[1] Οὐκ ἀρετῆς ἐπίδειξιν ποιεῖσθαι ἐθέλων, οὐδὲ λόγου δυνάμει θαρσῶν, οὐδὲ χωρίων ἐπὶ τῇ ἐμπειρίᾳ φιλοτιμούμενος, ἐς τῆσδε τῆς ἱστορίας τὴν γραφὴν ὥρμηκα· ἐπεὶ οὐκ εἶχον οὐδὲν ὑφ' οὗ ἂν παρρησίας ἐς τόδε ἀγοίμην.
[35] ἀλλά μοι πολλάκις ἔννοια γέγονεν ὁπόσων τε καὶ πηλίκων ἀγαθῶν αἴτιον ἱστορία ταῖς πόλεσι γίνεσθαι εἴωθε, παραπέμπουσά τε εἰς τοὺς ἐπιγόνους τῶν προγεγενημένων τὴν μνήμην, καὶ ἀνταγωνιζομένη τῷ χρόνῳ κρυφαῖα ποιεῖσθαι διατεινομένῳ τὰ πράγματα, καὶ τὴν μὲν ἀρετὴν εὐφημίαις ἀεὶ τῶν ἀναλεγομένων αὐτὴν ἐπαίρουσα, τῆς δὲ κακίας, ἐπιλαμβανομένη διηνεκές, ταύτῃ [36] τε ἀποκρουομένη τὴν αὐτῆς δύναμιν. τούτου οὖν δὴ μόνου ἐπιμελητέον ἡμῖν, ὅπως δὴ ἔνδηλα τὰ πεπραγμένα διαφανῶς ἔσται καὶ ὑφ' ὅτου ἐργασθείη τῶν πάντων ἀνθρώπων. ταῦτα δέ, οἶμαι, οὐδὲ γλώσσῃ τραυλιζούσῃ [37] τε καὶ ἰσχνοφώνῳ οὔσῃ ἀμήχανά ἐστι. χωρὶς δὲ τούτων εὐγνώμονας μὲν ἱστορία ἐς τοὺς εὐεργέτας ἐνδείκνυται γεγονέναι τῶν ἀρχομένων τοὺς εὖ πεπονθότας, ἐν μείζοσι δὲ αὐτοῖς ἐκτετικέναι τὰ χαριστήρια, οἵ γε, ἂν οὕτω τύχοι, ἐπὶ καιροῦ μὲν τῆς ἀγαθοεργίας τῶν ἐν σφίσιν ἡγησαμένων ἀπώναντο, ἀθάνατον δὲ αὐτοῖς τῶν εἰς τὸ ἔπειτα [38] ἐσομένων τῇ μνήμῃ τὴν ἀρετὴν διασώζουσι. διὰ ταῦτα γὰρ καὶ τῶν ἐπιγινομένων πολλοὶ ἀρετῶσι μὲν τὰς τῶν προγεγενημένων ζηλοῦντες τιμάς, ἐς δὲ τὰς βλασφημίας χαλεπῶς ἔχοντες τῶν ἐπιτηδευμάτων τὰ πονηρότατα, ὡς τὸ εἰκός, ἀναδύονται. ὅτου δὲ δὴ ἕνεκα ταῦτα ὑπεῖπον αὐτίκα δηλώσω.
[39] Ἐν χρόνῳ τῷ καθ' ἡμᾶς Ἰουστινιανὸς ὁ βασιλεὺς γέγονεν, ὃς τὴν πολιτείαν πλημμελῶς κινουμένην παραλαβὼν μεγέθει μὲν αὐτὴν μείζω τε καὶ πολλῷ ἐπιφανεστέραν εἰργάσατο, ἐξελάσας ἐνθένδε τοὺς ἐκ παλαιοῦ βιασαμένους αὐτὴν βαρβάρους, ὥσπερ μοι λεπτολογουμένῳ [40] ἐν τοῖς ὑπὲρ τῶν πολέμων δεδήλωται λόγοις. καίτοι λέγουσί ποτε Θεμιστοκλέα τὸν Νεοκλέους ἀποσεμνύνεσθαι ὅτι δὴ οὐκ ἀνεπιστημόνως ἔχοι πόλιν μικρὰν [41] ποιῆσαι μεγάλην. ὁ δὲ δὴ οὐκ ἀμελέτητός ἐστιν ἐμπορίζεσθαι πολιτείας ἑτέρας. πολλὰς ἀμέλει προσεποίησεν ἤδη τῇ Ῥωμαίων ἀρχῇ ἀλλοτρίας καθ' αὑτὸν οὔσας, πόλεις δὲ ἀναρίθμους δεδημιούργηκεν οὐ πρότερον οὔσας.
[42] πλανωμένην δὲ εὑρὼν τὴν ἀμφὶ τῷ θεῷ δόξαν τὰ πρότερα ἐς πολλά τε ἀναγκαζομένην ἰέναι, συντρίψας ἁπάσας τὰς ἐπὶ τὰς πλάνας φερούσας ὁδούς, διεπράξατο ἐν [43] τῷ βεβαίῳ τῆς πίστεως ἐπὶ μιᾶς ἑστάναι κρηπῖδος. πρὸς δὲ καὶ τοὺς νόμους λαβὼν τῷ τε παμπληθεῖς οὐ δέον γεγονέναι σκοτεινοὺς ὄντας καὶ ξυγχεομένους διαφανῶς τῷ ἀπ' ἐναντίας ἀλλήλοις ἰέναι, καὶ τοῦ μὲν ὄχλου αὐτοὺς τῆς τερθρείας ἀποκαθάρας, τὸ δὲ [τῷ] ἐς ἀλλήλους διχοστατεῖν βεβαιότατα κρατυνόμενος διεσώσατο, καὶ τοῖς μὲν ἐπιβουλεύουσιν αὐτεπάγγελτος τὰς αἰτίας ἀφείς, τοὺς δὲ βίου δεομένους πλούτῳ πεποιημένος κατακορεῖς καὶ τύχην αὐτοῖς τὴν ἐπηρεάζουσαν βιασάμενος, [44] εὐδαίμονι βίῳ τὴν πολιτείαν ξυνῴκισεν. ἀλλὰ καὶ βαρβάροις πανταχόθεν ὑποκειμένην τὴν Ῥωμαίων ἀρχὴν στρατιωτῶν τε πλήθει ἐπέρρωσε καὶ ὀχυρωμάτων οἰκοδομίαις [45] ἁπάσας αὐτῆς τὰς ἐσχατιὰς ἐτειχίσατο. ἀλλὰ τῶν μὲν ἄλλων τὰ πλεῖστα ἐν ἑτέροις μοι συγγέγραπται λόγοις, ὅσα δὲ αὐτῷ ἀγαθὰ οἰκοδομουμένῳ δεδημιούργηται, ἐν τῷ παρόντι γεγράψεται. ἄριστον μὲν δὴ βασιλέα γεγονέναι Κῦρον τὸν Πέρσην φασίν, ὧν ἀκοῇ ἴσμεν τοῖς τε ὁμογενέσιν [46] αἰτιώτατον τῆς βασιλείας. εἰ δὲ τοιοῦτός τις ἦν ὁ Κῦρος ἐκεῖνος οἷος δὴ ὑπὸ Ξενοφῶντι τῷ Ἀθηναίῳ [47] παιδεύεται, οὐκ ἔχω εἰδέναι. τάχα γάρ που καὶ ἡ τοῦ γεγραφότος αὐτὰ δεξιότης κεκομψευμένῃ δυνάμει τοῦ λόγου ἐγκαλλώπισμα τῶν ἔργων γενέσθαι διαρκῶς [48] ἴσχυσε. τοῦ δὲ καθ' ἡμᾶς βασιλέως Ἰουστινιανοῦ (ὃν δὴ καὶ φύσει βασιλέα καλῶν τις, οἶμαι, ὀρθῶς ἂν εἴποι, ἐπεὶ καὶ πατὴρ ὣς ἤπιός ἐστι, καθ' Ὅμηρον) εἴ τις ἐς τὸ ἀκριβὲς τὴν βασιλείαν διασκοποῖτο, παιδιάν τινα τὴν Κύρου [49] ἀρχὴν οἰήσεται εἶναι. τεκμηριώσει δὲ τὸ τοιοῦτο ἡ μὲν πολιτεία πρὸς αὐτοῦ, ᾗπέρ μοι ἔναγχος εἴρηται, τῇ τε χώρᾳ καὶ τῇ ἄλλῃ δυνάμει πλεῖν ἢ διπλασία γεγενημένη, οἱ δὲ τὴν ἐπιβουλὴν αὐτῷ σκαιωρησάμενοι μέχρι ἐς φόνον μὴ ὅτι βιοτεύοντες ἐς τόδε τοῦ χρόνου καὶ τὰ σφέτερα αὐτῶν ἔχοντες, καίπερ ἐξεληλεγμένοι διαφανῶς, ἀλλὰ καὶ στρατηγοῦντες Ῥωμαίων ἔτι καὶ ἐς τὸ τῶν ὑπάτων ἀναγεγραμμένοι [50] τελοῦσιν ἀξίωμα. τανῦν δὲ, ὅπερ εἶπον, ἐπὶ τὰς οἰκοδομίας τούτου δὴ τοῦ βασιλέως ἡμῖν ἰτέον, ὡς [17] μὴ ἀπιστεῖν τῷ τε πλήθει καὶ τῷ μεγέθει ἐς τὸν ὄπισθεν χρόνον τοῖς αὐτὰς θεωμένοις ξυμβαίη, ὅτι δὴ ἀνδρὸς ἑνὸς [18] ἔργα τυγχάνει ὄντα. πολλὰ γὰρ ἤδη τῶν προγεγενημένων οὐκ ἐμπεδωθέντα τῷ λόγῳ τῷ ὑπερβάλλοντι τῆς ἀρετῆς ἄπιστα γέγονεν. εἴη δ' ἂν εἰκότως τὰ ἐν Βυζαντίῳ [19] παρὰ πάντα τῷ λόγῳ κρηπίς. ἀρχομένου γὰρ ἔργου, κατὰ δὴ τὸν παλαιὸν λόγον, πρόσωπον χρὴ θέμεναι τηλαυγές.
[20] Ἄνδρες ἀγελαῖοί ποτε καὶ ὁ συρφετὸς [ὄχλος] Ἰουστινιανῷ βασιλεῖ ἐν Βυζαντίῳ ἐπαναστάντες τὴν Νίκα καλουμένην στάσιν εἰργάσαντο, ᾗπέρ μοι ἀπαρακαλύπτως ἀκριβολογουμένῳ ἐν τοῖς ὑπὲρ τῶν πολέμων δεδιήγηται [21] λόγοις. ἐνδεικνύμενοι δὲ ὡς οὐκ ἐπὶ τὸν βασιλέα μόνον, ἀλλ' οὐδέν τι ἧσσον ἐπὶ τὸν θεὸν ἅτε ἀποφράδες τὰ ὅπλα ἀντῆραν, ἐμπρῆσαι τῶν Χριστιανῶν τὴν ἐκκλησίαν ἐτόλμησαν (Σοφίαν καλοῦσιν οἱ Βυζάντιοι τὸν νεὼν ἐπικαιριώτατα τῷ θεῷ τὴν ἐπωνυμίαν ἀπεργασάμενοι), ἐπεχώρει δὲ αὐτοῖς ὁ θεὸς διαπράξασθαι τὸ ἀσέβημα, προειδὼς εἰς [22] ὅσον τι κάλλος τοῦτο τὸ ἱερὸν μεταστήσεσθαι ἔμελλεν. ἡ μὲν οὖν ἐκκλησία ἐξηνθρακωμένη τότε ξύμπασα ἔκειτο. βασιλεὺς δὲ Ἰουστινιανὸς τοιαύτην ἀποτετόρνευται οὐ πολλῷ ὕστερον ὥστε, εἰ τῶν Χριστιανῶν τις ἐπύθετο πρότερον εἰ βουλομένοις αὐτοῖς διολωλέναι τὴν ἐκκλησίαν εἴη καὶ τοιάνδε γενέσθαι, δείξας τι αὐτοῖς τῶν νῦν φαινομένων ἐκτύπωμα, δοκοῦσιν ἄν μοι ὡς συντομώτατα εὔξασθαι πεπονθυῖαν σφίσι τὴν ἐκκλησίαν θεάσασθαι, ὅπως δὴ [23] αὐτοῖς ἐς τὸ παρὸν μεταβάλοιτο σχῆμα. ὁ μὲν οὖν βασιλεὺς ἀφροντιστήσας χρημάτων ἁπάντων ἐς τὴν οἰκοδομὴν σπουδῇ ἵετο, καὶ τοὺς τεχνίτας ἐκ πάσης γῆς ἤγειρεν [24] ἅπαντας. Ἀνθέμιος δὲ Τραλλιανὸς, ἐπὶ σοφίᾳ τῇ καλουμένῃ μηχανικῇ λογιώτατος, οὐ τῶν κατ' αὐτὸν μόνον ἁπάντων, ἀλλὰ καὶ τῶν αὐτοῦ προγεγενημένων πολλῷ, τῇ βασιλέως ὑπούργει σπουδῇ, τοῖς τεκταινομένοις τὰ ἔργα ῥυθμίζων, τῶν τε γενησομένων προδιασκευάζων ἰνδάλματα, καὶ μηχανοποιὸς σὺν αὐτῷ ἕτερος, Ἰσίδωρος ὄνομα, Μιλήσιος γένος, ἔμφρων τε ἄλλως καὶ πρέπων [25] Ἰουστινιανῷ ὑπουργεῖν βασιλεῖ. ἦν δὲ ἄρα καὶ τοῦτο τῆς τοῦ θεοῦ περὶ τὸν βασιλέα τιμῆς, προκαταστησαμένου τοὺς ἐς τὰ πραχθησόμενα χρησιμωτάτους αὐτῷ ἐσομένους.
[26] καὶ αὐτοῦ δὲ τοῦ βασιλέως τὸν νοῦν εἰκότως ἄν τις ἀγασθείη τούτου δὴ ἕνεκα, ὅτι δὴ ἐκ πάντων ἀνθρώπων ἐς τῶν πραγμάτων τὰ σπουδαιότατα τοὺς καιριωτάτους ἀπολέξασθαι ἔσχε.
[27] Θέαμα τοίνυν ἡ ἐκκλησία κεκαλλιστευμένον γεγένηται, τοῖς μὲν ὁρῶσιν ὑπερφυές, τοῖς δὲ ἀκούουσι παντελῶς ἄπιστον· ἐπῆρται μὲν γὰρ ἐς ὕψος οὐράνιον ὅσον, καὶ ὥσπερ τῶν ἄλλων οἰκοδομημάτων ἀποσαλεύουσα ἐπινένευκεν ὑπερκειμένη τῇ ἄλλῃ πόλει, κοσμοῦσα μὲν αὐτήν, ὅτι αὐτῆς ἐστιν, ὡραϊζομένη δέ, ὅτι αὐτῆς οὖσα καὶ ἐπεμβαίνουσα τοσοῦτον ἀνέχει, ὥστε δὴ ἐνθένδε ἡ πόλις ἐκ [28] περιωπῆς ἀποσκοπεῖται. εὖρος δὲ αὐτῆς καὶ μῆκος οὕτως ἐν ἐπιτηδείῳ ἀποτετόρνευται, ὥστε καὶ περιμήκης καὶ ὅλως εὐρεῖα οὐκ ἀπὸ τρόπου εἰρήσεται. κάλλει δὲ ἀμυθήτῳ [29] ἀποσεμνύνεται. τῷ τε γὰρ ὄγκῳ κεκόμψευται καὶ τῇ ἁρμονίᾳ τοῦ μέτρου, οὔτε τι ὑπεράγαν οὔτε τι ἐνδεῶς ἔχουσα, ἐπεὶ καὶ τοῦ ξυνειθισμένου κομπωδεστέρα καὶ τοῦ ἀμέτρου κοσμιωτέρα ἐπιεικῶς ἐστι, φωτὶ δὲ καὶ [30] ἡλίου μαρμαρυγαῖς ὑπερφυῶς πλήθει. φαίης ἂν οὐκ ἔξωθεν καταλάμπεσθαι ἡλίῳ τὸν χῶρον, ἀλλὰ τὴν αἴγλην ἐν αὐτῷ φύεσθαι, τοσαύτη τις φωτὸς περιουσία ἐς τοῦτο [31] δὴ τὸ ἱερὸν περικέχυται. καὶ τὸ μὲν τοῦ νεὼ πρόσωπον (εἴη δ' ἂν αὐτοῦ τὰ πρὸς ἀνίσχοντα ἥλιον, ἵνα δὴ τῷ θεῷ ἱερουργοῦσι τὰ ἄρρητα) τρόπῳ τοιῷδε δεδημιούργηται.
[32] οἰκοδομία τις ἐκ γῆς ἀνέχει, οὐκ ἐπ' εὐθείας πεποιημένη, ἀλλ' ἐκ τῶν πλαγίων ὑπεσταλμένη κατὰ βραχύ, καὶ κατὰ τὰ μέσα ὑποχωροῦσα, ἐπὶ σχῆμά τε κατὰ ἥμισυ τὸ στρογγύλον ἰοῦσα, ὅπερ οἱ περὶ τὰ τοιαῦτα σοφοὶ ἡμικύλινδρον ὀνομάζουσιν, ἐς ὕψος ἀπότομον ἐπανέστηκεν.
[33] ἡ δὲ τοῦ ἔργου τούτου ὑπερβολὴ ἐς σφαίρας τεταρτημόριον ἀποκέκριται, ὕπερθέν τε μηνοειδές τι αὐτῇ ἕτερον τοῖς προσεχέσι τῆς οἰκοδομίας ἐπῆρται, τῇ μὲν εὐπρεπείᾳ θαυμάσιον, τῷ δὲ σφαλερῷ τῆς συνθέσεως δοκοῦντι εἶναι [34] φοβερὸν ὅλως. δοκεῖ γάρ πη οὐκ ἐν βεβαίῳ ἐπῃωρῆσθαι, ἀλλ' ἐπικινδύνως τοῖς ἐνθάδε οὖσι μετεωρίζεσθαι. καίτοι διαφερόντως ἐν τῷ βεβαίῳ τῆς ἀσφαλείας ἐστήρικται.
[35] τούτων δὲ δὴ ἐφ' ἑκάτερα κίονες ἐπ' ἐδάφους εἰσίν, οὐδὲ αὐτοὶ κατ' εὐθὺ ἑστῶτες, ἀλλ' εἴσω κατὰ σχῆμα τὸ ἡμίκυκλον ὥσπερ ἐν χορῷ ἀλλήλοις ὑπεξιστάμενοι, καὶ αὐτῶν [36] ὑπεράνωθεν οἰκοδόμημα μηνοειδὲς ἀποκρέμαται. τοῦ δὲ δὴ ἑῴου κατ' ἀντικρὺ τὰς εἰσόδους ἔχων ἐγήγερται τοῖχος, καὶ αὐτοῦ ἑκατέρωθεν οἵ τε κίονες καὶ τὰ αὐτῶν ὕπερθεν ὁμοιότατα τοῖς δεδηλωμένοις ἐν ἡμικύκλῳ ἑστήκασι.
[37] κατὰ δὲ τὰ τοῦ νεὼ μέσα λόφοι χειροποίητοι ἐπανεστήκασι τέσσαρες, οὓς καλοῦσι πεσσούς, δύο μὲν πρὸς βορρᾶν, δύο δὲ πρὸς ἄνεμον νότον, ἀντίοι τε καὶ ἴσοι ἀλλήλοις, κίονας ἐν μέσῳ ἑκάτεροι κατὰ τέσσαρας μάλιστα [38] ἔχοντες. πεποίηνται δὲ οἱ λόφοι λίθοις εὐμεγέθεσι σύνθετοι, λογάδην μὲν συνειλεγμένοις, ἐς ἀλλήλους δὲ πρὸς τῶν λιθολόγων ἐπισταμένως ἐναρμοσθεῖσιν, ἐς ὕψος μέγα. εἰκάσαις ἂν αὐτοὺς εἶναι σκοπέλους ὀρῶν ἀποτόμους.
[39] ἐπὶ τούτοις δὲ ἀψῖδες τέσσαρες ἐν τετραπλεύρῳ ἀνέχουσι· καὶ αὐτῶν τὰ μὲν ἄκρα ξύνδυο ξυνιόντα εἰς ἄλληλα ἐν τῇ ὑπερβολῇ ἠρήρεισται τῶν λόφων τούτων, τὰ δὲ δὴ [40] ἄλλα ἐπηρμένα εἰς ἀπέραντον ὕψος ᾐώρηται. τῶν δὲ ἀψίδων αἱ μὲν δύο κατὰ κενοῦ τοῦ ἀέρος ἐπανεστήκασι πρὸς ἀνίσχοντά τε καὶ δύοντά που τὸν ἥλιον, αἱ δὲ λειπόμεναι οἰκοδομίαν τέ τινα καὶ κίονας μικροὺς κομιδῇ [41] ἔνερθεν ἔχουσιν. ὕπερθεν δὲ αὐτῶν κυκλοτερὴς οἰκοδομία ἐν στρογγύλῳ ἐπῆρται· ὅθεν ἀεὶ διαγελᾷ πρῶτον ἡ [42] ἡμέρα. ὑπεραίρει γάρ, οἶμαι, τὴν γῆν ξύμπασαν, καὶ διαλείπει τὸ οἰκοδόμημα κατὰ βραχύ, ἐξεπίτηδες παρειμένον τοσοῦτον, ὅσον τοὺς χώρους, οὗ δὴ τὸ διῃρημένον τῆς οἰκοδομίας συμβαίνει εἶναι, φέγγους διαρκῶς ἀγωγοὺς [43] εἶναι. [ταῦτα δέ, οἶμαι, οὐδὲ γλώσσῃ τραυλιζούσῃ τε καὶ ἰσχνοφώνῳ οὔσῃ ἀμήχανα ἔσται·] τῶν δὲ ἀψίδων τῆς συμπλοκῆς ἐν τετραγώνῳ ἐξειργασμένης, ἐς τρίγωνα [44] τέσσαρα μεταξὺ τὸ ἔργον ἀποτετέλεσται. καὶ ἡ μὲν τριγώνου ἑκάστη κρηπὶς πεπιεσμένη τῇ ἐς ἀλλήλας τῶν ἀψίδων ἐνέρσει ὀξεῖαν ποιεῖται τὴν κάτω γωνίαν, συναναβαίνουσα δὲ τὸ λοιπὸν εὐρυνομένη τῇ μεταξὺ χώρᾳ ἐς τὸ κυκλοτερὲς τελευτᾷ, ὃ ταύτῃ ἀνέχει, γωνίας τε τὰς λειπομένας [45] ἐνταῦθα ποιεῖται. τούτου δὲ τοῦ κυκλοτεροῦς παμμεγέθης ἐπανεστηκυῖά τις σφαιροειδὴς θόλος [46] ποιεῖται αὐτὸ διαφερόντως εὐπρόσωπον. δοκεῖ δὲ οὐκ ἐπὶ στερρᾶς τῆς οἰκοδομίας [διὰ τὸ παρειμένον τῆς οἰκοδομίας] ἑστάναι, ἀλλὰ τῇ σφαίρᾳ τῇ χρυσῇ ἀπὸ τοῦ οὐρανοῦ [47] ἐξημμένη καλύπτειν τὸν χῶρον. ταῦτα δὲ πάντα ἐς ἄλληλά τε παρὰ δόξαν ἐν μεταρσίῳ ἐναρμοσθέντα, ἔκ τε ἀλλήλων ᾐωρημένα καὶ μόνοις ἐναπερειδόμενα τοῖς ἄγχιστα οὖσι, μίαν μὲν ἁρμονίαν ἐκπρεπεστάτην τοῦ ἔργου ποιοῦνται, οὐ παρέχονται δὲ τοῖς θεωμένοις αὐτῶν τινι ἐμφιλοχωρεῖν ἐπὶ πολὺ τὴν ὄψιν, ἀλλὰ μεθέλκει τὸν ὀφθαλμὸν [48] ἕκαστον, καὶ μεταβιβάζει ῥᾷστα ἐφ' ἑαυτό. ἀγχίστροφός τε ἡ τῆς θέας μεταβολὴ ἐς ἀεὶ γίγνεται, ἀπολέξασθαι τοῦ ἐσορῶντος οὐδαμῆ ἔχοντος ὅ τι ἄν ποτε ἀγασθείη [49] μᾶλλον τῶν ἄλλων ἁπάντων. ἀλλὰ καὶ ὡς ἀποσκοποῦντες πανταχόσε τὸν νοῦν, τάς τε ὀφρῦς ἐπὶ πᾶσι συννενευκότες, οὐχ οἷοί τέ εἰσι ξυνεῖναι τῆς τέχνης, ἀλλ' ἀπαλλάσσονται ἀεὶ ἐνθένδε καταπεπληγμένοι τῇ ἐς τὴν ὄψιν ἀμηχανίᾳ. ταῦτα μὲν οὖν τῇδέ πη ἔχει.
[50] Μηχαναῖς δὲ πολλαῖς βασιλεύς τε Ἰουστινιανὸς καὶ Ἀνθέμιος ὁ μηχανοποιὸς σὺν τῷ Ἰσιδώρῳ οὕτω δὴ μετεωριζομένην τὴν ἐκκλησίαν ἐν τῷ ἀσφαλεῖ διεπράξαντο εἶναι· ὧνπερ τὰς μὲν ἄλλας ἁπάσας ἐμοὶ εἰδέναι τε ἄπορον καὶ λόγῳ φράσαι ἀμήχανον, μία δέ μοι μόνον ἔν γε τῷ παρόντι γεγράψεται ᾗ δύναιτ' ἄν τις σύμπασαν τοῦ [51] ἔργου τεκμηριῶσαι τὴν δύναμιν. ἔχει γὰρ ὧδε. οἱ λόφοι, ὧνπερ ἐπεμνήσθην ἀρτίως, οὐ κατὰ ταὐτὰ ταῖς ἄλλαις [52] οἰκοδομίαις πεποίηνται, ἀλλὰ τρόπῳ τοιῷδε. λίθων ἐπιβολὴ ἐν τετραγώνῳ διαπεπόνηται, σκληρῶν μὲν φύσιν, ἐργασίαν δὲ λείων, ἐντομὴν δέ, εἰ μὲν τὰ προὔχοντα ποιεῖσθαι τῶν τοῦ λόφου πλευρῶν μέλλοιεν, ἐγγωνίων, εἰ δὲ τὴν μεταξὺ κεκλήρωνται χώραν, ἐν τετραπλεύρῳ [53] γεγενημένων. συνήρμοσε δὲ αὐτοὺς οὐ τίτανος, ἥνπερ ἄσβεστον ὀνομάζουσιν, οὐκ ἄσφαλτος, ἡ Σεμιράμιδος ἐν Βαβυλῶνι φιλοτιμία, οὐκ ἄλλο τοιοῦτον οὐδέν, ἀλλὰ μόλιβδος ἐς τέλμα χυθείς, καὶ μεταξὺ πανταχόσε χωρήσας, τῶν τε λίθων τῇ ἁρμονίᾳ ἐντετηκὼς καὶ συνδέων ἀλλήλοις [54] αὐτούς. τοῦτο μὲν οὖν ταύτῃ ἐξείργασται. ἐπὶ τὰ λειπόμενα δὲ τοῦ νεὼ ἴωμεν. χρυσῷ μὲν ἀκιβδήλῳ καταλήλειπται ἡ ὀροφὴ πᾶσα, κεραννῦσα τὸν κόμπον τῷ κάλλει, νικᾷ μέντοι ἡ ἐκ τῶν λίθων αὐγὴ ἀνταστράπτουσα [55] τῷ χρυσῷ. στοαί τέ εἰσιν ἑκατέρωθι δύο, οἰκοδομίᾳ μὲν τοῦ νεὼ οὐδεμιᾷ διειργόμεναι, ἀλλὰ καὶ μεῖζον αὐτοῦ ποιοῦσαι τοῦ εὔρους τὸ μέτρον, καὶ τῷ μήκει μέχρι ἐς τὸ πέρας συνεξικνούμεναι, τὸ δέ γε ὕψος [καὶ] [56] καταδεέστεραι. καὶ αὐταῖς δὲ ἥ τε ὀροφὴ θόλος καὶ ὁ χρυσὸς ἐγκαλλώπισμα. ταύταιν δὲ ταῖν στοαῖν ἁτέρα μὲν τοὺς ἄνδρας εὐχομένους διακεκλήρωται, γυναιξὶ δὲ ταὐτὸ [57] ποιουμέναις ἡ ἄλλη ἀνεῖται. παραλλὰξ δὲ οὐδὲν ἔχουσιν, οὐδὲ διαφέρουσι δήπου ἀλλήλαιν, ἀλλὰ καὶ τὸ ἴσον αὐταῖν [58] τῷ ἱερῷ ἐς κάλλος διήκει καὶ ὡραΐζει τὸ ἐμφερές. τίς δ' ἂν τῶν ὑπερῴων τῆς γυναικωνίτιδος ἑρμηνεὺς γένοιτο, ἢ τάς τε παμπληθεῖς διηγοῖτο στοὰς καὶ τὰς περιστύλους [59] αὐλάς, αἷς ὁ νεὼς περιβέβληται; τίς δὲ τῶν τε κιόνων καὶ λίθων διαριθμήσαιτο τὴν εὐπρέπειαν, οἷς τὸ ἱερὸν κεκαλλώπισται; λειμῶνί τις ἂν ἐντετυχηκέναι δόξειεν ὡραίῳ τὸ [60] ἄνθος. θαυμάσειε γὰρ ἂν εἰκότως τῶν μὲν τὸ ἁλουργόν, τῶν δὲ τὸ χλοάζον, καὶ οἷς τὸ φοινικοῦν ἐπανθεῖ καὶ ὧν τὸ λευκὸν ἀπαστράπτει, ἔτι μέντοι καὶ οὓς ταῖς ἐναντιωτάταις ποικίλλει χροιαῖς ὥσπερ τις ζωγράφος ἡ φύσις.
[61] ὁπηνίκα δέ τις εὐξόμενος ἐς αὐτὸ ἴοι, ξυνίησι μὲν εὐθὺς ὡς οὐκ ἀνθρωπείᾳ δυνάμει ἢ τέχνῃ, ἀλλὰ θεοῦ ῥοπῇ τὸ ἔργον τοῦτο ἀποτετόρνευται· ὁ νοῦς δέ οἱ πρὸς τὸν θεὸν ἐπαιρόμενος ἀεροβατεῖ, οὐ μακράν που ἡγούμενος αὐτὸν [62] εἶναι, ἀλλ' ἐμφιλοχωρεῖν μάλιστα οἷς αὐτὸς εἵλετο. καὶ τοῦτο οὐ τὴν πρώτην μόνον ἰδόντι ξυμβαίνει, ἀλλὰ διηνεκὲς ἑκάστῳ ταὐτὸ τοῦτο δοκεῖ, ὥσπερ ἐνταῦθα τῆς [63] ὄψεως ἀεὶ ἀρχομένης. τούτου κόρον οὐδεὶς τοῦ θεάματος ἔλαβε πώποτε, ἀλλὰ παρόντες μὲν τῷ ἱερῷ ἄνθρωποι τοῖς ὁρωμένοις γεγήθασιν, ἀπιόντες δὲ τοῖς ὑπὲρ αὐτοῦ [64] διαλόγοις ἀποσεμνύνονται. ἔτι μέντοι τῶν κειμηλίων τοῦ νεὼ τοῦδε τά τε χρυσώματα καὶ τὰ ἐν ἀργύρῳ καὶ λίθοις ἐντίμοις ξύμπαντα μὲν φράσαι ἀκριβολογουμένῳ ἀμήχανον, ἅπερ Ἰουστινιανὸς βασιλεὺς τῇδε ἀνέθηκεν· ἑνὶ δὲ μόνῳ τεκμηριοῦσθαι τοῖς τάδε ἀναλεγομένοις ἐφίημι· [65] ὁ γὰρ τοῦ ἱεροῦ τὰ μάλιστα χῶρος ἀβέβηλος καὶ μόνοις ἱερεῦσι βατός, ὅνπερ καλοῦσι θυσιαστήριον, λιτρῶν ἀργύρου μυριάδας ἐπιφέρεται τέτταρας.
[66] Τὰ μὲν οὖν τῆς Κωνσταντινουπόλεως ἐκκλησίας, ἥνπερ μεγάλην καλεῖν νενομίκασι, συνελόντι τε καὶ ἄκρῳ δακτύλῳ διαριθμησαμένῳ εἰπεῖν, λόγῳ τε βραχυτάτῳ τὰ τῶν πραγμάτων ἀξιολογώτατα φράσαι, τῇδε Ἰουστινιανῷ δεδημιούργηται [67] βασιλεῖ. οὐ χρήμασι δὲ αὐτὴν ὁ βασιλεὺς ἐδείματο μόνον, ἀλλὰ καὶ πονουμένῃ τῇ διανοίᾳ καὶ τῇ [68] ἄλλῃ τῆς ψυχῆς ἀρετῇ, ὥσπερ ἐγὼ αὐτίκα δηλώσω. τῶν ἀψίδων, ὧνπερ ἐπεμνήσθην ἀρτίως, (λώρους δὲ αὐτὰς οἱ μηχανοποιοὶ ἐπικαλοῦσι) μία τις, ἣ πρὸς ἀνίσχοντα ἥλιόν ἐστιν, ἐπανειστήκει μὲν ἑκατέρωθεν ἤδη, οὔπω δὲ [69] ὅλη κατὰ τὸ μέσον συνετετέλεστο, ἀλλ' ἔμενεν ἔτι. οἱ δὲ πεσσοί, ὧν δὴ ὕπερθεν ἡ οἰκοδομία ἐγίνετο, τῶν ἐγκειμένων σφίσιν οὐκ ἐνεγκόντες τὸ μέγεθος, ἀμηγέπη ἐξαπιναίως ἀπορρηγνύμενοι, οὐκ ἐς μακρὰν διαλυθησομένοις [70] ἐῴκεσαν. οἱ μὲν οὖν ἀμφί τε Ἀνθέμιον καὶ Ἰσίδωρον τοῖς συμπεπτωκόσι περίφοβοι ὄντες ἐπὶ τὸν βασιλέα τὸ πρᾶγμα ἦγον, δυσέλπιδες ἐπὶ τῇ τέχνῃ γεγενημένοι.
[71] αὐτίκα δὲ ὁ βασιλεύς, ὅτῳ μέν ποτε ἠγμένος οὐκ οἶδα, θεῷ δέ, οἶμαι, οὐ γάρ ἐστι μηχανικός, ἐς τὸ πέρας αὐτοῖς περιελίξαι τὴν ἀψῖδα ταύτην ἐπήγγελλεν. αὐτὴ γάρ, ἔφη, ἐφ' ἑαυτῆς ἀνεχομένη τῶν ἔνερθεν πεσσῶν οὐκέτι δεήσει.
[72] καὶ εἰ μὲν ὁ λόγος ἀμάρτυρος ἦν, εὖ οἶδα ὅτι κόλαξ τε ἂν ἔδοξεν εἶναι καὶ ἄπιστος ὅλως, ἀλλ' ἐπεὶ μάρτυρες πάρεισι τῶν τηνικάδε πεπραγμένων πολλοί, οὐκ ὀκνητέα [73] ἡμῖν ἐπὶ τὰ τοῦ λόγου λειπόμενά ἐστιν. οἱ μὲν οὖν τεχνῖται τὰ ἐπιτεταγμένα ἐποίουν, ἡ δὲ ἀψὶς ἐπ' ἀσφαλοῦς ᾐώρητο πᾶσα, ἐπισφραγίζουσα τῇ πείρᾳ τὴν τῆς ἐννοίας [74] ἀλήθειαν. τοῦτο μὲν οὖν ταύτῃ ἐξείργασται, κατὰ δὲ τὰς ἄλλας ἀψῖδας αἵ τε πρὸς μεσημβρίαν τετραμμέναι εἰσὶ [75] καὶ βορρᾶν ἄνεμον, τοιόνδε ξυνηνέχθη γενέσθαι. οἱ μὲν λῶροι καλούμενοι τοῦ νεὼ τῇ οἰκοδομίᾳ ἐξωγκωμένοι ᾐώρηντο, βαρυνόμενα δὲ αὐτοῖς ἐπεπονήκει τὰ ἔνερθεν πάντα, κίονές τε οἱ τῇδε ὄντες χάλικας σμικρὰς ὥσπερ [76] ἀποξυσθέντες ἀφίεσαν. καὶ αὖθις μὲν ἄθυμοι τοῖς συμπεπτωκόσιν οἱ μηχανικοὶ γεγενημένοι τῷ βασιλεῖ τὰ σφίσι [77] παρόντα ἐσήγγελλον. αὖθις δὲ ὁ βασιλεὺς ἀντεπετεχνήσατο τάδε. τούτων δὴ τῶν πεπονηκότων τὰ ἄκρα ὅσα τῶν ἀψίδων ἐπέψαυε, διελεῖν μὲν ἐν τῷ παραυτίκα ἐκέλευσεν, ἐντιθέναι δὲ πολλῷ ὕστερον, ἐπειδὰν τὸ τῆς οἰκοδομίας [78] ὑγρὸν ἀπολωφήσειεν αὐτοῖς μάλιστα. καὶ οἱ μὲν κατὰ ταῦτα ἐποίουν· ἡ δὲ κτίσις διαγέγονε τὸ λοιπὸν ἐν ἀσφαλεῖ οὖσα. φέρεται δέ τι καὶ μαρτύριον ὁ βασιλεὺς τοῦ ἔργου τοιόνδε.
[2]
[1] Ἀγορά τις πρὸ τοῦ βουλευτηρίου ἐτύγχανεν οὖσα· καλοῦσι δὲ Αὐγουσταῖον τὴν ἀγορὰν οἱ Βυζάντιοι. ἐνταῦθα ξυνθῆκαι λίθων οὐχ ἧσσον ἢ ἑπτὰ ἐν τετραγώνῳ πεποίηνται, κατὰ μὲν ἀπόβασιν ξυγκείμεναι πᾶσαι, τοσοῦτον δὲ ἑκάστη τῆς ἔνερθεν οὔσης ἐλασσουμένη καὶ ἀποδέουσα, ὥστε δὴ τῶν λίθων ἕκαστον τῇ ἐμβολῇ προὔχοντα βαθμὸν γεγονέναι τῶν τε ἀνθρώπων τοὺς ἐκείνῃ ἀγειρομένους [2] ἐπ' αὐτῶν ὥσπερ ἐπὶ βάθρων καθῆσθαι. ἐν δὲ τῇ τῶν λίθων ὑπερβολῇ κίων ἐπανέστηκεν ἐξαίσιον ὅσον, οὐ μονοειδὴς μέντοι, ἀλλὰ λίθοις ἐν περιδρόμῳ εὐμεγέθεσι σύνθετος, ἐγγωνίοις μὲν τῇ ἐντομῇ οὖσιν, ἐς δὲ [3] ἀλλήλους ἐμπειρίᾳ τῶν λιθοδόμων ἐναρμοσθεῖσι. χαλκὸς δὲ ἄριστος ἔν τε πίναξι καὶ στεφάνοις διαχυθεὶς περιβάλλει πανταχόθι τοὺς λίθους, ἐν μὲν τῷ βεβαίῳ συνδέων, ἐν κόσμῳ δὲ αὐτοὺς συγκαλύπτων, καὶ τά τε ἄλλα σχεδόν τι πάντα καὶ διαφερόντως τά τε ἄνω καὶ τὰ κάτω [4] ἐς τοῦ κίονος τὸν τύπον ἀπομιμούμενος. ὁ δὲ χαλκὸς οὗτος τὸ μὲν χρῶμά ἐστι χρυσοῦ ἀκιβδήλου πρᾳότερος, τὴν δὲ ἀξίαν οὐ παρὰ πολὺ ἀποδέων ἰσοστάσιος ἀργύρῳ [5] εἶναι. ἐν δὲ τοῦ κίονος τῇ κορυφῇ χαλκοῦς ἕστηκεν ὑπερμεγέθης ἵππος, τετραμμένος πρὸς ἕω, θέαμα λόγου πολλοῦ ἄξιον. ἔοικε δὲ βαδιουμένῳ καὶ τοῦ πρόσω λαμπρῶς [6] ἐχομένῳ. ποδῶν τῶν προσθίων ἀμέλει τὸν μὲν ἀριστερὸν μετεωρίζει, ὡς ἐπιβησόμενον τῆς ἐπίπροσθεν γῆς, ὁ δὲ δὴ ἕτερος ἐπὶ τοῦ λίθου ἠρήρεισται, οὗ ὕπερθέν ἐστιν, ὡς τὴν βάσιν ἐκδεξόμενος· τοὺς δὲ ὀπισθίους οὕτω ξυνάγει ὡς, ἐπειδὰν τὸ μὴ ἑστήξειν αὐτοῖς ἐπιβάλλοι, [7] ἐν ἑτοίμῳ εἶεν. τούτῳ δὴ τῷ ἵππῳ χαλκῆ ἐπιβέβηκε τοῦ βασιλέως εἰκὼν κολοσσῷ ἐμφερής. ἔσταλται δὲ Ἀχιλλεὺς [8] ἡ εἰκών. οὕτω γὰρ τὸ σχῆμα καλοῦσιν ὅπερ ἀμπέχεται. τάς τε γὰρ ἀρβύλας ὑποδέδεται καὶ τὰ σφυρά ἐστι [9] κνημίδων χωρίς. εἶτα ἡρωϊκῶς τεθωράκισται καὶ κράνος αὐτῷ τὴν κεφαλὴν σκέπει δόξαν ὡς κατασείοιτο παρεχόμενον, [10] αἴγλη τέ τις ἐνθένδε αὐτοῦ ἀπαστράπτει. φαίη τις ἂν ποιητικῶς εἶναι τὸν ὀπωρινὸν ἐκεῖνον ἀστέρα. βλέπει δὲ πρὸς ἀνίσχοντά που τὸν ἥλιον, τὴν ἡνιόχησιν [11] ἐπὶ Πέρσας, οἶμαι, ποιούμενος. καὶ φέρει μὲν χειρὶ τῇ λαιᾷ πόλον, παραδηλῶν ὁ πλάστης ὅτι γῆ τε αὐτῷ καὶ θάλασσα δεδούλωται πᾶσα, ἔχει δὲ οὔτε ξίφος οὔτε δοράτιον οὔτε ἄλλο τῶν ὅπλων οὐδέν, ἀλλὰ σταυρὸς αὐτῷ ἐπὶ τοῦ πόλου ἐπίκειται, δι' οὗ δὴ μόνου τήν τε βασιλείαν [12] καὶ τὸ τοῦ πολέμου πεπόρισται κράτος. προτεινόμενος δὲ χεῖρα τὴν δεξιὰν ἐς τὰ πρὸς ἀνίσχοντα ἥλιον καὶ τοὺς δακτύλους διαπετάσας ἐγκελεύεται τοῖς ἐκείνῃ βαρβάροις καθῆσθαι οἴκοι καὶ μὴ πρόσω ἰέναι. ταῦτα μὲν οὖν ὧδέ πη ἔχει.
[13] Ἐκκλησίᾳ δὲ τῇ μεγάλῃ ὅμορον οὖσαν καὶ συγκαταφλεχθεῖσαν αὐτῇ πρότερον τὴν τῆς Εἰρήνης ἐπώνυμον Ἰουστινιανὸς βασιλεὺς ὑπερμεγέθη ἐδείματο, ἱερῶν τῶν ἐν Βυζαντίῳ σχεδόν τι ἁπάντων, μετά γε τῆς Σοφίας τὸν [14] νεών, οὐδενὸς δεύτερον. ἦν δέ τις μεταξὺ ταύταιν δὴ ταῖν ἐκκλησίαιν ξενών, ἀνθρώποις ἀνειμένος ἀπορουμένοις τε καὶ νοσοῦσι τὰ ἔσχατα, εἰ πρὸς τῇ οὐσίᾳ καὶ [15] τὸ σῶμα νοσοῖεν. τοῦτον ἀνήρ τις θεοσεβὴς ἐν τοῖς ἄνω χρόνοις ἐδείματο, Σαμψὼν ὄνομα. ἔμεινε δὲ οὐδὲ αὐτὸς τοῖς στασιώταις ἀνέπαφος, ἀλλ' ἐκκλησίᾳ ἑκατέρᾳ συγκαταφλεχθεὶς [16] ἀπολώλει. Ἰουστινιανὸς δὲ αὐτὸν ἀνῳκοδομήσατο βασιλεύς, κάλλει μὲν κατασκευῆς ἀξιώτερον, πλήθει δὲ οἰκιδίων παρὰ πολὺ μείζω· προσόδῳ τε αὐτὸν ἐπετείων δεδώρηται χρημάτων μεγάλων, ὅπως δὴ πλείοσιν ἐς ἀεὶ ταλαιπωρουμένοις ἀνθρώποις ἰῷτο τὰ πάθη.
[17] κόρον δὲ τῆς εἰς τὸν θεὸν τιμῆς ἢ πλησμονήν τινα ὡς ἥκιστα ἔχων, δύο ξενῶνας ἑτέρους ἀπ' ἐναντίας αὐτῷ ἔθετο ἐν ταῖς Ἰσιδώρου τε καὶ Ἀρκαδίου καλουμέναις οἰκίαις, τῆς βασιλίδος Θεοδώρας αὐτῷ τοῦτο δὴ τῶν ἔργων ξυνεπιλαμβανομένης [18] τὸ ἱερώτατον. τὰ δὲ δὴ ἄλλα ἱερὰ ξύμπαντα, ὅσα τῷ Χριστῷ ὁ βασιλεὺς οὗτος ἀνέθηκε, τοσαῦτα τὸ πλῆθος καὶ τοιαῦτα τὸ μέγεθός ἐστιν, ὥστε λεπτολογεῖσθαι [19] μὲν ἀμφ' αὐτοῖς ἀμήχανα εἶναι. οὐ γὰρ ἂν οὐδὲ ὁ λόγος οὐδὲ ὁ πᾶς ἡμῖν αἰὼν ἐπαρκέσοι κατάλογον πεποιημένοις ἀποστοματίσαι πρὸς ὄνομα τούτων δὴ ἕκαστον. ἄχρι τοῦδε ‹εἰπεῖν› ἡμῖν ἀποχρήσει.
[3]
[1] Ἀρκτέον δὲ ἀπὸ τῶν τῆς θεοτόκου Μαρίας νεών. τοῦτο γὰρ καὶ αὐτῷ βασιλεῖ ἐξεπιστάμεθα βουλομένῳ εἶναι, καὶ διαφανῶς εἰσηγεῖται ὁ ἀληθὴς λόγος ὅτι δὴ [2] ἐκ τοῦ θεοῦ ἐπὶ τὴν αὐτοῦ μητέρα ἰτέον. πολλὰς τοίνυν ἐκκλησίας Ἰουστινιανὸς βασιλεὺς τῇ θεοτόκῳ ἐδείματο πανταχόθι τῆς Ῥωμαίων ἀρχῆς οὕτω δὴ μεγαλοπρεπεῖς τε καὶ παμμεγέθεις καὶ χρημάτων ὄγκῳ ἐξεργασθείσας ὑπερφυεῖ, ὥστε, ἤν τις αὐτῶν μίαν κατὰ μόνας θεῷτο, εἰκάσειεν ἂν τοῦτο αὐτῷ μόνον εἰργάσθαι τὸ ἔργον καὶ περὶ τοῦτο ἠσχολημένον ἅπαντα τῆς βασιλείας [3] κατατρῖψαι τὸν χρόνον. ἀλλὰ νῦν, ὅπερ εἶπον, τὰ ἐπὶ Βυζαντίου ἱερά μοι γεγράψεται. τὸν μὲν οὖν ἕνα τῆς θεοτόκου νεὼν ᾠκοδομήσατο πρὸ τοῦ περιβόλου ἐν χώρῳ καλουμένῳ Βλαχέρναις· αὐτῷ γὰρ λογιστέον καὶ τὰ Ἰουστίνῳ εἰργασμένα τῷ θείῳ, ἐπεὶ καὶ αὐτοῦ τὴν βασιλείαν κατ' ἐξουσίαν αὐτὸς διῳκεῖτο, ἐπιθαλάσσιος δὲ ὁ νεώς ἐστιν, ἱερώτατός τε καὶ σεμνὸς ἄγαν, ἐπιμήκης μέν, κατὰ λόγον δὲ περιβεβλημένος τῷ μήκει τὸ εὖρος, τά τε ἄνω καὶ τὰ κάτω ἄλλῳ οὐδενὶ ἀνεχόμενος ὅτι μὴ τμήμασι λίθου [4] Παρίου ἐν κιόνων λόγῳ ἐνταῦθα ἑστῶσι. καὶ τὰ μὲν ἄλλα τοῦ νεὼ μέρη κατ' εὐθὺ ἑστᾶσιν οἱ κίονες, κατὰ [5] δὲ τὰ μέσα ὑποστέλλονται εἴσω. μάλιστα δὲ ἄν τις ἀγασθείη τοῦ ἱεροῦ τοῦδε εἴσω γενόμενος τὸ μὲν ὑπέρογκον τοῦ σφαλεροῦ χωρὶς τεταγμένον ὁρῶν, τὸ δὲ μεγαλοπρεπὲς τοῦ ἀπειροκάλου ἐλεύθερον.
[6] Ἕτερον δὲ ἱερὸν αὐτῇ ἐν χώρῳ καλουμένῳ Πηγῇ ἀνέθηκεν. ἐνταῦθά ἐστι δάσος κυπαρίσσων ἀμφιλαφές, λειμὼν ἐν ἁπαλαῖς ταῖς ἀρούραις τεθηλὼς ἄνθεσι, παράδεισος εὐφορῶν τὰ ὡραῖα, πηγὴ ἀψοφητὶ βλύζουσα γαληνὸν τὸ ὕδωρ καὶ πότιμον, ἱεροπρεπῆ ἐπιεικῶς πάντα.
[7] ταῦτα μὲν ὁ ἀμφὶ τὸ τέμενος χῶρος· αὐτὸν δὲ τὸν νεὼν οὐδὲ ὀνόμασιν ἐπαξίοις συλλαβεῖν ῥᾴδιον, οὐδὲ διανοίᾳ [8] σκιαγραφῆσαι, οὐδὲ διαψιθυρίσαι τῷ λόγῳ. τοσοῦτον δὲ μόνον εἰπεῖν ἀποχρήσει, ὡς τῶν ἱερῶν κάλλει τε καὶ [9] μεγέθει ὑπεραίρει τὰ πλεῖστα. ταῦτα δὲ ἄμφω τὰ ἱερὰ πρὸ τοῦ τῆς πόλεως πεποίηται τείχους, τὸ μὲν ἀρχομένου παρὰ τὴν τῆς θαλάσσης ἠϊόνα, τὸ δὲ ἄγχιστά πη τῶν Χρυσῶν καλουμένων Πυλῶν, ἃς δὴ ἀμφὶ τὸ τοῦ ἐρύματος πέρας συμβαίνει εἶναι, ὅπως δὴ ἄμφω ἀκαταγώνιστα φυλακτήρια [10] τῷ περιβόλῳ τῆς πόλεως εἶεν. ἔτι μέντοι κἀν τῷ Ἡραίῳ, ὅπερ Ἱερὸν καλοῦσι τανῦν, τῇ θεοτόκῳ νεὼν οὐκ εὐδιήγητον κατεστήσατο.
[11] Ἐν χωρίῳ δὲ τῆς πόλεως, ὃ Δεύτερον ἐπικαλεῖται, ἱεροπρεπές τε καὶ ἀγαστὸν ὅλως ἀνέθηκεν ἕδος Ἄννῃ ἁγίᾳ, ἣν τῆς μὲν θεοτόκου γεγονέναι μητέρα τινὲς οἴονται, τοῦ [12] δὲ Χριστοῦ τιτθήν. ἄνθρωπος γὰρ ᾗπερ ἐβούλετο γεγονὼς ὁ θεὸς καὶ τριγονίας ἀνέχεται καὶ γενεαλογεῖται [13] τὰ ἐκ μητρὸς ἀνθρώπῳ ἴσα. τούτου δὲ δὴ τοῦ νεὼ οὐ πολλῷ ἄποθεν ἀμφὶ τῆς πόλεως ἀγυιὰν ἐσχάτην Ζωῇ μάρτυρι σεμνὸν ἐπιεικῶς ἕδος πεποίηται.
[14] Τοῦ δὲ ἀρχαγγέλου Μιχαὴλ ἱερὸν εὗρεν ἐν Βυζαντίῳ βραχύ τε καὶ ἀφεγγὲς ἄγαν καὶ ὡς ἥκιστα τῷ ἀρχαγγέλῳ ἀνεῖσθαι πρέπον πρὸς σενάτορός τινος τῶν πατρικίων ἐν χρόνῳ γεγενημένον τῷ ἔμπροσθεν, κοιτωνίσκῳ οἰκίας [15] ἀτεχνῶς ἐμφερὲς οὐδὲ λίαν εὐδαίμονος. διὸ δὴ καθεῖλε μὲν αὐτὸ ἐς τὸ ἔδαφος ἐκ τῶν θεμελίων, ὡς μή τι αὐτῷ [16] τῆς προτέρας ἀκοσμίας ἀπολειφθείη. εὐμέγεθες δὲ τεκτηνάμενος κατὰ τὸν νῦν φαινόμενον τρόπον, ἐς κάλλος [17] μεταβιβάζει θαυμάσιον οἷον. ἐν τετραπλεύρῳ μὲν γὰρ τὸ τέμενός ἐστιν, οὐ κατὰ πολὺ δὲ φαίνεται προέχον τοῦ εὔρους τὸ μῆκος. τῆς δὲ πλευρᾶς ἣ πρὸς ἀνίσχοντα ἥλιον τέτραπται κατὰ μὲν τὰ ἄκρα παχὺς ἑκατέρωθεν τοῖχος λίθοις ἐν πλήθει ξυγκειμένοις ἀποτετόρνευται, κατὰ δὲ [18] τὰ μέσα ἐξ ὑπαγωγῆς ἀποχωρῶν ὑποστέλλεται. καὶ αὐτῆς ἐφ' ἑκάτερα μὲν ἀνέχουσι τὸν νεὼν κίονες χροιαῖς τισι ποικιλλόμενοι φύσει. ὁ δὲ καταντικρὺ πρὸς δύοντά που τὸν ἥλιον τοῖχος ταῖς εἰς τὸν νεὼν εἰσαγούσαις διῄρηται θύραις.
[4]
[1] Ἐς δὲ τοῦ Χριστοῦ ἀποστόλους τὸ πιστὸν ἐπιδέδεικται τρόπῳ τοιῷδε. πρῶτα μὲν Πέτρῳ καὶ Παύλῳ νεὼν οὐ πρότερον ὄντα ἐν Βυζαντίῳ ἐδείματο παρὰ τὴν βασιλέως [2] αὐλήν, ἣ Ὁρμίσδου τὸ παλαιὸν ἐπώνυμος ἦν· ταύτην γὰρ οἰκίαν αὑτοῦ ἰδίαν Παλάτιον εἶναι δοκεῖν τε καὶ πρέπειν τῷ μεγαλοπρεπεῖ τῆς οἰκοδομίας διαπραξάμενος, ἐπειδὴ αὐτοκράτωρ κατέστη Ῥωμαίοις, τοῖς ἄλλοις [3] βασιλείοις ἐνῆψεν. οὗ δὴ καὶ τέμενος ἄλλο ἁγίοις ἐπιφανέσι Σεργίῳ τε καὶ Βάκχῳ ἐδείματο, καὶ ἔπειτα καὶ [4] τέμενος ἄλλο ἐκ πλαγίου τούτῳ παρακείμενον. ἄμφω δὲ τούτω τὼ νεὼ οὐκ ἀντιπροσώπω, ἀλλ' ἐκ πλαγίας ἀλλήλοιν ἑστᾶσι, συνημμένοι τε καὶ ἀλλήλοις ἐνάμιλλοι ὄντες, καὶ τὰς εἰσόδους ἐπικοινούμενοι, καὶ ἴσα ἀλλήλοις τά τε ἄλλα πάντα καὶ τὰ κράσπεδα περιβεβλημένοι, καὶ ἅτερος θατέρου οὔτε κάλλους πέρι οὔτε μεγέθους οὔτε ἄλλου οὐδενὸς [5] πλεονεκτῶν ἢ ἐλασσούμενος δείκνυται. ὁμοίως μὲν γὰρ ἑκάτερος τῇ αἴγλῃ τῶν λίθων ὑπεραστράπτει τὸν ἥλιον, ὁμοίως δὲ χρυσοῦ περιουσίᾳ πανταχόθι κατακορής ἐστι καὶ κατακομᾷ τοῖς ἀναθήμασιν. ἑνὶ μέντοι διαλλάσσουσι [6] μόνῳ. τὸ μὲν γὰρ μῆκος αὐτοῖν τῷ μὲν κατ' εὐθὺ διαπεπόνηται, τῷ δὲ οἱ κίονες ἐν ἡμικύκλῳ ἐκ τοῦ [7] ἐπὶ πλεῖστον ἑστᾶσιν. ἔστι δὲ αὐτοῖς μία μὲν ἡ ἐπὶ τῶν προθύρων στοὰ ἐπὶ τοῦ νάρθηκος τῷ περιμήκης εἶναι ὠνομασμένη. ἐπὶ κοινῆς δὲ προπύλαια πάντα, ἥ τε αὐλὴ καὶ μέταυλοι θύραι καὶ τὸ προσήκειν τοῖς βασιλείοις.
[8] οὕτω δὲ ἄμφω ἀγαστὰ τὰ ἱερὰ τάδε ξυμβαίνει εἶναι ὥστε διαφανῶς τῆς τε πόλεως ὅλης καὶ οὐχ ἥκιστα τῶν βασιλείων ἐγκαλλώπισμα τυγχάνει ὄντα.
[9] Μετὰ δὲ καὶ τοὺς ἀποστόλους ἅπαντας ὑπερφυῶς σέβων ἐποίει τοιάδε. ἦν τις ἐν Βυζαντίῳ ἐκ παλαιοῦ τοῖς ἀποστόλοις νεὼς ἅπασι· μήκει τε χρόνου κατασεισθεὶς [10] ἤδη καὶ πρὸς τὸ μηκέτι ἑστήξειν γεγονὼς ὕποπτος. τοῦτον περιελὼν Ἰουστινιανὸς βασιλεὺς ὅλον οὐχ ὅσον ἀνανεώσασθαι διὰ σπουδῆς ἔσχεν, ἀλλὰ καὶ μεγέθους καὶ [11] κάλλους πέρι ἀξιώτερον καταστήσασθαι. ὑπετέλεσε δὲ τὸ σπούδασμα τρόπῳ τοιῷδε. εὐθεῖαι συνημμέναι κατὰ μέσον ἀλλήλαιν ἐπὶ σταυροῦ σχήματος πεποίηνται δύο, ἡ μὲν ὀρθὴ πρὸς ἀνίσχοντά τε καὶ δύοντα τὸν ἥλιον οὖσα, ἐγκαρσία δὲ ἡ ἑτέρα πρός τε ἄρκτον τετραμμένη καὶ ἄνεμον [12] νότον. τοίχοις μὲν ἐκ περιφεροῦς ἀποπεφραγμέναι τὰ ἔξωθεν, ἐντὸς δὲ περιβαλλόμεναι κίοσιν ἄνω τε καὶ κάτω ἑστῶσι· κατὰ δὲ ταῖν δυοῖν εὐθείαιν τὸ ζεῦγμα, εἴη δ' ἂν κατὰ μέσον αὐταῖν μάλιστα, τοῖς οὐκ ὀργιάζουσιν ἄβατος τετέλεσται χῶρος, ὅνπερ ἱερατεῖον, ὡς τὸ [13] εἰκός, ὀνομάζουσι. καὶ αὐτοῦ αἱ μὲν ἐφ' ἑκάτερα πλευραὶ τῆς ἐν τῷ ἐγκαρσίῳ κειμένης εὐθείας ἴσαι ἀλλήλαις τυγχάνουσιν οὖσαι, τῆς μέντοι ὀρθῆς ἡ πρὸς δύοντα ἥλιον ἐς τόσον τῆς ἑτέρας πεποίηται μείζων ὅσον ἀπεργάσασθαι [14] τὸ τοῦ σταυροῦ σχῆμα. τῆς δὲ ὀροφῆς τὰ μὲν τοῦ ἱερατείου καλουμένου καθύπερθεν τῷ τῆς Σοφίας ἱερῷ κατά γε τὰ μέσα ἐμφερῆ εἴργασται, πλήν γε δὴ ὅτι ταῦτα ἐκείνων [15] ἐλασσοῦσθαι μεγέθει συμβαίνει. αἵ τε γὰρ ἀψῖδες τέσσαρες οὖσαι κατὰ τὸν αὐτὸν ᾐώρηνταί τε καὶ συνδέονται ἀλλήλαις τρόπον καὶ τὸ κυκλοτερὲς ὑπερανεστηκὸς κατὰ τὰς θυρίδας διῄρηται, τό τε σφαιροειδὲς ἐπικυρτούμενον ὕπερθεν μετεωρίζεσθαί που δοκεῖ καὶ οὐκ ἐπὶ στερρᾶς τῆς οἰκοδομίας ἑστάναι, καίπερ ἀσφαλείας εὖ [16] ἔχον. τὸ μὲν οὖν τῆς ὀροφῆς μέσον τῇδε πεποίηται· κατὰ δὲ τὰς πλευρὰς τέσσαρας οὔσας, ᾗπέρ μοι εἴρηται, κατὰ ταὐτὰ τῷ μέσῳ τὸ μέγεθος εἴργασται, τούτου δὴ μόνου ἐνδέοντος, ὅτι δὴ τοῦ σφαιρικοῦ ἔνερθεν οὐ διῄρηται ἡ [17] οἰκοδομία θυρίσιν. ἐπειδὴ δὲ αὐτῷ τὸ ἁγίστευμα τοῦτο ἐξείργαστο, καταφανεῖς οἱ ἀπόστολοι πεποίηνται πᾶσιν ὡς γεγήθασί τε τῇ τοῦ βασιλέως τιμῇ καὶ κατακόρως ἐναβρύνονται.
[18] σώματα γοῦν ‹τῶν› ἀποστόλων Ἀνδρέου τε καὶ Λουκᾶ καὶ Τιμοθέου ἄδηλά τε καὶ ὅλως κρυφαῖα τὰ πρότερα ὄντα τηνικάδε πᾶσιν ἔνδηλα γέγονεν, οὐκ ἀπαξιούντων, οἶμαι, τὴν βασιλέως πίστιν, ἀλλ' ἐπιχωρούντων αὐτῷ διαρρήδην ὁρῶντί τε αὐτοὺς καὶ προσιόντι καὶ ἁπτομένῳ τῆς ἐνθένδε ὠφελείας τε καὶ περὶ τὸν βίον ἀσφαλείας ἀπόνασθαι. ἐγνώσθη δὲ ὧδε.
[19] Κωνστάντιος μὲν βασιλεὺς τοῦτον δὴ τὸν νεὼν ἔς τε τὴν τιμὴν καὶ τὸ ὄνομα τῶν ἀποστόλων ἐδείματο, τὰς θήκας γενέσθαι αὑτῷ τε καὶ τοῖς ἐς τὸ ἔπειτα βασιλεύσουσιν ἐνταῦθα τάξας, οὐκ ἀνδράσι μόνον, ἀλλὰ καὶ γυναιξὶν οὐδέν τι ἧσσον· ὅπερ καὶ διασώζεται ἐς τόνδε τὸν χρόνον· οὗ δὴ καὶ Κωνσταντίνου τοῦ πατρὸς τὸν [20] νεκρὸν ἔθετο. ἀποστόλων δὲ σώματα ἐνταῦθα εἶναι ὡς ἥκιστά πη ἐπεσημήνατο, οὐδέ τις ἐνταῦθα ἐφαίνετο χῶρος [21] σώμασιν ἁγίοις ἀνεῖσθαι δοκῶν. ἀλλὰ νῦν Ἰουστινιανοῦ βασιλέως ἀνοικοδομουμένου τὸ ἱερὸν τοῦτο, οἱ μὲν λιθουργοὶ τὸ ἔδαφος διώρυσσον ὅλον, τοῦ μή τι ἄκοσμον τῇδε λελεῖφθαι· θήκας δὲ ξυλίνας ἐνταῦθά πη ἀπημελημένας τεθέανται τρεῖς, γράμμασιν ἐγκειμένοις σφίσι δηλούσας, ὡς Ἀνδρέου τε καὶ Λουκᾶ καὶ Τιμοθέου [22] τῶν ἀποστόλων σώματα εἶεν· ἅπερ ἀσμενέστατα βασιλεύς τε αὐτὸς καὶ Χριστιανοὶ ξύμπαντες εἶδον, πομπήν τε αὐτοῖς καὶ πανήγυριν ἐπιτετελεκότες, τῇ τε περὶ αὐτοὺς τιμῇ ἐξοσιωσάμενοι τὰ εἰωθότα καὶ περιστείλαντες τὰς θήκας αὖθις τῇ γῇ ἔκρυψαν, οὐκ ἄσημον οὐδὲ ἀγείτονα λιπόντες τὸν χῶρον, ἀλλὰ σώμασιν ἀποστόλων [23] ἀνειμένον καταστησάμενοι ξὺν εὐσεβείᾳ. εὔδηλον δὲ ὡς ἀμειβόμενοι, ὅπερ μοι εἴρηται, οἱ ἀπόστολοι οἵδε τὴν ἐς αὐτοὺς βασιλέως τιμὴν πεφήνασι τοῖς ἀνθρώποις [24] τανῦν. βασιλέως γὰρ εὐσεβοῦντος οὐδὲ ἀποφοιτᾷ τῶν ἀνθρωπείων τὰ θεῖα πραγμάτων, ἀλλ' ἐπιμίγνυσθαί τε καὶ ἐμφιλοχωρεῖν τῇ ἐς τοὺς ἀνθρώπους ὁμιλίᾳ φιλεῖ.
[25] Τίς δ' ἂν τὸν Ἀκακίου σιωπῴη νεών; ὅνπερ καταπεπονηκότα περιελὼν ἐξ αὐτῶν θεμελίων ἀνέστησε, μέγεθος περιβεβλημένον θαυμάσιον ἡλίκον· ὃς κίοσι μὲν ἐπῆρται πανταχόθι λευκοῖς ὑπεράγαν, λίθῳ δὲ τὰ ἐδάφη παραπλησίῳ ἠμφίεσται, ὧνπερ ἀπαστράπτει τοσοῦτον ἡ αἴγλη ὥστε καὶ δόξαν παρέχεσθαι ὅτι δὴ χιόσιν ὁ νεὼς [26] ἅπας κατάρρυτός ἐστι. στοαὶ δὲ αὐτοῦ προβέβληνται δύο, περίστυλος μὲν ἁτέρα οὖσα, ἡ δὲ πρὸς ἀγορὰν νενευκυῖα.
[27] μικροῦ με τὸ μαρτύριον ἐκεῖνο παρῆλθεν εἰπεῖν, ὃ Πλάτωνι ἀνεῖται ἁγίῳ, ἱεροπρεπές τε ὡς ἀληθῶς ὂν καὶ σεμνὸν ἄγαν, οὐ πολλῷ τῆς ἀγορᾶς ἄποθεν, ἣ βασιλέως Κωνσταντίνου ἐπώνυμός ἐστιν· ἔτι μέντοι καὶ τὸν Μωκίῳ μάρτυρι ἀνειμένον νεών, οὗπερ τὰ ἱερὰ πάντα [28] μεγέθει ἐλάσσω. πρὸς δὲ καὶ τὸ Θύρσου μάρτυρος ἕδος καὶ μὴν τὸ Θεοδώρου ἁγίου τέμενος πρὸ τῆς πόλεως κείμενον ἐν χώρῳ καλουμένῳ Ῥησίῳ, καὶ τό τε Θέκλης μάρτυρος ἱερόν, ὃ παρὰ τὸν τῆς πόλεως λιμένα ἐστίν, ὅνπερ ἐπώνυμον Ἰουλιανοῦ ξυμβαίνει εἶναι, καὶ τὸ Θεοδότης [29] ἁγίας ἐν προαστείῳ καλουμένῳ Ἑβδόμῳ. ταῦτα γὰρ ἅπαντα ὁ βασιλεὺς οὗτος ἐπὶ τοῦ θείου Ἰουστίνου βασιλεύοντος ἐκ θεμελίων ἐδείματο, ἀπαγγέλλεσθαι μὲν οὐ ῥᾴδια λόγῳ, θαυμάζεσθαι δὲ ὄψει κατὰ τὴν ἀξίαν [30] ἀμήχανα. ἕλκει τὸν λόγον ἐς αὑτὸν ὁ Ἀγαθονίκου τοῦ ἁγίου νεὼς καὶ βιάζεται οὐδὲ φωνὴν ἔτι ἔχοντα οὐδὲ [31] ὀνόματα ἐφαρμόσαι τοῖς πράγμασι. διόπερ ἡμῖν μὲν ἄχρι τοῦδε εἰπεῖν ἀποχρήσει· φράσαι δὲ αὐτοῦ τό τε κάλλος καὶ τὸ ἐς ἅπαντα μεγαλοπρεπὲς ἑτέροις ἀφίεμεν, οἷς ἂν ὁ λόγος ἀκμάζων τε καὶ οὔπω πεπονηκὼς παντάπασιν εἴη.
[5]
[1] Καὶ ἄλλα δὲ τεμένη ἐν τῷ καλουμένῳ Ἀνάπλῳ καὶ κατὰ τὴν ἀντιπέρας ἤπειρον εὗρεν οὐ πρέποντα τῶν τινι ἀνεῖσθαι ἁγίων, ἔτι μέντοι καὶ ἀμφὶ τὸν κόλπον, ὅνπερ Κέρας οἱ ἐπιχώριοι Κεροέσσῃ τῇ Βύζαντος μητρὶ τοῦ τῆς πόλεως οἰκιστοῦ ἐπωνύμως καλοῦσιν, ἐν τοῖς ἅπασιν ἐπιδέδεικται πολυτέλειαν ἐπιτηδείως βασιλεῖ ἔχουσαν, ἅπερ ἐγὼ αὐτίκα δηλώσω, ὑπειπὼν πρότερον ὅντινα διακοσμεῖ τρόπον ἡ θάλασσα τὸ Βυζάντιον.
[2] Πρὸς τῇ ἄλλῃ εὐδαιμονίᾳ καὶ ἡ θάλασσα ἐν καλῷ τίθεται ἀμφ' αὐτὸ μάλιστα ἐγκολπουμένη τε καὶ εἰς πορθμοὺς ξυναγομένη καὶ χεομένη ἐς πέλαγος μέγα, ταύτῃ τε τὴν πόλιν εὐπρόσωπόν τε διαφερόντως ἐργαζομένη καὶ σκέπας λιμένων ἡσύχιον τοῖς ναυτιλλομένοις παρεχομένη, τά τε εἰς τὴν δίαιταν εὔπορον καὶ τὰ ἐς τὴν χρείαν [3] εὐδαίμονα. πελάγη γὰρ δύο ἀμφ' αὐτὴν ὄντα, ὅ τε δὴ Αἰγαῖος καὶ ὁ Εὔξεινος καλούμενος Πόντος, ξυνίασιν ἀλλήλοις ἐς τὰ πρὸς ἕω τῆς πόλεως, καὶ ξυγκρουόμενα τῇ τοῦ ῥοθίου ἐπιμιξίᾳ, ταύτῃ τε τὴν ἤπειρον τῇ ἐσβολῇ [4] βιαζόμενα, καλλωπίζουσι κύκλῳ τὴν πόλιν. πορθμοὶ τοίνυν αὐτὴν περιβάλλουσι τρεῖς, ἀλλήλοις μὲν ἀπερηρεισμένοι, ἐς κάλλος δὲ αὐτῇ διατεταγμένοι καὶ χρείαν, περιπλεῖσθαι μὲν ἥδιστοι ἅπαντες, ἀποσκοπήσασθαι δὲ [5] ποθεινοί, ἐνορμίσασθαι δὲ λίαν εὐλιμένες. καὶ ὁ μὲν αὐτῶν μέσος ἐκ Πόντου προϊὼν τοῦ Εὐξείνου εὐθὺ τῆς πόλεως ὡς διακοσμήσων αὐτὴν ἵεται, ἐφ' ἑκάτερα δὲ ἄμφω [6] τὰ ἠπείρω διακεκλήρωται. ὧν δὴ ταῖς ὄχθαις πεπίεσται, ἐπιφρίττων τε καὶ γαυρουμένῳ ἐοικώς, ὅτι δὴ ἐποχούμενος [7] τῇ τε Ἀσίᾳ καὶ τῇ Εὐρώπῃ προσβαίνει τῇ πόλει. δόξαις ἂν ποταμὸν τεθεᾶσθαι ἐπίπροσθεν προσηνεῖ τῷ ῥείθρῳ ἰόντα. ὁ δὲ δὴ αὐτοῦ ἐν ἀριστερᾷ θλίβεται μὲν ἑκατέρωθεν ἐπὶ μακρότατον ταῖς ἀκταῖς, τά τε ἄλση καὶ λειμώνων κάλλη καὶ τὰ ἄλλα τῆς ἀντιπέρας ἠπείρου ἐνδεικνύμενος [8] ὑποκείμενα τῇ τῆς πόλεως ὄψει. εὐρύνεται δὲ τὸ ἐντεῦθεν ἐξωθούμενος αὐτῆς πρὸς ἄνεμον νότον [9] καὶ τὴν Ἀσίαν αὐτῆς ὡς πορρωτάτω ἀποκομίζων. ἀλλὰ καὶ ὡς περιβάλλον διαμένει τὴν πόλιν τὸ ῥόθιον ἄχρι ἐς δύοντά που τὸν ἥλιον. ὁ δὲ δὴ τρίτος πορθμὸς τοῦ μὲν πρώτου ἐχόμενος ἐπὶ δεξιᾷ, ἐκ δὲ Συκῶν τῶν καλουμένων ἀρχόμενος, ἐπὶ πλεῖστον διήκει τῆς πόλεως πρὸς [10] βορρᾶν ἄνεμον, οὗ δὴ ἐς κόλπον τελευτῶν παύεται. οὕτω μὲν οὖν στεφανοῖ τὴν πόλιν ἡ θάλασσα, ἐκδέχεται δὲ ἀνὰ τὸ λειπόμενον ἡ γῆ, μεταξὺ τοσαύτη οὖσα, ὅσον τὴν ἀπὸ [11] τῆς θαλάττης στεφάνην ἐνταῦθα ξυνδεῖσθαι. πραΰνεται δὲ διηνεκὲς ὁ κόλπος οὗτος καὶ ἀναθολοῦσθαι οὐδαμῆ πέφυκεν, ὥσπερ ὁρίων τῷ κλύδωνι κειμένων ἐνταῦθα καὶ σάλου τὸ ἐνθένδε παντὸς τῇ τῆς πόλεως εἰργομένου [12] τιμῇ. χειμῶνος δέ, ἂν οὕτω τύχῃ, καὶ ἀνέμων σκληρῶν τοῖς τε πελάγεσι καὶ τῷ πορθμῷ ἐπιπεσόντων, ἐπειδὰν ἐς τὴν εἴσοδον ἵκωνται τοῦ κόλπου αἱ νέες, ἀκυβέρνητοί [13] τε τὸ λοιπὸν ἴασι καὶ ἀπροβουλεύτως ὁρμίζονται. ἐς σταδίους μὲν γὰρ πλεῖν ἢ τεσσαράκοντα τὸ περίμετρον τοῦ κόλπου διήκει, λιμὴν δὲ ὅλος πανταχῆ ἐστιν· ὥστε ἀμέλει ὁρμιζομένης ἐνταῦθα νηὸς ἡ μὲν πρύμνα τῇ θαλάσσῃ ἐπῆρται, ἡ δὲ πρῷρα ἐν τῇ γῇ κάθηται, ὥσπερ ἀλλήλοις τῶν στοιχείων ἁμιλλωμένων, ὁπότερον ἂν αὐτοῖν δύναιτο μᾶλλον τὴν ἐς τὴν πόλιν ἐνεργολαβεῖν ὑπουργίαν.
[6]
[1] Τὰ μὲν οὖν τοῦ κόλπου τοῦδε τοιαῦτά ἐστι. βασιλεὺς δὲ Ἰουστινιανὸς κάλλος ἀμφ' αὐτὸν ἐξ οἰκοδομίας [2] πεποιημένος ἐπιφανέστερον ἐξειργάσατο. τό τε γὰρ ἐν ἀριστερᾷ τοῦ κόλπου Λαυρεντίου ἁγίου μαρτύριον ἀφεγγές τε τὰ πρότερα ὂν καὶ σκότους ἀτεχνῶς ἔμπλεων μεθαρμοσάμενος, ὡς διὰ βραχέων εἰπεῖν, ἐς τὸν νῦν φαινόμενον [3] ἀνέθηκε τρόπον. καὶ αὐτοῦ ἐπίπροσθεν τὸν τῆς θεοτόκου νεὼν ἐν χώρῳ καλουμένῳ Βλαχέρναις τοιοῦτον [4] δεδημιούργηκεν οἷός μοι ἔναγχος δεδιήγηται. ἐπέκεινά τε Πρίσκῳ τε καὶ Νικολάῳ ἁγίοις ἱερὸν ᾠκοδομήσατο, καινουργήσας αὐτός, οὗ δὴ οἱ Βυζάντιοι ἐμφιλοχωροῦντες ἐνδιατρίβουσιν ἐκ τοῦ ἐπὶ πλεῖστον, πὴ μὲν σέβοντές τε καὶ τεθηπότες τοὺς ἁγίους ἐνδήμους σφίσι γινομένους, πὴ δὲ τῆς τοῦ τεμένους ἀπολαύοντες εὐπρεπείας, ἐπεὶ τῆς θαλάσσης τὸ ῥόθιον βιασάμενος βασιλεὺς ὕπερθέν τε τοῦ κλυδωνίου ἐπὶ μακρότατον ἐνθέμενος τὰ θεμέλια τὸ ἱερὸν κατεστήσατο.
[5] Κατὰ δὲ τοῦ κόλπου τὸ πέρας ἔν τε τῷ ἀνάντει καὶ ἰσχυρῶς ὀρθίῳ τέμενος ἐκ παλαιοῦ Κοσμᾷ τε καὶ Δαμιανῷ ἁγίοις ἀνεῖται· οὗ δὴ αὐτόν ποτε νενοσηκότα πικρότατα καὶ δόκησιν παρεχόμενον ὅτι δὴ ἀποθάνοι, πρός τε τῶν ἰατρῶν ἀπολελειμμένον ἅτε δὴ ἐν νεκροῖς κείμενον, ἐς ὄψιν ἐλθόντες ἐσώσαντο οἱ ἅγιοι οὗτοι ἐκ τοῦ παραδόξου [6] καὶ τοῦ παραλόγου καὶ ὀρθὸν ἔστησαν. οὓς δὴ εὐγνωμοσύνῃ ἀμειβόμενος ὅσα γε τὰ ἀνθρώπεια, ὅλην ἐναλλάξας τε καὶ μετασκευασάμενος τὴν προτέραν οἰκοδομίαν ἄκοσμόν τε καὶ ἄδοξον οὖσαν οὐδὲ ἀξιόχρεων τηλίκοις ἁγίοις ἀνεῖσθαι, κάλλει τε καὶ μεγέθει τὸν νεὼν κατελάμπρυνε καὶ φωτὸς αἴγλῃ, ἄλλα τε πολλὰ οὐ πρότερον [7] ὄντα ἀνέθηκεν. ἐπειδάν τέ τινες ἀρρωστήμασιν ὁμιλήσαιεν ἰατρῶν κρείττοσιν, οἵδε τὴν ἀνθρωπείαν ἀπογνόντες ἐπικουρίαν ἐπὶ τὴν μόνην αὐτοῖς ὑπολελειμμένην ἐλπίδα χωροῦσι, καὶ γενόμενοι ἐν ταῖς βάρεσι πλέουσι [8] διὰ τοῦ κόλπου ἐπὶ τοῦτον δὴ τὸν νεών. ἀρχόμενοί τε τοῦ εἴσπλου εὐθὺς ὁρῶσιν ὥσπερ ἐν ἀκροπόλει τὸ τέμενος τοῦτο ἀποσεμνυνόμενόν τε τῇ τοῦ βασιλέως εὐγνωμοσύνῃ καὶ παρεχόμενον τῆς ἐντεῦθεν ἐλπίδος αὐτοῖς ἀπολαύειν.
[9] Τοῦ δὲ κόλπου ἐπὶ θάτερα μαρτύριον οἰκοδομησάμενος βασιλεὺς οὐ πρότερον ὂν ἀνέθηκεν Ἀνθίμω μάρτυρι παρ' [10] αὐτὴν μάλιστα τὴν τοῦ κόλπου ἠϊόνα. καὶ τὰ μὲν κράσπεδα τοῦ ἱεροῦ πραϋνομένῃ ἐπικλυζόμενα τῇ τῆς θαλάσσης [11] ἐπιρροῇ τὸ εὔχαρι ἐπιεικῶς ἔχει. οὐ γὰρ ξὺν θορύβῳ τὸ κλυδώνιον ἐπανεστηκὸς εἶτα εἰς τοὺς ἐκείνῃ λίθους ἀράσσεται, οὐδὲ μεγάλα τὸ κῦμα ἠχῆσαν, οἷά γε τὰ θαλάττια, καὶ σχιζόμενον ἀποκρίνεται, εἰς εἶδος ἀφρῶδες, ἀλλὰ πρόεισι μὲν προσηνές, σιωπηλὸν δὲ ὂν ἐπιψαύει [12] τῆς γῆς, ἀναστρέφει δὲ μόνον. ἐκδέχεται δὲ τὸ ἐνθένδε αὐλὴ ὁμαλή τε καὶ λίαν ὑπτία, μαρμάροις μὲν πανταχόθι κεκομψευμένη καὶ κίοσιν, ὄψει δὲ ὡραϊζομένη τῇ [13] ἐς τὴν θάλασσαν. στοὰ μετὰ ταύτην καὶ ὁ νεὼς ἐντὸς ἐν τετραγώνῳ ἐς ὕψος ἐπῆρται λίθων εὐπρεπείᾳ καὶ χρυσῷ [14] κατακεχυμένῳ καλλωπιζόμενος. τοσοῦτον δὲ προέχει μόνον τοῦ εὔρους τὸ μῆκος ἐς ὅσον δὴ χῶρον τὸν ἀβέβηλον, ἐν ᾧ ὄργια τὰ ἄρρητα τελεῖσθαι θέμις, κατὰ τὴν πλευράν, ἣ πρὸς ἀνίσχοντα ἥλιον τέτραπται, διήκειν ξυμβαίνει. ταῦτα μὲν οὖν τῇδέ πη ἔχει.
[7]
[1] Ἐπέκεινα δὲ κατ' αὐτὸ μάλιστα τοῦ κόλπου τὸ στόμα Εἰρήνης μάρτυρος νεὼς ἵδρυται. ὃς δὴ οὕτω μεγαλοπρεπῶς τῷ βασιλεῖ ὅλος ἐξείργασται ὡς οὐκ ἂν ἔγωγε [2] φράσαι ἱκανῶς ἔχοιμι. ἀντιφιλοτιμούμενος γὰρ τῇ θαλάσσῃ ἀμφὶ τοῦ κόλπου τῇ εὐπρεπείᾳ, ὥσπερ ὅρμῳ περιφερεῖ ἐγκαλλώπισμα τὰ ἱερὰ ταῦτα ἐντέθεικεν. ἀλλ' ἐπεὶ τούτου δὴ τοῦ τῆς Εἰρήνης νεὼ ἐπεμνήσθην, καὶ τὸ ἐκείνῃ [3] ξυνενεχθὲν οὔ μοι ἀπὸ τρόπου τῇδε γεγράψεται. ἐνταῦθα ἔκειτο λείψανα ἐκ παλαιοῦ ἀνδρῶν ἁγίων οὐχ ἧσσον ἢ τεσσαράκοντα· οἳ στρατιῶται μὲν Ῥωμαῖοι ἐτύγχανον ὄντες, ἐν λεγεῶνι δὲ δυοδεκάτῃ ἐτάττοντο, ἣ ἐν πόλει [4] Μελιτηνῇ τῆς Ἀρμενίας τὸ παλαιὸν ἵδρυτο. ἡνίκα τοίνυν οἱ λιθοδόμοι διώρυσσον οὗπερ ἐπεμνήσθην ἀρτίως, κιβώτιον εὗρον γράμμασι σημαῖνον ὡς λείψανα ἔχοι τούτων [5] δὴ τῶν ἀνδρῶν. ὅπερ ἐξήνεγκε λεληθὸς τέως ἐξεπίτηδες ὁ θεός, ἅμα μὲν πιστούμενος ἅπαντας ὡς τὰ βασιλέως ἀσμενέστατα ἐνδέδεκται δῶρα, ἅμα δὲ καὶ τοῦ ἀνδρὸς τὴν ἀγαθοεργίαν ἀμείψασθαι διατεινόμενος χάριτι [6] μείζονι. ἐτύγχανε γὰρ Ἰουστινιανὸς βασιλεὺς χαλεπῶς ἄγαν τοῦ σώματος ἔχων, ἐπεὶ ῥεύματος δεινόν τι χρῆμα κατὰ τὸ γόνυ ἐπιπεσὸν συντριβῆναι ταῖς ὀδύναις τὸν [7] ἄνδρα ἐποίει· οὗπέρ οἱ αὐτὸς αἰτιώτατος ἦν. ἐν γὰρ ταῖς ἡμέραις ἁπάσαις, αἵπερ τὴν Πασχαλίαν ἑορτὴν προτερεύουσαι νηστεῖαι καλοῦνται, σκληράν τινα βιοτὴν ἔσχε μὴ ὅτι βασιλεῖ ἀλλόκοτον οὖσαν, ἀλλὰ καὶ ἀνθρώπῳ ἀμηγέπη [8] τῶν πολιτικῶν ἁπτομένῳ. δυοῖν γὰρ ἡμέραιν διεγεγόνει ἐς ἀεὶ ἀπόσιτος ὤν, καὶ ταῦτα μὲν ὄρθρου βαθέος διηνεκὲς ἐκ τῶν στρωμάτων ἐξανιστάμενος καὶ προεγρηγορὼς τῆς πολιτείας, ἀεί τε αὐτῆς ἔργῳ καὶ λόγῳ διαχειρίζων τὰ πράγματα, ὄρθριός τε καὶ μεσημβρινός, καὶ οὐδέν τι ἧσσον [9] ἐπινυκτίδιος. πόρρω γὰρ τῶν νυκτῶν ἐς κοίτην ἰὼν ἐξανίστατο αὐτίκα δὴ μάλα, ὥσπερ χαλεπῶς τοῖς στρώμασιν [10] ἔχων. καὶ ἡνίκα δέ που τροφὴν αἴροιτο, οἴνου μὲν καὶ ἄρτου καὶ τῶν ἄλλων ἐδωδίμων ἐκτὸς ἔμενε, βοτάνας δὲ ἤσθιε μόνον, καὶ ταύτας ἀγρίας ἐπὶ χρόνου μῆκος τεταριχευμένας ἁλσί τε καὶ ὄξει, ὅ τε πότος αὐτῷ τὸ ὕδωρ [11] ἐγίνετο μόνον. οὐ μέντοι οὐδὲ τούτοις κατακορὴς γέγονε πώποτε, ἀλλὰ καὶ ἡνίκα δαῖτα αἴροιτο, ἀπογευσάμενος τούτων δὴ τῶν αὐτῷ ἐδωδίμων, εἶτα μεθίει, οὔπω [12] ἐδηδοκὼς τὰ αὐτάρκη. ἐντεῦθεν τοίνυν τὸ πάθος ἀκμάσαν τὴν ἀπὸ τῶν ἰατρῶν ἐπικουρίαν ἐνενικήκει, καὶ χρόνος τῷ βασιλεῖ πολὺς ἐν ταύταις δὴ ταῖς ὀδύναις ἐτρίβη.
[13] μεταξὺ δὲ τὰ περὶ τῶν δεδηλωμένων λειψάνων ἀκούσας, τῆς ἀνθρωπείας ἀφέμενος τέχνης, ἐπὶ ταῦτα τὸ πρᾶγμα ἦγε, τὴν ὑγείαν ἐπισπώμενος τῇ ἐς αὐτὰ πίστει, καὶ δόξης [14] τῆς ἀληθοῦς ἐν τοῖς ἀναγκαιοτάτοις ἀπώνατο. οἱ μὲν γὰρ ἱερεῖς τὸν δίσκον ἐπὶ τὸ τοῦ βασιλέως ἐτίθεντο γόνυ, ἀφανίζεται δὲ τὸ πάθος εὐθύς, σώμασι δεδουλωμένοις θεῷ βιασθέν. ὅπερ ἀμφίλεκτον ὁ θεὸς οὐ ξυγχωρῶν εἶναι, σημεῖον τῶν πραττομένων ἐνδέδεικται [15] μέγα. ἔλαιον γὰρ ἐξαπιναίως ἐπιρρεῦσαν μὲν ἐκ τούτων δὴ τῶν ἁγίων λειψάνων, ὑπερβλύσαν δὲ τὸ κιβώτιον, τώ τε πόδε καὶ τὴν ἐσθῆτα τοῦ βασιλέως κατέκλυσεν ὅλην [16] ἁλουργὸν οὖσαν. διὸ δὴ ὁ χιτὼν οὕτω καταβεβρεγμένος διασώζεται ἐν τοῖς βασιλείοις, μαρτύριον μὲν τῶν τηνικάδε γεγενημένων, σωτήριον δὲ τοῖς ἐς τὸ ἔπειτα πάθεσι περιπεσουμένοις τισὶν ἀνηκέστοις.
[8]
[1] Οὕτω μὲν οὖν ὑπογέγραπται Ἰουστινιανῷ βασιλεῖ τὸ Κέρας ὁ κόλπος. καὶ πορθμοῖν δὲ τοῖν ἄλλοιν δυοῖν, ὧνπερ ἐπεμνήσθην ἀρτίως, οἰκοδομίαις τὰς ἠϊόνας ἐς μέγα [2] τι κάλλος ἐξείργασται τρόπῳ τοιῷδε. ἱερὰ δύο τῷ ἀρχαγγέλῳ Μιχαὴλ ἀνειμένα καταντικρὺ ἀλλήλοιν ἑστῶτα τοῦ πορθμοῦ ἑκατέρωθι ξυνέβαινεν εἶναι, θάτερον μὲν ἐν χώρῳ καλουμένῳ Ἀνάπλῳ ἐν ἀριστερᾷ εἰσπλέοντι τὸν Εὔξεινον Πόντον, τὸ δὲ δὴ ἕτερον ἐν τῇ ἀντιπέρας ἀκτῇ· [3] Προόχθους μὲν ἐκάλουν οἱ παλαιοὶ ἄνθρωποι τὴν ἀκτήν, ὅτι δὴ προβέβληται, οἶμαι, κατὰ πολὺ τῆς ταύτῃ ἠϊόνος, νῦν δὲ Βρόχοι ἐπικαλεῖται, διαφθειρούσης τὰ ὀνόματα τῆς [4] τῶν ἐπιχωρίων ἀγνοίας τῷ μήκει τοῦ χρόνου. ταῦτα δὲ τὰ δύο τεμένη οἱ μὲν αὐτῶν ἱερεῖς κατερρακωμένα ὑπὸ τοῦ χρόνου θεώμενοι καὶ περίφοβοι γεγενημένοι ὡς μὴ αὐτίκα δὴ μάλα σφίσιν ἐμπέσοιεν, βασιλέως ἐδέοντο ἀνοικοδομήσασθαι ἄμφω ἐφ' οὗπερ σχήματος τὸ παλαιὸν [5] ἦν. οὐ γὰρ οἷόν τε ἦν ἐπὶ τούτου βασιλεύοντος ἐκκλησίαν τινὰ ἢ γίνεσθαι πρῶτον, ἢ καταπεπονηκυῖαν ἐπανορθοῦσθαι, ὅτι μὴ ἐκ χρημάτων βασιλικῶν, οὐκ ἐν Βυζαντίῳ μόνον, ἀλλὰ καὶ πανταχόθι τῆς Ῥωμαίων ἀρχῆς.
[6] βασιλεὺς δὲ αὐτίκα τῆς προφάσεως τυχὼν τῆσδε καθεῖλε μὲν ἑκάτερον ἐς τὸ ἔδαφος, ὡς μή τι αὐτοῖς τῆς προτέρας ἀκοσμίας ἀπολειφθῆναι. ἀνῳκοδομήσατο δὲ τὸν [7] μὲν ἐπὶ τοῦ Ἀνάπλου τρόπῳ τοιῷδε. πετρῶν ἐμβολῇ τὴν ἐκείνῃ ἀκτὴν εἴσω περιελίξας ἐς σκέπας λιμένος, τὴν [8] τῆς θαλάττης ἠϊόνα ἐς μεταμόρφωσιν ἀγορᾶς ἤνεγκεν. ἡσύχιος γὰρ ὑπεράγαν ἐνταῦθα ἡ θάλασσα οὖσα τῇ γῇ ἐπικοινοῦται [9] συναλλαγάς. ταῖς τε ἀκάτοις οἱ τῶν ἐμπόρων θαλάσσιοι παρὰ τὴν ἐμβολὴν τῶν πετρῶν ὁρμισάμενοι συμβάλλονται τοῖς ἐγγείοις ἀπὸ τῶν καταστρωμάτων τὰ [10] ἐμπολήματα. αὐλὴ μετὰ τὴν παραλίαν ἀγορὰν τοῦ νεὼ πρόκειται. καὶ μαρμάροις μὲν ὡραίοις τε καὶ χίοσιν ἡ [11] αὐλὴ τὸ χρῶμα ὁμοιοῖ. οἱ δὲ τοὺς περιπάτους τῇδε ποιούμενοι εὐπρεπείᾳ μὲν ἥδονται λίθων, γεγήθασι δὲ θαλάσσης ὄψει, ἐναβρύνονται δὲ κοιναῖς ταῖς αὔραις ἔκ τε τοῦ ῥοθίου ἐπεγειρομέναις καὶ λόφων ἐπανεστηκότων τῇ [12] γῇ. στοὰ τὸν νεὼν περιβάλλει ἐγκύκλιος ἐς τὰ πρὸς ἕω διαλιποῦσα μόνον. ἐπὶ μέσης τὸ ἱερὸν χρώμασι μυρίοις [13] πεποίκιλται λίθων. ὄροφος ἐν θόλῳ μετάρσιος ὑπερῃώρηται. τί ἄν τις διαριθμησάμενος ἐπαξίως τοῦ ἔργου φράσοι τὰς ᾐωρημένας στοάς, τὰς ὑπεσταλμένας οἰκοδομίας, τὸ τῶν μαρμάρων ἐπίχαρι, οἷς δὴ οἵ τε τοῖχοι καὶ [14] τὰ ἐδάφη παντάπασι περιβέβληνται; πρὸς ἐπὶ τούτοις δὲ καὶ χρυσοῦ πλῆθος ἐξαίσιον πανταχόσε τοῦ ἱεροῦ καθάπερ [15] αὐτῷ πεφυκὸς περικέχυται. τοσαῦτα εἰπόντι καὶ τὸ Ἰωάννου τοῦ Βαπτιστοῦ τέμενός μοι δεδήλωται, ὅπερ αὐτῷ βασιλεὺς Ἰουστινιανὸς ἔναγχος ἐν τῷ Ἑβδόμῳ καλουμένῳ [16] ἀνέθηκεν. ἐμφερέστατα γὰρ ἄμφω ἀλλήλοιν τὰ τεμένη τυγχάνει ὄντα, πλήν γε δὴ ὅτι οὐκ ἐπιθαλάσσιον τὸ τοῦ Βαπτιστοῦ ξυμβαίνει εἶναι.
[17] Ὁ μὲν οὖν ἐν τῷ Ἀνάπλῳ καλουμένῳ τοῦ ἀρχαγγέλου [18] ναὸς τῇδε πεπόνηται. κατὰ δὲ τὴν ἀντιπέρας ἀκτὴν ὀλίγῳ τῆς θαλάσσης διέχει τις χῶρος, ὁμαλὸς μὲν φύσιν, συνθέσει [19] δὲ λίθων ὑψοῦ ἀνέχων. ἐνταῦθα τὸ τοῦ ἀρχαγγέλου δεδημιούργηται τέμενος, εὐπρεπείᾳ μὲν ἐξαίσιον, μεγέθει δὲ πρῶτον, πολυτελείᾳ δὲ ἀνακεῖσθαι μὲν τῷ [20] Μιχαὴλ πρέπον, ἀναθεῖναι δὲ Ἰουστινιανῷ βασιλεῖ. τούτου δὲ δὴ οὐ πολλῷ ἄποθεν τοῦ νεὼ τέμενος ἅγιον τῇ θεοτόκῳ ἀνενεώσατο τρόπῳ τῷ αὐτῷ καταπεπονηκὸς πολλῷ πρότερον, οὗ δὴ τὸ σεμνὸν μακρὸν ἂν εἴη καὶ διερευνήσασθαι καὶ λόγῳ σημῆναι· ἐκδέχεται δὲ ἡ πάλαι τῆς ἱστορίας προσδοκωμένη μοῖρα.
[9]
[1] Ἐπὶ ταύτης δὴ τῆς ἀκτῆς ἀξιοθέατα ἐκ παλαιοῦ βασίλεια ἐτύγχανεν ὄντα. ταῦτα βασιλεὺς Ἰουστινιανὸς ἀνατέθεικε τῷ θεῷ ἅπαντα, τὸν ἐνθένδε τῆς εὐσεβείας καρπὸν τῆς παραυτίκα παραψυχῆς ἀλλαξάμενος τρόπῳ [2] τοιῷδε. ὅμιλος ἦν ἐπὶ Βυζαντίου γυναίων ἐν μαστροπείῳ λελαγνευμένων οὐχ ἑκούσιον, ἀλλὰ βιαίαν τινὰ μισητίαν.
[3] τῆς γὰρ πενίας τῷ ὑπερβάλλοντι ὑπὸ πορνοβοσκῷ τρεφομέναις ἀεὶ καὶ καθ' ἑκάστην ἀκολασταίνειν ἐπάναγκες ἦν, ἀνδράσι τε ἀγνῶσι καὶ παραπεπτωκόσιν [4] ἐξαπιναίως ἐσποδιοῦντο συνδυαζόμεναι. πορνοβοσκῶν γὰρ ἐνταῦθα ἦν ἐκ παλαιοῦ ἑταιρία πολλή, ἐπ' ἐργαστηρίου τὸ τῆς ἀκολασίας διαχειριζόντων ἐμπόλημα, ἔν τε τῷ δημοσίῳ τῆς ἀγορᾶς ὥραν ἀποδιδομένων τὴν ἀλλοτρίαν [5] καὶ δουλαγωγούντων τὸ σῶφρον. βασιλεὺς δὲ Ἰουστινιανὸς καὶ βασιλὶς Θεοδώρα (τὴν γὰρ εὐσέβειαν ἀλλήλοις ἐπικοινούμενοι ἅπαντα ἔπρασσον) ἐπενόουν τάδε.
[6] τὴν μὲν πολιτείαν τοῦ τῶν μαστροπείων ἄγους ἐκάθηραν, ἐξελάσαντες τὸ τῶν πορνοβοσκῶν ὄνομα, τῶν δὲ γυναικῶν τὰς πενίᾳ ταλαιπωρουμένας πολλῇ ἀκολασίας τῆς δουλοπρεποῦς ἠλευθέρωσαν, βίοτον μὲν σφίσιν αὐτόνομον, ἐλευθέραν δὲ τὴν σωφροσύνην πεπορισμένοι. ταῦτα μὲν [7] οὖν διῳκήσαντο τῇδε. παρὰ ταύτην δὲ τοῦ πορθμοῦ τὴν ἀκτήν, ἥ ἐστιν ἐν δεξιᾷ εἰσπλέοντι τὸν Εὔξεινον καλούμενον Πόντον, βασίλεια πρότερον ὄντα μοναστήριον μεγαλοπρεπὲς κατεστήσαντο καταγώγιον ταῖς μεταμελουμέναις [8] γυναιξὶν ἐπὶ τῷ προτέρῳ βίῳ ἐσόμενον· ἐφ' ᾧ τῇ ἐνταῦθα περί τε τὸν θεὸν καὶ τὴν εὐσέβειαν ἀσχολίᾳ γενησομένῃ περικαθῆραι τὰς ἁμαρτάδας δυναταὶ εἶεν τῆς [9] ἐν μαστροπείῳ διαίτης. διὸ δὴ καὶ Μετάνοιαν τοῦτο δὴ τῶν γυναικῶν τὸ διαιτητήριον ὁμωνύμως τῷ ἔργῳ ἐπονομάζουσι.
[10] καὶ πολλαῖς μὲν χρημάτων προσόδοις οἱ βασιλεῖς οὗτοι τὸ μοναστήριον δεδώρηνται τοῦτο, πολλὰ δὲ οἰκία κάλλει τε καὶ πολυτελείᾳ διαφερόντως ἐξαίσια, ταῖς γυναιξὶ παραψυχὴν ἐσόμενα, ᾠκοδομήσαντο, ὡς μηδενὶ ἀναγκασθεῖσαι πρὸς τὰ τῆς σωφροσύνης ἐπιτηδεύματα τρόπῳ ὁτῳοῦν ἀποκνήσουσι. ταῦτα μὲν οὖν τῇδέ πη ἔχει.
[11] Ἐς δὲ τὸν Εὔξεινον Πόντον ἐνθένδε ἰόντι ἄκρα τις ἀπορρὼξ παρὰ τὴν τοῦ πορθμοῦ προβέβληται ἠϊόνα, ἐφ' ἧς μαρτύριον Παντελεήμονος ἁγίου εἱστήκει, ἀρχήν τε ἀπημελημένως πεποιημένον καὶ χρόνῳ μακρῷ πεπονηκὸς ἄγαν ὅπερ ἐνθένδε περιελὼν Ἰουστινιανὸς βασιλεύς, τοῦτόν τε μεγαλοπρεπῶς τὰ μάλιστα οἰκοδομησάμενος τὸν ἐκείνῃ τανῦν ὄντα νεών, τῷ τε μάρτυρι διεσώσατο τὴν τιμὴν καὶ τῷ πορθμῷ κάλλος ἐντέθεικεν, ἑκατέρωθι [12] τὰ ἱερὰ ταῦτα πηξάμενος. τούτου δὲ τοῦ τεμένους ἐπίπροσθεν ἐν χώρῳ τῷ καλουμένῳ Ἀργυρωνίῳ πτωχῶν ἦν ἐκ παλαιοῦ καταγώγιον, οἷσπερ ἡ νόσος τὰ [13] ἀνήκεστα ἐλωβήσατο. ὅπερ τῷ χρόνῳ διερρωγὸς ἤδη τὰ ἔσχατα προθυμίᾳ τῇ πάσῃ ἀνενεώσατο, γενησόμενον τοῖς οὕτω ταλαιπωρουμένοις ἀνάπαυλαν. ἀκτὴ δέ τίς ἐστι Μωχάδιον ὄνομα τοῦ χώρου ἐγγύς, ὃ καὶ νῦν Ἱερὸν ὀνομάζεται.
[14] ἐνταῦθα νεὼν τῷ ἀρχαγγέλῳ ἄλλον ἐδείματο ἱεροπρεπῆ τε διαφερόντως, καὶ τῶν τοῦ ἀρχαγγέλου ἱερῶν, ὧνπερ ἐπεμνήσθην ἀρτίως, οὐδενὸς ἀξιώματι ἀποδέοντα.
[15] καὶ Τρύφωνι δὲ ἀνέθηκεν ἱερὸν μάρτυρι πόνῳ τε καὶ χρόνῳ πολλῷ ἐς κάλλος ἀποτετορνευμένον ἀμύθητον ὅλως ἐν τῇ τῆς πόλεως ἀγυιᾷ, ἣ τοῦ Πελαργοῦ ἐπώνυμός [16] ἐστιν. ἔτι δὲ Μηνᾷ καὶ Μηναίῳ μάρτυσιν ἕδος ἐν τῷ Ἑβδόμῳ ἀνέθηκεν. ἐν ἀριστερᾷ δὲ εἰσιόντι ἐς τὰς Χρυσᾶς καλουμένας Πύλας Ἴας ἁγίας μαρτύριον εὑρὼν καταπεπτωκός, [17] πολυτελείᾳ τῇ πάσῃ ἀνενεώσατο. τὰ μὲν οὖν ἀμφὶ τοῖς ἐν Βυζαντίῳ ἱεροῖς εἰργασμένα Ἰουστινιανῷ βασιλεῖ τοιαῦτά ἐστι, τὰ δὲ ἀνὰ πᾶσαν διαπεπονημένα τὴν Ῥωμαίων ἀρχὴν ἕκαστα διαριθμεῖσθαι χαλεπόν τέ [18] ἐστι καὶ λόγῳ παντελῶς ἄπορον. ἀλλ' ἡνίκα ἡμῖν δεήσει πόλεως ἢ χωρίου του πρὸς ὄνομα ἐπιμνησθῆναι, καὶ τὰ ἐνταῦθα ἱερὰ ἐν ἐπιτηδείῳ γεγράψεται.
[10]
[1] Τὰ μὲν οὖν ἀμφὶ τοῖς ἱεροῖς ἔν τε Κωνσταντινουπόλει καὶ τοῖς τῇδε προαστείοις οὕτως Ἰουστινιανῷ δεδημιούργηται [2] βασιλεῖ· τῶν δὲ δὴ ἄλλων αὐτῷ οἰκοδομημάτων πεποιημένων ἕκαστον μὲν ἐπελθεῖν οὐ ῥᾴδιον λόγῳ, ὡς ἐν κεφαλαίῳ δὲ φράσαι, τά τε πλεῖστα καὶ ἀξιολογώτατα τῆς τε ἄλλης πόλεως καὶ τῶν βασιλείων καταφλεχθέντα τε καὶ καθῃρημένα ἐπ' ἔδαφος ἀνοικοδομησάμενος ἅπαντα ἐπὶ τὸ εὐπρεπέστερον μετεστήσατο· ἅπερ μοι ἐν τῷ παρόντι λεπτολογεῖσθαι οὔτι ἀναγκαῖον ἔδοξεν [3] εἶναι. ἅπαντα γάρ μοι ἐς τὸ ἀκριβὲς ἐν τοῖς ὑπὲρ τῶν πολέμων δεδήλωται λόγοις. τοσοῦτον δὲ μόνον ἔν γε τῷ παρόντι γεγράψεται, ὡς τῶν βασιλείων τά τε προπύλαια καὶ ἡ καλουμένη Χαλκῆ μέχρι ἐς τὸν Ἄρεως καλούμενον οἶκον, ἔκ τε τῶν βασιλείων τό τε βαλανεῖον ὁ Ζεύξιππος αἵ τε μεγάλαι στοαὶ καὶ τὰ ἑκατέρωθεν ἑξῆς ἅπαντα μέχρι ἐς τὴν ἀγοράν, ἣ Κωνσταντίνου ἐπώνυμός ἐστι, τούτου [4] δὴ ἔργα τοῦ βασιλέως τυγχάνει ὄντα. πρὸς ἐπὶ τούτοις δὲ τὴν Ὁρμίσδα ἐπώνυμον οἰκίαν, ἄγχιστα οὖσαν τῶν βασιλείων, παραλλάξας τε καὶ ὅλως ἐς τὸ ἐπιφανέστερον μεθαρμοσάμενος, ὡς τοῖς βασιλείοις ἐπιεικῶς πρέπειν, τῷ Παλατίῳ ἐντέθεικεν, εὐρύτερόν τε αὐτὸ καὶ πολλῷ ἔτι μᾶλλον ἀξιώτερον ταύτῃ ἐξείργασται.
[5] Ἔστι δέ τις ἀγορὰ πρὸ τῶν βασιλείων περίστυλος. Αὐγουσταῖον καλοῦσι τὴν ἀγορὰν οἱ Βυζάντιοι. ταύτης ἐν λόγοις ἐπεμνήσθην τοῖς ἔμπροσθεν, ἡνίκα τῆς Σοφίας περιηγησάμενος τὸν νεὼν τὴν ἐπὶ τῷ ἔργῳ χαλκῆν εἰκόνα τῷ βασιλεῖ ἐπὶ κίονος ὑψηλοτάτου καὶ λίθοις συνθέτου [6] ἀνατεθεῖσαν δεδήλωκα. ταύτης ἐς τὰ πρὸς ἕω τῆς ἀγορᾶς τὸ Βουλευτήριον ἵδρυται, λόγου μὲν τῇ τε πολυτελείᾳ καὶ τῇ κατασκευῇ τῇ πάσῃ κρεῖττον, Ἰουστινιανοῦ [7] δὲ βασιλέως ἔργον. ἔνθα δὴ ξυνιοῦσα ἔτους ἀρχομένου ἡ Ῥωμαίων βουλὴ σύγκλητος ἐνιαύσιον ἑορτὴν ἄγει, τὰ [8] τῆς πολιτείας ὀργιάζουσα ἐς ἀεὶ νόμιμα. ἓξ δὲ αὐτοῦ κίονες ἐπίπροσθεν ἑστᾶσιν, οἱ μὲν δύο τὸν τοῦ βουλευτηρίου τοῖχον ἐν μέσῳ ἔχοντες, ὃς πρὸς δύοντα ἥλιον τέτραπται, οἱ δὲ τέσσαρες ὀλίγῳ ἐκτός, τὸ μὲν εἶδος λευκοὶ ἅπαντες, μέγεθος δὲ πρῶτοι τῶν ἐν γῇ, οἶμαι, κιόνων [9] τῇ πάσῃ. στοὰν δὲ ποιοῦσιν οἱ κίονες ὄροφον ἐν θόλῳ ἑλίττουσαν, τὰ δὲ ἄνω τῆς στοᾶς ἅπαντα μαρμάρων μὲν κάλλει διακεκόσμηται τοῖς κίοσι τὸ εἶδος ἴσων, ἀγαλμάτων δὲ πλήθει ὑπεράνω ἑστώτων θαυμασίως ὡς ὑπογέγραπται.
[10] Ταύτης δὲ τῆς ἀγορᾶς οὐ πολλῷ ἄποθεν τὰ βασιλέως οἰκία ἐστί, καὶ νέα μὲν τὰ βασίλεια σχεδόν τι πάντα, Ἰουστινιανῷ δέ, ᾗπέρ μοι εἴρηται, δεδημιούργηται βασιλεῖ, φράσαι δὲ αὐτὰ λόγῳ ἀμήχανά ἐστιν, ἀλλ' ἀποχρήσει μὲν τοὺς γενησομένους εἰδέναι ὅτι δὴ ἅπαντα τούτου [11] δὴ ἔργον τοῦ βασιλέως τυγχάνει ὄντα. ὥσπερ δέ φασι, τὸν λέοντα ἐξ ὄνυχος ἴσμεν, καὶ τούτων δὴ οὕτω τῶν βασιλείων τὴν δύναμιν ἐκ τοῦ προτεμενίσματος οἱ τάδε ἀναλεγόμενοι εἴσονται. τοιοῦτον δὲ τὸ προτεμένισμά [12] ἐστιν ὃ καλοῦσι Χαλκῆν. ὄρθιοι τοῖχοι οὐρανομήκεις ἐν τετραγώνῳ ἑστᾶσι τέσσαρες, τὰ μὲν ἄλλα ἰσοστάσιοι ἀλλήλοις ὄντες, μήκει δὲ ἄμφω, ὅ τε πρὸς μεσημβρίαν τετραμμένος καὶ βορρᾶν ἄνεμον, τῶν ἑτέρων οὐ [13] παρὰ πολὺ ἀποδέοντες. προβέβληται δέ τις ἀμφὶ τὴν γωνίαν αὐτῶν ἑκάστου λίθων εὖ μάλα εἰργασμένων ἀνάστασις, τῷ τοίχῳ μέχρι ἐς τὴν ὑπερβολὴν ἐξ ἐδάφους συναναβαίνουσα, τετράπλευρος μέν, ἐνημμένη δὲ κατὰ τὴν μίαν τῷ τοίχῳ πλευράν, οὐ διακόπτουσα τοῦ χώρου τὸ κάλλος, ἀλλά τι καὶ κόσμου αὐτῷ ἐντιθεῖσα τῇ τοῦ ἐμφεροῦς [14] ἁρμονίᾳ. ὑπερῃώρηνται δὲ αὐτῶν ἀψῖδες ὀκτώ, τέσσαρες μὲν ἀνέχουσαι τὸν ἐν μέσῳ τοῦ παντὸς ὄροφον ἐν σφαιροειδεῖ μεταρσίῳ ἐπικυρτούμενον, αἱ δὲ δὴ ἄλλαι δύο μὲν πρὸς νότον, δύο δὲ πρὸς βορρᾶν ἄνεμον τῷ γειτνιῶντι ἐναπερειδόμεναι τοίχῳ, τὸ μεταξὺ τέγος ἐν θόλῳ ᾐωρημένον [15] ἐξαίρουσιν. ἐναβρύνεται δὲ ταῖς γραφαῖς ἡ ὀροφὴ πᾶσα, οὐ τῷ κηρῷ ἐντακέντι τε καὶ διαχυθέντι ἐνταῦθα παγεῖσα, ἀλλ' ἐναρμοσθεῖσα ψηφῖσι λεπταῖς τε καὶ χρώμασιν ὡραϊσμέναις παντοδαποῖς· αἳ δὴ τά τε ἄλλα πάντα καὶ ἀνθρώπους [16] ἀπομιμοῦνται. ὁποῖα δὲ αὐτῶν τὰ γράμματά ἐστιν ἐγὼ δηλώσω. ἐφ' ἑκάτερα μὲν πόλεμός τέ ἐστι καὶ μάχη, καὶ ἁλίσκονται πόλεις παμπληθεῖς πὴ μὲν Ἰταλίας, πὴ δὲ Λιβύης· καὶ νικᾷ μὲν βασιλεὺς Ἰουστινιανὸς ὑπὸ στρατηγοῦντι Βελισαρίῳ, ἐπάνεισι δὲ παρὰ τὸν βασιλέα, τὸ στράτευμα ἔχων ἀκραιφνὲς ὅλον ὁ στρατηγός, καὶ δίδωσιν αὐτῷ λάφυρα βασιλεῖς τε καὶ βασιλείας, καὶ [17] πάντα τὰ ἐν ἀνθρώποις ἐξαίσια. κατὰ δὲ τὸ μέσον ἑστᾶσιν ὅ τε βασιλεὺς καὶ ἡ βασιλὶς Θεοδώρα, ἐοικότες ἄμφω γεγηθόσι τε καὶ νικητήρια ἑορτάζουσιν ἐπί τε τῷ Βανδίλων καὶ Γότθων βασιλεῖ, δορυαλώτοις τε καὶ ἀγωγίμοις [18] παρ' αὐτοὺς ἥκουσι. περιέστηκε δὲ αὐτοὺς ἡ Ῥωμαίων βουλὴ σύγκλητος, ἑορτασταὶ πάντες. τοῦτο γὰρ αἱ ψηφῖδες δηλοῦσιν ἐπὶ τοῖς προσώποις ἱλαρὸν αὐτοῖς [19] ἐπανθοῦσαι. γαυροῦνται οὖν καὶ μειδιῶσι τῷ βασιλεῖ νέμοντες ἐπὶ τῷ ὄγκῳ τῶν πεπραγμένων ἰσοθέους τιμάς· ἠμφίασται δὲ μαρμάρων εὐπρεπείᾳ τὰ ἐντὸς ἅπαντα μέχρι ἐς τὰς ὑπεράνω ψηφῖδας, οὐχ ὅσα ἐπανέστηκε μόνον, [20] ἀλλὰ καὶ τὸ ἔδαφος ἐφεξῆς ὅλον. τῶν δὲ μαρμάρων ἔνια μὲν λίθου Σπαρτιάτου ἐκεῖ σμαράγδῳ ἴσα, ἔνια δὲ πυρὸς φλόγα μιμοῦνται· λευκὸν δὲ τῶν πλειόνων τὸ εἶδος, οὐ λιτὸν μέντοι, ἀλλ' ὑποκυμαίνει κυαναυγεῖ ὑπογεγραμμένον μεταξὺ χρώματι. ταῦτα μὲν οὖν τῇδέ πη ἔχει.
[11]
[1] Ἐκ δὲ τῆς Προποντίδος ἐσπλέοντι ἐς τὰ πρὸς ἕω τῆς πόλεως, βαλανεῖον ἐν ἀριστερᾷ ἐν δημοσίῳ ἐστίν. ὅπερ Ἀρκαδιαναὶ μὲν ἐπικαλεῖται, Κωνσταντινούπολιν [2] δὲ πηλίκην οὖσαν ἐπικοσμεῖ. αὐλὴν ἐνταῦθα ὁ βασιλεὺς οὗτος ἐδείματο, τῆς μὲν πόλεως προβεβλημένην, καὶ τοῖς μὲν ἐκείνῃ διατριβὴν ἔχουσιν ἐς περιπάτους ἀεὶ ἀνειμένην, [3] ἐς δὲ τὸ ἐνορμίσασθαι τοῖς περιπλέουσι. ταύτην ἥλιος καταλάμπει μὲν ἀνίσχων τῇ αἴγλῃ, ἐκτρεπόμενος δὲ ἀμφὶ τὰ πρὸς ἑσπέραν ἐν ἐπιτηδείῳ ἐπισκιάζει. ταύτην ἡ θάλασσα περιρρεῖ ἀτρεμὴς ἐν ἡσυχίᾳ περιχεομένη τῷ ῥείθρῳ, ποταμοῦ τρόπον ἐκ πόντου ἰοῦσα· ὥστε καὶ προσδιαλέγονται τοῖς περιπλέουσιν οἱ τοὺς περιπάτους ποιούμενοι.
[4] ἡ γὰρ θάλασσα κατατείνουσα μὲν ἐς ἄβυσσον μέχρι ἐς τῆς αὐλῆς τὴν κρηπῖδα πλώιμος ἐνταῦθα ταῖς ναυσὶ γίνεται, τῆς δὲ γαλήνης τῷ ὑπερβάλλοντι τοὺς ἑκατέρωθι ὄντας ἐπιμίγνυσιν ἐς τοὺς διαλόγους ἀλλήλοις.
[5] τὰ μὲν οὖν κατὰ τῆς θαλάσσης τὸ γειτόνημα τῇ αὐλῇ τῇδέ πη ἔχει, καλλωπιζομένῃ μὲν τῇ ἐς αὐτὴν ὄψει, περιπνεομένῃ δὲ ἁπαλαῖς οὔσαις ταῖς ἀπ' αὐτῆς αὔραις.
[6] καὶ κιόνων δὲ καὶ μαρμάρων κάλλει ὑπερφυεῖ τά τε αὐτῆς ἐδάφη καὶ τὰ ὕπερθεν καλύπτεται πάντα· ὧν ἡ αἴγλη ὑπεράγαν λευκή τίς ἐστι, ταῖς τοῦ ἡλίου αὐγαῖς ἐπιεικῶς [7] ἀπαστράπτουσα. καὶ μὴν καὶ εἰκόνες αὐτὴν κοσμοῦσι παμπληθεῖς, αἱ μὲν χαλκαῖ, αἱ δὲ τῷ λίθῳ ἐπιξυσθεῖσαι, θέαμα λόγου πολλοῦ ἄξιον. εἰκάσαις ἂν ἢ Φειδίου τοῦ Ἀθηναίου ἢ τοῦ Σικυωνίου Λυσίππου ἔργον ἢ [8] Πραξιτέλους αὐτὰς γεγονέναι. ἐνταῦθα καὶ Θεοδώρα ἡ βασιλὶς ἐπὶ κίονος ἕστηκε· τοῦτο γὰρ ἀνατέθεικεν ἡ πόλις [9] αὐτῇ ὑπὲρ τῆς αὐλῆς χαριστήριον. καὶ ἡ μὲν εἰκὼν εὐπρόσωπος, ἀλλὰ τῆς βασιλίδος τῷ κάλλει ἐλάσσων, ἐπεὶ αὐτῆς τὴν εὐπρέπειαν λόγῳ τε φράσαι καὶ ἰνδάλματι ἀπομιμεῖσθαι ἀνθρώπῳ γε ὄντι παντάπασιν ἀμήχανα ἦν· ἁλουργὸς δὲ ὁ κίων καὶ πρὸ τοῦ ἐκτυπώματος ὅτι δὴ βασιλίδα φέρει διαφανῶς ἐνδεικνύμενος.
[10] Ὅπερ δὲ ὕδατος εὐπορίας πέρι ἐνταῦθα διαπεπόνηται τῷ βασιλεῖ τούτῳ αὐτίκα δηλώσω. θέρους ὥρᾳ ἡ βασιλὶς πόλις ὕδατος ὑπεσπάνιζεν ἐκ τοῦ ἐπὶ πλεῖστον, καίπερ [11] ἐς τοὺς ἄλλους καιροὺς διαρκὲς ἔχουσα. τοῦ γὰρ καιροῦ τηνικάδε αὐχμοὺς ἔχοντος ἐλασσόνως ἢ κατὰ τὰς ἄλλας ὥρας αἱ πηγαὶ τὸ ὕδωρ ἀποβλυστάνουσαι καταδεεστέραν [12] παρείχοντο τὴν ὀχεταγωγίαν τῇ πόλει. διὸ δὴ ὁ βασιλεὺς ἐπενόει τοιάδε. κατὰ τὴν βασιλέως στοάν, ἵνα δὴ τὰς δίκας παρασκευάζονται οἵ τε ῥήτορες καὶ εἰσαγωγεῖς καὶ εἴ τινες ἄλλοι τοῦ ἔργου τούτου ἐπιμελοῦνται, αὐλή τίς ἐστιν ὑπερμεγέθης, περιμήκης μὲν καὶ εὔρους ἱκανῶς ἔχουσα, ἐν τετραπλεύρῳ δὲ περίστυλος οὖσα, οὐκ ἐπὶ γεώδους ἐδάφους τοῖς αὐτὴν δειμαμένοις, ἀλλ' ἐπὶ [13] πέτρας πεποιημένη. στοαί τε τὴν αὐλὴν περιβάλλουσι τέσσαρες, κατὰ πλευρὰν ἑκάστην ἑστῶσαι. ταύτην τε οὖν καὶ τῶν στοῶν μίαν, ἥπερ αὐτῆς τέτραπται πρὸς ἄνεμον νότον, ἐς βάθους μέγα τι χρῆμα κατορύξας Ἰουστινιανὸς βασιλεύς, ἀποβαλλομένοις τῇ περιουσίᾳ κατὰ τὰς ἄλλας ὥρας τοῖς ὕδασιν ἐς θέρος ἐν ἐπιτηδείῳ θησαυρὸν ἔθετο.
[14] δεχόμενα γὰρ τὰ ἔλυτρα τάδε τοῦ ὀχετοῦ τὴν ἐπιρροὴν ὑπερβλύζοντος στενοχωρουμένοις μὲν τοῖς ὕδασι τότε χαρίζεται χώραν, ποθεινῶν δὲ αὐτῶν γινομένων ἐπὶ καιροῦ [15] τοῖς δεομένοις παρέχεται πόρον. οὕτω μὲν μὴ προσδεῖν Βυζαντίοις ποτίμων ὑδάτων βασιλεὺς Ἰουστινιανὸς διεπράξατο.
[16] Καὶ βασίλεια δὲ ἀλλαχόθι δεδημιούργηκεν αὐτὸς καινουργήσας ἔν τε τῷ Ἡραίῳ, ὃ νῦν Ἱερὸν ὀνομάζουσι, καὶ Ἰουκουνδιάναις ταῖς καλουμέναις· ὧν δὴ οὔτε τὸ μεγαλοπρεπὲς σὺν τῷ ἐς τέχνην ἠκριβωμένῳ, οὔτε τὸν ὄγκον ἂν σὺν τῷ εὐπρεπεῖ λόγῳ φράσαι ποτὲ ἱκανῶς [17] ἔχοιμι. ἀλλ' ἀποχρήσει ταῦτα εἰπεῖν βασίλειά τε εἶναι καὶ πρὸς Ἰουστινιανοῦ γεγονέναι παρόντος τε καὶ ἐπιτεχνωμένου, καὶ οὐδενὸς ἀπεριόπτου, ὅτι μὴ χρημάτων, καθισταμένου. ταῦτα γὰρ οὐχ οἷόν τέ ἐστι μὴ καὶ λόγου [18] κρατεῖν. ἐνταῦθα δὲ καὶ λιμένων σκέπας ἀποτετόρνευται οὐ πρότερον ὄν. ἀκτὴν γὰρ εὑρὼν ἑκατέρωθι τοῖς τε ἀνέμοις καὶ ταραχῇ τοῦ ῥοθίου ἀποκειμένην, σωτήριον [19] εἶναι τοῖς πλέουσι κατεστήσατο ὧδε. τὰς κιβωτοὺς καλουμένας ἀναρίθμους τε καὶ παμμεγέθεις πεποιημένος, ἀμφοτέρωθέν τε αὐτὰς τῆς ἠϊόνος ἐπὶ πλεῖστον ἐγκαρσίας ἀπορριψάμενος, ἀεί τε τῶν προτέρων καθύπερθεν ἑτέρων ἐν τάξει ἐπιβολὴν ἐντιθέμενος, τοίχους πλαγίους ἀπ' ἐναντίας ἀλλήλων ἀνέστησε δύο ἐκ τῶν τῆς ἀβύσσου κρηπίδων μέχρι ἐς τὸ ὕδωρ, ᾧ δὴ αἱ νέες ἐναπερειδόμεναι [20] πλέουσι. πέτρας τε τὸ λοιπὸν ἀποτόμους ταύτῃ ἐμβέβληται. ὧν δὴ πρὸς τοῦ ῥοθίου ἀρασσομένων, ἀποκρουομένων τε τὴν τοῦ κλυδωνίου ἐπίθεσιν, καὶ ἀνέμου χειμῶνος ὥρᾳ καταβάντος σκληροῦ, διαμένει τὰ ἐντὸς ἡσυχῆ ἅπαντα τῶν τοίχων, μεταξὺ μιᾶς ἀπολελειμμένης [21] ἐπὶ τὸν λιμένα τοῖς πλοίοις εἰσόδου. ἐνταῦθα δὲ καὶ ἱερὰ τεμένη πεποίηται, ᾗπέρ μοι ἔμπροσθεν δεδιήγηται, καὶ στοάς τε καὶ ἀγορὰς καὶ λουτρῶνας ἐν δημοσίῳ καὶ τὰ ἄλλα σχεδόν τι πάντα· ὥστε δὴ ταῦτα τῶν ἐν τῇ [22] πόλει βασιλείων ἐλασσοῦσθαι μηδέν. καὶ λιμένα δὲ ἄλλον ἐτεκτήνατο ἐν τῇ ἀντιπέρας ἠπείρῳ, ἐν τοῖς Εὐτροπίου ἐπωνύμοις, τοῦ Ἡραίου τοῦδε οὐ πολλῷ ἄποθεν, κατὰ ταὐτὰ εἰργασμένον τοῖς ἄλλοις, ὧνπερ ἐπεμνήσθην ἀρτίως.
[23] Τὰ μὲν οὖν Ἰουστινιανῷ βασιλεῖ ἐν πόλει δεδημιουργημένα τῇ βασιλίδι, ὡς διὰ βραχυτάτων εἰπεῖν, ταύτῃ πη ἔχει. ὃ δὲ μόνον ἡμῖν ἐνταῦθα δὴ ἀπολέλειπται [24] αὐτίκα δηλώσω. τῇδε τοῦ βασιλέως τὰ διαιτητήρια ἔχοντος, διὰ μέγεθος τῆς βασιλείας, ἐκ πάσης γῆς ὅμιλος ἀνθρώπων [25] τῇ πόλει παντοδαπὸς ἐπεισέρχεται. παραγίνεται δὲ αὐτῶν ἕκαστος ἢ πράξει τινὶ ποδηγούμενος ἢ ἐλπίδι ἢ τύχῃ, πολλοὶ δέ τινες, οἷς δὴ τὰ κατὰ τὴν οἰκίαν οὐκ ἐν καλῷ κεῖται, βασιλέως δεησόμενοι, τῇ πόλει ἔνδημοι γίνονται διὰ βίαν τινὰ ἢ πιέζουσαν ἢ ἐγκειμένην [26] ἢ μέλλουσαν. οἷσπερ συμβαίνει πρὸς τῇ ἄλλῃ ἀμηχανίᾳ καὶ οἰκίας ὑποσπανίζειν, οὐχ οἵοις τε οὖσι τὴν ὑπὲρ τῆς [27] ἐνταῦθα διατριβῆς προέσθαι μίσθωσιν. ταύτην δὲ αὐτοῖς βασιλεύς τε Ἰουστινιανὸς καὶ ἡ βασιλὶς Θεοδώρα τὴν ἀπορίαν διέλυσαν. τῆς γὰρ θαλάσσης ὡς ἀγχοτάτω, ἵνα δὴ Στάδιον ὁ χῶρος καλεῖται (ἀγῶσι γάρ, οἶμαι, τὸ παλαιὸν ἀνεῖτό τισι) ξενῶνας ὑπερμεγέθεις ἐδείμαντο, τοῖς τὰ τοιαῦτα ταλαιπωρουμένοις ἐπὶ καιροῦ γενησομένους καταλυτήρια.