2873 116 0 0 0 0 IV d. C. Retorica Libanius XXXVII Declamationes Foerster, R., Leipzig, Teubner, 1922 Rist. 1997, Hildesheim, Olms. 33

Libanius - Declamatio XXXVII

Πλούσιος ἀριστεύσας ᾔτησεν εἰς τὴν δωρεὰν τοὺς φυγάδας ἐπανελθεῖν. αὖθις ἀριστεύσας ᾔτησε τοὺς ἀτίμους ἐντίμους γενέσθαι. τρίτον ἀριστεύσας καὶ δεσμωτῶν αἰτησάμενος λύσιν τυραννίδος ἐπιθέσεως ὑπὸ ῥήτορος κρίνεται.

Μελετῶμεν τὸν φεύγοντα.

[1]   Ὁ μὲν εὐσεβής, ὦ δικασταί, καὶ φιλάνθρωπος δῆμος ἀμφότερά μου θαυμάζει καὶ δικαίως τήν τε κατὰ τῶν πολεμίων ἀνδρίαν καὶ τὴν ὑπὲρ τῶν ἀτυχούντων ἐπαγγελίαν. οὐ γὰρ κακίας τὴν αἴτησιν ἔλεγχον, ἀλλ' ἀρετῆς ἐπίδειξιν ἔκρινεν. ὅθεν αἰτοῦντος ἤκουε μὲν εὐμενῶς, ἐδίδου δὲ ἀνυπόπτως τὴν χάριν καὶ προθυμότερος τοῦ λαμβάνοντος ἦν τὴν ἐκ τοῦ πράγματος ὠφέλειαν κρίνων.

[2] ἐπειδὴ δ' ὁ σοφὸς οὗτος καὶ τῷ λόγῳ δημοτικὸς κατηγορεῖ μὲν ἐμοῦ, φθονεῖ δὲ τοῖς εὐτυχοῦσι, μισεῖ δὲ τὴν ὁμόνοιαν καὶ τυραννίδος ὑποψίαν ἐμβάλλει κατὰ τοῦ τοσαύτην τῆς ψυχῆς δεδωκότος τὴν πεῖραν, ἓν ἔτι μοι λείπεται πρὸς τὴν τῆς ἀριστείας ἀμοιβήν, ψῆφος δικαστῶν ἀκριβὴς οἷος ἔσομαι πολίτης ἐξ ὧν περὶ τοὺς κινδύνους ἐγενόμην ἀναζητοῦσα καὶ τοσοῦτον τοὺς συκοφάντας μισοῦσα ῥήτορας ὅσον ἐγὼ τοὺς ἀλιτηρίους ἀποστρέφομαι δυσμενεῖς.

[3]    Ὁ μὲν οὖν κατήγορος μόνοις ἀεί με σχολάζοντα τοῖς ὅπλοις εἰδὼς καὶ γραφὰς οὔτε γραψάμενον οὔτε φυγόντα πώποτε μεγάλαις ἥκει τὸν νοῦν ἀναρτήσας ἐλπίσι καὶ νικᾶν σοφιζόμενος οἴεται πάντως ὃν οὐδὲ μιμεῖσθαι μαχόμενος ἤθελεν. ἐγὼ δὲ βῆμα καὶ δικαστὰς ἄρτι πρῶτον ἰδὼν μᾶλλον ἢ οὗτος τεθάρρηκα.

[4] εἰ μὲν γὰρ ἕτεροι μὲν οἱ τότε τιμήσαντες, ἄλλοι δὲ οἱ νῦν δικάζοντες ἦσαν καὶ οὔτε τῆς δι' ἡμᾶς ἀσφαλείας οὔτε τῆς εἰς ἐμὲ μετείχετε ψήφου, εἰκότως ἂν εὐλαβούμην μὴ μελέτην οὗτος καὶ βίον ἔχων τὰ δικαστήρια περιέσται ῥᾳδίως τοῦ μηδὲν ἕτερον τέως ἢ πολεμίους νικᾶν ἐγνωκότος· ἐπειδὴ δὲ μέρος ὑμεῖς μοι τοῦ τετιμηκότος γεγόνατε δήμου καὶ τὰς ἐμὰς ἀεὶ μετὰ τῶν ἄλλων ᾄδετε νίκας, οὐκ εὐλαβοῦμαι τοῦ κατηγόρου τὴν τέχνην, οὐ δέδοικα γλῶτταν γενναίαν ψευδεῖς ἔχουσαν λογισμούς.

[5]    Οἱ μὲν οὖν ἄλλοι τῶν ἀριστέων σιτήσεως τυχεῖν ἢ ἀτελείας δεόμενοι ἑαυτούς, οὐ τὴν παρέχουσαν ὠφελεῖν σπουδάζουσι πόλιν καὶ μόνοι τοῦ γέρως ἀπολαύουσιν ὡς μόνοι τῶν δεινῶν μετασχόντες κινδύνων· ἐγὼ δὲ τοὺς ταῦτα ποιοῦντας οὐκ αἰτιώμενος ἑτέραν ἐτράπην καὶ δωρεὰς ᾔτουν, ἐξ ὧν ἐμοὶ μὲν ἔχειν οὐδὲν ἐγίνετο πλέον, οἱ δὲ ἀτυχοῦντες εὐδαιμόνουν πολῖται, καλὸν εἶναι νομίζων καὶ τοῖς ἡμετέροις ἤθεσι πρέπον τοὺς παρὰ τὴν μάχην γενναίους μεγαλόφρονας παρὰ τὸν τῆς εἰρήνης εἶναι καιρὸν καὶ τοὺς πολλῶν ἡμᾶς ἀπαλλάξαντας κινδύνων τοὺς ἰδίᾳ πταίσαντας ἐπανορθοῦσθαι πολίτας. παντὸς μὲν οὖν διὰ ταῦτα κατεφρόνησα κέρδους καὶ οὐ μεταμέλει μοι τῆς εὐβουλίας, περιέστησε δέ μοι τὸ πρᾶγμα συκοφάντης ἄνθρωπος καὶ κακίας ἔλεγχον ποιεῖται τὰ φιλανθρωπίας γενόμενα χάριν.

[6]    Ἐβουλόμην μὲν οὖν μήτε τῶν τῆς πόλεως ἔτι μνησθῆναι κακῶν μήτε τοῖς εὖ παθοῦσιν ὀνειδίσαι τὴν χάριν μικροψύχου νομίζων ἀνδρὸς εἶναι καὶ ἀπειροκάλου τὸ πρᾶγμα· νῦν δὲ ἡ πονηρὰ τούτου βουλὴ καὶ ἡ παράδοξος κατ' ἐμοῦ τῆς τυραννίδος γραφὴ ἀναγκάζει με συντόμως τά τε περὶ τὸν πόλεμον ὅπως εἶχεν εἰπεῖν καὶ μεθ' ἧς ταῦτα ᾔτουν διηγήσασθαι γνώμης. ἔχει γὰρ οὕτως.

[7]    Πάλαι παρ' ἡμῖν, ὦ δικασταί, φορὰ πονηρῶν καὶ δωροδόκων καὶ οἷος οὗτος γέγονε ῥητόρων οἳ μικρὰς ἔχοντες κατὰ τῶν πολιτῶν ἀφορμὰς εἰς ὕψος τὰς αἰτίας ἦγον, θορύβου δὲ καὶ κραυγῆς ἀεὶ τὰς ἐκκλησίας πληροῦντες τῶν ὁρίων ἐλαύνειν ἔξω τὸν δῆμον τοὺς οὐδὲν ἢ μικρὸν λυπήσαντας ἔπειθον τῇ τῶν κρειττόνων μεταστάσει τὰς πρώτας ἔχειν αὐτοὶ τιμὰς τῆς πολιτείας ἐλπίζοντες. ὡς δὲ οἱ μὲν τοὺς γενναίους καὶ μεγαλόφρονας ἤλαυνον πολίτας, ἐκηρύττετο δὲ τοῖς πολεμίοις τὸ πρᾶγμα, ἐλάνθανε δὲ αὐτοὺς τῶν γινομένων οὐδέν, τότε πρῶτον μεγάλας κατὰ τῆς πόλεως ἔσχον ἐλπίδας, ὅτε τοὺς ἀμύνοντας οὐκ εἶχεν ὁ δῆμος, ὅτε τῶν διωκόντων πλείους ἦσαν οἱ φεύγοντες.

[8] ἐπέρρωσε μὲν οὖν τοὺς δυσμενεῖς ἡ μεγάλη τῆς πόλεως ἄνοια τῇ πολλῇ τῶν φυγάδων ἐρημίᾳ καταφρονεῖσθαι τοὺς λειπομένους ποιοῦσα, ὡς δὲ οἱ μὲν κατελθεῖν διὰ τοὺς ἔνδον συκοφάντας κατέδεισαν, οἱ δὲ ἐξελθεῖν διὰ τοὺς περικαθημένους ἔφριττον δυσμενεῖς, πρῶτος τῶν πολιτῶν ὡπλιζόμην καὶ τοῖς πολλοῖς ἀρετῆς ἐφάνην εἰκών. συρραξάντων δὲ ἡμῶν τοῖς ἐπελθοῦσιν ἀσπὶς μὲν τέως ἀντέκρουεν ἀσπίδι, χρησιμώτερα δὲ ἡμῖν τῶν βελῶν ἦσαν τὰ ξίφη.

[9] καὶ πολλάκις μὲν αὐτοὶ παρ' ἡμῶν, πολλάκις δὲ ὑπ' ἐκείνων ἡμεῖς ἠλαυνόμεθα, ἐνδεδωκότων δὲ τῶν σὺν ἐμοὶ καὶ τὴν ἐπὶ τὸ τεῖχος περισκοπούντων ὁδὸν μόνος λοιπὸν κατὰ πάντων ἐχώρουν, μόνος τὴν πυκνὴν τῶν πολεμίων διέρρηξα φάλαγγα. καὶ θαρρεῖν μὲν αὖθις τοὺς ἐμοὺς διὰ τὴν ἐμὴν ἐποίουν ἀνδρίαν, οἱ δὲ τότε ὡς ἐφ' ἕρμαιον ἥκοντες οὐ μεθ' ὁμοίου τοῦ σχήματος ἀνεχώρουν, ἀλλ' οἱ μὲν ἔπιπτον, οἱ δὲ ἡλίσκοντο, οἱ δὲ τὸν περὶ τῆς ψυχῆς ἔθεον δρόμον ἐκ πολλῶν ὀλίγοι καὶ πολλοὶ κατ' ὀλίγους καὶ οὗ δυνατὸν ἦν δραπετεύοντες.

[10] θυμοῦ μὲν οὖν ἡ πέμψασα πόλις ἐνεπίμπλατο μείζονος οὐχ ὅσους ἔπεμψεν οὐδὲ οἵους ἤλπιζεν ἀπολαβοῦσα τοὺς ἑαυτῆς, ἐκκλησίαν δὲ ὁ δῆμος μετὰ τὴν νίκην ἐποίει καὶ περὶ τῆς ἐμῆς ἐβουλεύετο δωρεᾶς. καλοῦντος δέ με τοῦ κήρυκος τῇ κοινῇ τοῦ δήμου φωνῇ καὶ λαβεῖν ὅσα ἤθελον ἐπιτρέποντος οὐ στεφάνους ἔχειν, οὐκ ἀτέλειαν ἤθελον, οὐ χαλκῆς τυχεῖν ἐδεόμην εἰκόνος, ἀλλ' ἐπειδή μοι προσδοκώμενος αὖθις ἔμελε πόλεμος καὶ φήμη πονηρὰ καὶ πολεμίων ἰσχὺς πανταχόθεν ἀγειρομένων, τοῦ μὲν πολλοῦ κατεφρόνησα κέρδους, τῆς δὲ κοινῆς ἀσφαλείας ἀντεποιούμην καὶ μίαν εἶδον σωτηρίας ὁδὸν μηδένα εἶναι τῆς πόλεως ἔξω μηδὲ τοὺς διὰ συκοφαντίαν φεύγοντας προσθήκην ἐᾶν τοῖς πολεμίοις γενέσθαι μεγάλην.

[11] διὰ ταῦτα φιλανθρώπου τυχεῖν ἠξίωσα ψήφου ἀνδρῶν εὐχόμενος τὴν πόλιν μᾶλλον γενναίων ὁρᾶν γέμουσαν ἢ πλούτου μείζονος τὴν ἐμὴν ἀπολαύουσαν οἰκίαν. καὶ οὐκ ἐγὼ μὲν οὕτως, ἐμέμφετο δέ μου τὴν κρίσιν ὁ δῆμος, ἀλλὰ τῆς περὶ τὸν πόλεμον εὐψυχίας λαμπροτέραν τὴν περὶ τῆς δωρεᾶς ἐνόμιζεν αἴτησιν καὶ διὰ ταῦτά με μόνον εὔνουν, μόνον φιλόπολιν, μόνον ἐκάλει δημοτικόν.

[12] ὡς δὲ πλήρης ἦν τῶν οἰκείων ἡ πόλις, τοὺς μὲν φυγάδας ὁ δῆμος ὁρῶν τῆς ἔχθρας ἐπελανθάνετο καὶ πολίτας ἐκάλει χρηστούς, οἱ δὲ τὴν μέλλουσαν ἰδεῖν ηὔχοντο μάχην ἀμοιβὴν τῆς εὐεργεσίας τὴν προθυμίαν εἰσφέρειν σπουδάζοντες. φανέντος δὲ τοῦ καιροῦ καὶ τῶν πολεμίων ἡμᾶς αὖθις ἐπιτρεχόντων καὶ μείζονα λυπεῖν ὧν ἔπαθον ἐλπιζόντων πρῶτοι τῶν πυλῶν ἔξω, πρῶτοι τῶν γενναίων ὁρμήσαντες πολιτῶν ἐπὶ τοῦ τῆς φάλαγγος ἔστησαν μετώπου.

[13] μόνους δὲ ὁρῶν αὐτοὺς τῆς ἐμῆς προαιρέσεως μιμητὰς τούτοις ἐπέταττον, μετὰ τούτων ἠγωνιζόμην τοσοῦτον αὐτῶν ἀρετῇ καὶ δρόμῳ προέχων ὅσον ἐκεῖνοι τῶν ἄλλων. δευτέρας δὲ οἱ πολέμιοι σφαλέντες ἐλπίδος ἀνεχώρουν μέν, οὐ μετεμέλοντο δέ, ἀλλ' ὥσπερ οἱ περὶ τὴν παλαίστραν ἀγωνιζόμενοι τὴν τρίτην ἰδεῖν ἀνέμενον πεῖραν καὶ τὸν αὐτὸν καθ' ἡμῶν θυμὸν μετὰ μείζονος εἶχον παρασκευῆς καὶ δυοῖν ἑαυτοῖς ὡρίζοντο θάτερον, ἢ τὴν ἡμετέραν θᾶττον ἑλεῖν ἢ μηκέτι πρὸς τὴν οἰκείαν ἐπανελθεῖν.

[14] ἐμοὶ μὲν οὖν ἡ πόλις τὸ γέρας αὖθις κατ' ἐξουσίαν ἐδίδου καὶ τὰς πολλὰς κατέλεγε δωρεὰς κρίνειν με τὸ καθ' ἡδονὴν ἐπιτρέπουσα. ἐγὼ δὲ πεῖραν τῆς ἀγαθῆς ἔχων αἰτήσεως καὶ ὅσα τὸν δῆμον οἱ κατελθόντες ὤνησαν φυγάδες ἡδέως λύειν τὰς τῶν πολιτῶν ἐσπούδαζον ὕβρεις. ὁρῶν γὰρ ὅτι πολλοὶ τῶν μεγάλα πράττειν ὑπὲρ τῆς πόλεως εἰδότων καὶ πολλὴν τῆς εἰς τὸν δῆμον εὐνοίας δειξάντων τὴν πεῖραν ἄτιμοι μὲν ἐξ ἐντίμων, ἄδοξοι δὲ ἐξ ἐνδόξων γεγόνασι καὶ τὴν προθυμίαν ἡ ὕβρις ἀνέκοπτε, μίαν πάλιν τῆς ἀριστείας ᾔτησα δωρεὰν τοὺς διὰ συκοφαντίαν ἀτίμους τῆς ἀρχαίας ἀπολαύειν αἰδοῦς καὶ μηδὲν τῶν ἄλλων διαφέρειν τοὺς ἐκ τῶν αὐτῶν γεγονότας, ἀλλὰ κοινωνοὺς εἶναι νόμων ἅμα καὶ πολιτείας καὶ μάχης. ἐπαινεσάντων δὲ πάντων καὶ φιλόπολιν αὖθίς με διὰ ταῦτα καὶ δημοτικὸν ὀνομαζόντων ἐλύετο μὲν θᾶττον ἡ ἀτιμία, προθυμότεροι δὲ ἦσαν οἱ τιμηθέντες πάντα λοιπὸν σὺν ἡμῖν ἀγαπῶντες ποιεῖν τε καὶ πάσχειν.

[15] θαρρήσαντες δὲ μᾶλλον ἡμεῖς καὶ μίαν ἐν πᾶσιν ὁρῶντες σπουδὴν οὐκέτι τὰς τῶν πολεμίων ἰδεῖν ἀνεμείναμεν ἐφόδους οὐδ' ἐν ἐκείνοις εἶναι παρέσχομεν τὸ ποιεῖν ἡμᾶς, ὅταν ἐθέλωσιν, ἀνδρείους, λογιζόμενοι δὲ καλῶς ὡς οἱ τοῖς πρώτοις στρατεύσασιν ἀντεπιόντες καὶ τοὺς κινδύνους εἰς τὴν ἐκείνων μεταστήσαντες γῆν τὴν ἐκ τῆς ἀνδρίας δόξαν μετὰ τῆς τοῦ δικαίου λαμβάνουσι μοίρας καὶ τὴν ἀρετὴν ἄμεμπτον αὐτοῖς ἡ πρώτη δείκνυσιν ἔφοδος, ταῦτα εἰδότες ἐπὶ τὴν ἐκείνων ὡρμήσαμεν γῆν μείζονι διδάξαι πείρᾳ τοὺς ἀνοήτους σπουδάζοντες οἵαν θήραν μετῆλθον.

[16] οἱ δέ, κατέπληττε γὰρ αὐτοὺς νεότης ἄοκνος πρόφασιν ῥᾳθυμίας οὐκ ἔχουσα, μικρὸν εἰς χεῖρας ἐλθόντες ἐπὶ πόδα ἀνεχώρουν ὥσπερ τινὰ Γοργὼ τὴν ἐμὴν ὁρῶντες ἀσπίδα. ἐπειδὴ δὲ πᾶσα μὲν αὐτῶν κατείληπτο χώρα, φεύγειν δὲ οὐδὲ βουλομένοις ἐνῆν, μηχανήματα δὲ ἡμῖν ἡτοίμαστο καὶ κατὰ τοῦ τείχους ὁ πόλεμος ἦν, ἔγνωσαν ὅπερ ἐχρῆν. πρεσβεῖαι γὰρ εὐθὺς πρὸς ἡμᾶς καὶ λόγοι ταπεινοὶ καὶ φρόνημα μέτριον καὶ πολλαὶ τῶν ταῦτα πεισάντων αὐτοὺς ποιεῖν ἦσαν κατηγορίαι.

[17] ἡμεῖς δέ, φιλάνθρωπος γὰρ καὶ πρὸς ἐκείνους ὁ δῆμος, τοὺς ἀπὸ τῶν τειχῶν προτεινομένους ἠλεήσαμεν παῖδας, τοὺς πολλοὺς τῶν πατέρων ᾠκτείραμεν θρήνους καὶ νεότητος ἐφεισάμεθα δυστυχοῦς ἐξ ἀβουλίας πάλαι θρασυνομένης. γενομένων δὲ τῶν σπονδῶν καὶ τοῦ δήμου λαμπρῶς διὰ τὴν ἐμὴν πάλιν ἀναχωρήσαντος νίκην τρίτος ἡμῖν περὶ δωρεᾶς ἐγίνετο λόγος καὶ ὁ περὶ τοῦ γέρως ἀνεγινώσκετο νόμος.

[18] καί τις τῶν ἐν μέσῳ καθημένων τοιούσδε πρὸς ἐμὲ διεξήρχετο λόγους· ἡμεῖς, ὦ γενναιότατε, πολλὰ καὶ καλὰ παθόντες ὑπὸ σοῦ οὐδὲν τέως τὸν σὸν ὠφελήσαμεν οἶκον οὐδὲ δωρεὰν ἔσχες, ἀλλὰ μόνος τῶν ἀριστέων μεγάλα μὲν ἡμᾶς ἐκ τῆς ἀνδρίας, μείζονα δ' ἐκ τῶν αἰτήσεων ὤνησας τοσαύτην προσθήκην ἀνδρῶν ταῖς τῆς πόλεως παρασχόμενος χρείαις. οὓς γὰρ ἀπατώμενος ὁ πᾶς ἤλαυνε δῆμος, μόνος σωφρονῶν ἐπανήγαγες καὶ νῦν τρίτην σοι χάριν ὑπὲρ τρίτης ὀφείλομεν ἀριστείας. οὐκοῦν χρήματα αἴτει. ἀτέλειαν λάμβανε. τὰ χρησιμώτατά σοι λοιπὸν σκόπει τῆς πόλεως δῶρα. πλουτεῖ διὰ σὲ σωμάτων ἡ πόλις. πλουτείτω σοι μᾶλλον καὶ δι' ἡμῶν χρημάτων ὁ οἶκος.

[19] ἐγὼ δὲ ταῦτα καὶ πάλαι σκοπῶν καὶ τότε ἀκούσας οὐδὲν μᾶλλον τῆς ἐμῆς ἐφρόντιζον οἰκίας οὐδ' ὅπως πλέον ἕξω τι προὐνοήθην, ἀλλ' ἀρκοῦντα πλοῦτον νομίζων ὅσα μοι τύχη δικαία καὶ προγόνων εὔλογος δέδωκε κλῆρος, ταῦτα μὲν καὶ τὰ τοιαῦτα διέπτυον, τὸ δὲ λεῖπον τῇ κοινῇ τῆς πόλεως εὐδαιμονίᾳ ζητῶν τῶν δεσμῶν τοὺς παρὰ τὸ οἴκημα ταλαιπωροῦντας ἀφῆκα οὐ τὰς ἐκείνων ἀποδεξάμενος πράξεις οὐδὲ δορυφόρους ἔχειν αὐτοὺς ἐπὶ τῆς καλῆς τυραννίδος ἐλπίζων ἀλλὰ σκοπῶν, ὅπερ εἰκός, ὡς πονηρὰ φύσις ἀνελπίστου τυχοῦσα συγγνώμης δυσωπεῖται τὴν χάριν καὶ μεταβάλλει τοὺς τρόπους καὶ μετανοεῖν οὐκ ἐᾷ τοὺς τιμήσαντας.

[20]    Λαβόντος δέ μου καὶ ταύτην παρὰ τοῦ δήμου τὴν χάριν καὶ πολλῶν πάλιν ἀναπεπνευκότων δι' ἐμὲ πολιτῶν οἱ μὲν ἄλλοι πάντες τὴν ἐμὴν ἐθαύμαζον μεγαλοψυχίαν καὶ τοιοῦτον ἔφασκον οὔπω πολίτην ἰδεῖν, μόνος δὲ ὁ βάσκανος οὗτος περιστρέφει τὰ πράγματα καὶ τυραννίδος ὑποψίαν ἐμβάλλει τὴν ὑπὲρ τῶν ἀτυχούντων σπουδὴν ἔλεγχον τῆς κατὰ τῶν εὐτυχούντων ἐπιβουλῆς ποιεῖσθαι νομίζων.

[21] φθόνος μὲν οὖν αὐτὸν ταῦτα λέγειν πικρός, οὐκ ἀγαθὴ τῆς πόλεως κεκίνηκε πρόνοια. τί γάρ με μὴ ταύτην ἐπὶ τῶν φυγάδων τὴν κατηγορίαν ἐγράψατο; τί δὲ μὴ ἐπὶ τῶν ἀτίμων φιλόπολις ἐφάνη κατήγορος; ἀλλὰ τοὺς μὲν ἐπανελθόντας, τοὺς δὲ τιμωμένους ὁρῶν ἐκαρτέρει. οὐκοῦν τὴν νῦν βασκανίαν ἡ τότε σιωπὴ διελέγχει καὶ μόνοις ἄχθεσθαι τοῖς δεσμώταις δοκεῖ ἀθρόα νῦν ἄγων εἰς μέσον ἃ κατὰ διαφόρους μοι πέπρακται χρόνους;

[22]    Ἀλλὰ τοὺς πονηροτάτους, φησί, τῆς τιμωρίας ἐλευθερῶν τῆς τιμωρίας βεβαιοῖς τὴν ὑπόνοιαν. τί τὸ μέλλον, συκοφάντα, μαντεύῃ κακῶς παρὸν τὸ φθάσαν ἐξετάζειν καλῶς; τίς δὲ τῶν σῶν ἀνέξεται λόγων παῖδας ἐλευθέρους δι' ἐμὲ καὶ σωφρονοῦντα γύναια καὶ θαρροῦσαν βλέπων νεότητα; [23] ἐγὼ μὲν οὖν ἔλεγχον ἔχω τῆς γνώμης τὰ τρόπαια, σὺ δὲ ἐκ ποίας με ταῦτα νοσεῖν ἐπιθυμίας ὑπολαμβάνεις; πόθεν δὲ τυραννίδος ἔρως τοιαύτης ἐκράτει ψυχῆς; τῆς παρὰ πάντων χάριν, νὴ Δία, τιμῆς; ἀλλ' ἑκούσιος εὔνοια πόλεως ἀναγκαίας αἱρετωτέρα τιμῆς καὶ εὔλογος αἰδὼς λαμπροτέρα πικροῦ νενόμισται φόβου. ὁ μὲν γὰρ μόνῃ τῇ τύχῃ κρατῶν καὶ τὴν ὠμότητα καλὸν τῆς ἀρχῆς νομίζων ἐνέχυρον δεδιὼς πολιτεύεται καὶ τρέμων καὶ ἀεί τι παθεῖν προσδεχόμενος ὅμοιον, ὁ δὲ τοὺς πολλοὺς ταῖς εὐεργεσίαις καταδουλούμενος καὶ φρόνημα ἔχων ὑπὲρ μὲν τῆς πόλεως μέγα, πρὸς δὲ αὐτὴν ἴσον ἀμετάθετον ἔχει τὴν εὔνοιαν ἀεὶ τῆς μνήμης ἀνανεούσης τὴν χάριν. πολλὴ γοῦν μοι παρὰ πᾶσιν ὑπῆρχεν αἰδὼς καὶ προσηγορίας ἀπήλαυον ἐντίμου τῶν πολιτῶν τοὺς μὲν εἶναι, τοὺς δὲ καὶ εὖ εἶναι πεποιηκώς.

[24] ἀλλ' οὐ τιμῆς ἕνεκα, πλούτου δὲ μείζονος χάριν πρὸς τὴν ἀκρόπολιν ἔβλεπον; καὶ πῶς οὐκ ἄλογον διδόμενον μὲν παρὰ τῆς πόλεως ἀποστρέφεσθαι πλοῦτον, οὐκ ὄντα δὲ ἐλπίζειν; ἀλλ' οὐ διὰ ταῦτα; ἀλλὰ διὰ τί με τυραννίδος ἐρᾶν ὑπολαμβάνεις; τοὺς μισοῦντάς με κολάζειν ἐβουλόμην πολίτας; καὶ τίς ἀριστέα μισεῖν ποτε πλὴν τῆς σῆς ἀναιδείας ἐτόλμησε; τίς οὐ δεσπότην ἄλυπον ἡγεῖται τὸν πολλῶν κινδυνεύοντα χάριν;

[25] ἐμοὶ μὲν οὖν πλείους τῶν παρὰ τῆς ἐκκλησίας ἐγκωμίων οἱ παρὰ τῶν οἰκείων ἐτύγχανον ἔπαινοι καὶ φθόνος οὐκ ἐνίκα τὴν εὔνοιαν, ἐξετάσωμεν δ', εἰ δοκεῖ, καὶ τὰς τῶν δι' ἐμοῦ τετιμημένων βουλάς, πότερον ἀεὶ τοῖς ἐμοῖς ἀκολουθεῖν ἤθελον λογισμοῖς ἢ στρατηγοῦντι μὲν ἠκολούθουν, τυραννεῖν δ' οὐκ ἐπέτρεπον. εἰ μὲν γὰρ τὴν ἀσπίδα ῥίψας ἢ δίκην ἀσεβείας ἁλοὺς σωθῆναι ταῖς τούτων ἐδεόμην φωναῖς καὶ ἴσην ἀπῄτουν τὴν χάριν, πάντα αὐτοὺς ᾤμην προθύμως ποιεῖν τὴν ἐκ τῆς ἀχαριστίας φεύγοντας μέμψιν· εἰ δὲ δικαίας εὐεργεσίας αἰσχρὰν ἀπῄτουν τὴν ἀμοιβὴν καὶ δημοτικῆς αὐτοὺς ὕβρεως ἀπαλλάξας τυραννικῆς ἔπειθον δουλείας ἀνέχεσθαι, πόσοι τὴν ἐμὴν κατέλευον κεφαλήν, πόσοι τὰ ξίφη κατὰ τῆς ἐμῆς ὤθουν πλευρᾶς. καὶ τὸ δικαίως προσῆν. δευτέροις γὰρ περιπίπτειν οὐκ ἐζήτουν κακοῖς οἱ τῶν πρώτων μόλις ἀπαλλαγέντες.

[26]    Ὅτι μὲν οὖν τυραννίδος ἔχειν ἀρχὴν οὔτε ἤθελον οὔτε βουλομένῳ παρῆν, ἑτέρας ὁ λόγος οὐ δεῖται προσθήκης· εἰ δὲ δὴ καὶ τὰ μάλιστα ταύτην εἶχέ μου τὴν νόσον ἡ γνώμη καὶ τὴν ἀκούσιον ἀρχὴν τῆς ἑκουσίου προετίμων εὐνοίας, πολλῶν ὅπλων πρὸς ταῦτα καὶ μεγάλης ἐδεόμην παρασκευῆς. ποίας οὖν ἐμὰς κατὰ τὴν πόλιν κεκρυμμένας εὗρες ἀσπίδας; ποῦ μοι τῶν τόξων αἱ ἀποθῆκαι; ποῦ δὲ τὰ πολλὰ συνέκλεισα βέλη; ὅλον εἰσελθών, ἄνθρωπέ, μου περισκόπει τὸν οἶκον κἂν τοῦδε πλέον τοῦ θώρακος εὕρῃς, ἔδειξας τὴν τυραννίδα, φεῦ, ὢ τῆς πόλεως, οὐ μάτην ἐφάνης σοφὸς ἀναμφίλεκτον εὑρὼν τῶν ἐμῶν ἀπορρήτων τὸν ἔλεγχον. ταῦτα μὲν γὰρ σαφῆ τυραννίδος τεκμήρια, ταῦτα τῶν κεκτημένων ἐλέγχει τοὺς τρόπους· εἰ δὲ τούτων εἰπεῖν ἔχεις οὐδέν, παῦσαι λοιπὸν ἐμοὶ μείζονα μὲν τῆς δυνάμεως, ἐναντία δὲ τῇ βουλήσει προβαλλόμενος.

[27]    Ἀλλ' ἑτέραν, φησίν, αἰτεῖν ἔδει σε δωρεάν. καὶ πόθεν ἦν μοι τοσαῦτα τῷ δήμῳ λυσιτελεῖν; ποία δέ μου τοὺς πολεμίους οὕτω κατέπληττεν αἴτησις; πολλὴν ὁ δῆμος προσθήκην ἐκ τῶν ἐμῶν ἔσχεν αἰτήσεων καὶ ἔγωγε ἡδέως ἂν τοῦ σοφοῦ κατηγόρου πυθοίμην· ὅτε μεθ' ἡμῶν οἱ πολλοὶ παρετάττοντο φυγάδες καὶ συναίτιοι τῆς δευτέρας ἡμῖν ἐγίνοντο νίκης, πότερα καλὴν εἶναι τὴν ἐμὴν ὑπελάμβανεν αἴτησιν καὶ δημοτικοὺς ἡμᾶς μετὰ τῶν ἄλλων ἐκάλει ἢ μόνος τὸν τῆς τυραννίδος ἐμαντεύετο πόθον;

[28] εἰ μὲν γὰρ τὴν τῶν ἀνδρῶν προθυμίαν ὁρῶν τὴν τοῦ λαβόντος ἐπῄνει προαίρεσιν καὶ τὸν ψηφιζόμενον ἀπεδέχετο δῆμον, πῶς οὐ δεινὰ ποιεῖ τούτοις νῦν ἐγκαλῶν ὧν τότε τὰς πράξεις ἐθαύμαζεν; εἰ δὲ τὴν νίκην ὁρῶν τοὺς συνδράσαντας ἐμίσει πολίτας καὶ τὸ μόνος ἡττᾶσθαι τοῦ μετὰ τούτων νικᾶν αἱρετώτερον ἔκρινε, πῶς οὐκ ἔλεγχον αὐτὸς ταῦτα τῆς περὶ τὸν δῆμον ἔχει κακίας καὶ τυραννίδος ἀπίστου κατηγορῶν φανερᾶς προδοσίας φέρεται μέμψιν;

[29]    Ὅτι μὲν οὖν τοῦ κοινῇ συμφέροντος χάριν ἡ αἴτησις γέγονεν, αἱ πολλαὶ δι' ἐμοῦ δεδηλώκασι νῖκαι, ἐμοὶ δ' αἰτεῖν ὁ τῆς πόλεως δέδωκε νόμος πάντα ἐπιτρέπων τοῖς ἀριστεῦσι κατ' ἐξουσίαν λαμβάνειν. καί μοι λέγε τὸν νόμον αὐτόν.

Νόμοσ

   Τοὺς δὲ ἀριστέας λαμβάνειν ὅ τι ἂν ἐθέλωσι γέρας.

   Ἔφθασέ σου τὴν συκοφαντίαν ἡ πόλις νόμῳ τὴν ἐξουσίαν ὁρίσασα καὶ πολλὰ μὲν προτείνασα πράγματα, τὸ δὲ καθ' ἡδονὴν αἱρεῖσθαι ποιοῦσα.

[30] σὺ δὲ τὴν ἐξουσίαν εἰδὼς μέμφῃ τὴν κρίσιν ὥσπερ ἢ νομοθέτης σοφώτερος ὢν ἢ μεγάλα βλέπων τὴν πόλιν ἐκ τῆς ἐμῆς ἠδικημένην αἰτήσεως καὶ οὐδὲ ἐκεῖνο λογίζῃ ὅτι τὴν ἐμὴν μεμφόμενος αἴτησιν τὴν τῆς πόλεως φιλοτιμίαν ὑβρίζεις καὶ μνησικακεῖν ἀναγκάζεις τοὺς ἑκουσίως ἐπιλελησμένους. τί δ' ἂν οἱ πολέμιοι βλέπειν εὔξαιντο μεῖζον ἢ παλαιῶν ἡμᾶς μεμνημένους ἀδικημάτων τῆς νεωτέρας ἐπιλανθάνεσθαι χάριτος καὶ τὸν κατ' ἐκείνων θυμὸν εἰς τοὺς οἰκείους ἐκδαπανῶντας πολίτας;

[31]    Τῆς μὲν οὖν ἐμῆς πολιτείας μάρτυρες πολλοὶ γεγόνασι χρόνοι, ὁ δὲ οὐδὲν ἕτερον ἔχων ἢ ὅσα δικαίως ἔπραξα λέγειν αὖθις τὴν αὐτὴν ἀναβοήσει φωνήν· ἀλλ' οἱ τυραννίδος, φησίν, ἐπιθυμοῦντες φυγάδας καὶ ἀτίμους καὶ δεσμώτας εὐεργετοῦσι συνωμότας ἔχειν αὐτοὺς τῆς κακίας βουλόμενοι.

[32] τί δὲ οἱ τὸν δῆμον ἀγαπῶντες πράττουσιν ἄνθρωποι κινδύνων ἐλπιζομένων μεγάλων; οὐ συμμάχους ἀγείρουσιν; οὐ παρακαλοῦσι τοὺς ἀμελεῖς; οὐ πάντας παντὶ πολεμεῖν παρασκευάζουσι σθένει;

[33] ἐγὼ μὲν οὖν ταῦτα τῆς κοινῆς χάριν ᾔτησα χρείας καὶ τῆς ἐμῆς ὁ δῆμος ἀπήλαυσεν εὐνοίας συμμάχους ἀγαθοὺς ἐπὶ τῆς ἀνάγκης τοὺς ἀφεθέντας εὑρών, σὺ δὲ μίαν πᾶσι παρέχεις προαίρεσιν καὶ μόνος ἑκὼν ἀγνοεῖς ὡς οἱ μὲν τυραννεῖν ἐπιχειροῦντες τοιούτων δέονται συμμάχων, οὐ μὴν οἱ διὰ τὴν χρείαν τοιούτους τῷ δήμῳ περιποιοῦντες συμμάχους τυραννίδος ἐρῶσιν, ἀλλὰ καὶ φιλανθρωπίας χάριν καὶ σωτηρίας ἕνεκα τοῦ δήμου ταῦτα καὶ τὰ τοιαῦτα φιλοπόλιδες πράττουσιν ἄνθρωποι.

[34]

μὴ τοίνυν τὰς τῶν τυράννων βουλὰς ἐπὶ τὴν ἐμὴν ἄγε προαίρεσιν, ἀλλὰ σκόπει τὰς νίκας πόσαι καὶ διὰ τίνων καὶ τίνος γεγόνασι χάριν. εἰ μὲν γὰρ μνησικακοῦντες τοῖς τετιμηκόσιν ἐφαίνοντο καὶ τῶν κοινῶν οὐ μετέχοντες κινδύνων οὐδὲ λύσιν τοῦ μίσους τὴν ἑκούσιον νομίζοντες ἄφεσιν, εἶχεν ἂν ἡ ὑποψία λόγον τὴν μελετωμένην προβλέπουσα κακίαν· εἰ δὲ πολλὰ μὲν οὗτοι ποιεῖν, πολλὰ δέ, εἰ δέοι, παθεῖν διὰ τὸν τιμήσαντα δῆμον ᾑροῦντο καὶ ὧν μὲν ἔπαθον ἐπελάθοντο, τὰ δὲ τῆς πόλεως ᾠκειοῦντο δεινά, τί τυραννίδος ὑπηρέτας καλεῖς τοὺς κοινὴν σωτηρίαν ἐκ τῶν ἰδίων ἀνύσαντας πόνων;

[35]    Ὅτι δὲ πίστιν ὁ τῆς κατηγορίας οὐκ ἔχει λόγος ἐκεῖθεν ἂν μάλιστα θεωρήσαιτε. εἰ γὰρ τῶν πολεμίων τὸ πρῶτον περικαθημένων ἡμᾶς καὶ τοῦ δήμου περὶ τῆς μελλούσης ἐκκλησιάζοντος μάχης καὶ ὅθεν περιέσται ζητοῦντος τῶν σοφῶν τις ἀναστὰς ῥητόρων καὶ τὴν ἐμὴν μιμούμενος πρόνοιαν μίαν εἰσηγεῖτο τῷ δήμῳ νίκης ἐλπίδα τὴν τῶν φυγάδων ἐπάνοδον, τί ποιεῖν ἂν ἢ τί λέγειν τὸν σοφὸν οἴεσθε τοῦτον; εἰ μὲν γὰρ ἀντέλεγε καὶ τὴν ὁμόνοιαν κατεμέμφετο, πῶς οὐ κώλυμα τῆς κοινῆς σωτηρίας ἐγίνετο; εἰ δὲ τὸ λεχθὲν ἀπεδέχετο καὶ δημοτικὸν ἐκάλει τὸν ῥήτορα, πῶς οὐκ ἄτοπον ἐπαινεῖν μὲν πρὸ τῆς πείρας τὸ πρᾶγμα, μετὰ δὲ τὴν νίκην κατηγορεῖν;

[36]    Εἰ μὲν οὖν οἱ πολλὰ λέγειν παρ' ὑμῖν εἰδότες τῶν πολλὰ πράττειν ὑπὲρ ὑμῶν δυναμένων ἰσχύουσι πλέον, παραχωρῶ τῷ κατηγόρῳ καὶ φέρω τὴν τύχην ἀλύπως παρὰ τὰ τῆς πόλεως κολαζόμενος τρόπαια· εἰ δὲ δίκης ὑμῖν καὶ νόμων ἀρχαίων καὶ πολίτου μέλει χρηστοῦ, ἡδέως ἂν ὑμῶν πυθοίμην· τίνων ὑμεῖς ἀδελφοί, τίνων δὲ γεγόνατε πατέρες; εἰ μὲν γὰρ τῶν ἀφεθέντων, ἐπὶ τῆς αὑτῶν ἕκαστος οἰκίας τοὺς ἐμοὺς ἔχετε συνηγόρους· εἰ δὲ τῶν σωθέντων, τὰς ἐμὰς ἐρυθριάσατε νίκας, τὸν τιμήσαντα ζηλώσατε δῆμον, τοὺς τὴν ἐξουσίαν δεδωκότας φυλάξατε νόμους καὶ δείξατε πᾶσιν ὅτι μόνος τῶν ἀριστέων εὐσεβείᾳ τὴν ἀνδρίαν ἐκόσμησα οὔτε ὑπὸ τῶν πολεμίων κακῶς τοὺς ἐντίμους παθεῖν οὔτε ὑπὸ τῶν ἐντίμων τοὺς ἀτυχεῖς ἐάσας πολίτας.