5001 295 0 4 0 0 IV d. C. Retorica Libanius XLVIII Declamationes Foerster, R., Leipzig, Teubner, 1922 Rist. 1997, Hildesheim, Olms. 49

Libanius - Declamatio XLVIII

Δύο τις ἔχων παῖδας τὸν ἕτερον ἀπεκήρυξεν. ὁ ἐπὶ τῆς οἰκίας ἀριστεύσας ᾔτησεν εἰς τὸ γέρας τὸν ἀδελφὸν ἀναληφθῆναι. ἀντειπόντος τοῦ πατρὸς οὐκ ἔπεισεν. ἀξιοῖ καὶ αὐτὸς ἀποκηρύττεσθαι.

   Οὐχ ὑπὲρ τῶν πρῴην καὶ αὖθις ἀνέστην δεησόμενος ὑμῶν τε, ὦ πολῖται, καὶ τοῦ πατρὸς οὐδ' αἰτήσων ἐκείνην τὴν δωρεὰν ἣν πρὸ τῆς ὑμετέρας γνώσεως καλήν τε ἡγούμην εἶναι καὶ πρέπουσαν ὑμῖν τε δοῦναι καὶ ἐμοὶ λαβεῖν καὶ συγχωρῆσαι τῷ πατρί. καὶ γὰρ ἂν ἄτοπος εἴην, εἰ ἃ τοῖς πρώτοις λόγοις οὐκ ἠδυνήθην ὑμᾶς ὡς ἐστὶ δίκαια διδάξαι, περὶ τούτων εἶχόν τινας ἐλπίδας ὡς, εἰ πάλιν ἀκροάσαισθε, τάχ' ἂν ἐνδοίητε.

[2] ἀλλ' ἐπεὶ τὰ πάντων εἴρηταί μοι δεινότατα καὶ τόλμημα τετόλμηκα πάμμεγα τῶν πρὸς τὸν παῖδα διαλλαγῶν τῷ πατρὶ μνησθείς, συγγνώμης μὲν οὐκ ἂν ἀξιώσαιμι τυχεῖν οὐχ ὡς προσῆκον ὂν ἀπαραιτήτους εἶναι πανταχοῦ καὶ πικρούς, ἀλλ' ἐμοῦ πρὸς τὸ τιμωρεῖσθαι μᾶλλον ἢ τὸ συγγινώσκειν ὁρῶντος. διόπερ ἀνέστην ἐν χάριτος αἰτήσων μέρει τὸ δοῦναι δίκην ὧν πρότερον ᾔτηκα. τὸν γὰρ ἐν τῷ βουληθῆναι λῦσαι τἀδελφῷ τὴν συμφορὰν πατέρα λυπήσαντα δίκαιον ἐκείνῳ κοινωνῆσαι τῆς συμφορᾶς.

[3]    Ἔστι μὲν οὖν δῆλον ὡς καὶ μηδὲν ἐμοῦ τοιοῦτον παρ' ὑμῶν αἰτοῦντος, ἀλλὰ τῶν καινῶν μὲν τούτων ἀφισταμένου, τῶν δὲ ἐν ἔθει δωρεῶν μεμνημένου ταχέως ἂν ὁ πατὴρ ἔδωκε τὴν χάριν ἐκβαλών με τῆς οἰκίας. οἱ γὰρ εὔνοιαν μὲν ὑποκρινάμενοι πρὸς τοῦτον, τὰ δὲ τῶν ἐχθίστων ἐπιδεδειγμένοι καὶ προφάσεσιν οὐ μεγάλαις ἐκπολεμώσαντες τὸν ἄνθρωπον τοῖς ἀναγκαίοις τίνες ἔσονται τοιαύτην ἔχοντες ἀφορμήν, εἰ οὓς ὁ πατὴρ ἐλαύνει, τούτους αὐτὸς ἀγάγοι καὶ πάλιν οἴκαδε;

[4] οὐ μὴν ἀλλ' εἰ καὶ παρὰ τῶν ἐχθρῶν ἡμῖν ῥᾴδιον ἀποκηρύξεως τυχεῖν, παρ' ὑμῶν βέλτιόν πως τοῦτο γενέσθαι. ἐκείνως μὲν γὰρ ὁ πατὴρ ἕξει τὴν αἰτίαν ἀντὶ τῶν παροξυνάντων, τὰ γὰρ ἐν ἀπορρήτῳ κατασκευάσματα τοῖς πολλοῖς ἄδηλα, οὕτω δέ, ὡς νῦν ἀξιῶ, τῆς οἰκίας ἐκπεσὼν τὸν μὲν ἐλευθερῶ μέμψεως, αὐτὸς δὲ τὴν αἰτίαν οἴσομαι. εἰ δ' ἀναγκαῖον ἢ τούτῳ τι γενέσθαι δυσχερὲς ἢ ἐμοί, μετριώτερον ἐπ' ἐμὲ τοῦτο ἐλθεῖν ἢ τὸν πατέρα ἐν αἰσχύνῃ ποιῆσαι.

[5] ἕνεκα μὲν οὖν τοῦ δικαίαν τε καὶ εὔλογον εἶναι τὴν παροῦσαν αἴτησιν θαρρῶ μὴ ἀτυχῆσαι, δύο δὲ ἐλαττώματα δέδοικα, τὴν ἡλικίαν τὴν ἐμαυτοῦ καὶ τὴν τοῦ λέγειν ἀπειρίαν. τοῖς μὲν γὰρ ἢ εἰς γῆρας ἥκουσιν ἢ τὸν περὶ τὸ βῆμα βίον εὐθὺς ἐξ ἀρχῆς ᾑρημένοις, τοῖς μὲν ὁ χρόνος δίδωσι πολλὰ εἰδέναι, τοῖς δὲ ἡ μελέτη τὰς περὶ τὸ λέγειν τέχνας· ἐγὼ δέ εἰμι μὲν τηλικοῦτος ἡλίκον ὁρᾶτε, βεβίωκα δὲ ἐν ὅπλοις, ὥστε ὅσον μοι τοῦ σώζειν τὴν πατρίδα δύνασθαι περίεστι, τοσοῦτον τοῦ λέγειν ἱκανῶς ἀπολέλειμμαι.

[6]

ἀλλ' εἰ μὲν τῶν οὐχ ἡδέων τι τῷ πατρὶ καὶ νῦν ἐπήγγελλον καὶ τὸ λυπηρότατον τοῦτο ῥῆμα ἐκείνῳ ἐφθεγγόμην τὸ τῶν διαλλαγῶν, εἰκότως ἂν εὐθὺς ἀναστὰς ἐπεστόμιζέ με πολλῶν πλεονεκτημάτων εἰς τὸ κρατεῖν εὐπορῶν· ἐπεὶ δὲ οἷς ἤδη πεποίηκε προστίθημι παραπλήσια καὶ ταῖς ἐπιθυμίαις συναγωνίζομαι τοῦ πατρός, οὐκ οἶδα ἀνθ' ὅτου μοι δικαίως ἀντείποι καὶ φιλονεικίᾳ χρήσαιτο πρὸς τὸν αὑτοῦ ζηλωτήν.

[7]    Ἵνα δέ, ὦ δικασταί, μή με οἴησθε τὰ μὲν πρὸς τοὺς πολεμίους ἀγαθὸν γεγενημένον, τὰ δὲ πρὸς τὸν πατέρα οὐ τοιοῦτον μηδὲ τοὺς λόγους τοὺς ἄρτι ῥηθέντας εἰς ἀναίδειαν ἤ τινα ἄλλην κακίαν ἀναφέρητε, μικρὸν ἀκούσατέ μου, πρὸς θεῶν, ἀπολογουμένου. πιστεύω γὰρ ὑμῖν δόξειν ἢ μηδὲν ἠδικηκέναι ἢ ἄκων ἡμαρτηκέναι.

[8] ὡς γὰρ ἐγενόμεθα, ὦ δικασταί, τῷ πατρὶ καὶ ἤδη ἦμεν οἷοι δέχεσθαι παιδεύματα, ἄμφω μὲν ἔπεμπεν εἰς παιδοτρίβου, ἄμφω δὲ εἰς διδασκάλου τῶν τακτικῶν ἠσπάζετό τε ὁμοίως ἀναστρέφοντας καὶ ὅλως ἴσον ἔνεμε φιλίας ἑκατέρῳ. παρὰ πάντα δὴ τὸν χρόνον, εἴπω τι τῶν χρηστῶν, ὦ πάτερ, εἰς τὸν ἀδελφὸν καὶ οὐ ποιήσῃ τὸν ἔπαινον ἔγκλημα; πάντα δὴ τὸν χρόνον τοῦτον οὐδὲ ἓν εἶδον ἐν ἐκείνῳ, μὰ τοὺς θεούς, τῶν αἰσχύνῃ περιβαλλόντων νέον, οὐκ ἔρωτας μανικούς, οὐ πληγὰς ὑπὲρ ἑταίρας, ἀλλ' ἴσα ἐβαδίζομεν, ταὐτὰ ἐφρονοῦμεν, τοῖς αὐτοῖς ἐχαίρομεν, ἀπὸ τῶν αὐτῶν ἐφεύγομεν.

[9] οὕτω δὲ ἡμῖν ‹τῶν› τοῦ οἴκου φερομένων καὶ παράδειγμα ὄντων εὐδαιμονίας Φθόνος ἐμβαλὼν ἀνέτρεψε πάντα ἐξ ὧν ἐζηλούμεθα. ἀναφαίνονται γὰρ ἄνθρωποί τινες ἄμεινον ἐμοῦ τοῦ συζῶντος τὸν ἀδελφὸν εἰδότες, οἳ τὰς τοῦ πρεσβύτου παρατηροῦντες ὀργάς, ὡς εἰώθατε πρὸς ἀλλήλους ἐν ταῖς συνουσίαις αἰτιᾶσθαι τοὺς υἱεῖς, κἂν εἰς μικρότατα ἁμαρτάνωσιν ἃ οἱ βέλτιστοι τῶν ὁμιλούντων κουφότητα ἀποφαίνουσι καὶ κοινὰ τῆς ἡλικίας καὶ τοῖς οὐ λίαν δυσκόλοις εὔφορα, ἀλλ' οὐχ οἱ τοῦτον φιλεῖν λέγοντες, ἀλλὰ μεγαλύνοντες ἀεὶ τὸ παραπῖπτον καὶ τὸν σπινθῆρα ἐγείροντες τοσούτου πολέμου τὴν οἰκίαν ἐπλήρωσαν καὶ οὕτω σφόδρα τὸν πατέρα ἐξώργισαν ὥστε ἐπιλαβόμενος εἷλκε τὸν υἱὸν ὃν ἐγέννησεν, ὃν ἔθρεψεν, ᾧ τὴν δεκάτην ἐποίησε, καὶ εἰσῆγεν εἰς τὸ δικαστήριον καὶ ἐκάλει πονηρόν.

[10] ὁ δὲ ἐκπεπληγμένος τῷ τε ἀπροσδοκήτῳ καὶ ταῖς αἰτίαις καὶ τῇ τοῦ πατρὸς βοῇ καὶ τοῖς περιεστηκόσιν ἐσίγα μέχρι τοῦ μηδὲν εἰπεῖν ὑπὲρ αὑτοῦ τὸν πατέρα αἰδούμενος καὶ μᾶλλον εἵλετο προδοῦναι τὰ τοῦ ἀγῶνος δίκαια ἢ ὡς συκοφαντοῖτο φθέγξασθαι. μετὰ ταῦτα οὑτοσὶ μὲν ἀπῄει τὴν καλὴν νίκην νενικηκώς, ὁ δὲ ἀδελφὸς εἰς τὰ τῆς πενίας κακά. ἐγὼ δὲ ἀμφοτέρους ὀδυρόμενος, τὸν μὲν ὧν ἐπεπόνθει, τὸν δὲ ὧν ἐξηπάτητο, ἐποιούμην, ὦ δικασταί, τοὺς ὀδυρμοὺς λανθάνων, ἐφοβούμην γὰρ μὴ τὰ δάκρυα γένηται εἰς ἀποκήρυξιν ἀφορμή.

[11] τοῦτο μὲν οὖν ἡ τῆς πόλεως ἐκώλυεν Ἀγαθὴ Τύχη παρασκευάζουσα δι' ἐμοῦ τοῖς ἐναντίοις τὴν ἧτταν καὶ ταῦτα ἐν οἷς νῦν εἰσιν, ἐγὼ δὲ τῆς μὲν τῶν πολιτικῶν μελέτης οὐκ ἠμέλουν, πενθῶν δέ, ὦ ἄνδρες, διετέλουν καὶ τοὺς ἡλικιώτας ἐν τοῖς γυμνασίοις αἰσχυνόμενος, οἳ τῆς συμφορᾶς τὸν ἀδελφὸν ἐλεοῦντες οὐκ ἔστιν ὅτε οὐ καθήπτοντό μου περιιστάμενοι κύκλῳ· σὺ δὲ οὐδὲ εἰσιὼν οἴκαδε καὶ συνεστιώμενος τῷ πατρὶ καὶ λόγου μεταλαμβάνων οὐκ ἔπαυσας τὴν ὀργήν; οὐκ ἐπράϋνας τὸν θυμόν; οὐκ ἀνεῖλες τὰς ὑποψίας; οὐχ ἱκέτευσας; οὐκ ἐδάκρυσας; ὅρα μὴ δόξῃς ἐπαινεῖν τὰ πεπραγμένα τὸν κλῆρον πρὸ τῆς φύσεως ἄγων, μᾶλλον δὲ ἤδη τι καὶ συνεξεργάσασθαι.

[12] καίτοι μέμνησαι, ὦ πάτερ, ὁσάκις σοι πρὸς τὰ γόνατα πεσόντα με καὶ δεόμενον λῆξαι τῆς ὀργῆς ἀπεκρούσω καὶ ἀπειλησάμενος ἐκβάλλειν τοὺς οἰκέτας ἐκέλευσας. οἱ γὰρ διαβάλλοντες ἐξ αὐτῶν τῶν ἀτυχημάτων τἀδελφοῦ πιθανώτεροι καὶ τὰ μηδαμοῦ λεχθέντα πλάττοντες ἔφερον εἰς ὦτα τούτῳ καταστῆναι τὴν ψυχὴν οὐκ ἐῶντες. τί οὖν ἦν λοιπόν; ἀλγεῖν μὲν τοῖς πεπραγμένοις, ἡσυχάζειν δὲ ἀνάγκη, καλεῖν δὲ τοὺς θεοὺς διαλλακτάς.

[13] ἐν τούτῳ δὲ ἡμῶν ὄντων ἀγγέλλεται πολεμίων εἰσβολή. καὶ οἱ δῆμοι διηρπάζοντο καὶ τὸ δεινὸν προσῄει τῷ τείχει καὶ δρόμος καὶ φόβος καὶ ταραχὴ πάντα κατεῖχεν, ἁρπάσαντας δὲ τὰ ὅπλα θέειν ἔδει καὶ τὰ σώματα ὑπὲρ τῆς πατρίδος εἰσφέρειν.

[14] ἐγὼ μὲν οὖν τήν τε τῶν στρατηγῶν ἐπιστήμην καὶ τὰς κοινὰς προθυμίας καὶ πρὸ τούτων γε τὴν τῆς Τύχης ῥοπὴν τῶν τε ἡμῖν ὑπαρξάντων ἀγαθῶν καὶ τῆς τῶν ἐναντίων αἰτιῶμαι πληγῆς, οἱ δέ, ὡς ὁρᾶτε, πάντες ἐμοὶ λογίζονται τὴν τροπὴν καὶ πρὸς τοὺς οἰκείους ἕκαστος οἴκοι τἀμὰ διηγεῖται καὶ τὴν ἀγορὰν ἐμπεπλήκασι τῶν ὑπὲρ ἐμοῦ λόγων καὶ νῦν ἥκουσι συνησθησόμενοι τῇ τιμῇ.

[15] ἐμοὶ δ', ἕως μὲν ἤλπιζον ῥύσεσθαι τὸν ἀδελφὸν τῶν κακῶν, καλὸν ἦν ἴσως ἡ τῶν τετολμημένων διήγησις, ὡς ἔτι μὲν ἐξιὼν ἔγεμον θυμοῦ καὶ τῷ μέλλειν ἠχθόμην, ἰδὼν δὲ τοὺς ἐναντίους δίκην σκηπτοῦ ἐνέπιπτον τὴν μὲν τοῦ πείσεσθαί τι φροντίδα ἀφείς, τὴν δὲ ἀπὸ τοῦ δρᾶσαι δόξαν ἰδών, καὶ ὡς ἔρρηξα τὴν φάλαγγα, καὶ τὸ ξίφος συνεχῶς ἐνεργόν, καὶ τὸ μὲν ἠλαύνετο, τὸ δὲ ἐζωγρεῖτο, μεστὸν δὲ τὸ πεδίον νεκρῶν καὶ φυγῆς, τοῖς δὲ στρατιώταις ἀντὶ λόγων ἐκ τῶν ἐμῶν ἔργων ἡ παράκλησις.

[16] ταῦτα, ὦ δικασταί, καὶ δρῶν ἔχαιρον καὶ διηγούμενος εὐφραινόμην, ἕως ἡγούμην αὐτὰ σεμνά τε εἶναι καὶ οὐχ ἡττᾶσθαι λόγων, νῦν δὲ τοσοῦτον ἂν εἴποιμι μόνον ὡς ἐμοὶ μάλιστα οἱ πολέμιοι τῶν πολιτῶν καταρῶνται.

[17]    Σκοπεῖτε τοίνυν τίς ποτε ἐγενόμην ἐπὶ τῇ νίκῃ καί μου δοκιμάσατε τῇ δωρεᾷ τὸν τρόπον. ὡς γὰρ ἀπέδομεν ὑποσπόνδους τοὺς νεκροὺς καὶ τὸ τρόπαιον εἱστήκει καὶ περίβλεπτος ἦν καὶ ἐπῃνούμην καὶ ἐκροτούμην, προσιόντες μοι δημόται καὶ φυλέται καὶ συμφοιτηταὶ καὶ πάντες ὅσοι συνῄδεσάν μοι τὴν λύπην ἣν εἰς τὸν ἀτυχοῦντα εἶχον ἀδελφὸν νῦν, ἔλεγον, ἃ πάλαι ἐπόθεις ἥκει. νῦν καιρὸς ἀμῦναι τἀδελφῷ τὴν συμφορὰν καὶ τῷ μὲν ἀποδοῦναι τὴν οἰκίαν, τὸν πατέρα δὲ τῆς ἐπὶ τῇ πικρᾷ κρίσει δόξης ἀπαλλάξαι.

[18] εἰκὸς δὲ αὐτὸν αἰσχυνθέντα σου τὴν ἀρετὴν ἡμερώτερόν πως κἀκείνῳ γενέσθαι. σὺ δὲ καὶ πρὸς τὸν δῆμον εἰπεῖν καὶ δι' ἐκείνου πρᾶξαι τὰς σπονδὰς καὶ μετὰ τῶν ἄλλων ἃ λαμβάνειν νόμος καὶ τοῦτο ἐπαγγεῖλαι. πάντως δὲ πολλοῦ πᾶσιν ἄξιος εἶ καὶ τὸ δικαίως αἰτεῖν ἀπὸ τῆς ἀνδραγαθίας ἔστι σοι.

[19] ἐκκλησία τοίνυν μετὰ ταῦτα καὶ καλούμενος παρῄειν ἄνθρωπος ἐπ' ἀριστείᾳ κατηφής, ἀφῃρεῖτο γὰρ τὴν ἐπὶ τοῖς κατορθώμασι φαιδρότητα τὸ τῆς οἰκίας ἀτύχημα, μνησθεὶς δὲ τῆς μάχης καὶ φήσας οὐχ ὑμᾶς ἐμοὶ δεῖν ἔχειν χάριν, ἀλλ' ἐμαυτὸν τοῖς παραταξαμένοις θεοῖς ὅμως, ἔφην, ἐπειδήπερ αἰτεῖν κελεύετε, τὰ συνήθη μέν, ὦ πάτερ, καὶ δι' ὧν τοῖς λαμβάνουσιν εὐπορία τε καὶ τὸ λαμπροὺς εἶναι περιγίγνεται, οἷον πλέθρα γῆς πεφυτευμένης ἢ τάλαντα ἀργυρίου ἢ σίτησιν ἐν πρυτανείῳ ἢ χαλκῆν εἰκόνα, τούτων μέν, ἔφην, τῶν λαμπρῶν οὔπω πράττομεν ἀξίως, ἀλλά μοι δότε δωρεάν.

[20] καὶ κρατηθεὶς δάκρυσιν ἐσίγησα, κελευόντων δὲ ὑμῶν λέγειν καὶ θαρρεῖν, ὡς οὐδὲν ‹ὂν› ὅ τι οὐ δώσετε εἶπον τὴν Ἐριννὺν τῆς οἰκίας ἣ τὰ συμπεφυκότα διέσπασε, τὴν συμφορὰν τἀδελφοῦ, τὴν ὀργὴν τοῦ πατρός, ὡς ἀκούομεν κακῶς, ὡς τραγῳδούμεθα πανταχοῦ, καὶ τελευτῶν ἀντ' εἰκόνος ἐπήγγελλον τοσοῦτον, ἰδεῖν οἴκοι τὸν ἀδελφόν. ἐν ᾧ πάντες ἀνεθορυβήσατε τὸ τῆς αἰτήσεως ἦθος ἄμεινον τῆς ἀριστείας ἡγούμενοι.

[21] καὶ ἦν ἔνθεν μὲν ἀκούειν ἀποκαλούντων τὸν χρηστόν, ἑτέρωθεν δὲ τὸν βέλτιστον, πανταχόθεν δὲ ἁπλῶς ἕν γέ τι ῥῆμα πρὸς εὐφημίαν φέρον. ἀλλά τοι, ὦ δικασταί, τὸ θαῦμα μέχρι τῆς σιγῆς τοῦ πατρός, ὡς δὲ διῆρε τὸ στόμα καὶ ἐφθέγξατό τι καὶ συνήγαγε τὸ πρόσωπον, πάντα διέφθαρτο, καὶ τὰ καλὰ τέως φαῦλα ἐπεφήνει καὶ ὑμεῖς μετεβέβλησθε καὶ αὐτὸς παραπαίειν ἐδόκουν καὶ δι' ὧν εὐδοκίμουν, ἐπὶ τούτοις αἰτίας εἶχον.

[22] τοσοῦτον, ὦ δικασταί, προσηγορία πατρὸς εἰς ἀγῶνα πλεονέκτημα. πάντα φροῦδα ἐκεῖνα τὰ μεγάλα καὶ θαυμαστά, ὁ κηδεμὼν τῆς οἰκίας, ὁ φοβερὸς τοῖς ἐχθροῖς, ὁ τῆς πόλεως σωτήρ, ὁ φύλαξ τῶν γενῶν, ὁ τοῦ τείχους χρησιμώτερος, ὁ δοὺς ἀντὶ τοῦ πεφρικέναι εὐθυμεῖν, τὰ δ' ἐπινίκια καταγέλαστα καὶ μικρὰ καὶ φλήναφος.

[23] ἐπειδὴ τοίνυν ὑμῖν τε ἠνώχληκα καὶ τὸν πατέρα λελύπηκα καὶ λόγους ἀφεῖκα σιγῆς ἀξίους, εὕρηκα, ὦ δικασταί, ἑτέραν δωρεὰν δι' ἧς ἐλπίζω τὸν πρεσβύτην εὐφρανεῖν. ἣν γὰρ οὐκ ἠδυνήθην λῦσαι τἀδελφῷ συμφοράν, ταύτης κοινωνεῖν ἀξιῶ καὶ τῆς οἰκίας μετ' ἐκείνου στέρεσθαι.

[24]    Τιμωρία τοῦτ', οὐ δωρεά, φήσει τις καὶ τὰς τιμὰς αἷς ἀμείβεσθε τῶν ἀριστέων τοὺς κινδύνους ἐξαριθμήσει μανίας εἶναι λέγων φυγόντα ταῦτα ἑκόντα ἐμβαίνειν εἰς τοσοῦτον κακόν. ἐγὼ δέ, εἰ μὲν ἡ σφοδρὰ λύπη τὸν λογισμὸν ἐξίστησιν, ὁμολογῶ μαίνεσθαι πρὸς τοσοῦτον ἐπιθυμίας ἥκων. τίς γὰρ ἢ γέγονεν ἢ νῦν ἐστιν ἀθλιώτερος ἐμοῦ;

[25] καὶ τὰ μὲν ἄλλα ἐῶ, τουτὶ δὲ αὐτὸ τὸ παρὸν πόσης δυστυχίας; ὁ μὲν δῆμος ἐν θυσίαις καὶ χαραῖς καὶ γυναῖκες καὶ παῖδες καὶ δοῦλοι τῆς ἀδείας εἰς ἡδονὴν ἀπολαύουσι, μόνος δὲ ὁ τούτων αἴτιος ἐν οἰμωγαῖς, ἐν θρήνοις τῷ φεύγειν τὴν πατρῴαν ἑστίαν. καὶ τῶν μὲν νενικηκότων εἰμὶ πολίτης, στένω δὲ μετὰ τῶν ἡττημένων. καὶ τοῖς μὲν ἄλλοις τὸ στεφανηφορεῖν ἀπὸ τῆς ἐμῆς προθυμίας, ἐμοὶ δὲ ἀντὶ τούτου παρὰ τοῦ δήμου τὸ δακρύειν. καὶ τῇ μὲν πόλει λῦσαι τοὺς φόβους ἴσχυσα, τῷ δὲ ἀδελφῷ λῦσαι τὴν ἀποκήρυξιν οὐκ ἔσχον, ἀλλ' ὧν ἐν προσθήκῃ τεύξεσθαι προσεδόκων οὐδ' αὐτὰ καθ' αὑτὰ λαβεῖν δεδύνημαι. καὶ τὸ δεινότατον, κατῄσχυνα τὴν νίκην αἰτήσει πονηρᾷ καὶ σεσωκὼς τοὺς νόμους εἰς ὠμὴν καὶ παράνομον ὑπήχθην δωρεάν.

[26] μὴ τοίνυν θαυμάσῃς εἰ τοσαύτῃ συνόδῳ κακῶν ἐκβέβλημαι τῶν λογισμῶν καὶ τοῖς μὲν ἀλγῶν, τοῖς δὲ αἰσχυνόμενος οὐ πάνυ σωφρονῶ. ἀλλ' εἰ καὶ λίαν τις οὐκ ἐπ' ἐμαυτοῦ με εἶναι νομίζει, τοσοῦτόν γε ἔχω καθορᾶν ὡς τὰ μὲν λαμπρύνοντα ἄνθρωπον οἱ μὲν εὖ πράττοντες δέχονται καὶ τὸ μὲν πρόσφορον οἷς καιρὸς κομίζονται καὶ μέμψις ἄπεστιν, εἰ δέ τις δυσκολίᾳ κεχρημένος καὶ τοὺς οἰκείους ὁρῶν ἐν τοῖς χαλεπωτάτοις βοηθεῖν ἀδυνατῶν μέμνηται τιμῆς καὶ λαμπρότητος ἀντιποιεῖται, τοῦτον καὶ μισοῦμεν καὶ μεμφόμεθα καὶ θεοῖς ἐχθρὸν ἡγούμεθα. τὸ γὰρ ἄκαιρον ἐν αἰτίᾳ πανταχοῦ.

[27] καὶ νῦν οὐκ ἐᾷ τούτων εἶναι καιρὸν ὁ δυστυχῶν ἀδελφός, ὁ ἀντειρηκὼς πατήρ, ὁ πεισθεὶς ἐκείνῳ δῆμος. ἀλλ' ἐπ' ἀγορᾶς με βούλει στῆναι χαλκοῦν οὐδὲ φανῆναι τἀδελφοῦ τολμῶντος ἐπ' ἀγορᾶς; ἀλλ' ἐν πρυτανείῳ σιτεῖσθαι τῆς οἴκοι τραπέζης ἐστερημένου τούτου; ἀλλὰ τάλαντα λαβεῖν προσαιτοῦντος ἐκείνου; ἀλλὰ κηρύγματος τυχεῖν ἀποκεκηρυγμένου τούτου; μή, πρὸς Διός, μή με ποιήσῃς περὶ τὴν φύσιν πονηρὸν μηδ' ἐπιδείξῃς ὀλίγωρον τῶν ἐκείνης νόμων οἳ τοῖς οἰκείοις ταὐτά τε χαίρειν καὶ ταὐτὰ λυπεῖσθαι διώρισαν. συγγενείας δὲ ἁπάσης ἀδελφὸς ἐντιμότατον.

[28] φέρε, εἰ δὲ ἐτεθνήκει νεωστὶ καὶ κατειλήφει τὴν τελευτὴν ἡ νίκη καὶ περὶ δωρεᾶς ὁ δῆμος καθῆστο, ἆρ' ἄν με δοκεῖς δέξασθαι ταυτὶ τὰ σεμνά, τὸν στέφανον, τὴν εἰκόνα, τἄλλα, ἀλλ' οὐκ ἂν ἐν χάριτος μέρει τὸ λαβεῖν τινα χρόνον εἰς τὸ πένθος αἰτῆσαι; νῦν τοίνυν οὐ τέθνηκε μέν, ὃ δὲ πολλῷ θανάτου βαρύτερον, ἄτιμος περιέρχεται, μᾶλλον δὲ κρύπτεται. τί οὖν ὁ καιρὸς ἐπαγγέλλειν παραινεῖ; μετέχειν αὐτῷ τῆς ἀτιμίας καὶ μὴ τρυφᾶν ἐν ἀκαιρίαις ἀδελφῶν.

[29]

δωρεὰ δὲ πᾶσα τῇ τοῦ λαμβάνοντος ἡδονῇ κρίνεται, τὸ δὲ λυπηρόν, κἂν ἄλλως ᾖ τῶν καλῶν, εἰς τιμωρίαν τελεῖ. αὐτίκα τίς οὐκ ἂν εὔξαιτο στεφάνου τυχεῖν ἐπ' εὐνοίᾳ τῇ πρὸς τὸν δῆμον; ἀλλ' ἐὰν τὸν ἐν πένθει καθήμενον ἀναστήσας ἄγῃς εἰς ἐκκλησίαν ὡς ἀναρρήσει κοσμήσων, ἐκόλασας τῇ τιμῇ. καὶ τοὺς τυράννους διὰ τοῦτο δυσχεραίνομεν ὅτι πολλάκις τὸν περὶ ταῦτα συνταράττουσι θεσμόν.

[30] πενθῶ δὴ καὶ αὐτὸς ἀδελφὸν ἐξεληλαμένον καὶ τὸν στέφανον ἀπάγει τῆς κεφαλῆς ἡ Τύχη. εἰ γὰρ τῶν ἑταίρων τις, οὓς ἡ κοινωνία τῶν ἀσκημάτων εἰς εὔνοιαν συνδεῖ, τοιούτῳ περιπεπτώκει κακῷ, μετρίως ἂν ὑμῖν ἐνέγκαι δοκῶ τὴν τοῦ γνωρίμου συμφορὰν ἢ προσελθεῖν τοῖς ἀριστείας καρποῖς ἐν ταῖς τῶν συνήθων κακοπραγίαις; ὑπὲρ οὗ δὲ νῦν ἱκέτευον, ἀδελφός ἐστιν, ὦ πάτερ. τοῦτο δίκαιον ἕν. συμφοιτητής. τουτὶ δεύτερον. αἰδούμενός με διὰ τέλους. τουτὶ τρίτον. οὐ γὰρ ἐρῶ θρασύν, ὦ πάτερ, ὃν ἔγνων ἐπιεικῆ.

[31] τὸ μὲν οὖν ἄμεινον ἦν τοῦτον τῆς ἐμῆς μεταλαμβάνειν εὐπραξίας· ἐπεὶ δὲ ἀντέκρουσεν ὁ Φθόνος, δεύτερόν μοι κέρδος αὐτὸ τὸ τῶν τούτου μετασχεῖν κακῶν. ἄλλα ἄλλος, ὦ δικασταί, τῶν ἠριστευκότων θαυμάζει τε καὶ λαβεῖν ἐπιθυμεῖ, ὁ μὲν αἰχμάλωτον ἐν ὥρᾳ οὖσαν, ὁ δὲ ἐξ αὐτῶν τῶν λαφύρων χρυσόν, ὁ δὲ κτήματα καὶ γεωργίας, ὁ δ' ἀφ' ὧν δόξα μᾶλλον ἢ κέρδος. ἐπεθύμουν καὶ αὐτὸς ἰδεῖν δι' ὑμῶν ἐν εἰρήνῃ τὸ γένος. ἔδοξα ληρεῖν, ἥττημαι λόγων. ἐπ' ἄλλην εἶμι δωρεὰν πρέπουσαν τῷ ἐκείνης ἡμαρτηκότι.

[32]    Καὶ μηδεὶς οἰέσθω με τὴν ταλαιπωρίαν ἀγνοεῖν, ἣ τὸν ἐκπεσόντα τῆς οἰκίας δέχεται, τὸν λιμόν, τὴν ἀλουσίαν, τὴν ἀγρυπνίαν, ταπεινότητα, κατήφειαν, ἐσθημάτων ἀπορίαν, θρῆνον συνεχῆ. τούτων γὰρ ἐγγὺς ὁ διδάσκαλος καὶ πάντα ἀκριβῶς οἶδα τὰ τῶν εἰς ταῦτα ἡκόντων καὶ οὐδὲν δεῖ με παρὰ σοῦ μαθεῖν ὡς εἰς τὸ βάραθρον μετριώτερον ἐμπεσεῖν ἢ ταύτην ὑπομεῖναι τὴν τύχην. οἴκοθεν ἔχω τὸν παιδευτήν. εἰ δὲ ἠγνόουν τὰ τῆς ἐκβολῆς δεινὰ καὶ οὐ μᾶλλον ἑτέρου τὸ πρᾶγμα ἐξηπιστάμην, οὐκ ἂν πάντων τὸ μέγιστον ἐποιούμην ἀποδοῦναι τἀδελφῷ τὴν οἰκίαν.

[33] σὺ δέ με ὡς ἐπ' ἀγαθόν τι τὴν ἀποκήρυξιν ἐπείγεσθαι νομίζεις, τὸ δὲ οὐχ οὕτως ἔχει. πόθεν; ἀλλ' οἶδα μὲν ἅπαν τὸ δεινόν, ἐπιθυμῶ δὲ ὅμως τῆς συμφορᾶς. καί μοι δότε τὴν χάριν ταύτην, ἐπειδὴ τὴν προτέραν ἐκωλύθητε. ὁρᾶτε, ὦ δικασταί, τοὺς ἐπὶ τοῖς μεγίστοις ἀτυχήμασι ζῆν οὐκ ἀξιοῦντας. οὗτοι μὲν τὸν θάνατον ὡς ἐστὶ δεινὸν οὐκ ἀγνοοῦσιν, εἰσὶ γὰρ τῶν ὑπὲρ σωτηρίας εὐξαμένων πολλάκις, ὅμως δὲ ὀρέγονται τελευτᾶν καὶ τὸν μὲν ἐναντιούμενον ἐχθρόν, τὸν δὲ ἐντιθέντα τὸ ξίφος εὐεργέτην ἡγοῦνται. ταῖς γὰρ τῶν δεομένων ὁτουοῦν ἐπιθυμίαις ὁ συμπράττων φίλος.

[34] καὶ νῦν ἐγὼ τῇ μὲν λύπῃ πρὸς τὴν τῶν ἀτόπων ἐπιθυμίαν ἥκω, τοῖς δὲ ἐνταῦθα βοηθοῦσιν ἀείμνηστον εἴσομαι τὴν χάριν. εἰ δέ τις ὕστερον ἐπὶ τὸ γέρας ἀφίκοιτο μέμψις, ἐμὸν τοῦτο ἔστω τοῦ βουληθέντος λαβεῖν, ἀλλ' οὐ τῶν δεδωκότων, οἳ τὴν ἡδονὴν τοῦ τὴν δωρεὰν αἰτοῦντος ἐθεράπευσαν πλέον ἢ τὴν ζημίαν ἐσκόπησαν.

[35]

ἤδη τινὰς εἶδον ἐπ' ἀρρωστήμασιν ἀδελφῶν ἑκόντας ἑαυτοὺς ἀποκλείσαντας σιτίων καὶ καθ' ὅσον ἐξῆν κοινωνήσαντας τῶν δυσχερῶν καὶ δόξαν ἀπὸ τούτου τὴν βελτίστην λαβόντας, μᾶλλον δέ, εἰ δεῖ τἀληθὲς εἰπεῖν, τὴν χείρω διαφυγόντας. ὁ γὰρ εἰς τὸ γένος μὴ χρηστὸς τίς ἂν εἴη περὶ τὸν δῆμον καὶ τὴν πόλιν; τοῦτό μοι καὶ νῦν ἡ δωρεὰ βούλεται δεῖξαι πᾶσιν ἀνθρώποις ὡς οὐκ ἀμελῶ χρηστὸς ὢν οὐδὲ φοβεῖν ἔμαθον πολεμίους μόνον, ἀλλὰ καὶ συναλγεῖν ἀδελφοῖς ἠτυχηκόσιν.

[36] εἰ τοίνυν καὶ λῃσταὶ κεκρατηκότες ἡμῶν τὸν μὲν ἐν πέδαις εἶχον, ἐμὲ δὲ ἐποιοῦντο σύσσιτον, καὶ τὸν μὲν ἐπίεζον, ἐμοὶ δὲ παρεῖχον τρυφᾶν, καὶ τῷ μὲν πᾶσαν ἀηδίαν προσῆγον, ἐμοὶ δὲ ἅπασαν ἡδονὴν ἐπόριζον, ἐδεήθην ἂν αὐτῶν μή με τιμωρεῖσθαι τοῖς τερπνοῖς μηδὲ ἐν τῷ θεραπεύειν ἀνιᾶν, ἀλλ' εἰ κἀκεῖνον λυποῦσι, καὶ ἐμὲ δῆσαι καὶ δοῦναι δωρεὰν τὴν κοινωνίαν τῶν ἀλγεινῶν.

[37] καὶ νῦν, ὦ πάτερ, τὰς αὐτὰς ἀφίημι πρὸς σὲ φωνάς· ἐκβέβληκας τὸν ἀδελφόν, ἐμὲ δὲ οὔπω. δέδωκας ἐκεῖνον πενίᾳ, διάγω δὲ ἐγὼ ἐν ἀφθόνοις. εἴ σοι τὰ πρὸς ἐκεῖνον ἄσπονδα, ἐπάφες κἀμὲ τῷ πολέμῳ. μὴ κωλύσῃς τὸν δῆμον δοῦναι δωρεὰν δι' ἧς ἐπιδειχθήσομαι τιμῶν τὴν φύσιν.

[38]    Ἀλλὰ πονηρός φησιν ἐκεῖνος ἐγένετο καὶ ταῦτα παθεῖν ἄξιος. ἐγὼ δέ, εἰ μὲν ἐπιληψόμενος τῆς ἐκβολῆς ἀνέστην καὶ τοιούτοις ἐχρώμην λόγοις· ἄνδρες πολῖται, συκοφαντία μοι τὸν ἀδελφὸν ἀπολώλεκε. δίκην δέδωκεν ὧν οὐκ ἠδίκηκεν. ὀξύθυμός ἐστιν ὁ πατήρ. ἀναμαρτήτους ἀξιοῖ τοὺς υἱεῖς εἶναι, πρᾶγμα ἀμήχανον. καὶ κραυγὴ καὶ θόρυβος ἐπεσκότισε τοῖς δικαίοις. δυστυχὴς μὲν ὁ νεανίσκος, πονηρὸς δὲ οὐδαμῶς, ὅλως εἰ πρὸς ἀπολογίαν ἔτεινεν ἡ παροῦσά μοι σπουδή, καὶ τότε τὸ κατηγορεῖν οὐκ ἂν ἦν ἔξω καιροῦ· εἰ δὲ τὰς μὲν αἰτίας ἐῶ μένειν, τὸ δὲ μετ' ἐκείνου πράττειν κακῶς ἥδιον τίθεμαι τοῦ μὴ μόνος ἀπολαύειν τῶν ἀγαθῶν, τίς ἔτι χρεία τῶν ἐγκλημάτων;

[39] ἔδειξας, ὦ πάτερ, τὴν πονηρίαν. ἔπεισας δῆμον φιλάνθρωπον ἀτιμάσαι τὸν Ἔλεον. οὐχ οὕτως ἐγὼ ἀνόητος ὡς ἀπολογίαν ἔτι ζητεῖν τῆς τοσαύτης ἀρτίως κατεγνωσμένης. τί γὰρ οὐκ εἶπον ὧν ἐνῆν; οὐχ ὡς ἡ νεότης ῥᾷστον ὑπαχθῆναι καὶ ἁμαρτεῖν τοὺς τῷ χρόνῳ μὴ κτωμένους τὴν σύνεσιν; οὐχ ὡς τὸ μηδὲν πλημμελεῖν ἐν τοῖς θεοῖς ὥρισται; οὐκ εἶπον ἃ παρ' ὑμῶν ἀκήκοα πολλάκις, ὅτι τοῦ νόμου φόβος ἐστὶ τὸ βούλημα καὶ τοὺς νέους δεδοικέναι μὲν ἀξιοῖ τὴν ἐκβολὴν ἐπὶ τῷ σωφρονεῖν, ἀπελαύνεσθαι δὲ οὐκ ἔστι καὶ περινοστεῖν ἀοίκους οὔσης οἰκίας ἐφ' ἁμαρτήμασι φαύλοις; εἰ γὰρ δὴ μεγάλα, τί οὐκ ἀπέκτεινε;

[40] καὶ μὴν καὶ τὸν πατέρα ἠρόμην εἰ τὴν νεότητα ἀναμαρτήτως πεπόρευται, οὐκ ἔχοντος δὲ εἰπεῖν ἠξίουν τὸν αὑτοῦ πατέρα εἰς ἡμᾶς μιμεῖσθαι, λέγων δὲ ταῦτα ἐρραψῴδουν ὀνόματι πατρὸς κατακλυζόμενος.

[41] τί οὖν φημι; δεῖν μήτ' ἐμοὶ συγχωρεῖν ἀπολογίας μεμνῆσθαι τῷ γε ἡττημένῳ μήτε τούτῳ βλασφημίας τῷ νενικηκότι. πέπαυται γὰρ ἀμφοῖν ἡ χρεία τῇ χειροτονίᾳ καὶ τῷ βούλεσθαί με νῦν ἐκπεσεῖν τὸ πεπονηρεῦσθαι τὸν ἀδελφὸν οὐδὲν κοινωνεῖ.

[42]    Καὶ μὴν ὅσῳπερ ἂν ἐκεῖνον τῷ λόγῳ κατασκευάζῃ μιαρόν, τοσούτῳ προνοητέον αὐτῷ τῆς ἐμῆς ἀρετῆς, ὅπως μὴ παντελῶς δυστυχὴς ᾖ πατήρ, ἀλλὰ τὸν μὲν πονηρόν, τὸν δὲ οὐ τοιοῦτον ἔχῃ. ἂν μὲν τοίνυν ἐκπέσω καὶ λάβῃ με κοινωνὸν ἑκόντα τῆς ταλαιπωρίας ἀδελφός, χρηστός, δίκαιος, τὴν φύσιν αἰδούμενος, πάνθ' ὅσα κάλλιστα ἀκούσομαι καὶ δι' ἐμοῦ σὺ ζηλωτὸς ὁ γονεύς· ἂν δέ, ὃ μὴ γένοιτο μηδὲ ἔστω, τὸ κατ' ἐμαυτὸν προελόμενος ὑπερβῶ τὸ ἐκείνου, πονηρός, ὠμός, ἀσεβής, οὐ θεοὺς εἰδώς, οὐ νέμεσιν, πάντα τὰ χείριστα ἀκούσομαι καὶ δι' ἐμοῦ πάλιν ἐν ὀνείδεσιν ὁ πατήρ.

[43] μὴ τοίνυν ἀνάσχῃ διπλῆν ὀδύνην ἐπὶ σὲ βαδίζουσαν, ἀλλὰ ἀποκήρυξιν ἀποκηρύξει παραμύθησαι τῇ παρούσῃ τὴν προτέραν, τῇ παρ' ἐμοῦ τὴν παρὰ σοῦ. ἡ μὲν γὰρ σημεῖον ἦν πονηρίας σοῦ παιδός, ἡ δὲ καλοκαγαθίας σοῦ παιδός.

[44] μετριώτερον δεῖ σε νομίσαι τὰ περὶ τοὺς υἱεῖς ἐξ ἡμισείας ἀσχημονεῖν ἢ τελέως ὄψει μεστὴν αὐτίκα τὴν πόλιν τοιούτων ῥημάτων· πάνυ γε. οὐ γὰρ πάντα ἀγαθὸς ἀριστεύς, ὃς τοὺς μὲν πολεμίους τῆς χώρας ἐξέβαλε, τὸν δὲ ἀδελφὸν οὐκ ἐπανήγαγεν οἴκαδε. εὐτυχίαν ἥρπασεν ἐν τοῖς ὅπλοις, οὐκ ἀρετὴν ἐπεδείξατο. εἰ δὲ ἀρετὴν ἤσκει, πάντως ἂν ἐπέθηκε τῷ τροπαίῳ τὴν περὶ τὸ γένος ἐπανόρθωσιν.

[45]

   Ἡ δὲ αἴτησις, ὦ πάτερ, καὶ τὸ ἡττᾶσθαι δοκεῖν μικρὸν ἔχει τὸν ψόγον; ῥᾴδιον γὰρ εὑρεῖν καὶ κατ' ἐκείνης λόγον· πλάσμα ἦν ἡ δωρεὰ καὶ τέχνη, ῥήματα φιλάνθρωπα, γνώμη δὲ οὐ τοιαύτη. σχῆμα εὐπρεπές, οὐκ ἀληθείας ἔργον. ἐξεχλεύασε τὸν ταλαίπωρον ἀδελφόν, ἀλλ' οὐκ ἐξείλετο τῶν κακῶν. ἤνεγκεν αὐτῷ τὴν δυστυχίαν εἰς μέσον, ἀνελεῖν δὲ οὐκ ἐζήτησεν. ἀφωσιώσατο πρὸς τοὺς πολλούς, εἰρωνεύσατο, πράττει δὲ ὅπως ἀθάνατον ἑστήξει τὸ μῖσος. οὐ γὰρ αὐτὸς καὶ τὰ πρῶτα συνεσκεύασεν; οὐ γὰρ ἐκ τῆς τούτου κακοηθείας ὁ ἀδελφὸς ἐλήλαται καὶ διαβολαῖς ἡ φύσις ἠδίκηται;

[46] εἰ δὲ ἄλλοθέν ποθεν ταῦτα προσεπεπτώκει καὶ οὐκ ἠρέσκετο τῇ συμφορᾷ, ταχέως ἂν ἔλυσε τὸ δεινὸν ἱκετείαις, ἀντιβολίαις, δεήσεσεν, ὀδυρμοῖς, δάκρυσιν, ἀεὶ παρών, συνών, συνδιαιτώμενος. μέγα δ' ἂν ἴσχυσε πρὸς διαλλαγὰς καὶ τὸ παρὰ πότον στενάξαντα ἀνακαλέσαι τὸν ἀδελφόν. ἀλλ' οὐκ ἐποίησε τούτων οὐδὲν ἢ πάντως ἂν μετεστήσατο τὸν γονέα τῆς ὀργῆς. οὐ γὰρ δὴ τῶν θηρίων ἀγριώτερος ἂν ἦν οὐδὲ πλέον τὸν υἱὸν ἢ τοὺς πολεμίους μισῶν, οἷς πολλάκις μεθ' ἡμῶν ἐσπείσατο σὺν ὅπλοις ἐπελθοῦσιν, Ἥλιε, καὶ πολὺ τῶν πολιτῶν ἀναλωκόσι καὶ σπεύδουσι κατασκάψαι τὴν πόλιν.

[47] τοῦτο γὰρ ἀνθρώπινον καὶ ἀσφαλὲς τὸ μηδαμοῦ τὸ μέτρον ἐκβαίνειν. κεκράτηκας πολεμίων. σπεῖσαι. παῖδα ἐσωφρόνισας ἐκβαλών. ἀναλάμβανε. ὁ δὲ σεμνὸς ἀριστεὺς τῇ μὲν αἰτήσει χρηστὸς ὤφθη, τῷ δ' ἀτυχήσας μὴ χαλεπῆναι φαῦλος καὶ τὸν ἐφ' οἷς ἐπήγγειλεν ἔπαινον οἷς οὐ πείσας πρᾴως ἤνεγκεν ἐξήλειψεν.

[48] ἀλλὰ τί ἐχρῆν ποιεῖν; φυγεῖν οὕτως ἀνελεῆ πατέρα, μισῆσαι πικρίαν ἄπαυστον, μετατάξασθαι πρὸς τὸν ἀτυχοῦντα ἀδελφόν, ἡδίω νομίσαι τὴν μετὰ τούτου πενίαν τῆς τοῦ πατρὸς περιουσίας.

[49]    Ἵνα δὴ μὴ τοιαύταις ὑποψίαις ἐνέχωμαι, κατ' ἐμαυτοῦ γράφω τὴν ἐκβολήν. κερδανεῖς δὲ καὶ αὐτός, ὦ πάτερ, ἐν τῷ τὸν γράφοντα ἐμὲ ταῦτα εἶναι. τίνα τρόπον ἐγώ σε λελύπηκα μὴ μισῶν τὸν ἀδελφὸν καὶ δίκην ὀφείλων σοι τῆς πρὸς ἐκεῖνον εὐνοίας;

[50] ἤδη καὶ τοὺς ἐκπολεμώσαντάς σε πρὸς ἐκεῖνον ἔτι καὶ νῦν ὁρῶ παρὰ σοὶ δυναμένους. οἶδα τοίνυν ὡς οὗτοι τὴν αὐτὴν προσοίσουσι μηχανὴν καὶ τοσούτῳ ῥᾷον παράξουσιν, ὅσῳ συνείθικας εὐχερῶς ἀποκηρύττειν καὶ τολμᾶν ἐν δικαστηρίῳ βοᾶν· ἀλλότριον ὃν γεγέννηκα ποιοῦμαι. οὐκ ἀνθέξεις τοῖς σοφισταῖς τούτοις, ὦ πάτερ, οὐδ' ἂν σφόδρα ἐθέλῃς τὴν ἀριστείαν αἰδεῖσθαι.

[51] βούλει σοι προείπω καὶ τὰ ῥήματα τῶν γοήτων; ἐχθρὸν ἔνδον ἔχων οὐκ ᾔδεις. ἐπὶ σαυτῷ τὸν παῖδα ἔτρεφες. πατραλοίας ἡμῖν ὁ γενναῖος. ταῖν χεροῖν οὐχ ἥψατο, ῥήμασι δὲ ἐρείδων οὐκ ἀνῆκε. πρᾳότερος ἐθέλει τῶν γερόντων εἶναι δοκεῖν. πορευέσθω παρ' ἐκεῖνον ὃν περὶ πλείονος ποιεῖται. δότω δίκην τῆς ὕβρεως. δεῖξον ὡς χαλεπαίνεις, ὡς οὐκ εἰκότα ἀκήκοας.

[52] τοιούτοις οἰχήσονται εὐθύς ‹σε›, οἶδα, λαβόντες τοῖς ψεύδεσι καὶ οὐδὲν ἐμποδιεῖ τὸ τρόπαιον, ὁ κρότος, τὸ τῆς ἀριστείας ἀξίωμα τὸ ἐκ τῶν τοιούτων ἔργων κρείττω αὐτῆς τῆς ἀποκηρύξεως τοῖς νόμοις εἶναι, καὶ γὰρ τοιοῦτόν τι πέπυσμαι, ὀργὴ γάρ, ἡνίκα ἂν ὑπερζέσῃ, τὸν λογισμὸν παρώσασα φέρεται ᾗ ἂν τύχῃ.

[53]    Σκόπει τοίνυν ὅπως σε φιλῶ καὶ ταῦτα λυποῦντα. παρέχω σοι τιμωρίαν πράξασθαι διαφεύγοντα τὴν αἰσχύνην. τὸ γὰρ ἐκπεσεῖν με τῆς οἰκίας τοῖς ἐμαυτοῦ λόγοις ἐν μὲν τῷ μὴ μετέχειν τῶν πατρῴων κολάζει, ἐν δὲ τῷ σοῦ σιγῶντος τυχεῖν ἄνευ αἰτίας ὧν ἐπιθυμεῖς δίδωσι.

[54] φέρε, εἴ με ἐβούλου καταποντίσαι, φθάσας δὲ αὐτὸς ἐμαυτὸν ἐνέβαλον εἰς τὴν θάλασσαν, οὐκ ἄν σε εὐηργέτουν ἀποπνιγείς τε καὶ σὲ τοῦ μύσους ἀπαλλάξας; εἰ δὲ ἥδιστ' ἂν ἀπέκτεινας ξίφει, τοῦτο δὲ αὐτὸς αἰσθόμενος εἰς ἐμαυτὸν ὦσα τὸ σιδήριον σοῦ διαμέλλοντος, οὐκ ἂν ἦν σοι κεχαρισμένος τεθνεώς τε καὶ σὲ διατηρήσας καθαρὸν τοῦ φόνου;

[55]

ἀπὸ τῆς αὐτῆς καὶ νῦν γνώμης ἀποκηρύττεσθαι βούλομαι. ἐλθέτω μανίας ἐπ' ἐμὲ μᾶλλον ἔγκλημα ἢ τὸν πατέρα ἀσεβείας· εἰπάτω τις ὡς ὁ νεανίσκος παραπαίει μᾶλλον ἢ ὁ πρεσβύτης παραφρονεῖ. λάβε δίκην, ὦ πάτερ, λάβε μεγάλων ἁμαρτημάτων. ἐμνημόνευσα πρὸς σὲ φιλανθρωπίας, ἐμνημόνευσα προσηγορίας ἀδελφοῦ, ἐμεμψάμην ὀργήν, ἐπῄνεσα συγγνώμην. ἦν που τῆς δημηγορίας καὶ τὸ τῶν διαλλαγῶν ὄνομα καὶ τὸν Ἔλεον προσεῖπον. ὀφείλω δίκην ἐπιεικῶν ῥημάτων. ἀποκήρυξον, ἔκβαλε, μὴ μεταβάλῃς τοὺς τρόπους.

[56]    Ἀλλ' ἀσύμφορον, νὴ Δία, τὸν ἀριστέα διάγειν ἐν λύπῃ καὶ διὰ τοῦτο τῆς περὶ τὸν πόλεμον ἀμελεῖν μελέτης καὶ τοῖς ἐχθροῖς παρασκευάζειν ἡδονήν. δῆλον γὰρ ὡς τὰ τούτου δυσχερῆ τοῖς ἐναντίοις ἑορτή. τί φῄς; δέδοικας μὴ πεσὼν εἰς λύπην ἀμελήσω τῶν ὅπλων; νῦν γὰρ ἐν εὐφροσύνῃ μοι τὰ πράγματα καὶ ᾠδαῖς καὶ γέλωτι; τεκμαίρου τὴν ἀθυμίαν, ἄνθρωπε, τῷ προσώπῳ. ταύτῃ συζῶ, διὰ ταύτην ἀπόλωλα. λύπη μοι σύμπας ὁ βίος.

[57] ἂν εἰς τὴν ἀγορὰν ἐμβάλω, τοῖς γνωρίμοις ὑπὲρ τούτου λαλῶν δακρύω. ἂν οἴκαδε εἰσέλθω, τὸ πλήρωμα ὁρῶν ἠκρωτηριασμένον πενθῶ. ἂν εἰς παλαίστραν ἀφίκωμαι, τὸν ἀδελφὸν ὁρῶν ἀπερριμμένον ὀδύρομαι. ἅπας καιρὸς καὶ τόπος ἀφορμὴ δακρύων, οἰκία, στενωποί, γυμνάσια, σύλλογοι, τράπεζα, ὕπνος. ἤδη γὰρ κἀν τοῖς ὀνείρασιν ἔνδον μὲν ἔχειν αὐτὸν δοκῶν ὑφ' ἡδονῆς ἐκπηδῶ, μανθάνων δὲ τὴν ἀπάτην ἐν ὀδυρμοῖς ἀναμένω τὴν ἡμέραν. μάρτυρα δὲ ἔχω τῶν πολλῶν δακρύων τὸν ἐπ' αὐτοῖς πολλάκις ἀγανακτήσαντα τοῦτον αὐτὸν τὸν πατέρα.

[58] ὥσθ' ὑπὲρ οὗ τὴν ἀποκήρυξιν δέδοικας μή με εἰς ἀθυμίαν καταστήσας χείρω ποιήσῃς, τοῦτο καὶ νῦν ἐνοχλεῖ. καὶ γὰρ ἐφ' αἷς μόναις εἶχον ἐλπίσιν ὡς λύσων τἀδελφῷ τὴν συμφορὰν μάταιοι πεφήνασι καὶ οὐκ ἴσχυσεν ἀριστεία νικῆσαι τὴν ἀποκήρυξιν.

[59] εἶτ' ἐμοὶ τοῦ λοιποῦ τί τερπνόν; οἴει γὰρ ἐν πλήθει σιτίων καὶ μαλακῇ στρωμνῇ καὶ σκεύεσι λαμπροῖς εἶναι τὴν εὐθυμίαν; τὸ δὲ οὐχὶ τοιούτως ἔχει. πόθεν; ἀλλ' ἐκείνης μὲν ἡγουμένης ἔν τισι καὶ τούτων χάρις, λύπην δὲ ἰσχυρὰν οὐ κουφίζει τράπεζα πολυτελής, ἀλλ' αὐτὸ τοὐναντίον, τοῖς φαυλοτέροις οἱ πενθοῦντες χαίρουσι, κἂν εἰς τρυφὴν ἄγῃς, προσεπέτριψας.

[60] μὴ οὖν οἴου μοι τὸν οἶκον τοῦ πατρὸς ἱκανὴν παράκλησιν εἰς ἄσκησιν ἔσεσθαι τοσαύτην βεβλημένῳ καὶ ἐπίρρωσιν τῆς ῥώμης ἐκείνης, ‹ἀλλὰ› κατάλυσιν. ἆρ' ἂν πείσαιμι λέγων ὡς ῥᾴων ἔσομαι τῆς οἰκίας ἐκπεσὼν ἢ μένων; νῦν μέν γε κίνδυνον ἔχει μοι τὸ συγγενέσθαι τἀδελφῷ καὶ δεξιὰν ἐμβαλεῖν καὶ ἐλθεῖν εἰς λόγους. καὶ ὥσπερ οἱ τὰ δεινότατα δρῶντες ἐν τῷ λαθεῖν ἔχουσι τὴν ἀσφάλειαν, οὕτω καὶ ἡμεῖς μόλις καὶ λάθρα τοῦτο τολμῶμεν.

[61]

πολλοὶ δὲ οἱ κατάσκοποι, συμπόται, κόλακες, οἰκέται καὶ θέουσιν εὐθὺς παρὰ τοῦτον καὶ παροξύνουσιν ἐν οἷς ζημιοῦσι χαριζόμενοι. καὶ τὸ δεῖπνον ἡμῖν ἐντεῦθεν ἐγκλήματα καὶ γραφαὶ καὶ μετὰ ἀπειλῶν ἡ θοίνη. πάλιν ἕτερος ἐκείνους εὐδοκιμοῦντας ἰδὼν φυλάττει καὶ πονεῖ περὶ τὴν θήραν καὶ πολλάκις ἅ τ' εἶδεν ἅ τ' οὐκ εἶδεν ἀπήγγειλεν. ὁ δὲ πατὴρ ἄλλως μὲν ἡμῖν οὐ πονηρός, ἀπιστεῖν δὲ οὐκ οἶδεν. ὅστις οὖν δέδοικε τὴν ἐσομένην λύπην ὡς βλάβην ἐσομένην εἰς τὸν πόλεμον τῇ πόλει, σκοπείτω καὶ τὴν παροῦσαν καὶ τάχα εὑρήσει μείζω.

[62] ἀλλὰ δεινὸν εὐφρᾶναι τοὺς πολεμίους. τὸ γὰρ νῦν πεπραγμένον οὐχ ἱκανὸν εὐφρᾶναι; ἐκκλησίας ἀναστάσης οἱ πολλοὶ δραμοῦνται παρ' ἐκείνους ἀγγέλλοντες τὴν ἐμὴν ἀτιμίαν. οὐ γὰρ οἴεσθε τὰ ἱερὰ ἀνοίξειν αὐτοὺς καὶ θύσειν ὡς ἐπὶ τροπαίοις καὶ τὴν ἐπὶ τοῖς πεπτωκόσι λύπην κουφιεῖν οἷς περὶ τὴν αἴτησιν ὕβρισμαι;

[63] τί γὰρ ἂν καὶ μεῖζον ζητοῖεν; ἄνθρωπος τὸ θράσος ἐκείνοις μεταστήσας εἰς φόβον καὶ πεπονθότας δείξας ἃ δράσειν ἠπείλουν καὶ τοὺς μὲν ἀποσφάξας, τοὺς δὲ δειλοὺς ἀποφήνας καὶ τὴν τῶν ἀλλοτρίων ἐπιθυμίαν εἰς τὴν ὑπὲρ τῶν οἰκείων εὐλάβειαν μεταθεὶς καὶ τοὺς μὲν παίδων, τοὺς δὲ γονέων, πολλὰς δὲ ἀνδρῶν στερήσας, ἄνθρωπος τοῖς ἀπ' ἐκείνων λαφύροις κοσμήσας τὸ ἄστυ καὶ τοὺς προσιόντας κινδύνους ἀπωσάμενος καὶ διατηρήσας ἱερά, ὅσια, χρήματα, σώματα, τοὺς τάφους, τὴν πόλιν, τὴν χώραν, καὶ δοὺς ἀντὶ τοῦ τρέμειν παιανίζειν καὶ στεφανοῦσθαι καὶ πρῶτος ἐμπεσὼν εἰς μέσους ὁπλίτας καὶ τῆς σωτηρίας ὀλιγωρήσας καὶ τῆς τιμωρίας ἐπιθυμήσας οὗτος ὁ τοσούτων ἀγαθῶν αἴτιος εἰς δωρεὰν ὑπὸ τοῦ δήμου κεκλημένος αἰτήσας οὐχ αὑτῷ περιουσίαν οὐδ' ἃ πολλάκις τοὺς μὲν λαβόντας ὤνησε, τοὺς δὲ δόντας ἐλύπησεν, ἀλλ' ἀξιώσας εἰς τὸ γέρας υἱεῖ πατέρα συναλλάξαι αἰσχρῶς καὶ ἀτίμως ἐπεστομίσθη καὶ μονονοὺ πατραλοίας ἔδοξε καὶ δίκην ὀφείλειν τοῖς νόμοις.

[64] μικρά γε, οὐ γάρ; εἰς ἡδονὴν ταῦτα τοῖς ἐναντίοις ἢ πάλιν ἐλπίδας οὐκ ἂν ἐμποιήσοντα; μὴ τοίνυν ἃ δεδώκατε ἐκείνοις ἤδη, ταῦτα ὅπως μὴ δώσετε ζητεῖτε μηδ' οὓς ἐψηφίσασθε παραμυθήσασθαι, τούτοις φθονεῖτε τῆς ἐσομένης ἡδονῆς, ἀλλὰ δότε, ὦ ἄνδρες, δότε μοι τὴν δευτέραν χάριν, ἐπειδὴ τὴν προτέραν μείζω τῆς ἀριστείας εὑρήκατε. ἐκβάλετε τῆς πατρῴας οἰκίας, ἐπειδὴ τὸν ἀδελφὸν ἐπανάγειν οὐκ ἔσχετε.

[65] τί κατοκνεῖτε; μὴ γὰρ λαβεῖν τι βούλομαι; στέρησις τῶν ὄντων ἐστὶν ἡ χάρις. ἀρτίως μέν γε τῷ πατρὶ χαριζόμενοι τὸν ἠριστευκότα ἠδικεῖτε, νῦν δὲ ἀμφοτέροις ἀρέσκοντα ψηφιεῖσθε. ποιήσατέ με ἀνέστιον, πρᾶγμα ἥδιστον ἐμοί, τοῦτον ἀπαλλάξατε παιδός, πρᾶγμα σύνηθες τῷ πατρί.

[66] ἂν δὲ φειδόμενοί μου μὴ δῶτε τοῦτο, διαβεβλήκατε τὴν προτέραν γνῶσιν. ὑβρικέναι γὰρ ὃν ἴστε χρήσιμον ὁμολογήσετε. ὅσοι πρεσβύται δι' ἡμᾶς ἄπαιδες οὐ γεγένησθε, ὅσοι παῖδας νέους ὀρφανοὺς οὐ καταλελοίπατε, ὅσοι γυναῖκας οὐκ εἴδετε πρὸς ὕβρεις ἑλκομένας, ὅσοι πλουτεῖτε βεβαίως, ὅσοις ἐφύλαξα κτήματα καὶ οἴκους, ταύτην ἀντίδοτε τὴν χάριν. ἐκβάλετέ με τῆς πατρῴας οἰκίας.

[67]    Μηδὲν ἐνταῦθα ἀντείπῃς, ὦ πάτερ, μηδὲ κινήσῃς τὴν σαυτοῦ δεινότητα πάλιν. οὐκέτ' ἐκεῖνα τὰ πρότερον, λόγοι ὑπὲρ φύσεως καὶ συγγενείας καὶ θεῶν γενεθλίων καὶ κουροτρόφων καὶ φιλανθρωπίας καὶ συγγνώμης καὶ νεότητος ὀλισθημάτων. ἀλλά μοι παρελθὼν ἀκολούθησον τῷ ψηφίσματι, τήρησον ὃν ἔθου νόμον, φθέγξαι πάλιν τὰ αὐτὰ ῥήματα. νῦν μὲν οὐδενός σοι δεῖ γραμματέως ἀναγνωσομένου τὸν νόμον, ἀλλ' ἐπίστασαι τῆς ἀποκηρύξεως τὰς συλλαβάς.

[68] μή μου τὴν ἀριστείαν αἰσχυνθῇς μηδὲ τοὺς αἰχμαλώτους οὓς εἷλον μηδὲ τὸ πλῆθος τῶν νεκρῶν. ἔπεισας καὶ τὸν δῆμον ἃ τέως ἐθαύμαζεν ἀποφαυλίσαι. μόνος οἴκει τὴν οἰκίαν, ἀπαλλάγηθι τῶν ἐμῶν δακρύων. οὐ δύναμαί σοι συνὼν ἀμνημονῆσαι τοῦ κακοδαίμονος ἀδελφοῦ. χρηστόν με, ὦ πάτερ, ἐγέννησας, ἐλεήμονα, φιλοικτίρμονα, πάσχοντά τι πρὸς τὰς τῶν οἰκείων τύχας. ἐγκάλεσον τῇ φύσει. ὁ δεῖνα βίαιος, ἄλλος ὠμός, ἄλλος στερεός, ἐγὼ φιλάνθρωπος. οὐκ ἔστι μάχεσθαι τῇ φύσει.

[69] πολλῶν ὀφείλω σοι χάριτας, γονῆς, τροφῆς, παιδείας. ἀμείβομαί σε τῷ φυγεῖν τὴν οἰκίαν. οἶδα οἷς χαίρεις, ὦ πάτερ. ἐδίδαξάς με τῇ πρῴην ἀποκηρύξει τὴν νῦν ἀπολογίαν. ταῦτ' οὖν αἰτῶ καὶ ταῦθ' ἡγοῦμαι καλὴν καὶ προσήκουσάν μοι δωρεάν. δεινὸν δὲ οὐδὲν μή σε λαβόντες ἔρημον οἱ συκοφάνται καταθέωσι. τῆς μὲν γὰρ οἰκίας ἀφέξομαι, τῆς δὲ εὐνοίας οὐκ ἀποστήσομαι, ἐπειδὴ καὶ ταῦτα ἀπ' εὐνοίας τῆς πρὸς σὲ λαβεῖν ἀξιῶ.

[70]    Ὄψει καὶ τοῦτον τὸν πονηρὸν ἀδελφὸν μετ' ἐμοῦ τῆς σῆς ἀσφαλείας προβεβλημένον. τεκμαίρομαι δὲ τῷ μετὰ τὴν ἀποκήρυξιν χρόνῳ, ᾧ τοσούτῳ πιεζόμενος οὐδὲν ἀνιαρὸν εἰς τὸν πατέρα ἐφθέγξατο, ἀλλὰ διατελεῖ τὰς αἰτίας δεχόμενος καὶ μᾶλλον ἑαυτὸν συκοφαντῶν καὶ κατηγόρων μεμφόμενος. θαυμάζει δὲ τὸν πατέρα καὶ τῶν προσηκόντων οὐκ ἀποστερεῖ, τὴν δ' ἑαυτοῦ τύχην κακίζει καὶ σπεύδει γενναίοις ἔργοις ἀνελεῖν τὴν ἀτιμίαν.

[71] ἐγώ σοι τοῦτον ἐπιδείξω στρατιώτην ἀγαθὸν ταχέως καὶ κληθήσῃ δυοῖν ἀριστέοιν πατήρ. πολλοὶ πολλάκις ἐκ νεότητος ὑπαιτίου πρὸς τὴν προσήκουσαν ἐκβάντες ἡλικίαν ἐθαυμάσθησαν εἰς ἀρετὰς καὶ καθάπερ ἐν δράματι σκευὴν μεταβαλόντες τοὺς τρόπους οἱ μὲν ἐκ δειλῶν ἐφάνησαν ἀνδρεῖοι, οἱ δὲ ἐξ ἀκολάστων σώφρονες, οἱ δὲ ἐκ θρασέων ἐπιεικεῖς, οἱ δὲ ἐκ ῥᾳθύμων φιλεργοί, οἱ δὲ ἐξ ἀσελγῶν μέτριοι καὶ ἐφ' οἷς πρότερον ἐκακίζοντο, ταῦτα ἀποβαλόντες εἰς ἀγαθοὺς ἐτέλεσαν καὶ τῆς πόλεως εὐεργέτας μεγίστους οἷς ὑπὲρ αὐτῆς ἐπεδείξαντο. τὸ γὰρ τῆς ἀριστείας, κἂν παραχρῆμα φαῦλον νομισθῇ, μικρὸν ὕστερον ὁπόσον ἐστὶν ἐγνώσθη.

[72] παραμυθήσεται τὴν σπάνιν ὁ κρότος, τὴν ἔνδειαν ἡ μνήμη τῆς μάχης, τὴν ἀπορίαν ἡ δόξα. οὐχ ἕξομεν οἰκίαν, ἀλλ' ἐγγὺς τοῦ τροπαίου σκηνώσομεν. τοῦθ' ἑστία μοι, τοῦτο καταφυγή, τοῦτο παράκλησις πρὸς τὸ μέλλον. στέρξουσι μὲν οἱ πολέμιοι τὴν ἡσυχίαν, οἶδα ἐγὼ τὴν ἐκείνων πληγήν, εἰ δ' οὖν, οἷα τὰ ἀνθρώπινα, τὴν ἀρχαίαν ἀναλάβοιεν ἰσχύν, πολλοὺς εὑρήσετε τοὺς ἐμὲ μιμησομένους.

[73] οἷς ἐναντίον ὑμῶν διαλέξομαι· ἄνδρες οἷς εὐψυχία μὲν εἰς τοὺς κινδύνους, εὔνοια δὲ πρὸς τὴν οἰκείαν, καὶ σώματος μὲν ὀλιγωρία, φιλοτιμίας δὲ ἔρως, μηδεὶς ὑμῶν καταγνοὺς ἀχαριστίαν τοῦ δήμου ἄκων μαλακιζέσθω μηδὲ εἰς τὴν ἐμὴν ἀφορῶν ἀτιμίαν κατοκνείτω. ταῦτα ἐπ' ἐμαυτὸν γράφω. εἰς δωρεὰν ἡγοῦμαι τὴν συμφοράν. ἐγὼ πενίας ἐπιθυμῶ. ἐμὴν τοῦτο ἡγεῖσθε μανίαν, μὴ τῆς πόλεως ἀγνωμοσύνην. φεύγω τὴν οἰκίαν ἐφ' ἧς οὐκ ἔσχον δεῖξαι τὸν ἀδελφόν. ὑμεῖς δὲ ἄνδρες τε γίγνεσθε καὶ μὴ ταράττεσθε τῷ παραδείγματι.

[74]

   Πάντα ἐπαινῶ τῆς ἀποκηρύξεως πλὴν ἑνός·

ἡδίους ποιήσει τοὺς πολεμίους. σὺ δέ, εἰ καὶ τοῖς πολίταις ὕστερον, πάτερ, ἀπεχθήσῃ, παρὰ τοῖς ἐναντίοις εὐδοκιμήσεις. εὐωχοῦ δὴ καὶ πῖνε μεθ' ἡδονῆς καὶ τρέφε κληρονόμους ἀντὶ τῶν υἱέων τοὺς κόλακας.