[70]
[4] ὅτι οὗτος ἄριστος μὲν ἦν ἐκ πλείονος τὸ δέον ἐκφροντίσαι, ἄριστος δὲ καὶ ἐκ τοῦ παραχρῆμα τὸ κατεπεῖγον ἐρευνῆσαι, ἔν τε τῷ προσήκοντι καιρῷ ἑκατέρῳ αὐτῶν χρήσασθαι ἦν τά τε πρακτέα ἐν τῷ θαρσοῦντι διεσκόπει, καὶ τὴν διαχείρισιν αὐτῶν ὡς καὶ δεδιὼς ἐποιεῖτο. ὅθενπερ τῇ τοῦ λογισμοῦ ἀδεεῖ διασκέψει πάντα ἀκριβῶς τὰ καθήκοντα ἐνενόει, καὶ τῇ περὶ τοῦ ἀσταθμήτου φροντίδι ἀσφαλῶς [5] αὐτὰ ἔπραττε. καὶ διὰ τοῦτ' εἴ ποτε καὶ ἐς ἀπροβουλίας ἀνάγκην, οἷα ἔν τε τοῖς τοῦ πολέμου παραλόγοις καὶ ἐν ταῖς τῆς τύχης ῥοπαῖς συμβαίνειν εἴωθε, προήχθη, οὐδὲ τότε τῶν προσηκόντων ἡμάρτανεν. ὑπὸ γὰρ τοῦ ἔθους, τοῦ τε τῇ τύχῃ πρὸς μηδὲν ἀλογίστως χρῆσθαι, οὐδὲ ἐς τὴν τοῦ ἐξαπιναίου προσβολὴν ἀπαράσκευος ἦν, ἀλλὰ καὶ τοῖς αἰφνιδίοις ὑπὸ τοῦ μηδέποτε ἀτρεμίζειν [6] ὡς καὶ ἐκ πολλοῦ αὐτὰ προνενοηκὼς ἐχρῆτο. τολμητής τε ἐκ τούτων, ἐν οἷς ἐπεπιστεύκει ὀρθῶς ἔχειν, καὶ κινδυνευτὴς ἐν οἷς ἐθάρσει ἰσχυρῶς ἐγίγνετο· καὶ γὰρ τὸ σῶμα ἴσα τοῖς πάνυ τῶν στρατιωτῶν ἔρρωτο. καὶ διὰ τοῦτο, ‹ὃ› καὶ τὰ μάλιστα ἄν τις αὐτοῦ θαυμάσειεν, προεβούλευέ τε τὰ κράτιστα ὡς καὶ ἑτέροις ἐπιτάξων, καὶ ἐν τῷ ἔργῳ αὐτὰ ὡς καὶ ὑφ' ἑτέρων κεκελευσμένα ἐχειρούργει.
[7] τῇ τε οὖν ἄλλῃ ἀρετῇ ἀσφαλὴς ἦν, καὶ τὴν πιστότητα οὐχ ὅπως πρὸς τοὺς πολίτας τούς τε χρωμένους οἱ, ἀλλὰ καὶ πρὸς τὸ ὀθνεῖον τό τε πολεμιώτατον ἀκριβῆ ἐκέκτητο. καὶ αὐτῷ κατὰ τοῦτο πολλοὶ μὲν ἰδιῶται πολλαὶ δὲ καὶ πόλεις προσεχώρησαν.
[8] ἅτε γὰρ μηδὲν ἀλογίστως μηδὲ ἐξ ὀργῆς ἢ καὶ δέους ποιῶν ἢ καὶ λέγων, ἀλλ' ἐκ τοῦ βεβαίου τῶν λογισμῶν πρὸς πάντα τὰ καίρια ἕτοιμος ὤν, καὶ τὰ ἀνθρώπινα ἱκανῶς ἐκλογιζόμενος, καὶ μήτε τι ἀνέλπιστον ποιούμενος καὶ πάντα πρὸς τὴν τῶν πραγμάτων φύσιν προδιασκοπῶν, ῥᾷστά τε τὰ πρακτέα πρὶν καὶ δεηθῆναι αὐτῶν [9] ἐπενόει, καὶ ἐς βεβαιότητα αὐτοῖς ἐχρῆτο. τοιγαροῦν μόνος ἀνθρώπων ἢ καὶ μάλιστα διά τε ταῦτα καὶ διὰ τὴν μετριότητα τήν τε ἐπιείκειαν οὔτε ὑπὸ τῶν ὁμοτίμων οὔθ' ὑπό τινος ἐφθονήθη. ἴσος μὲν γὰρ τοῖς ὑποδεεστέροις, οὐκ ἀμείνων δὲ τῶν ὁμοίων, ἀσθενέστερος δὲ τῶν μειζόνων ἀξιῶν εἶναι, κρείττων καὶ τοῦ φθόνου τοῦ μόνου τοὺς ἀρίστους ἄνδρας λυμαινομένου ἐγένετο. V. 61 (p. 613).
[71]
[2] Δίωνας κα΄ βιβλίῳ "ὅ τε Φαμέας ἀπογνοὺς τὰ τῶν Καρχηδονίων πράγματα." Bekk. Anecd. p. 124 9.
[70] τίς γάρ ποτε καὶ ὅρος ἡλικίας τοῖς γε ἅπαξ ἐκ μειρακίων ἐξελθοῦσι πρὸς τὸ τὰ δέοντα φρονεῖν ἔπεστι; τίς ἀριθμὸς ἐτῶν πρὸς τὸ τὰ προσήκοντα πράττειν ἀποδέδεικται; οὐχ ὅσοι μὲν ἂν τῇ τε φύσει καὶ τῇ τύχῃ χρηστῇ χρήσωνται, πάντα ἀπ' ἀρχῆς εὐθὺς ἃ δεῖ καὶ φρονοῦσι καὶ πράττουσιν, οἱ δὲ ἐν τῇδε τῇ ἡλικίᾳ βραχὺν νοῦν ἔχοντες οὐδ' ἂν αὖθίς ποτε, οὐδ' εἰ πολλὰ ἔτη διέλθοι, φρονιμώτεροι γένοιντο; ἀμείνων μὲν γὰρ ἄν τις αὐτὸς ἑαυτοῦ προϊούσης τῆς ἡλικίας ὑπάρξειεν, ἔννους δ' ἐξ ἀνοήτου καὶ ἔμφρων ἐξ ἄφρονος οὐδ' ἂν εἷς ἐκβαίη.
[3] μὴ μέντοι τοὺς νέους ἐς ἀθυμίαν, ὡς καὶ κατεγνωσμένους τὸ μηδὲν τῶν δεόντων πράττειν δύνασθαι, ἐμβάλητε· πᾶν γὰρ τοὐναντίον προτρέπεσθαι αὐτοὺς ὀφείλετε πάντα τὰ προσήκοντα αὐτοῖς προθύμως ποιεῖν ἀσκεῖν, ὡς καὶ τιμὰς καὶ ἀρχὰς καὶ πρὸ τοῦ γήρως ληψομένους· ἐκ γὰρ τούτου καὶ τοὺς πρεσβυτέρους βελτίους ποιήσετε, πρῶτον μὲν ἀνταγωνιστὰς πολλοὺς ἀποδείξαντες, ἔπειτ' ἐνδειξάμενοι ὡς καὶ τἆλλα πάντα καὶ τὰς ἡγεμονίας μάλιστα οὐκ ἐξ ἀριθμοῦ ἐτῶν ἀλλ' ἐξ ἀρετῆς ἐμφύτου πᾶσι τοῖς πολίταις δώσετε. Max. Conf. Flor. f. 1684V (M. p. 546) et Ioann. Damasc. Sacr. Parall. cod. Med. 8, 22 f. 75 (`2, 688 sq. Gaisf., 4, 148 sq. Mein.).
[72] ὅτι ἦρξαν τῆς διαφορᾶς οἱ Ἀχαιοί, τοῖς Λακεδαιμονίοις ἐγκαλοῦντες (διηνέχθησαν γὰρ ἀλλήλοις) ὡς τῶν συμβεβηκότων σφίσιν αἰτίοις γεγονόσι, Διαίου ὅτι μάλιστα τοῦ στρατηγοῦ αὐτοὺς ἐνάγοντος. καὶ τῶν γε Ῥωμαίων καταλλακτὰς αὐτοῖς πολλάκις πεμψάντων οὐκ ἐπείσθησαν, ἀλλὰ καὶ τοὺς πρέσβεις, οὓς ἐκεῖνοι διασπάσαι πῃ τὸ Ἑλληνικόν, ὅπως ἀσθενέστεροι ὦσιν, ἐθελήσαντες ἔπεμψαν, πρόφασιν τὸ μὴ δεῖν τὰς πόλεις τὰς τοῦ Φιλίππου γενομένας, ὧν καὶ Κόρινθος ἦν ἔς τε τὰ ἄλλα ἀνθοῦσα καὶ ἐν τῷ συνεδρίῳ κρατιστεύουσα, μετέχειν αὐτοῦ ποιησάμενοι, παρ' ὀλίγον [4] ἦλθον ἀποκτεῖναι. φυγῇ δ' οὖν αὐτῶν ἐκ τοῦ Ἀκροκορίνθου, ἐν ᾧ ἦσαν, προαποχωρησάντων ἐπρεσβεύσαντο μὲν ἐς τὴν Ῥώμην, ἀπολογούμενοι ὑπὲρ τοῦ γεγονότος· οὐ γὰρ ἐπ' ἐκείνους ἀλλ' ἐπὶ τοὺς Λακεδαιμονίους τοὺς μετ' αὐτῶν ὄντας ὁρμῆσαι ἔφασκον. τῶν δὲ Ῥωμαίων τὴν μὲν σκῆψιν αὐτῶν οὐκ ἐλεγξάντων (τοῖς τε γὰρ Καρχηδονίοις ἔτι ἐπολέμουν, καὶ τὰ τῶν Μακεδόνων οὐδέπω καλῶς βέβαια εἶχον), ἄνδρας δὲ στειλάντων, καὶ τὴν ἄδειαν αὐτοῖς, ἂν μηδὲν ἔτι νεωτερίσωσι, δώσειν ὑποσχομένων, τὸ συνέδριον αὐτοῖς οὐ παρέσχον, ἀλλ' ἐς ἕτερόν σφας σύλλογον, ὃς μεθ' ἕκμηνον ἔμελλεν ἔσεσθαι, ἀνεβάλοντο. U4R 8 (p. 384).