7540 524 0 12 6 0 IV-III a. C. Nat. Hist. Theophrastus VII Historia plantarum Hort, A., Cambridge, Mass., Harvard University Press, 1916 Rist. 1:1968; 2:1961 0

Theophrastus-Historia plantarum VII

Η

[1]   Ἑπόμενον δὲ τοῖς εἰρημένοις περὶ τῶν ποιωδῶν εἰπεῖν· τοῦτο γάρ ἐστι λοιπὸν τῶν ἐξ ἀρχῆς διαιρεθέντων γενῶν, ἐν ᾧ συμπεριλαμβάνονταί πως τὸ λαχανηρὸν καὶ τὸ σιτῶδες. καὶ πρῶτον περὶ τοῦ λαχανώδους λεκτέον ἀρξαμένους ἀπὸ τῶν ἡμέρων, ἐπεὶ γνώριμα μᾶλλον τυγχάνει τῶν ἀγρίων.

   Εἰσὶ δὴ τρεῖς ἄροτοι πάντων τῶν κηπευομένων, ἐν οἷς ἕκαστα σπείρουσι διαιροῦντες ταῖς ὥραις. εἷς μὲν οὖν ὁ χειμερινός, ἄλλος δὲ ὁ θερινός, τρίτος δὲ ὁ μεταξὺ τούτων μεθ' ἡλίου τροπὰς [2] χειμερινάς. καλοῦσι δ' οὕτως οὐ πρὸς τὴν σπορὰν βλέποντες ἀλλὰ πρὸς τὴν γένεσιν καὶ τὴν χρείαν ἑκάστου· ἐπεὶ ἥ γε σπορὰ σχεδὸν ἐν τοῖς ἐναντίοις γίνεται. τοῦ χειμερινοῦ μὲν γὰρ ἀρχὴ μετὰ τροπὰς θερινὰς τοῦ Μεταγειτνιῶνος μηνός, ἐν ᾧ σπείρουσι ῥάφανον ῥαφανίδα γογγυλίδα καὶ τὰ καλούμενα ἐπίσπορα· ταῦτα δ' ἐστὶ τεύτλιον θριδακίνη εὔζωμον λάπαθον νᾶπυ κορίαννον ἄνηθον κάρδαμον· καλοῦσι δὲ καὶ πρῶτον τοῦτον τῶν ἀρότων. τοῦ δὲ δευτέρου πάλιν μεθ' ἡλίου τροπὰς τοῦ Γαμηλιῶνος μηνός, ἐν ᾧ σπείρουσι καὶ πηγνύουσι πράσον σέλινον γήθυον ἀδράφαξυν. τοῦ τρίτου δέ, ὃν καλοῦσι θερινόν, τοῦ Μουνυχιῶνος· ἐν τούτῳ δὲ σπείρεται σίκυος κολοκύντη βλίτον ὤκιμον ἀνδράχνη θύμβρον. ποιοῦνται δὲ πλείους ἀρότους τῶν ὁμοίων καθ' ἑκάστην ὥραν, οἷον ῥαφανίδος ὠκίμου τῶν ἄλλων. πᾶσι δὲ σπείρεται τοῖς ἀρότοις τὰ ἐπίσπορα.

[3]    Διαφύεται δ' οὐκ ἐν ἴσοις πάντα χρόνοις, ἀλλὰ τὰ μὲν θᾶττον τὰ δὲ βραδύτερον ὅσα δυσφυῆ. τάχιστα μὲν οὖν ὤκιμον καὶ βλίτον καὶ εὔζωμον καὶ τῶν χειμερινῶν ῥαφανίς· τριταῖα γὰρ ὡς εἰπεῖν. θριδακίναι δὲ τεταρταῖαι ἢ πεμπταῖαι. σίκυος δὲ καὶ κολοκύντη περὶ τὰς πέντε ἢ ἕξ, οἱ δέ φασιν ἑπτά· πρότερον δὲ καὶ θᾶττον ὁ σίκυος. ἀνδράχνη δ' ἐν πλείοσι τούτων. ἄνηθον δὲ τεταρταῖον. κάρδαμον δὲ καὶ νᾶπυ πεμπταῖα. τεύτλιον δὲ θέρους μὲν ἑκταῖον χειμῶνος δὲ δεκαταῖον. ἀδράφαξυς δὲ ὀγδοαία. ῥάφανος δὲ δεκαταία. πράσον δὲ καὶ γήθυον οὐκ ἐν ἴσοις, ἀλλὰ τὸ μὲν ἐννεακαιδεκαταῖον ἐνιαχοῦ δὲ εἰκοσταῖον, γήθυον δὲ δεκαταῖον ἢ δωδεκαταῖον. κορίαννον δὲ δυσφυές· οὐδὲ γὰρ ἐθέλει βλαστάνειν τὸ νέον ἐὰν μὴ βρεχθῇ. θύμβρα δὲ καὶ ὀρίγανος ἐν πλείοσιν ἢ τριάκοντα. δυσφυέστατον δὲ πάντων τὸ σέλινον· τεσσαρακοσταῖον γάρ φασιν οἱ τὰ συντομώτερα λέγοντες, οἱ δὲ πεντηκοσταῖον, καὶ τοῦτο κατὰ πάντας τοὺς ἀρότους· ἐπισπείρουσι γάρ τινες ἐπὶ πᾶσιν.

[4]    Ὅλως δὲ ὅσα κατὰ πλείους ὥρας σπείρεται, ταῦτ' οὐδὲν θᾶττον τέλεια γίνεται τοῦ θέρους. καὶ θαυμαστὸν εἰ καὶ μηθὲν ἡ ὥρα συμβάλλεται καὶ ὁ ἀὴρ πρὸς τὸ θᾶττον, ἐὰν δὲ μοχθηρὰ καὶ ψυχρὰ καὶ τῷ ἀέρι περισκεπὴς βραδύτερον· ἐπεὶ καὶ χειμώνων ἢ εὐδιῶν ἐπιγινομένων τοῖς ἀρότοις ὁτὲ μὲν βραδύτερον ὁτὲ δὲ θᾶττον ἡ βλάστησις· διαφέρει δὲ ταῦτα κατὰ τοὺς ἀρότους ἑκάστων· πρωϊαίτατον γὰρ ἐν τοῖς εὐείλοις καὶ εὐκρᾶσιν.

[5]    Ὡς γὰρ ἁπλῶς εἰπεῖν ἐν πλείοσι δεῖ τὰς αἰτίας ὑπολαβεῖν τῶν τοιούτων, ἔν τε τοῖς σπέρμασιν αὐτοῖς καὶ ἐν τῇ χώρᾳ καὶ τῷ ἀέρι καὶ ταῖς ὥραις αἷς ἕκαστα σπείρουσι καὶ χειμώνων καὶ εὐδιῶν. ἀλλὰ τοῦτο μὲν σκεπτέον, ἐφ' ὧν τε παραλλάττουσιν οἱ χρόνοι καὶ ἐφ' ὧν οὔ· καὶ γὰρ τὴν ῥαφανίδα φασί τινες τριταίαν καὶ θέρους καὶ χειμῶνος, τὸ δὲ τεύτλιον, ὥσπερ εἴρηται, παραλλάττει κατὰ τὰς ὥρας. χρόνοι δ' οὖν οὗτοι τῆς βλαστήσεώς εἰσι καὶ λέγονται καθ' ἕκαστον.

[6]    Διαφέρει δὲ πρὸς τὸ θᾶττον καὶ βραδύτερον καὶ ἡ τῶν σπερμάτων παλαιότης. τὰ μὲν γὰρ ἀπὸ νέων παραγίνεται θᾶττον, οἷον πράσον γήθυον σίκυος κολοκύντη· ἔνιοι δὲ καὶ προβρέχουσι τὸν σίκυον πρὸς τὸ θᾶττον ἢ ἐν γάλακτι ἢ ἐν ὕδατι. τὰ δ' ἀπὸ παλαιῶν, οἷον σέλινον τεύτλιον κάρδαμον θύμβρα κορίαννον ὀρίγανον· εἴπερ μὴ ‹φυτεύεται› αὐτὰ ἀπὸ τοῦ νέου, καθάπερ εἴπομεν. ἴδιον δέ φασιν ἐπὶ τοῦ τευτλίου συμβαίνειν· οὐ γὰρ διαφύεσθαι πᾶν εὐθὺς ἀλλ' ὕστερον πολλῷ, τὸ δὲ καὶ τῷ ἐχομένῳ ἔτει καὶ τῷ τρίτῳ, δι' ὃ καὶ ἐκ πολλοῦ σπέρματος ὀλίγον βλαστάνειν.

[7]    Ἕκαστον δὲ τῶν σπερμάτων, ἐὰν ἁδρυνθέντα ἀποπέσῃ, διαμένει πρὸς τὴν ὥραν τὴν ἑαυτοῦ καὶ οὐ πρότερον ἐκβλαστάνει· καὶ κατὰ λόγον ἐστί· καὶ γὰρ ἐπὶ τῶν ἀγρίων ὁρῶμεν συμβαῖνον, ἐὰν μὴ φθαρῇ. αἱ δὲ τελειώσεις τῶν καρπῶν ἁπάντων γίνονται τοῦ θέρους, πρότερον δὲ καὶ θᾶττον ὡς ἁπλῶς εἰπεῖν τῶν πρότερον σπαρέντων. διαφέρει δὲ καὶ ἡ ὥρα· τὰ γὰρ ἐν ταῖς θερμημερίαις σπαρέντα θᾶττον ἐκκαυλεῖ καὶ ἐκσπερματοῦται, καθάπερ ῥαφανὶς γογγυλίς. ἔνια δὲ οὐκ ἐνιαύσια φέρει τὸν καρπὸν ἀλλὰ δίενα, καθάπερ σέλινον πράσον γήθυον, ἃ καὶ διαμένει χρόνον πλείονα καὶ οὐκ ἔστιν ἐπέτεια· τὰ γὰρ πολλὰ τούτων ἅμα τῇ τελειώσει τῶν σπερμάτων αὐαίνεται.

[8]    Πάντα δὲ ὡς εἰπεῖν ὅσα ἐκκαυλεῖ καὶ τελειοῖ τὸν καρπὸν ἀποτελειοῦται κατὰ τὸ σχῆμα τοῦ παραβλαστήσεις ἐκ τῶν καυλῶν ἔχειν ἀκρεμονικάς, πλὴν ὅσα μονόκαυλα, καθάπερ πράσον καὶ γήθυον καὶ κρόμυον καὶ σκόροδον.

   Φίλυδρα δὲ καὶ φιλόκοπρα πάντα, μᾶλλον δὲ τὰ ἀσθενέστερα καὶ πλείονος ἐπιμελείας δεόμενα, τὰ δὲ καὶ τροφῆς.

[2]

[1]    Φύεται δὲ πάντα ἀπὸ τοῦ σπέρματος, ἔνια δὲ καὶ ἀπὸ παρασπάδος καὶ κλωνὸς καὶ ῥίζης. ἀπὸ μὲν παρασπάδος ἡ ῥάφανος· δεῖ γάρ τι καὶ ῥιζῶδες προσλαβεῖν. ἀπὸ δὲ τῶν βλαστῶν πήγανον ὀρίγανος ὤκιμον· ἀποφυτεύουσι γὰρ καὶ τοῦτο ὅταν σπιθαμιαῖον ἢ μεῖζον γένηται τεμόντες εἰς τὸ ἥμισυ. ἀπὸ ῥίζης δὲ σκόροδον καὶ κρόμυον καὶ βολβὸς καὶ ἄρον καὶ ἁπλῶς τὰ τοιαῦτα τῶν κεφαλορρίζων. φύεται δὲ καὶ εἴ τινων αἱ ῥίζαι διαμένουσιν ἐπὶ πλείονα χρόνον ἐπετειοκαύλων ὄντων. ὅτι δὲ ἀπὸ σπέρματος πάντα βλαστάνει φανερόν· καὶ γὰρ τὸ πήγανον, ὅπερ οὔ φασί τινες, ἀλλὰ βραδέως, δι' ὃ καὶ ἀποφυτεύουσιν.

[2]    Ὅσα δὲ ἀπὸ ῥίζης φύεται, τούτων ἡ μὲν ῥίζα χρόνιος αὐτὰ δὲ ἐπετειόκαυλα, δι' ὃ καὶ παραβλαστάνουσιν αἱ ῥίζαι τῶν τοιούτων καὶ γίνονται πλείους οὐ μόνον ἐν τοῖς ἡμέροις καὶ κηπευομένοις ἀλλὰ καὶ ἐν τοῖς ἀγρίοις, ὥσπερ εἴπομεν, οἷον βολβοῖς γηθύοις σκίλλαις καὶ τοῖς ἄλλοις. παραβλαστάνει δ' ἔνια καὶ τῶν μὴ κεφαλορρίζων χρονιωτέρων δέ, οἷον σέλινον καὶ τεύτλιον· ἀφιᾶσι γὰρ ῥίζας ἀφ' ὧν φύονται φύλλα καὶ καυλοί. παραβλαστάνει δὲ καὶ γήθυον καὶ πράσον καὶ παραφύει κάτωθεν οἷον βολβώδη τινὰ κεφαλήν, ἐξ ἧς ἡ βλάστησις γίνεται τῶν φύλλων, αὐανθέντος δὲ τοῦ καυλοῦ καὶ τοῦ σπέρματος ἀφαιρεθέντος· ἀλλὰ διὰ τὸ μὴ χρησίμας εἶναι τὰς τούτων κεφαλὰς οὐ συλλέγουσιν εἰς ξηρασίαν, δι' [3] ὃ καὶ οὐ φυτεύουσι. τάχα δὲ ταῦτα καὶ ὁμογενῆ καὶ σύνεγγύς πως τῇ τοῦ κρομύου φύσει, δι' ὃ καὶ οὐ θαυμαστόν. ἀλλ' ὁμοίως [καὶ] ἐπὶ πάντων καὶ ἡμέρων καὶ ἀγρίων, ὅσα χρονιώτερα μέν ἐστιν ἐπετειόκαυλα δέ, τούτων καὶ αἱ ῥίζαι ἐπιβλαστάνουσιν, ὥσπερ καὶ ἐπὶ τῶν φρυγανικῶν καὶ τῶν θαμνωδῶν· ἀλλ' ἐπὶ τῶν κρομύων καὶ σκορόδων καὶ βολβῶν καὶ ὥσπερ ἀριθμός τις γίνεται τούτων. ἡ δὴ γένεσις, ὥσπερ εἴρηται, τριχῶς ἐστιν, ἀπὸ σπέρματος μὲν πάντων, ἀπὸ δὲ καυλοῦ καὶ ῥίζης τῶν εἰρημένων.

[4]    Τῶν δὲ καυλῶν κολουσθέντων πάντα μὲν ὡς εἰπεῖν βλαστάνει πλὴν τῶν ἀποκαύλων, ἐμφανέστατα δ' ὥσπερ καὶ εἰς χρείαν ὤκιμον θρῖδαξ ῥάφανος. καὶ τῆς μὲν θρίδακος ἡδίους φασὶ τοὺς παλιμβλαστεῖς εἶναι καυλούς· τὸν γὰρ πρῶτον ὀπώδη καὶ πικρὸν εἶναι ὡς ἄπεπτον· οἱ δὲ τὸ ἐναντίον ὀπωδεστέρους τούτους ἀλλ' ἕως ἂν ὦσιν ἁπαλοὶ φαίνεσθαι γλυκυτέρους. ἀλλ' ἐπὶ τῆς ῥαφάνου τοῦτο ὁμολογούμενον, ὡς εἰ πάλιν βλαστήσειεν ἡδίων ἀφαιρεθέντων γε τῶν φύλλων πρὸ τοῦ διακαυλίσαι.

[5]    Διαμένουσι δὲ αἱ ῥίζαι πλειόνων, ἀλλ' αἱ μὲν βλαστάνουσι πάλιν αἱ δὲ οὔ. ῥαφανὶς γοῦν καὶ γογγυλὶς διαμένουσι γῆς ἐπιβληθείσης ἄχρι θέρους καὶ αὔξησιν λαμβάνουσιν, ὅπερ ποιοῦσί τινες ἐξεπίτηδες τῶν κηπουρῶν· οὐ βλαστάνουσι δὲ οὐδ' ἀφιᾶσι φύλλον οὐδ' εἴ τις ἀφέλοι τὴν ἐπισεσαγμένην γῆν. ἰδεῖν δὲ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ἐστί. τὰ δὲ πλεῖστα τῶν λαχάνων μονόρριζα τῇ παχείᾳ κατὰ βάθους ῥίζῃ· καὶ γὰρ ὅσα παραφύει τὰς ἰσοπαχεῖς ταύτας, ὥσπερ σέλινον καὶ τεύτλιον, ἀπὸ τῆς μέσης πως ἡ παράφυσίς ἐστι καὶ οὐκ εὐθὺς ἀπὸ τῆς ἀρχῆς ἡ σχίσις· ἐκ δὲ ταύτης τῆς μιᾶς ἀπήρτηνται αἱ ἀποφυάδες αἱ μικραὶ καὶ τῆς ῥαφανίδος καὶ τῆς γογγυλίδος. καὶ αὗται μὲν δὴ πᾶσι φανεραὶ διὰ τὴν χρείαν.

[6]    Ἡ δὲ τοῦ τευτλίου μία μὲν μακρὰ καὶ παχεῖα καὶ ὀρθή, καθάπερ ἡ τῶν ῥαφανίδων, ἀποφύσεις δὲ ἔχει παχείας ὁτὲ μὲν δύο ὁτὲ δὲ καὶ τρεῖς ὁτὲ δὲ καὶ μίαν, τὰς δὲ μικρὰς ἐκ τούτων. σαρκώδης δὲ ἡ ῥίζα καὶ τῇ γεύσει γλυκεῖα καὶ ἡδεῖα, δι' ὃ καὶ ὠμὴν ἐσθίουσί τινες· ὁ δὲ φλοιὸς οὐ παχὺς οὐδὲ ἀφαιρετός, ὥσπερ ὁ τῶν ῥαφανίδων, ἀλλὰ μᾶλλον οἷος ὁ τῶν ἱπποσελίνων. ὡσαύτως δὲ καὶ ἡ τῆς ἀδραφάξυος μία μὲν εἰς βάθος ἐκ ταύτης δὲ ἄλλαι.

[7]    Μονορριζότατον δὲ τούτων πάντων τὸ λάπαθον· οὐ γὰρ ἔχει παχείας ἀποφύσεις ἀλλὰ τὰς λεπτάς· βαθυρριζότατον δὲ πάντων, ἔχει γὰρ μείζω τριῶν ἡμιποδίων· τὸ δ' ἄγριον βραχυτέραν, πολύκαυλον δὲ καὶ πολύκλαδον καὶ ἡ ὅλη μορφὴ τελειωθεῖσα παραπλησία τῇ τοῦ τευτλίου· πολυχρονιώτερον δὲ καὶ τοῦ ἀγρίου καὶ ὅλως δὲ πάντων τῶν λαχάνων ὡς εἰπεῖν· διαμένει γὰρ ὁποσονοῦν χρόνον ὥς φασιν. ἔχει δὲ σαρκώδη τὴν ῥίζαν καὶ ἔνικμον, δι' ὃ καὶ ἐξαιρεθεῖσα ζῇ πολὺν χρόνον.

   Τὸ δ' ὤκιμον μίαν μὲν τὴν παχεῖαν τὴν κατὰ βάθους τὰς δ' ἄλλας τὰς ἐκ πλαγίου λεπτὰς ἐπιεικῶς εὐμήκεις.

   Ἔνια δ' οὐκ ἔχει τὴν μίαν τὴν ὀρθήν, οἷον τὸ βλίτον, ἀλλ' εὐθὺ πολλὰς ἐξ ἄκρου καὶ εὐπαχεῖς καὶ μακροτέρας τῆς ἀδραφάξυος.

[8]    Τῶν δὲ ῥιζῶν ξυλωδέσταται πασῶν αἱ τοῦ ὠκίμου, καθάπερ καὶ ὁ καυλός. ἡ γὰρ τοῦ βλίτου καὶ τῆς ἀδραφάξυος καὶ τῶν τοιούτων ἧττον ξυλώδης. εἰσὶ γὰρ ὡς ἁπλῶς εἰπεῖν πασῶν αἱ μὲν σαρκώδεις αἱ δὲ ξυλώδεις. ‹σαρκώδεις›, οἷον ἡ τοῦ τευτλίου καὶ τοῦ σελίνου καὶ ἱπποσελίνου καὶ λαπάθου καὶ ῥαφανίδος καὶ γογγυλίδος καὶ πάντων μάλιστα τῶν κεφαλοβαρῶν· οὐδὲ γὰρ ἀναξηραινόμεναι σκληρύνονται τελείως. ξυλώδεις δέ, ὥσπερ αἱ τοῦ ὠκίμου καὶ βλίτου καὶ ἀδραφάξυος καὶ εὐζώμου καὶ ἀνήθου [καὶ λαπάθου] καὶ κοριάννου καὶ ἁπλῶς τῶν νευροκαύλων· ἔχει γὰρ δὴ καὶ τὸ ἄνηθον καὶ τὸ κορίαννον ὄντα μονόρριζα ξυλώδη τε τὴν ῥίζαν καὶ οὐ μακρὰν οὐδὲ τὰς λεπτὰς ἀποφυάδας ἔχουσαν πολλάς· πολύκαυλα δὲ ἄμφω καὶ πολύοζα, δι' ὃ καὶ οὐ κατὰ λόγον οὐδενὶ τούτων τὸ ἄνω πρὸς τὸ κάτω.

[9]    Βραχύρριζα δὲ ταῦτά ἐστιν, οἷον θρῖδαξ ἀνδράχνη, τῇ ὀρθῇ καὶ ταῖς εἰς τὰ πλάγια. ἡ δὲ θρῖδαξ, ὥσπερ οὐκ ἔχει τὰς τοιαύτας ἀποφύσεις ἀλλὰ μόνον τὰς λεπτάς, καὶ μάλιστα δὴ μονόρριζον ὡς εἰπεῖν. ἁπλῶς δὴ πάντα τὰ θερινὰ βραχύρριζα· καὶ γὰρ ὁ σίκυος καὶ ἡ κολοκύντη καὶ ἡ σικύα καὶ διὰ τὴν ὥραν καὶ ἴσως ἔτι μᾶλλον διὰ τὴν φύσιν, ἥπερ συνηκολούθηκε τῇ ὥρᾳ. ἡ δὲ μεταφυτευομένη θρῖδαξ βραχυτέραν ἔχει τὴν ῥίζαν τῆς σπαρείσης· παραβλαστάνει γὰρ ἐκ τῶν πλαγίων μᾶλλον· βραχυτέραν δὲ καὶ ἡ ἀγρία τῆς ἡμέρου, καὶ ἐκ τῶν ἄνωθεν πολυκαυλότερα.

[3]

[1]    Ἀνθεῖ δὲ τῶν μὲν ἄλλων ἕκαστον ἀθρόον, τὸ δὲ ὤκιμον κατὰ μέρος, τὰ κάτω πρῶτον εἶθ' ὅταν ταῦτα ἀπανθήσῃ τὰ ἄνω, δι' ὃ καὶ πολυχρόνιον ἐν τῷ ἀνθεῖν, καθάπερ κύαμος καὶ τῆς πόας τὸ ἡλιοτρόπιον καλούμενον καὶ ἄλλα δὲ τῶν ἀγρίων. ἀνθεῖ δὲ καὶ ὁ σίκυος πολὺν χρόνον· καὶ γὰρ ἐπιβλαστάνειν τούτῳ γε συμβαίνει. τὰ δὲ ἄνθη τῶν μὲν ἔκλευκα τῶν δὲ μηλινοειδῆ τῶν δὲ μικρὸν ἐπιπορφυρίζοντα, εὔχρουν δ' οὐθέν.

[2]    Τὰ δὲ σπέρματα διαφέρει καὶ τοῖς σχήμασι· τὰ μὲν γὰρ πλεῖστα στρογγύλα τὰ δὲ προμήκη τὰ δ' αὖ πλατέα καὶ φυλλώδη, καθάπερ τὰ τῆς ἀδραφάξυος· ὅμοιον γὰρ τῷ τοῦ σιλφίου· τὰ δὲ στενὰ καὶ γραμμώδη, καθάπερ τοῦ κυμίνου. καὶ τοῖς χρώμασιν ὁμοίως, τὰ μὲν μέλανα τὰ δὲ ξυλώδη τὰ δὲ λευκότερα. πάντα δὴ ἐλλοβοσπέρματα ἢ γυμνοσπέρματα ἢ ἐμφλοιοσπέρματα ἢ παπποσπέρματα· ῥαφανὶς μὲν γὰρ καὶ νᾶπυ καὶ γογγυλὶς ἐλλοβοσπέρματα, κορίαννον δὲ καὶ μάραθον καὶ ἄνηθον καὶ κύμινον γυμνοσπέρματα, βλίτον δὲ καὶ τεύτλιον καὶ ἀδράφαξυς καὶ ὤκιμον ἐμφλοιοσπέρματα, θριδακίνη δὲ παπποσπέρματον.

[3]   Πάντα δὲ πολύκαρπα καὶ πολυβλαστῆ, πολυκαρπότατον δὲ τὸ κύμινον. ἴδιον δὲ καὶ ὃ λέγουσι κατὰ τούτου· φασὶ γὰρ δεῖν καταρᾶσθαί τε καὶ βλασφημεῖν σπείροντας, εἰ μέλλει καλὸν ἔσεσθαι καὶ πολύ.

   Δυσξήραντα δὲ πάντα μὲν ὡς εἰπεῖν πλὴν τοῦ κυμίνου, οὐχ ὡς ὁ σῖτος· οὗτος γὰρ κἂν ἅπαξ ἁδρυνθῇ ταχὺ ξηραίνεται καὶ ἀποπίπτει· δυσξηραντότερα δὲ τὰ ἐμφλοιοσπέρματα καὶ τούτων [4] ‹μάλιστα τὸ ὤκιμον. ἅπαντα δὲ ξηρανθέντα πολυκαρπότερα γίνεται, δι' ὃ› καὶ προαφαιροῦντες αὐτὰ ξηραίνουσιν. ἅπαντα δὲ πολύχοα καὶ πολυσπέρματα, πολυκαρπότατον δὲ τὸ ὤκιμον.

   Ἔστι δὲ τὰ μὲν ἀκρόκαρπα, καθάπερ ὤκιμον πράσον κρόμυον· τὰ δὲ πλαγιόκαρπα μᾶλλον, οἷον ῥαφανὶς γογγυλὶς καὶ τὰ τοιαῦτα· τὰ δ' ἀμφοτέρως, οἷον βλίτον ἀδράφαξυς· ἀμφότερα γὰρ ταῦτα καὶ ἐκ τοῦ πλαγίου, καὶ τό γε βλίτον εὐθὺς παρ' ἕκαστον ὄζον προσκαθήμενον ἔχει τὸ σπέρμα βοτρυῶδες. τὰ δ' ἐκ παλαιοτέρων σπερμάτων θᾶττον ἐκκαυλεῖ, τάχιστα δὲ τὰ ἐκ τῶν ἀκμαζόντων· ἔστι γάρ τις ἀκμὴ καὶ τούτων. ἀνὰ λόγον δὲ καὶ τὸ κάλλος ἀκολουθεῖ τῶν ... ἐὰν τὰ ἄλλα τὴν αὐτὴν ἔχωσι θεραπείαν.

   Δοκεῖ δὲ καὶ εἰς τὸ αὐτὸ ἀθρόα θεμένων καλλίω γίνεσθαι καὶ βλαστάνειν· οὕτω γὰρ τὸ τοῦ πράσου καὶ τὸ τοῦ σελίνου τιθέασιν ἀποδήσαντες εἰς ὀθόνιον καὶ γίνονται μεγάλα.

[5]    Συμβάλλεται δέ τι καὶ ὁ τόπος πρὸς αὔξησιν· κελεύουσι γοῦν, ὅταν τις μεταφυτεύῃ τὰ σέλινα, πάτταλον κατακρούειν ἡλίκον ἂν βούληται ποιεῖν τὸ σέλινον· τιθέναι δὲ καὶ ἐν ὀθονίῳ πάτταλον κατακρούσαντα καὶ πλήσαντα κόπρου καὶ γῆς.

   Ἔνια δὲ καὶ τοῖς σχήμασιν ἐξομοιοῦται καὶ τοῖς τόποις· ἡ γὰρ σικύα ὁμοιοσχήμων γίνεται ἐν ᾧ ἂν τεθῇ ἀγγείῳ.

   Καὶ διαφορὰν λαμβάνει κατὰ τοὺς χυμοὺς ἔνια προθεραπευθέντα τῶν σπερμάτων, οἷον τὸ τοῦ σικύου ἐὰν ἐν γάλακτι βρέξαντες σπείρωσιν. ἀλλὰ τὰ μὲν τοιαῦτα ἴσως οἰκειότερα τῆς θεραπείας.

[4]

[1]    Γένη δὲ τῶν μέν ἐστι πλείω τῶν δ' οὐκ ἔστιν, οἷον ὠκίμου λαπάθου βλίτου καρδάμου εὐζώμου ἀδραφάξυος κοριάννου ἀνήθου πηγάνου· τούτων γὰρ οὔ φασιν εἶναι ‹γένους διαφοράν.› τῶν δὲ ἔστι, ῥαφανῖδος ῥαφάνου τευτλίου σικύου κολοκύντης κυμίνου σκορόδου θριδακίνης. διαιροῦσι δὲ τοῖς τε φύλλοις καὶ ταῖς ῥίζαις καὶ τοῖς χρώμασι καὶ τοῖς χυλοῖς καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις.

[2]    Οἷον τῆς ῥαφανῖδος ‹γένη Κορινθίαν Κλεωναίαν Λειοθασίαν› ἀμωρέαν Βοιωτίαν· εὐαυξεστάτην δὲ τὴν Κορινθίαν, ἣ καὶ τὴν ῥίζαν ἔχει γυμνήν· ὠθεῖται γὰρ εἰς τὸ ἄνω καὶ οὐχ ὡς αἱ ἄλλαι κάτω. τὴν δὲ Λειοθασίαν, ἣν ἔνιοι καλοῦσι Θρᾳκίαν, ἰσχυροτάτην πρὸς τοὺς χειμῶνας. τὴν δὲ Βοιωτίαν γλυκυτάτην καὶ τῷ σχήματι στρογγύλην, οὐχ ὥσπερ τὴν Κλεωναίαν μακράν. ὅσων δ' ἂν ᾖ λεῖα τὰ φύλλα, γλυκύτεραι καὶ ἡδίους, ὅσων δ' ἂν τραχέα, δριμύτεραι. γένος δέ τι παρὰ ταῦτα ἔστιν ὃ ἔχει τὸ φύλλον εὐζώμῳ ὅμοιον. ῥαφανῖδος μὲν οὖν ταῦτα.

[3]    Γογγυλίδος δὲ οἱ μέν φασιν εἶναι οἱ δ' οὔ φασιν, ἀλλὰ τῷ ἄρρενι καὶ τῇ θηλείᾳ διαφέρειν, γίνεσθαι δὲ ἐκ τοῦ αὐτοῦ σπέρματος ἄμφω. πρὸς δὲ τὸ ἀποθηλύνεσθαι πηγνύναι δεῖν μανάς· ἐὰν γὰρ πυκνάς, πάσας ἀπαρρενοῦσθαι, τὸν αὐτὸν δὲ τρόπον κἂν ἐν γῇ μοχθηρᾷ σπαρῶσι· δι' ὃ καὶ πρὸς σπερματισμὸν μεταφέροντες φυτεύουσι τὰς ἐκφύσεις καὶ πλατείας. ἔστι δὲ καὶ τὸ σπέρμα τῇ ὄψει τὸ χεῖρον καὶ βέλτιον φανερόν· τῆς μὲν γὰρ χρηστῆς λεπτὸν τῆς δὲ μοχθηρᾶς ἁδρόν. χειμαζομένη δὲ χαίρει καὶ αὕτη καὶ ἡ ῥαφανίς· οἴονται γὰρ ἅμα γλυκαίνεσθαί τε καὶ τὴν αὔξησιν εἰς τὴν ῥίζαν τρέπεσθαι καὶ οὐκ εἰς τὰ φύλλα. τοῖς δὲ νοτίοις καὶ ταῖς εὐδίαις ἐκκαυλεῖ ταχύ. τοῦτο μὲν οὖν λόγου δεῖται τῆς ὁμοιώσεως ἐν ἀμφοῖν εἶναι τὰς διαφοράς.

[4]    Τῆς δὲ ῥαφάνου τριχῆ διαιρουμένης, οὐλοφύλλου τε καὶ λειοφύλλου καὶ τρίτης τῆς ἀγρίας, ‹ἡ ἀγρία› τὸ μὲν φύλλον ἔχει λεῖον μικρὸν δὲ καὶ περιφερές, πολύκλαδος καὶ πολύφυλλος, ἔτι δὲ χυλὸν ἔχουσα δριμὺν καὶ φαρμακώδη, δι' ὃ καὶ πρὸς τὰς κοιλίας αὐτῷ χρῶνται οἱ ἰατροί. ὁμοίως δὲ καὶ ἐν ἐκείναις δοκοῦσι διαφοραὶ καθ' ἑκατέραν· ἐπεὶ ἄσπερμόν τι γένος αὐτῶν ἐστιν ἢ κακόσπερμον. τὸ δ' ὅλον ἡ οὔλη τῆς λείας εὐχυλοτέρα καὶ μεγαλοφυλλοτέρα.

   Εὐχυλότερον δὲ καὶ τῶν τευτλίων τὸ λευκὸν τοῦ μέλανος καὶ ὀλιγοσπερμότερον, ὃ καλοῦσι τινες Σικελικόν.

[5]    Ὡσαύτως δὲ καὶ τῆς θριδακίνης· ἡ γὰρ λευκὴ γλυκυτέρα καὶ ἁπαλωτέρα. γένη δὲ αὐτῆς ἐστὶν ἄλλα τρία, τό τε πλατύκαυλον καὶ στρογγυλόκαυλον καὶ τρίτον τὸ Λακωνικόν· αὕτη δὲ τὸ μὲν φύλλον ἔχει σκολυμῶδες, ὀρθὴ δὲ καὶ εὐαυξὴς καὶ ἀπαράβλαστος ἐκ τοῦ καυλοῦ. τῶν δὲ πλατειῶν οὕτω τινὲς πλατύκαυλοι γίνονται ὥστ' ἐνίους φασὶ καὶ θύραις χρῆσθαι κηπουρικαῖς. τὸ δὲ ὀπῶδες σφόδρα καὶ μικρόφυλλον καὶ λευκοκαυλότερον ἔοικεν ἀγρίᾳ.

[6]    Τῶν δὲ σελίνων καὶ ἐν τοῖς φύλλοις καὶ ἐν τοῖς καυλοῖς αἱ διαφοραί· τὸ μὲν γὰρ πυκνὸν καὶ οὖλον καὶ δασὺ τὸ φύλλον ἔχει, τὸ δὲ μανότερον καὶ πλατύτερον καυλὸν δὲ μείζω. τούτων δὲ πάλιν τὰ μὲν λευκόκαυλα τὰ δὲ πορφυρόκαυλα ἢ ποικιλόκαυλα· τὸ δ' ὅλον ἅπαν τὸ τοιοῦτον ἐμφερέστερον τῷ ἀγρίῳ.

   Σικύου δὲ καὶ κολοκύντης τοῦ μὲν εἶναί φασι γένη τῆς δ' οὐκ εἶναι, καθάπερ τῆς ῥαφανῖδος καὶ τῆς γογγυλίδος, ἀλλ' ἐν τῷ αὐτῷ γένει τὰς μὲν βελτίους τὰς δὲ χείρους. τοῦ δὲ σικύου τρία, Λακωνικὸν σκυταλίαν Βοιώτιον· τούτων δὲ ὁ μὲν Λακωνικὸς ὑδρευόμενος βελτίων, οἱ δ' ἕτεροι ἀνύδρευτοι.

[7]    Διαφέρει δὲ γένει καὶ τὰ κρόμυα καὶ τὰ σκόροδα. πλείω δὲ τοῦ κρομύου τὰ γένη, οἷον τὰ κατὰ τὰς χώρας ἐπικαλούμενα Σάρδια Κνίδια Σαμοθράκια, καὶ πάλιν τὰ σητάνια καὶ σχιστὰ καὶ Ἀσκαλώνια. τούτων δὲ τὰ μὲν σητάνια μικρὰ γλυκέα δὲ εὖ μάλα, τὰ δὲ σχιστὰ καὶ ἀσκαλώνια καὶ ταῖς θεραπείαις διαφέροντα καὶ δῆλον ὅτι τῇ φύσει· τὸ γὰρ σχιστὸν τῷ μὲν χειμῶνι μετὰ τῆς κόμης ἐῶσιν ἀργόν, ἅμα δὲ τῷ ἦρι τὰ φύλλα περιαιροῦσι τὰ ἔξω καὶ τὰ ἄλλα θεραπεύουσι· περιαιρεθέντων δὲ τῶν φύλλων ἕτερα βλαστάνει καὶ ἅμα κάτω σχίζεται, δι' ὃ καλοῦσι σχιστά. οἱ δὲ καὶ ὅλως φασὶ πάντων δεῖν, ὅπως ἡ δύναμις εἰς τὸ κάτω καὶ μὴ σπερμοφυῇ.

[8] τῶν δὲ Ἀσκαλωνίων ἰδία τις ἡ φύσις· μόνα γὰρ ‹οὐ› σχιστὰ καὶ ὥσπερ ἄγονα ἀπὸ τῆς ῥίζης, ἔτι δὲ ἐν αὐτοῖς ἀναυξῆ καὶ ἀνεπίδοτα· δι' ὃ καὶ οὐ πηγνύουσιν ἀλλὰ σπείρουσιν αὐτὰ καὶ σπείρουσιν ὀψὲ πρὸς τὸ ἔαρ, εἶθ' ὅταν βλαστήσῃ μεταφυτεύουσι· τελειοῦται δὲ οὕτω ταχέως ὥσθ' ἅμα τοῖς ἄλλοις ἢ καὶ πρότερον ἐξαιρεῖσθαι· πλέονα δὲ χρόνον ἐαθέντα ἐν τῇ γῇ σήπεται· φυτευθέντα δὲ καυλὸν ἀφίησι καὶ σπέρμα φύει μόνον, εἶτα κενοῦται καὶ αὐαίνεται. τούτων μὲν οὖν τοιαύτη τις ἡ φύσις.

[9]    Διαφέρει δ' ἔνια καὶ τοῖς χρώμασιν· ἐν Ἰσσῷ γὰρ τὰ μὲν ἄλλα ὅμοια τοῖς ἄλλοις, λευκὰ δὲ σφόδρα τῇ χροιᾷ· φέρειν δέ φασιν ὅμοια τοῖς Σαρδιανοῖς. ἰδιωτάτη δὲ ἡ φύσις ἡ τῶν Κρητικῶν, παραπλησία δὲ τρόπον τινὰ τοῖς Ἀσκαλωνίοις, εἰ μὴ ἄρα καὶ ἡ αὐτή. ἐν Κρήτῃ γάρ ἐστί τι γένος ὃ σπειρόμενον μὲν ῥίζαν ποιεῖ φυτευόμενον δὲ καυλὸν καὶ σπέρμα, κεφαλὴν δὲ οὐκ ἴσχει, γλυκὺ δὲ τῷ χυμῷ· τοῦτο γὰρ οἷον ἀνάπαλιν ἔχει τοῖς [10] ἄλλοις. ἅπαντα γὰρ πηγνύμενα καὶ βελτίω καὶ θᾶττον παραγίνεται. πάντα δὲ φυτεύεται μετ' Ἀρκτοῦρον ἔτι θερμῆς οὔσης τῆς γῆς, ὅπως τὰ ὕδατα πεφυτευμένα καταλαμβάνῃ. καὶ ὅλα δὲ φυτεύεται καὶ διατεμνόμενα παρὰ τὴν κεφαλήν. οὐχ ὅμοιαι δὲ αἱ ἐκβλαστήσεις, ἀλλ' ἐκ μὲν τοῦ κάτω γίνεται κρόμυον, ἐκ δὲ τοῦ ἄνω χλόη μόνον· ὀρθὸν δὲ διατμηθὲν ὅλως ἀβλαστές ἐστι. τὸ δὲ γήτειον καλούμενον ἀκέφαλόν τι καὶ ὥσπερ αὐχένα μακρὸν ἔχον, ὅθεν καὶ ἡ βλάστησις ἄκρα· καὶ ἐπικείρεται πολλάκις, ὥσπερ τὸ πράσον, δι' ὃ καὶ σπείρουσιν αὐτὸ καὶ οὐ φυτεύουσι. τὰ μὲν οὖν κρόμυα σχεδὸν ταύτας ἔχει τὰς ἰδέας.

[11]    Τὸ δὲ σκόροδον φυτεύεται μὲν μικρὸν πρὸ τροπῶν ἢ μετὰ τροπὰς διαιρούμενον κατὰ γέλγεις. διαφορὰ δέ ἐστιν αὐτῶν ἥ τε τῶν ὀψίων πρὸς τὰ πρώϊα· γένος γάρ τι τυγχάνει τοιοῦτον ὃ ἐν ἑξήκοντα ἡμέραις τελειοῦται, καὶ μεγέθει καὶ μικρότητι. καὶ τῷ μεγέθει γένος τι διάφορόν ἐστι, μάλιστα δὲ τὸ Κύπριον καλούμενον τοιοῦτον, ὅπερ οὐχ ἑψοῦσιν ἀλλὰ πρὸς τοὺς μυττωτοὺς χρῶνται, καὶ ἐν τῇ τρίψει θαυμαστὸν ποιεῖ τὸν ὄγκον ἐκπνευματούμενον. καὶ ἔτι τῷ μὴ ἔχειν ἔνια τὰς γέλγεις. ἡ δὲ γλυκύτης καὶ ἡ εὐωδία καὶ ἡ ἁδρότης σχεδὸν παρὰ τὰς χώρας γίνεται καὶ τὰς θεραπείας, ὥσπερ καὶ τῶν ἄλλων. τελειοῦται δὲ καὶ ἀπὸ σπέρματος ἀλλὰ βραδέως· τῷ πρώτῳ γὰρ ἔτει κεφαλὴν ἡλίκην πράσου λαμβάνει, τῷ δ' ὕστερον γελγιδοῦται, καὶ τῷ τρίτῳ τέλειον γίνεται, καὶ οὐδὲν χεῖρον ἀλλ' ἔνιοί γε [12] καὶ κάλλιόν φασι τοῦ πηκτοῦ. τῆς δὲ ῥίζης ἡ γένεσις οὐχ ὁμοία τοῦ τε σκορόδου καὶ τοῦ κρομύου· ἀλλὰ τοῦ μὲν σκορόδου ὅταν ἀνοιδήσῃ ἡ γελγὶς κυρτοῦται πᾶσα καὶ ἐνταῦθα αὐξηθεῖσα διαιρεῖται πάλιν εἰς τὰς γέλγεις καὶ ἐξ ἑνὸς πολλὰ γίνεται τῷ τελειοῦσθαι τὴν κεφαλήν, τὸ δὲ κρόμυον εὐθὺς ἐκ τῆς ῥίζης ἄλλο καὶ ἄλλο παραφίησι, καθάπερ καὶ βολβοὶ καὶ σκίλλα καὶ πάντα τὰ τοιαῦτα. καὶ γὰρ τὰ κρόμυα καὶ τὰ σκόροδα μὴ ἀναιρούντων ἀλλ' ἐώντων πολλὰ γίνεται. φέρειν δέ φασι καὶ τὸ σκόροδον ἐπὶ τῆς φύσιγγος σκόροδα καὶ τὸ κρόμυον κρόμυα· περὶ μὲν οὖν τῶν γενέσεων ἱκανῶς εἰρήσθω.

[5]

[1]    Φίλυδρα δὲ πάντα τὰ ἄλλα λάχανα καὶ φιλόκοπρα πλὴν πηγάνου, τοῦτο δὲ ἥκιστα φιλόκοπρον. τὰ χειμερινὰ δὲ οὐχ ἧττον τῶν θερινῶν καὶ τὰ ἐπίκηρα τῶν ἰσχυρῶν. κόπρον δὲ μάλιστα ἐπαινοῦσι τὴν συρματῖτιν, τὴν δὲ τῶν ὑποζυγίων μοχθηρὰν διὰ τὸ μάλιστα ἐξικμάζεσθαι· ζητοῦσι δὲ τὴν κόπρον ἅμα τῷ σπόρῳ μάλιστα συναναμιχθεῖσαν· οἱ δὲ καὶ σπείροντες ἐπιβάλλουσι· χρῶνται δὲ καὶ τῇ ἀνθρωπίνῃ ὠμῇ πρὸς τὴν χύλωσιν. φιλυδρότερα δὲ τὰ χειμερινὰ τῶν θερινῶν καὶ τὰ ἀσθενῆ τῶν ἰσχυρῶν, ἔτι δὲ τὰ πλείστης δεόμενα τροφῆς. φίλυδρα καὶ τὸ κρόμυον καὶ τὸ γήθυον· καίτοι φασί τινες οὐ ζητεῖν, ἐὰν τὸ πρῶτον ἐπιγένηται δὶς ἢ τρίς.

[2] τῶν δὲ ὑδάτων ἄριστα τὰ πότιμα καὶ τὰ ψυχρά, χείριστα δὲ τὰ ἁλυκὰ καὶ δυσμανῆ, δι' ὃ καὶ ἐκ τῶν ὀχετῶν οὐ χρηστά· συμπεριφέρει γὰρ σπέρματα πόας. ἀγαθὰ δὲ τὰ ἐκ διός· ταῦτα γὰρ δοκεῖ καὶ φθείρειν τὰ θηρία [γινόμενα] τὰ γόνιμα κατεσθίοντα. φασὶ δέ τινες οὔτε τοῖς σικύοις συμφέρειν οὔτε τοῖς κρομύοις. ἀρδεύουσι δὲ τὰ μὲν ἄλλα πρωῒ ἢ πρὸς ἑσπέραν, ὅπως μὴ καθέψηται, τὸ δὲ ὤκιμον καὶ μεσημβρίας· καὶ γὰρ διαβλαστάνειν θᾶττόν φασι θερμῷ τὸ πρῶτον ἀρδευόμενον. τὸ δὲ πολὺ λίαν ὕδωρ δοκεῖ συμφέρειν ἄλλως τε καὶ ἐὰν [μὴ] ἔχῃ κόπρον· πολλάκις γὰρ πεινῆν τὰ λάχανά φασι, καὶ ταῦτα γνωρίζειν τοὺς ἐμπείρους τῶν κηπουρῶν.

[3]    Μεταφυτευόμενα δὲ πάντα καλλίω καὶ μείζω γίνεται· καὶ γὰρ τὰ τῶν πράσων μεγέθη καὶ τὰ τῶν ῥαφανίδων ἐκ μεταφυτείας. μάλιστα δὲ μεταφυτεύουσι πρὸς τοὺς σπερματισμούς· καὶ τὰ μὲν ἄλλα ὑπομένει, οἷον γήθυον πράσον ῥάφανος σίκυος σέλινον γογγυλὶς θρῖδαξ, ‹τὰ δὲ› γλίσχρως. ἅπαντα δ' εὐαυξέστερα καὶ μείζω πηγνυμένων τῶν σπερμάτων ἢ σπειρομένων.

[4]    Θηρία δὲ γίνεται ταῖς μὲν ῥαφανῖσι ψύλλαι, τῇ δὲ ῥαφάνῳ κάμπαι καὶ σκώληκες, καὶ ἐν τῇ θριδακίνῃ καὶ ἐν τοῖς πράσοις καὶ ἐν ἄλλοις δὲ πλείοσιν αἱ πρασοκουρίδες. ταύτας μὲν οὖν ἡ κράστις ἀθροισθεῖσα ἀπόλλυσι καὶ ὅταν κόπρος ἀθρόα που καταλάβῃ· φιλόκοπρον δ' ὂν τὸ θηρίον ἀναδύεται καὶ ἐνδῦσα κοιμᾶται ἐν τῇ κόπρῳ, δι' ὃ δὴ ῥᾴδιον θηρεύειν· ἄλλως δ' οὐκ ἔστι. ταῖς δὲ ῥαφανῖσι πρὸς τὰς ψύλλας πρόσφορον τὸ ἐπισπείρειν ὀρόβους. πρὸς δὲ τὸ μὴ γίνεσθαι ψύλλας οὔ φασιν εἶναι φάρμακον οὐδέν. ὑπὸ δὲ τὸ ἄστρον ὤκιμον μὲν λευκαίνεται κορίαννον δὲ ἁλμᾷ. τὰ μὲν οὖν συμβαίνοντα διὰ τούτων θεωρητέον.

[5]    Τῶν δὲ σπερμάτων τὰ μέν ἐστιν ἰσχυρότερα τὰ δὲ ἀσθενέστερα πρὸς διαμονήν· ἰσχυρότερα μὲν οἷον κορίαννον τεύτλιον πράσον κάρδαμον νᾶπυ εὔζωμον θύμβρα, ἁπλῶς τὰ δριμέα πάντα· ἀσθενέστερα δὲ γήθυον, τοῦτο γὰρ οὐκ ἐθέλει μένειν, ἀδράφαξυς ὤκιμον κολοκύντη σίκυος, ἁπλῶς τὰ θερινὰ τῶν χειμερινῶν μᾶλλον. διαμένει δὲ οὐδὲν πλέον τεττάρων ἐτῶν ὥστε ἔτι χρήσιμον εἶναι πρὸς τοὺς σπόρους· ἀλλὰ διένα μὲν βελτίω, τὰ δὲ τριένα οὐδὲν χείρω, τὸ δ' ὑπερτεῖνον ἤδη χεῖρον.

[6]    Πρὸς δὲ τὴν μαγειρικὴν χρείαν ἐπὶ πλείω διαμένει, πλὴν ἀσθενέστερα ταῦτα ἀναγκαῖον εἶναι διὰ τὴν ἀναπνοὴν καὶ τὴν σκωλήκωσιν. φθορὰ δὲ μάλιστα μὲν ὑπὸ τῶν θηρίων· γίγνεται γὰρ ἐν ἅπασι καὶ τοῖς δριμέσιν, ἥκιστα δὲ ἐν τῷ σικυῶνι· οὐ μὴν ἀλλὰ καὶ ἐξικμαζόμενα πικρὰ γίνεται τῇ γεύσει, δι' ὃ καὶ πρὸς τὴν χρείαν χείρω. καὶ περὶ μὲν τῶν σπερμάτων καὶ ἁπλῶς τῶν κηπευομένων ἱκανῶς εἰρήσθω.

[6]

[1]    Περὶ δὲ τῶν ἀγρίων καὶ τῶν καλουμένων ἀρουραίων πειρατέον ὁμοίως εἰπεῖν. τυγχάνει δὲ τὰ μὲν ὁμώνυμα τοῖς ἡμέροις· ἅπαντα γάρ ἐστι τὰ γένη ταῦτα καὶ ἄγρια, καὶ σχεδὸν τά γε πολλὰ παραπλησίαν ἔχοντα τὴν ὄψιν τοῖς ἡμέροις, πλὴν τοῖς γε φύλλοις ἐλάττω ταῦτα καὶ τραχύτερα καὶ τοῖς καυλοῖς καὶ μάλιστα τοῖς χυλοῖς δριμύτερα καὶ ἰσχυρότερα, καθάπερ ἥ τε θύμβρα καὶ ἡ ὀρίγανος ἥ τε ῥάφανος καὶ τὸ πήγανον· ἐπεὶ καὶ τὸ λάπαθον ἄγριον, καίπερ εὐστομώτερον τοῦ ἡμέρου ὄν, τὸν χυλὸν ὅμως ὀξύτερον ἔχει καὶ τούτῳ μάλιστα διαφέρει. πάντα δὲ καὶ ξηρότερα τῶν ἡμέρων, καὶ ἴσως αὐτῷ τούτῳ τά γε πολλὰ καὶ δριμύτερα καὶ ἰσχυρότερα.

[2]    Ἰδίως δὲ ἡ ῥάφανος ἔχει παρὰ τὰ ἄλλα τοὺς καυλοὺς περιφερεστέρους καὶ λειοτέρους τῆς ἡμέρου, καὶ τὴν τοῦ φύλλου πρόσθεσιν ἐκείνη μὲν ἔχει πλατεῖαν αὕτη δὲ περιφερεστέραν, καὶ αὐτὸ δὲ τὸ φύλλον ἀγωνότερον· ἐπεὶ τά γε ἄλλα τραχύτερα καὶ τοῖς καυλοῖς καὶ τοῖς φύλλοις.

   Ἡ δὲ γογγυλὶς καὶ τὴν ῥίζαν ἔχει μακρὰν καὶ ῥαφανιδώδη καὶ τὸν καυλὸν βραχύν.

   Θριδακίνη δὲ τό τε φύλλον βραχύτερον τῆς ἡμέρου, καὶ τελεουμένης ἀκανθοῦται, καὶ τὸν καυλὸν ὁμοίως, τὸν ὀπὸν δὲ δριμὺν καὶ φαρμακώδη. φύεται δ' ἐν ταῖς ἀρούραις· ὀπίζουσι δ' αὐτὴν ὑπὸ πυραμητόν, καί φασι καθαίρειν ὕδρωπα καὶ ἀχλὺν ἀπ' ὀφθαλμῶν ἀπάγειν καὶ ἄργεμα ἀφαιρεῖν ἐν γάλακτι γυναικείῳ.

[3]    Τὸ δ' ἱπποσέλινον καὶ ἐλειοσέλινον καὶ ὀρεοσέλινον καὶ πρὸς ἑαυτὰ διαφορὰν ἔχει καὶ πρὸς τὸ ἥμερον· τὸ μὲν γὰρ ἐλειοσέλινον τὸ παρὰ τοὺς ὀχετοὺς καὶ ἐν τοῖς ἕλεσι φυόμενον μανόφυλλόν τε καὶ οὐ δασὺ γίνεται, προσεμφερὲς δέ πως τῷ σελίνῳ καὶ τῇ ὀσμῇ καὶ τῷ χυλῷ καὶ τῷ σχήματι. τὸ δ' ἱπποσέλινον φύλλον μὲν ἐμφερὲς τῷ ἐλειοσελίνῳ, δασὺ δὲ καὶ μεγαλόκαυλον καὶ τὴν ῥίζαν ὥσπερ ῥαφανὶς ἔχει τὸ πάχος μέλαιναν· μέλας δὲ καὶ ὁ καρπός, μέγεθος δὲ μεῖζον ὀρόβου. χρήσιμα δ' ἄμφω φασὶ πρὸς στραγγουρίαν εἶναι ἐν οἴνῳ γλυκεῖ λευκῷ καὶ τοῖς λιθιῶσι· φύεται δὲ ὁμοίως πανταχοῦ· γίνεται δὲ καί τι δάκρυον ἐξ αὐτοῦ ὅμοιον τῇ μύρρᾳ· οἱ δέ φασιν ὅλως μύρραν.

[4]    Τὸ δὲ ὀρεοσέλινον μείζους ἔτι διαφορὰς ἔχει· τὸ μὲν γὰρ φύλλον ἔοικε κωνείῳ, ῥίζα δὲ λεπτή, τὸν δὲ καρπὸν ἔχει καθάπερ ἄνηθον πλὴν ἐλάττω· διδόασι δὲ τοῦτον ἐν οἴνῳ αὐστηρῷ τῶν γυναικείων χάριν.

   Ἔνια δὲ ὅλως ἀσύμβλητα τοῖς ἡμέροις ἐστὶ κατά γε τοὺς χυλοὺς καὶ τὰς δυνάμεις, ὥσπερ σίκυος ὅ τε ἄγριος καὶ ὁ ἥμερος, ἀλλ' ἐκ τῆς προσόψεως ἔχει τὴν ὁμοιότητα, καθάπερ καὶ ἐν τοῖς στεφανώμασιν ἡ ἰωνία· τὸ γὰρ φύλλον ἔχει παρόμοιον. τούτων μὲν οὖν ἐν τοῖς εἰρημένοις αἱ διαφοραί.

[7]

[1]    Τῶν δὲ ἀρουραίων λεγομένων μετὰ ταῦτα ῥητέον, καὶ ὅλως εἴ τι ποιῶδές ἐστιν ὃ μὴ τυγχάνει βρωτόν. καλοῦμεν γὰρ λάχανα τὰ πρὸς τὴν ἡμετέραν χρείαν· ἐν δὲ τῷ καθ' ὅλου κἀκεῖνα περιέχεται, δι' ὃ καὶ περὶ ἐκείνων λεκτέον. λάχανα μὲν δὴ καὶ τὰ τοιαῦτα καλεῖται, κιχόρη ἀπάπη χόνδρυλλα ὑποχοιρὶς ἠριγέρων, καὶ ὅλως ὅσα κιχοριώδη καλεῖται διὰ τὴν ὁμοιότητα τῶν φύλλων· πάντα γάρ πως ἐμφερῆ ἔχει τῷ κιχορίῳ· πάλιν καυκαλὶς ἔνθρυσκον ἡδύοσμον. οἱ δὲ μυρία ἄλλα καλοῦσιν, σκάνδιξ καὶ ὅσα ἄλλα τοιαῦτα σκανδικώδη, τραγοπώγων, οἱ δὲ κόμην καλοῦσιν, ὃ τὴν μὲν ῥίζαν ἔχει μακρὰν καὶ γλυκεῖαν τὰ δὲ φύλλα τῷ κρόκῳ ὅμοια πλὴν μακρότερα, τὸν καυλὸν δὲ βραχύν, ἐφ' οὗ τὴν κάλυκα μεγάλην καὶ ἐξ ἄκρου μέγαν τὸν πάππον πολιόν, ἀφ' οὗ καλεῖται τραγοπώγων.

[2]    Ὁμοίως δὲ καὶ ὅσα ἄλλα τοιαύτας μὲν ἰδέας ἔχει τοὺς δὲ χυλοὺς ἐδωδίμους ἢ ὠμοὺς ἢ ἑφθούς· ἔνια γὰρ δεῖται πυρώσεως, ὥσπερ μαλάχη καὶ τευτλὶς καὶ τὸ λάπαθον καὶ ἡ ἀκαλύφη καὶ τὸ παρθένιον· τὸν δὲ στρύχνον καὶ ὠμὸν ἐσθίουσιν, ὃν καὶ εὐκήπευτόν τινες πρότερον ... καὶ ἕτερα δὲ πλείω τούτων, ἐν οἷς καὶ ὁ παροιμιαζόμενός ἐστι διὰ πικρότητα κόρχορος ἔχων τὸ φύλλον ὠκιμῶδες. πάντα δὲ τὰ μὲν ἐπέτεια τὰ δὲ ἐπετειόκαυλα τυγχάνει· τὰ μὲν γὰρ ἐξαυαίνονται τῶν δὲ διαμένουσιν εἰς πλείω χρόνον αἱ ῥίζαι· σχεδὸν δὲ οὐκ ἐλάττω τὰ τοιαῦτά ἐστι.

[3]    Φύεται δὲ τὰ μὲν καὶ ἀπὸ τῶν ῥιζῶν καὶ ἀπὸ τῶν σπερμάτων, τὰ δὲ ἕτερα μόνον ἀπὸ σπέρματος, εἰ μή τι καὶ αὐτόματον. ἡ δὲ βλάστησις καὶ τούτων καὶ τῶν ἄλλων τῶν μὲν ἅμα τοῖς πρώτοις ὑετοῖς ἐστι μετ' ἰσημερίαν, οἷον ἀπάπης καὶ τοῦ κύνωπος καὶ ἣν καλοῦσί τινες βούπρηστιν, τῶν δὲ μετὰ Πλειάδα, καθάπερ καὶ κιχορίου καὶ σχεδὸν τῶν ἄλλων τῶν κιχοριωδῶν. καὶ τὰ μὲν εὐθὺς ἅμα τῇ βλαστήσει τὸ ἄνθος ἀφίησι, καθάπερ ἡ ἀφία, τὰ δὲ ὕστερον οὐ πολλῷ, καθάπερ ἡ ἀνεμώνη, τὰ δὲ ἅμα τῷ ἦρι καὶ ἐκκαυλεῖ καὶ ἀνθεῖ, καθάπερ τὸ κιχόριον καὶ τὰ κιχοριώδη καὶ τῶν ἀκανθικῶν ὅσα λαχανώδη.

[4]    Διαφορὰ δὲ τῶν ἀνθῶν πολλή, περὶ ἧς ἐν τοῖς πρότερον εἴρηται· σχεδὸν γάρ ἐστι κοινὸν ἁπάντων· ἔνια δὲ καὶ ὅλως ἀνανθῆ, καθάπερ καὶ τὸ ἐπίπετρον. συμβαίνει δὲ τοῖς ἅμα τῷ καυλῷ τὸ ἄνθος ἀφιεῖσι ταχεῖαν εἶναι τὴν ἀπάνθησιν· πλὴν ἡ μὲν ἀπάπη γηράσαντος τοῦ πρώτου πάλιν ἄλλο καὶ ἄλλο παραφύει, καὶ τοῦτο ποιεῖ παρ' ὅλον τὸν χειμῶνα καὶ τὸ ἔαρ ἄχρι τοῦ θέρους. πολὺν δὲ χρόνον καὶ ὁ ἠριγέρων. τὰ δὲ ἄλλα οὐ ποιεῖ τοῦτο, καθάπερ οὐδὲ ὁ κρόκος οὔτε ὁ εὔοσμος οὔθ' ὁ λευκὸς οὐθ' ὁ ἀκανθώδης· οὗτοι δὲ ἄοσμοι.

[8]

[1]    Κοινὴ δὲ διαφορὰ πάντων τῶν ποιωδῶν ἡ τοιάδε· τὰ μὲν γάρ ἐστιν ὀρθόκαυλα καὶ νευρόκαυλα, τὰ δὲ ἐπιγειόκαυλα, καθάπερ μαλάχη σκάνδιξ σίκυος ἄγριος· τὸ δὲ ἡλιοτρόπιον ἔτι μᾶλλον ὡς εἰπεῖν τοιοῦτον, ὥσπερ καὶ ἐν τοῖς ἀκανθώδεσιν οὖσιν τρίβολος καὶ ἡ κάππαρις καὶ ἄλλα πλείω· καὶ γὰρ ἐκείνων ἡ διαφορὰ πλείων. ἔνια δὲ περιαλλόκαυλα, μὴ ἔχοντα δὲ ποῦ προσπέσωσιν ἐπιγειόκαυλα, καθάπερ ἐπετίνη καὶ ἀπαρίνη καὶ ἁπλῶς ὧν ὁ καυλὸς λεπτὸς καὶ μαλακὸς καὶ μακρός, δι' ὃ καὶ φύονται ταῦτα ὡς ἐπὶ τὸ πᾶν ἐν ἄλλοις· κοινὴ δὴ καὶ αὕτη ἡ διαφορὰ πάντων οὐ μόνον τῶν ποιωδῶν καὶ φρυγανικῶν ἀλλὰ καὶ τῶν θαμνωδῶν· καὶ γὰρ ἡ ἕλιξ καὶ ἔτι μᾶλλον ἡ σμῖλαξ περιαλλόκαυλον.

[2]    Ἔτι δὲ καὶ τῶν ποιωδῶν τὰ μὲν πολύκαυλα τὰ δὲ μονόκαυλα· καὶ τῶν μονοκαύλων τὰ μὲν ἀπαράβλαστα κατὰ τὸν καυλὸν τὰ δὲ παραβλαστικά, καθάπερ καὶ ἐν τοῖς ἡμέροις ἥ τε ῥαφανὶς καὶ ἄλλ' ἄττα. πολύκαυλα δὲ ὡς ἁπλῶς εἰπεῖν τὰ ἐπιγειόκαυλα, μονόκαυλα δὲ καὶ ὀλιγόκαυλα τὰ ὀρθόκαυλα. τούτων δὲ ἀπαράβλαστα τὰ λειόκαυλα κρόμυον πράσον σκόροδον, ὥσπερ καὶ ἐν τοῖς ἡμέροις καὶ τὰ μὲν εὐθύκαυλα τὰ δὲ σκολιόκαυλα καὶ τούτων [τοῖς ἡμέροις] ὑπάρχει.

[3]    Διαφορὰ δέ τις καὶ τοιάδε τῶν ποιωδῶν ἐστι· τὰ μὲν γὰρ ἐπιγειόφυλλα τὰ δ' ἐπικαυλόφυλλα τυγχάνει τὰ δ' ἀμφοτέρως. ἐπιγειόφυλλα μὲν κορωνόπους ἄνθεμον ἀφύλλανθες ἄγχουσα πόα ἀνεμώνη ἀπαργία ἀρνόγλωσσον ἀπάπη· ἐπικαυλόφυλλα δὲ κρηπὶς ἄνθεμον τὸ φυλλῶδες λωτὸς λευκόϊον· ἀμφοτέρως δὲ τὸ κιχόριον· καὶ γὰρ ἐπὶ τῶν καυλῶν ἅμα ταῖς ἐκφύσεσι ταῖς ἀκρεμονικαῖς ἐκφύει τι καὶ ἄνθος· καὶ τῶν φυλλακάνθων ἔνια, πλὴν ἀκανθώδεσι κομιδῆ, καθάπερ ὁ σόγκος.

[9]

[1]    Ἔστι δὲ καὶ τὰ μὲν ἄκαρπα τὰ δὲ κάρπιμα. καὶ ὅλως τῶν ποιωδῶν τὰ μὲν ἄχρι τῶν φύλλων ἀφικνεῖται, τὰ δὲ καυλὸν ἔχει καὶ ἄνθος καρπὸν δὲ οὔ. τὰ δὲ καὶ καρπὸν ὥσπερ τελειοτάτην φύσιν, εἰ μή τι καὶ ἄνευ τοῦ ἄνθους καρποφόρον, ὥσπερ ἐπὶ τῶν δένδρων.

   Διαφέρει δὲ καὶ τὰ φύλλα σχεδὸν οὐκ ἐλάττοσιν ἀλλὰ πλείοσι διαφοραῖς ἢ τὰ τῶν δένδρων· καὶ πρὸς αὐτὰ δὲ ἐκεῖνα διαφορὰς ἔχει· μεγίστην μὲν ὡς εἰπεῖν ὅτι τὰ μὲν ἀπὸ μίσχου προσπέφυκε, τὰ δὲ αὐτὰ μὲν ὡς ἁπλῶς, τὰ δὲ καυλικῇ τινι προσφύσει. καὶ τῶν μὲν ἐν τῇ βλαστήσει προτερεῖ ‹ὁ καυλός›, τῶν δὲ πλείστων τὰ φύλλα, καὶ σχεδὸν ἐν τῇ ἀρχῇ μέγιστα γίνονται καὶ μάλιστα ἐδώδιμα· τὰ δὲ ἐκ τῶν δένδρων προωθεῖ τινα καυλόν.

[2]    Διαφέρουσι δὲ καὶ τοῖς ἄνθεσι πολύ· ἐν μὲν γὰρ τοῖς δένδρεσι τά γε πλεῖστα λευκά, τὰ δὲ μικρὸν ἐπιπορφυρίζοντα, τὰ δὲ ποώδη καὶ χλοώδη, κεχρωσμένον δὲ ἀνθινῷ ‹οὐδέν· ἐν δὲ τοῖς ποιώδεσι τῶν ἀνθῶν› πολλαὶ καὶ παντοδαπαὶ χροιαὶ καὶ ἄκρατοι καὶ μεμιγμέναι καὶ εὔοσμοι δὴ καὶ ἄοσμοί εἰσιν. καὶ τὰ μὲν δένδρα τὴν ἄνθησιν ἀθρόαν ποιεῖται, τούτων δ' ἔνια κατὰ μέρος, ὥσπερ ἐλέχθη καὶ περὶ τοῦ ὠκίμου, δι' ὃ καὶ πολὺν χρόνον ἀνθεῖ, καθάπερ ἄλλα τε πολλὰ καὶ τὸ ἡλιοτρόπιον καὶ τὸ κιχόριον.

[3]    Πολλαὶ δὲ καὶ τῶν ῥιζῶν διαφοραὶ καὶ τρόπον τινὰ αἱ τούτων φανερώτεραι· εἰσὶ γὰρ αἱ μὲν ξυλώδεις αἱ δὲ σαρκώδεις καὶ ἰνώδεις, ὥσπερ καὶ τῶν ἡμέρων, καθάπερ αἵ τε τοῦ σίτου καὶ τῆς πόας τῆς πλείστης. αὐτῶν δὲ τούτων ἕκασται πλείστας ἔχουσι διαφορὰς χρώμασιν ὀσμαῖς χυμοῖς μεγέθεσιν· αἱ μὲν γὰρ λευκαὶ αἱ δὲ μέλαιναι αἱ δ' ἐρυθραί, καθάπερ ἥ τε τῆς ἀγχούσης καὶ τοῦ ἐρευθεδάνου· αἱ δ' ὥσπερ ξανθαὶ καὶ ξυλοειδεῖς· καὶ γλυκεῖαι δὲ καὶ πικραὶ καὶ δριμεῖαι καὶ εὐώδεις καὶ κακώδεις, καὶ ἔνιαι φαρμακώδεις, ὡς ἐν ἄλλοις εἴρηται.

[4]    Διαφοραὶ δὲ καὶ τῶν σαρκωδῶν· αἱ μὲν γὰρ στρογγύλαι αἱ δὲ προμήκεις καὶ βαλανώδεις, ὥσπερ ἀσφοδέλου καὶ κρόκου· καὶ αἱ μὲν λεπυριώδεις, ὥσπερ ἡ τοῦ βολβοῦ καὶ τῆς σκίλλης καὶ ὅσαι βολβώδεις καὶ κρομύου δὲ καὶ γηθύου καὶ ὅσα τούτοις ὅμοια. αἱ δὲ ὁμαλεῖς καὶ ψαθυραὶ καὶ μαλακαὶ δι' ὅλου καὶ ὥσπερ ἄφλοιοι, καθάπερ τοῦ ἄρου· αἱ δὲ φλοιὸν ἔχουσι πρὸς τῇ σαρκί, καθάπερ ἡ τοῦ κυκλαμίνου καὶ τῆς γογγυλίδος. οὐχ ἅπασαι δ' αἱ εὐώδεις ἢ γλυκεῖαι ἢ εὔστομοι καὶ ἐδώδιμοι, οὐδ' αἱ πικραὶ ἄβρωτοι· ἀλλ' ὅσαι ἀβλαβεῖς εἰσι τῷ σώματι μετὰ τὴν προσφοράν· ἔνιαι γὰρ γλυκεῖαι μὲν θανάσιμοι δὲ καὶ νοσώδεις, [5] αἱ δὲ πικραὶ μὲν ἢ κακώδεις ὠφέλιμοι δέ. τὸν αὐτὸν δὲ τρόπον καὶ φύλλα καὶ καυλοί, καθάπερ τοῦ ἀψινθίου καὶ τοῦ κενταυρίου. διαφορὰ δὲ καὶ κατὰ τὴν βλάστησιν καὶ κατὰ τὴν ἄνθησιν, οἷον ἀρχομένου χειμῶνος καὶ μεσοῦντος καὶ πάλιν ἦρος ἢ θέρους ἢ μετοπώρου. καὶ ἐπὶ τῶν καρπῶν δὲ ὁμοίως τῷ βρωτοὺς εἶναι καὶ ἐγχύλους ἐνίοις καὶ φύλλα καὶ σπέρματα καὶ ῥίζας· καὶ ἐν αὐτοῖς τούτοις κατὰ τοὺς χυλούς, οἷον ὀξύτητι καὶ δριμύτητι καὶ γλυκύτητι καὶ αὐστηρότητι καὶ ταῖς ἄλλαις ταῖς τοιαύταις ἁπλῶς τε καὶ κατὰ τὸ μᾶλλον. τὰς μὲν οὖν διαφορὰς ἐν τούτοις ληπτέον.

[10]

[1]    Διῃρημένων δὲ κατὰ τὰς ὥρας ἑκάστων πρός τε τὰς βλαστήσεις καὶ κατὰ τὰς ἀνθήσεις καὶ τελειώσεις τῶν καρπῶν, οὐδὲν ἀναβλαστάνει πρὸ τῆς οἰκείας ὥρας οὔτε τῶν ῥιζοφυῶν οὔτε τῶν σπερμοφυῶν, ἀλλ' ἕκαστον ἀναμένει τὴν οἰκείαν οὐδ' ὑπὸ τῶν ὑδάτων οὐδὲν πάσχον· ἔνια γὰρ θερινὰ κομιδῆ καὶ τῇ βλαστήσει καὶ τῇ ἀνθήσει, καθάπερ ὅ τε σκόλυμος καὶ ὁ σίκυος ἄγριος, ὥσπερ καὶ περὶ τῶν φρυγανικῶν ἐλέχθη περὶ κονύζης τε καὶ καππάριδος καὶ τῶν ἄλλων· οὐδὲν γὰρ οὐδὲ ἐκείνων ἀνθεῖ καὶ βλαστάνει πρὸ [2] τῆς οἰκείας ὥρας. δι' ὃ κἂν ταύτῃ δόξαιεν ἂν διαφέρειν τῶν δένδρων. τῶν μὲν γὰρ ἅμα πως πάντων ἢ ἐγγὺς ἡ βλάστησις, εἰ δὲ μὴ κατὰ μίαν γε ὥραν ὡς εἰπεῖν· τούτων δὲ ἐν πολλαῖς μᾶλλον δὲ ἐν ἁπάσαις ἡ βλάστησις καὶ ἔτι μᾶλλον ἡ ἄνθησις, ὥστε εἴ τις ἐθέλει κατανοεῖν σχεδὸν συνεχὴς γίνεται καθ' ὅλον ἐνιαυτὸν καὶ ἡ βλάστησις καὶ ἡ ἄνθησις· αἰεὶ γὰρ ἕτερον ἐξ ἑτέρου διαδεχόμενον πάσας καταλαμβάνει τὰς ὥρας· οἷον μετὰ τὴν ἀπάπην κρόκος ἔσται καὶ ἀνεμώνη καὶ ὁ ἠριγέρων καὶ τὰ ἄλλα χειμερινά, μετὰ δὲ ταῦτα τὰ ἠρινὰ ‹καὶ θερινὰ› καὶ μετοπωρινά.

[3] πολλὰ δέ, ὥσπερ ἐλέχθη, διὰ τὸ κατὰ μέρος ἀνθεῖν ἐπιτείνεται ταῖς ὥραις· ἔνια γὰρ οὕτως ἀνθεῖ, καθάπερ ἥ τε ἀπάπη καὶ τὸ ὀνοχειλὲς καὶ τὸ κιχόριον καὶ τὸ ἀρνόγλωσσον καὶ ἄλλα· διὰ δὲ τὴν συνέχειαν καὶ τὴν περικατάληψιν τὴν ὑπ' ἀλλήλων οὐ φαίνεται ῥᾴδιον ἐν ἐνίοις οὐδ' ὁρίσαι ποῖα πρῶτα βλαστάνει καὶ ποῖα ὀψιβλαστῆ· πλὴν εἴ τις ὑποθοῖτο τοῦ ἔτους τὴν ἀρχήν τινα [4] ὥρας τινὸς ἀρχῇ. καὶ αὐτῶν δὲ τούτων τὰς γενέσεις καὶ τὰς ὥρας ὅταν τελειωθέντων τῶν καρπῶν πάλιν ἄλλας ἀρχὰς ἐνίστωνται τῆς γενέσεως· ὅπερ μάλιστα δοκεῖ συμβαίνειν μετ' ἰσημερίαν μετοπωρινήν· τότε γὰρ ἤδη τὰ σπέρματα πλεῖστα τετελείωται καὶ τῶν δενδρικῶν καρπῶν οἱ πολλοί, καὶ ἅμα μεταβολή τις αὐτοῦ τούτου προσγίνεται καὶ τῆς ὥρας· ὅσα δὲ ἀτελῆ καὶ ἄπεπτα περικαταλαμβάνεται, τούτοις κατὰ λόγον ἐκ περιόδου καὶ ἡ βλάστησις γίνεται καὶ ἡ ἄνθησις καὶ ἡ τελείωσις· δι' ὃ συμβαίνει τὰ μὲν ὑπὸ τροπὰς ἀνθεῖν τὰ δ' ὑπὸ Κύνα τὰ δὲ καὶ μετὰ Ἀρκτοῦρον καὶ ἰσημερίαν μετοπωρινήν.

[5]    Ἀλλὰ ταῦτα μὲν ἔοικε κοινοτέραν ἔχειν σκέψιν εἰς ἀφορισμὸν ἀρχῆς. ὅτι δὲ αἱ διαφοραὶ πλείους ἢ οὐκ ἐλάττους ἐν τούτοις φανερόν. ἐπεὶ καὶ ἀείφυλλα τῶν τοιούτων ἐστὶν ἔνια, καθάπερ τὸ πόλιον καὶ ἡλιοτρόπιον καὶ τὸ ἀδίαντον.

[11]

[1]    Ἀφωρισμένων οὖν τούτων περὶ τὰς διαφορὰς ἐν οἷς γίνονται καὶ πῶς λεκτέον ἤδη τὰς καθ' ἕκαστον ἱστορίας ... ὅσα μὴ κατὰ τὴν ἰδίαν ἑκάστου φύσιν. λέγω δὲ οἷον τὰ σταχυώδη καὶ τὰ σκανδικώδη καὶ μονοφυῆ, κἂν εἴ τι ἕτερόν ἐστι τοιοῦτον κοινὸν ἐπὶ πάντων λαβεῖν, ὁ τῇ αἰσθήσει γνώριμον ἢ φύλλοις ἢ ἄνθεσιν ἢ ῥίζαις ἢ καρποῖς· ἐκ γὰρ τῶν φανερῶν ὁ μερισμὸς ὥσπερ καὶ ἐκ τῶν ῥιζῶν.

[2]    Σταχυώδη μὲν οὖν ἐστιν ὅ τε κύνωψ ὑπό τινων καλούμενος πλείους ἔχων ἰδέας ἐν ἑαυτῷ· καὶ ὁ ἀλωπέκουρος καὶ ὁ στελέφουρος ὑπ' ἐνίων δὲ ἀρνόγλωσσον τῶν δὲ ὄρτυξ καλούμενος· παρόμοιον δὲ τούτῳ τρόπον τινὰ καὶ ἡ θρυαλλίς. ἁπλᾶ δὲ καὶ μονοειδῆ τρόπον τινὰ ταῦτα καὶ στάχυν οὐκ ὀξὺν οὐδ' ἀθερώδη ἔχοντα· ὁ δ' ἀλωπέκουρος μαλακὸν καὶ χνοωδέστερον, ὅτι καὶ ὅμοιον ταῖς τῶν ἀλωπέκων οὐραῖς, ὅθεν καὶ τοὔνομα μετείληφεν. ὅμοιος δὲ τούτῳ καὶ ὁ στελέφουρος, πλὴν οὐχ ὥσπερ ἐκεῖνος ἀνθεῖ κατὰ μέρος ἀλλὰ δι' ὅλου τοῦ στάχυος ὥσπερ ὁ πυρός. ἡ δὲ ἄνθησις ἀμφοῖν χνοώδης, καθάπερ καὶ τοῦ σίτου· παρόμοιον δὲ τῇ ὅλῃ μορφῇ τῷ πυρῷ πλὴν πλατυφυλλότερον. ὡσαύτως δὲ τούτοις καὶ τὰ ἄλλα τὰ σταχυώδη λεκτέον.

[3]    Τὰ δὲ κιχοριώδη πάντα μὲν ἐπετειόφυλλα καὶ ῥιζόφυλλα, βλαστάνει δὲ μετὰ Πλειάδα πλὴν τῆς ἀπάπης, τοῖς δὲ καυλοῖς καὶ ταῖς ῥίζαις μεγάλας ἔχουσι διαφοράς· οἱ μὲν γὰρ τῶν ἄλλων ἁπλούστεροι καὶ ἐλάττους, ὁ δὲ τοῦ κιχορίου μέγας καὶ ἀποφύσεις ἔχων πολλάς, ἔτι δὲ γλίσχρος καὶ δυσδιαίρετος, δι' ὃ καὶ δεσμῷ χρῶνται· παραβλαστητικὸν δὲ καὶ τῇ ῥίζῃ καὶ ἄλλως μακρόρριζον, δι' ὃ καὶ δυσώλεθρον· ὅταν γὰρ ἐκλαχανίσωνται, πάλιν τὸ ὑπόλοιπον ἀρχὴν λαμβάνει γενέσεως. συμβαίνει δὲ καὶ παρανθεῖν αὐτοῦ μέρος ἄλλο καὶ ἄλλο, καὶ τοῦτο ἄχρι τοῦ μετοπώρου, σκληροῦ δοκοῦντος εἶναι τοῦ καυλοῦ. φέρει δὲ καὶ λοβὸν ἐν ᾧ τὸ σπέρμα περὶ τὰ ἄκρα τῶν καυλῶν.

[4]    Ἡ δὲ ὑποχοιρὶς λειοτέρα καὶ ἡμερωτέρα τῇ προσόψει καὶ γλυκυτέρα καὶ οὐχ ὥσπερ ἡ χόνδρυλλα· τὸ γὰρ ὅλον οὐκ ἐδώδιμος αὕτη καὶ ἄβρωτος καὶ ἐν τῇ ῥίζῃ δριμὺν ὀπὸν ἔχει καὶ πολύν.

   Ἄβρωτος δὲ καὶ πικρὰ ἡ ἀπάπη· πρωϊανθὴς δὲ καὶ ταχὺ γηράσκει καὶ ἀποπαπποῦται, εἶτ' ἄλλο φύεται πάλιν καὶ ἄλλο καὶ τοῦτο παρ' ὅλον ποιεῖ τὸν χειμῶνα καὶ τὸ ἔαρ ἄχρι τοῦ θέρους· τὸ δ' ἄνθος μηλινοειδές.

   Ὡσαύτως δὲ καὶ ἡ πικρίς· καὶ γὰρ αὕτη τῷ ἦρι ἀνθεῖ, καὶ παραπλησία δι' ὅλου τοῦ χειμῶνος καὶ τοῦ θέρους παρανθεῖ· τῇ γεύσει δὲ πικρά, δι' ὃ καὶ τοὔνομα εἴληφε. ταῦτα μὲν οὖν ἐν ταύταις ταῖς διαφοραῖς. πειρατέον δέ, ὡς ἐλέχθη, καὶ τῶν ἄλλων λαμβάνειν ὁμοίως.

[12]

[1]    Πολὺ δέ τι γένος ἐστὶ καὶ τῶν σαρκορρίζων ἢ κεφαλορρίζων, ἃ καὶ πρὸς τὰ ἄλλα καὶ καθ' αὑτὰ τὰς διαφορὰς ἔχει ῥίζαις τε καὶ φύλλοις καὶ καυλοῖς καὶ ταῖς ἄλλαις μορφαῖς. τῶν γὰρ ῥιζῶν, ὥσπερ εἴρηται πρότερον, αἱ μὲν λεπυριώδεις αἱ δὲ σαρκώδεις, καὶ αἱ μὲν ἔχουσαι φλοιὸν αἱ δ' ἄφλοιοι, ἔτι δὲ αἱ μὲν στρογγύλαι αἱ δὲ προμήκεις καὶ αἱ μὲν ἐδώδιμοι αἱ δ' ἄβρωτοι. ἐδώδιμοι μὲν γὰρ οὐ μόνον βολβοὶ καὶ τὰ ὅμοια τούτοις, ἀλλὰ καὶ ἡ τοῦ ἀσφοδέλου ῥίζα καὶ ἡ τῆς σκίλλης, πλὴν οὐ πάσης ἀλλὰ τῆς Ἐπιμενιδείου καλουμένης, ἣ ἀπὸ τῆς χρήσεως ἔχει τὴν προσηγορίαν· αὕτη δὲ στενοφυλλοτέρα τε καὶ λειοτέρα τῶν λοιπῶν ἐστιν.

[2]    Ἐδώδιμος δὲ καὶ ἡ τοῦ ἄρου καὶ αὐτὴ καὶ τὰ φύλλα προαφεψηθέντα ἐν ὄξει καί ἐστιν ἡδεῖά τε καὶ πρὸς τὰ ῥήγματα ἀγαθή. πρὸς δὲ τὴν αὔξησιν αὐτῆς, ὅταν ἀποφυλλίσωσιν, ἔχει δὲ μέγα σφόδρα τὸ φύλλον, ἀνορύξαντες στρέφουσιν, ὅπως ἂν μὴ διαβλαστάνῃ ἀλλὰ πᾶσαν ἕλκῃ τὴν τροφὴν εἰς ἑαυτήν, ὃ καὶ ἐπὶ τῶν βολβῶν τινες ποιοῦσι συντιθέντες· ἡ δὲ τοῦ δρακοντίου, καλοῦσι γάρ τι δρακόντιον ἄρον διὰ τὸ τὸν καυλὸν ἔχειν τινὰ ποικιλίαν, ἄβρωτος καὶ φαρμακώδης.

[3]    Ἀλλὰ ἡ τοῦ φασγάνου καλουμένου γλυκεῖά τε ἑψηθεῖσα, καὶ τριφθεῖσα μιγνυμένη τῷ ἀλεύρῳ ποιεῖ τὸν ἄρτον γλυκὺν καὶ ἀσινῆ· στρογγύλη δέ ἐστι καὶ ἄφλοιος καὶ ἀποφύσεις ἔχουσα μικράς, ὥσπερ τὸ γήθυον· πολλὰς δὲ εὑρίσκουσιν ἐν ταῖς σκαλοπιαῖς· χαίρει γὰρ καὶ συλλέγει τὸ ζῶον.

   Ἡ δὲ τοῦ θησείου τῇ μὲν γεύσει πικρά, τριβομένη δὲ κοιλίαν ὑποκαθαίρει. φαρμακώδεις δέ τινές εἰσι καὶ ἕτεραι, πολλῶν δὲ οὔτε φαρμακώδεις οὔτε ἐδώδιμοι. καὶ αὗται μὲν ἐν ταῖς ῥίζαις αἱ διαφοραί.

[13]

[1]    Κατὰ δὲ τὰ φύλλα τοῖς τε μεγέθεσιν καὶ τοῖς σχήμασιν. ὁ μὲν ἀσφόδελος μακρὸν καὶ στενότερον καὶ ὑπόγλισχρον ἔχει τὸ φύλλον, ἡ δὲ σκίλλα πλατὺ καὶ εὐδιαίρετον, τὸ δὲ φάσγανον ὑπό τινων δὲ καλούμενον ξίφος ξιφοειδές, ὅθεν ἔσχε καὶ τοὔνομα, ἡ δὲ ἶρις καλαμωδέστερον· τὸ δὲ τοῦ ἄρου πρὸς τῇ πλατύτητι καὶ ἔγκοιλον καὶ σικυῶδές ἐστιν· ὁ δὲ νάρκισσος στενὸν καὶ πολὺ καὶ λιπαρόν· βολβὸς δὲ καὶ τὰ βολβώδη παντελῶς στενὰ καὶ τοῦ κρόκου δ' ἔτι στενότερον.

[2]    Καυλὸν δὲ τὰ μὲν οὐκ ἔχει τὸ ὅλον οὐδ' ἄνθος, ὥσπερ τὸ ἄρον τὸ ἐδώδιμον· τὰ δὲ τὸν τοῦ ἄνθους μόνον, ὥσπερ ὁ νάρκισσος καὶ ὁ κρόκος· ἔνια δὲ ἔχει, καθάπερ ἡ σκίλλα καὶ ὁ βολβὸς καὶ ἡ ἶρις καὶ τὸ ξίφιον· μέγιστον δὲ πάντων ἀσφόδελος· ὁ γὰρ ἀνθέρικος μέγιστος· ὁ δὲ τῆς ἴριδος ἐλάττων μὲν σκληρότερος δὲ τὸ δὲ ὅλον ἀνθερικώδης. ἔστι δὲ καὶ πολύκαρπος ὁ ἀσφόδελος, καὶ ὁ καρπὸς αὐτοῦ ξυλώδης τῇ μὲν μορφῇ τρίγωνος τῷ δὲ χρώματι μέλας· γίνεται δὲ ἐν τῷ στρογγύλῳ τῷ ὑποκάτω τοῦ ἄνθους, ἐκπίπτει δὲ τοῦ [3] θέρους, ὅταν τοῦτο διαχάνῃ. τὴν ἄνθησιν ποιεῖται κατὰ μέρος, ὥσπερ καὶ ἐπὶ τῆς σκίλλης, ἄρχεται δὲ πρῶτον ἀπὸ τῶν κάτωθεν. ἐν δὲ τῷ ἀνθερίκῳ συνίσταται σκώληξ, ὃς εἰς ἄλλο μεταβάλλει ζῶον ἀνθρηνοειδές, εἶθ' ὅταν ὁ ἀνθέρικος αὐανθῇ διεσθίον ἐκπέταται. δοκεῖ δὲ ἴδιον ἔχειν πρὸς τὰ ἄλλα τὰ λειόκαυλα, διότι στενὸς ὢν ἀποφύσεις ἄνωθεν ἔχει. πολλὰ δὲ εἰς τροφὴν παρέχεται χρήσιμα· καὶ γὰρ ὁ ἀνθέρικος ἐδώδιμος σταθευόμενος καὶ τὸ σπέρμα φρυγόμενον καὶ πάντων δὲ μάλιστα ἡ ῥίζα κοπτομένη μετὰ σύκου καὶ πλείστην ὄνησιν ἔχει καθ' Ἡσίοδον.

[4]    Ἅπαντα μὲν οὖν φιλόζωα τὰ κεφαλόρριζα μάλιστα δ' ἡ σκίλλα· καὶ γὰρ κρεμαννυμένη ζῇ καὶ πλεῖστόν γε χρόνον διαμένει· δύναται δὲ καὶ τὰ θησαυριζόμενα σώζειν, ὥσπερ τὴν ῥόαν ἐμπηγνυμένου τοῦ μίσχου, καὶ τῶν φυτευομένων δ' ἔνια βλαστάνει θᾶττον ἐν αὐτῇ· λέγεται δὲ καὶ πρὸ τῶν θυρῶν τῆς εἰσόδου φυτευθεῖσαν ἀλεξητήριον εἶναι τῆς ἐπιφερομένης δηλήσεως. πάντα δὲ ταῦτα ἀθρόα φύεται, καθάπερ καὶ τὰ κρόμυα καὶ τὰ σκόροδα· παραβλαστάνουσι γὰρ ἀπὸ τῆς ῥίζης· ἔνια δὲ καὶ ἀπὸ τοῦ σπέρματος φανερῶς, οἷον ὅ τε ἀνθέρικος καὶ τὸ λείριον καὶ τὸ φάσγανον καὶ ὁ βολβός.

[5]    Ἀλλ' ἴδιον τοῦτο τοῦ βολβοῦ λέγεται, τὸ μὴ ἀπὸ πάντων βλαστάνειν ἅμα τῶν σπερμάτων, ἀλλὰ τοῦ μὲν αὐτοετὲς τοῦ δ' εἰς νέωτα, καθάπερ τὸν αἰγίλωπά φασι καὶ τὸν λωτόν. τοῦτο μὲν οὖν εἴπερ ἀληθὲς κοινὸν ἑτέρων. κοινὸν δὲ ἴσως καὶ τὸ μέλλον λέγεσθαι, πλὴν οὐ πολλῶν, θαυμαστὸν δὲ ἐπὶ πάντων, ὅπερ ἐπί τε τῆς σκίλλης καὶ τοῦ ναρκίσσου συμβαίνει· τῶν μὲν γὰρ ἄλλων καὶ τῶν ἐξ ἀρχῆς φυτευομένων καὶ τῶν βλαστανόντων καθ' ὥραν ἔτους τὸ φύλλον ἀνατέλλει πρῶτον, εἶθ' ὕστερον ὁ καυλός· ἐπὶ δὲ τούτων ὁ καυλὸς πρότερον.

[6]    Τοῦ ναρκίσσου δὲ ὁ τοῦ ἄνθους μόνον εὐθὺ προωθῶν τὸ ἄνθος· τῆς δὲ σκίλλης καθ' αὑτόν, εἰς ὕστερον ἐπὶ τούτῳ τὸ ἄνθος ἀνίσχον προσκαθήμενον· ποιεῖται δὲ τὰς ἀνθήσεις τρεῖς, ὧν ἡ μὲν πρώτη δοκεῖ σημαίνειν τὸν πρῶτον ἄροτον, ἡ δὲ δευτέρα τὸν μέσον, ἡ δὲ τρίτη τὸν ἔσχατον· ὡς γὰρ ἂν αὗται γένωνται καὶ οἱ ἄροτοι σχεδὸν οὕτως ἐκβαίνουσιν· ὅταν δὲ οὗτος ἀπογηράσῃ, τότε ἡ τῶν φύλλων βλάστησις πολλαῖς ἡμέραις ὕστερον· ὡσαύτως δὲ καὶ ἐπὶ τοῦ ναρκίσσου, πλὴν οὔτε καυλὸν ἕτερον ἔχει παρὰ τὸν τοῦ ἄνθους, ὥσπερ εἴπομεν, οὔτε καρπὸν φανερόν, ἀλλ' αὐτὸ τὸ ἄνθος ἅμα τῷ καυλῷ καταφθίνει καὶ ὅταν αὐανθῇ τότε τὰ φύλλα ἀνατέλλει.

[7]    Πρὸς μὲν οὖν τὰ ἄλλα τὰ συνάμφω ταῦτα ἴδια· πρὸς δὲ τὰ προανθοῦντα τῶν φύλλων καὶ τῶν καυλῶν, ὅπερ δοκεῖ ποιεῖν τὸ τίφυον καὶ ἕτερα τῶν ἀνθικῶν, ἔτι τε τῶν δένδρων ἡ ἀμυγδαλῆ μάλιστα ἢ μόνον, ὅτι ταῦτα μὲν ἅμα τῷ ἄνθει προφαίνει τὸ φύλλον ἢ εὐθὺς κατόπιν, ὥστε καὶ διαζητεῖσθαι περί τινων, ἐπὶ δὲ τούτων οἷον ἀφ' ἑτέρας ἀρχῆς φαίνεται καὶ διὰ τὸ πλῆθος τῶν ἡμερῶν καὶ διὰ τὸ μὴ πρότερον βλαστάνειν πρὶν τοῦ μὲν τὸ ἄνθος τοῦ δὲ καὶ ὁ καυλὸς ὅλος ἀπογηράσῃ. ἡ δὲ βλάστησις προτέρα μὲν τῆς σκίλλης, ὑστέρα δὲ τοῦ ναρκίσσου· πολὺ δὲ πλέον τὸ φύλλον οὗτος ἀφίησι, καί ἐστιν ἡ ῥίζα αὐτὴ μικρὰ καὶ οὐ μεγάλη, προσεμφερὴς δὲ κατὰ τὸ σχῆμα τῷ βολβῷ, πλὴν ‹οὐ› λεπυριώδης. ταῦτα μὲν οὖν ἔχει σκέψιν.

[8]    Τῶν δὲ βολβῶν ὅτι πλείω γένη φανερόν, καὶ γὰρ τῷ μεγέθει καὶ τῇ χρόᾳ καὶ τοῖς σχήμασι διαφέρουσι καὶ τοῖς χυλοῖς· ἐνιαχοῦ γὰρ οὕτω γλυκεῖς ὥστε καὶ ὠμοὺς ἐσθίεσθαι, καθάπερ ἐν Χερρονήσῳ τῇ Ταυρικῇ. μεγίστη δὲ καὶ ἰδιωτάτη διαφορὰ τῶν ἐριοφόρων· ἔστι γάρ τι γένος τοιοῦτον, ὃ φύεται μὲν ἐν αἰγιαλοῖς ἔχει δὲ τὸ ἔριον ὑπὸ τοὺς πρώτους χιτῶνας, ὥστε ἀνὰ μέσον εἶναι τοῦ τε ἐδωδίμου τοῦ ἐντὸς καὶ τοῦ ἔξω· ὑφαίνεται δὲ ἐξ αὐτοῦ καὶ πόδεια καὶ ἄλλα ἱμάτια· δι' ὃ καὶ ἐριῶδες τοῦτο καὶ οὐχ ὥσπερ τὸ ἐν Ἰνδοῖς τριχῶδες.

[9]    Πλείω δὲ καὶ τὰ βολβώδη καὶ ἐλάττω. ταῦτα δὲ ... καθάπερ τὸ λευκόϊον καὶ βολβίνη καὶ ὀπιτίων καὶ κύϊξ καὶ τρόπον τινὰ τὸ σισυρίγχιον. βολβώδη δὲ ταῦτα ὅτι στρογγύλα ταῖς ῥίζαις· ἐπεὶ τοῖς γε χρώμασι λευκὰ καὶ οὐ λεπυριώδη. ἴδιον δὲ τοῦ σισυριγχίου τὸ τῆς ῥίζης αὐξάνεσθαι τὸ κάτω πρῶτον, ὃ καλοῦσι ... χειμῶνα, τοῦ δ' ἦρος ὑποφαίνοντος τοῦτο μὲν ταπεινοῦσθαι τὸ δ' ἄνω τὸ ἐδώδιμον αὐξάνεσθαι. καὶ τὰ μὲν τοιαύτας ἔχει τὰς διαφοράς.

[14]

[1]    Ἴδια δὲ καὶ ταῦτα ἐν τοῖς ποιώδεσιν, οἷον τό [τε] ἐπὶ τοῦ ἀδιάντου συμβαῖνον· οὐδὲ γὰρ ὑγραίνεται τὸ φύλλον βρεχόμενον οὐδ' ἐπίδροσόν ἐστι διὰ τὸ μὴ τὴν νοτίαν ἐπιμένειν, ὅθεν καὶ ἡ προσηγορία. γένη δὲ αὐτοῦ δύο, τὸ μὲν λευκὸν τὸ δὲ μέλαν, χρήσιμα δ' ἀμφότερα πρὸς ἔκρυσιν κεφαλῆς τριχῶν ἐν ἐλαίῳ τριβόμενα. φύεται δὲ μάλιστα πρὸς τὰ ὑδρηλά. ὡς δὲ οἴονταί τινες, καὶ πρὸς στραγγουρίαν τὸ τριχομανὲς ποιεῖ· ἔχει δὲ τὸν καυλὸν ὅμοιον τῷ ἀδιάντῳ τῷ μέλανι, φύλλα δὲ μικρὰ σφόδρα καὶ πυκνὰ καὶ πεφυκότα καταντικρὺ ἀλλήλων, ῥίζα δὲ οὐχ ὕπεστι· χωρία δὲ φιλεῖ σκιερά.

[2]    Τῶν δὲ κατὰ μέρος ἀνθούντων ἴδιον τὸ περὶ τὸ ἄνθεμον, ὅτι τῶν μὲν ἄλλων πάντων τὰ κάτω πρῶτον ἀπανθεῖ τούτου δὲ τὰ ἄνω· τυγχάνει δ' αὐτοῦ τὸ μὲν κύκλῳ τὸ λευκὸν ἄνθος τὸ δὲ ἐν τῷ μέσῳ τὸ χλωρόν· καὶ καρπὸς ὃς ἐκπίπτει, καθάπερ τοῖς ἀκανθώδεσι, καταλιπὼν τὴν πρόσφυσιν κενήν· εἴδη δ' αὐτοῦ πλείω.

[3]    Ἴδιον δὲ καὶ τὸ περὶ τὴν ἀπαρίνην, ἣ καὶ τῶν ἱματίων ἀντέχεται διὰ τὴν τραχύτητα καί ἐστι δυσαφαίρετον· ἐν τούτῳ γὰρ ἐγγίνεται τῷ τραχεῖ τὸ ἄνθος οὐ προϊὸν οὐδὲ ἐκφαῖνον ἀλλ' ἐν ἑαυτῷ πεττόμενον καὶ σπερμογονοῦν· ὥστε παρόμοιον εἶναι τὸ συμβαῖνον ὥσπερ ἐπὶ τῶν γαλεῶν καὶ ῥινῶν· ἐκεῖνά τε γὰρ ἐν ἑαυτοῖς ὠοτοκήσαντα ζωογονεῖ, καὶ αὕτη τὸ ἄνθος ἐν ἑαυτῇ κατέχουσα καὶ πέττουσα καρποτοκεῖ.

[15]

[1]    Ὅσα δὲ τὰς ἀνθήσεις λαμβάνουσι ἀκολουθοῦντα τοῖς ἄστροις, οἷον τὸ ἡλιοτρόπιον καλούμενον καὶ ὁ σκόλυμος, ἅμα γὰρ ταῖς τροπαῖς καὶ οὗτος, ἔτι δὲ τὸ χελιδόνιον, καὶ γὰρ τοῦτο ἅμα τῷ χελιδονίᾳ ἀνθεῖ, ταῦτα δὲ δόξειεν ἂν τῇ μὲν φυσικὴν ἔχειν τὴν αἰτίαν τῇ δὲ συμπτωματικήν.

[2]    Πολλὰ δὲ τοιαῦτά ἐστι καὶ ἐν ἑτέροις ἴδια· οἷον καὶ ἡ τοῦ ἀειζώου φύσις τὸ διαμένειν ὑγρὸν ἀεὶ καὶ χλωρόν, φύλλον σαρκῶδες ἔχον καὶ λεῖον καὶ πρόμηκες. φύεται δὲ ἔν τε τοῖς ἁλιπέδοις τοῖς τε ἐπὶ τῶν τειχῶν ἀνδήροις καὶ οὐχ ἥκιστα ἐπὶ τῶν κεράμων, ὅταν ἐπιγένηται γῆς τις ἀμμώδης συρροή.

[3]    Πολλὰ δ' ἄν τις ἴσως λάβοι καὶ ἕτερα περιττά. χρὴ δέ, ὥσπερ πολλάκις εἴρηται, τὰς ἰδιότητας θεωρεῖν καὶ τὰς διαφορὰς πρὸς τὰ ἄλλα. τὰ μὲν ἐν πλείοσιν ἰδέαις ἐστὶ καὶ σχεδὸν οἷον ὁμωνύμοις, ὥσπερ ὁ λωτός· τούτου γὰρ εἴδη πολλὰ διαφέροντα καὶ φύλλοις καὶ καυλοῖς καὶ ἄνθεσι καὶ καρποῖς, ἐν οἷς καὶ ὁ μελίλωτος καλούμενος· καὶ δυνάμει δὲ τῇ κατὰ τὴν προσφοράν, ἔτι τε τῷ μὴ τοὺς αὐτοὺς τόπους ζητεῖν. ὁμοίως δὲ καὶ ἕτερα πλείω.

[4]    Τὰ δὲ ἐν ἐλάττοσιν, ὥσπερ ὁ στρύχνος ὁμωνυμίᾳ τινὶ παντελῶς εἰλημμένος· ὁ μὲν γὰρ ἐδώδιμος καὶ ὥσπερ ἥμερον, καρπὸν ἔχων ῥαγώδη, ἕτεροι δὲ δύο εἰσίν, ὧν ὁ μὲν ὕπνον ὁ δὲ μανίαν ἐμποιεῖν δύναται, πλείων δ' ἔτι δοθεὶς καὶ κτείνει. ὁμοίως δὲ τοῦτο καὶ ἐφ' ἑτέρων ἐστὶ λαβεῖν, ἃ πολλὴν ἔχει διάστασιν. περὶ μὲν οὖν τῶν ἄλλων τῶν ποιωδῶν ἱκανῶς εἴρηται. περὶ δὲ τοῦ σίτου καὶ τῶν σιτωδῶν μετὰ ταῦτα λεκτέον· τοῦτο γὰρ ἔτι κατάλοιπον ἦν.