491 25 0 0 1 0 VI d. C. Filosofia Simplicius De caelo i (interpretatio Graeca ex Kc) Heiberg, J.L., Berlin, Reimer, 1894. 4

Simplicius - De caelo

[1]    [Κἀκεῖνο δὲ τῆς τοῦ Ἀλεξάνδρου σπουδῆς ἀνάξιον, ὡς οἶμαι, φάναι, ὡς, εἰ δυνατὸν ἦν τῷ θεῷ τὸ κακὸν ἀπολέσαι, οὐδὲν ἂν ἐβουλήθη πρὸ τούτου. καὶ διὰ τί δὴ μὴ καὶ τῶν ἄλλων τῶν γενητῶν ἕκαστον ἄφθαρτον ἐποίησεν; ἐν ἑκάστῳ γάρ, φησίν, εὔλογον ἀνεπίφθονον εἶναι τὸ θεῖον. ταῦτα γάρ ἐστιν ἀνδρὸς πρῶτον μὲν τὴν τοῦ θεοῦ δύναμιν τῆς βουλήσεως [2] ἐνδεεστέραν νομίζοντος. καίτοι τί ἂν ἦν ἐμποδὼν τῇ τοῦ θεοῦ δυνάμει τοῦ πάντων τῶν ὄντων τὰς φύσεις παραγαγόντος; εἰ δ' ἀγαθὸν ὅλως ἐνόμισε μὴ εἶναι τὸ κακόν, πῶς ἂν αὐτῷ χώραν τοῦ ὑπεισελθεῖν εἰς τὰ ὄντα παρέσχεν τοιαῦτα τὰ ἔσχατα ποιήσας, ὡς τὸ κακὸν προσφύεσθαι αὐτοῖς; καὶ ταῦτα πρὸς Ἀλέξανδρόν φημι οὐ βουλόμενον δύο ἀρχὰς τῶν ὄντων λέγειν, ἀλλ' ὑπ' Ἀριστοτέλους πεπεισμένον μίαν ἀρχὴν τιθέναι βοῶντος "οὐκ ἀγαθὸν πολυκοιρανίη"· ἔπειτα παντάπασιν ἀγνοεῖν δοκεῖ τὴν δύναμιν τῶν ἐν Θεαιτήτῳ περὶ τοῦ κακοῦ εἰρημένων, δι' ὃ καὶ τὸ συνεκτικὸν τοῦ δόγματος ἐν τῇ τοῦ δόγματος ἀναπτύξει παρέλιπεν τὸ δηλονότι "ὑπεναντίον γάρ τι τῷ ἀγαθῷ εἶναι ἀνάγκη". τὸ γὰρ κείμενον οὕτως ἔχει· "ἀλλ' οὔτε ἀπολωλέναι τὰ κακὰ δυνατόν, ὦ Θεόδωρε· ὑπεναντίον γάρ τι τῷ ἀγαθῷ εἶναι ἀνάγκη" καὶ τὰ ἑξῆς. εἰ γὰρ μέχρι τοῦ οὐρανοῦ ἐν τῇ προόδῳ τῆς ἐνεργείας ἔστη ὁ θεός, οὐκ ἂν ἔσχε τὸ κακὸν πάροδον εἰς τὰ ὄντα· ἐπεὶ δὲ πάσης ἀγαθότητος ὁ θεὸς ὑπάρχει πηγή, ταύτῃ τοι καὶ τὴν ἐκτὸς ἀγαθότητα οὐ παρέλιπε τὴν τῶν ὑπὸ σελήνην, ἔνθα γένεσις καὶ φθορὰ καὶ οὐ μόνον εἶδος ἀλλὰ καὶ ἡ τοῦ εἴδους στέρησις ἀναγκαίως γέγονεν, ὡς ὑπεναντίον τι τῷ ἐσχάτῳ γενέσθαι ἀγαθῷ, ὅπερ κατὰ τὴν αὐτοῦ [363] στέρησιν θεωρεῖται. εἰ δὲ τοῦτο μὴ ἦν, καὶ οὐδὲ τὸ ἀντικείμενον αὐτῷ ἔσχατον ἀγαθὸν ἦν, οὐδ' ὁ θεὸς ἂν ἦν πάσης ἀγαθότητος αἴτιος, ὥστε οὐδὲ βούλοιτ' ἂν ὁ θεὸς ἀπολέσθαι τὰ κακά· βούλοιτο γὰρ ἂν καὶ τὰ ἀντικείμενα αὐτοῖς ἀγαθὰ ἀπολέσθαι καὶ ἑαυτὸν μηκέτι πάσης ἀγαθότητος εἶναι αἴτιον. εἰ δέ τις φαίη· τί δὲ κωλύει καὶ τὰ ἀγαθὰ τῇδε εἶναι καὶ τὰ κακὰ μὴ εἶναι; ἀγνοεῖ, ὅτι οὐκέτι ταῦτα ἦν ἂν ἀγαθά· οὐ γὰρ ἂν ἦν δικαιοσύνη ἡ ἀνθρωπίνη καὶ σωφροσύνη, εἰ μὴ δυνατὸν ἦν αὐτὰς κατατριφθείσας εἰς τὰς στερήσεις ἑαυτῶν μεταβάλλειν· οὐδ' ἂν ἡ ὑγίεια ἦν τῶν στοιχειωτῶν ζῴων, εἰ μὴ καὶ νοσεῖν ἐδύναντο· ἀλλ' οὐδ' ἦσαν ἂν αἱ δυνάμεις τῶν ψυχῶν καὶ αἱ ἀπειρίαι τῶν ἀτόμων σωμάτων, καὶ ταύτῃ δὴ τὸ τῶν ψυχῶν καὶ τῶν σωμάτων γένος ἀποτετμημένον ἂν ἦν παντάπασιν ἀπὸ τοῦ κόσμου, καὶ ἦν ἂν ἔτι ὁ κόσμος ἀτελὴς οὐκέτι τῶν ἐσχάτων ἀγαθῶν πλήρης, καὶ τὰ πρῶτα ἀγαθὰ τῇ ἐσχάτῃ καὶ ἀπόνῳ τελειώσει τῶν πλημμελούντων ὑπὸ τῆς ὕλης ἐδόκουν ἂν διαφέρειν μηδέν. ὅρα οὖν, πόσων καὶ πηλίκων κακῶν αἰτία ὑπῆρξεν ἂν ἡ τῶν κακῶν ἀπώλεια· καὶ δῆλον, ὅτι καὶ μὴ βουλόμενος αὐτὸ οὐκ ἂν ἦν ἀγαθός. ἀλλὰ καλῶς ὁ [3] Πλάτων ἀναγκαίαν ὑπάρχουσαν τὴν τοῦ κακοῦ πρόσφυσιν διὰ τὸ ἀγαθὸν αὐτός τε οἶδεν καὶ τοῖς ὕστερον ἀπεφήνατο. ἐκ δὲ τῶν εἰρημένων δῆλον, καὶ διὰ τί μηδὲ τῶν γενητῶν καὶ φθαρτῶν ἕκαστον ἄφθαρτον ἐβουλήθη ποιῆσαι].