3760 234 0 1 0 0 IV d. C. Retorica Libanius IX Declamationes Foerster, R., Leipzig, Teubner, 1922 Rist. 1997, Hildesheim, Olms. 56

Libanius - Declamatio IX

Μετὰ τὰ ἐν Σαλαμῖνι ἀναλαμβάνειν ἀξιοῖ Νεοκλῆς τὸν Θεμιστοκλέα, ὁ δὲ ἀντιλέγει.

Ὁ Νεοκλῆς.

[1]   Ἄνδρες δικασταί, ἀποδίδωσί μοι τὰ κατωρθωμένα τὸν υἱὸν καὶ πάλιν βούλομαι ψήφῳ καλεῖσθαι Θεμιστοκλέους πατήρ. καὶ βραχέος μὲν ᾤμην δεήσειν μοι πρὸς τοῦτο λόγου καὶ τοσούτου μόνον ὅτι τὸν παῖδα πρὸς τὸν κλῆρον εἰσάγω· ἐπειδὴ δὲ φεύγει με Θεμιστοκλῆς καὶ τὴν περὶ ταῦτα χάριν οὔτε λαβεῖν οὔτε δοῦναι βούλεται καθάπερ ἠδικημένος τι παρ' ἡμῶν, ἐὰν ἐπιδείξω αὐτὸν τὰ μέγιστα δι' αὐτῶν ὧν ἠδικῆσθαι νομίζει κεκερδακότα, ὑμεῖς ἡμῖν ἀμφοτέροις, ὦ ἄνδρες δικασταί, βοηθήσατε, τούτῳ μὲν τὸ μηκέτ' ἔξω τῶν πατρῴων εἶναι παρέχοντες, ἐμοὶ δὲ τὸ τούτῳ συνοικεῖν.

[2]    Ἐνόμιζον μὲν οὖν, ὦ ἄνδρες δικασταί, τοῦ Μήδου πεφευγότος αὐτόν μοι προσελθόντα Θεμιστοκλέα καὶ τὴν δεξιὰν ἐμβαλόντα μεμνήσεσθαί τε τῆς οἰκίας καὶ ταῦτα ἀξιώσειν ἔχειν ἐφ' ἃ καλεῖται νῦν παρ' ἡμῶν, καὶ γὰρ εἰ πολλὰ καὶ μεγάλα αὐτῷ καὶ κρείττονα ἐλπίδος τὰ πεπραγμένα, ἀλλ' οὐδὲν αὐτὸν τῶν πάντων ἡγούμην ἀποστήσειν τῆς πρὸς τὸν οἶκον τὸν πατρῷον εὐνοίας· ἐπειδὴ δὲ αὐτοῦ μου προσιόντος καὶ δεομένου τῶν ἐμῶν εἶναι δεσπότην οὐ προσδέχεται τοὺς λόγους, ἀλλ' ἀποπηδᾷ καὶ καταφρονεῖ καὶ τὰς δεήσεις ἀτιμάζει, πεισθήτω παρ' ὑμῶν εἶξαι καὶ συγχωρῆσαι τῷ πατρὶ καὶ μὴ διαβαλλέτω τὴν ἐκ τοῦ πολέμου λαμπρότητα τῇ πρὸς ἐμὲ χαλεπότητι.

[3]    Τῇ μὲν οὖν δόξῃ καὶ τῇ δεινότητι χαίρω Θεμιστοκλέους, τί γὰρ ἂν ἥδιον γένοιτο πατρὶ τοῦ τηλικαῦτα μὲν αὐτῷ δεδυνῆσθαι τὸν υἱόν, ἐπαίνων δὲ πανταχοῦ τῆς οἰκουμένης τυγχάνειν, αὐτὰ δὲ ταῦτα οἷς εὐφραίνομαι μεγάλα μοι πρὸς τὴν παροῦσαν σπουδὴν ἐναντιώματα γίγνεται· δέος γάρ ἐστιν, ὦ ἄνδρες δικασταί, μὴ τὰ μὲν τῇ σοφίᾳ τῇ τούτου παραχθέντες, τὰ δὲ τὴν δόξαν τὴν ἀπὸ τῶν ἀγώνων αἰσχυνθέντες τὴν Θεμιστοκλέους ἄδικον φιλονεικίαν ἰσχυροτέραν ὧν ἡμεῖς παρεχόμεθα δικαίων ποιήσησθε.

[4] οὐ μὴν ἀλλ' εἰ ἐμοὶ μὲν ταῦτα ἥδιστα, τούτῳ δὲ ἐγίγνετο βλαβερά, λόγον ἂν εἶχεν ὑμῖν ἡ πρὸς τὸν εὐεργέτην χάρις· ἐπειδὴ δὲ οἷς ἂν αὐτὸς ἡσθείην, ταῦτα τούτῳ λυσιτελοῦντα φανήσεται, μὴ κατὰ Θεμιστοκλέους, ὦ ἄνδρες Ἀθηναῖοι, τιμήσητε τὴν Θεμιστοκλέους δόξαν μηδὲ θῆσθε ψῆφον ᾗ νῦν οὗτος ἡσθεὶς μετὰ ταῦτα μέμψεται.

[5]

ὁ μὲν οὖν ἀνὴρ θυμοῦ μεστός, ὡς ὁρᾶτε, καὶ δυσχεραίνει μου τὸν λόγον, ἀκουσάτω δὲ ὅμως διὰ τέλους καὶ τοῦτο ὑπομεινάτω καὶ τάχα ἔσται πρᾳότερος. καλείτω δὲ τὸν λόγον, εἰ μὲν βούλεται, νουθεσίαν, εἰ δ' ἐθέλει ἥδιον, ἀπολογίαν. παραιτοῦμαι δὲ αὐτόν, ἐὰν ἀναγκασθῶ μνησθῆναί τινος ὧν οὐκ ἂν ἠβουλόμην, τῶν ἀναγκασάντων ἡγεῖσθαι τὰ ῥήματα.

[6]    Ἐποιησάμην, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτον ἐκ γυναικὸς ἧς ἐδόκει τῇ Τύχῃ κἀκείνην τε, ὥσπερ ὑμῶν ἕκαστος ἣν ἔχει κατὰ τοὺς νόμους ἔστεργον καὶ τοῦτον ἔτρεφον, ὥσπερ ὑμεῖς τοὺς ὑμετέρους αὐτῶν, τά τε ἄλλα καὶ παρὰ τοὺς διδασκάλους ἔπεμπον εἰδὼς ὅτι μέγα ταῖς ψυχαῖς ἡ παίδευσις ἀγαθόν.

[7] ἐνταῦθα οὗτος ἰσχὺν μὲν φύσεως ἐδείκνυ καὶ πολὺ ταύτῃ παρῄει τοὺς συμφοιτῶντας, ἐπείθετο δὲ οὐ πάντα τοῖς ἄγουσιν, ἀλλ' αὑτὸν ἐν τοῖς πολλοῖς ἐποίει κύριον καὶ πρὸς τὰς ὁρμὰς τῆς γνώμης αἱ τῶν παραινούντων ἐπῳδαὶ μικρὸν ἴσχυον. εἰς ἃ βλέπων τις τῶν διδασκάλων οὗτος ὁ νέος, πολλάκις ἔφη, ποτέροις μὲν αὑτὸν δώσει τῶν ἔργων, εἴτε τοῖς χείροσιν εἴτε τοῖς ἀμείνοσιν, οὐκ ἂν εἴη προειπεῖν. ὁποτέρωσε δ' ἂν ἀποκλίνῃ, μέγα τι ποιῶν ἐν ἐκείνῳ φανεῖται. καὶ οὐκ ἐψεύσατο. ὁρᾶτε γοῦν ἡλίκους ὑμῖν ἔλυσε φόβους.

[8] ἀλλὰ ταῦτα μὲν ὕστερον, τότε δέ, ὦ ἄνδρες Ἀθηναῖοι, πολλὰ τούτου πράττοντος ἐφ' οἷς ὑπὸ τῶν φίλων ἐνεκαλούμην ἐγώ, παρ' ἐμοῦ γὰρ ἡγοῦντο δεδόσθαι τὴν ἐξουσίαν, ἔλεγον πρὸς τοῦτον· ὦ παῖ, παῦσαι τούτων τῶν ἔργων ἃ τοὺς μὲν ἐπιτηδείους ἡμῖν ἀνιᾶ, τοὺς δὲ δυσμενεῖς εὐφραίνει. κράτει τῶν ἡδονῶν αἷς ἀκολουθεῖ ψόγος. μέγα φρονοῦσιν οἱ τῶν ἄλλων πατέρες ἐπὶ τοῖς υἱέσιν, ἐγὼ δὲ ἐρυθριῶ. καὶ πρὸς Διός, ὦ ἄνδρες δικασταί, εἴ τι ψεύδομαι τούτων, οὗτος αὐτὸς ὑφ' ὑμῶν ἐρωτάσθω. φήσει γὰρ ὡς ἀκήκοε καὶ ταῦτα καὶ ἔτι πλείω. μάτην δὲ ἄρα ἔλεγον. ἑαυτῷ γὰρ ἠξίου προσέχειν, ἀλλ' οὐ τῷ πατρί.

[9] τὰ μὲν οὖν ἄλλα καὶ φέρειν οἷός τε ἦν ἀχθόμενος μέν, ὅμως δὲ πείθων ἐμαυτὸν ἀνέχεσθαι· ἐφ' ᾧ δὲ λίαν ἐπλήγην τότε μὲν ἐπράχθη, νῦν δὲ οὐκ εἰρήσεται. ὧν γὰρ καὶ ὑμᾶς εὐξαίμην ἂν ἐπιλήσεσθαι, πῶς ἂν ταῦτα δίκαιος εἴην εἰς μέσον φέρειν; ἀλλ' οὗτός γε μέμνηται καὶ τί τὸ πεπραγμένον καὶ ποῦ καὶ πότε.

[10] τότ' οὖν ἐλογιζόμην πρὸς ἐμαυτόν, ὡς, εἰ μὲν ἐπιτρέποιμι ταῦτα ὁδῷ βαδίζειν, γενναῖος ἀπολεῖταί μοι παῖς καὶ οὐκ ἐμοὶ μόνον, ἀλλὰ καὶ τῇ πατρίδι· εἰ δὲ ἐπιστροφήν τινα ποιησαίμην καὶ λυπήσαιμι καὶ δίκην ἐπιθείην δυναμένην βοηθῆσαι τῇ φύσει, κερδανῶ μὲν αὐτός, κερδανεῖ δὲ ἡ πόλις, ἔσται δὲ ἡ δόξα μὲν τῆς οἰκίας, ὁ καρπὸς δὲ κοινός.

[11] σκοπῶν δὴ παρ' ἐμαυτῷ πῶς ἂν τοῦτο γένοιτο καὶ τὰς ἐκ λόγων βουλὰς ὑπεροφθείσας ὁρῶν ἦλθον ἐπὶ τὴν ἀπὸ τῶν πραγμάτων καὶ τοὺς δικαστὰς λαβὼν συνοργιζομένους διέστησα τοῦτον ἐμαυτοῦ πολλὰ μὲν πρὸ τοῦ δικαστηρίου, νὴ Δία, δακρύσας, πολλὰ δὲ ἐν αὐτῷ παρὰ πάντα τὸν λόγον, πολὺ δὲ πλείω μετὰ τὰς ψήφους οἴκοι. τὰς γὰρ ἀποκηρύξεις οὐ τῶν ἐκβαλλομένων μᾶλλον εἶναι δεῖ νομίζειν ἀθυμίαν ἢ τῶν ἠναγκασμένων ἐκβαλεῖν. ὁ μὲν γὰρ οὐκ ἔχει τὴν οἰκίαν, ὁ δὲ οὐκ ἔχει τὸν υἱόν.

[12] διῆγον οὖν ἐν οἷσπερ οἱ συμφοραῖς κεχρημένοι πότους μὲν καὶ σύνδειπνα καὶ τὰ τέρψιν ἔχοντα πάντα ἁπλῶς ἀποδιδράσκων, αἰτῶν δὲ νύκτα καὶ ἡμέραν παρὰ τῶν θεῶν ἐπιθυμίαν βελτιόνων ἔργων ἐνθεῖναι Θεμιστοκλεῖ. καὶ οὐκ ἠτύχησα. γενόμενος γὰρ ἐφ' ἑαυτοῦ καὶ τὴν ψυχὴν ἀλγήσας καὶ καταστὰς εἰς τὴν ὑπὲρ τῶν ἀναγκαίων φροντίδα κάλλη μὲν σωμάτων καὶ τοὺς περὶ ταῦτα ἔρωτας καὶ τὰς οὐκ ἐπαινουμένας ἡδονὰς οὐκέθ' ὁμοίως ἐδίωκεν οὐδ' ἠμέλει παντελῶς τῆς διανοίας, ἀλλὰ καὶ χρηστῶν ἔργων ἐμέμνητο καὶ μεθίστη τινὰ καὶ μετέβαλλε καὶ τὴν φύσιν οὐχ ὁμοίως ἀπώλλυε καί τινα ἀγρυπνίαν ἠγρύπνει βελτίω τῶν προτέρων εἰς Μιλτιάδην βλέπων καὶ τὸ Μαραθῶνι τρόπαιον. ἐφ' οἷς αὐτὸν ὁρμήσας ἀναλαβεῖν ἐπέσχον τοῦ ῥιζωθῆναι τὴν ἀρετήν.

[13] τούτων, ὦ ἄνδρες δικασταί, γιγνομένων πολλοί μοι προσιόντες καὶ τῶν ἀναγκαίων καὶ τῶν ἐπιτηδείων εὖγε, ὦ Νεόκλεις, ἔλεγον. καλῶς εἶδες ὅθεν ἂν ἐπανορθώσαις τὸν υἱόν. εἰς δέον, ὡς ἔοικε, πάντα ἐκεῖνά σοι πέπρακται. μεγάλας φροντίδας εἰς τὸν νοῦν ἐμβέβληκε καὶ προσδέχεται κίνησιν Περσικὴν καὶ πῶς ἂν τὴν προσβολὴν ἀποκρούσαιτο σκοπεῖ.

[14] καὶ ταῦτα ἀκούων ἡδόμην τε καὶ τῶν ἐλπίδων εἰς λύσιν τῆς ἀποκηρύξεως ἀνέμενον τὸ τέλος. ὃ καλῶς ποιοῦν ἥκει. μέγας ἡμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, Θεμιστοκλῆς ἐν βουλαῖς, ἐν ἔργοις, ἐν λόγοις, ἐν ὅπλοις, ἐν γῇ, ἐν θαλάττῃ, ἐν τοῖς Ἕλλησιν, ἐν τοῖς βαρβάροις. καὶ διὰ τὴν τούτου γνώμην οἷς ἠκολουθοῦμεν ἡγεμόσι, τούτων πεφήναμεν βελτίους. λύεται δὴ μετὰ τῶν κοινῶν φόβων καὶ τῆς ἀποκηρύξεως ἡ γνῶσις καὶ τὸ εἰκὸς ὁ καιρὸς λαμβάνει. ὥσπερ γὰρ πρότερον ἐκείνων ἔδει τῶν τοῦτον σωφρονιούντων, οὕτω νῦν τῆς ἀρετῆς ἀνωμολογημένης πεπαῦσθαι χρὴ ταῦτα ὧν πρότερον ἔδει.

[15]    Ἀλλ' οὐ βούλομαί φησιν. ἀλλὰ βουλήθητι. τὸ γὰρ ἐθέλειν ἄμεινον, ἔνθα ἂν ᾖ τὸ μὴ βούλεσθαι κακόν. καὶ δεῖ δή που τὸν οὐχὶ βουλόμενον εἰκότως φαίνεσθαι μὴ βεβουλημένον. εἰ δὲ οἱ λογισμοὶ πρὸς τὴν πρᾶξιν ἐνάγοιεν, ὁ δὲ μάχοιτο, δικαίως ἂν ὅ γε τοιοῦτος καταναγκάζοιτο. σκόπει γάρ. ἐν ταῖς εἰσφοραῖς οἱ μὲν ἑτοίμως εἰσφέρουσιν, οἱ δ' ἥδιστ' ἂν μὴ θεῖεν, ἀλλ' ὅμως οὐδεὶς ἀνέξεται.

[16] Θηβαῖοι δὲ δικαίως ἂν μεθ' ὑμῶν πολεμοῦντες ἔδοσαν αὑτοὺς τῷ Μήδῳ καὶ συνεπεστράτευον. οὐκοῦν τὰ προσήκοντα μὴ βουληθεῖσι μεταμέλει νῦν καί εἰσιν ἀθλιώτατοι πάντων ἀνθρώπων ἐξ ὧν οὐκ ἠθέλησαν. πάλιν ἥκοντος ἐκ Δελφῶν τοῦ ξυλίνου τείχους καὶ σοῦ τὸν νοῦν εὑρόντος τῶν λογίων καὶ τὰς τριήρεις ἐν τῷ τείχει τούτῳ δηλοῦσθαι λέγοντος καὶ παραινοῦντος ἐκλείπειν τὴν πόλιν ἦσαν οἱ μὴ βουλόμενοι τοῦτο. καὶ καταμείναντες ὡς δὴ τῆς ἀκροπόλεως ξύλοις τετειχισμένης ἀπώλοντο κακῶς οἱ μὴ βουληθέντες.

[17]    Ὅταν οὖν λέγῃς δεινὸν εἶναι τὸ τὴν οἰκίαν ἄκοντα κομίσασθαι καὶ τιμωρίας διαφέρειν οὐδέν, μάνθανε πολλὰ τῶν ἀκουσίων τοῖς ἠναγκασμένοις λυσιτελήσαντα. ὁρᾷς τοὺς παῖδας τοὺς κομιδῆ τοὺς ἄκοντας ἑλκομένους εἰς τὰ διδασκαλεῖα; οὗτοι καταρῶνται μὲν τοῖς παιδαγωγοῖς, ἄκοντες δὲ γιγνόμενοι βελτίους ὕστερον ἐπαινοῦσι τὰς ἀνάγκας.

[18] καὶ τί λέγω τοὺς παῖδας; ἀλλὰ τὴν μεγάλην ταύτην καὶ θαυμαστὴν ναυμαχίαν πῶς συνήγαγες; ἆρ' ἑκόντων Ἑλλήνων καὶ βουλομένων συμπλέκεσθαι; καὶ μὴν ἐδέδοκτο φεύγειν καὶ ζητεῖν αἰσχρὰν σωτηρίαν, ἀλλ' ὅμως ταῦτα ἐγνωκότας ἔδειξας ἐξαίφνης ἐν μέσῳ τῶν βαρβάρων ὥστ' ἀνάγκην εἶναι ναυμαχεῖν. καὶ οἷς ἔδρων οὐχὶ βουληθέντες ἐνίκων καὶ ὧν ἔλαβον ἄν, εἰ προῄσθοντο, παρὰ σοῦ δίκην, ἀντὶ τούτων σὲ σωτῆρα τῆς Ἑλλάδος καλοῦσιν. οὕτως οὐδὲν θαυμαστὸν τὸ αὐτὸ καὶ βαρὺ τοῖς ποιοῦσιν εἶναι καὶ λυσιτελέστατον. καὶ νῦν μή μοι τοῦτο λέγε μόνον, ὡς οὐκ ἂν βουλοίμην καὶ ἄκοντι χαριζόμενος ἐν οἷς χαρίζῃ λυπεῖς, ἀλλ' εἰ μὴ καλὸν ἀκολουθῆσαι τοῖς τῷ πατρὶ δοκοῦσι καὶ δοῦναι χάριν ἐν τῷ λαβεῖν.

[19]    Τί δὲ καὶ τοσοῦτον μεμφόμενος ἥκεις ἐναντιῳσόμενος; ἀντεῖπόν σου ταῖς δημηγορίαις; ἤλγησα τοῖς κατορθώμασιν; ἐφθόνησα τοῖς ἐπαίνοις; ἐξήνεγκά τι πρὸς τοὺς ἐναντίους τῶν ἀπορρήτων; εἰπὲ τὸ ἀδίκημα. ἔλεγξόν με πονηρὸν περὶ σεαυτόν.

[20]    Ἀπεκήρυξάς με, φησί, καὶ τῆς οἰκίας ἐξέβαλες. λυπηρὸν τοῦτο, Θεμιστόκλεις, καὶ βαρὺ τοῖς παθοῦσιν. ἀνῃρήσθω τοίνυν τοῦτο τὸ λυπηρὸν τήμερον. εἰ μὲν γὰρ οὐκ ἠνιῶμεν τότε, τί χαλεπαίνεις; εἰ δ' ἐλυποῦμεν, ἐνταῦθα στήτω τὸ πρᾶγμα. σὺ δὲ ποιεῖς ἄτοπον ἐν ἐγκλήματι μὲν προφέρων τὴν ἀποκήρυξιν, αὐτὴν δὲ ταύτην ὅπως μενεῖ ποιῶν καὶ δι' ὁμοίας ὀργῆς ἀμφότερα λαμβάνων, τό τε τῆς οἰκίας ἀπελθεῖν τό τε αὖθις ἐκεῖσε ἄγεσθαι, ὥσπερ ἂν εἴ τις τὸν ὧν ἀπεστέρησε χρημάτων ταῦτα ἀποδιδόντα πάλιν δυσμενῆ κρίνοι παραπλησίως ἔν τε ἐκείνῳ καὶ τούτῳ.

[21]    Χωρὶς δὲ τούτων, ὅταν τὴν ἀποκήρυξιν λέγῃ, πόθεν ἐπὶ ταύτην ἦλθον, ἐρωτᾶτε αὐτόν. κἂν μὲν ὠμότητα ἐμὴν εὕρητε καὶ θυμὸν λόγον οὐκ ἔχοντα, ἐξέστω Θεμιστοκλεῖ μὴ μόνον φεύγειν τὴν οἰκίαν, ἀλλὰ καὶ δίκην ἑτέραν ἣν βούλεται λαμβάνειν· ἂν δὲ παρὰ τούτῳ τὸ τῆς αἰτίας ᾖ καὶ ὁ μὲν ἀναγκάσας ὁ παῖς, ὁ δὲ ἠναγκασμένος ἐγώ, συγγνώμην ἐχέτω τοῖς βιασθεῖσιν ἡμῖν.

[22] ἢ σὺ νομίζεις, Θεμιστόκλεις, ὅτι μισότεκνός τις ὢν ἐγὼ καὶ Σκύθης τὸν τρόπον καὶ τῆς φύσεως ἀλιτήριος καὶ τὸ μή σοι συνοικεῖν εὐδαιμονίαν τιθέμενος ἐδεήθην τότε δικαστῶν; οὐκ ἔστιν. ἀνὴρ Ἕλλην, Ἀθηναῖος, τῆς ἡμερωτάτης πόλεως, ἐν τοῖς ἤθεσι τῆς δημοκρατίας τραφείς, ὃν ἐγέννησα, ὃν ἀνέθρεψα, ὃν ἐν ταῖς ἐμαυτοῦ χερσὶν οὐκ ὀλιγάκις ἤνεγκα, ἐν ᾧ τὰς τοῦ γήρως εἶχον ἐπικουρίας, τοῦτον ὁρῶν εὔτακτον, κόσμιον, σώφρονα, τοῖς ὅλοις ἄμεμπτον ἐμίσουν, ἐξήλαυνον, ἐποίουν ἀλλότριον; ποῖον φάρμακον πιών; ἐκ ποίας μανίας κατ' ἐμαυτοῦ φέρων τὴν πληγήν;

[23] οὐκ ἦν ἀγριώτερος ἐγὼ τῶν θηρίων, οὐκ ἦν οἷος παραβῆναι τῆς φύσεως τὸν νόμον ὃν ἐκεῖνα τηρεῖ στέργοντα, κηδόμενα, προπολεμοῦντα τῶν τέκνων. οὐδ' ἠγνόουν ὅτι πᾶσα ἀποκήρυξις κοινὴ τοῦ τε ἀπιόντος τοῦ τε ἀπελαύνοντός ἐστι λύπη. ὥσπερ γὰρ ὁ λοιδορῶν ἐκεῖνον τὸν ἔξω τῆς οἰκίας ἂν εἴποι, οὕτως ὁ τοῦτον καὶ οὗτος ἂν εἴποι τὸν τοιοῦδε πατέρα.

[24] πῶς οὖν ταῦτα ἑκὼν ὑπέμεινα; οὐχ ἑκών, ὦ ἄνδρες Ἀθηναῖοι, μὰ τοὺς θεούς· ἀλλὰ τί δὴ παθών; αὑτὸν ἐρωτησάτω Θεμιστοκλῆς, οἶδε γάρ, καὶ ῥᾳδίως ἀποκρίναιτ' ἂν αὐτὸς αὑτῷ. τί οὖν ἐχρῆν με ποιεῖν; ἐπαινεῖν τὰ ἁμαρτήματα καὶ παρακαλεῖν ἐπ' αὐτῶν διατρίβειν καὶ χορηγεῖν εἰς αὐτά; καὶ τίς οὐκ ἂν ἔκρινέ με δικαίως; πῶς δ' οὐκ ἂν οὗτος αὐτὸς πρὸ τῶν ἄλλων ἁπάντων, εἰ κατέχειν δέον παρεῖχον εἰς ἃ μὴ προσῆκεν ἄδειαν, καὶ βελτίω ποιεῖν, ἐγὼ δὲ προσετίθην τοῖς χείροσι;

[25] τίς δ' ἂν ἔδοξα περὶ τὸν δῆμον εἶναι ῥᾴθυμος ὢν ἐν τοῖς ἐμαυτοῦ καὶ κακός; τίς δ' ἂν φίλου παίδων ἐπίτροπος πονηρὸς τῶν ἐμαυτοῦ γεγονώς; πατρὸς δὴ ποιῶν ἔργον ἐπηνώρθουν τὸν υἱόν. καὶ τὸ μὲν ὄνομα ἀηδές, ἀποκήρυξις, τὸ δὲ ἔργον καλόν, ἐπανόρθωσις. πεῖθε τούτους ἢ ὡς ἐν καλοῖς τότε διετρίβομεν ἢ ὡς οὐ κωλύειν ἀπὸ τῶν φαυλοτέρων ἔδει. εἰ δὲ μισοῦντος τὰ τοιαῦτα εἶναι φήσεις, ἐν τοῖς μισοῦσιν, οἶμαι, καὶ τοὺς διδασκάλους θήσομεν, οἳ σκύτος κάθηνται φέροντες καὶ τοὺς ἀργοτέρους τῶν νέων ἐπεγείρουσι πληγαῖς καὶ οὐδεὶς αὐτοῖς τῶν πατέρων χαλεπαίνει, ἀλλ' ἴσασιν οὐχ ἧττον χάριν τῶν πληγῶν ἢ τῶν μαθήσεων.

[26]

ἀλλ' οὐδὲ γὰρ τοὺς οἰκέτας, ὅταν πέδαις, ὦ Θεμιστόκλεις, καὶ μύλωνι κολάζωμεν, οὐκ ἀπολλύναι βουλόμενοι ταῦτα ποιοῦμεν, ἀλλ' ὅπως ἂν ἀμείνοσι τούτοις χρησαίμεθα. καὶ οὕτω πανταχοῦ τοῦτο τῶν κηδομένων ἐστίν, ὥσθ' οἱ πάντων εἶναι δοκοῦντες ἡμερώτατοι τροφεῖς καὶ βοῇ καὶ ἀπειλῇ καὶ τῷ ῥαπίσαι καὶ πολλοῖς ἑτέροις ἃ τρέφουσι λυποῦσι καὶ διὰ τῶν δακρύων τῶν ἐφ' ἑκάστῳ τούτων φερομένων εἰς τὴν τῶν βελτιόνων ἐγκαθιστᾶσι συνήθειαν.

[27] τί οὖν ἠδίκουν ἀλγῶν μὲν ἐφ' οἷς ἠτύχουν, πειρώμενος δὲ λῦσαι τοῦτο τὸ δυσχερές; οὐ κοινὸν Ἑλλήνων καὶ βαρβάρων αὑτοῖς καὶ παισὶ τὰ βελτίω προξενεῖν; οὐ τοὺς μὲν ἀναμαρτήτους τῶν παίδων ἐπαινεῖν, τοὺς δὲ ὀλισθαίνοντας παιδεύειν; οἱ δὲ νομοθέται, πρὸς Διός, οὐ πατέρων ὡς ἀληθῶς γνώμῃ χρώμενοι τὰς τιμωρίας ἔγραψαν ἢ ζῶντας ποιοῦντες βελτίους ἢ μὴ δυναμένοις δέξασθαι μεταβολὴν ἀμείνω κρίνοντες τὸν θάνατον; [28] λέγεται δὲ καὶ τοὺς θεοὺς τοῖς ἀδικοῦσιν ἐπιπέμπειν ζημίας ὑφ' ὧν ἐπὶ τὸ τὰ δίκαια τιμᾶν προτρέπονται. καίτοι τοὺς θεούς, ὧν ἄνθρωποι κτήματα, ποῦ προσῆκόν ἐστιν οἴεσθαι τὰ αὑτῶν ἐθέλειν φθείρειν; ἀλλ' ὅμως κολάζουσιν. οὐκοῦν προνοουμένων ὁ λογισμός. οὐδεὶς δέ, οἶμαι, νοῦν ἔχων τοῖς οὕτω διακειμένοις ἀφεὶς εἰδέναι χάριν ἐπιτιμᾷ.

[29]    Ναί φησιν, ἀλλ' ἐξῆν ἄλλως ἐπανορθοῦν, ῥήμασι πικροῖς, λόγοις ἀνιαροῖς, ὀργῇ μεγάλῃ, θυμῷ πολλῷ. καὶ τί τούτων οὐκ ἀνάλωται; τί δὲ οὐ πέπρακται; τί δὲ παραλέλειπται; πόσαι μὲν ταῦτα ἔσχον ἡμέραι, πόσαι δὲ νύκτες βοῶντος, ἀγανακτοῦντος, ἀπειλοῦντος, στένοντος, ὡς ἀποκηρύξω λέγοντος μέν, μέλλοντος δέ; ἀλλὰ γὰρ οὐκ ἔχω τί χρήσωμαι. λυπεῖν τε γὰρ οὐκ ἐθέλω τουτονὶ καὶ δι' ὧν ἀπολογοῦμαι, ἀνάγκη τοῦτο συμβαίνειν. ὅπερ οὖν ἐξ ἀρχῆς ἐδεήθην, ἔστω μοι παρρησία. μόνως γὰρ ἂν οὕτω τύχοιμι τῶν διαλλαγῶν.

[30] ἀναμνήσθητι τοίνυν ὡς οὐκ εὐθὺς συνῆψα ταῖς πρώταις αἰτίαις τὴν ἀποκήρυξιν, ἀλλ' ἠρξάμην μὲν ἐκ δεήσεων, προὔβην δὲ εἰς βλέμμα χαλεπόν, ἔπειτα εἰς ῥῆμα, τρίτον ἐπὶ τούτοις, οὐκ ἐκοινώνησα τραπέζης, οὐ προσεφθεγξάμην, εἶθ' ὡς ἄν τις ἀπειπών, παρέδωκα τοῖς οἰκείοις τὰς νουθεσίας. τοῦ πράγματος δ' οὐ λήγοντος ἦλθον ἐπὶ τὸ μόνον δυνάμενον κωλύσαι τὴν νόσον, οὐχ ἵνα ἀποστερήσαιμι τῶν πατρῴων τοῦτον, ἀλλ' ἵνα ἀγαθὸς κληρονόμος φανείη.

[31] καὶ οὐκ ἔδοξα τοῖς δικασταῖς ληρεῖν οὐδ' ἀδικεῖν ἐν τῷ μιμεῖσθαι τοὺς ἰατρούς. τί οὖν ἐστι τὸ ἐκείνων; ὅταν μὲν εἴκῃ τὰ πάθη τοῖς φαρμάκοις, οὕτως ἀπίασι καὶ πλέον οὐδὲν ἐνοχλοῦσιν· ἐπειδὰν δὲ μεῖζον ᾖ τὸ κακὸν τῆς ἀπ' ἐκείνων βοηθείας, ἔκαυσαν, ἔτεμον, οὐδὲν ὤκνησαν τῶν ἀλγεῖν μὲν ποιούντων, τοῦ δεινοῦ δὲ κρατούντων. καὶ ἡμῖν τοίνυν εἰ μὲν ἀπέχρη τὰ ἄλλα, τοῖς προτέροις ἂν ἐχρώμεθα μόνοις· καλούμενοι δὲ ἐπὶ μείζω τί ἐμέλλομεν ποιεῖν; οὐχ ὧν ἐμεμνήμην ἰατρῶν ἄρτι, τούτοις ἀκολουθεῖν, ὧν τοῖς ἀρρωστοῦσιν οὐδὲν οὔτε λυπηρότερον οὔτε χρησιμώτερον;

[32]

ὁρῶ δέ τι παραπλήσιον καὶ περὶ τοὺς

ἵππους συμβαῖνον. καὶ γὰρ ἐκείνων τὰς ἀταξίας ὁ ἱππεύων πρῶτον μὲν πειρᾶται φωνῇ κατασχεῖν, ἔπειτα μάστιγι, τούτων δὲ οὐκ ἀποχρώντων τῷ χαλινῷ τὴν γνάθον καθῄμαξεν, ὁ δ' ἐσωφρόνησε. καὶ οὐδεὶς αὐτόν φησι λυμαίνεσθαι τὸ θρέμμα τούτοις, ἀλλ' εἶναι διδάσκαλον ἵππου σπουδαῖον.

[33] εἰς ταῦτα καὶ τὰ τῆς ἀποκηρύξεως, ὦ Θεμιστόκλεις, φέρει, τὴν ἀταξίαν ἀποθέσθαι τὸν νέον καὶ γενέσθαι καλὸν κἀγαθόν. τοῦτο οἱ πατέρες ζητοῦσι, τοῦτο πρὸ τῶν πατέρων ὁ νόμος. οὐ γὰρ δή που κατὰ τῶν γενῶν ἐγράφη διασπῶν τε αὐτὰ καὶ τέμνων. οὐ γὰρ τοῦτ' ἔργον νόμου βλάπτειν τοὺς θεμένους, ἀλλ' εὖ ποιεῖν, οὐδ' ἵνα αὐτὸς ἀντὶ τῶν ἐκβαλλομένων γίγνοιτο τῶν χρημάτων κύριος, γελοῖον γάρ, ἀλλ' ὅπως ἐπανίοιεν εἰς τὸν πατρῷον οἶκον ὑγιαινούσαις ταῖς γνώμαις. σημεῖον δέ, οὐ γὰρ ἄλυτον ἔγραψεν εἶναι τὴν ἀποκήρυξιν, ἀλλ' οἷς ἐκβάλλειν, τούτοις ἔδωκεν ἀπολαβεῖν καὶ τοῖς αὐτοῖς ἀποστῆναί τε τῆς τοῦ πατρὸς τάξεως καὶ πάλιν αὐτὴν κομίσασθαι.

[34]    Ἀλλ' εἰσὶν οἳ παίδων κακίας εὐχερῶς ἤνεγκαν. οὐ λέγεις μοι πατέρας, ὦ Θεμιστόκλεις, ἀλλ' ἐχθροὺς καὶ πολεμίους καὶ ὧν ἐγέννησαν ὀλέθρους καὶ οὓς ἐγὼ φαίην ἂν εἶναι τῶν ἀνδροφόνων κακίους, οὓς οὐδὲ τὰ δίκαια τῆς φύσεως ἠνάγκασε γενέσθαι χρηστούς. σὺ μὲν οὖν φῂς εἶναί τινας οἳ παισὶν ἐπέτρεψαν ὅ τι βούλονται δρᾶν, εὕροι δ' ἄν τις ἴσως καὶ παιδὸς πατέρα προαγωγόν, εἰ καὶ μὴ παρ' ἡμῖν, μὴ γὰρ εἴη τις τοιοῦτος Ἀθήνησιν, ἀλλ' ἑτέρωθι.

[35] τί οὖν; παρὰ τοῦτο τοὺς πονηροὺς μιμησόμεθα; καὶ σὺ μὲν οὐκ ἐμιμοῦ τοὺς δειλοὺς τῶν στρατηγῶν, ἐμὲ δὲ ἠξίους τοὺς κακοὺς τῶν πατέρων; καὶ μὴν τοῖς μὲν τῶν οὐκ εὖ πεφυκότων πατράσι κἂν συγγνοίη τις οὐκ ἀποκηρύττουσιν εἰδόσιν ὡς ἀμήχανον μεταστῆσαι τὴν φύσιν καὶ ποιῆσαι μεγάλην ἐκ μικρᾶς· ἡμῖν δὲ ὑπὲρ μεγίστων ἦν, ὦ Θεμιστόκλεις, ὁ λόγος τῆς σῆς φύσεως, ἣ μαντεύεσθαι παρεῖχεν ἃ δὴ δέδεικται. οὔκουν ἄξιον ἦν αὐτὴν παριδεῖν ἀπολλυμένην παρ' ἐμοί;

[36] πάντως δὲ καὶ τοὺς γεωργοὺς ὁρᾷς οὐ τὸν αὐτὸν ὑπὲρ ἁπάσης γῆς ἔχοντας λόγον, ἀλλὰ τῆς μὲν λεπτῆς ἀμελοῦντας, τὴν δ' ἀγαθὴν ἐκκαθαίροντας. ἴσασι γὰρ τὴν μὲν οὐδὲν ἢ μικρὸν ἀντὶ τῶν πόνων παρέχουσαν, τὴν δὲ λαμπρῶς ἀμειβομένην τὰς περὶ αὐτὴν σπουδάς. ἐμιμούμην δὴ τοὺς γεωργοὺς περὶ τὴν σὴν φύσιν διὰ τῆς ἀποκηρύξεως καὶ κατ' ἐκείνους ἐθεράπευον τὰς τῆς φορᾶς ἀφορμάς, ὅπως ἀναδοθεῖεν εὖ καὶ καλῶς οἱ καρποὶ τῶν ἐμποδισμάτων ἀπαλλαγέντες ἁπάντων.

[37]

ἀντὶ τούτων οὖν ἀγανακτεῖς καὶ τῶν ἔργων μοι μαρτυρούντων οὐ συγχωρεῖς ταῦτα πεπρᾶχθαι καλῶς; εἰ μὲν γὰρ μὴ συνήνεγκέ σοι τῆς παιδείας ὁ τρόπος, μάλιστα μέν, ὦ ἄνδρες δικασταί, τί τοῦτο πρὸς τὸν ὀνῆσαι προαιρούμενον; εἰ γὰρ ὁ μὲν διδάσκαλος ἐπιμελοῖτο τοῦ χοροῦ καὶ δι' ὧν ἂν ὡς ἄριστ' ἐπιδιδοῖ δεικνύοι, μαλακίζοιντο δὲ οἱ χορευταὶ καὶ μὴ προσέχοιεν ἢ καὶ νὴ Δί' ἐρίζοιεν πρὸς ἀλλήλους ἀντὶ τοῦ συμπνεῖν, οὐ τοῦ διδάξαι βουληθέντος τοῦτο ἔγκλημα, τῶν δὲ οὐκ ἐθελησάντων μαθεῖν.

[38] νῦν δ' οὐδὲ τοῦτ' ἔστιν εἰπεῖν ὡς οὐκ ἔτυχον τοῦ σκοποῦ. τετύχηκα γὰρ τῶν θεῶν συλλαβόντων ὑπὲρ ἅπαντα τοξότην. παρὰ γὰρ τῆς λυπηρᾶς ἐκείνης ἀποκηρύξεως, ὦ Θεμιστόκλεις, πάντα ἡμῖν τὰ πανταχοῦ γῆς καὶ θαλάττης θαυμαζόμενα, οἱ περὶ τῶν ἐκ Λαυρίου χρημάτων λόγοι δι' ὧν ἔπεισας Ἀθηναίους ἀντὶ τοῦ νέμεσθαι ναῦς ποιεῖν, ὁ τοῦ Μαραθῶνι τροπαίου ζῆλος, ῥημάτων ἐξήγησις, ναυμαχίαι δύο περὶ Εὔβοιαν καὶ νῖκαι, ψήφισμα μετοικίζον εἰς τὴν θάλατταν τὴν πόλιν, ὁ τῶν ἔργων κολοφών, ἡ Σαλαμίς, περὶ ἣν τὴν Ἀσίαν ἐβάπτισας.

[39] σὺ τὸν νομισθέντα θεὸν τῷ πλήθει τῆς δυνάμεως ἣν ἦγε, τὸν ἀναλώσαντα πινομένους ποταμούς, τὸν ὑπὸ γῆν μὲν δείξαντα θάλατταν, τριήρεις δὲ πλεούσας δι' ὀρῶν μέσων, τὸν τὰ τῶν νεφῶν πρὸς τὸν ἥλιον ἐργαζόμενον τοῖς βέλεσι, σὺ τοῦτον ἀνέστησας μὲν ἐκ τοῦ θρόνου ναυμαχῶν, ἠνάγκασας δὲ πλεῦσαι τὸν τοῦ τρέμοντος πλοῦν.

[40]    Τούτων ἴσθι μὲν καὶ τῇ σαυτοῦ σοφίᾳ καὶ τοῖς ἀνέμοις χάριν, ἴσθι δὲ καὶ τῇ τοῦ πατρὸς ὀργῇ. καὶ νόμιζε σπέρμα τούτων γενέσθαι τὴν ἀποκήρυξιν. ἣν ὥρα πεπαῦσθαι. οὐ γὰρ ἀπὸ τῶν πρώτων ἔδει, φησίν, ἢ δευτέρων ἢ τρίτων; πάνυ γε. καὶ παρ' ἐμοί γε ἐπέπαυτο καὶ τῇ ἐμῇ ψήφῳ μετῆν σοι τῆς οἰκίας. ἔχαιρον γὰρ ἐφ' ἑκάστῳ καὶ ἡβρυνόμην, ὥσπερ ἂν εἰ παρ' ἐμοῦ ταῦτα ἐξιὼν ἔπραττες, καὶ πρὸς τοὺς συνήθεις ταῦτ' ἔλεγον· ὁ παῖς μοι νενίκηκε, καὶ πάλιν· ὁ παῖς μοι κεκράτηκε. τοὐμοῦ παιδὸς ὁ μέγας ἥττηται στόλος. εἶπεν οὖν οὑμὸς υἱὸς καὶ πέπεικε. πείσας τὸ ἔργον προσέθηκεν. εὔδαιμον ἀπέφηνε τοῖς κατορθώμασι τὸ γένος.

[41] ταῦτα ἔλεγον, ταῦτα ἤκουον. καί τινες προσιόντες μοι καὶ μεμνημένοι τῶν σῶν ἀντὶ τοῦ Θεμιστοκλέους τὸν παῖδα τὸν ἐμὸν ὠνόμαζον παρ' ἐμοῦ τοῦ προσρήματος τὰς ἀρχὰς εἰληφότες. δικαστήριον δὲ ὁρᾶν καὶ δικαστὰς καθίζειν καὶ καλεῖν ἐπὶ τὸν οἶκον τῶν μικρῶν τούτων οὐκ ἐδίδου τὰ μείζω καιρόν, πυκνὴ γὰρ ἡ διαδοχὴ τῶν φροντίδων καὶ πόνων. καὶ παρεδίδου σε τὰ βουλεύματα μὲν ἔργοις, ἔργα δὲ πάλιν βουλεύμασι, καὶ ἐῴκεις νηὶ κῦμα τὸ μὲν διαφευγούσῃ, πρὸς δὲ τὸ μαχομένῃ. καὶ ἦν ἀνάγκη τοὺς μὲν ἐρωτᾶν, τοῖς δὲ ἀποκρίνεσθαι, τοῖς δὲ προστάττειν, τοὺς δὲ καλεῖν, τοὺς δὲ ἐκπέμπειν, καὶ τοῖς μὲν ἐπιτιμᾶν, τοὺς δὲ ἐπαινεῖν, τοῖς δὲ πιστεύειν, τοῖς δὲ ἀπιστεῖν, τοὺς μὲν ὑφορᾶσθαι, τοῖς δὲ θαρρεῖν, τοῖς μὲν ἅπερ ἐφρόνεις λέγειν, πρὸς δὲ τοὺς ἀπάτῃ χρῆσθαι. καὶ οὐδεὶς ἂν ἐξαριθμήσειεν ἃ τότε σου τὴν γνώμην καὶ τοὺς ὀφθαλμοὺς καὶ τὰ ὦτα ἐζήτει. ᾧ τοίνυν οὐκ ἐνῆν ὑπὸ πλήθους τῶν περιεστηκότων πραγμάτων οὐδ' ἀναπνεῖν, τούτῳ προσῆκε προστιθέναι φορτίον, λόγους ἀναβολὴν δεχομένους; καὶ τοῖς οὐκ ἐπείγουσι τὰ κατεπείγοντα βλάπτειν ἔδει; καὶ τίς οὐκ ἂν ἔφησέ με μηδὲ καιρὸν εἰδέναι;

[42] διὰ τοῦτο τὴν συνέχειαν ἐκείνην τῶν πραγμάτων οὐδενὶ διακόψας μετὰ τὴν βασιλέως φυγὴν τῷ καιρῷ χρῶμαι. οὐδὲ γάρ, εἰ παλαιστὴς ὢν ἐτύγχανέ μοι Θεμιστοκλῆς, εἶτ' ἐν τῷ τῆς ἀποκηρύξεως ἠγωνίζετο χρόνῳ, ἐγὼ δ' ἐθεώμην, ὁ δὲ ἐπῃνεῖτο μέν, οὔπω δὲ εἶχε τὸν στέφανον. εἰσελθὼν ἂν εἰς τὸν ἀγῶνα τὴν ἀποκύρυξιν ἔλυον πρᾶγμα ἐμβαλὼν πολὺ τῶν ἐν ταῖς χερσὶ κεχωρισμένον, ἀλλὰ τοῦτ' ἂν εἰκότως ἐποίουν ἐπὶ τῷ κηρύγματι. τοῦτ' οὖν καὶ νῦν ἐπὶ τῷ στεφάνῳ ποιῶ, στέφανον γὰρ ἔγωγε καλῶ σὸν τὸν βασιλέως δρασμόν.

[43]    Εἶξον δή, πρὸς τῶν θεῶν, πρὸς τῶν ναυμαχιῶν, πρὸς τοῦ Πυθίου, πρὸς Ἰάκχου, πρὸς Βορέου, πρὸς τῆς θείας Σαλαμῖνος, σβέσον τὴν ὀργήν, γνώρισον τὸν πατέρα. πατὴρ ἐγὼ σός, εἰ καὶ παρωξύνθην ποτέ. οὐ γὰρ τὸ παρ' ἐμοῦ σε γεγονέναι δύναται λυθῆναι νόμῳ, ἀλλὰ κἂν πάντα συγχυθῇ, Νεοκλῆς σε γεγέννηκεν, ὦ παῖ, καὶ τοῦτο οὐκ ἂν ἄλλως σχοίη ποτέ.

[44] πατέρα οὖν ἀνιῶν θεοῖς οἴει κεχαρισμένα ποιεῖν; οὐκ οἶσθ' ὅτι μεθ' ἡμῶν ἑστήκασιν ἐν ταῖς πρὸς τὰ τέκνα διαφοραῖς; οὐκ ἤκουσας Ὁμήρου τοιοῦτόν τι λέγοντος; θεῶν δὲ καὶ τῆς παρ' ἐκείνων εὐνοίας ἅπασι μὲν ἀνθρώποις οἶμαι δεῖν, μάλιστα δὲ τοῖς τὰ μέγιστα πράττουσιν ὑμῖν, ἐπεὶ καὶ νῦν συμμαχίαν ἴσμεν δαιμόνων Ἐλευσινόθεν ἀφικομένων τῇ πόλει. ταύτης τοίνυν μηδαμῶς σαυτὸν ἀποστερήσῃς πρὸς τὰ λοιπὰ τῶν ἔργων.

[45] ἀλλὰ μηδὲ παρὰ τοῖς ἀνθρώποις τὴν χείρω δόξαν ἐνέγκῃ. τίς γὰρ οὐκ ἐρεῖ τῶν πρεσβυτέρων πρὸς τὸν πλησίον; ὁρᾷς τὸν ὑβριστήν; ὁρᾷς τὴν ὑπερηφανίαν; ἐπῆρεν αὐτὸν ἡ Σαλαμίς. ἐξώγκωται τῇ νίκῃ. τὸν πατέρα διαπτύει. τοῦ γένους ὑπερφρονεῖ. νῦν μὲν ὁ πατὴρ αὐτῷ φαῦλόν τι φαίνεται, μικρὸν δὲ ὕστερον ἐγὼ καὶ σὺ οἱ γείτονες, εἶτ' ἄλλοι πλείους. τούτους μὴ ποιήσῃς κατὰ σοῦ γενέσθαι τοὺς λόγους.

[46] ἀλλ', ὃ δοκεῖ σπανιώτατον εἶναι, σωφρονῶν ἐν ταῖς εὐπραξίαις φάνηθι, ὥστ' ἀμφοτέρωθεν εὐδοκιμεῖν εἶναί σοι, τῇ τε τῶν βαρβάρων φθορᾷ τῇ τ' ἐπιεικείᾳ τῶν τρόπων. εἰ γὰρ μέτοικος ἦν, εἰ γὰρ ξένος, εἰ γὰρ ἀπελεύθερος, ἐδεόμην δὲ οὕτω δίκαια, πατὴρ ὢν οὐκ ἂν εἰκότως ἐτύγχανον;

[47] νῦν μέν, ὦ Θεμιστόκλεις, ἔχεις ἅπαντας ὑπιόντας καὶ θεραπεύοντας, ἄρτι γὰρ ἐκ μεγάλων ἥκεις, νόμιζε δὲ παρὰ τοῖς αὐτοῖς τούτοις ἀνθρώποις καὶ φθόνον εἶναι πρὸς τὸν εἰργασμένον, ὃς νῦν μὲν κρύπτεται, καιρὸν δὲ ἀναμένει. παρελώμεθα δὴ τούτων τοὺς τοιούτους τῶν λόγων· τὸν σκληρόν, τὸν ἀγνώμονα, τὸν ἀδιάλλακτον, τὸν ἐχθρὸν τῆς οἰκίας. μὴ τοίνυν δεδόσθω χώρα τοῖς ἀηδεστέροις τῶν λόγων, ἀλλ' ἔστων ἅπαντες εὔφημοι καὶ λαβὴ μηδεμία τινὶ τῶν κακοηθεστέρων.

[48] τοῦτο καὶ Ξέρξην εἰς Σοῦσα κομισθὲν ἀνιάσει. νῦν μὲν γὰρ αὐτόν, ὡς εἰκός, οἱ παραμυθούμενοι λέγουσιν ὡς ἐκεῖνος μέντοι Θεμιστοκλῆς ὁ παρ' Ἕλλησι λαμπρὸς κακὸς εἶναι παρὰ τῶν δικαστῶν κατέγνωσται καὶ τῆς τοῦ πατρὸς οἰκίας ἀπεκλείσθη· εἰ δὲ πύθοιτό σε καὶ ταύτην κεκομισμένον, ἑτέρα τοῦτο τῷ Πέρσῃ συμφορά.

[49] καὶ μήν, εἰ μὲν δι' εὐτυχίας τὸν λοιπὸν πορεύσῃ βίον, καλὸν αἰτίας ἁπάσης σαυτὸν καθαρεύειν· εἰ δ' ἀνάγκη τι καὶ προσπταῖσαι, χαλεπὸν γὰρ ἄνθρωπον διὰ τέλους εὐτυχεῖν, τὸ δοκεῖν τῆς νῦν ἀτιμίας ὑπέχειν δίκην διαφύγωμεν.

[50] πῶς με βούλει νῦν ἀπελθεῖν ἀτιμασθέντα; καρτεροῦντα καὶ φέροντα καὶ φαιδρόν; οὐκ ἂν δυναίμην. ἀλλὰ σκυθρωπὸν καὶ δακρύοντα καὶ συνεσταλμένον; εἶτ' οὐ δεινὸν ἐμοὶ σὲ τούτων αἴτιον καταστῆναι, Νεοκλεῖ Θεμιστοκλέα; αὐτὴν οἴου τὴν οἰκίαν φωνὴν λαβοῦσαν δεῖσθαί σου καὶ ἱκετεύειν· ἐγώ σε ἐδεξάμην τικτόμενον, ὦ παῖ, καὶ παρ' ἐμοὶ τὴν πρώτην ἔρρηξας φωνὴν καὶ τὸν ἥλιον εἶδες καὶ μαστοῦ μετέσχες καὶ τῆς ἄλλης τροφῆς καὶ γραμμάτων ἥψω καὶ τὴν πρώτην ἡλικίαν διεγένου. καὶ τῶν δυσχερῶν ἐκείνων συμπεσόντων ἤλγουν καί σε ἤλπιζον ἀπολήψεσθαι πάλιν. ἥκει δὴ τὸ προσδοκώμενον καὶ τὸν εἰσάγοντα ἔχεις. μὴ τοίνυν ἀντίτεινε μηδὲ τὸν ἐμοὶ κόσμον ὀφειλόμενον ἑτέρα οἰκία καρπούσθω τις.

[51]    Ταῦτα αἰδεσθεὶς τὰ ῥήματα βάδιζε οἴκαδε μετ' ἐμοῦ. κἂν ἐπὶ τὴν Ἀσίαν πλέῃς καὶ τοὺς αὐτοὺς ἀντεπάγῃς τῇ βαρβάρῳ κινδύνους, ἀπὸ τῆς πατρῴας ἐξελθὼν οἰκίας ἐπίβαινε τῆς νεώς, κἂν ἐπανελθὼν ‹τὸ› ἀριστεῖον λάβῃς, ἐνταῦθα τοῦτο ἄγε.

[52]    Εἴθε σοι καὶ ἡ μήτηρ, ὦ Θεμιστόκλεις, περιῆν, ὡς οὐκ ἂν πολλῶν ἐδεόμην λόγων. νῦν δ' ἡ τότε τοῦ καιροῦ δυσκολία καὶ τοῦτο μετὰ τῶν ἄλλων ἠδίκησεν. ἀλλ' ὅμως, εἴ τις αἴσθησις τοῖς ἀπελθοῦσι, συνησθήσεται καὶ κοινωνήσει τῆς ἑορτῆς.