[1] Ἡγεῖσθαι μὲν τῆς πάσης στρατιᾶς τοὺς κατασκόπους ἱππέας ἐπὶ δυοῖν τεταγμένους σὺν τῷ οἰκείῳ ἡγεμόνι. ἐπὶ τούτοις δὲ τοὺς ἱπποτοξότας τοὺς Πετραίους, καὶ τούτους ἐπὶ δυοῖν· ἀγόντων δὲ αὐτοὺς οἱ δεκαδάρχαι. ἐπὶ δὲ τούτοις ἐπιτετάχθων οἱ ἀπὸ τῆς εἴλης ᾗτινι Αὐριανοὶ ὄνομα. συντετάχθων δὲ αὐτοῖς οἱ τῆς σπείρης τῆς τετάρτης τῶν Ῥαιτῶν, ἧς ἄρχων Δάφνης Κορίνθιος. ἐπὶ τούτοις δὲ οἱ ἀπὸ τῆς εἴλης ᾗ ὄνομα Κολωνοί. συν‹τε›τάχθων δὲ αὐτοῖς Ἰτυραῖοι καὶ Κυρηναῖοι καὶ οἱ ἀπὸ τῆς πρώτης Ῥαιτικῆς. συμπάντων δὲ τούτων ἀρχέτω [2] Δημήτριος. ἐπὶ τούτοις δὲ οἱ Κελτοὶ ἱππεῖς, καὶ αὐτοὶ ἐπὶ δύο, καὶ τούτων ἡγείσθω ἑκατόνταρχος, ὅσπερ ἐπὶ στρατοπέδου.
[3] πεζοὶ δὲ ἐπὶ τούτοις τετάχθων, τὰ σημεῖα ἀνατεταμένα πρὸ σφῶν ἔχοντες, οἵ τε Ἰταλοὶ καὶ Κυρηναίων οἱ παρόντες. πάντων δὲ ἡγείσθω Πούλχερ, ὅσπερ ἄρχει τοῖς Ἰταλοῖς. Βοσπορανοὶ δὲ ἐπὶ τούτοις πεζοὶ ἰόντων, ἡγεμόνα παρεχόμενοι Λαμπροκλέα, καὶ οἱ Νομάδες ἐπὶ [4] τούτοις ὑποτεταγμένοι Βήρῳ τῷ σφετέρῳ ἄρχοντι. ἡ τάξις δὲ ἔστω εἰς ὁπλίτας τέσσαρας. αὐτῶν δὲ τούτων ὅσοι τοξόται ἡγείσθων. τὰς δὲ πλευρὰς τῆς τάξεως φυλαττόντων ἑκατέρωθεν οἱ ἱππεῖς οἱ οἰκεῖοι. ἐπὶ δὲ τούτοις οἱ ἐπίλεκτοι ἱππεῖς ἴτωσαν, καὶ ἐπὶ τούτοις οἱ ἀπὸ [5] τῆς φάλαγγος ἱππεῖς, ἔπειτα οἱ καταπέλται, ἔπειτα τὸ σημεῖον τῆς πεντεκαιδεκάτης φάλαγγος, καὶ ἀμφ' αὐτῷ δὲ ‹ὁ› ἡγεμὼν τῆς φάλαγγος Οὐάλης, καὶ ὁ ὕπαρχος, καὶ οἱ χιλιάρχαι οἷς τέτακται, καὶ ‹πέντε› ἑκατόνταρχοι οἱ τῆς πρώτης σπείρης ἐπιστάται. πρὸ δὲ τοῦ σημείου αὖ τῶν πεζῶν οἱ ἀκοντισταὶ τετάχθων. αὐτοὺς δὲ τοὺς πεζοὺς [6] ἐπὶ τεσσάρων τεταγμένους ἰέναι. ἐπὶ δὲ τῇ πεντεκαιδεκάτῃ φάλαγγι τετάχθω τὸ σημεῖον τῆς δωδεκάτης φάλαγγος, καὶ χιλιάρχαι ἀμφ' αὐτῷ καὶ ἑκατοντάρχαι. ἐπὶ τεσσάρων ὡσαύτως καὶ ἥδε ἡ φάλαγξ ἴτω τεταγμένη.
[7] ἐπὶ δὲ τῷ ὁπλιτικῷ τετάχθω τὸ συμμαχικόν, οἵ τε ἀπὸ τῆς μικρᾶς Ἀρμενίας καὶ Τραπεζουντίων οἱ ὁπλῖται καὶ Κόλχοι καὶ Ῥιζιανοὶ οἱ λογχοφόροι. ἐπιτετάχθων δὲ αὐτοῖς οἱ †Ἀπλανοὶ πεζοί. παντὸς δὲ τοῦ συμμαχικοῦ ἡγεμὼν ἔστω Σεκουνδῖνος, ὅσπερ τῶν Ἀπλανῶν ἡγεῖται.
[8] ἐπὶ τούτοις δὲ τὰ σκευοφόρα ἑπέσθω. οὐραγείτω δὲ ἡ εἴλη τῶν Γετῶν καὶ ὁ ταύτης εἰλάρχης.
[9] τὰς πλευρὰς δὲ τοῦ πεζικοῦ κοσμούντων μὲν καὶ ἑκατοντάρχαι [καὶ] ἐπὶ τῷδε τεταγμένοι, φυλακῆς δὲ ἕνεκα ‹ἡ› εἴλη ἡ Γαλατικὴ παριππευέτω ἐπὶ ἕνα στοῖχον ἑκατέρωθεν τεταγμένη, καὶ οἱ τῶν Ἰταλῶν ἱππεῖς. ὁ δὲ εἰλάρχης αὐτῶν ἐπιφοιτάτω ταῖς πλευραῖς.
[10] ὁ δὲ ἡγεμὼν τῆς πάσης στρατιᾶς Ξενοφῶν τὸ πολὺ μὲν πρὸ τῶν σημείων τῶν πεζικῶν ἡγείσθω, ἐπιφοιτάτω δὲ πάσῃ τῇ τάξει, καὶ ἐπισκοπείτω ὅπως τεταγμένοι ἰᾶσιν, καὶ τοὺς μὲν ἀτακτοῦντας εἰς τάξιν ἐπαναγέτω, τοὺς δὲ ἐν κόσμῳ ἰόντας ἐπαινείτω.
[11] οὕτω μὲν τεταγμένους ἰέναι. ἐλθόντος δὲ εἰς τὸ ἀποδεδειγμένον χωρίον, τὴν μὲν ἵππον πᾶσαν περιστῆναι ἐν κύκλῳ εἰς τετράγωνον τάξιν, τοὺς κατασκόπους δὲ πέμψαι εἰς τὰ ὑπερδέξια χωρία ἀποσκοπῆς ἕνεκα τῶν πολεμίων. ἐνταῦθα δὲ ἀπὸ σημείου ὁπλίζεσθαι σιγῇ, [12] ὁπλισαμένους δὲ εἰς τάξιν καθίστασθαι. ἡ τάξις δὲ ἔστω ἥδε. τὸ μὲν κέρας ἑκάτερον τῶν πεζῶν τὰ ὑπερδέξια ἐχέτω τῶν χωρίων, ὅτι ἐν τοιῷδε ἡ ἔκταξις ἔσται. ἐπιτετάχθων δὲ τῷ κέρατι τῷ μὲν δεξιῷ οἱ ἀμφὶ Οὐασάκην καὶ Ἄρβηλον Ἀρμένιοι, τὸ ὑπερδεξιώτατον τοῦ κέρως ἔχοντες, ὅτι [13] τοξόται εἰσὶν οἱ σύμπαντες. προτετάχθων δὲ αὐτῶν οἱ τῆς σπείρης τῆς Ἰταλικῆς πεζοί. πάντων δὲ ἡγείσθω Πούλχερ, ὅστις καὶ τῆς σπείρης τῆς Ἰταλικῆς ἄρχει. καὶ τούτῳ ἐπιτετράφθω αὐτός τε [καὶ] ὁ Οὐασάκης καὶ Ἄρβηλος καὶ τὸ ἐκείνων ἱππικόν τε καὶ πεζικόν.
[14] ἐπὶ δὲ τοῦ ἀριστεροῦ τετάχθων καὶ οὗτοι τὸ ὑπερδεξιώτατον τοῦ κέρως ἔχοντες οἵ τε ἀπὸ τῆς μικρᾶς Ἀρμενίας σύμμαχοι καὶ οἱ Τραπεζουντίων γυμνῆτες καὶ οἱ Ῥιζιανοὶ λογχοφόροι. προτετάχθων δὲ καὶ τούτων οἱ Ἀπλανοὶ οἱ διακόσιοι καὶ Κυρηναίων οἱ ἑκατόν, ὡς προβολὴν μὲν εἶναι πρὸ τῶν ἀκοντιστῶν τοὺς ὁπλίτας, [15] τοὺς δὲ ὑπερακοντίζειν ἐκ τοῦ ὑπερδεξιοῦ. τὸ δὲ ἐν μέσῳ σύμπαν τὸ μὲν δεξιὸν ἐχέτω ἡ πεζικὴ φάλαγξ ἡ πεντεκαιδεκάτη ὑπὲρ τὸ μέσον τοῦ παντὸς χωρίου, ὅτι πολὺ πλείονες πλήθει οὗτοί εἰσι· τὸ δὲ ὑπόλοιπον τοῦ ἀριστεροῦ ἐκπληρούντων οἱ τῆς δωδεκάτης φάλαγγος πεζοὶ ἔστε ἐπὶ τὸ ἄκρον τοῦ κέρως τοῦ ἀριστεροῦ. τετάχθων δὲ ἐπὶ ὀκτώ, καὶ πυκνὴ αὐτοῖς ἔστω ἡ ξύν‹ταξις›.
[16] καὶ αἱ μὲν πρῶται τέσσαρες τάξεις ἔστωσαν κοντοφόρων, οἷς δὴ ‹τοῖς› κοντοῖς μακρὰ καὶ ἐπὶ λεπτὸν τὰ σιδήρια προῆκται. καὶ τούτους οἱ μὲν πρωτοστάται εἰς προβολὴν ἐχόντων, ὡς εἰ πελάζοιεν αὐτοῖς οἱ πολέμιοι, κατὰ τὰ στήθη μάλιστα τῶν ἵππων τίθεσθαι τῶν κοντῶν τὸν [17] σίδηρον· οἱ δευτεροστάται δὲ καὶ οἱ τῆς τρίτης καὶ τετάρτης τάξεως εἰς ἀκοντισμὸν προβεβλήσθων τοὺς κοντοὺς ὅπου τύχοιεν, καὶ ἵππους τρώσοντες καὶ ἱππότην κατα‹κα›νοῦντες καὶ θυρεῷ ‹ἢ› καταφράκτῳ θώρακι ἐμπαγέντος τοῦ κοντοῦ καὶ διὰ μαλακότητα τοῦ σιδήρου ἐπικαμφθέντος ἀχρεῖον τὸν ἀναβάτην ποιήσοντες.
[18] αἱ δὲ ἐφεξῆς τάξεις τῶν λογχοφόρων ἔστωσαν. ἐνάτη δὲ ἐπὶ τούτοις ἔστω τάξις οἱ πεζοὶ τοξόται, οἱ τῶν Νομάδων καὶ Κυρηναίων καὶ Βοσποριανῶν τε καὶ Ἰτυραίων.
[19] μηχαναὶ δὲ ἐφεστηκέτωσαν τῷ κέρατι ἑκατέρῳ, ὡς πορρωτάτω προσιόντων τῶν πολεμίων ἐξακοντίζειν, καὶ κατόπιν τῆς πάσης φάλαγγος.
[20] τὸ δὲ ἱππικὸν ξύμπαν κατὰ εἴλας καὶ λόχους ὀκτὼ ξυντεταγμένον ἐφεστάτω τοῖς πεζοῖς, τὸ μὲν τοῖς κέρασιν ἑκατέροις, προβολὴν ἔχον τοὺς ὁπλίτας πρὸ σφῶν καὶ τοὺς τοξότας, λόχοι δύο, τὸ δὲ τῇ μέσῃ φάλαγγι, [21] λόχοι ἕξ μημιον. τούτων δὲ ὅσοι μὲν ἱπποτοξόται πλησίον τῆς φάλαγγος ἐφεστηκέτωσαν, ὡς ὑπερτοξεύειν ὑπὲρ αὐτῆς· ὅσοι δὲ λογχοφόροι ἢ κοντοφόροι ἢ μαχαιροφόροι ἢ πελεκοφόροι εἰς τὰ πλάγιά τε ἑκατέρωθεν [22] ὁρώντων [ἢ] καὶ τὸ ξύνθημα προσμενόντων. οἱ δὲ ἐπίλεκτοι ἱππεῖς ἀμφ' αὐτὸν Ξενοφῶντα ἔστωσαν, καὶ τῶν ἀπὸ τῆς φάλαγγος [τῶν] πεζῶν ὅσον εἰς διακοσίους, οἱ σωματοφύλακες, καὶ ἑκατοντάρχαι ὅσοι τοῖς ἐπιλέκτοις ξυντεταγμένοι ἢ τῶν σωματοφυλάκων ἡγεμόνες, καὶ δεκάρχαι [23] οἱ τῶν ἐπιλέκτων. ἔστωσαν δὲ ἀμφ' αὐτὸν ας ἑκατὸν κούφων λογχοφόρων, ὡς πᾶσαν ἐπιφοιτῶν τὴν φάλαγγα ὅπου τι ἐνδεὲς καταμανθάνοι, [24] ἐκεῖνο ἰῷτο καὶ θεραπεύοι. ἡγείσθω δὲ τοῦ μὲν δεξιοῦ κέρως παντὸς ξὺν τῷ ἱππικῷ Οὐάλης, ὅσπερ καὶ τῆς πεντεκαιδεκάτης φάλαγγος ἡγεμών ἐστιν· τοῦ δὲ ἀριστεροῦ οἱ χιλίαρχαι τῆς δωδεκάτης.
[25] οὕτω δὲ ταχθέντων σιγὴ ἔστω ἔστ' ἂν πελάσωσι ἐντὸς βέλους οἱ πολέμιοι· πελαζόντων δὲ ἤδη ὡς μέγιστον καὶ φοβερώτατον ἀλαλάζειν ξύμπαντας τῷ Ἐνυαλίῳ, καὶ βέλη τε ἀπὸ μηχανῶν καὶ λίθους ἀφίεσθαι καὶ βέλη ἀπὸ τόξων, καὶ λόγχας οἱ λογχοφόροι ἀκοντιζέτωσαν οἵ τε ψιλοὶ καὶ οἱ θειασταί. φερέσθωσαν δὲ καὶ λίθοι εἰς τοὺς πολεμίους ἀπὸ τοῦ ξυμμαχικοῦ ἐκ τῶν ὑπερδεξίων, καὶ τὸ πᾶν ἀκροβολισμὸς ἔστω πανταχόθεν ὡς ἔνι πυκνότατος εἰς τάραξίν τε τῶν ἵππων καὶ ὄλεθρον τῶν πολεμίων [26] [ἵππων]. καὶ ἐλπὶς μὲν ὑπὸ τοῦ ἀδιηγήτου πλήθους τῶν βελῶν μηδὲ πλεῖον πελάσειν τῇ πεζικῇ φάλαγγι ἐπελαύνοντας τοὺς Σκύθας· εἰ δὲ δὴ πελάζοιεν, ἐγχρίμψαντας ταῖς ἀσπίσι καὶ τοῖς ὤμοις ἀντερείσαντας δέχεσθαι τὴν προσβολὴν ὡς καρτερώτατα καὶ τῇ συγκλείσει πυκνοτάτῃ τὰς πρώτας τρεῖς τάξεις ξυνερειδούσας σφίσιν ὡς βιαιότατον οἷόν τε· τὴν τετάρτην δὲ ὑπερακοντίζειν τὰς λόγχας· καὶ τὴν πρώτην παίειν ἢ ἀκοντίζειν [27] τοῖς κοντοῖς ἀφειδῶς ἔς τε ἵππους καὶ αὐτούς. ἀπωσθέντων δὲ εἰ μὲν φυγὴ λαμπρὰ γένηται, διαχωρεῖν δὴ τὰς πεζικὰς τάξεις καὶ ἐπελαύνειν τοὺς ἱππέας, μὴ πάντας τοὺς λόχους ἀλλὰ τοὺς ἡμίσεας· τετάχθαι δὲ πρώτους [28] οἵτινες καὶ πρῶτοι ἐπελάσουσιν. τοὺς δὲ ἄλλους ἡμίσεας ἕπεσθαι μὲν τοῖς ἐπελαύνουσιν, ἐν τάξει δὲ καὶ μὴ παντελεῖ τῇ διώξει χρωμένους, ὡς εἰ μὲν φυγὴ καρτερὰ κατέχοι, ἐκδέξασθαι τὴν πρώτην δίωξιν ἀκμήτοις τοῖς ἵπποις, εἰ δέ τις ἐπιστροφὴ καταλαμβάνοι, ἐπιτίθεσθαι [29] τοῖς ἐπιστρέφουσιν. ὁμοῦ δὲ οἵ τε Ἀρμένιοι τοξόται ἐπελαύνοντες τοξευόντων, ὡς μὴ παρασχεῖν ἀναστροφὴν τοῖς φεύγουσι, καὶ οἱ λογχοφόροι οἱ γυμνῆτες δρόμῳ ἑπέσθωσαν· μένειν δὲ μηδὲ τὴν πεζικὴν τάξιν ἐν χώρᾳ ἔτι, ἀλλὰ προχωρεῖν θᾶττον ἢ βάδην, ὡς εἴ τι καρτερώτερον ἀπαντῴη ἀπὸ τῶν πολεμίων, αὖθις εἶναι προβολὴν πρὸ τῶν ἱππέων.
[30] τάδε μὲν γίνεσθαι, εἰ ἀπὸ τῆς πρώτης προσβολῆς φυγὴ κατάσχοι τοὺς ἐναντίους· εἰ δὲ ἐπιστραφέντες ἐς κύκλους ὑπὲρ τὰ κέρατα παρελαύνειν ἐθέλοιεν, ἀνατείνεσθαι μὲν ‹ἐς› τὰ ὑπερδεξιώτερα ἔτι τὰ κέρατα αὐτῆς τῆς ψιλῆς τοξείας· ὡς οὐ δοκιμάζω μήποτε ἀσθενῆ τῇ ἀνατάσει τὰ κέρατα γινόμενα ἰδόντες δι' αὐτῶν ὤσαιντο [31] καὶ διακόψαιεν τὸ πεζικόν. ὑπερβαλλόντων δὲ τὰ κέρατα ἑκάτερα ἢ ὁπότερον οὖν, πᾶσα ἤδη ἀνάγκη πλαγίους μὲν αὐτοῖς γίνεσθαι τοὺς ἵππους, πλαγίους δὲ τοὺς κοντούς. ἐνταῦθα δὴ ἐμβαλλόντων ἐς αὐτοὺς οἱ ἱππεῖς, μὴ ἀκοντισμῷ ἔτι ἀλλὰ ταῖς σπάθαις αὐτοῖς συμφερόμενοι, οἳ δὲ τοῖς πελέκεσιν. οἱ δὲ Σκύθαι γυμνοί τε ὄντες καὶ τοὺς ἵππους γυμνοὺς ἔχοντες * * *