν ἐν οἷς καὶ ἀποδιδόασι πάντες. Αἱ διαφοραὶ δ' ἐπεὶ πλείους εἰσὶ καὶ ταύτης καὶ τῶν φυτῶν πειρατέον πρὸς ἕκαστον λαμβάνειν καὶ θεωρεῖν.

[5]

[1]    Τὰς δὲ τῶν ὑδάτων διαφορὰς τῶν ἐπιγείων, καὶ γὰρ ταῦτα οὐ μικρὰν ἔχει μερίδα πρὸς αὔξησιν καὶ τροφὴν, ὁμοίως τούτοις ληπτέον. Ὅσα μὲν οὖν ἁλμυρὰ καὶ νιτρώδη καὶ στυπτηριώδη καὶ εἴ τις ἄλλος· τοιοῦτος χυλὸς ἄτροφα καὶ ἄγονα φυτῶν ὡς ἁπλῶς ἐστιν εἰπεῖν· πλὴν εἴ τι συγγενὲς αὐτοῖς ἐκτρέφειν δύναται καθάπερ καὶ ἡ θάλαττα· βραχὺ δέ τι τοῦτο ἢ οὐδὲν ὡς εἰπεῖν ἐστιν· ἐνιαχοῦ δὲ ποτίμων παραμιγέντων ἡ ἐκτροφὴ καθάπερ τοῖς ἐν Θρᾴκῃ θερμοῖς, καθ' αὑτὰ δὲ ὥσπερ καὶ ζώων καὶ φυτῶν ἄγονα.

[2] Ἡ δὲ θάλαττα πολλὰ καὶ παντοῖα φύει καί ἐστιν ὥσπερ ζώων τι γένος ἐν αὐτῇ καὶ φυτῶν. Ὅσα δ' ἐν τῇ ἀμπώτει δένδρα μέγεθος ἔχοντα καὶ κάρπον τυγχάνει περὶ τούτων οὐκ ἄν τις ἴσως ἀποδοίη τῇ θαλάττῃ τὴν τροφὴν ἀλλ' ἐνδέχεσθαι πότιμον ἕλκειν ἐν τῇ γῇ τὰς ῥίζας τὴν δὲ θάλατταν ἀβλαβῆ περιέχουσαν εἶναι καθάπερ καὶ τὸ ὕδωρ τοῖς ἐνύδροις· ἀλλὰ τούτων μὲν πέρι λόγος ἕτερος. Καὶ ὅσα δὴ πρὸς αὐτῇ τῇ θαλάττῃ φύεται χρῆταί πως τῇ ἁλμυρίδι πρὸς εὐσθένειαν καὶ τροφήν· ἔοικε γὰρ τοῦτο ἴδιόν τι γένος εἶναι παρὰ τὰ εἰρημένα καθάπερ ἀνὰ μέσον ὄν[τα].

[3] Τὰ δ' ἁλυκὰ τῶν ὑδάτων τρέφει μὲν καὶ τὰ ἔγγεια χεῖρον δὲ τῶν γλυκέων, ἀναυξῆ γὰρ ποιεῖ καὶ ἐπικάει· τὸ δ' ἀλυπότερα τοῖς δένδροις ἢ τοῖς λαχανώδεσιν ἢ ὅλως τοῖς ἐπετείοις εἶναι καθάπερ τινές φασιν οὐκ ἄλογον ὅσῳπερ ἰσχυρότερα· τάχα γὰρ καί τισι πρόσφορον τὸ ὅλον ὥσπερ τοῖς φοίνιξιν εἴπερ καὶ οἱ ἅλες παραβαλλόμενοι· παραπλήσιος γὰρ ἢ ὁ αὐτὸς χυλός. Οὐ μὴν ἀλλὰ καὶ τῶν λαχανωδῶν ἐστί τισι τὰ ἁλυκὰ πρόσφορα καθάπερ ῥαφάνῳ, τευτλίῳ, πηγάνῳ, εὐζώμῳ· βελτίω γὰρ γίνεται τοῖς ἁλυκοῖς ἀρδόμενα ταῦτα, δι' ὃ πρός γε τὴν ῥάφανον νίτρον τινὲς παραμιγνύουσιν ἐν τῷ βρέχειν ὥσπερ οἱ ἐν Αἰγύπτῳ καὶ γίνεται πολλῷ γλυκυτέρα καὶ ἁπαλωτέρα καθάπερ καὶ ἡ ἑψομένη.

[4] Τοῦτο δὲ συμβαίνει καὶ ὅλως ἡ ἁλυκότης πρόσφορος ὅτι πικρότητά τινα ἔχουσιν ἐν τῇ φύσει ταύτην δὲ διαδυόμενον καὶ ὥσπερ ἀναστομοῦν τὸ ἁλυκὸν ἐξάγει, δι' ὃ καὶ ἐν ταῖς ἁλμυρίσιν ἡ ῥάφανος ἀρίστη· τὸ δὲ πικρὸν ἄτροφόν τε καὶ δύσχυλον ὥστε ἐξαγομένου τούτου καὶ γλυκυτέρα καὶ ἁπαλωτέρα καὶ εὐαυξεστέρα γίνεται· τὰ δ' ἄλλα χείρω διὰ τὸ μὴ ἐξάγειν τὸ ἀλλότριον ἀλλὰ τὸ οἰκεῖον ἐπικάουσα. Δῆλον δ' ὅτι καὶ ἐπὶ τῶν λοιπῶν πικρῶν ὁμοίως ἂν ἔχοι καθάπερ καὶ ὁ κορωνόπους καὶ τὰ κιχόρια. Τοῖς [δὲ] δριμέσιν οἷον κρομύῳ, σκορόδῳ, τοῖς ἄλλοις οὐκέτι πρόσφορον· οὐ γὰρ ἀφαιρεῖ τὴν δριμύτητα διὰ τὴν ὁμοιότητα τῶν χυλῶν. Τὸ γὰρ ὅμοιον ἐπὶ τὸ ὅμοιον φέρεται καὶ εἰς τοὺς πόρους ἐνδύεται καθάπερ ἐπὶ τῶν καθαιρόντων καὶ ἐξαγόντων τὰς ἐπιχροίσεις.

[5] Καὶ τὰ μὲν ἁλυκὰ τοῖς τοιούτοις πρόσφορα διὰ τὴν εἰρημένην αἰτίαν. Εἰ δ' ἀληθὲς ὃ ἔλεγεν Ἀνδροσθένης ὑπὲρ τῶν ἐν Τύλῳ τῇ νήσῳ τῇ περὶ τὴν ἐρυθρὰν θάλατταν ὅτι τὰ ναματιαῖα μᾶλλον συμφέρει τῶν οὐρανίων ἁλυκὰ ὄντα καὶ τοῖς δένδροις καὶ πᾶσι τοῖς ἄλλοις, δι' ὃ καὶ ὅταν ὕσῃ τούτοις ἀποβρέχειν, αἰτιάσαιτ' ἄν τις τὴν συνήθειαν· τὸ γὰρ ἔθος ὥσπερ φύσις γέγονε. Συμβαίνει δὲ τὰ μὲν οὐράνια σπάνια γίνεσθαι τούτοις δ' ἐκτρέφεσθαι καὶ τὰ δένδρα καὶ τὸν σῖτον καὶ τἆλλα δι' ὃ καὶ πᾶσαν ὥραν σπείρουσι. Ταῦτα μὲν οὖν ὡς ἐξ ὑποθέσεως εἰρήσθω.

[6]

[1]    Τῶν δὲ ποτίμων τὰ ψυχρὰ βέλτιστα· καὶ γὰρ πέψιν ποιεῖ μάλιστα διὰ τὴν ἀντιπερίστασιν τοῦ θερμοῦ καὶ κατάψυξιν ταῖς ῥίζαις· δεῖται δὲ τὰ δένδρα ταύτης. Ὅτι δὲ βελτίω σημεῖον τὸ γλυκύτερα καὶ εὐχυλότερα τοῖς ψυχροῖς ἀρδευόμενα καὶ λάχανα καὶ ῥίζας καὶ καρποὺς καὶ τἆλλα ὁμοίως. Ἔοικε δὲ κατὰ λόγον ἔχειν ὥσπερ καὶ ἐπὶ τῶν ἐκ διὸς ὑδάτων τὰ νυκτερινὰ καὶ τὰ βόρεια καὶ ἐπ' αὐτῶν δὲ τῶν πνευμάτων ὅταν ᾖ βόρεια καὶ μὴ νότια καὶ ὅλως ὅταν ψυχρὰ καὶ μὴ θερμά· τὴν γὰρ αὐτὴν ὄνησιν πάντα ἔχει καὶ διὰ τὰς αὐτὰς ἀνάγκας· τὰ (γὰρ) θερμὰ διαχεῖ καὶ ἀνυγραίνει καὶ ἀσθενὲς ποιεῖ τὸ σύμφυτον θερμόν.

[2] Ὑπερβολὴ δέ τίς ἐστιν ἴσως καὶ τοῦ ψυχροῦ καὶ πρὸς τροφὴν καὶ πρὸς γένεσιν, ὥσπερ καὶ ἐπὶ τῶν ζώων, εἴπερ ἀφαιρεῖται τὴν τοῦ θερμοῦ δύναμιν· ἀφαιρεῖται γὰρ τὴν ζωήν· οὐ μὴν πολλή γε οὐδ' ἐν πολλοῖς ἐὰν μή τινα καὶ ἄλλον ἔχῃ χυμὸν ἀλλότριον· οὐδὲ γὰρ οὐδ' ὅμοια τὰ ἐπὶ τῶν ζώων ἐστὶ τῶν ἐν φυτοῖς· ἐκεῖνα μὲν γὰρ ὅλως ὑπὸ τοῦ ὑγροῦ περιέχεται καὶ ἐν τούτῳ ξυνίσταται ταῦτα δ' ἐν τῇ γῇ καὶ ἐν τῷ ἀέρι· μιγνυμένου δὲ τοῦ ὕδατος τούτοις οὔτε τὴν ἐκ τῆς γῆς οὔτε τὴν οἰκείαν ἀφαιρεῖται θερμότητα πλήν γ' εἴ που καὶ ὁ ἀὴρ ὅλος τοιοῦτος· οὕτως γὰρ ἀβλαστὴς καὶ ἄγονος ἡ γῆ τὸ ὅλον.

[3] Τὰ μὲν οὖν ψυχρὰ διὰ ταῦτα βελτίω, τὰ δὲ πότιμα τῶν ἀπότων ὅτι τροφιμώτερα. Μιγνυμένη γὰρ ἡ ἁλμυρὶς καὶ πᾶς ὁ τοιοῦτος χυλὸς οὐ μόνον ἀτροφίας ἀλλὰ καὶ ἄλλας βλάβας ἐμποιεῖ καθάπερ ἐπὶ τῶν σωμάτων. Ἡ δὲ μίξις τῶν ὑδάτων ἡ τοιαύτη χρήσιμος ὅταν τὸ μὲν ἄγαν σκληρὸν ᾖ καὶ ὥσπερ ἄπεπτον καὶ ὠμὸν τὸ δὲ θῆλυ καὶ μαλακὸν ᾖ καὶ ἐάν τινα γεώδη συνεπιφέρῃ χυλὸν ὅπερ ἔχει τὰ θολερὰ καὶ κοπριώδη· καὶ γὰρ τῆς τοιαύτης δέονται τροφῆς. Δι' ὃ πολλάκις ἂν ἁρμόσειε λεπτὸν καὶ καθαρὸν μὴ καθαρῷ καὶ παχεῖ καὶ φρεατιαῖον ναματιαίῳ καὶ ῥυτὸν καὶ ὄμβριον λιμναίῳ καὶ ἁπλῶς στασίμῳ.

[4] Θαυμασιώτερον δ' ἂν δόξειεν εἴ τι γλυκὺ καὶ πότιμον ἢ ὅλως ἄτροφον ἢ μὴ τελεσφόρον ἐστὶν ὥσπερ καὶ τὸ περὶ τὴν Πυρραίαν ὃ καὶ ἐν ταῖς ἱστορίαις εἴρηται. Τὴν δ' αἰτίαν ἐν δυσὶν ἄν τις λάβοι τούτων, ἢ ὅτι πάντως ἀσθενὲς ὅπερ οὐκ ἔοικεν, ἐπεὶ καὶ ὁ ἀὴρ δοκεῖ τρέφειν, ἢ ὅτι χυλόν τινα ἔχει κακοποιὸν ὃς λανθάνει τὴν γεῦσιν ὅπερ ἐκδηλούμενον φαίνεται καὶ ἐπὶ τούτου τοῦ ὕδατος· καὶ γὰρ ἄνθρωποι λουόμενοι λεπροὶ γίνονται καὶ τὰ φυτὰ παραπλησίαν τινὰ λαμβάνει διάθεσιν· οὐ γὰρ δὴ τό γε ἄγαν τρόφιμον λεκτέον ὡς διὰ τὸ μὴ δύνασθαι κρατεῖν ἀτραφῆ καὶ χείρω γίνεται. Περὶ μὲν οὖν τούτων ἱκανῶς εἰρήσθω.

[7]

[1]    Τοὺς δὲ τόπους ζητεῖ τοὺς οἰκείους οὐ μόνον τὰ περιττὰ καὶ ἴδια τῶν δένδρων ἀλλὰ καὶ τὰ κοινότερα γινόμενα· τὰ μὲν γὰρ φιλεῖ ξηροὺς τὰ δὲ εὐΰδρους τὰ δὲ χειμερινοὺς τὰ δὲ προσείλους τὰ δὲ παλισκίους καὶ ὅλως τὰ μὲν ὀρεινοὺς τὰ δὲ ἑλώδεις ὥσπερ καὶ διαιροῦσιν. Οὐκ ἀεὶ δὲ πάντα τοὺς αὐτοὺς ἴσως οὐ δὲ διὰ μίαν αἰτίαν ἀλλὰ διὰ πλείους ὥσπερ καὶ ἐν τοῖς πρότερον ἐλέχθη. Καὶ γὰρ τὸ συγγενὲς τῆς φύσεως ἕκαστον ἄγει πρὸς τὸν οἰκεῖον ἐν ᾧπερ καὶ τὰ αὐτόματα φύεται· τὸ δ' αὐτόματον μηνύει τὴν φύσιν εἴπερ ἐκ τῶν αὐτῶν αἱ τροφαὶ καὶ αἱ γενέσεις. Καὶ αἱ καθ' ἕκαστον διαιρέσεις οἷον ἡ θερμότης καὶ ἡ ψυχρότης καὶ ἡ ξηρότης καὶ ἡ ὑγρότης· ζητεῖ γὰρ τὰ πρόσφορα κατὰ τὴν κρᾶσιν. Ἔτι δὲ ἀσθενῆ καὶ ἰσχυρὰ καὶ βαθύρριζα καὶ ἐπιπολαιόρριζα καὶ εἴ τις ἄλλη διαφορὰ κατὰ τὰ μέρη.

[2] Πολλάκις δὲ καὶ διὰ πλείω τούτων· καὶ ἐνίοτε τὰ μὲν ἔχοντα τὰ δὲ οὐκ ἔχοντα· πάντα γὰρ (οὐ) ταὐτά. Ἔτι δὲ καὶ τὰ ὅμοια ζητεῖ τὸ ὅμοιον καὶ τὰ ἀνόμοια μὴ τὸν αὐτὸν ὅταν (μὴ) ᾖ τις παραλλαγὴ τῆς φύσεως. Ἐν οἷς καὶ τὰ περὶ τὴν ἐλάτην καὶ πεύκην ἐστίν· ἡ μὲν γὰρ χαίρει παλισκίοις ἡ δὲ πεύκη τοῖς προσείλοις ἐν ἐκείνοις δὲ οὐ φύεται παράπαν ἢ κακῶς. Θερμὰ μὲν ἴσως ἄμφω καθάπερ φασὶν, ἀλλ' ἡ μὲν ἐλάτη ξηρὸν ἡ δὲ πεύκη ὑγρόν· σημεῖον δὲ καὶ ἡ τῆς πίττης γένεσις· ἅμα δ' ὑγρότητος πλῆθος καὶ ὁ πρόσειλος τόπος οἰκεῖος· πέψις γὰρ οὕτω μᾶλλον· ἀεὶ δὲ κατὰ τὸ ὑπεραῖρον ἡ ὄρεξις.

[3] ᾟ καὶ δῆλον ὡς ἐν τοῖς δοκοῦσι παραλλάττειν τῶν ὁμογενῶν ἀεί τινα ζητητέον τοιαύτην διαφοράν. Ἐπεὶ ὅσα μὴ ὁμογενῆ τὸν αὐτὸν ζητεῖ καθάπερ ὁ κιττὸς καὶ τὰ πάρυδρα καὶ ἀλσώδη ῥᾴδιον εἰπεῖν· ὁ μὲν γὰρ θερμὸς καὶ ξηρὸς, τῶν δὲ ἡ φύσις ὅλως συγγενής. Ἔνια δὲ καὶ τούτων ἐν ταῖς καθ' ἕκαστον διαφοραῖς ἔδειξε τὴν αἰτίαν. Ὁμοίως δὲ καὶ ὅσα φιλόσκεπα τυγχάνει καὶ τῶν ἀγρίων καὶ τῶν ἡμέρων ὥσπερ ἡ ῥόα καὶ ὁ μύρρινος καὶ ὁ μὲν πυκνὸς ὢν καὶ ξηρὸς ἡ δὲ μανὴ καὶ οὐ ξηρά·

[4] τὸν μὲν γὰρ καρπὸν ἀμφότερα πυρηνώδη καὶ οὐχ ὑγρὸν ἔχει. Τῷ μὲν οὖν ἡλίῳ παραδιδόμενος ταχὺ καταξηραίνεται, σκιατροφούμενος δὲ καὶ μετρίως εἰσλάμποντος σώζει τε τὴν οἰκείαν ὑγρότητα καὶ πεπαίνει, δι' ὃ καὶ τὰς ῥόας πυκνὰς φυτεύουσι καὶ τοὺς μυρρίνους ἵνα συσκεπάζωσιν ἄλληλα καὶ προβολὴν ἔχωσι τοῦ ἡλίου· ἅμα δὲ καὶ τῷ μὴ πολύρριζα τυγχάνειν οὐκ ἐνοχλοῦνται κατὰ τὰς τροφάς. Εἰ γὰρ αὖ τἀναντία τις οὕτω φυτεύοι καθάπερ ἄμπελον καὶ συκῆν οὐκ ἂν ὁμοίως εὐκαρποῖ· ἔνυγρα γὰρ ὄντα καὶ πέψεως δεῖται πλείονος.

[5] Αἱ μὲν οὖν τῶν τόπων παραλλαγαὶ διὰ τοιαύτας τινάς εἰσιν αἰτίας ὅπου μὴ καὶ ἄλλο τι συμβαίνει κώλυμα καὶ σίνος πρὸς εὐκαρπίαν ὥσπερ περὶ Τάραντα ταῖς ἐλάαις· ἢ γὰρ ἀπνοίᾳ κατὰ τὴν ἄνθησιν ἀποκάεται τὰ πολλὰ ἢ ὅταν πνέῃ τοιοῦτόν τι πνεῖ πόντιον ὃ τῇ ἅλμῃ τῇ ἐπιφερομένῃ κατεσθίει καὶ λυμαίνεται τὰ ἄνθη. Δοκεῖ δὲ καὶ ὁμίχλη τις ἄνευ πνοῆς ἐκβαίνειν ἢ ὅταν ἅψηται τῶν ἀνθῶν ἀποκάει, δι' ὃ καὶ μάντεις θύουσιν ὥστε μὴ ἐκβῆναι καί φασι κωλύειν. Τὸν αὐτὸν δὲ τρόπον καὶ εἴ τι πάλιν σωτήριον ἢ καὶ πρόσφορόν ἐστι τοῦ ἀέρος· ἐνίοτε γὰρ τῶν ἐδαφῶν ὄντων φαύλων ὁ ἀὴρ ἐκτρέφει τῇ εὐκρασίᾳ καθάπερ ἐλέχθη καὶ τοῖς οἰκείοις πνεύμασιν.

[8]

[1]    Εἰ δὲ ἥ γε πέψις τῶν καρπῶν τοῖς μὲν ὑπὸ θερμοῦ δοκεῖ τοῖς δ' ὑπὸ ψυχροῦ γίνεσθαι κατὰ συμβεβηκὸς ἥ γε ὑπὸ τοῦ ψυχροῦ γινομένη. Τὸ γὰρ θερμὸν ἐν ἀμφοῖν πέττει καὶ μία τις ἡ αἰτία, φανερὸν δὲ οὐχ ὁμοίως διὰ τὴν ἀντιπερίστασιν. Ὅλως γὰρ πάντων τῶν τοιούτων τὰς αὐτὰς δυνάμεις ὑποληπτέον αἰτίας εἶναι. Ξυμβαίνει δὲ δὴ τοῖς ὀψικάρποις ὑπὸ τοῦ χειμῶνος πεπαίνεσθαι περικαταλαμβανομένοις τῇ ὥρᾳ. Ὀψίκαρπα δ' ὥσπερ ἐλέχθη διὰ πλείους αἰτίας. Ὅσα μὲν οὖν ὑγρὰ τῇ φύσει συντονωτέρων δεῖται τῶν ψυχρῶν ὥσπερ ἡ ἄμπελος· οὕτω γὰρ μᾶλλον ἡ πέπανσις. Ὅσα δὲ ξηροκαρπότερα καθάπερ ὁ μύρρινος, καὶ γὰρ τοῦτο τῶν ὀψικάρπων, ἐλαφροτέρων· ἀποξηραίνει γὰρ καὶ ἀποστύφει τὸ ἄγαν. Ἡ δ' εὐκρασία καὶ ὁ ὑγρότερος καὶ ὁ ὑπὸ νότου ἀὴρ εὐτροφώτατος.

[2] Ἐπεὶ οὐδὲ τὰ ὑγρότερα τῇ φύσει πέττουσιν αἱ ὑπερβολαὶ τῶν χειμώνων, ἀλλὰ τὰ μὲν ὅλως ἀποξηραίνουσι τῶν δ' ἐξαιροῦνται τὸν οἰκεῖον χυλὸν ὥσπερ τῶν συκῶν. Ἀντέχειν δὲ μάλιστα δύναται τά τε ἐν ὑγρότητι λιπαρόν τι ἔχοντα καθάπερ τῶν ἀγρίων τὰ μιμαίκυλα καὶ ἔνια γεώδη καὶ στρυφνὰ καὶ ἰσχυρὰ τὴν φύσιν οἷον βάλανος, ἀχρὰς, οὖον· ὀψὲ γὰρ ταῦτά γε λαμβάνει τὴν οἰκείαν ὑγρότητα. Τοιαῦτα δὲ καὶ τὰ μέσπιλα καὶ τὰ μῆλα τὰ ἄγρια καὶ πάνθ' ὅλως (ἃ δύναται ἀφαιρεθέντα) πεπαίνεσθαι καθάπερ ἡ ἀχρὰς καὶ τὸ οὖον, οὐ τὴν αὐτὴν μὲν πέπανσιν ἥνπερ καὶ ἐπὶ τῷ δένδρῳ τὴν φυσικὴν, ἔχουσαν δέ τινα γλυκύτητα τὴν ποιοῦσαν ἐδώδιμα, εἴτ' οὖν σῆψιν αὐτὴν χρὴ λέγειν ὥσπερ ἐπὶ τῶν δρυπεπῶν ἐλαῶν φασιν εἴτε καὶ ἄλλην τινὰ διάθεσιν ἡνπεροῦν.

[3] Οὐ μὴν ἀλλ' ἴσως οὐθὲν ἂν κωλύοι καὶ τῇ ἔσωθεν θερμότητι πέττεσθαι καθάπερ τὰ οὖα πεπαυμένης ἤδη τῆς ἐπιρροῆς ἐκ τῶν δένδρων· τότε μὲν γὰρ ἀεί τινος ἐπιούσης οὐκ ἐκράτει κωλυόμενα ἅμα διὰ τὰ ψύχη, μὴ προσγινομένης δ' ἑτέρας ἅμα δὲ καὶ τοῦ θερμοῦ συγκατακλειομένου δι' ἄμφω πέττεται καὶ λαμβάνει τὴν μεταβολήν· ἐπεὶ καὶ οἱ ἐπὶ τῶν δένδρων καρποὶ πεπαινόμενοι καθάπερ οἱ βότρυες ἀφαιρεθέντες γλυκύτεροι γίνονται τοῦ ὑδατώδους ὑπὸ τοῦ ἡλίου καταξηραινομένου, ἐπ' αὐτῶν δὲ τῶν ἀμπέλων ὅταν ἐπιστρέφωσι ἢ καὶ γηράσαντες ἀποσταφιδωθῶσι.

[4] Σχεδὸν δὲ καὶ ἐν τοῖς ἄλλοις γίνεταί τις τοιαύτη μεταβολὴ τῶν μὲν ἐπ' ἔλαττον τῶν δ' ἐπὶ πλεῖον, ἔνια δ' ἐναντίως. Καὶ γὰρ ἐπ' αὐτῶν τῶν δένδρων ἐν τόποις θερμοῖς καὶ οἰκείοις ἀπέπαντα (μὴ) ἐπικνισθέντα καὶ ἐπαλειφθέντα ἐλαίῳ καθάπερ καὶ πρότερον ἐλέχθη διὰ τὴν εὐτροφίαν, ὥσπερ καὶ τὰ ἐν Αἰγύπτῳ συκάμινα, τοῦτο δὲ παθόντα καὶ ἀπέρασίν τινα ἔλαβεν ὑγροῦ καὶ πνεύματος καὶ τὸ θερμὸν εἰσδέχεται. Τῶν δὲ λαχανωδῶν ἔνια καὶ τὸ ὅλον ἀπέπαντα καὶ ἀμετάβλητα καθάπερ ἡ κολοκύνθη. Πέψεως μὲν οὖν καὶ ἀπεψίας καὶ ἁπλῶς τῶν γινομένων μεταβολῶν ἐν τούτοις αἱ αἰτίαι.

[9]

[1]   Τῶν δὲ δένδρων αὐτῶν ἀεὶ τὰ ἐν τοῖς ἀπνόοις καὶ παλισκίοις ὀρθὰ καὶ ἀστραβῆ καὶ λειότερα καὶ εὐμηκέστερα γίνεται τὸν αὐτὸν δὲ τρόπον κἂν πυκνὰ τυγχάνῃ πεφυκότα, τὰ δ' ἐν τοῖς εὐπνόοις καὶ προσηνέμοις καὶ εὐείλοις ἔτι δὲ μανὰ πεφυκότα ἧττον. Ἥ τε γὰρ εἰς βάθος αὔξησις κωλύει τὸ μῆκος καὶ τὰ πνεύματα τραχύνει καὶ ὄζους ἐμποιεῖ καθάπερ ἐλέχθη διὰ τὴν ἐπίστασιν· ἐκείνοις δὲ ἀφῃρημένων τούτων ἡ εἰς τὸ μῆκος αὔξησις μόνη γίνεται·

[2] δι' ὃ καὶ τὰ μὴ ὁμοίως ὀρθοφυῆ μηδ' εὐμήκη τὴν αὐτὴν διάθεσιν λαμβάνει τοῖς ὀρθοφυέσι καὶ μακροῖς ὅταν ἐν τόποις γένηται τοιούτοις ὥσπερ αἱ δρῦς· λεῖαι γὰρ καὶ εὐθεῖαι καὶ σχεδὸν ἰσομήκεις γίνονται ταῖς ἐλάταις καθάπερ φασὶ καὶ περὶ τὸν Αἷμον. Ἅμα δὲ καὶ μανότερα καὶ ἀσθενέστερα τὰ τοιαῦτα γίνεται διὰ τὸ μήτε ὑπὸ τοῦ ἡλίου μήτε ὑπὸ τῶν πνευμάτων καὶ τοῦ ψύχους λαμβάνειν πύκνωσιν.

[3] Ἀποβλητικὰ δὲ μάλιστα τῶν καρπῶν πρὶν πεπᾶναι συκῆ καὶ φοῖνιξ καὶ ἀμυγδαλῆ καὶ διὰ τὴν ἐναπόληψιν ὑγρότητός τέ τινος καὶ πνεύματος ὥσπερ συκαῖ τὰ δὲ τῷ τὴν προσάρτησιν ἔχειν ἀσθενῆ τοὺς δ' ὄγκους μείζους ὥσπερ ἡ ἀμυγδαλῆ καὶ μηλέα καὶ ἄπιος· ἱκανὸν γὰρ καὶ ὁτιοῦν διυγρᾶναι καὶ ἀσθενὲς ποιῆσαι· καὶ ἅμα τούτοις γε καὶ πνευμάτων ἐπιγίνεται μέγεθος. Ἡ δὲ ῥόα τοῖς μὲν κυτίνοις εὐαπόπτωτος, ἀσθενὴς γὰρ αὐτῶν ἡ πρόσφυσις ὥστε ὅταν ψακάδια καὶ δρόσοι πέσωσιν εἰσδυόμενα κατὰ τὸ ἄνθος ἀνυγραίνει καὶ ποιεῖ τὴν βολήν· [4] δι' ὃ καὶ κατάγουσι τὰ δένδρα καὶ οὐκ ἀφιᾶσιν εἰς ὕψος ὅπως οἱ κύτινοι μὴ ὀρθοὶ γινόμενοι δέχωνται τὸ ὑγρόν· οἱ δὲ καὶ ἀνάπαλιν κελεύουσι φυτεύειν τὰς ῥάβδους τούτου χάριν ὅπως εὐθὺ κατανεύσωσιν. Ὅτι δ' ἡ ὑγρότης αἰτία τῆς ἀποβολῆς κἀκεῖθεν δῆλον· αἱ γὰρ ἄπιοι καὶ ἀμυγδαλαῖ κἂν μὴ βρέχῃ νότιος δ' ὁ ἀὴρ ᾖ καὶ ἐπινεφὴς ἀποβάλλουσι καὶ τὰ ἄνθη καὶ τοὺς πρώτους καρποὺς ἐὰν εὐθὺς μετὰ τὴν ἀπάνθησιν ᾖ. Καὶ τούτων μὲν καὶ τῶν τοιούτων ἐν τῇ προσαρτήσει τε καὶ τοῖς ὄγκοις ἡ αἰτία.

[5] Τῶν δὲ συκῶν καὶ τῶν φοινίκων οὐκ ἐν τούτοις ἐστὶ μόνον ἀλλὰ καὶ ἐν τῇ αὐτῶν διαστάσει· δι' ὃ καὶ ἐρινάζουσι τὰς συκᾶς· τοῦτο δὲ ποιοῦσιν ὅπως οἱ ψῆνες οἱ ἐκ τῶν ἐρινῶν τῶν ἐπικρεμαννυμένων γινόμενοι διοίγωσι τὰ ἐπὶ τῆς συκῆς· ἡ μὲν γὰρ γένεσις ἐξ ἐκείνων· ζητοῦντες δὲ τὴν ὁμοίαν τροφὴν ἐκπέτονται καὶ προσίπτανται τοῖς ἐπὶ τῆς συκῆς ἐρινοῖς. Συμβαίνει δὲ τοῦτο καὶ ἐπὶ τῶν (μὴ) ἐριναζομένων ὅταν πλησίον τῶν συκῶν ἐρινεοὶ ὦσιν, δι' ὃ καὶ παραφυτεύουσι ταῖς συκαῖς ἐρινεοὺς ἐπὶ τῶν ἄκρων ὅπως κατ' ἄνεμον ἡ πτῆσις οὐρία γίνηται, ταῖς μὲν πρωΐαις πρωΐους ταῖς δ' ὀψίαις ὀψίους ταῖς δὲ μέσαις μέσους ἵνα κατὰ τὴν οἰκείαν ὥραν ἑκάστοις ὁ ἐρινασμὸς ᾖ.

[6] Διοιχθέντος δὲ τοῦ μέσου τὴν ὑγρότητα ἐκβόσκονται τὴν πλείω καὶ τῷ ἔξωθεν ἀέρι δίοδον διδόασι καὶ τὸ ὅλον εὐπνούστερα ποιοῦσι· συμβαίνει γὰρ ἅμα τῇ θερμότητι τῇ κατεργαζομένῃ συγκατακλείεσθαί τι πνεῦμα καθάπερ τοῖς ἑψομένοις οὗ χωρισθέντος ἅμα τῇ ὑγρότητι καὶ διεκπνεύσαντος ἐπιμένει· τὰ γὰρ αἴτια τοῦ ἀποβάλλειν ταῦτ' ἐστίν. Εὐλόγως δὲ καὶ γίνονται καὶ εἰσδύονται πάλιν οἱ ψῆνες εἰς τὰ ἐρινά· γίνονται μὲν γὰρ διὰ τὸ μὴ δύνασθαι πεπαίνειν μηδὲ τελειουργεῖν τοὺς ἐρινεούς· ὥσπερ γὰρ καὶ τῶν ἄλλων σηπομένων καὶ ἐν τούτοις ζωοποιὸς ἡ φύσις· οὐκ ἔχοντες δὲ τροφὴν ζητοῦντες δὲ τὴν οἰκείαν φέρονται πρὸς τὸ ὅμοιον· ἡ γὰρ ἐπιθυμία πᾶσι τοῦ συγγενοῦς ὥσπερ τοῖς φθειρσὶν αἵματος ἐξ οὗ διαφθαρέντος (ἡ) γένεσις.

[7] Εὐλόγως δὲ καὶ ἐν τοῖς λεπτογείοις καὶ καταβόρροις οὐκ ἐπιζητοῦσι τὸν ἐρινασμόν· ξηρὰ γὰρ γίνονται τῇ φύσει δι' ὀλιγότητα τῆς τροφῆς, οὐδὲ δὴ εἴ τις ἑτέρα χώρα τοιαύτην ἔχει τὴν κρᾶσιν ὥστε σύμμετρον ἐκδιδόναι τὴν τροφήν· ἡ γὰρ ἀποβολὴ δι' ἀπεψίαν καὶ τὸ μὴ κρατεῖν. Ὡσαύτως δὲ καὶ ὅπου κονιορτὸς πολὺς, ἀποξηραίνει γὰρ καὶ οὗτος. Ἄτοπον δ' ἂν δόξειεν ὅτι βορείοις ἀποβάλλουσι μᾶλλον ἢ νοτίοις ξηροτέρων ὄντων· αἴτιον δ' ὅτι πυκνούμενα μᾶλλον τὰ ἐρινὰ κωλύεται διεκπνεῖν· ἅμα δ' ἴσως καὶ πῆξίς τις γίνεται τοῦ ὀποῦ· ταύτην γὰρ καὶ τῆς φυλλοβολίας αἰτίαν φέρουσί τινες ὥσπερ εἴπομεν.

[8] Ὅσα δ' ὄψια πάμπαν τῶν γενῶν οὐκ ἀποβάλλει διὰ τὴν ὀψιότητα τῆς βλαστήσεως· οὐ γὰρ ἔτι συμβαίνει κατακλείεσθαι καὶ ἐναπολαμβάνεσθαι τὸ πνεῦμα διὰ τὴν ὥραν ἀλλ' ἐπικρατεῖ ἀντιπεριϊστάμενον τὸ θερμόν· ἅμα δὲ καὶ φύσει ξηρά πως ἐστὶ καὶ ὀψὲ διϋγραίνεται, δι' ὃ καὶ τὴν ἄρδευσιν αἱ τοιαῦται ζητοῦσι καὶ δέχονται μᾶλλον. Ἔοικε δ' εἴπερ ἡ ἄνοιξις ποιεῖ τὴν ἐπιμονὴν εὔπνοιάν τε καὶ ἀπέρασιν ποιοῦσα παραπλήσιον τρόπον τινὰ (τὸ) συμβαῖνον καὶ ἐπὶ τῶν ἐν Αἰγύπτῳ συκαμίνων·

[9] ἀλλὰ τοῦτο διαμφισβητοῦσί τινες ὡς ἄρ' οὐκ ἀνοίγουσιν οἱ ψῆνες ἀλλὰ συμμύειν ποιοῦσιν ὅταν εἰσδύωσιν ὅθεν καὶ τὴν αἰτίαν ἐστὶν ἐκ τοῦ ἐναντίου φέρειν ὡς τούτου χάριν ἐριναζομένων· ἐὰν γὰρ συμμύωσιν οὔθ' ἡ δρόσος οὔτε τὰ ψακάδια δύναται διαφθείρειν ὑφ' ὧν ἀποπίπτουσι διυγραινόμενοι ὥσπερ καὶ οἱ κύτινοι τῶν ῥοῶν· ὅτι δὲ ταῦτα αἴτια μηνύει τὸ συμβαῖνον ὃ δὴ καὶ λέγουσί τινες· ἀποβάλλουσι γὰρ μᾶλλον ὑδατίων ἐπιγινομένων. Σημεῖον δ' ὅτι κἀκεῖνό ἐστι τοῦ συμμύσαι χάριν· ἐὰν γὰρ μὴ ἔχωσι περιάπτειν τῇ ἄμμῳ ἐπιπάττουσιν ἵνα συμμύσῃ· καὶ ὁ κονιορτὸς δὲ ποιεῖ διὰ τοῦτο ἐπιμένειν ὅτι συμμύει κονιορτούμενα· τὰ δὲ τῶν ὀψίων οὐ διοίγεται κατ' ἐκεῖνον τὸν καιρὸν ἀλλὰ συμμύει, δι' ὃ καὶ ἐπιμένει καὶ οὐδὲ ὅλως ἐρινασμοῦ δέονται· μετὰ ταῦτα δ' ἰσχύοντ' ἤδη καὶ ἅμα τῆς ὥρας μεταβεβληκυίας ἀνοίγεταί τε καὶ οὐκ ἀποπίπτει. Τὴν μὲν οὖν αἰτίαν ἀμφοτέρως λαβεῖν ἐνδέχεται.

[10] Τάχα δ' ἄν τις φαίη ταῦτά γε οὐδὲν ὑπεναντιοῦσθαι· καὶ γὰρ ὑδάτων ἐπιγινομένων ἀσθενέστερα τὰ ἐρινὰ καὶ πλείων ὑγρότης γίνεται δι' ἣν ἐκπνευματουμένην ἡ ἀποβολή· καὶ τῇ ἄμμῳ πάττειν ἀποξηραίνειν βουλομένους δι' ὃ καὶ τὸν κονιορτὸν ὠφελεῖν· ἐξαιρεῖν γὰρ τὸ ὑγρὸν ὃ τῆς ἀποβολῆς αἴτιον.

[11] Εἰ μὲν οὖν μηθὲν ἀντιλέγει δῆλον ὡς ἐν ἐκείνῳ τὸ αἴτιον. Εἰ δὲ ἐναντιοῦται συμβαίνοι ἂν ἐκείνως μὲν ἀπὸ τῶν ἐντὸς εἶναι τὴν ἀρχὴν καὶ εἴ τι προσεπιγίνεται τῶν ἐκτὸς, οὕτως δ' ἀπὸ τῆς ἔξωθεν ὑγρότητος ὑφ' ἧς μάλιστ' ἂν ἀποπίπτοι τὰ ὀρθὰ πεφυκότα καὶ μὴ κατακλινῆ καθάπερ οἱ κύτινοι· πιθανὸν δὲ καὶ ἐξ αὐτῶν τινας αἰτίας εἶναι τῆς ἀποβολῆς ὥσπερ νοσησάντων πλὴν ἡ μὲν νόσος ἴσως κοινὴ πάντων τῶν καρπῶν.

[12] Τοῦ δὲ συμμύειν ὅταν εἰσδύωσιν οἱ ψῆνες ἀνάγκη τινὰ λέγειν αἰτίαν· ἐπεὶ τό γ' ἐκβόσκεσθαι τὴν ὑγρότητα τὴν ἐνυπάρχουσαν οἰκείαν οὖσαν ἀληθὲς, δι' ὅπερ πρὸς τὴν ἐπιμονὴν χρήσιμον, τὰ μέντοι σῦκα χείρω ποιεῖ· κενωθέντα γὰρ τὰ ἐριναστὰ μᾶλλον ἐπισπᾶται καὶ πλείω τὸν ὀπόν· ὅθεν ἔνιοί γ' οὐδ' ἐρινάζουσιν ἀλλὰ καὶ πωλοῦντες κηρύττουσιν ὡς ἀνερίναστα καὶ δοκεῖ πολὺ διαφέρειν. Ἔτι δ' ἐχρῆν τοῖς βορείοις ἧττον ἀποπίπτειν, συμμύει γὰρ μᾶλλον, εἰ μὴ ἄρα τῷ ξηραίνεσθαι διαχάσκει.

[13] Φαίνεται δ' οὖν πλείους ἀντιλογίας ἔχειν τῶν πρότερον, εἰ μὴ ἄρα ἀμφοτέρως συμβαίνει καὶ ἐνδέχεται. Τὸ δ' ἐνίους τόπους μὴ δεῖσθαι τῶν ἐρινασμῶν οὐκ ἄτοπον ὥσπερ ἐλέχθη, συμμετρίαν ἔχοντας τῆς τε τροφῆς (καὶ) τοῦ ἀέρος· ἐπεὶ ὅτι γε ἡ ὑγρότης πολλὴ καθ' ὅλον τὸ γένος καὶ ἐξ αὐτῶν τῶν ἀγρίων δῆλον. Καὶ γὰρ ἡ ἀπεψία διὰ τοῦτο γίνεται καὶ ἐρινάζουσι κἀκείνους ὅπως ἐπιμείνωσι· διὰ τὰς αὐτὰς δ' αἰτίας καὶ διφοροῦσιν ἔνιοι δὲ καὶ τριφοροῦσιν αὐτῶν διὰ πλῆθος τροφῆς· ἀφαιρουμένων γὰρ τῶν πρώτων ῥᾳδίως ἕτερα φύουσι καὶ πάλιν τούτων ἕτερα πληθύοντές τε τῇ ὑγρότητι καὶ μέχρι τούτου κρατοῦντες ἐπὶ πλεῖον δ' οὐ δυνάμενοι διὰ τὴν ὑπερβολήν·

[14] μόνον γὰρ δὴ τοῦτο τῶν ἀγρίων ἢ μετ' ὀλίγων ἀτελῆ φέρει τὸν καρπόν· εἰ μὴ ἄρα ἐνταῦθα αὐτῶν ἦν τὸ τέλος. Φύεται γοῦν καὶ αὐτόματος· [ἡ δὲ τῶν αὐτομάτων γένεσις ἐκ σπέρματος καὶ ὅσα δὴ διὰ σῆψίν τινα μᾶλλον δ' ἀλλοίωσιν γίνεται τῆς γῆς·] ὥστε καὶ τοῦτο ὠλεσίκαρπον ἄν τις φαίη καθάπερ ὁ ποιητής φησι τὴν ἰτέαν· ἐπεὶ τά γε ἄλλα κἂν ἀβρώτους ἔχῃ πᾶσι τοὺς καρποὺς ὅμως ἐκτελεῖ καὶ πεπαίνει κατὰ τὴν τῆς φύσεως ὁρμήν.

[15] Ἀλλὰ γὰρ αὕτη μὲν ἰδιότης ἄν τις εἴη πρὸς τὰ ἄλλα. Τὸ δὲ ἐπὶ τῶν φοινίκων συμβαῖνον οὐ ταὐτὸν μὲν ἔχει δέ τινα ὁμοιότητα τούτῳ δι' ὃ καλοῦσιν ὀλυνθάζειν αὐτούς· τὸ γὰρ ἀπὸ τῆς ἄρρενος ἄνθος καὶ ὁ κονιορτὸς καὶ χνοῦς συγκαταπαττόμενος ποιοῦσί τινα τῇ θερμότητι καὶ τῇ ἄλλῃ δυνάμει ξηρότητα καὶ εὔπνοιαν· διὰ τούτων δὲ ἡ ἐπιμονή· φαίνεται δὲ τρόπον τινὰ ὅμοιον τούτῳ καὶ τὸ ἐπὶ τῶν ἰχθύων συμβαῖνον ὅταν ὁ ἄρρην ἐπιρραίνῃ τοῖς ὠοῖς ἀποτικτομένοις τὸν θορόν. Ἀλλὰ τὰς μὲν ὁμοιότητας καὶ ἐκ τῶν ἀπηρτημένων ἐστὶ λαμβάνειν.

[10]

[1]    Τῶν δὲ ὁμογενῶν ἐν οἷς τὰ μὲν ἄκαρπα τὰ δὲ κάρπιμα τῶν ἀγρίων, ἃ δὴ θήλεα τὰ δ' ἄρρενα καλοῦσιν, ἐν ἐκείνῃ τῇ αἰτίᾳ περιλαμβάνεται τῇ καὶ πρότερον εἰρημένῃ περὶ τῶν ἀκάρπων ὅτι διὰ πυκνότητα καὶ ἰσχὺν καὶ εὐτροφίαν ἄκαρπα γίνεται· συμβαίνει γὰρ ἅπαντα εἰς ἑαυτὰ καταναλίσκειν. Ἡ δὲ καρποτοκία δεῖται μὲν τῆς φυσικῆς περιττώσεως· ἐκ ταύτης γὰρ ὁ καρπὸς ὥσπερ καὶ τοῖς ζώοις τὸ σπέρμα· τρεπομένης δ' εἰς ἕτερον ἀεὶ καὶ ἀναλισκομένης ἀφαιρεῖται τὴν γένεσιν· ἡ γὰρ φύσις οὐ διαρκὴς εἰς ἄμφω μὴ λαμβάνουσα τὸ σύμμετρον.

[2] Οἷς μὲν οὖν ἐνίοτε τοῦτο συμβαίνει τότε ἄκαρπα γίνεται, οἷς δ' εὐθὺς ἐνταῦθα ἡ ὁρμὴ τῆς φύσεως ὅλως ἄκαρπα. Δι' ὃ δὴ καὶ τῶν ἀγρίων ἔνια τοιαῦτ' ἐν τοῖς ὁμογενέσιν ἅπερ ἰσχυρότερα καὶ πυκνότερα καὶ ὡς ἐπὶ πᾶν μείζω γίνεται διὰ τὴν εὐτροφίαν. Ἐπεὶ καὶ τὰ μικρόκαρπα πάνθ' ὡς ἐπὶ τὸ πολὺ μείζω καὶ τὰ εἰς μέγεθος ὡρμημένα μικροκαρπότερα καθάπερ καὶ ἡ ἰνδικὴ συκῆ καλουμένη. Θαυμαστὴ γὰρ οὖσα τῷ μεγέθει μικρόν τε ἔχει φύσει σφόδρα τὸν καρπὸν καὶ ὀλίγον ὡς εἰς τὴν βλάστησιν ἐξαναλίσκουσα πᾶσαν τὴν τροφήν· καὶ γὰρ σφόδρα μεγαλόφυλλος ἀφ' ὧν ἔοικε διὰ τὴν εὐβοσίαν καὶ ἡ τῶν ῥιζῶν τῶν καθιεμένων εἶναι γένεσις. Ἴσως δ' ἀνάπαλιν ὅτι καὶ εἰς ταῦτα καταμερίζεται, διὰ τοῦτο οὖν ἀσθενέστερός ἐστι καὶ ἐλάττων ὁ καρπός· ὑπὲρ δὲ τῶν ῥιζῶν ἐν ἑτέροις εἴρηται.

[3] Μόνα δὲ ἢ μάλιστα τῶν πολυκάρπων αὔξησιν λαμβάνει μεγέθους ἄμπελος καὶ συκῆ· δύναται γὰρ ἡ μὲν ἐφ' ὁσονοῦν ἐφικνεῖσθαι κληματουμένη καὶ ἔδαφος εὔγειον ἔχουσα καὶ εὔτροφον, ἡ δὲ καὶ εἰς ὕψος αἴρεσθαι καὶ πολύκλαδος γινομένη πολὺν καταλαμβάνειν τόπον.

[11]

[1]    Εὐλόγως δὲ καὶ μακροβιώτερα τὰ ἄκαρπα τῶν καρπίμων καὶ τὰ ὀλιγόκαρπα τῶν πολυκάρπων ὅσα μὴ δι' ἀσθένειαν ἢ ὑγρότητα ἢ δι' ἄλλην τινὰ αἰτίαν ἄκαρπα ἢ ὀλιγόκαρπα καθάπερ τέ τε πάρυδρα καὶ ἀλσώδη καὶ ὅσα μανὰ καὶ εὔσηπτα καθάπερ ἡ δάφνη· ταῦτα μὲν γὰρ καὶ εἴ τι τοιοῦτον ἄλλο διὰ τὰς εἰρημένας αἰτίας. Ἡ δὲ καρποτοκία πολὺ τῆς φύσεως ἀφαιρεῖ καὶ τὸ κυριώτατον ὅπερ καὶ ἐπὶ τῶν ζώων συμβαίνει· τὰ γὰρ πολυτοκώτατα καὶ γηράσκει τάχιστα καὶ ἀπόλλυται. Φανερὸν δὲ ἀμέλει καὶ ἐπ' αὐτῶν ἐστι τῶν δένδρων· ὅσα γὰρ πολυφόρα καὶ πολύκαρπα ταῦτα καὶ ὅλως καταγηρᾷ θᾶττον καὶ ἐν τοῖς ὁμογενέσιν οἷον ἀμπέλοις, συκαῖς, τοῖς τ' ἄλλοις, τὰ δὲ στέριφα καὶ ὀλιγόκαρπα χρονιώτερα ὡς εἰπεῖν.

[2] Καί ποτε μᾶλλον δὲ πολλάκις ὑπερκαρπήσαντα τὰ δένδρα δι' ἀσθένειαν ἀφαυάνθη καὶ μάλιστα τοῦθ' αἱ ἄμπελοι πάσχουσι καὶ τἆλλα δὲ τὰ πολύκαρπα διὰ τὸ ἐξανηλῶσθαι τὴν φύσιν εἰς τοὺς καρποὺς (ὃ) καὶ τοῖς σιτηροῖς σπέρμασι καὶ ὅλως τοῖς ἐπετείοις συμβαίνει, δι' ὃ καὶ ἐπέτεια· συνεξαυαίνονται γὰρ εὐθὺς αἱ ῥίζαι τελειουμένων τῶν καρπῶν διὰ τὰς αὐτὰς ἀνάγκας ἐκδιδομένης πάσης τῆς φύσεως. Τὰ δὲ δένδρα παραχρῆμα μὲν ἢ οὐ πάσχει τοῦτο ἢ οὐ φανερὰ γίνεται περιϊσταμένης δὲ τῆς ὥρας ἐξεδήλωσεν. Ἐὰν δέ τι καὶ ἐπιγένηται τοιοῦτον ἐκ τοῦ ἀέρος ὥστε πιέσαι καὶ κακῶσαι καὶ θᾶττον.

[3] Οὐ μόνον (δ') οὕτω τὰ ὑπερκαρπήσαντα ἀλλὰ καὶ τὰ πολυκαρπήσαντα πονεῖ πολλάκις δὲ καὶ φθείρεται· κενωθὲν γὰρ ἅπαν ἀσθενὲς ἐν ἀσθενεῖ δὲ καὶ τὸ μὴ ἰσχυρόν· διὰ τοῦτο καὶ τὰ γεωργούμενα τῶν ἀγεωργήτων θᾶττον γηράσκει καὶ τὰ βελτίω τῶν χειρόνων καὶ τὰ ἥμερα ὅλως τῶν ἀγρίων· καίτοι τάχ' ἂν δόξειεν ἄτοπον εἰ τὰ μᾶλλον τυγχάνοντα θεραπείας· ἀλλ' ἡ θεραπεία πρὸς καρπογονίαν οὐ πρὸς ἰσχύν· αὕτη δὲ ἀναιρεῖ, τὸ δὲ μακρόβιον ἐν τῷ ἰσχύειν, ἰσχυρὸν δὲ τὸ πυκνὸν καὶ στέριφον. Ὅθεν καὶ Θάσιοι τὰς γεωργίας ἀπομισθοῦντες οὐ φροντίζουσι τῶν ἄλλων ἐτῶν ἀλλὰ καὶ βούλονται κακουργεῖν ὑπὲρ δὲ τοῦ τελευταίου συγγράφονται πρὸς τὴν αὐτῶν κατάληψιν.

[4] Συμβαίνει δὲ τοῦτο καὶ ἐπὶ τῶν ζώων· καὶ γὰρ τὰ ὅλως εὔτοκα βραχύβια καὶ τὰ ὑπερτοκήσαντα πολλάκις ἀπόλλυται καὶ μάλιστα εἴ τι ἀεὶ ὡς τῶν γε συνανθρωπευομένων αἱ ὄρνιθες· αὕτη τε δὴ βραχυβιότητος αἰτία καὶ ἡ ἐναντία δῆλον ὅτι μακροβιότητος ὥσπερ εἴρηται. Καὶ ὅσα δι' ἀσθένειαν εὔφθαρτα, μὴ πάντως ὄντα πολύκαρπα ἀλλ' ἔνια καὶ ἄκαρπα καθάπερ ἐν τοῖς ἐπετείοις [ὡς] ἡ σικύα περὶ ἧς καὶ πρότερον ἐλέχθη· ταῦτα γὰρ οὐδ' εἰς τελείωσιν ἀφικνεῖσθαι δύνανται τῆς φύσεως. Ἔνια δὲ καὶ τῶν δένδρων εὔφθαρτα διὰ μανότητα καὶ ἀσθένειαν οὐκ ὄντα πολύκαρπα καθάπερ ἡ δάφνη· ταύτης γάρ ἐστιν ἣ καὶ ἄκαρπος ὅλως ἡ βρυοφόρος.

[5] Πλὴν οὐχ ἁπλῶς ταύτῃ γε ἀλλὰ κατὰ μέρος καὶ ἡ φθορὰ καὶ τὸ γῆρας· ἀεὶ γὰρ τὸ μάλιστα παχυνόμενον ὡς εἰπεῖν σήπεται καὶ φθείρεται. Παραβλαστήσεις δὲ ἔχει πολλὰς ὡς ὅμοιον εἶναι τρόπον τινὰ τοῖς ἀφαυαινομένοις ἀκρεμόσιν ἐπὶ τῶν δένδρων· ἀλλ' ἡ διαφορὰ τοῖς μὲν ὅτι τὸ κυριώτατον τοῖς δὲ τῶν ἀπηρτημένων τι μορίων, ἀλλ' ὅτι ἡ παραβλάστησις ἀπὸ τῶν αὐτῶν διὰ τοῦτο καὶ ταὐτὸ δοκεῖ (καὶ) τὸ δένδρον εἶναι περὶ οὗ καὶ διηπορήθη πρότερον.

[6] Ἀρχαὶ δὲ φθορᾶς τοῖς ἀσθενέσι καὶ ἀπὸ πληγῆς καὶ ἀπὸ πνευμάτων μεγέθους καὶ ἀφ' ἑτέρων τινῶν τοιούτων· ἐκ πολλῶν γὰρ εὐκίνητον τὸ ἀσθενές. Ἐὰν δὲ πρὸς τούτῳ καὶ πολύκαρπον ᾖ καθάπερ ἡ ῥόα καὶ μηλέα ἡ ἐαρινὴ καὶ μᾶλλον· ἐξ ἀμφοτέρων γὰρ τάχα δ' ἐκ πολλῶν αἱ ἀρχαί. Καὶ αἵ γε μηλέαι καὶ σκωληκοῦνται τάχιστα θᾶττον δὲ αἱ γλυκεῖαι. Καὶ τοῦτο πάσχουσι καὶ ὅλως γηράσκουσιν οὐχ αἱ μηλέαι μόναι ἀλλὰ καὶ αἱ ῥόαι· τὸ γὰρ ποτιμώτατον ἀφαιρεῖται τῆς φύσεως. Ἅμα δὲ καὶ αἱ μὲν ὥσπερ ἄγριαί τινες αἱ δ' ἥμεροι τυγχάνουσιν.

[7] Ἀνὰ λόγον δὲ καὶ αἱ ἀπύρηνοι τῶν πυρηνωδῶν καὶ αἱ μαλακοπύρηνοι τῶν σκληρῶν, καὶ ἐπὶ μυρρίνων δὲ καὶ τῶν ἄλλων ὡσαύτως· καὶ γὰρ πλεῖον ἀφαιρεῖται τῆς φύσεως καὶ τὸ ὅλον ἀσθενέστερα καὶ μανότερα ταῦτα δι' ὃ καὶ πρωϊκαρπότερα· θᾶττον γὰρ καὶ μᾶλλον ὑπακούει τῷ ἀέρι τὸ ἀσθενές· ὡς δὲ Δημόκριτος αἰτιᾶται τὰ εὐθέα τῶν σκολίων βραχυβιώτερα καὶ πρωϊβλαστότερα διὰ τὰς αὐτὰς ἀνάγκας εἶναι, ‑ τοῖς μὲν γὰρ ταχὺ διαπέμπεσθαι τὴν τροφὴν ἀφ' ἧς ἡ βλάστησις καὶ οἱ καρποὶ, τοῖς δὲ βραδέως διὰ τὸ μὴ εὔρουν εἶναι τὸ ὑπὲρ γῆς ἀλλ' αὐτὰς τὰς ῥίζας ἀπολαύειν, καὶ γὰρ μακρόρριζα ταῦτα εἶναι καὶ παχύρριζα, ‑ δόξειεν ἂν οὐ καλῶς λέγειν.

[8] Καὶ γὰρ τὰς ῥίζας ἀσθενεῖς φησιν εἶναι τῶν εὐθέων ἐξ ὧν ἀμφοτέρων γίνεσθαι τὴν φθοράν· ταχὺ γὰρ ἐκ τοῦ ἄνω διϊέναι καὶ τὸ ψύχος καὶ τὴν ἀλέαν ἐπὶ τὰς ῥίζας διὰ τὴν εὐθυπορίαν, ἀσθενεῖς δ' οὔσας οὐχ ὑπομένειν. Ὅλως δὲ τὰ πολλὰ τῶν τοιούτων κάτωθεν ἄρχεσθαι γηράσκειν διὰ τὴν ἀσθένειαν τῶν ῥιζῶν. Ἔτι δὲ τὰ ὑπὲρ γῆς διὰ τὴν λεπτότητα καμπτόμενα ὑπὸ τῶν πνευμάτων κινεῖν τὰς ῥίζας, τούτου δὲ συμβαίνοντος ἀπορρήγνυσθαι καὶ πηροῦσθαι καὶ ἀπὸ τούτων τῷ ὅλῳ δένδρῳ γίγνεσθαι τὴν φθοράν. Ἃ μὲν οὖν λέγει ταῦτά ἐστιν. Οὐ μὴν δόξειέ γ' ἂν ὥσπερ εἴρηται καλῶς λέγειν.

[9] Οὔτε γὰρ τὸ τῶν ῥιζῶν ἐστιν ἀληθὲς ὥσπερ καὶ πρότερον ἐλέχθη τὸ τῶν μακροβίων εἶναι μακρὰς καὶ παχείας· οὐ γὰρ μακρόβιον οὔθ' ἡ συκῆ οὔθ' ἕτερα τῶν μακρορρίζων καὶ παχυρρίζων οὔτε τὰ εὐθέα καὶ τὰ ὀρθὰ βραχύβια οἷον ἐλάτη, φοῖνιξ, κυπάριττος· οὐδ' εὐαυξῆ δὲ ταῦτα οὐδὲ πρωΐκαρπα· καίτοι καὶ ταῦτα ἐχρῆν εὐθὺς τοιούτων γε τῶν πόρων ὄντων καὶ τῶν ῥιζῶν μὴ μακρῶν· ὅσα γὰρ ἀπὸ τῆς αὐτῆς αἰτίας ἅπαντα δεῖ συνακολουθεῖν τοῖς αὐτοῖς.

[10] Ἀλλὰ μή ποτε οὐ τοῦτο ᾖ τὸ αἴτιον ἀλλὰ τὰ προειρημένα πρότερον, ἐν οἷς καὶ τὸ δυσφυὲς ὅλως καὶ τὸ μικρόκαρπον καὶ ὀλιγόκαρπον καὶ ὅλως τὸ ἰσχυρόν ἐστιν· ἡ γὰρ πυκνότης καὶ ἡ ξηρότης καὶ ἡ στερεότης καὶ ἡ λιπαρότης ἐν οἷς ὑπάρχει καὶ μακροβιότητος καὶ πάντων τῶν τοιούτων αἴτια τὰ δ' ἐναντία τῶν ἐναντίων. Ὅσα δὲ πολυκαρποῦντα μὴ βραχύβια μηδὲ ταχὺ γηράσκει καθάπερ ἄπιος, ἀμυγδαλῆ, δρῦς, καὶ πρεσβύτερα γιγνόμενα καρπιμώτερα καθάπερ ἐλέχθη· παραιρουμένης γὰρ τῆς ἰσχύος παραιρεῖται τὸ πλῆθος τῆς τροφῆς ὥστε ῥᾴδιον καταπέττειν τὴν λοιπήν· ἅμα δ' ἴσως συμβάλλεται καὶ τὸ μὴ ἐνδελεχὲς ἢ πᾶσιν ἤ τισιν· ἡ γὰρ ἄπιος καὶ ἔτι μᾶλλον ἡ ἀμυγδαλῆ προφαίνουσι πολὺν ἐκτρέφουσι δ' οὐ πολλάκις τοῦτον· ἔστι δ' ἐν τῇ τελειώσει ὁ πόνος καὶ ἡ ἀπέρασις.

[11] Ἡ δὲ συκάμινος ἐλαφρόν τινα καὶ ὑδατώδη καὶ μικρὸν ὡς πρὸς τὸ μέγεθος ἔχει τοῦ δένδρου τὸν καρπόν. Ἀλλὰ γὰρ περὶ μὲν μακροβιότητος ἐν τούτοις ἔστωσαν αἱ αἰτίαι· περὶ δὲ πολυκαρπίας τῶν δένδρων εἴρηται πρότερον ὅτι τὰ θερμὰ καὶ μανὰ καὶ ὑγρά.

[12]

[1]    Τῶν δὲ σπερμάτων ὡς ἁπλῶς εἰπεῖν τὰ ἐλάττω πολυχούστερα· καὶ γὰρ τὰ ἐλάχιστα μάλιστα καθάπερ κέγχρος, σήσαμον, ἐρύσιμον, μήκων, κύμινον. Αἴτιον δὲ δοκεῖ καθόλου μὲν καὶ κοινῶς εἰπεῖν ὅτι τὰ ἐλάττω ῥᾷον ἐπιτελεῖν· ἐν δὲ τῷ ῥαδίῳ τὸ πλῆθος. Ὡς δ' ἐγγυτέρω ὅτι πάντα τὰ τοιαῦτα εὐβλαστότερα καὶ θᾶττον ὑπακούει τῷ ἀέρι. Σημεῖον δὲ καὶ ἡ ὀλιγοχρονιότης τῆς τελειώσεως· ἐπεὶ καὶ τὰ σπέρματα διὰ τοῦθ' ὡς ἁπλῶς εἰπεῖν πολυκαρπότερα τῶν δένδρων καὶ αὐτῶν τούτων τὰ χεδροπὰ τῶν σιτωδῶν· θᾶττον γὰρ ἡ τελείωσις καὶ ἡ ἅδρυνσις· ἔτι δ' οἱ καυλοὶ τῶν πλείστων ἰσχυροὶ καὶ οὐ ξυλώδεις καὶ οὐ μονοφυεῖς ἀλλὰ πλείους καὶ ἀκρεμονικοί· πολλῶν δὲ καὶ ἰσχυρῶν ὄντων εὔλογον ἤδη καὶ τὸ τοῦ καρποῦ πλῆθος ἄλλως τε κἂν αἱ ῥίζαι μὴ ἀντισπῶσιν ὥσπερ τῶν ναρθηκωδῶν καὶ κεφαλορρίζων, ἀλλ' αἰεὶ διαδιδῶσιν ὃ ἂν λαμβάνωσιν. Ὅπερ καὶ ἐπὶ τῶν χεδροπῶν ἐστι καὶ ἐπὶ τῶν ἄλλων τῶν πλείστων· μονόρριζα γὰρ καὶ οὐ παχύρριζα ἀλλ' εἰς τἄνω φερόμενα τῇ ὁρμῇ καὶ μάλιστα ὡς εἰπεῖν τὸ κύμινον· μικρὰ γάρ τις ἡ ῥίζα τούτου πάμπαν.

[3] Ὅσα δὲ ἰσχυρόρριζα τούτων, ἔνια γὰρ τοιαῦτα καθάπερ ὁ κέγχρος καὶ ὁ μέλινος, ταῦτα δὲ κατὰ λόγον ἀποδίδωσι τοὺς καυλοὺς ἀπ' ἰσχυρῶν ἰσχυροὺς καὶ πολυσχιδεῖς ὥσθ' ὅταν ἀπὸ μιᾶς ἀρχῆς πολλοὶ γένωνται κατὰ λόγον ἤδη καὶ τὸν καρπὸν εἶναι πολὺν ὥσπερ καὶ ἐπὶ τῶν πυρῶν καὶ κριθῶν ὅταν ἐξ ἑνὸς πλείονες ἐκβλαστῶσι κάλαμοι, πλείους γὰρ οἱ στάχυς.

[4] Ταὐτὸ δὲ τοῦτο καὶ ἐπὶ τῶν λαχανηρῶν ἐστιν ὅτι πολύσπερμα καὶ ἰσχυρόρριζα τυγχάνει· τὰ μὲν γὰρ πλείστους καυλοὺς ἀφιᾶσι τὰ δ' ἀπὸ τοῦ ἑνὸς ἀκρεμόνας πλείους· ἅπαντα γὰρ ἀποδενδροῦται τῇ ὄψει διακαυλήσαντα, πανταχόθεν δὲ καὶ ἐκ πολλῶν πολὺς ὁ καρπός. Ὅταν οὖν καὶ τὰ τοῦ ἀέρος εὐμενῆ τυγχάνῃ, πραῢς γὰρ ἤδη καὶ ἀχείμαντος τοῖς ὀψισπόροις, καὶ ἡ φύσις εἰς τὰ ἄνω μᾶλλον ὁρμᾷ καὶ μὴ ἀντισπᾷ τὰ τῶν ῥιζῶν ἀλλὰ συνεργῇ καὶ προσέτι μανὰ σπείρηται, κατὰ λόγον ἤδη ταῦτα πολυκαρπότερα γίνεται τῶν ἄλλων.

[5] Ὁ δὲ κύαμος καὶ εἴ τι τῶν χεδροπῶν ἄλλο μὴ πολύκαρπον δι' ἀσθένειαν ὀλιγόκαρπον· δι' ὃ δὴ πρωϊσπορεῖται προλαμβανόντων τοὺς χειμῶνας εἰς τὴν ῥίζωσιν· ἔστι δὲ ἐπίκηρον ἐν πολλοῖς καὶ πολλάκις ὥστε ἂν καὶ προφανῆ μὴ δύνασθαι τελειοῦν. Ἡ δὲ ἀσθένεια καὶ τῇ αἰσθήσει φανερά· μανὸν γὰρ καὶ κενὸν καὶ οὐ πολύρριζον ὥστε εὐδίοδον εἶναι τῷ κακοποιοῦντι.

[6] Τοῦ μὲν οὖν πολυκαρπεῖν ἐν τούτοις αἱ αἰτίαι καὶ τοῖς ἐπετείοις καὶ τοῖς χρονιωτέροις· ἐπεὶ καὶ αἱ διακαθάρσεις τῶν δένδρων καὶ αἱ κατακοπαὶ ποιοῦσι πολυκαρπεῖν· ὅτι τὰ μὲν ἄλλα κωλύει τὰ δ' αὐτὰ λαμβάνει τὰς τροφάς· τούτων οὖν ἀφαιρεθέντων εἰς τὸν καρπὸν ἡ ὁρμή. Καὶ διὰ τοῦτο τὰς ἡρακλεωτικὰς καρύας θαμνώδεις ποιοῦσι κατακόπτοντες· ἐξαναλίσκουσι γὰρ ἀποδενδρούμενα πᾶσαν τὴν τροφήν.

[13]

[1]    Αἱ δὲ μεταβολαὶ τῶν καρπῶν κατὰ τὰς χώρας δῆλον ὅτι κατὰ τὸν ἀέρα καὶ τὰ ἐδάφη γίνονται, διὰ τούτων γὰρ καὶ ἐκ τούτων αἱ τροφαὶ πᾶσιν. Ἰσχυρὸν δ' ἡ τροφὴ πρὸς ὁμοίωσιν εἴ γε καὶ ἐν τοῖς ζώοις οὕτως γίνεται ὁμοιότης. Φαίνεται δ' οὐ μόνον τὰ σπέρματα καὶ τὰ φυτὰ καὶ τὰ δένδρα μεταβάλλειν ἀλλὰ καὶ τὰ ζῶα καὶ τρόπον τινὰ μᾶλλον ταῦτα· καὶ γὰρ τὰς μορφὰς ἐξομοιοῦνται κατὰ τοὺς τόπους· ἐν δὲ τοῖς καρποῖς οὐχ ὁμοίως τοῦτο ἐπίδηλον.

[2] Οὐ μὴν ἀλλὰ καὶ ἐνταῦθα γίνεται καὶ μάλιστα ἐκδήλως κατὰ τὰ χρώματα καὶ τὰ μεγέθη καὶ τοὺς χυλούς· χρώματα μὲν οἷον τὰ σπέρματα· λευκὰ γὰρ ἐκ μελάνων καὶ μέλανα ἐκ λευκῶν μεταβάλλει· χυλοὺς δὲ καὶ οἱ καρποὶ, τὸ δὲ ἐκ τῶν χρωμάτων ἢ οὐκ ἐμφανὲς ἢ οὐχ ὁμοίως συμβαίνει, πλὴν ἐὰν ὅλον μεταστῇ τὸ δένδρον, ὥστε ἐκ μέλανος γενέσθαι λευκὸν ὅπερ ἐνίοτε συμβαίνει τοῖς ἐκ σπέρματος φυομένοις.

[3] Κοινοῦ δὲ τοῦ πάθους ὄντος ὁμοίως ζώων τε καὶ φυτῶν κοινήν τινα δεῖ καὶ τὴν αἰτίαν ζητεῖν· ἐπεὶ κἀκεῖνο ὅμοιον ἔν τε τοῖς σπέρμασι καὶ ἐν τοῖς ζώοις ὥστε μὴ εὐθὺς ἀλλὰ τριγονήσαντα μεταβάλλειν· ἅπαντα γὰρ κατὰ μικρὸν ἐξαλλοιοῦται καὶ μεθίσταται. Τὸ δ' ἐπὶ τῶν δένδρων ἀνάπαλιν εὐλόγως· ἀσθενέστατα γὰρ ἐν ἀρχῇ καὶ μάλιστα ὅταν ἐκ σπέρματος.

[4] Ἀτοπώτατον δὲ καὶ θαυμάζεται μάλιστα ἐπὶ τῶν δένδρων ἡ εἰς τὸ βέλτιον μεταβολὴ καθάπερ ἐν Αἰγύπτῳ τε καὶ ἔτι μᾶλλον ἐν Κιλικίᾳ τῶν ῥοῶν ἔτι δ' ἡ τῆς μυρρίνης περὶ Αἴγυπτον εὐωδία· τὰς γὰρ ἐπὶ τὸ χεῖρον καὶ πολλὰς ὁρῶμεν καὶ πανταχοῦ δι' ὃ καὶ [οὐ] θαυμάζομεν. Ἔστιν οὖν δῆλον ὅτι καὶ τὸ ἐπὶ τῶν σπερμάτων συμβαῖνον ὅταν εἰς τὸ βέλτιον ᾖ σχεδὸν ὅμοιον· ἐν τούτῳ γὰρ ἡ διαφορὰ τῷ τὸ μὲν ἀεὶ τοιοῦτο μένειν ὅταν φυτευθῇ, τὸ δ' ἄλλο καὶ ἄλλο μεταβάλλειν· ἐπεὶ τό γε γινόμενον ταὐτό· παραιρεῖται γὰρ ἀεί (τι) τῆς φύσεως ἐπικρατοῦν ὡσαύτως ἀμφοῖν.

[5] Ξυμβαίνει γὰρ τοῦτο καὶ ἐπὶ τῶν ζώων· ἐκ μελάνων γὰρ λευκὰ γίνεται καὶ ἐκ τραχέων μαλακὰ καὶ ἄλλας τοιαύτας ἔχοντα μεταβολάς. Αἴτιον δὲ ἐνταῦθα δοκεῖ τῶν μὲν φανερῶν εἶναι τὸ ὕδωρ τῶν δὲ καὶ ὅλως αἱ τροφαὶ καὶ ὁ ἀήρ· ὥστε κἀκεῖ χρὴ νομίζειν καὶ εἴπου ἄλλοθι τοιοῦτόν τι συμβαίνει τὰς αὐτὰς εἶναι καὶ παραπλησίας ἀνάγκας. Τὰ δὲ καθ' ἕκαστα μᾶλλον ἴσως δὲ καὶ μόνως ἄν τις ἀποδοίη τὴν ἐμπειρίαν προσλαβὼν χώρας καὶ τόπου διὰ τῆς ἱστορίας.

[14]

[1]    Ὅμοιον γοῦν τούτῳ καὶ παραπλήσιον φαίνεται καὶ ὅσα διὰ τῆς θεραπείας ἀλλοιοῦται πρῶτον μὲν καὶ καθόλου πᾶσιν εἰπεῖν ἡμερούμενα δεύτερον δὲ ἐν αὐτῷ τῷ τόπῳ. Βελτίω δὲ καὶ χαίρει γεωργούμενα ... καὶ γὰρ τοὺς πυρῆνας ὥσπερ εἴπομεν ἐλάττους ἔχει αὐτὰ δὲ βελτίονά ἐστι. Ἡ δὲ πολυϋδρία γλυκαίνει τε τὰς ῥόας καὶ μαλακωτέρας ποιεῖ· δεῖται γὰρ ἡ στρυφνότης τοιαύτης καὶ ἡ σκληρότης ἐπικουρίας· καὶ γὰρ τὸ ἐνδεὲς δεῖται βοηθείας. Ἄμεινον γὰρ δὴ τοῦτο διχῶς ἢ πρόσθεσίν τινα λαμβάνον ἢ ἀφαιρέσεως θατέρου γενομένης· καθάπερ καὶ ἐπὶ τῶν ἀμυγδαλῶν ἐλέχθη τῶν κολαζομένων καὶ περιαιρουμένων τὰς ῥίζας καὶ ἐπὶ τῶν συκῶν τῶν κατασχαζομένων· ἀφαιρεθέντος γὰρ τοῦ πλήθους τῆς τροφῆς ἰσχύει μᾶλλον τὸ σύμφυτον θερμὸν εἰς τὸ κατάλοιπον.

[2] Ἰδιωτάτη δ' ἂν δόξειεν ἡ ἀπὸ τῆς τῶν ῥιζῶν εἶναι θεραπείας τῆς τε κόπρου τῆς ὑείας ταῖς ῥόαις παραβαλλομένης καὶ εἴ τις ἄλλη τοιαύτη τινὶ δίδοται τροφὴ δι' ἧς γλυκαίνει τὸν χυλόν. Λέγεται δὲ καὶ ὡς ἡ πολυϋδρία καὶ ἡ ψυχροϋδρία ποιεῖ τινα μεταβολὴν καὶ ἐμφανέστατα δὴ καὶ μάλιστα ἡ τῶν ἐδαφῶν ἐνίων καὶ τοῦ ἀέρος φύσις ὥσπερ καὶ ἐν Αἰγύπτῳ καὶ ἐν Κιλικίᾳ· ἐν τούτοις γὰρ καὶ ζητεῖν ὅλως δεῖ τὰς ἀλλοιώσεις καὶ μεταβολὰς ἐδάφει καὶ ὕδατι καὶ ἀέρι καὶ ἐργασίᾳ. Καὶ γὰρ ἁπλῶς ἡ γεωργία μεθίστησιν ἐξημεροῦσα τὰ δένδρα καὶ τοὺς καρπούς.

[3] Ὑπὲρ μὲν οὖν τῶν λοιπῶν ἕτεραί τινες αἰτίαι, ὑπὲρ δὲ τῆς ἀπὸ τῶν ῥιζῶν μεταβολῆς ὑπὲρ ἧς τὰ νῦν ὁ λόγος ἐκεῖνο δεῖ λαβεῖν ὅτι καθάπερ ἀρχαί τινες αἱ ῥίζαι τῶν δένδρων· ἀκολουθεῖν δὲ φιλεῖ ταῖς ἀρχαῖς τὰ ἄλλα. Δι' ὃ καὶ ἐπὶ τῶν σικύων ἐλέχθη πρότερον ὅτι βρεχομένων ἐν γάλακτι τῶν σπερμάτων ἢ ἐν μελικράτῳ γλυκύτεροι γίνονται. Καὶ ἐπ' ἄλλων. Αὗται δὲ καὶ τὴν τροφὴν πεπεμμένην μᾶλλον λαμβάνουσαι καὶ αὐταὶ μεταβάλλουσαι συμμεταβάλλειν ποιοῦσι καὶ τὸ δένδρον· ἀπὸ γὰρ τούτων ἡ διάδοσις. Ἐπεὶ καὶ αἱ πολυϋδρίαι καὶ τὰ ἐδάφη καὶ αἱ κατεργασίαι περὶ ταύτας πρῶτον καὶ ἀπὸ τούτων ἀρχόμεναι τὰ ἄλλα συναλλοιοῦσι.

[4] Πρὸς ἕτερα δ' ἴσως καὶ ἕτεραι βοήθειαι συνεργοῦσιν οἷον αἱ σχάσεις συκῶν καὶ κλάσεις τῶν ἀμπέλων καὶ αἱ κολάσεις τῶν ἀμυγδαλῶν ἢ πληγαῖς ἢ διειρόντων τοὺς παττάλους· ἀπορρεούσης γὰρ τῆς ὑγρότητος ἡ καταλειπομένη ῥᾷον ἐκπέττεται γλυκύτης. Τὰ δ' (ἐν)οφθαλμιζόμενα ἢ ἐγκεντριζόμενα οὐ πέφυκε μεταβάλλειν ὅτι καθάπερ ἀρχή τις ἑτέρα τούτων ἐστὶν ἧς οὐκέτι δύναται κατακρατεῖν· ὥσπερ γὰρ γῇ χρῆται τῷ ὑποκειμένῳ τὸ ἐμφυτευόμενον ἢ (ἐν)οφθαλμιζόμενον ὥσπερ ἐλέχθη.

[5] Καί εἰσιν αὗται δύο μεταβολαὶ καὶ ἀπὸ δυοῖν, ἥ τε ἀπὸ τῶν ῥιζῶν καὶ ἡ ἀπὸ τῶν (ἐν)οφθαλμιζομένων ἢ ἐμφυτευομένων, ἡ μὲν αὐτῶν τῶν ὑποκειμένων ἀλλοιουμένων, ἡ δὲ ἑτέρων τινῶν ἐμβαλλομένων δι' ὃ καὶ ἧττον ἐπὶ ταύτης τὸ θαυμαστόν. Διὰ τί δ' ἡ ῥόα μάλιστα μὲν μεταβάλλει τὴν μανότητα καὶ τὴν ἀσθένειαν αἰτιάσαιτ' ἄν τις· εὐηκοώτατα γὰρ τὰ τοιαῦτα πρὸς μεταβολήν. Ἐπισκεπτέον δὲ καὶ εἴ τις ἄλλη τῆς φύσεως ἰδιότης.

[15]

[1]    (Τῆς) δ' εἰς τὸ χεῖρον μεταβολῆς δῆλον ὡς ἐναντίαι (αἱ αἰτίαι) καὶ ἐμφανεστάτη γε (καὶ) κοινοτάτη πᾶσιν ἀγεωργησία· πάντα γὰρ ὡς εἰπεῖν ἀπαγριοῦται. Ἐνίοτε δὲ καὶ οἱονεὶ πηρώσει τινὶ μεταβάλλουσιν εἰς τὸ χεῖρον κολουόμενα κατὰ τὴν πρώτην γένεσιν τὰ φυτὰ καθάπερ ἡ ἀμυγδαλῆ· πικρὰ γὰρ ἐκ γλυκείας γίνεται καὶ ἐκ μαλακῆς σκληρά· τὰ δ' ἄλλα οὐκ ἔστιν ἐπίδηλα μεταβάλλοντα. Καίτοι τά γε τῆς ἀμπέλου φυτὰ καὶ ἀπόλλυται πονοῦντα· τὰ δὲ μᾶλλον καὶ μεταβάλλειν εἰκὸς μᾶλλον ἦν. Τῇ γὰρ ἀμυγδαλῇ καὶ τὸ ὅλον φαίνεται παράλογον· ἰσχυρότερον γὰρ τὸ δένδρον.

[2] Ἔνια δὲ καὶ βελτίω κολουόμενά φασι γίνεσθαι καθάπερ οἱ Χῖοι τὴν ἄπιον τὴν φωκίδα. Τὸ μὲν οὖν ἰσχυρὸν τῆς ἀμυγδαλῆς οὐκ ἐν τῷ αὐτῷ λαμβάνεται δένδρῳ· κολουσθεῖσα μὲν γὰρ ἰσχυρὰ φυομένη δὲ ἀσθενὴς ἄλλως τε καὶ ἀπὸ σπέρματος. Ἐπεὶ καὶ μὴ κολουσθεῖσαι πικραὶ γίνονται καὶ σκληραὶ καθάπερ ἐν τοῖς πρότερον ἐλέχθη. Πᾶν γὰρ ὅλως ἀπὸ σπέρματος ἐξαλλοιοῦται πρὸς τὸ χεῖρον· κινηθείσης δὲ τῆς φυσικῆς ὁρμῆς εἰκὸς ἔτι μᾶλλον, οἷον γὰρ ἄλλη καὶ ἀσθενεστέρα γέγονεν. Ἐπεὶ καὶ τὰ ἑψόμενα κωλύεται μὴ ἐν καιρῷ κινούμενα καὶ ἡ γῆ δυσδιάτηκτος ἡ βρεχομένη· ὃ δὲ ἐν· ἀρχῇ μέγα καὶ διατενὲς πρὸς τὴν τελείωσιν.

[3] Ἐπὶ μόνης δὲ ταύτης μάλιστ' ἔνδηλον εἶναι τὴν μεταβολὴν οὐκ ἄτοπον καὶ διὰ τὰς προειρημένας αἰτίας καὶ διότι τῆς μὲν ἀμπέλου καὶ τῶν ἄλλων οὐθενὸς ὁ καρπὸς τελεούμενος πικρὸς ἢ ὀξὺς ἀλλ' ἤτοι γλυκὺς ἢ οὐκ ἐπέφθη ταύτης δὲ οὐχ ὑπάρχει τοιοῦτος εὐθὺς ἐν τοῖς τελείοις καὶ εὐκαρποῦσι. Τάχα δὲ καὶ τῶν ἄλλων ἐστί τις καὶ εἰς τὸ στρυφνότερον ἢ ὑδαρέστερον, ἢ μὴ ὁμοίως γλυκὺ λανθάνει δὲ τὴν ἡμετέραν αἴσθησιν. Καὶ γὰρ αὐτῶν τῶν ὁμογενῶν αἱ μὲν μᾶλλον αἱ δ' ἧττον τοιαῦται. Συμβαίνει δὲ ταῖς κολουσθείσαις ἂν πρεσβύτεραι γενόμεναι πάλιν ἐπικόπτωνται καὶ διακαθαίρωνται γλυκυτέραις γίνεσθαι καὶ τέλος ἀποκαθίστασθαι πρὸς τὴν φύσιν.

[4] Αἴτιον δὲ ἔτι πρὸς τῷ εἰρημένῳ δι' ὅτι ἡ μὲν κόλουσις κωλύσασα τὴν εἰς τὸν ὄγκον βλάστην κατέμιξε καὶ χείρω τὴν ὑγρότητα τὴν εἰς τὸν καρπὸν ἐποίησε· πλείονος δ' οὔσης ἄπεπτος ὥστε πικρός. Καὶ κατακοπτομένη δὲ λαμβάνει τινὰ ἀποπνοὴν καὶ ἀφαίρεσιν ὥσπερ καὶ ὅταν οἱ σφῆνες διακρουσθῶσιν· ἐλάττονος δὲ γινομένης καὶ αὐτὸ μᾶλλον ἰσχύον διὰ τὴν εὐσθένειαν ἐκπέττει τε μᾶλλον καὶ ἀποκαθίσταται.

[5] Ταύτης μὲν οὖν ὥσπερ ἀνασώζεται πάλιν ἡ φύσις. Ἔνια δὲ ἐὰν μὴ κολουσθῇ τὸν καρπὸν οὐ πέττει καθάπερ ἡ ἄμπελος ἡ κανθάρεως καλουμένη δι' ὃ καὶ κολούουσιν ἄκρον τὸν βότρυν, εἰ δὲ μὴ σήπει καὶ διαφθείρει. Δῆλον οὖν ὡς ἁπλῶς εἰπεῖν ὅτι ἀφαιρέσεως δεῖται τῆς ὑγρότητος. Ἡ δ' (ἄπιος ἡ) φωκὶς κολουομένη βελτίων πρὸς δένδρωσιν οὐ πρὸς εὐκαρπίαν· ἐκτρέχει γὰρ ἄγαν μὴ κολουσθεῖσα καὶ γίνεται μονόκωλος καὶ ἀσθενὴς, εἰ δὲ μὴ παραβλαστάνουσα δενδροῦται.

[6] Τάχα δ' ἄν τι συμβάλλοιτο τοῦτο καὶ πρὸς εὐκαρπίαν· ἰσχυροτέρας γὰρ γινομένης ἡ πέψις καλλίων. Τῶν δὲ λαχανωδῶν ἢ ποιωδῶν ὅσα κολουόμενα ἢ κειρόμενα βελτίω, καθάπερ τά τε πράσα καὶ ἡ ῥάφανος ἢν παλιμβλαστὴς ᾖ καὶ ἡ μηδικὴ καὶ ἡ θρίδαξ καὶ τὸ ὤκιμον, ἅπαντα ταῦτα τῇ ἁπαλότητι καὶ εὐτροφίᾳ βελτίω καὶ εὐχυλότερα γίνεται. Παραιρεῖται γὰρ ἡ δριμύτης καὶ ἡ ξηρότης καὶ εἰ ἔν τινι τὸ ὀπῶδες τούτων· ἁπαλὰ δὲ καὶ εὐτραφῆ γίνεται διὰ τὸ τὰς ῥίζας ἰσχυροτέρας εἶναι καὶ ὅλως αὐξανομένης ἔτι μᾶλλον κολουομένων τῆς ἰσχύος. Αἱ δὲ καὶ ἐπισπῶνται πλείω καὶ καταπέττουσι μᾶλλον. Ἔτι δὲ ἀφαιρουμένων τῶν ξυλωδῶν καὶ σκληρῶν ἡ ἐπίδοσις πλείων μηθενὸς ἐμποδίζοντος. Ἡ δὲ πρώτη βλάστησις ἐξ ἀσθενοῦς ὡρμημένη μᾶλλον χείρων. Αὗται μὲν οὖν ἐν τοῖς χυλοῖς αἱ μεταβολαί.

[16]

[1]    Γίνονται δὲ καὶ κατὰ τὰς ὀσμὰς μάλιστα μὲν αὐτομάτως διὰ τὸν ἀέρα καὶ τὴν χώραν. Εὐοσμότερα γὰρ ὡς ἐπὶ πᾶσιν αἱ ξηραὶ ποιοῦσι καὶ ὁ ἀὴρ ὁ τοιοῦτος δι' ὃ καὶ τὰ ἄγρια εὐοσμότερα. Τάχα δὲ οὐ πάντως οὐδ' ὀδμωδέστερα, δριμύτερα γάρ· ἀρίστη δὲ ἡ μέση καὶ ὁ μέσος. Ἐπεὶ καὶ τὰ ἐν τῇ γῇ ὑδαρῆ καὶ ἄοσμα. Καὶ περὶ μὲν ὀσμῶν καὶ χυλῶν αὐτὰ καθ' αὑτὰ δεῖ θεωρεῖν ἐπὶ πλέον ἐν τοῖς ὕστερον. Αἱ δὲ μεταβολαὶ διότι καὶ ἐν τούτοις γίνονται καὶ φυσικῶς καὶ ἐκ θεραπείας φανερὸν ἐκ τῶν εἰρημένων.

[2] Ἔνιαι δὲ δοκοῦσιν ὅλων τῶν δένδρων καὶ φυτῶν αὐτόματαί τινες εἶναι μεταβολαὶ καθάπερ τὴν λεύκην ἐξαιγειροῦσθαί φασι καὶ φύλλοις καὶ τῇ ὅλῃ προσόψει καὶ τὸ σισύμβριον εἰς μίνθαν μεταβάλλειν μὴ κατεχόμενον ταῖς ἐργασίαις καὶ μεταφυτευόμενον πολλάκις, ἔτι δὲ καὶ τὸν πυρὸν ἐξαιροῦσθαι καὶ τὸ λίνον.

[3] Αὕτη μὲν οὖν εἴπερ ἀληθὴς ὥσπερ φθορά τις ἔοικεν εἶναι διὰ πλῆθος ὑγροῦ· γίνεται γὰρ δι' ἐπομβρίαν. Ἀλλοιωθείσης δὲ τῆς ἀρχῆς ἀλλοῖον τὸ ἀναβλαστάνον· ἡ δὲ αἶρα φίλυδρον. Ἥ τε τῆς λεύκης εἰ ἄρα ἐστὶ μεταβολὴ γινομένη τις ἂν εἴη παχυνομένου τοῦ δένδρου μᾶλλον ὃ συμβαίνει διὰ τὴν ἡλικίαν· εἰς βάθος γὰρ ἡ αὔξησις ἀπογηρασκόντων, ἐν ᾧπερ οἵ τε φλοιοὶ παχύτεροι καὶ οἱ ἀκρεμόνες μείζους καὶ πλείους.

[4] Ὁ δὲ τῶν φύλλων μετασχηματισμὸς καὶ ἑτέρων κοινός· ἐπεὶ καὶ τὰ τοῦ κρότωνος ἔνια περιφερῆ φυόμενα τὴν ἀρχὴν ὕστερον ἀπογωνιοῦται καθαπερανεὶ διαρθρούμενα· τοῦτο δ' ὅτι ῥᾷον τὸ ἁπλοῦν ἢ τὸ πολυειδὲς, ἀσθενὴς δ' ἡ ἀρχή. Τὸ δὲ σισύμβριον εἰς μίνθαν κατὰ τὴν ὀσμὴν εἴπερ ἄρα μεταβάλλει μόνον ἀπόλλυον τὴν οἰκείαν ἐξαμαυρούμενον διὰ τὴν ἀργίαν, ἐκείνην δ' οὐ λαμβάνον ἀλλ' ὥσπερ ὅμοιον ταῖς καλαμίνθαις γινόμενον. Ἡ γὰρ μεταβολὴ πᾶσιν εἰς ὅμοιόν τι καὶ οὐ πόρρω τελέως φθειρομένων.

[5] Ἡ δὲ θεραπεία καὶ ἡ μεταφυτεία κατέχει καὶ σώζει τὴν φύσιν· σημεῖον δὲ ὅτι καὶ τὸ ἄγριον τοιοῦτον τῇ ὀσμῇ· καὶ γὰρ δὴ κἀκείνῳ τὸ τῆς φύσεως ἐναντίον· ἡ μὲν γὰρ μίνθα βαθύρριζον τὸ δὲ σισύμβριον ἐπιπολῆς καὶ οὐχ ὁμοίως πολύρριζον. Ὥστε μᾶλλον ἔοικεν ἐπί γε τῶν τοιούτων κατὰ φαντασίαν ἡ μεταβολὴ γίνεσθαι καὶ ὡσπερεὶ τοῦ ἡμέρου εἰς τὸ ἄγριον. Οὐδ' ἑτέρως δ' ἄτοπον ἐπεί γε καὶ οἱ τόποι μεταβάλλουσιν.

[6] Εἰ δὲ καὶ ἐπὶ τῶν ζώων τοῦτο συμβαίνει καθάπερ φασὶν ἐπὶ τῶν ὀρνίθων καὶ χρώμασι καὶ σχήμασι καὶ δυνάμεσι καὶ τοῦτο καθ' ἕκαστον ἐνιαυτὸν οὐκ ἐν πλήθει χρόνου πλείονι κἂν θαυμάσειεν ἄν τις μᾶλλον, εἰ μή τι συμβαίνει καὶ ἐνταῦθα τοιοῦτον· ἀτακτοτέραν γὰρ καὶ μᾶλλον ξυγκεχυμένην εἰκὸς ταύτην εἶναι τὴν φύσιν, τάχα δ' ἰσχυροτέραν δι' ὃ καὶ μεταβάλλειν οὔτε χρώμασιν οὔτε ἐν τοῖς ἄλλοις φθειρομένην· καὶ τοῦτο ἐν ὀλίγοις ὥστε εἰς ἄλλο γε μεταλλάττεσθαι φυτόν.

[7] Οὐδὲ γὰρ κατὰ τὴν γένεσιν οὐδὲν μεταβάλλει τὰς μορφὰς ὥσπερ ἔνια τῶν ζώων ἀλλ' ἁπλῆ τις ἡ φύσις πάντων. Ἀλλ' αἱ μεταβολαὶ γίνονται καθάπερ πολλάκις λέγεται τοῖς τε χυλοῖς μάλιστα καὶ ταῖς ὀσμαῖς καὶ τοῖς μεγέθεσιν αὐτῶν τε τῶν καρπῶν καὶ τῶν φύλλων, καὶ γὰρ τὰ στενόφυλλα πλατυφυλλότερα γίνεται, καὶ ὅλως τῶν μερῶν τούτων. Διὰ τοῦτο καὶ ζητεῖ τόπον ἕκαστον οἰκεῖον, οἰκεῖος δ' ἐν ᾧπερ εὐθενεῖ.

[8] Δι' ὅπερ καὶ οὐ πᾶσιν ὁ ἄριστος ἀλλ' ἔνια λεπτὴν καὶ λυπρὰν χώραν φιλεῖ τὰ δὲ ὕφαμμον ἔνια δὲ καὶ ἁλμώδη τινὰ καθάπερ ἡ ῥάφανος. Διττῶς δὲ καὶ τὸ τῆς χώρας πρόσφορον· ἢ γὰρ τὸ οἰκεῖον τῆς φύσεως ἢ τὸ πρὸς ἰσχὺν καὶ δύναμιν ἁρμόττον, οἷον ταῖς ἀμυγδαλαῖς ἡ λεπτή· βαθείας γὰρ οὔσης καὶ πιείρας ἐξυβρίσασαι διὰ τὴν εὐτροφίαν ἀκαρποῦσι. Καὶ καθόλου περὶ τῶν δένδρων εἴρηται πρότερον· ἀλλὰ δὴ τὰ μὲν περὶ τὰς ἀλλοιώσεις καὶ μεταβολὰς ἀχρὶ τούτων διωρίσθω.

[17]

[1]   Θαυμασιώτατον δ' ἂν δόξειε καὶ ὅλως ἄτοπόν τι καὶ παράδοξον εἶναι τὸ ἔνια μὴ δύνασθαι βλαστάνειν ἐν τῇ γῇ καὶ σπέρματα καὶ φυτὰ καθάπερ ἡ ἰξία καὶ ἡ στελὶς καὶ τὸ ὑφέαρ, ὧν τὴν μὲν καλοῦσιν Εὐβοεῖς τὸ δὲ ὑφέαρ Ἀρκάδες, ἡ δὲ ἰξία κοινή· φασὶν (οὖν) οἱ μὲν εἶναι πάντα μίαν τινὰ φύσιν τῷ δὲ ἐν ἑτέροις φύεσθαι διαφέρειν [καὶ] δοκεῖν. Τὸ γὰρ ὑφέαρ ἐν ταῖς ἐλάταις καὶ πεύκαις γίνεται καὶ ἡ στελὶς ἡ δ' ἰξία καὶ ἐν δρυῒ καὶ ἐν τερμίνθῳ καὶ ἐν ἑτέροις πλείοσιν.

[2] Οἱ δὲ διαφέρειν καὶ σημεῖον λέγουσιν οὐ μικρὸν, εἰ γὰρ ἀληθὲς, ὡς οὐ μόνον ἐν τοῖς ὁμογενέσιν ἕκαστον ἐμφύεται τούτων οἷον ἐλάταις καὶ πεύκαις, ἀλλὰ καὶ ἐν τῷ αὐτῷ πλείω καθ' ἑκάτερον τῶν μερῶν ἔνθεν μὲν στελὶς ἢ ἰξία ἔνθεν δὲ ὑφέαρ· ἔτι δὲ οὐ μόνον τὰς μορφὰς (ἀλλ') οὐδὲ (τοὺς) καρποὺς ὁμοίους ἔχειν φασὶ καὶ τοῦτό γε πανταχόθεν διατηρεῖσθαι καὶ ἐν ταῖς πλεῖστον διαφερούσαις χώραις. Ἐπεὶ τό γε τὴν μὲν ἀείφυλλον εἶναι τῶν ἰξιῶν (τὴν δὲ φυλλοβόλον) οὐθὲν ἄτοπον, κἂν ἡ μὲν (ἐν) ἀειφύλλοις ἡ δὲ ἐν φυλλοβόλοις ἐμβιῴη· συμβαίνει γὰρ ἔνθα μὲν ἔχειν ἔνθα δὲ μὴ ἔχειν διαρκῆ τὴν τροφήν· αἰτία δὲ αὕτη τῆς ἀειφυλλίας καὶ μὴ καθάπερ εἴπομεν.

[3] Ἀλλὰ τοῦτο μὲν ὁποτέρως ποτ' ἔχει πρὸς τὸ νῦν ἀπορούμενον οὐθὲν διαφέρει. Τὸ δὲ μὴ φύεσθαι χαμαὶ μηδαμῶς ἄτοπον ἄλλως τε καὶ οὕτω πολὺν καὶ ἰσχυρὸν ἔχουσαν καρπόν. Εἰ δὲ καὶ σπέρματα [τὰ] τοιαῦτά ἐστιν οἷον τὸ περὶ Βαβυλῶνα τῇ ἀκάνθῃ περὶ τὸ ἄστρον ἐπισπειρόμενόν φασιν αὐθημερὸν ἀναβλαστάνειν καὶ ταχὺ περιλαμβάνειν καὶ τὴν ἄκανθαν, ἔτι δὲ τὸ συριακὸν βοτάνιον ὁ καλούμενος καδύτας καὶ δένδροις καὶ ἀκάνθαις ἐμφύεται καὶ ἄλλοις τισὶ, τῇ μὲν ἔλαττον (ἂν) εἴη τῇ δὲ πλεῖον τὸ θαυμαστόν· ἀμφότερα γὰρ ποιεῖ τὸ πλῆθος ἐν τοῖς παραδόξοις ὁτὲ μὲν ὡς πεφυκὸς οὕτω μὴ θαυμάζειν ὁτὲ δὲ μᾶλλον θαυμάζειν διὰ τὸ πλῆθος.

[4] Ἐπεὶ τό γε ἐμφύεσθαι καὶ ἐν δένδροις καὶ ἐν φυτοῖς ἑτέροις τὸ καὶ ἐν τῇ γῇ φυόμενον οὐκ ἄτοπον ἄλλως (τε) καὶ γινόμενον ὥσπερ ὁ κιττὸς ἐν πολλοῖς. Ἔτι γὰρ τοῦτο παραδοξότερον ὅτι καὶ ἐν ἐλάφου κέρασιν ὦπται καὶ ἡ τέρμινθος δὲ ἐν ἐλάᾳ καὶ τὸ πολυπόδιον καλούμενον ἐπί τισι δένδροις καὶ ὅσα δὴ σπανιώτερα καὶ τερατωδέστερα φαίνεται, καθάπερ ἡ δάφνη ποτὲ ἐν πλατάνῳ καὶ ἐν δρυῒ καὶ τὰ ἄλλα ὅσα ὡς τέρατα προφαίνουσιν. Ὅταν γὰρ εἰς γεῶδες γεγενημένον διὰ σῆψιν ἐμπέσῃ τὸ σπέρμα διεβλάστησεν εἶτα ζῇ τὴν τροφὴν τὴν ἐκ τοῦ δένδρου λαμβάνον, ὃ καὶ ἐπὶ τοῦ κιττοῦ τοῦ περὶ τὰ κέρατα βλαστόντος εἴπερ ἦν οὐκ ἄλογον.

[5] Ἀλλὰ τὸ ἐν ἑτέρῳ μόνον φύεσθαι χαμαὶ δὲ μὴ τοῦτ' ἄτοπον· προσφιλῆ γὰρ δὴ ἀλλήλοις καθάπερ καὶ τὰ ζῶα καὶ τὰ φυτὰ τάχ' ἂν εἴη· τὸ δ' ὅλως ἐπὶ τῆς γῆς μὴ φύεσθαι θαυμαστὸν ἄλλως τε καὶ καρπὸν ἔχον καὶ σπέρμα καὶ ἀπὸ τούτου βλαστάνον. Εἰ γὰρ ἦν ἐκ διαφθορᾶς τινος τῶν ἐν τοῖς δένδροις ἡ γένεσις, ὥσπερ ἐν τοῖς ζώοις ἐγγίνεται τοιαῦτα ζῶα, λόγον τινὰ εἶχεν· ἀλλ' οὐκ ἔστιν οὐδὲ γίνεται πλὴν ἀπὸ σπέρματος ὅταν οἱ ὀρνίθες ἐσθίοντες τὸν καρπὸν προΐωνται τὴν περίττωσιν ἐπὶ τῶν δένδρων· τότε γὰρ αὐτὸς ὁ καρπὸς σωζόμενος καὶ ἐπιμείνας διεβλάστησε. Τὸ μὲν οὖν θαυμαστὸν πολὺ καὶ ἐκ πολλῶν.

[6] Ἔοικεν οὖν ὅμοιόν τι συμβαίνειν ταῖς ἐμφυτείαις καὶ τοῖς ἐνοφθαλμισμοῖς· ἑτοιμοτέραν γὰρ λαμβάνει τροφὴν καὶ ὥσπερ κατειργασμένην καὶ πεπεμμένην σχεδὸν ὃ καὶ ἡ ἰξία ζητεῖν φαίνεται. Τὸ δὲ τοιαύτης δεόμενον ἀσθενὲς ἂν εἴη τῇ φύσει, τοῦτο δὲ πάλιν οὐκ ἔοικεν ἀλλ' ἰσχυρὸν εἶναι καὶ τρόφιμον καὶ ἡ ἰξία καὶ ἡ στελὶς καὶ τὸ ὑφέαρ· τούτοις γὰρ δὴ καὶ τοὺς βοῦς καὶ τὰ ὑποζύγια χιλεύουσι καὶ ἀνατρέφουσι μετὰ τοὺς θερισμούς. Ἔτι δὲ καὶ αὐτὸς ὁ καρπὸς τῆς ἰξίας μηνύει τὴν ἰσχύν.

[7] Ἀλλὰ μὴν εἴ γε ἰσχυρὰ καὶ μὴ ἀσθενῆ διὰ τί ποτ' οὐ βλαστάνει καθ' αὑτὰ καὶ φύεται· διαβιάσασθαι γὰρ τὴν γῆν τῶν ἰσχυόντων ἐστὶν ὅπερ ποιεῖ καὶ ὁ θέρμος. Εἰ δ' αὖ ψυχρὸν ἔχει τὸ σπέρμα καὶ δύσπεπτον ἀλλὰ χρονιωτέραν ἐχρῆν εἶναι τὴν ἔκφυσιν ὥσπερ καὶ ἑτέρων. Ἐπεὶ καὶ τῶν τευτλίων ἔνιά φασι τῷ ὕστερον ἔτει διαφύεσθαι καὶ διαβλαστάνειν· οὐδὲ γὰρ οὐδὲ ταύτῃ κίνδυνος ὥστε σαπῆναι· διαμένον γὰρ καὶ τοῦτο φαίνεται καὶ ἕτερα πολλῷ τούτων ἀσθενέστερα. Ταῦτα μὲν οὖν οὐ λύει τὴν ἀπορίαν ἀλλ' ἐπιξυνδεῖ μᾶλλον.

[8] Ἡ δ' ἀρχὴ ληπτέα φυσικῶς ἀκολουθοῦσι κατὰ τὸ γινόμενον ὅτι πέφυκεν ἐν ἑτέρῳ μόνον ταῦτα γίνεσθαι καθάπερ καὶ ζῶα ἐν ζώοις οἷον τά τε ἐν ταῖς πίνναις ἐστὶ καὶ ὅσα ἄλλα ζωοτροφεῖ. Πλὴν τῶν μὲν οὐκ ἔχομεν τὴν γένεσιν τῶν δ' ἔχομεν λέγειν. Τὸ δὲ ἀπὸ τῆς τῶν ὀρνίθων προσφορᾶς εἶναι τὴν ἀρχὴν ὥσπερ συμβεβηκός ἐστι πρὸς τὴν γένεσιν ὅπερ καὶ ἐπ' ἄλλων γίνεται. Κατορύττει γὰρ ἡ κίττα θησαυριζομένη τὰς βαλάνους καὶ ἄλλα τῶν ὀρνέων· περιαιρεθέντος δὲ τοῦ ἰξοῦ καὶ κατεργασθέντος ἐν ταῖς κοιλίαις ὅπερ ἐστὶ ψυχρότατον σὺν τῷ περιττώματι καταπῖπτον τὸ σπέρμα καθαρὸν καὶ τοῦ δένδρου λαμβάνοντός τινα μεταβολὴν ὑπὸ τῆς κόπρου διαβλαστάνει καὶ φύεται.

[9] Τὴν δ' ἰσχὺν εὐλόγως ἔχει καὶ διὰ τὴν εὐτροφίαν καὶ μάλιστ' ἴσως διὰ τὴν αὐτοῦ φύσιν. Ἰσχυρότερα δὲ εἰκὸς τὰ ἐν ταῖς ἐλάταις καὶ πεύκαις εἶναι· πλείων γὰρ ἡ τροφὴ καὶ λιπαρωτέρα. Πολλὰ δ' ἡ φύσις φαίνεται καὶ ἐν τοῖς ζώοις τοιαῦτα ποιεῖν ὥσθ' ἕτερον ἑτέρῳ χρήσιμον εἶναι πρὸς σωτηρίαν καὶ γένεσιν ἅπερ ἐν ταῖς ἱστορίαις ταῖς περὶ τούτων εἴρηται· δι' ὃ καὶ ἐνταῦθα ἴσως οὐ θαυμαστέον τὸ τῶν ὀρνίθων εἴτε ἐπίτηδες εἴτε κατὰ συμβεβηκὸς γέγονεν οὐδὲ λεκτέον ὅτι οὐκ ἂν ἦν ἡ γένεσις εἰ μὴ διὰ τούτους. Οὔτε γὰρ ἴσως ταῖς πίνναις βίος εἰ μὴ διὰ τὸν κάρκινον, οὐδ' ἡ τῶν μελιττῶν φύσις εἰ μὴ διὰ τὸν γόνον ὥς φασί τινες, οὐδ' ἡ τοῦ κόκκυγος εἰ μὴ ἦν ἡ ὑπολαῒς ᾗ εἰς τὴν νεοττίαν τὰ ὠὰ τίθησιν. Ἀλλ' ὥσπερ καὶ φθοραὶ καὶ σωτηρίαι τινὲς γίνονται δι' ἀλλήλων καὶ εἰς τοὺς βίους καὶ εἰς τὰς γενέσεις οὕτω καὶ πρὸς τὰ φυτὰ διήκειν οὐθὲν κωλύει παρὰ τῶν ζώων. Ὥστε ταύτην ἢ τοιαύτην αἰτίαν ὑποληπτέον εἶναι τῶν ἀπορηθέντων.

[10] Ἐν δὲ τοῖς ἐπισπειρομένοις ἀφῄρηται καὶ τὸ ξυμβεβηκὸς, προαιρέσει γὰρ δρῶσιν, ἀλλὰ τὸν καιρὸν δῆλον ὅτι λαμβάνουσι τῆς ἐπισπορᾶς ὅταν ὀργᾷ τὸ ὑποκείμενον ὥσπερ ἡ ἄκανθα φαίνεται περὶ τὸ ἄστρον· ἔνικμον γὰρ δεῖ καὶ εὐαφὲς εἶναι πρὸς τὴν διαβλάστησιν· τὸ δὲ ταχὺ τῆς ἐκφύσεως οὐ μόνον διὰ τοῦτο καὶ τὴν ὥραν ἀλλὰ δῆλον ὅτι καὶ διὰ τὴν ἰδίαν γίνεται φύσιν. Καὶ περὶ μὲν τούτων ἅλις.

[18]

[1]    Ὅτι δὲ καὶ ἐν τοῖς φυτοῖς ἔνια συνεργεῖ πρὸς τὴν ἀλλήλων σωτηρίαν καὶ γένεσιν καὶ ἐκ τῶνδε φανερόν· ἐν μὲν γὰρ τοῖς ἀγρίοις τὰ φυλλοβόλα τοῖς ἀειφύλλοις ὅτι σηπομένων ξυμβαίνει καθάπερ κοπρίζεσθαι τὴν γῆν ὃ καὶ πρὸς εὐτροφίαν καὶ πρὸς τὴν βλάστησιν τῶν σπερμάτων χρήσιμον. Ἐν δὲ τοῖς ἡμέροις ὅσα τοῖς φυτοῖς ἐπισπείρουσι τῶν ἀμπέλων ἀφαιρεῖν βουλόμενοι τὸ πλῆθος τῆς ὑγρότητος καὶ τοῖς λαχάνοις ἢ τούτου χάριν ἢ τῶν γινομένων θηρίων οἷον ταῖς ῥαφανίσι τοὺς ὀρόβους πρὸς τὰς ψύλλας καὶ εἴ τι τοιοῦτον ἕτερον ἑτέροις.

[2] Οἴεσθαι γὰρ χρὴ τοιαῦτα καὶ ἐν τοῖς αὐτομάτοις τῆς φύσεως ὑπάρχειν ἄλλως τε καὶ εἰ ἡ τέχνη μιμεῖται τὴν φύσιν. Ἔτι δὲ ὅσα πρόσδενδρα καὶ περιαλλόκαυλα τυγχάνει· ταῦτα γὰρ τὸ πρὸς ἑτέρῳ διώκει καθάπερ ὅ τε κίττος καὶ ἡ σμῖλαξ καὶ ἡ σικύα καὶ ἄλλ' ἄττα καὶ τῶν ἐλαττόνων ἕρπυλλος, ἰασιώνη· πάντα γὰρ ταῦτα ζῇ πρὸς ἑτέρῳ, μὴ ἔχοντα δὲ χαμαίκαυλα γίνεται πλὴν ὅσα καὶ δενδροῦσθαι πέφυκε καθάπερ ὁ κιττός. Ἔστι δὴ καὶ (ἡ) ἄμπελος τοιοῦτον· οὐ γὰρ ἂν δύναιτο φέρειν τὰ κλήματα καὶ τὴν βλάστησιν ἢ οὐχ ὁμοίως καλὰ μὴ ἔχουσα τὸ ὑπερεῖσον, ἀλλὰ καὶ τὴν ἕλικα δοκεῖ τούτου χάριν ἔχειν ὅπως εὐθὺς ἀντίληψις γένηται καὶ οἷον δεσμὸς ὥσπερ ὁ κιττὸς τὰ ῥιζία τὰ ἐκ τῶν βλαστῶν.

[3] Ὅσα δὲ κοῦφα καὶ λεπτὰ ῥᾳδίως ἀναβαίνει καὶ ἐπιμένει καθάπερ ἡ ἰασιώνη καὶ ὁ θέρμος καὶ ὁ δόλιχος. Πάντα δὲ ταῦτα βλάπτει τὰ δένδρα καταπνίγοντά τε καὶ ἐπισκιάζοντα καὶ τὴν τροφὴν ἀφαιρούμενα τὰ μὲν τῷ κωλύειν ὁ δὲ κιττὸς καὶ τῷ ἐμφυόμενος ἐξαιρεῖσθαι δι' ὃ χαλεπώτατος τοῖς δένδροις οὗτος· πρὸς γὰρ τοῖς ἄλλοις ἀείφυλλος ὢν καὶ ἰσχυρὸς ἀεὶ δεῖται τροφῆς καὶ πολλῆς. Ἀφαυαίνει δὲ τελέως ὅταν ἐπὶ τὰ ἄκρα συναυξηθῇ· τότε γὰρ καρπὸν πέττει καὶ ἐξαιρεῖται πανταχόθεν τὴν τροφήν.

[4] Οὐ χαλεπὸν δ' ἴσως οὐδὲ ἐν ἄλλοις καὶ πλείοσι λαβεῖν τὰς βλάβας· πολλῷ γὰρ πλείους εἰσὶ τῶν ὠφελίμων ὥσπερ καὶ τοῖς ζώοις· ἐπεὶ καὶ ταῖς ὀσμαῖς ἔνια βλάπτεται καθάπερ ἡ ἄμπελος τῇ τῆς δάφνης καὶ τῇ τῆς ῥαφάνου καὶ τοῦτο εὐθὺς ἐκδηλοῖ κατὰ τὴν βλάστησιν. Ὅταν γὰρ πλησίον ᾖ τῆς ῥαφάνου καὶ τῆς δάφνης ὁ βλαστὸς ἀποστρέφεται τὸ ἄκρον αὐτοῦ καὶ ὥσπερ ἀνακάμπτει διὰ δριμύτητα τῆς ὀσμῆς· ὀσφραντικὸν γὰρ ἡ ἄμπελος ὥσπερ καὶ ὁ οἶνος δεινὸς ἑλκύσαι τὰς ἐκ τῶν προκειμένων ὀσμὰς καὶ μᾶλλον καὶ θᾶττον ὁ κατεσταμνισμένος διὰ τὴν ὀλιγότητα καὶ τὸ γυμνόν. Ἀλλὰ τὸ μὲν τοιοῦτον γένος ῥᾴδιον ἐν πολλοῖς ὥσπερ ἐλέχθη συνιδεῖν.

[19]

[1]   Ὅσα δὲ κοινὰ γένους τινὸς ἢ καὶ πλειόνων μὴ ὁμογενῶν οἷον τὸ στρέφειν τὰ φύλλα τὴν φίλυραν καὶ τὴν ἐλάαν καὶ τὴν πτελέαν ταῖς τροπαῖς ταῖς θεριναῖς καὶ ὡς ἔνια τῶν ἀνθῶν νύκτωρ μὲν συμμύει μεθ' ἡμέραν δὲ ἐκπετάννυται καὶ ὡς ἐν τῷ Εὐφράτῃ λέγουσιν οὐ μόνον τοῦ λωτοῦ τὸ ἄνθος ἀνοίγεσθαι καὶ συμμύειν ἀλλὰ καὶ τὸν καυλὸν ὁτὲ μὲν ἀναβαίνειν ὁτὲ δὲ δύεσθαι καὶ καταβαίνειν ἀπὸ δυσμῶν μέχρι μέσων νυκτῶν, ὡσαύτως δὲ καὶ εἴ τι ἄλλο τοιοῦτον, ἐν ἅπασι καὶ πανταχοῦ κοινήν τινα αἰτίαν ὑποληπτέον εἶναι. Ῥᾴδιον δὲ ἴσως ἐν τοῖς ὁμογενέσιν ἰδεῖν.

[2] Ἐπὶ δ' οὖν τῶν εἰρημένων ἡ μὲν τῶν φύλλων στροφὴ γίνεται διὰ τὸ περὶ τοῦτον τὸν καιρὸν μάλιστά πως (τὰ) ἀεί(φυλλα) φυλλορροεῖν. Ἡ δ' αἰτία πρότερον εἴρηται περὶ πάντων τούτων. Γινομένης οὖν τῆς φυλλορροίας ἀνάγκη μάλιστα πάσχειν τι τὰ φύλλα καὶ τὰ μὲν ἀσθενῆ καὶ ὥσπερ γεγηρακότα καταξηρανθέντα πίπτειν τὰ δ' ἄλλα τὴν ἐπιστροφὴν μόνον λαμβάνειν. Ἅπασι μὲν οὖν τοῦτο συμβαίνει ἢ μᾶλλον ἢ ἧττον ἔνδηλον δὲ μάλιστα ἐπὶ τούτων ὅτι μεγίστη διαφορὰ τῶν χρωμάτων τοῖς πρανέσι πρὸς τὰ ὕπτια· τὰ μὲν (γὰρ) χλωρὰ τὰ δὲ ὑγρὰ καὶ ὑδατώδη· μᾶλλον δ' ἐπὶ τῆς φιλύρας· μείζω γὰρ καὶ κάτω λευκότερα δι' ὃ ἀνόμοια ὡς καὶ ἐπὶ τῆς λεύκης.

[3] Τῶν δ' ἀειφύλλων οἷς μὴ συμβαίνει τοῦτο διὰ τὸ κατ' ἐκεῖνον τὸν καιρὸν ἀκμήν τινα καὶ ὥσπερ ἰσχύν τινα εἶναι τῆς βλαστήσεως διὰ τοῦτο οὐκ ἂν συμβαίνοι· τῶν γὰρ ἰσχυόντων οὐθὲν εὐπαθές. Ἡ δὲ τῶν ἀνθῶν σύμμυσις καὶ δίοιξις ἐλαφροτέρα καὶ ῥᾴων ἰδεῖν· ὑπὸ γὰρ τοῦ ψύχους καὶ τῆς ἀλέας γίνεται ψυχρῶν ὄντων καὶ ἀσθενῶν· συμμύει μὲν γὰρ ξυνιόντος καὶ οἷον πηγνυμένου τοῦ ὑγροῦ, συναπολείπει γὰρ καὶ τὸ θερμὸν, ἀνοίγεται δὲ πάλιν διαχεομένου καὶ ἀνιέντος ὅπερ ὁ ἥλιος ποιεῖ.

[4] Τὰ δὲ πλέον καταδυόμενα καὶ ὑπερίσχοντα δῆλον ὅτι ψυχρότερα καὶ ἀσθενέστερα δι' ὃ μᾶλλον συμπάσχει ταῖς μεταβολαῖς. Ἡ δὲ αἴσθησις οὕτως ὀξεῖα γινομένη τοῖς καθ' ὕδατος οὐκ ἄλογος ἄλλως τε καὶ ἐν τόποις θερμοῖς καὶ ἐμπύροις. Ἐπεὶ καὶ ἐν τοῖς μὴ τοιούτοις αἱ διαδόσεις ταχεῖαι πάντων ἀπὸ τοῦ ἡλίου καὶ τῶν ἄστρων. Φαίνεται γοῦν συμπάσχειν οὐ μόνον τὰ ἐπὶ γῆς ἀλλὰ καὶ τὰ ὑπὸ γῆς ὕδατα τροπαῖς τε καὶ ἐπιτολαῖς· ἐπ' ἐνίων δὲ ἄστρων καὶ αὐτὴ ἡ γῆ καὶ ἡ θάλαττα μεταβάλλει.

[5] Πάσχει δέ τι παραπλήσιον τούτῳ καὶ τῶν ἀνθῶν πολλὰ καθ' ἡμέραν· ἀεὶ γὰρ συμπεριφέρεται τῷ ἡλίῳ νεύοντα καὶ ἐγκλίνοντα πρὸς αὐτόν. Μᾶλλον δ' ἐστὶ τοῦτο καταμαθεῖν ἐν τοῖς ἐλάττοσιν. Ἐνίων δὲ καὶ τὰ φύλλα πάσχει ταὐτὸ καθάπερ τῆς μαλάχης καὶ τῶν τοιούτων· αἴτιον δὲ τοῦ ὑγροῦ ἡ ἀφαίρεσις· ᾗ γὰρ ἂν ἐξάγῃ θερμαίνων ὁ ἥλιος ἐν τούτῳ ἡ ἔγκλισις. Ἐξάγει δὲ καθ' αὑτὸν ὥστε τοῦτο ποιοῦντος ἐπιστρέφεται [γὰρ] καὶ περιάγεται. Τοῦτο μὲν οὖν ὡς πίστεως χάριν εἰρήσθω πρὸς τὸ πρότερον ῥηθέν.

[6] Ὑπὲρ δὲ τῶν ἄλλων ὅσα συμβαίνει τοῖς δένδροις ἢ φυτοῖς πειρατέον ἐκ τῶν δένδρων μετιέναι καὶ θεωρεῖν τὴν ἰδίαν οὐσίαν ἑκάστου λαμβάνοντας καὶ τὴν τῆς χώρας φύσιν. Ἐκ τούτων γὰρ τὰ κοινὰ πάθη καὶ αἱ κατὰ γένη παραλλαγαὶ καὶ τὸ ἁρμόττον καὶ τὸ οἰκεῖον ἑκάστοις γίνεται φανερόν· δεῖ δὲ καὶ τὸ ὅμοιον καὶ τὸ αὐτὸ δύνασθαι θεωρεῖν· πολλὰ γὰρ δοκεῖ διαφέροντα οὐ διαφέρειν ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων. Καὶ ταῦτα μὲν ἐνταῦθα ἐχέτω τὸ πέρας. Ὅσα δὲ κατὰ τὰς γεωργίας συμβαίνει καὶ ὧν χάρις ἕκαστα ποιοῦσιν λεκτέον ὁμοίως.