[1] [1] Τὰ ἔξω Ἰνδοῦ ποταμοῦ τὰ πρὸς ἑσπέρην ἔστε ἐπὶ ποταμὸν Κωφῆνα Ἀστακηνοὶ καὶ Ἀσσακηνοί, ἔθνεα Ἰνδικά, [2] ἐποικέουσιν, ἀλλ' οὔτε μεγάλοι τὰ σώματα, καθάπερ οἱ ἐντὸς τοῦ Ἰνδοῦ ᾠκισμένοι, οὔτε ἀγαθοὶ ὡσαύτως τὸν θυμὸν οὐδὲ μέλανες ὡσαύτως τοῖς πολλοῖς Ἰνδοῖσιν.
[3] οὗτοι πάλαι μὲν Ἀσσυρίοις ὑπήκοοι ἦσαν, ἔπει‹τα Μήδοισιν, ἐπὶ› δὲ Μήδοισι Περσέων ἤκουον, καὶ φόρους ἀπέφερον Κύρῳ τῷ Καμβύσου ἐκ τῆς γῆς σφῶν, οὓς [4] ἔταξε Κῦρος. Νυσαῖοι δὲ οὐκ Ἰνδικὸν γένος ἐστίν, ἀλλὰ τῶν ἅμα Διονύσῳ ἐλθόντων ἐς τὴν γῆν τὴν Ἰνδῶν, τυχὸν μὲν [καὶ] Ἑλλήνων, ὅσοι ἀπόμαχοι αὐτῶν ἐγένοντο ἐν τοῖς πολέμοις οὕστινας πρὸς Ἰνδοὺς Διόνυσος [5] ἐπολέμησε, τυχὸν δὲ καὶ τῶν ἐπιχωρίων τοὺς ἐθέλοντας τοῖς Ἕλλησι συνῴκισε, τήν τε χώρην Νυσαίην ὠνόμασεν ἀπὸ τῆς τροφοῦ τῆς Νύσης Διόνυσος καὶ τὴν πόλιν [6] αὐτὴν Νῦσαν. καὶ τὸ ὄρος τὸ πρὸς τῇ πόλει, ὅτου ἐν τῇσιν ὑπωρείῃσιν ᾤκισται ἡ Νῦσα, Μηρὸς κληίζεται ἐπὶ [7] τῇ συμφορῇ ᾗτινι ἐχρήσατο εὐθὺς γενόμενος. ταῦτα μὲν οἱ ποιηταὶ ἐπὶ Διονύσῳ ἐποίησαν, καὶ ἐξηγείσθων αὐτὰ [8] ὅσοι λόγιοι Ἑλλήνων ἢ βαρβάρων· ἐν Ἀσσακηνοῖσι δὲ Μάσσακα, πόλις μεγάλη, ἵναπερ καὶ τὸ κράτος τῆς γῆς ἐστι τῆς Ἀσσακίης· καὶ ἄλλη πόλις Πευκελαῗτις, μεγάλη καὶ αὐτή, οὐ μακρὰν τοῦ Ἰνδοῦ. ταῦτα μὲν ἔξω τοῦ Ἰνδοῦ ποταμοῦ ᾤκισται πρὸς ἑσπέρην ἔστε ἐπὶ τὸν [2] [1] Κωφῆνα· τὰ δὲ ἀπὸ τοῦ Ἰνδοῦ πρὸς ἕω, τοῦτό μοι ἔστω ἡ Ἰνδῶν γῆ καὶ Ἰνδοὶ οὗτοι ἔστωσαν.
ὅροι δὲ τῆς Ἰνδῶν γῆς πρὸς μὲν βορέου ἀνέμου ὁ [2] Ταῦρος τὸ ὄρος. καλέεται δὲ οὐ Ταῦρος ἔτι ἐν τῇ γῆ ταύτῃ, ἀλλὰ ἄρχεται μὲν ἀπὸ θαλάσσης ὁ Ταῦρος τῆς κατὰ Παμφύλους τε καὶ Λυκίην καὶ Κίλικας παρατείνει τε ἔστε τὴν πρὸς ἕω θάλασσαν, τέμνων τὴν Ἀσίην πᾶσαν, [3] ἄλλο δὲ ἄλλῃ καλέεται τὸ ὄρος, τῇ μὲν Παραπάμισος, τῇ δὲ Ἠμωδός, ἄλλῃ δὲ Ἴμαον κληίζεται, καὶ τυχὸν ἄλλα [4] καὶ ἄλλα ἔχει οὐνόματα. Μακεδόνες δὲ οἱ ξὺν Ἀλεξάνδρῳ στρατεύσαντες Καύκασον αὐτὸ ἐκάλεον, ἄλλον τοῦτον Καύκασον, οὐ τὸν Σκυθικόν, ὡς καὶ [τὸν] ἐπέκεινα τοῦ [5] Καυκάσου λόγον κατέχειν ὅτι ἦλθεν Ἀλέξανδρος. τὰ πρὸς ἑσπέρην δὲ τῆς Ἰνδῶν γῆς ὁ ποταμὸς ὁ Ἰνδὸς ἀπείργει ἔστε ἐπὶ τὴν μεγάλην θάλασσαν, ἵναπερ αὐτὸς κατὰ δύο στόματα ἐκδιδοῖ, οὐ συνεχέα ἀλλήλοισι τὰ στόματα, κατάπερ τὰ πέντε τοῦ Ἴστρου ἐστὶ συνεχέα, [6] ἀλλ' ὡς τὰ τοῦ Νείλου, ὑπ' ὅτων τὸ Δέλτα ποιέεται τὸ Αἰγύπτιον, ὧδέ τι καὶ τῆς Ἰνδῶν γῆς Δέλτα ποιέει ὁ Ἰνδὸς ποταμός, οὐ μεῖον τοῦ Αἰγυπτίου, καὶ τοῦτο [7] Πάταλα τῇ Ἰνδῶν γλώσσῃ καλέεται. τὸ δὲ πρὸς νότου τε ἀνέμου καὶ μεσαμβρίης αὐτὴ ἡ μεγάλη θάλασσα ἀπείργει τὴν Ἰνδῶν γῆν, καὶ τὰ πρὸς ἕω ἡ αὐτὴ θάλασσα [8] ἀπείργει. τὰ μὲν πρὸς μεσημβρίης κατὰ Πάταλά τε καὶ τοῦ Ἰνδοῦ τὰς ἐκβολὰς ὤφθη πρός τε Ἀλεξάνδρου καὶ Μακεδόνων καὶ πολλῶν Ἑλλήνων· τὰ δὲ πρὸς ἕω Ἀλέξανδρος μὲν οὐκ ἐπῆλθε τὰ [δὲ] πρόσω ποταμοῦ [9] Ὑφάσιος, ὀλίγοι δὲ ἀνέγραψαν τὰ μέχρι ποταμοῦ Γάγγεω καὶ ἵνα τοῦ Γάγγεω αἱ ἐκβολαὶ καὶ πόλις Παλίμβοθρα [3] [1] μεγίστη Ἰνδῶν πρὸς τῶν Γάγγῃ. ἐμοὶ δὲ Ἐρατοσθένης ὁ Κυρηναῖος πιστότερος ἄλλου ἔστω, ὅτι γῆς [2] περιόδου πέρι ἔμελεν Ἐρατοσθένει. οὗτος ἀπὸ τοῦ ὄρεος τοῦ Ταύρου, ἵνα τοῦ Ἰνδοῦ αἱ πηγαί, παρ' αὐτὸν ‹τὸν› Ἰνδὸν ποταμὸν ἰόντι ἔστε ἐπὶ τὴν μεγάλην θάλασσαν καὶ τοῦ Ἰνδοῦ τὰς ἐκβολὰς μυρίους σταδίους καὶ τρισχιλίους [3] τὴν πλευρὴν λέγει ἐπέχειν τῆς γῆς τῆς Ἰνδῶν. ταυτησὶ δὲ ἀντίπορον πλευρὴν ποιέει τὴν ἀπὸ τοῦ αὐτοῦ ὄρεος παρὰ τὴν ἑῴην θάλασσαν, οὐκέτι ταύτῃ τῇ πλευρῇ ἴσην, ἀλλὰ ἄκρην γὰρ ἀνέχειν ἐπὶ μέγα εἴσω εἰς τὸ πέλαγος, ἐς τρισχιλίους σταδίους μάλιστα ἀνατείνουσαν τὴν ἄκρην· εἴη ἂν ὦν αὐτῷ ἡ πλευρὴ τῆς Ἰνδῶν γῆς ‹ἡ› πρὸς ἕω μυρίους καὶ ἑξακισχιλίους σταδίους ἐπέχουσα.
[4] τοῦτο μὲν αὐτῷ πλάτος τῆς Ἰνδῶν γῆς συμβαίνει, μῆκος δὲ τὸ ἀπ' ἑσπέρης ἐπὶ ἕω ἔστε μὲν ἐπὶ πόλιν Παλίμβοθρα μεμετρημένον σχοίνοισι λέγει ἀναγράφειν καὶ ‑ εἶναι γὰρ ὁδὸν βασιληίην ‑ τοῦτο ἐπέχειν ἐς μυρίους σταδίους· τὰ δὲ ἐπέκεινα οὐκέτι ὡσαύτως ἀτρεκέα· [5] φήμας δὲ ὅσοι ἀνέγραψαν, ξὺν τῇ ἄκρῃ τῇ ἀνεχούσῃ ἐς τὸ πέλαγος ἐς μυρίους σταδίους μάλιστα ἐπέχειν λέγουσιν· εἶναι δὲ ἂν ὦν τὸ μῆκος τῆς Ἰνδῶν γῆς σταδίων [6] μάλιστα δισμυρίων. Κτησίης δὲ ὁ Κνίδιος τὴν Ἰνδῶν γῆν ἴσην τῇ ἄλλῃ Ἀσίῃ λέγει, οὐδὲν λέγων, οὐδὲ Ὀνησίκριτος, τρίτην μοῖραν τῆς πάσης γῆς. Νέαρχος δὲ μηνῶν τεσσάρων ὁδὸν τὴν δι' αὐτοῦ τοῦ πεδίου τῆς [7] Ἰνδῶν γῆς. Μεγασθένει δὲ τὸ ἀπὸ ἀνατολῶν ἐς ἑσπέρην πλάτος ἐστὶ τῆς Ἰνδῶν γῆς ὅ τι περ οἱ ἄλλοι μῆκος ποιέουσι· καὶ λέγει Μεγασθένης μυρίων καὶ ἑξακισχιλίων [8] σταδίων εἶναι ἵναπερ τὸ βραχύτατον αὐτοῦ. τὸ δὲ ἀπὸ ἄρκτου πρὸς μεσημβρίην, τοῦτο δὲ αὐτῷ μῆκος γίνεται, καὶ ἐπέχει ‹σταδίους› τριηκοσίους καὶ δισχιλίους καὶ δισμυρίους ἵναπερ τὸ στενότατον αὐτοῦ.
[9] ποταμοὶ δὲ τοσοίδε εἰσὶν ἐν τῇ Ἰνδῶν γῇ ὅσοι οὐδὲ ἐν τῇ πάσῃ Ἀσίῃ. μέγιστοι μὲν ὁ Γάγγης τε καὶ ὁ Ἰνδός, ὅτου καὶ ἡ γῆ ἐπώνυμος, ἄμφω τοῦ τε Νείλου τοῦ Αἰγυπτίου καὶ τοῦ Ἴστρου τοῦ Σκυθικοῦ, καὶ εἰ ἐς [10] ταὐτὸ συνέλθοι αὐτοῖσι τὸ ὕδωρ, μέζονες. δοκέειν δὲ ἔμοιγε, καὶ ὁ Ἀκεσίνης μέζων ἐστὶ τοῦ τε Ἴστρου καὶ τοῦ Νείλου, ἵναπερ παραλαβὼν ἅμα τόν τε Ὑδάσπεα καὶ τὸν Ὑδραώτεα καὶ τὸν Ὕφασιν ἐμβάλλει ἐς τὸν Ἰνδόν, ὡς καὶ τριάκοντα αὐτῷ στάδια τὸ πλάτος ταύτῃ εἶναι· καὶ τυχὸν καὶ ἄλλοι πολλοὶ μέζονες ποταμοὶ ἐν τῇ Ἰνδῶν γῇ ῥέουσιν.
[4]
[1] ἀλλὰ οὔ μοι ἀτρεκὲς ὑπὲρ τῶν ἐπέκεινα Ὑφάσιος ποταμοῦ ἰσχυρίσασθαι, ὅτι οὐ πρόσω τοῦ Ὑφάσιος ἦλθεν [2] Ἀλέξανδρος. αὐτοῖν δὲ τοῖν μεγίστοιν ποταμοῖν τοῦ τε Γάγγεω καὶ τοῦ Ἰνδοῦ τὸν Γάγγεα μεγέθει πολύ τι ὑπερφέρειν Μεγασθένης ἀνέγραψε, καὶ ὅσοι ἄλλοι [3] μνήμην τοῦ Γάγγεω ἔχουσιν· αὐτόν τε γὰρ μέγαν ἀνίσχειν ἐκ τῶν πηγέων, δέχεσθαί τε ἐς ἑωυτὸν τόν τε Καϊνὰν ποταμὸν καὶ τὸν Ἐραννοβόαν καὶ τὸν Κοσσόανον, πάντας πλωτούς, ἔτι δὲ Σῶνόν τε ποταμὸν καὶ [4] Σιττόκατιν καὶ Σολόματιν, καὶ τούτους πλωτούς, ἐπὶ δὲ Κονδοχάτην τε καὶ Σάμβον καὶ Μάγωνα καὶ Ἀγόρανιν καὶ Ὤμαλιν. ἐμβάλλουσι δὲ ἐς αὐτὸν Κομμινάσης τε μέγας ποταμὸς καὶ Κάκουθις καὶ Ἀνδώματις ἐξ [5] ἔθνεος Ἰνδικοῦ τοῦ Μαδυανδινῶν ῥέων, καὶ ἐπὶ τούτοισιν Ἄμυστις παρὰ πόλιν Καταδούπην, καὶ Ὀξύμαγις ἐπὶ ‹τοῖσι› Παζάλαις καλουμένοισι· καὶ Ἐρέννεσις ἐν [6] Μάθαις, ἔθνει Ἰνδικῷ, συμβάλλει τῷ Γάγγῃ. τούτων λέγει Μεγασθένης οὐδένα εἶναι τοῦ Μαιάνδρου [7] ἀποδέοντα, ἵναπερ ναυσίπορος ὁ Μαίανδρος. εἶναι ὦν τὸ εὖρος τῷ Γάγγῃ, ἔνθαπερ αὐτὸς ἑωυτοῦ στεινότατος, ἐς ἐκατὸν σταδίους· πολλαχῆ δὲ καὶ λιμνάζειν, ὡς μὴ ἄποπτον εἶναι τὴν πέρην χώρην, ἵναπερ χθαμαλή τέ [8] ἐστι καὶ οὐδαμῆ γηλόφοισιν ἀνεστηκυῖα. τῷ δὲ Ἰνδῷ ἐς ταὐτὸν ἔρχεται. Ὑδραώτης μὲν ἐν Καμβισθόλοις, παρειληφὼς τόν τε Ὕφασιν ἐν Ἀστρύβαις καὶ τὸν Σαράγγην ἐκ Κηκαίων καὶ τὸν Σύδρον ἐξ Ἀττακηνῶν ‹ῥέοντα›, ἐς [9] Ἀκεσίνην ἐμβάλλει. Ὑδάσπης δὲ ἐν Συδράκαις ἄγων ἅμα οἷ τὸν Σίναρον ἐν Ἀρίσπῃσιν ἐς τὸν Ἀκεσίνην ἐκδιδοῖ [10] καὶ οὗτος. ὁ δὲ Ἀκεσίνης ἐν Μαλλοῖς ξυμβάλλει τῷ Ἰνδῷ· καὶ Τούταπος δὲ μέγας ποταμὸς ἐς τὸν Ἀκεσίνην ἐκδιδοῖ. τούτων ὁ Ἀκεσίνης ἐμπλησθεὶς καὶ τῇ ἐπικλήσει ἐκνικήσας αὐτὸς τῷ ἑωυτοῦ ἤδη ὀνόματι ἐσβάλλει [11] ἐς τὸν Ἰνδόν. Κωφὴν δὲ ἐν Πευκελαΐτιδι, ἅμα οἷ ἄγων Μαλάμαντόν τε καὶ Σόαστον καὶ Γαροίαν, ἐκδιδοῖ [12] ἐς τὸν Ἰνδόν. καθύπερθε δὲ τουτέων Πάρεννος καὶ Σάπαρνος, οὐ πολὺ διέχοντες, ἐμβάλλουσιν ἐς τὸν Ἰνδόν. Σόανος δὲ ἐκ τῆς ὀρεινῆς τῆς Ἀβισσαρέων ἔρημος ἄλλου ποταμοῦ ἐκδιδοῖ ἐς αὐτόν. καὶ τουτέων τοὺς [13] πολλοὺς Μεγασθένης λέγει ὅτι πλωτοί εἰσιν. οὔκουν ἀπιστίαν χρὴ ἔχειν ὑπέρ τε τοῦ Ἰνδοῦ καὶ τοῦ Γάγγεω μηδὲ συμβλητοὺς εἶναι αὐτοῖσι τόν τε Ἴστρον καὶ τοῦ Νείλου [14] τὸ ὕδωρ. ἐς μέν γε τὸν Νεῖλον οὐδένα ποταμὸν ἐκδιδόντα ἴσμεν, ἀλλ' ἀπ' αὐτοῦ διώρυχας τετμημένας κατὰ [15] τὴν χώρην τὴν Αἰγυπτίην· ὁ δὲ Ἴστρος ὀλίγος μὲν ἀνίσχει ἀπὸ τῶν πηγέων, δέχεται δὲ πολλοὺς ποταμούς, ἀλλὰ οὔτε πλήθει ἴσους τοῖς Ἰνδῶν ποταμοῖσιν, οἳ ἐς τὸν Ἰνδὸν καὶ τὸν Γάγγην ἐκδιδοῦσιν, πλωτοὺς δὲ δὴ καὶ κάρτα ὀλίγους, ὧν τοὺς μὲν αὐτὸς ἰδὼν οἶδα, τὸν [16] Ἔνον τε καὶ τὸν Σάον. Ἔνος μὲν ἐν μεθορίῳ τῆς Νωρικῶν καὶ Ῥαιτῶν γῆς μίγνυται τῷ Ἴστρῳ, ὁ δὲ Σάος κατὰ Παίονας. ὁ δὲ χῶρος, ἵναπερ συμβάλλουσιν οἱ ποταμοί, Ταυροῦνος καλέεται. ὅστις δὲ καὶ ἄλλον οἶδε ναυσίπορον τῶν ἐς τὸν Ἴστρον ἐκδιδόντων, ἀλλὰ οὐ πολλούς που οἶδε.
[5]
[1] τὸ δὲ αἴτιον ὅστις ἐθέλει φράζειν τοῦ πλήθεός τε καὶ μεγέθεος τῶν Ἰνδῶν ποταμῶν, φραζέτω· ἐμοὶ δὲ καὶ [2] ταῦτα ὡς ἀκοὴ ἀναγεγράφθω. ἐπεὶ καὶ ἄλλων πολλῶν ποταμῶν οὐνόματα Μεγασθένης ἀνέγραψεν, οἳ ἔξω τοῦ Γάγγεώ τε καὶ τοῦ Ἰνδοῦ ἐκδιδοῦσιν ἐς τὸν ἑῷόν τε καὶ μεσημβρινὸν τὸν ἔξω πόντον, ὥστε τοὺς πάντας ὀκτὼ καὶ πεντήκοντα λέγει ὅτι εἰσὶν Ἰνδοὶ ποταμοί, [3] ναυσίποροι πάντες. ἀλλ' οὐδὲ Μεγασθένης πολλὴν δοκέει μοι ἐπελθεῖν τῆς Ἰνδῶν χώρης, πλήν γε ‹δὴ› ὅτι πλεῦνα ἢ οἱ ξὺν Ἀλεξάνδρῳ τῷ Φιλίππου ἐπελθόντες· συγγενέσθαι γὰρ Σανδροκόττῳ λέγει, τῷ μεγίστῳ βασιλεῖ [4] Ἰνδῶν, καὶ Πώρου ἔτι τούτῳ μείζονι. οὗτος ὦν ὁ Μεγασθένης λέγει, οὔτε Ἰνδοὺς ἐπιστρατεῦσαι οὐδαμοῖσιν ἀνθρώποισιν, [5] οὔτε Ἰνδοῖσιν ἄλλους ἀνθρώπους, ἀλλὰ Σέσωστριν μὲν τὸν Αἰγύπτιον, τῆς Ἀσίας καταστρεψάμενον τὴν πολλήν, ἔστε ἐπὶ τὴν Εὐρώπην σὺν στρατιῇ [6] ἐλάσαντα ὀπίσω ἀπονοστῆσαι, Ἰδάνθυρσον δὲ τὸν Σκύθεα ἐκ Σκυθίης ὁρμηθέντα πολλὰ μὲν τῆς Ἀσίης ἔθνεα καταστρέψασθαι, ἐπελθεῖν δὲ καὶ τὴν Αἰγυπτίων γῆν [7] κρατέοντα. Σεμίραμιν δὲ τὴν Ἀσσυρίην ἐπιχειρέειν μὲν στέλλεσθαι εἰς Ἰνδούς, ἀποθανεῖν δὲ πρὶν τέλος ἐπιθεῖναι τοῖς βουλεύμασιν. ἀλλὰ Ἀλέξανδρον γὰρ στρατεῦσαι ἐπ' [8] Ἰνδοὺς μοῦνον. καὶ πρὸ Ἀλεξάνδρου Διονύσου μὲν πέρι πολλὸς λόγος κατέχει ὡς καὶ τούτου στρατεύσαντος ἐς Ἰνδοὺς καὶ καταστρεψαμένου Ἰνδούς, Ἡρακλέος δὲ πέρι [9] οὐ πολλός. Διονύσου μέν γε καὶ Νῦσα πόλις μνῆμα οὐ φαῦλον τῆς στρατηλασίης, καὶ ὁ Μηρὸς τὸ ὄρος, καὶ ὁ κισσὸς ὅτι ἐν τῷ ὄρει τούτῳ φύεται, καὶ αὐτοὶ οἱ Ἰνδοὶ ὑπὸ τυμπάνων τε καὶ κυμβάλων στελλόμενοι ἐς τὰς μάχας, καὶ ἐσθὴς αὐτοῖσι κατάστικτος ἐοῦσα, κατάπερ [10] τοῦ Διονύσου τοῖσι βάκχοισιν· Ἡρακλέος δὲ οὐ πολλὰ ὑπομνήματα. ἀλλὰ τὴν Ἄορνον γὰρ πέτρην, ἥντινα Ἀλέξανδρος βίῃ ἐχειρώσατο, ὅτι Ἡρακλέης οὐ δυνατὸς ἐγένετο ἐξελεῖν, Μακεδονικὸν δοκέει μοί τι κόμπασμα, κατάπερ ὦν καὶ τὸν Παραπάμισον Καύκασον ἐκάλεον Μακεδόνες, οὐδέν τι προσήκοντα τοῦτον τῷ Καυκάσῳ.
[11] καί τι καὶ ἄντρον ἐπιφρασθέντες ἐν Παραπαμισάδαισι, τοῦτο ἔφασαν ἐκεῖνο εἶναι τοῦ Προμηθέως τοῦ Τιτῆνος τὸ ἄντρον, ἐν ὅτῳ ἐκρέματο ἐπὶ τῇ κλοπῇ τοῦ πυρός.
[12] καὶ δὴ καὶ ἐν Σίβαισιν, Ἰνδικῷ γένει, ὅτι δορὰς ἀμπεχομένους εἶδον τοὺς Σίβας, ἀπὸ τῆς Ἡρακλέους στρατηλασίης ἔφασκον τοὺς ὑπολειφθέντας εἶναι τοὺς Σίβας· καὶ γὰρ καὶ σκυτάλην φορέουσί τε οἱ Σίβαι καὶ τῇσι βουσὶν αὐτῶν ῥόπαλον ἐπικέκαυται, καὶ τοῦτο ἐς μνήμην [13] ἀνέφερον τοῦ ῥοπάλου τοῦ Ἡρακλέους. εἰ δέ τῳ πιστὰ ταῦτα, ἄλλος ἂν οὗτος Ἡρακλέης εἴη, οὐχ ὁ Θηβαῖος ἢ ὁ Τύριος [οὗτος] ἢ ὁ Αἰγύπτιος, ἤ τις καὶ κατὰ τὴν ἄνω χώρην οὐ πόρρω τῆς Ἰνδῶν γῆς ᾠκισμένος μέγας βασιλεύς.
[6]
[1] ταῦτα μέν μοι ἐκβολὴ ἔστω τοῦ λόγου ἐς τὸ μὴ πιστὰ φαίνεσθαι ὅσα ὑπὲρ τῶν ἐπέκεινα τοῦ Ὑφάσιος ποταμοῦ Ἰνδῶν μετεξέτεροι ἀνέγραψαν· (ἔστε γὰρ ἐπὶ τὸν Ὕφασιν οἱ τῆς Ἀλεξάνδρου στρατηλασίης μετασχόντες [2] οὐ πάντη ἄπιστοί εἰσιν)· ἐπεὶ καὶ τόδε λέγει Μεγασθένης ὑπὲρ ποταμοῦ Ἰνδικοῦ, Σίλαν μὲν εἶναί οἱ ὄνομα, ῥέειν δὲ ἀπὸ κρήνης ἐπωνύμου τοῦ ποταμοῦ διὰ τῆς χώρης τῆς Σιλαίων, καὶ τούτων ἐπωνύμων τοῦ ποταμοῦ [3] τε καὶ τῆς κρήνης, τὸ δὲ ὕδωρ παρέχεσθαι τοιόνδε. οὐδὲν εἶναι ὅτῳ ἀντέχει τὸ ὕδωρ, ‹καὶ› οὔτε τι νήχεσθαι ἐπ' αὐτοῦ οὔτε τι ἐπιπλεῖν, ἀλλὰ πάντα γὰρ ἐς βυσσὸν δύνειν· οὕτω τι ἀμενηνότερον πάντων εἶναι τὸ ὕδωρ ἐκεῖνο καὶ ἠεροειδέστερον.
[4] ὕεται δὲ ἡ Ἰνδῶν γῆ τοῦ θέρεος, μάλιστα μὲν τὰ ὄρεα, Παραπάμισός τε καὶ ὁ Ἠμωδὸς καὶ τὸ Ἰμαϊκὸν ὄρος, καὶ ἀπὸ τουτέων μεγάλοι καὶ θολεροὶ οἱ ποταμοὶ ῥέουσιν.
[5] ὕεται δὲ τοῦ θέρους καὶ τὰ πεδία τῶν Ἰνδῶν, ὥστε λιμνάζει τὰ πολλὰ αὐτέων. καὶ ἔφυγεν ἡ Ἀλεξάνδρου στρατιὴ ἀπὸ τοῦ Ἀκεσίνου ποταμοῦ μέσου θέρεος, ὑπερβαλόντος [6] τοῦ ὕδατος ἐς τὰ πεδία. ὥστε ἀπὸ τῶνδε ἔξεστι τεκμηριοῦσθαι καὶ τοῦ Νείλου τὸ πάθημα τοῦτο, ὅτι εἰκὸς [εἶναι] ὕεσθαι τὰ Αἰθιόπων ὄρεα τοῦ θέρεος, καὶ ἀπ' ἐκείνων ἐμπιπλάμενον τὸν Νεῖλον ὑπερβάλλειν ὑπὲρ [7] τὰς ὄχθας ἐς τὴν γῆν τὴν Αἰγυπτίην. θολερὸς ὦν καὶ οὗτος ῥέει ἐν τῆδε τῇ ὥρῃ, ὡς οὔτε ἂν ἀπὸ χιόνος τηκομένης ἔρρεεν, οὔτε εἰ πρὸς τῶν ὥρῃ θέρεος πνεόντων ἐτησίων ἀνέμων ἀνεκόπτετό οἱ τὸ ὕδωρ· ἄλλως τε οὐδὲ [8] χιονόβλητα εἴη ἂν τὰ Αἰθιόπων ὄρεα ὑπὸ καύματος. ὕεσθαι δὲ κατάπερ τὰ Ἰνδῶν οὐκ ἔξω ἐστὶ τοῦ εἰκότος, ἐπεὶ καὶ τἄλλα ‹ἡ› Ἰνδῶν γῆ οὐκ ἀπέοικε τῆς Αἰθιοπίης καὶ οἱ ποταμοὶ οἱ Ἰνδοὶ ὁμοίως τῷ Νείλῳ τῷ Αἰθιοπηίῳ τε καὶ Αἰγυπτίῳ κροκοδείλους τε φέρουσιν, ἔστιν δὲ οἳ αὐτῶν καὶ ἰχθύας καὶ ἄλλα κήτεα ὅσα ὁ Νεῖλος πλὴν ἵππου τοῦ ποταμίου, ‑ Ὀνησίκριτος δὲ καὶ τοὺς [9] ἵππους τοὺς ποταμίους λέγει ὅτι φέρουσι ‑ τῶν τε ἀνθρώπων αἱ ἰδέαι οὐ πάντη ἀπᾴδουσιν αἱ Ἰνδῶν τε καὶ Αἰθιόπων. οἱ μὲν πρὸς νότου ἀνέμου Ἰνδοὶ τοῖς Αἰθίοψι μᾶλλόν τι ἐοίκασι μέλανές τε ἰδέσθαι εἰσὶ καὶ ἡ κόμη αὐτοῖς μέλαινα, πλήν γε δὴ ὅτι σιμοὶ οὐχ ὡσαύτως οὐδὲ οὐλόκρανοι ὡς Αἰθίοπες. οἱ δὲ βορειότεροι τούτων κατ' Αἰγυπτίους μάλιστα ἂν εἶεν τὰ σώματα.
[7]
[1] ἔθνεα δὲ Ἰνδικὰ εἴκοσι καὶ ἑκατὸν τὰ ἅπαντα λέγει Μεγασθένης, δυοῖν δέοντα. καὶ πολλὰ μὲν εἶναι ἔθνεα Ἰνδικὰ καὶ αὐτὸς συμφέρομαι Μεγασθένει, τὸ δὲ ἀτρεκὲς οὐκ ἔχω εἰκάσαι ὅπως ἐκμαθὼν ἀνέγραψεν, οὐδὲ πολλοστὸν μέρος τῆς Ἰνδῶν γῆς ἐπελθών, οὐδὲ ἐπιμιξίης [2] πᾶσι τοῖς γένεσιν ἐούσης ἐς ἀλλήλους. πάλαι μὲν δὴ νομάδας εἶναι Ἰνδούς, καθάπερ Σκυθέων τοὺς οὐκ ἀροτῆρας, οἳ ἐπὶ τῇσιν ἁμάξῃσι πλανώμενοι ἄλλοτε ἄλλην τῆς Σκυθίης ἀμείβουσιν, οὔτε πόληας οἰκέοντες οὔτε [3] ἱερὰ θεῶν σέβοντες. οὕτω μηδὲ Ἰνδοῖσι πόληας εἶναι μηδὲ ἱερὰ θεῶν δεδομημένα, ἀλλ' ἀμπίσχεσθαι μὲν δορὰς θηρίων ὅσων κατακάνοιεν, σιτέεσθαι δὲ τῶν δενδρέων τὸν φλοιόν. καλέεσθαι δὲ τὰ δένδρεα ταῦτα τῇ Ἰνδῶν φωνῆ τάλα, καὶ φύεσθαι ἐπ' αὐτῶν, κατάπερ τῶν [4] φοινίκων ἐπὶ τῇσι κορυφῇσιν, οἷά περ τολύπας. σιτέεσθαι δὲ καὶ τῶν θηρίων ὅσα ἕλοιεν ὠμοφαγέοντας, πρίν γε [5] δὴ Διόνυσον ἐλθεῖν ἐς τὴν χώρην τῶν Ἰνδῶν. Διόνυσον δὲ ἐλθόντα, ὡς καρτερὸς ἐγένετο Ἰνδῶν, πόληάς τε οἰκίσαι καὶ νόμους θέσθαι τῇσι πόλεσιν, οἴνου τε δοτῆρα Ἰνδοῖς γενέσθαι κατάπερ Ἕλλησι, καὶ σπείρειν διδάξαι [6] τὴν γῆν διδόντα αὐτὸν σπέρματα, ἢ οὐκ ἐλάσαντος ταύτῃ Τριπτολέμου, ὅτε περ ἐκ Δήμητρος ἐστάλη σπείρειν τὴν γῆν πᾶσαν, ἢ πρὸ Τριπτολέμου τις οὗτος Διόνυσος ἐπελθὼν τὴν Ἰνδῶν γῆν σπέρματά σφισιν [7] ἔδωκε καρποῦ τοῦ ἡμέρου. βόας τε ὑπ' ἄροτρον ζεῦξαι Διόνυσον πρῶτον καὶ ἀροτῆρας ἀντὶ νομάδων ποιῆσαι Ἰνδῶν τοὺς πολλοὺς καὶ ὁπλίσαι ὅπλοισι τοῖσιν ἀρηίοισι.
[8] καὶ θεοὺς σέβειν ὅτι ἐδίδαξε Διόνυσος ἄλλους τε καὶ μάλιστα δὴ ἑωυτὸν κυμβαλίζοντας καὶ τυμπανίζοντας· καὶ ὄρχησιν δὲ ἐκδιδάξαι τὴν σατυρικήν, τὸν κόρδακα [9] παρ' Ἕλλησι καλούμενον, καὶ κομᾶν [Ἰνδοὺς] τῷ θεῷ μιτρηφορέειν τε ἀναδεῖξαι καὶ μύρων ἀλοιφὰς ἐκδιδάξαι, ὥστε καὶ εἰς Ἀλέξανδρον ἔτι ὑπὸ κυμβάλων τε καὶ τυμπάνων ἐς τὰς μάχας Ἰνδοὶ καθίσταντο.
[8]
[1] ἀπιόντα δὲ ἐκ τῆς Ἰνδῶν γῆς, ὥς οἱ ταῦτα κεκοσμέατο, καταστῆσαι βασιλέα τῆς χώρης Σπατέμβαν, τῶν ἑταίρων ἕνα τὸν βακχωδέστατον· τελευτήσαντος δὲ Σπατέμβα τὴν βασιληίην ἐκδέξασθαι Βουδύαν τὸν τούτου παῖδα.
[2] καὶ τὸν μὲν πεντήκοντα καὶ δύο ἔτεα βασιλεῦσαι Ἰνδῶν, τὸν πατέρα, τὸν δὲ παῖδα εἴκοσιν ἔτεα. καὶ τούτου [3] παῖδα ἐκδέξασθαι τὴν βασιληίην Κραδεύαν, καὶ τὸ ἀπὸ τοῦδε τὸ πολὺ μὲν κατὰ γένος ἀμείβειν τὴν βασιληίην, παῖδα παρὰ πατρὸς ἐκδεχόμενον· εἰ δὲ ἐκλείποι τὸ γένος, οὕτω δὴ ἀριστίνδην καθίστασθαι Ἰνδοῖσι βασιλέας.
[4] Ἡρακλέα δέ, ὅντινα ἐς Ἰνδοὺς ἀφικέσθαι λόγος κατέχει, [5] παρ' αὐτοῖσιν Ἰνδοῖσι γηγενέα λέγεσθαι. τοῦτον τὸν Ἡρακλέα μάλιστα πρὸς Σουρασηνῶν γεραίρεσθαι, Ἰνδικοῦ ἔθνεος, ἵνα δύο πόληες μεγάλαι, Μέθορά τε καὶ Κλεισόβορα· καὶ ποταμὸς Ἰωμάνης πλωτὸς διαρρεῖ τὴν [6] χώρην αὐτῶν· τὴν σκευὴν δὲ οὗτος ὁ Ἡρακλέης ἥντινα ἐφόρεε Μεγασθένης λέγει ὅτι ὁμοίην τῷ Θηβαίῳ Ἡρακλεῖ, ὡς αὐτοὶ Ἰνδοὶ ἀπηγέονται. καὶ τούτῳ ἄρσενας μὲν παῖδας πολλοὺς κάρτα γενέσθαι ἐν τῇ Ἰνδῶν γῇ ‑ πολλῇσι γὰρ δὴ γυναιξὶν ἐς γάμον ἐλθεῖν καὶ τοῦτον τὸν Ἡρακλέα ‑ , θυγατέρα δὲ μουνογενέην.
[7] οὔνομα δὲ εἶναι τῇ παιδὶ Πανδαίην, καὶ τὴν χώρην, ἵνα τε ἐγένετο καὶ ἧστινος ἐπέτρεψεν αὐτῇ ἄρχειν Ἡρακλέης, Πανδαίην ‹καλεῖσθαι› τῆς παιδὸς ἐπώνυμον. καὶ ταύτῃ ἐλέφαντας μὲν γενέσθαι ἐκ τοῦ πατρὸς ἐς πεντακοσίους, ἵππον δὲ ἐς τετρακισχιλίην, πεζῶν δὲ ἐς [8] τὰς τρεῖς καὶ δέκα μυριάδας. καὶ τάδε μετεξέτεροι Ἰνδῶν περὶ Ἡρακλέους λέγουσιν, ἐπελθόντα αὐτὸν πᾶσαν γῆν καὶ θάλασσαν καὶ καθήραντα ὅ τι περ κακόν, καινὸν [9] εἶδος ἐξευρεῖν ἐν τῇ θαλάσσῃ κόσμου γυναικηίου, ὅντινα καὶ εἰς τοῦτο ἔτι οἵ τε ἐξ Ἰνδῶν τῆς χώρης τὰ ἀγώγιμα παρ' ἡμέας ἀγινέοντες σπουδῇ ὠνεόμενοι ἐκκομίζουσι, καὶ Ἑλλήνων δὲ πάλαι καὶ Ῥωμαίων νῦν ὅσοι πολυκτέανοι καὶ εὐδαίμονες μέζονι ἔτι σπουδῆ ὠνέονται, τὸν μαργαρίτην δὴ τὸν θαλάσσιον οὕτω τῇ Ἰνδῶν [10] γλώσσῃ καλεόμενον. τὸν γὰρ Ἡρακλέα, ὡς καλόν οἱ ἐφάνη τὸ φόρημα, ἐκ πάσης τῆς θαλάσσης ἐς τὴν Ἰνδῶν γῆν συναγινέειν τὸν μαργαρίτην δὴ τοῦτον, τῇ θυγατρὶ [11] τῇ ἑωυτοῦ εἶναι κόσμον. καὶ λέγει Μεγασθένης, θηρεύεσθαι τὴν κόγχην αὐτοῦ δικτύοισι, νέμεσθαι δ' ἐν τῇ θαλάσσῃ κατὰ ταὐτὸ πολλὰς κόγχας, κατάπερ τὰς μελίσσας. καὶ εἶναι γὰρ καὶ τοῖσι μαργαρίτῃσι βασιλέα [12] ἢ βασίλισσαν, ὡς τῇσι μελίσσῃσι. καὶ ὅστις μὲν ἐκεῖνον κατ' ἐπιτυχίην συλλάβοι, τοῦτον δὲ εὐπετέως περιβάλλειν καὶ τὸ ἄλλο σμῆνος τῶν μαργαριτῶν· εἰ δὲ διαφύγοι σφᾶς ὁ βασιλεύς, τούτῳ δὲ οὐκέτι θηρατοὺς εἶναι τοὺς ἄλλους. τοὺς ἑλόντας δὲ περιορᾶν κατασαπῆναί σφισι [13] τὴν σάρκα, τῷ δὲ ὀστέῳ ἐς κόσμον χρῆσθαι. καὶ εἶναι γὰρ καὶ παρ' Ἰνδοῖσι τὸν μαργαρίτην τριστάσιον κατὰ τιμὴν πρὸς χρυσίον τὸ ἄπεφθον, καὶ τοῦτο ἐν τῇ Ἰνδῶν γῇ ὀρυσσόμενον.
[9]
[1] ἐν δὲ τῇ χώρῃ ταύτῃ, ἵνα ἐβασίλευσεν ἡ θυγάτηρ τοῦ Ἡρακλέος, τὰς μὲν γυναῖκας ἑπταέτεις ἐούσας ἐς ὥρην γάμου ἰέναι, τοὺς δὲ ἄνδρας τεσσαράκοντα ἔτεα [2] τὰ πλεῖστα βιώσκεσθαι. καὶ ὑπὲρ τούτου λεγόμενον λόγον εἶναι παρὰ Ἰνδοῖσιν. Ἡρακλέα, ὀψιγόνου οἱ γενομένης τῆς παιδός, ἐπεί τε δὴ ἐγγὺς ἔμαθεν ἑαυτῷ ἐοῦσαν τὴν τελευτήν, οὐκ ἔχοντα ὅτῳ ἀνδρὶ ἐκδῷ τὴν παῖδα ἑωυτοῦ ἐπαξίῳ, αὐτὸν μιγῆναι τῇ παιδὶ ἑπταέτεϊ ἐούσῃ, ὡς γένος ἐξ οὗ τε κἀκείνης ὑπολείπεσθαι Ἰνδῶν [3] βασιλέας. ποιῆσαι ὦν αὐτὴν Ἡρακλέα ὡραίην γάμου· καὶ ἐκ τοῦδε ἅπαν τὸ γένος τοῦτο ὅτου ἡ Πανδαίη [4] ἐπῆρξε, ταὐτὸν τοῦτο γέρας ἔχειν παρὰ Ἡρακλέος. ἐμοὶ δὲ δοκεῖ, εἴπερ ὦν τὰ ἐς τοσόνδε ἄτοπα Ἡρακλέης οἷός τε ἦν ἐξεργάζεσθαι, κἂν αὑτὸν ἀποφῆναι μακροβιώτερον, [5] ὡς ὡραίῃ μιγῆναι τῇ παιδί. ἀλλὰ γὰρ εἰ ταῦτα ὑπὲρ τῆς ὥρης τῶν ταύτῃ παίδων ἀτρεκέα ἐστίν, ἐς ταὐτὸν φέρειν δοκεῖ ἔμοιγε ἐς ὅ τι περ καὶ ‹τὰ› ὑπὲρ τῶν ἀνδρῶν τῆς ἡλικίης ὅτι τεσσαρακοντούτεες ἀποθνήσκουσιν οἱ πρεσβύτατοι [6] αὐτῶν. οἷς γὰρ τό τε γῆρας τοσῷδε ταχύτερον ἐπέρχεται καὶ ὁ θάνατος ὁμοῦ τῷ γήρᾳ, πάντως που καὶ [7] ἡ ἀκμὴ πρὸς λόγον τοῦ τέλεος ταχυτέρη ἐπανθέει. ὥστε τριακοντούτεες μὲν ὠμογέροντες ἄν που εἶεν αὐτοῖσιν οἱ ἄνδρες, εἴκοσι δὲ ἔτεα γεγονότες οἱ ἔξω ἥβης νεηνίσκοι, ἡ δὲ ἀκροτάτη ἥβη ἀμφὶ τὰ πεντεκαίδεκα ἔτεα· καὶ τῇσι γυναιξὶν ὥρη τοῦ γάμου κατὰ λόγον ἂν οὕτω ἐς [8] τὰ ἑπτὰ ἔτεα συμβαίνοι. καὶ γὰρ τοὺς καρποὺς ἐν ταύτῃ τῇ χώρῃ πεπαίνεσθαί τε ταχύτερον [μὲν] τῆς ἄλλης αὐτὸς οὗτος Μεγασθένης ἀνέγραψεν καὶ φθίνειν ταχύτερον.
[9] ἀπὸ μὲν δὴ Διονύσου βασιλέας ἠρίθμεον Ἰνδοὶ ἐς Σανδρόκοττον τρεῖς καὶ πεντήκοντα καὶ ἑκατόν, ἔτεα δὲ δύο καὶ τεσσαράκοντα καὶ ἑξακισχίλια· ἐν δὲ τούτοισι τρὶς τὸ πᾶν εἰς ἐλευθερίην , τὴν δὲ καὶ ἐς τριακόσια, [10] τὴν δὲ εἴκοσίν τε ἐτέων καὶ ἑκατόν. πρεσβύτερόν τε Διόνυσον Ἡρακλέος δέκα καὶ πέντε γενεῇσιν Ἰνδοὶ λέγουσιν· ἄλλον δὲ οὐδένα ἐμβαλεῖν ἐς γῆν τὴν Ἰνδῶν ἐπὶ πολέμῳ, οὐδὲ Κῦρον τὸν Καμβύσεω, καίτοι ἐπὶ Σκύθας ἐλάσαντα καὶ τἄλλα πολυπραγμονέστατον δὴ τῶν κατὰ τὴν Ἀσίαν βασιλέων γενόμενον τὸν Κῦρον.
[11] ἀλλὰ Ἀλέξανδρον γὰρ ἐλθεῖν τε καὶ κρατῆσαι [πάντων] τοῖς ὅπλοις ὅσους γε δὴ ἐπῆλθε· καὶ ἂν καὶ πάντων κρατῆσαι, [12] εἰ ἡ στρατιὴ ἤθελεν. οὐ μὲν δὴ οὐδὲ Ἰνδῶν τινὰ ἔξω τῆς οἰκείης σταλῆναι ἐπὶ πολέμῳ διὰ δικαιότητα.
[10]
[1] λέγεται δὲ καὶ τάδε, μνημεῖα ὅτι Ἰνδοὶ τοῖς τελευτήσασιν οὐ ποιέουσιν, ἀλλὰ τὰς ἀρετὰς γὰρ τῶν ἀνδρῶν ἱκανὰς ἐς μνήμην τίθενται τοῖσιν ἀποθανοῦσι καὶ τὰς [2] ᾠδὰς αἳ αὐτοῖσιν ἐπᾴδονται. πόλεων δὲ καὶ ἀριθμὸν οὐκ εἶναι ἂν ἀτρεκὲς ἀναγράψαι τῶν Ἰνδικῶν ὑπὸ πλήθεος· ἀλλὰ γὰρ ὅσαι παραποτάμιαι αὐτέων ἢ παραθαλάσσιαι, [3] ταύτας μὲν ξυλίνας ποιέεσθαι· οὐ γὰρ ἂν ἐκ πλίνθου ποιεομένας διαρκέσαι ἐπὶ χρόνον τοῦ τε ὕδατος ἕνεκα τοῦ ἐξ οὐρανοῦ καὶ ὅτι οἱ ποταμοὶ αὐτοῖσιν ὑπερβάλλοντες ὑπὲρ τὰς ὄχθας ἐμπιμπλᾶσι τοῦ ὕδατος τὰ πεδία.
[4] ὅσαι δὲ ἐν ὑπερδεξίοις τε καὶ μετεώροις τόποισι καὶ τούτοισι ψιλοῖσιν ᾠκισμέναι εἰσί, ταύτας δὲ ἐκ πλίνθου [5] τε καὶ πηλοῦ ποιέεσθαι. μεγίστην δὲ πόλιν Ἰνδοῖσιν εἶναι ‹τὴν› Παλίμβοθρα καλεομένην, ἐν τῇ Πρασίων γῇ, ἵνα αἱ συμβολαί εἰσι τοῦ τε Ἐραννοβόα ποταμοῦ καὶ τοῦ Γάγγεω· τοῦ μὲν Γάγγεω, τοῦ μεγίστου ποταμῶν· ὁ δὲ Ἐραννοβόας τρίτος μὲν ἂν εἴη τῶν Ἰνδῶν ποταμῶν, μέζων δὲ τῶν ἄλλῃ καὶ οὗτος, ἀλλὰ ξυγχωρέει αὐτὸς τῷ Γάγγῃ, ἐπειδὰν ἐμβάλῃ ἐς αὐτὸν τὸ ὕδωρ.
[6] καὶ λέγει Μεγασθένης μῆκος μὲν ἐπέχειν τὴν πόλιν καθ' ἑκατέρην τὴν πλευρήν, ἵναπερ μακροτάτη αὐτὴ ἑωυτῆς ᾤκισται, ἐς ὀγδοήκοντα σταδίους, τὸ δὲ πλάτος [7] ἐς πεντεκαίδεκα. τάφρον δὲ περιβεβλῆσθαι τῇ πόλει τὸ εὖρος ἑξάπλεθρον, τὸ δὲ βάθος τριήκοντα πήχεων· πύργους δὲ ἑβδομήκοντα καὶ πεντακοσίους ἔχειν τὸ τεῖχος [8] καὶ πύλας τέσσαρας καὶ ἑξήκοντα. εἶναι δὲ καὶ τόδε μέγα ἐν τῇ Ἰνδῶν γῇ, πάντας Ἰνδοὺς εἶναι ἐλευθέρους, [9] οὐδέ τινα δοῦλον εἶναι Ἰνδόν. τοῦτο μὲν Λακεδαιμονίοισιν ἐς ταὐτὸ συμβαίνει καὶ Ἰνδοῖσι. Λακεδαιμονίοις μέν γε οἱ εἵλωτες δοῦλοί εἰσιν καὶ τὰ δούλων ἐργάζονται, Ἰνδοῖσι δὲ οὐδὲ ἄλλος δοῦλός ἐστι, μήτι γε Ἰνδῶν τις.
[11]
[1] νενέμηνται δὲ οἱ πάντες Ἰνδοὶ ἐς ἑπτὰ μάλιστα γένεα. ἓν μὲν αὐτοῖσιν οἱ σοφισταί εἰσι, πλήθει μὲν μείους τῶν [2] ἄλλων, δόξῃ δὲ καὶ τιμῇ γεραρώτατοι· οὔτε γάρ τι τῷ σώματι ἐργάζεσθαι ἀναγκαίη σφιν προσκέαται οὔτε τι ἀποφέρειν ἀφ' ὅτων πονέουσιν ἐς τὸ κοινόν. οὐδέ τι ἄλλο ἀνάγκης ἁπλῶς ἐπεῖναι τοῖς σοφιστῇσιν, ὅτι μὴ θύειν τὰς θυσίας τοῖσι θεοῖσιν ὑπὲρ τοῦ κοινοῦ ‹τῶν› [3] Ἰνδῶν· καὶ ὅστις δὲ ἰδίᾳ θύει, ἐξηγητὴς αὐτῷ τῆς θυσίης τῶν τις σοφιστῶν τούτων γίνεται, ὡς οὐκ ἂν ἄλλως [4] κεχαρισμένα τοῖς θεοῖς θύσαντας. εἰσὶ δὲ καὶ μαντικῆς οὗτοι μοῦνοι Ἰνδῶν δαήμονες, οὐδὲ ἐφεῖται ἄλλῳ μαντεύεσθαι [5] ὅτι μὴ σοφιστῇ ἀνδρί. μαντεύονται δὲ ὅσα ὑπὲρ τῶν ὡρέων τοῦ ἔτεος καὶ εἴ τις ἐς τὸ κοινὸν συμφορὴ καταλαμβάνει· τὰ ἴδια ‹δὲ› ἑκάστοισιν οὔ σφιν μέλει μαντεύεσθαι, ὡς οὐκ ἐξικνεομένης τῆς μαντικῆς ἐς τὰ μικρότερα ἢ ὡς οὐκ ἄξιον ‹ὂν› ἐπὶ τούτοισι πονέεσθαι.
[6] ὅστις δὲ ἁμάρτοι ἐς τρὶς μαντευσάμενος, τούτῳ δὲ ἄλλο μὲν κακὸν γίνεσθαι οὐδέν, σιωπᾶν δὲ εἶναι ἐπάναγκες τοῦ λοιποῦ· καὶ οὐκ ἔστιν ὅστις ἐξαναγκάσει τὸν ἄνδρα τοῦτον φωνῆσαι, ὅτου ἡ σιωπὴ κατακέκριται.
[7] οὗτοι γυμνοὶ διαιτῶνται οἱ σοφισταί, τοῦ μὲν χειμῶνος ὑπαίθριοι ἐν τῷ ἡλίῳ, τοῦ δὲ θέρεος, ἐπὴν ὁ ἥλιος κατέχῃ, ἐν τοῖς λειμῶσι καὶ τοῖσιν ἕλεσιν ὑπὸ δένδρεσι μεγάλοισιν, ὧν τὴν σκιὴν Νέαρχος λέγει ἐς πέντε πλέθρα ἐν κύκλῳ ἐξικνέεσθαι, καὶ ἂν καὶ μυρίους ἀνθρώπους ὑπὸ ἑνὶ δένδρεϊ σκιάζεσθαι· τηλικαῦτα εἶναι ταῦτα [8] τὰ δένδρεα. σιτέονται δὲ ‹τὰ› ὡραῖα καὶ τὸν φλοιὸν τῶν δένδρων, γλυκύν τε ὄντα τὸν φλοιὸν καὶ τρόφιμον οὐ μεῖον ἤπερ αἱ βάλανοι τῶν φοινίκων.
[9] δεύτεροι δ' ἐπὶ τούτοισιν οἱ γεωργοί εἰσιν, οὗτοι πλήθει πλεῖστοι Ἰνδῶν ἐόντες. καὶ τούτοισιν οὔτε ὅπλα ἐστὶν ἀρήια οὔτε μέλει τὰ πολεμήια ἔργα, ἀλλὰ τὴν χώρην οὗτοι ἐργάζονται, καὶ τοὺς φόρους τοῖς τε βασιλεῦσι καὶ τῇσι πόλεσιν, ὅσαι αὐτόνομοι, οὗτοι ἀποφέρουσι.
[10] καὶ εἰ πόλεμος ἐς ἀλλήλους τοῖσιν Ἰνδοῖσι τύχοι, τῶν ἐργαζομένων τὴν γῆν οὐ θέμις σφιν ἅπτεσθαι οὐδὲ αὐτὴν τὴν γῆν τέμνειν, ἀλλὰ οἳ μὲν πολεμοῦσι καὶ κατακαίνουσιν ἀλλήλους ὅπως τύχοιεν, οἳ δὲ πλησίον αὐτῶν κατ' ἡσυχίαν ἀροῦσιν ἢ τρυγῶσιν ἢ κλαδῶσιν ἢ θερίζουσιν.
[11] τρίτοι δέ εἰσιν Ἰνδοῖσιν οἱ νομέες, οἱ ποιμένες τε καὶ βουκόλοι. καὶ οὗτοι οὔτε κατὰ πόληας οὔτε ἐν τῇσι κώμῃσιν οἰκέουσι νομάδες τέ εἰσι καὶ ἀνὰ τὰ ὄρεα βιοτεύουσι. φόρον δὲ καὶ οὗτοι ἀπὸ τῶν κτηνέων ἀποφέρουσι, καὶ θηρεύουσιν οὗτοι ἀνὰ τὴν χώρην ὄρνιθάς τε καὶ ἄγρια θηρία.
[12]
[1] τέταρτον δέ ἐστι τὸ δημιουργικόν τε καὶ καπηλικὸν γένος. καὶ οὗτοι λειτουργοί εἰσι καὶ φόρον ἀποφέρουσιν ἀπὸ τῶν ἔργων τῶν σφετέρων, πλήν γε δὴ ὅσοι τὰ ἀρήια ὅπλα ποιέουσιν· οὗτοι δὲ καὶ μισθὸν ἐκ τοῦ κοινοῦ προσλαμβάνουσιν. ἐν δὲ τούτῳ τῷ γένει οἵ τε ναυπηγοὶ καὶ οἱ ναῦταί εἰσιν, ὅσοι κατὰ τοὺς ποταμοὺς πλώουσι.
[2] πέμπτον δὲ γένος ἐστὶν Ἰνδοῖσιν οἱ πολεμισταί, πλήθει μὲν δεύτερον μετὰ τοὺς γεωργούς, πλείστῃ δὲ ἐλευθερίῃ τε καὶ εὐθυμίῃ ἐπιχρεόμενον. καὶ οὗτοι ἀσκηταὶ [3] μόνων τῶν πολεμικῶν ἔργων εἰσίν· τὰ δὲ ὅπλα ἄλλοι αὐτοῖς ποιέουσι καὶ ἵππους ἄλλοι παρέχουσι καὶ διακονοῦσιν ἐπὶ στρατοπέδου ἄλλοι, οἳ τούς τε ἵππους αὐτοῖς θεραπεύουσι καὶ τὰ ὅπλα ἐκκαθαίρουσι καὶ τοὺς ἐλέφαντας ἄγουσι καὶ τὰ ἅρματα κοσμέουσί τε καὶ ἡνιοχεύουσιν.
[4] αὐτοὶ δέ, ἔστ' ἂν μὲν πολεμεῖν δέῃ, πολεμοῦσιν, εἰρήνης δὲ γενομένης εὐθυμέονται· καί σφιν μισθὸς ἐκ τοῦ κοινοῦ τοσόσδε ἔρχεται ὡς καὶ ἄλλους τρέφειν ἀπ' αὐτοῦ εὐμαρέως.
[5] ἕκτοι δέ εἰσιν Ἰνδοῖσιν οἱ ἐπίσκοποι καλεόμενοι. οὗτοι ἐφορῶσι τὰ γινόμενα κατά τε τὴν χώρην καὶ κατὰ τὰς πόληας, καὶ ταῦτα ἀναγγέλλουσι τῷ βασιλεῖ, ἵναπερ βασιλεύονται Ἰνδοί, ἢ τοῖς τέλεσιν, ἵναπερ αὐτόνομοί εἰσι. καὶ τούτοις οὐ θέμις ψεῦδος ἀγγεῖλαι οὐδέν, οὐδέ τις Ἰνδῶν αἰτίην ἔσχε ψεύσασθαι.
[6] ἕβδομοι δέ εἰσιν οἱ ὑπὲρ τῶν κοινῶν βουλευόμενοι ὁμοῦ τῷ βασιλεῖ ἢ κατὰ πόληας ὅσαι αὐτόνομοι σὺν [7] τῇσιν ἀρχῇσι. πλήθει μὲν ὀλίγον τὸ γένος τοῦτό ἐστι, σοφίῃ δὲ καὶ δικαιότητι ἐκ πάντων προκεκριμένον. ἔνθεν οἵ τε ἄρχοντες αὐτοῖσιν ἐπιλέγονται καὶ ὅσοι νομάρχαι καὶ ὕπαρχοι καὶ θησαυροφύλακές τε καὶ στρατοφύλακες, ναύαρχοί τε καὶ ταμίαι καὶ τῶν κατὰ γεωργίην ἔργων ἐπιστάται.
[8] γαμέειν δὲ ἐξ ἑτέρου γένεος οὐ θέμις, οἷον τοῖσι γεωργοῖσιν ἐκ τοῦ δημιουργικοῦ ἢ ἔμπαλιν. οὐδὲ δύο τέχνας ἐπιτηδεύειν τὸν αὐτὸν οὐδὲ τοῦτο θέμις, οὐδὲ ἀμείβειν ἐξ ἑτέρου γένεος εἰς ἕτερον, οἷον γεωργικὸν ἐκ [9] νομέως γενέσθαι ἢ νομέα ἐκ δημιουργικοῦ. μοῦνόν σφισιν ἀνεῖται σοφιστὴν ἐκ παντὸς γένεος γενέσθαι, ὅτι οὐ μαλθακὰ τοῖσι σοφιστῇσίν εἰσι τὰ πρήγματα ἀλλὰ πάντων ταλαιπωρότατα.
[13]
[1] θηρῶσι δὲ Ἰνδοὶ τὰ μὲν ἄλλα ἄγρια θηρία κατάπερ καὶ Ἕλληνες, ἡ δὲ τῶν ἐλεφάντων σφιν θήρα οὐδέν τι ἄλλῃ ἔοικεν, ὅτι καὶ ταῦτα τὰ θηρία οὐδαμοῖσιν ἄλλοισι [2] θηρίοις ἐπέοικεν. ἀλλὰ τόπον γὰρ ἐπιλεξάμενοι ἄπεδον καὶ καυματώδεα ἐν κύκλῳ τάφρον ὀρύσσουσιν, ὅσον μεγάλῳ στρατοπέδῳ ἐπαυλίσασθαι. τῆς δὲ τάφρου τὸ εὖρος ἐς πέντε ὀργυιὰς ποιέονται, βάθος τε ἐς τέσσαρας.
[3] τὸν δὲ χοῦν ὅντινα ἐκβάλλουσιν ἐκ τοῦ ὀρύγματος, ἐπὶ τὰ χείλεα ἑκάτερα τῆς τάφρου ἐπιφορήσαντες ἀντὶ τείχεος [4] διαχρέονται, αὐτοὶ δὲ ὑπὸ τῷ χώματι τῷ ἐπὶ τοῦ χείλεος τοῦ ἔξω τῆς τάφρου σκηνάς σφιν ὀρυκτὰς ποιέονται, καὶ διὰ τουτέων ὀπὰς ὑπολείπονται, δι' ὧν φῶς τε αὐτοῖσιν εἰσέρχεται καὶ τὰ θηρία προσάγοντα καὶ ἐσελαύνοντα [5] ἐς τὸ ἕρκος σκέπτονται. ἐνταῦθα ἐντὸς τοῦ ἕρκεος καταστήσαντες τῶν τινας θηλέων τρεῖς ἢ τέσσαρας, ὅσαι μάλιστα τὸν θυμὸν χειροήθεες, μίαν εἴσοδον ἀπολιμπάνουσι κατὰ τὴν τάφρον, γεφυρώσαντες τὴν τάφρον· καὶ ταύτῃ χοῦν τε καὶ πόαν πολλὴν ἐπιφέρουσι τοῦ μὴ ἀρίδηλον εἶναι τοῖσι θηρίοισι τὴν γέφυραν, μή [6] τινα δόλον ὀισθῶσιν. αὐτοὶ μὲν οὖν ἐκποδὼν σφᾶς ‹ποι›έουσι κατὰ τῶν σκηνέων τῶν ὑπὸ τῇ τάφρῳ δεδυκότες, οἱ δὲ ἄγριοι ἐλέφαντες ἡμέρης μὲν οὐ πελάζουσι τοῖσιν οἰκουμένοισι, νύκτωρ δὲ πλανῶνταί τε πάντη καὶ ἀγεληδὸν νέμονται τῷ μεγίστῳ καὶ γενναιοτάτῳ σφῶν [7] ἑπόμενοι, κατάπερ αἱ βόες τοῖσι ταύροισιν. ἐπεὰν ὦν τῷ ἕρκει πελάσωσι, τήν τε φωνὴν ἀκούοντες τῶν θηλέων καὶ τῇ ὀδμῇ αἰσθόμενοι, δρόμῳ ἵενται ὡς ἐπὶ τὸν χῶρον τὸν πεφραγμένον· ἐκπεριελθόντες δὲ τῆς τάφρου τὰ χείλεα εὖτ' ἂν τῇ γεφύρῃ ἐπιτύχωσιν, κατὰ ταύτην ἐς [8] τὸ ἕρκος ὠθέονται. οἱ δὲ ἄνθρωποι αἰσθόμενοι τὴν ἔσοδον τῶν ἐλεφάντων τῶν ἀγρίων, οἳ μὲν αὐτῶν τὴν γέφυραν ὀξέως ἀφεῖλον, οἳ δὲ ἐπὶ τὰς πέλας κώμας ἀποδραμόντες ἀγγέλλουσι τοὺς ἐλέφαντας ὅτι ἐν τῷ ἕρκει [9] ἔχονται· οἳ δὲ ἀκούσαντες ἐπιβαίνουσι τῶν κρατίστων τε τὸν θυμὸν καὶ [τῶν] χειροηθεστάτων ἐλεφάντων, ἐπιβάντες δὲ ἐλαύνουσιν ὡς ἐπὶ τὸ ἕρκος, ἐλάσαντες δὲ οὐκ αὐτίκα μάχης ἅπτονται, ἀλλ' ἐῶσι γὰρ λιμῷ τε ταλαιπωρηθῆναι τοὺς ἀγρίους ἐλέφαντας καὶ ὑπὸ τῷ δίψει [10] δουλωθῆναι. εὖτ' ἂν δέ σφισι κακῶς ἔχειν δοκέωσι, τηνικαῦτα ἐπιστήσαντες αὖθις τὴν γέφυραν ἐλαύνουσί τε ὡς ἐς τὸ ἕρκος, καὶ τὰ μὲν πρῶτα μάχη ἵσταται κρατερὴ τοῖσιν ἡμέροισι τῶν ἐλεφάντων πρὸς τοὺς ἑαλωκότας· ἔπειτα κρατέονται μὲν κατὰ τὸ εἰκὸς οἱ ἄγριοι [11] ὑπό τε τῇ ἀθυμίῃ καὶ τῷ λιμῷ ταλαιπωρούμενοι. οἳ δὲ ἀπὸ τῶν ἐλεφάντων καταβάντες παρειμένοισιν ἤδη τοῖσιν ἀγρίοισι τοὺς πόδας ἄκρους συνδέουσιν, ἔπειτα ἐγκελεύονται τοῖσιν ἡμέροισι πληγαῖς σφᾶς κολάζειν πολλαῖς, ἔστ' ἂν ἐκεῖνοι ταλαιπωρεύμενοι ἐς γῆν πέσωσι. παραστάντες δὲ βρόχους περιβάλλουσιν αὐτοῖσι κατὰ τοὺς αὐχένας, καὶ αὐτοὶ ἐπιβαίνουσι κειμένοισι.
[12] τοῦ δὲ μὴ ἀποσείεσθαι τοὺς ἀμβάτας μηδέ τι ἄλλο ἀτάσθαλον ἐργάζεσθαι, τὸν τράχηλον αὐτοῖσιν ἐν κύκλῳ μαχαιρίῳ ὀξεῖ ἐπιτέμνουσι, καὶ τὸν βρόχον κατὰ τὴν τομὴν περιδέουσιν, ὡς ἀτρέμα ἔχειν τὴν κεφαλήν τε καὶ [13] τὸν τράχηλον ὑπὸ τοῦ ἕλκεος. εἰ γὰρ περιστρέφοιντο ὑπὸ ἀτασθαλίης, τρίβεται αὐτοῖσι τὸ ἕλκος ὑπὸ τῷ κάλῳ. οὕτω μὲν ὦν ἀτρέμα ἴσχουσι καὶ αὐτοὶ γνωσιμαχέοντες ἤδη [14] [1] ἄγονται κατὰ τὸν δεσμὸν πρὸς τῶν ἡμέρων. ὅσοι δὲ νήπιοι αὐτῶν ἢ διὰ κακότητα οὐκ ἄξιοι ἐκτῆσθαι, τούτους [2] ἐῶσιν ἀπαλλάττεσθαι ἐς τὰ σφέτερα ἤθεα. ἀγ‹αγ›όντες δὲ εἰς τὰς κώμας τοὺς ἁλόντας τοῦ τε χλωροῦ καλάμου [3] καὶ τῆς πόας τὰ πρῶτα ἐμφαγεῖν ἔδοσαν, οἳ δὲ ὑπὸ ἀθυμίης οὐκ ἐθέλουσιν οὐδὲν σιτέεσθαι, τοὺς δὲ περιιστάμενοι οἱ Ἰνδοὶ ᾠδαῖσι τε καὶ τυμπάνοισι καὶ κυμβάλοισιν ἐν κύκλῳ κρούοντές τε καὶ ἐπᾴδοντες κατευνάζουσι.
[4] θυμόσοφον γὰρ εἴπερ τι ἄλλο θηρίον ὁ ἐλέφας, καί τινες ἤδη αὐτῶν τοὺς ἀμβάτας σφῶν ἐν πολέμῳ ἀποθανόντας ἄραντες αὐτοὶ ἐξήνεγκαν ἐς ταφήν, οἳ δὲ καὶ ὑπερήσπισαν κειμένους, οἳ δὲ καὶ πεσόντων προεκινδύνευσαν, ὃ δέ τις πρὸς ὀργὴν ἀποκτείνας τὸν ἀμβάτην [5] ὑπὸ μετανοίης τε καὶ ἀθυμίης ἀπέθανεν. εἶδον δὲ ἔγωγε καὶ κυμβαλίζοντα ἤδη ἐλέφαντα καὶ ἄλλους ὀρχεομένους, κυμβάλοιν τῷ κυμβαλίζοντι πρὸς τοῖν σκελοῖν τοῖν ἔμπροσθεν προσηρτημένοιν, καὶ πρὸς τῇ [6] προβοσκίδι καλεομένῃ ἄλλου κυμβάλου· ὃ δὲ ἐν μέρει τῇ προβοσκίδι ἔκρουε τὸ κύμβαλον ἐν ῥυθμῷ πρὸς ἑκατέροιν τοῖν σκελοῖν, οἳ δὲ ὀρχεόμενοι ἐν κύκλῳ τε ἐχόρευον, καὶ ἐπαίροντές τε καὶ ἐπικάμπτοντες τὰ ἔμπροσθεν σκέλεα ἐν τῷ μέρει ἐν ῥυθμῷ καὶ οὗτοι ἔβαινον, [7] καθότι ὁ κυμβαλίζων σφίσιν ὑφηγέετο. βαίνεται δὲ ἐλέφας ἦρος ὥρῃ, κατάπερ βοῦς ἢ ἵππος, ἐπεὰν τῇσι θηλέῃσιν αἱ παρὰ τοῖσι κροτάφοισιν ἀναπνοαὶ ἀνοιχθεῖσαι ἐκπνέωσιν. κύει δὲ τοὺς ἐλαχίστους μὲν ἑκκαίδεκα μῆνας, τοὺς πλείστους δὲ ὀκτωκαίδεκα. τίκτει δὲ ἕν, κατάπερ ἵππος, καὶ τοῦτο ἐκτρέφει τῷ γάλακτι ἐς ἔτος [8] ὄγδοον. ζῶσι δὲ ἐλεφάντων οἱ πλεῖστα ἔτεα ζῶντες ἐς διηκόσια, πολλοὶ δὲ νόσῳ προτελευτῶσιν αὐτῶν· γήρᾳ [9] δὲ ἐς τόσον ἔρχονται. καὶ ἔστιν αὐτοῖσι τῶν μὲν ὀφθαλμῶν ἴαμα τὸ βόειον γάλα ἐγχεόμενον, πρὸς δὲ τὰς ἄλλας νόσους ὁ μέλας οἶνος πινόμενος, ἐπὶ δὲ τοῖσιν ἕλκεσι τὰ ὕεια κρέα ὀπτώμενα καὶ καταπλασσόμενα· ταῦτα παρ' Ἰνδοῖσίν ἐστιν αὐτοῖσι ἰάματα.
[15]
[1] τοῦ δὲ ἐλέφαντος τὴν τίγριν πολλόν τι ἀλκιμωτέρην Ἰνδοὶ ἄγουσι. τίγριος δὲ δορὴν μὲν ἰδεῖν λέγει Νέαρχος, αὐτὴν δὲ τίγριν οὐκ ἰδεῖν· ἀλλὰ τοὺς Ἰνδοὺς γὰρ ἀπηγέεσθαι, τίγριν εἶναι μέγεθος μὲν ἡλίκον τὸν μέγιστον ἵππον, τὴν δὲ ὠκύτητα καὶ ἀλκὴν οἵην οὐδενὶ ἄλλῳ [2] εἰκάσαι· τίγριν γὰρ ἐπεὰν ὁμοῦ ἔλθῃ ἐλέφαντι, ἐπιπηδᾶν τε ἐπὶ τὴν κεφαλὴν τοῦ ἐλέφαντος καὶ ἄγχειν [3] εὐπετέως. ταύτας δέ, ἅστινας καὶ ἡμεῖς ὁρέομεν καὶ τίγριας καλέομεν, θῶας εἶναι αἰόλους καὶ μέζονας ἤπερ [4] τοὺς ἄλλους θῶας. ἐπεὶ καὶ ὑπὲρ τῶν μυρμήκων λέγει Νέαρχος μύρμηκα μὲν αὐτὸς οὐκ ἰδέειν, ὁποῖον δή τινα μετεξέτεροι διέγραψαν γίνεσθαι ἐν τῇ Ἰνδῶν γῇ, δορὰς δὲ καὶ τούτων ἰδεῖν πολλὰς ἐς τὸ στρατόπεδον κατακομισθείσας [5] τὸ Μακεδονικόν. Μεγασθένης δὲ καὶ ἀτρεκέα εἶναι ὑπὲρ τῶν μυρμήκων τὸν λόγον ἱστορέει τούτους εἶναι τοὺς τὸν χρυσὸν ὀρύσσοντας, οὐκ αὐτοῦ τοῦ χρυσοῦ ἕνεκα, ἀλλὰ φύσι γὰρ κατὰ τῆς γῆς ὀρύσσουσιν, ἵνα φωλεύσαιεν, κατάπερ οἱ ἡμέτεροι οἱ σμικροὶ μύρμηκες [6] ὀλίγον τῆς γῆς ὀρύσσουσιν. ἐκείνους δέ ‑ εἶναι γὰρ ἀλωπεκέων μέζονας ‑ πρὸς λόγον τοῦ μεγέθεος σφῶν καὶ τὴν γῆν ὀρύσσειν· τὴν δὲ γῆν χρυσῖτιν εἶναι, καὶ [7] ἀπὸ ταύτης γίνεσθαι Ἰνδοῖσι τὸν χρυσόν. ἀλλὰ Μεγασθένης τε ἀκοὴν ἀπηγέεται, καὶ ἐγὼ ὅτι οὐδὲν τούτου ἀτρεκέστερον ἀναγράψαι ἔχω, ἀπίημι ἑκὼν τὸν ὑπὲρ [8] τῶν μυρμήκων λόγον. σιττακοὺς δὲ Νέαρχος μὲν ὡς δή τι θαῦμα ἀπηγέεται ὅτι γίνονται ἐν τῇ Ἰνδῶν γῇ, καὶ ὁποῖος ὄρνις ἐστὶν ὁ σιττακός, καὶ ὅπως φωνὴν ἵει [9] ἀνθρωπίνην. ἐγὼ δὲ ὅτι αὐτός τε πολλοὺς ὀπώπεα καὶ ἄλλους ἐπισταμένους ᾔδεα τὸν ὄρνιθα, οὐδὲν ὡς ‹ὑπὲρ› ἀτόπου δῆθεν ἀπηγήσομαι· οὐδὲ ὑπὲρ τῶν πιθήκων τοῦ μεγέθεος, ἢ ὅτι καλοὶ παρ' Ἰνδοῖς πίθηκοί εἰσιν, οὐδὲ ὅπως θηρῶνται ἐρέω. καὶ γὰρ ταῦτα γνώριμα ἐρῶ, [10] πλήν γε δὴ ὅτι καλοί που πίθηκοί εἰσιν. καὶ ὄφιας δὲ λέγει Νέαρχος θηρευθῆναι αἰόλους μὲν καὶ ταχέας, μέγαθος δέ, ὃν μὲν λέγει ἑλεῖν Πείθωνα τὸν Ἀντιγένεος, πήχεων ὡς ἑκκαίδεκα. αὐτοὺς δὲ τοὺς Ἰνδοὺς πολὺ μείζονας τούτων λέγειν εἶναι τοὺς μεγίστους ὄφεας.
[11] ὅσοι δὲ ἰητροὶ Ἕλληνες, τούτοισιν οὐδὲν ἄκος ἐξεύρητο ὅστις ὑπὸ ὄφεως δηχθείη Ἰνδικοῦ· ἀλλ' αὐτοὶ γὰρ οἱ Ἰνδοὶ ἰῶντο τοὺς πληγέντας. καὶ ἐπὶ τῷδε Νέαρχος λέγει ‹ὅτι› συλλελεγμένους ἀμφ' αὑτὸν εἶχεν Ἀλέξανδρος Ἰνδῶν ὅσοι ἰητρικὴν σοφώτατοι, καὶ κεκήρυκτο ἀνὰ τὸ στρατόπεδον, ὅστις δηχθείη, ἐπὶ τὴν σκηνὴν φοιτᾶν τὴν [12] βασιλέως. οἱ δὲ αὐτοὶ οὗτοι καὶ τῶν ἄλλων νούσων τε καὶ παθέων ἰητροὶ ἦσαν. οὐ πολλὰ δὲ ἐν Ἰνδοῖσι πάθεα γίνεται, ὅτι αἱ ὧραι σύμμετροί εἰσιν αὐτόθι· εἰ δέ τι μεῖζον καταλαμβάνοι, τοῖσι σοφιστῇσιν ἀνεκοινοῦντο· καὶ ἐκεῖνοι οὐκ ἄνευ θεοῦ ἐδόκεον ἰῆσθαι ὅ τι περ ἰήσιμον.
[16]
[1] ἐσθῆτι δὲ Ἰνδοὶ λινέῃ χρέονται, κατάπερ λέγει Νέαρχος, λίνου τοῦ ἀπὸ τῶν δενδρέων, ὑπὲρ ὅτων μοι ἤδη λέλεκται. τὸ δὲ λίνον τοῦτο ἢ λαμπρότερον τὴν χροιήν ἐστιν ἄλλου λίνου παντός, ἢ μέλανες αὐτοὶ ἐόντες [2] λαμπρότερον τὸ λίνον φαίνεσθαι ποιέουσιν. ἔστι δὲ κιθὼν λίνεος αὐτοῖς ἔστε ἐπὶ μέσην τὴν κνήμην, εἷμα δὲ τὸ μὲν περὶ τοῖσιν ὤμοισι περιβεβλημένον, τὸ δὲ περὶ [3] τῇσι κεφαλῇσιν εἰλιγμένον. καὶ ἐνώτια Ἰνδοὶ φορέουσιν ἐλέφαντος ὅσοι κάρτα εὐδαίμονες· οὐ γὰρ πάντες [4] Ἰνδοὶ φορέουσι. τοὺς δὲ πώγωνας λέγει Νέαρχος ὅτι βάπτονται Ἰνδοί, χροιὴν δὲ ἄλλην καὶ ἄλλην ‹βάπτονται›, οἳ μὲν ὡς λευκοὺς φαίνεσθαι οἵους λευκοτάτους, οἳ δὲ κυανέους, τοῖς δὲ φοινικέους εἶναι, τοῖς δὲ καὶ [5] πορφυρέους, ἄλλοις πρασοειδέας· καὶ σκιάδια ὅτι προβάλλονται τοῦ θέρεος ὅσοι οὐκ ἠμελημένοι Ἰνδῶν. ὑποδήματα δὲ λευκοῦ δέρματος φορέουσι, περιττῶς καὶ ταῦτα ἠσκημένα· καὶ τὰ ἴχνη τῶν ὑποδημάτων αὐτοῖσι ποικίλα καὶ ὑψηλά, τοῦ μέζονας φαίνεσθαι.
[6] ὁπλίσιος δὲ τῆς Ἰνδῶν οὐκ ὡυτὸς εἷς τρόπος ἀλλ' οἱ μὲν πεζοὶ αὐτοῖσι τόξον τε ἔχουσι, ἰσόμηκες τῷ φορέοντι τὸ τόξον, καὶ τοῦτο κάτω ἐπὶ τὴν γῆν θέντες καὶ τῷ ποδὶ τῷ ἀριστερῷ ἀντιβάντες, οὕτως ἐκτοξεύουσι, [7] τὴν νευρὴν ἐπὶ μέγα ὀπίσω ἀπαγαγόντες· ὁ γὰρ ὀιστὸς αὐτοῖσιν ὀλίγον ἀποδέων τριπήχεος, οὐδέ τι ἀντέχει τοξευθὲν πρὸς Ἰνδοῦ ἀνδρὸς τοξικοῦ, οὔτε ἀσπὶς οὔτε [8] θώρηξ οὔτε ‹εἴ› τι ‹τὸ κάρτα› καρτερὸν ἐγένετο. ἐν δὲ τῇσιν ἀριστερῇσι πέλται εἰσὶν αὐτοῖσιν ὠμοβόιναι, στεινότεραι μὲν ἢ κατὰ τοὺς φορέοντας, μήκει δὲ οὐ πολλὸν [9] ἀποδέουσαι. τοῖσι δὲ ἄκοντες ἀντὶ τόξων εἰσί. μάχαιραν δὲ πάντες φορέουσι, πλατείην δὲ καὶ τὸ μῆκος οὐ μείω τριπήχεος· καὶ ταύτην, ἐπεὰν συστάδην καταστῇ αὐτοῖσιν ἡ μάχη ‑ τὸ δὲ οὐκ εὐμαρέως Ἰνδοῖσιν ἐς ἀλλήλους γίνεται ‑ ἀμφοῖν τοῖν χεροῖν καταφέρουσιν ἐς [10] τὴν πληγήν, τοῦ καρτερὴν τὴν πληγὴν γενέσθαι. οἱ δὲ ἱππέες ἀκόντια δύο αὐτοῖσιν ἔχουσιν, οἷα τὰ σαύνια ἀκόντια, καὶ πέλτην [τὴν] μικροτέρην τῶν πεζῶν. οἱ δὲ ἵπποι αὐτοῖσιν οὐ σεσαγμένοι εἰσίν, οὐδὲ χαλινοῦνται τοῖσιν Ἑλληνικοῖσι χαλινοῖσιν ἢ τοῖσι Κελτικοῖσιν ἐμφερέως, [11] ἀλλὰ περὶ ἄκρῳ τῷ στόματι τοῦ ἵππου ἐν κύκλῳ ἔχουσι δέρμα ὠμοβόινον ῥαπτὸν περιηρτημένον, καὶ ἐν τούτῳ χάλκεα κέντρα ἢ σιδήρεα, οὐ κάρτα ὀξέα, ἔσω ἐστραμμένα· τοῖσι δὲ πλουσίοισιν ἐλεφάντινα κέντρα ἐστίν. ἐν δὲ τῷ στόματι σίδηρον αὐτοῖσιν οἱ ἵπποι ἔχουσιν, οἷόν περ ὀβελόν, ἔνθεν ἐξηρτημένοι εἰσὶν αὐτοῖσιν [12] οἱ ῥυτῆρες· ἐπεὰν ὦν ἐπαγάγωσι τὸν ῥυτῆρα, ὅ τε ὀβελὸς κρατέει τὸν ἵππον, καὶ τὰ κέντρα, οἷα δὴ ἐξ αὐτοῦ ἠρτημένα, κεντέοντα οὐκ ἐᾷ ἄλλο τι ἢ πείθεσθαι τῷ ῥυτῆρι.
[17]
[1] τὰ δὲ σώματα ἰσχνοί τέ εἰσιν Ἰνδοὶ καὶ εὐμήκεες, καὶ κοῦφοι πολλόν τι ὑπὲρ τοὺς ἄλλους ἀνθρώπους. ὀχήματα δὲ τοῖς μὲν πολλοῖς Ἰνδῶν κάμηλοί εἰσιν καὶ ἵπποι [2] καὶ ὄνοι, τοῖς δὲ εὐδαίμοσιν ἐλέφαντες. βασιλικὸν γὰρ ὄχημα ἐλέφας παρ' Ἰνδοῖς ἐστι, δεύτερον δὲ τιμῇ ἐπὶ τούτῳ τὰ τέθριππα, τρίτον δὲ αἱ κάμηλοι. τὸ δὲ ἐφ' [3] ἑνὸς ἵππου ὀχέεσθαι ἄτιμον. αἱ γυναῖκες δὲ αὐτοῖσιν, ὅσαι κάρτα σώφρονες, ἐπὶ μὲν ἄλλῳ μισθῷ οὐκ ἄν τι διαμάρτοιεν, ἐλέφαντα δὲ λαβοῦσα γυνὴ μίσγεται τῷ δόντι· οὐδὲ αἰσχρὸν Ἰνδοὶ ἄγουσι τὸ ἐπὶ ἐλέφαντι μιγῆναι, ἀλλὰ καὶ σεμνὸν δοκέει τῇσι γυναιξὶν ἀξίην τὸ [4] κάλλος φανῆναι ἐλέφαντος. γαμέουσι δὲ οὔτε τι διδόντες οὔτε λαμβάνοντες, ἀλλὰ ὅσαι ἤδη ὡραῖαι γάμου, ταύτας οἱ πατέρες προάγοντες ἐς τὸ ἐμφανὲς καθιστᾶσιν ἐκλέξασθαι τῷ νικήσαντι πάλην ἢ πὺξ ἢ δρόμον ἢ κατ' [5] ἄλλην τινὰ ἀνδρείαν προκριθέντι. σιτοφάγοι δὲ καὶ ἀροτῆρες Ἰνδοί εἰσιν, ὅσοι γε μὴ ὄρειοι αὐτῶν· οὗτοι δὲ τὰ θήρεια κρέα σιτέονται.
[6] ταῦτά μοι ἀπόχρη δεδηλῶσθαι ὑπὲρ Ἰνδῶν, ὅσα γνωριμώτατα Νέαρχός τε καὶ Μεγασθένης, δοκίμω ἄνδρε, [7] ἀνεγραψάτην, ἐπεὶ οὐδὲ ἡ ὑπόθεσίς μοι τῆσδε τῆς συγγραφῆς τὰ Ἰνδῶν νόμιμα ἀναγράψαι ἦν, ἀλλ' ὅπως γὰρ παρεκομίσθη Ἀλεξάνδρῳ ἐς Πέρσας ἐξ Ἰνδῶν ὁ στόλος· ταῦτα δὲ ἐκβολή μοι ἔστω τοῦ λόγου.
[18]
[1] Ἀλέξανδρος γὰρ, ἐπειδὴ οἱ παρεσκεύαστο τὸ ναυτικὸν ἐπὶ τοῦ Ὑδάσπεω τῇσιν ὄχθῃσιν, ἐπιλεγόμενος ὅσοι τε Φοινίκων καὶ ὅσοι Κύπριοι ἢ Αἰγύπτιοι εἵποντο ἐν τῇ ἄνω στρατηλασίῃ, ἐκ τούτων ἐπλήρου τὰς νέας, ὑπηρεσίας τε αὐτῇσι καὶ ἐρέτας ἐπιλεγόμενος ὅσοι τῶν θαλασσίων [2] ἔργων δαήμονες. ἦσαν δὲ καὶ νησιῶται ἄνδρες οὐκ ὀλίγοι ἐν τῇ στρατιῇ οἷς ταῦτα ἔμελε, καὶ Ἴωνες [3] καὶ Ἑλλησπόντιοι. τριήραρχοι δὲ αὐτῷ ἐπεστάθησαν ἐκ Μακεδόνων μὲν Ἡφαιστίων τε Ἀμύντορος καὶ Λεόννατος ὁ Εὔνου καὶ Λυσίμαχος ὁ Ἀγαθοκλέους καὶ Ἀσκληπιόδωρος ὁ Τιμάνδρου καὶ Ἄρχων ὁ Κλεινίου καὶ Δημόνικος ὁ Ἀθηναίου καὶ Ἀρχίας ὁ Ἀναξιδότου καὶ Ὀφέλλας Σειληνοῦ καὶ Τιμάνθης Παντιάδου. οὗτοι μὲν Πελλαῖοι· [4] ἐκ δὲ Ἀμφιπόλεως ἦγον οἵδε· [ἐκ Κρήτης] Νέαρχος Ἀνδροτίμου, ὃς τὰ ἀμφὶ τῷ παράπλῳ ἀνέγραψε, καὶ Λαομέδων Λαρίχου, καὶ Ἀνδροσθένης Καλλιστράτου· [5] ἐκ δὲ Ὀρεστίδος Κράτερός τε ὁ Ἀλεξάνδρου καὶ Περδίκκας ὁ Ὀρόντεω· Ἐορδαῖοι δὲ Πτολεμαῖός τε ὁ Λάγου καὶ Ἀριστόνους ὁ Πεισαίου. ἐκ Πύδνης δὲ Μήτρων τε ὁ [6] Ἐπιχάρμου καὶ Νικαρχίδης ὁ Σίμου. ἐπὶ δὲ Ἄτταλός τε ὁ Ἀνδρομένεος Τυμφαῖος καὶ Πευκέστας Ἀλεξάνδρου Μιεζεὺς καὶ Πείθων Κρατεύα Ἀλκομενεὺς καὶ Λεόννατος Ἀντιπάτρου Αἰγαῖος καὶ Πάνταυχος Νικολάου Ἀλωρίτης καὶ Μυλλέας Ζωΐλου Βεροιαῖος. οὗτοι μὲν οἱ [7] σύμπαντες Μακεδόνες· Ἑλλήνων δὲ Μήδιος μὲν Ὀξυθέμιδος Λαρισαῖος, Εὐμένης δὲ Ἱερωνύμου ἐκ Καρδίης, Κριτόβουλος δὲ Πλάτωνος Κῷος, καὶ Θόας Μηνοδώρου [8] καὶ Μαίανδρος Μανδρογένεος Μάγνητες, Ἄνδρων δὲ Καβήλεω Τήιος. Κυπρίων δὲ Νικοκλέης Πασικράτεος Σόλιος καὶ Νιθάφων Πνυταγόρεω Σαλαμίνιος. ἦν δὲ δὴ καὶ Πέρσης αὐτῷ τριήραρχος, Βαγώας ὁ Φαρνούχεος.
[9] τῆς δὲ αὐτοῦ Ἀλεξάνδρου νεὼς κυβερνήτης ἦν Ὀνησίκριτος Ἀστυπαλαιεύς, γραμματεὺς δὲ τοῦ στόλου παντὸς [10] Εὐαγόρας Εὐκλέωνος Κορίνθιος. ναύαρχος δὲ αὐτοῖσιν ἐπεστάθη Νέαρχος Ἀνδροτίμου, τὸ γένος μὲν Κρὴς ὁ [11] Νέαρχος, ᾤκει δὲ ἐν Ἀμφιπόλει τῇ ἐπὶ Στρυμόνι. ὡς δὲ ταῦτα ἐκεκόσμητο Ἀλεξάνδρῳ, ἔθυε τοῖς θεοῖσιν ὅσοι τε πάτριοι ἢ μαντευτοὶ αὐτῷ καὶ Ποσειδῶνι καὶ Ἀμφιτρίτῃ καὶ Νηρηίσι καὶ αὐτῷ τῷ Ὠκεανῷ, καὶ τῷ Ὑδάσπῃ ποταμῷ, ἀπ' ὅτου ὡρμᾶτο, καὶ τῷ Ἀκεσίνῃ, ἐς ὅντινα ἐκδιδοῖ ὁ Ὑδάσπης, καὶ τῷ Ἰνδῷ, ἐς ὅντινα ἄμφω ἐκδιδοῦσιν· [12] ἀγῶνές τε αὐτῷ μουσικοὶ καὶ γυμνικοὶ ἐποιεῦντο, καὶ ἱερεῖα τῇ στρατιῇ πάσῃ κατὰ τέλεα ἐδίδοτο.
[19]
[1] ὡς δὲ πάντα ἐξήρτυτο αὐτῷ ἐς ἀναγωγήν, Κράτερον μὲν τὰ ἐπὶ θάτερα τοῦ Ὑδάσπεω ἰέναι σὺν στρατιῇ [πεζῇ] ἐκέλευσε πεζικῇ τε καὶ ἱππικῇ· ἐς τὸ ἐπὶ θάτερα ‹δὲ› Ἡφαιστίων αὐτῷ παρεπορεύετο σὺν ἄλλῃ στρατιῇ πλείονι ἔτι τῆς Κρατέρῳ συντεταγμένης. καὶ τοὺς ἐλέφαντας Ἡφαιστίων αὐτῷ ἦγεν, ὄντας ἐς διακοσίους. αὐτὸς [2] δὲ τούς τε ὑπασπιστὰς καλεομένους ἅμα οἷ ἦγε καὶ τοὺς τοξότας πάντας καὶ τῶν ἱππέων τοὺς ἑταίρους καλεομένους, [3] τοὺς πάντας ἐς ὀκτακισχιλίους. τοῖσι μὲν δὴ ἀμφὶ Κράτερον καὶ Ἡφαιστίωνα ἐτέτακτο ἵνα προπορευθέντες [4] ὑπομένοιεν τὸν στόλον. Φίλιππον δέ, ὃς αὐτῷ σατράπης τῆς χώρης ταύτης ἦν, ἐπὶ τοῦ Ἀκεσίνου ποταμοῦ τὰς [5] ὄχθας πέμπει, ἅμα στρατιῇ πολλῇ καὶ τοῦτον· ἤδη γὰρ καὶ δώδεκα μυριάδες αὐτῷ μάχιμοι εἵποντο σὺν οἷς ἀπὸ θαλάσσης τε αὐτὸς ἀνήγαγε καὶ αὖθις οἱ ἐπὶ συλλογὴν αὐτῷ στρατιᾶς πεμφθέντες ἧκον ἔχοντες, παντοῖα ἔθνεα βαρβαρικὰ ἅμα οἷ ἄγοντι καὶ πᾶσαν ἰδέην ὡπλισμένα.
[6] αὐτὸς δὲ ἄρας ταῖς ναυσὶ κατέπλει κατὰ τὸν Ὑδάσπεα ἔστε ἐπὶ τοῦ Ἀκεσίνου τε καὶ τοῦ Ὑδάσπεω τὰς συμβολάς.
[7] νῆες δὲ αἱ σύμπασαι αὐτῷ ὀκτακόσιαι ἦσαν, αἵ τε μακραὶ καὶ ὅσα στρογγύλα πλοῖα καὶ ἄλλαι ἱππαγωγοὶ [8] καὶ σιτία ἅμα τῇ στρατιῇ ἄγουσαι. ὅπως μὲν δὴ κατὰ τοὺς ποταμοὺς κατέπλευσεν αὐτῷ ὁ στόλος, καὶ ὅσα ἐν τῷ παράπλῳ ἔθνεα κατεστρέψατο, καὶ ὅπως διὰ κινδύνου αὐτὸς ἐν Μαλλοῖς ἧκε, καὶ τὸ τρῶμα ὃ ἐτρώθη ἐν Μαλλοῖς, καὶ Πευκέστας τε καὶ Λεόννατος ὅπως ὑπερήσπισαν αὐτὸν πεσόντα, πάντα ταῦτα λέλεκταί μοι ἤδη ἐν τῇ [9] ἄλλῃ τῇ Ἀττικῇ ξυγγραφῇ. ὁ δὲ λόγος ὅδε τοῦ παράπλου μοι ἀφήγησίς ἐστιν, ὃν Νέαρχος σὺν τῷ στόλῳ παρέπλευσεν ἀπὸ τοῦ Ἰνδοῦ τῶν ἐκβολέων ὁρμηθεὶς κατὰ τὴν θάλασσαν τὴν μεγάλην ἔστε ἐπὶ τὸν κόλπον τὸν Περσικόν, ἣν δὴ Ἐρυθρὴν θάλασσαν μετεξέτεροι καλέουσι.
[20]
[1] Νεάρχῳ δὲ λέλεκται ὑπὲρ τούτων ὅδε ὁ λόγος. πόθον μὲν εἶναι Ἀλεξάνδρῳ ἐκπεριπλῶσαι τὴν θάλασσαν [2] τὴν ἀπὸ Ἰνδῶν ἔστε ἐπὶ τὴν Περσικήν, ὀκνέειν δὲ αὐτὸν τοῦ τε πλόου τὸ μῆκος καὶ μή τινι ἄρα χώρῃ ἐρήμῳ ἐγκύρσαντες ἢ ὅρμων ἀπόρῳ ἢ οὐ ξυμμέτρως ἐχούσῃ τῶν ὡραίων, οὕτω δὴ διαφθαρῇ αὐτῷ ὁ στόλος, καὶ οὐ φαύλη κηλὶς αὕτη τοῖς ἔργοισιν αὐτοῦ τοῖσι μεγάλοισιν ἐπιγενομένη τὴν πᾶσαν εὐτυχίην αὐτῷ ἀφανίσῃ· ἀλλὰ ἐκνικῆσαι γὰρ αὐτῷ τὴν ἐπιθυμίην τοῦ καινόν τι αἰεὶ [3] καὶ ἄτοπον ἐργάζεσθαι. ἀπόρως δὲ ἔχειν ὅντινα οὐκ ἀδύνατόν τε ἐς τὰ ἐπινοούμενα ἐπιλέξαιτο καὶ ἅμα τῶν ἐν νηὶ ἀνδρῶν, ὡς καὶ [τῶν] τοιοῦτον στόλον στελλομένων, ἀφελεῖν τὸ δεῖμα τοῦ δὴ ἠμελημένως αὐτοὺς ἐς [4] προῦπτον κίνδυνον ἐκπέμπεσθαι. λέγει δὴ ὁ Νέαρχος ἑωυτῷ ξυνοῦσθαι τὸν Ἀλέξανδρον ὅντινα προχειρίσηται ἐξηγέεσθαι τοῦ στόλου. ὡς δὲ ἄλλου καὶ ἄλλου ἐς μνήμην ἰόντα τοὺς μὲν ὡς οὐκ ἐθέλοντας κινδυνεύειν ὑπὲρ οὗ ἀπολέγειν, τοὺς δὲ ὡς μαλακοὺς τὸν θυμόν, τοὺς δὲ ὡς πόθῳ τῆς οἰκηίης κατεχομένους, τοῖς δὲ ἄλλο καὶ [5] ἄλλο ἐπικαλέοντα, τότε δὴ αὐτὸν ὑποστάντα εἰπεῖν ὅτι "ὦ βασιλεῦ, ἐγώ τοι ὑποδέκομαι ἐξηγήσεσθαι τοῦ στόλου, καὶ εἰ τὰ ἀπὸ τοῦ θείου ξυνεπιλαμβάνοι, περιάξω τοι σῴας τὰς νέας καὶ τοὺς ἀνθρώπους ἔστε ἐπὶ τὴν Περσίδα γῆν, εἰ δὴ πλωτός τέ ἐστιν ὁ ταύτῃ πόντος καὶ [6] τὸ ἔργον οὐκ ἄπορον γνώμῃ ἀνθρωπηίῃ." Ἀλέξανδρον δὲ λόγῳ μὲν οὐ φάναι ἐθέλειν ἐς τοσήνδε ταλαιπωρίην καὶ τοσόνδε κίνδυνον τῶν τινα ἑαυτοῦ φίλων ἐμβάλλειν, αὐτὸν δὲ ταύτῃ δὴ καὶ μᾶλλον οὐκ ἀνιέναι ἀλλὰ λιπαρεῖν.
[7] οὕτω δὴ ἀγαπῆσαί τε Ἀλέξανδρον τοῦ Νεάρχου τὴν προθυμίην, καὶ ἐπιστῆσαι αὐτὸν ἄρχειν τοῦ στόλου [8] παντός. καὶ τότε δὴ ἔτι μᾶλλον τῆς στρατιῆς ὅ τι περ ἐπὶ τῷ παράπλῳ τῷδε ἐτάσσετο καὶ τὰς ὑπηρεσίας ἵλεω ἔχειν τὴν γνώμην, ὅτι δὴ Νέαρχόν γε οὔποτε ἂν Ἀλέξανδρος προήκατο ἐς κίνδυνον καταφανέα, εἰ μή σφι [9] σωθήσεσθαι ἔμελλεν. λαμπρότης τε πολλὴ τῇ παρασκευῇ ἐποῦσα καὶ κόσμος τῶν νεῶν καὶ σπουδαὶ τῶν τριηράρχων ἀμφὶ τὰς ὑπηρεσίας τε καὶ τὰ πληρώματα ἐκπρεπέες καὶ τοὺς πάντ' ἤδη πάλαι κατοκνέοντας ἐς ῥώμην ἅμα καὶ ἐλπίδας χρηστοτέρας ὑπὲρ τοῦ παντὸς ἔργου [10] ἐπηρκότα ἦν. πολὺ δὲ δὴ συνεπιλαβέσθαι ἐς εὐθυμίην τῇ στρατιῇ τὸ δὴ αὐτὸν Ἀλέξανδρον ὁρμηθέντα κατὰ τοῦ Ἰνδοῦ τὰ στόματα ἀμφότερα ἐκπλῶσαι ἐς τὸν πόντον σφάγιά τε τῷ Ποσειδῶνι ἐντεμεῖν καὶ ὅσοι ἄλλοι θεοὶ θαλάσσιοι, καὶ δῶρα μεγαλοπρεπέα τῇ θαλάσσῃ [11] χαρίσασθαι. τῇ τε ἄλλῃ τῇ Ἀλεξάνδρου παραλόγῳ εὐτυχίῃ πεποιθότας οὐδὲν ὅ τι οὐ τολμητόν τε ἐκείνῳ καὶ ἐρκτὸν ἡγέεσθαι.
[21]
[1] ὡς δὲ τὰ ἐτήσια πνεύματα ἐκοιμήθη, ἃ δὴ τοῦ θέρεος τὴν ὥρην πᾶσαν κατέχει ἐκ τοῦ πελάγεος ἐπιπνέοντα ἐπὶ τὴν γῆν καὶ ταύτῃ ἄπορον τὸν πλοῦν ποιέοντα, τότε δὴ ὡρμῶντο ἐπὶ ἄρχοντος Ἀθήνησι Κηφισοδώρου, εἰκάδι τοῦ Βοηδρομιῶνος μηνός, καθότι Ἀθηναῖοι ἄγουσιν, ὡς δὲ Μακεδόνες τε καὶ Ἀσιανοὶ ἦγον ‹μηνὸς Ὑπερβερεταίου, ἔτος› τὸ ἑνδέκατον βασιλεύοντος Ἀλεξάνδρου.
[2] θύει δὲ καὶ Νέαρχος πρὸ τῆς ἀναγωγῆς Διὶ Σωτῆρι καὶ ἀγῶνα ποιέει καὶ οὗτος γυμνικόν. ἄραντες δὲ ἀπὸ τοῦ ναυστάθμου τῇ πρώτῃ ἡμέρῃ κατὰ τὸν Ἰνδὸν ποταμὸν ὁρμίζονται πρὸς διώρυχι μεγάλῃ, καὶ μένουσιν αὐτοῦ δύο ἡμέρας· Στοῦρα δὲ ὄνομα ἦν τῷ χώρῳ· στάδιοι ἀπὸ [3] τοῦ ναυστάθμου ἐς ἑκατόν. τῇ τρίτῃ δὲ ἄραντες ἔπλεον ἔστε ἐπὶ διώρυχα ἄλλην σταδίους τριάκοντα, ἁλμυρὴν ἤδη ταύτην τὴν διώρυχα· ἀνῄει γὰρ ἡ θάλασσα ἐς αὐτήν, μάλιστα μὲν ἐν τῇσι πλημμυρίῃσιν, ὑπέμενε δὲ καὶ ἐν τῇ‹σιν› ἀμπώτεσι τὸ ὕδωρ μεμιγμένον τῷ ποταμῷ· [4] Καύμανα δὲ οὔνομα ἦν τῷ χώρῳ. ἐνθένδε εἴκοσι σταδίους καταπλώσαντες ἐς Κορέεστιν ὁρμίζονται ἔτι [5] κατὰ τὸν ποταμόν. ἐνθένδε ὁρμηθέντες ἔπλεον οὐκ ἐπὶ πολλόν· ἕρμα γὰρ ἐφάνη αὐτοῖσι κατὰ τὴν ἐκβολὴν τὴν ταύτῃ τοῦ Ἰνδοῦ καὶ τὰ κύματα ἐρρόχθει πρὸς τῇ ἠιόνι, [6] καὶ ἡ ἠιὼν αὕτη τραχεῖα ἦν. ἀλλὰ ἵναπερ μαλθακὸν ἦν τοῦ ἕρματος, ταύτῃ διώρυχα ποιήσαντες ἐπὶ σταδίους πέντε, διῆγον τὰς νέας, ἐπειδὴ ἡ πλήμμυρα ἐπῆλθεν ἡ [7] ἐκ τοῦ πόντου. ἐκπεριπλώσαντες δὲ σταδίους πεντήκοντα καὶ ἑκατὸν ὁρμίζονται ἐς Κρώκαλα νῆσον ἀμμώδεα καὶ μένουσιν αὐτοῦ τὴν ἄλλην ἡμέραν. προσοικέει δὲ ταύτῃ [8] ἔθνος Ἰνδικόν, οἱ Ἀράβιες καλεόμενοι, ὧν καὶ ἐν τῇ μέζονι ξυγγραφῇ μνήμην ἔσχον, καὶ ὅτι εἰσὶν ἐπώνυμοι ποταμοῦ Ἀράβιος, ὃς διὰ τῆς γῆς αὐτῶν ῥέων ἐκδιδοῖ ἐς θάλασσαν, ὁρίζων τούτων τε τὴν χώρην καὶ τὴν [9] Ὠρειτέων. ἐκ δὲ Κρωκάλων ἐν δεξιᾷ μὲν ἔχοντες ὄρος τὸ καλεόμενον αὐτοῖσιν Εἶρον, ἐν ἀριστερᾷ δὲ νῆσον ἁλιτενέα ἔπλεον· ἡ δὲ νῆσος παρατεταμένη τῇ ἠιόνι [10] κόλπον στεινὸν ποιέει. διεκπλεύσαντες δὲ ταύτην ὁρμίζονται ἐν λιμένι εὐόρμῳ. ὅτι δὲ μέγας τε καὶ καλὸς ὁ λιμήν, Νεάρχῳ ἔδοξεν ἐπονομάζειν αὐτὸν Ἀλεξάνδρου [11] λιμένα. νῆσος δέ ἐστιν ἐπὶ τῷ στόματι τοῦ λιμένος ὅσον σταδίους δύο ἀπέχουσα· Βίβακτα ὄνομα τῇ νήσῳ, ὁ δὲ χῶρος ἅπας Σάγγαδα. ἡ δὲ νῆσος καὶ τὸν λιμένα, προκειμένη [12] πρὸ τοῦ πελάγεος, αὐτὴ ἐποίεεν. ἐνταῦθα πνεύματα μεγάλα ἐκ τοῦ πόντου ἔπνεε καὶ συνεχέα, καὶ Νέαρχος δείσας τῶν βαρβάρων μή τινες συνταχθέντες ἐφ' ἁρπαγὴν τοῦ στρατοπέδου τραποίατο, ἐκτειχίζει τὸν [13] χῶρον λιθίνῳ τείχει. τέσσαρες δὲ καὶ εἴκοσιν ἡμέραι τῇ μονῇ ἐγένοντο. καὶ λέγει ὅτι μύας τε ἐθήρων τοὺς θαλασσίους οἱ στρατιῶται, καὶ ὄστρεια δὲ καὶ τοὺς σωλῆνας καλεομένους, ἄτοπα τὸ μέγεθος, ὡς τοῖσιν ἐν τῇδε τῇ ἡμετέρῃ θαλάσσῃ συμβαλέειν· καὶ ὕδωρ ὅτι ἁλμυρὸν ἐπίνετο.
[22]
[1] ἅμα τε ὁ ἄνεμος ἐπαύσατο καὶ οἳ ἀνήγοντο. καὶ περαιωθέντες σταδίους ἐς ἑξήκοντα ὁρμίζονται πρὸς αἰγιαλῷ ψαμμώδεϊ· νῆσος δὲ ἐπῆν τῷ αἰγιαλῷ ἐρήμη.
[2] ταύτην δὲ πρόβλημα ποιησάμενοι ὡρμίσθησαν· Δόμαι οὔνομα τῇ νήσῳ. ὕδωρ δὲ οὐκ ἦν ἐν τῷ αἰγιαλῷ, ἀλλὰ προελθόντες ἐς τὴν μεσογαίην ὅσον εἴκοσι σταδίους ἐπιτυγχάνουσιν [3] ὕδατι καλῷ. τῇ δὲ ὑστεραίῃ ἐς νύκτα αὐτοῖς ὁ πλόος ἐγίνετο ἐς Σάραγγα σταδίους τριακοσίους, καὶ ὁρμίζονται πρὸς αἰγιαλῷ, καὶ ὕδωρ ἦν ἀπὸ τοῦ [4] αἰγιαλοῦ ὅσον ὀκτὼ σταδίους. ἐνθένδε πλώσαντες ὁρμίζονται ἐν Σακάλοισι, τόπῳ ἐρήμῳ. καὶ διεκπλώσαντες σκοπέλους δύο, οὕτω τι ἀλλήλοις πελάζοντας, ὥστε τοὺς ταρσοὺς τῶν νεῶν ἅπτεσθαι ἔνθεν καὶ ἔνθεν τῶν πετρέων, καθορμίζονται ἐν Μοροντοβάροις, σταδίους διελθόντες [5] ἐς τριακοσίους· ὁ δὲ λιμὴν μέγας καὶ εὔκυκλος καὶ βαθὺς καὶ ἄκλυστος, ὁ δὲ ἔσπλους ἐς αὐτὸν στεινός. τοῦτον τῇ γλώσσῃ τῇ ἐπιχωρίῃ Γυναικῶν λιμένα ἐκάλεον, [6] ὅτι γυνὴ τοῦ χώρου τούτου πρώτη ἐπῆρξεν. ὡς δὲ διὰ τῶν σκοπέλων διεξέπλεον, κύμασι τε μεγάλοις ἐνέκυρσαν καὶ τῇ θαλάσσῃ ῥοώδει. ἀλλὰ ἐκπεριπλῶσαι [7] γὰρ ὑπὲρ τοὺς σκοπέλους μέγα ἔργον ἐφαίνετο. ἐς δὲ τὴν ὑστεραίην ἔπλεον νῆσον ἐν ἀριστερᾷ ἔχοντες πρὸ τοῦ πελάγεος οὕτω τι τῷ αἰγιαλῷ συναφέα ὥστε εἰκάσαι ἂν διώρυχα εἶναι τὸ μέσον τοῦ τε αἰγιαλοῦ καὶ τῆς νήσου· στάδιοι οἱ πάντες ἑβδομήκοντα τοῦ διέκπλου. καὶ ἐπί τε τοῦ αἰγιαλοῦ δένδρεα ἦν πολλὰ καὶ δασέα, [8] καὶ ἡ νῆσος ὕλῃ παντοίῃ σύσκιος. ὑπὸ δὲ τὴν ἕω ἔπλεον ἔξω τῆς νήσου κατὰ ῥηχίην στενήν· ἔτι γὰρ ἡ ἀνάπωτις κατεῖχε. πλώσαντες δὲ ἐς ἑκατὸν καὶ εἴκοσι σταδίους ὁρμίζονται ἐν τῷ στόματι τοῦ Ἀράβιος ποταμοῦ· καὶ λιμὴν μέγας καὶ καλὸς πρὸς τῷ στόματι, ὕδωρ δὲ οὐκ ἦν πότιμον· τοῦ γὰρ Ἀράβιος αἱ ἐκβολαὶ ἀναμεμιγμέναι [9] τῷ πόντῳ ἦσαν. ἀλλὰ τεσσαράκοντα σταδίους ἐς τὸ ἄνω προχωρήσαντες λάκκῳ ἐπιτυγχάνουσι, καὶ ἔνθεν ὑδρευσάμενοι [10] ὀπίσω ἀπενόστησαν. νῆσος δὲ ἐπὶ τῷ λιμένι ὑψηλὴ καὶ ἔρημος, καὶ περὶ ταύτην ὀστρείων τε καὶ ἰχθύων παντοδαπῶν θήρα. μέχρι μὲν τοῦδε Ἀράβιες, ἔσχατοι Ἰνδῶν ταύτῃ ᾠκισμένοι, τὰ δὲ ἀπὸ τοῦδε Ὠρεῖται ἐπεῖχον.
[23]
[1] ὁρμηθέντες δὲ ἐκ τῶν ἐκβολῶν τοῦ Ἀράβιος παρέπλεον τῶν Ὠρειτέων τὴν χώρην. καὶ ὁρμίζονται ἐν Παγάλοισι, πλώσαντες σταδίους ἐς διακοσίους, πρὸς ῥηχίῃ. ἀλλὰ ἀγκύρῃσι γὰρ ἐπήβολος ἦν ὁ χῶρος. τὰ μὲν οὖν πληρώματα ἀπεσάλευον ἐν τῇσι νηυσίν, οἱ δὲ ἐφ' ὕδωρ [2] ἐκβάντες ὑδρεύοντο. τῇ δ' ὑστεραίῃ ἀναχθέντες ἅμα ἡμέρῃ καὶ πλώσαντες σταδίους ἐς τριάκοντα καὶ τετρακοσίους κατάγονται ἑσπέριοι ἐς Κάβανα, καὶ ὁρμίζονται πρὸς αἰγιαλῷ ἐρήμῳ. καὶ ἐνταῦθα ῥηχίη τραχείη ἦν, καὶ [3] ἐπὶ τῷδε μετεώρους τὰς νέας ὡρμίσαντο. κατὰ τοῦτον τὸν πλόον πνεῦμα ὑπολαμβάνει τὰς νέας μέγα ἐκ πόντου, καὶ νέες δύο μακραὶ διαφθείρονται ἐν τῷ πλόῳ, καὶ κέρκουρος· οἱ δὲ ἄνθρωποι σῴζονται ἀπονηξάμενοι, [4] ὅτι οὐ πόρρω τῆς γῆς ὁ πλόος ἐγίνετο. ἀμφὶ δὲ μέσας νύκτας ἀναχθέντες πλέουσιν ἔστε ἐπὶ Κώκαλα, ‹ἃ› τοῦ αἰγιαλοῦ, ἔνθεν ὡρμήθησαν, ἀπεῖχε σταδίους διακοσίους· καὶ αἱ μὲν νῆες σαλεύουσαι ὥρμεον, τὰ πληρώματα δὲ ἐκβιβάσας Νέαρχος πρὸς τῇ γῇ ηὐλίσθη, ὅτι ἐπὶ πολλὸν τεταλαιπωρηκότες ἐν τῇ θαλάσσῃ ἀναπαύσασθαι ἐπόθεον· στρατόπεδον δὲ περιεβάλετο τῶν βαρβάρων τῆς [5] φυλακῆς ἕνεκα. ἐν τούτῳ τῷ χώρῳ Λεόννατος, ὅτῳ τὰ Ὠρειτῶν ἐξ Ἀλεξάνδρου ἐπετέτραπτο, μάχῃ μεγάλῃ νικᾷ Ὠρείτας τε καὶ ὅσοι Ὠρείταις συνεπέλαβον τοῦ ἔργου. καὶ κτείνει αὐτῶν ἑξακισχιλίους, καὶ τοὺς ἡγεμόνας πάντας· τῶν δὲ σὺν Λεοννάτῳ ἱππεῖς μὲν ἀποθνήσκουσι πεντεκαίδεκα, τῶν δὲ πεζῶν ἄλλοι τε οὐ πολλοὶ καὶ Ἀπολλοφάνης [6] ὁ Γαδρωσίων σατράπης. ταῦτα μὲν δὴ ἐν τῇ ἄλλῃ ξυγγραφῇ ἀναγέγραπται, καὶ ὅπως Λεόννατος ἐπὶ τῷδε ἐστεφανώθη πρὸς Ἀλεξάνδρου χρυσῷ στεφάνῳ [7] ἐν Μακεδόσιν. ἐνταῦθα σῖτος ἦν νενημένος κατὰ πρόσταγμα Ἀλεξάνδρου ἐς ἐπισιτισμὸν τῷ στρατῷ, καὶ ἐμβάλλονται [8] σιτία ἡμερέων δέκα ἐς τὰς νέας. καὶ τῶν νεῶν ὅσαι πεπονήκεσαν κατὰ τὸν πλόον μέχρι τοῦδε ἐπεσκεύασαν, καὶ τῶν ναυτέων ὅσοι ἐν τῷ ἔργῳ βλακεύειν ἐφαίνοντο Νεάρχῳ, τούτους μὲν πεζῇ ἄγειν Λεοννάτῳ ἔδωκεν, αὐτὸς δὲ ἀπὸ τῶν σὺν Λεοννάτῳ στρατιωτῶν συμπληροῖ τὸ ναυτικόν.
[24]
[1] ἐνθένδε ὁρμηθέντες ἔπλεον ἀκραεί, καὶ διελθόντες σταδίους ἐς πεντακοσίους ὡρμίζοντο πρὸς ποταμῷ χειμάρρῳ· [2] Τόμηρος ὄνομα ἦν τῷ ποταμῷ. καὶ λίμνη ἦν ἐπὶ ταῖς ἐκβολαῖς τοῦ ποταμοῦ, τὰ δὲ βράχεα τὰ πρὸς τῷ αἰγιαλῷ ἐπῴκεον ἄνθρωποι ἐν καλύβαις πνιγηραῖς. καὶ οὗτοι ὡς προσπλέοντας εἶδον, ἐθάμβησάν τε καὶ παρατείναντες σφᾶς παρὰ τὸν αἰγιαλὸν ἐτάχθησαν ὡς [3] ἀπομαχούμενοι πρὸς τοὺς ἐκβαίνοντας. λόγχας δὲ ἐφόρεον παχέας, μέγεθος ὡς ἑξαπήχεας· ἀκωκὴ δὲ οὐκ ἐπῆν σιδηρέη, ἀλλὰ τὸ ὀξὺ αὐτῇσι πεπυρακτωμένον ταὐτὸ [4] ἐποίεε. πλῆθος δὲ ἦσαν ὡς ἑξακόσιοι. καὶ τούτους Νέαρχος ὡς ὑπομένοντάς τε καὶ παρατεταγμένους κατεῖδε, τὰς μὲν νέας ἀνακωχεύειν κελεύει ἐντὸς βέλους, ὡς τὰ τοξεύματα ἐς τὴν γῆν ἀπ' αὐτῶν ἐξικνεῖσθαι· αἱ γὰρ τῶν βαρβάρων λόγχαι παχέαι φαινόμεναι ἀγχέμαχοι μέν, [5] ἄφοβοι δὲ ἐς τὸ ἐσακοντίζεσθαι ἦσαν. αὐτὸς δὲ τῶν στρατιωτῶν ὅσοι αὐτοί τε κουφότατοι καὶ κουφότατα ὡπλισμένοι τοῦ τε νεῖν δαημονέστατοι, τούτους δὲ ἐκνήξασθαι [6] κελεύει ἀπὸ ξυνθήματος. πρόσταγμα δέ σφισιν ἦν, ὅπως τις ἐκνηξάμενος σταίη ἐν τῷ ὕδατι, προσμένειν τὸν παραστάτην οἱ ἐσόμενον, μηδὲ ‹ἐμ›βάλλειν πρόσθεν ἐς τοὺς βαρβάρους, πρὶν ἐπὶ τριῶν ἐς βάθος ταχθῆναι τὴν φάλαγγα, τότε ‹δὲ› δρόμῳ ἤδη ἰέναι ἐπαλαλάξαντας.
[7] ἅμα δὲ ἐρρίπτουν ἑωυτοὺς οἱ ἐπὶ τῷδε τεταγμένοι ἐκ τῶν νεῶν ἐς τὸν πόντον, καὶ ἐνήχοντο ὀξέως, καὶ ἵσταντο ἐν κόσμῳ, καὶ φάλαγγα ἐκ σφῶν ποιησάμενοι δρόμῳ ἐπῄεσαν αὐτοί τε ἀλαλάζοντες τῷ Ἐνυαλίῳ καὶ οἱ ἐπὶ τῶν νεῶν ξυνεπήχεον, τοξεύματά τε καὶ ἀπὸ μηχανῶν [8] βέλεα ἐφέροντο ἐς τοὺς βαρβάρους. οἳ δὲ τήν τε λαμπρότητα τῶν ὅπλων ἐκπλαγέντες καὶ τῆς ἐφόδου τὴν ὀξύτητα καὶ πρὸς τῶν τοξευμάτων τε καὶ τῶν ἄλλων βελῶν βαλλόμενοι, οἷα δὴ ἡμίγυμνοι ἄνθρωποι, οὐδὲ ὀλίγον ἐς ἀλκὴν τραπέντες ἐγκλίνουσι. καὶ οἱ μὲν αὐτοῦ [9] φεύγοντες ἀποθνήσκουσιν, οἳ δὲ καὶ ἁλίσκονται· ἔστι δὲ οἳ καὶ διέφυγον ἐς τὰ ὄρεα. ἦσαν δὲ οἱ ἁλόντες τά τε ἄλλα σώματα δασέες καὶ τὰς κεφαλάς, καὶ τοὺς ὄνυχας θηριώδεες· τοῖς γὰρ δὴ ὄνυξιν ὅσα σιδήρῳ διαχρᾶσθαι ἐλέγοντο καὶ τοὺς ἰχθύας τούτοισι παρασχίζοντες κατεργάζεσθαι καὶ τῶν ξύλων ὅσα μαλακώτερα. τὰ δὲ ἄλλα τοῖς λίθοισι τοῖσιν ὀξέσιν ἔκοπτον· σίδηρος γὰρ αὐτοῖσιν οὐκ ἦν. ἐσθῆτα δὲ ἐφόρεον δέρματα θήρεια, οἳ δὲ καὶ ἰχθύων τῶν μεγάλων [τε] τὰ παχέα.
[25]
[1] ἐνταῦθα νεωλκοῦσι τὰς νέας, καὶ ὅσαι πεπονηκυῖαι αὐτῶν ἐπισκευάζουσι. τῇ δὲ ἕκτῃ ἡμέρῃ ἐστέλλοντο, καὶ πλώσαντες σταδίους ἐς τριακοσίους ἀφικνέονται ἐς χῶρον, ὃς δὴ ἔσχατος ἦν τῆς Ὠρειτῶν γῆς· Μάλανα τῷ [2] χώρῳ ὄνομα. Ὠρεῖται δὲ ὅσοι ἄνω ἀπὸ θαλάσσης οἰκέουσιν, ἐσταλμένοι μὲν κατάπερ Ἰνδοί εἰσι, καὶ τὰ ἐς πόλεμον ὡσαύτως παραρτέονται· γλῶσσα δὲ ἄλλη αὐτοῖσι [3] καὶ ἄλλα νόμαια. μῆκος τοῦ παράπλου παρὰ μὲν χώρην τὴν Ἀραβίων ἐς χιλίους μάλιστα σταδίους, ἔνθενπερ ὡρμήθησαν, παρὰ δὲ τὴν Ὠρειτῶν γῆν ἑξακόσιοι καὶ [4] χίλιοι. παραπλεόντων δὲ τὴν Ἰνδῶν γῆν (τὸ ἐντεῦθεν γὰρ οὐκέτι Ἰνδοί εἰσι) λέγει Νέαρχος ὅτι αἱ σκιαὶ [5] αὐτοῖσιν οὐ ταὐτὸ ἐποίεον· ἀλλὰ ὅπου μὲν ἐπὶ πολὺ τοῦ πόντου ὡς πρὸς μεσημβρίαν προχωρήσειαν, αἳ δὲ καὶ αὐταὶ [αἱ σκιαὶ] πρὸς μεσημβρίην τετραμμέναι ἐφαίνοντο· ὁπότε δὲ τὸ μέσον τῆς ἡμέρης ἐπέχοι ὁ ἥλιος, ἤδη δὲ [6] καὶ ἔρημα σκιῆς πάντα ὤφθη αὐτοῖσι. τῶν τε ἀστέρων ὅσους πρόσθεν μετεώρους κατεώρων, οἳ μὲν ἀφανέες πάντη ἦσαν, οἳ δὲ πρὸς αὐτῇ τῇ γῇ ἐφαίνοντο, καταδύνοντές τε καὶ αὐτίκα ἀνατέλλοντες οἱ πάλαι ἀειφανέες.
[7] καὶ ταῦτα οὐκ ἀπεικότα δοκέει μοι ἀναγράψαι Νέαρχος· ἐπεὶ καὶ ἐν Συήνῃ τῇ Αἰγυπτίῃ, ἐπεὰν τροπὰς ἄγῃ θέρεος ὥρῃ ὁ ἥλιος, φρέαρ ἀποδεδειγμένον ἐστί, καὶ τοῦτο ἄσκιον ἐν μεσημβρίῃ φαίνεται· ἐν Μερόῃ δὲ πάντα [8] ἄσκια τῇ αὐτῇ ὥρῃ. εἰκὸς ὦν καὶ ἐν Ἰνδοῖσιν, ἅτε πρὸς μεσαμβρίην ᾠκισμένοισι, τὰ αὐτὰ δὴ πάθεα ἐπέχειν, καὶ μάλιστα δὴ κατὰ τὸν πόντον τὸν Ἰνδικόν, ὅσῳ μᾶλλον αὐτοῖσιν ἡ θάλασσα πρὸς μεσαμβρίην κέκλιται. ταῦτα μὲν δὴ ὧδε ἐχέτω.
[26]
[1] ἐπὶ δὲ Ὠρείτῃσι κατὰ μὲν μεσογαίην Γαδρώσιοι ἐπεῖχον, ὧν τὴν χώρην χαλεπῶς διεξῆλθεν ἅμα τῇ στρατιῇ Ἀλέξανδρος, καὶ κακὰ τοσαῦτα ἔπαθεν, ὅσα οὐδὲ τὰ σύμπαντα τῆς συμπάσης στρατηλασίης. ταῦτά μοι ἐν τῇ [2] μέζονι συγγραφῇ ἀναγέγραπται. κάτω δὲ Γαδρωσίων παρὰ τὴν θάλασσαν αὐτὴν οἱ Ἰχθυοφάγοι καλεόμενοι οἰκοῦσι· παρὰ τούτων τὴν γῆν ἔπλεον. τῇ μὲν πρώτῃ ἡμέρῃ περὶ τὴν δευτέρην φυλακὴν ἀναχθέντες καταίρουσιν εἰς Βαγίσαρα· στάδιοι τοῦ παράπλου ἑξακόσιοι.
[3] λιμήν τε ἔνι αὐτόθι εὔορμος, καὶ κώμη Πάσιρα, ἀπέχουσα ἀπὸ θαλάσσης ἑξήκοντα σταδίους, καὶ οἱ πρόσοικοι [4] αὐτῆς Πασιρέες. ἐς δὲ τὴν ὑστεραίαν πρωΐτερον τῆς ὥρης ἀναχθέντες περιπλέουσιν ἄκρην ἐπὶ πολύ τε ἀνέχουσαν ἐς τὸν πόντον καὶ αὐτὴν ὑψηλὴν καὶ κρημνώδεα.
[5] φρέατα δὲ ὀρύξαντες, ὕδωρ [οὐκ] ὀλίγον καὶ πονηρὸν ἀρυσάμενοι ταύτῃ μὲν τῇ ἡμέρᾳ ἐπὶ ἀγκυρέων [6] ὥρμεον, ὅτι ῥηχίη κατὰ τὸν αἰγιαλὸν ἀνεῖχεν· ἐς δὲ τὴν ὑστεραίην καταίρουσιν ἐς Κόλτα, σταδίους ἐλθόντες διακοσίους. ἐνθένδε ἕωθεν πλεύσαντες σταδίους ἑξακοσίους ἐν Καλίμοισιν ὁρμίζονται. κώμη πρὸς τῷ αἰγιαλῷ, φοίνικες δὲ περὶ αὐτὴν ὀλίγοι πεφύκεσαν, καὶ βάλανοι ἐπ' αὐτοῖσι χλωραὶ ἐπῆσαν. καὶ νῆσος ὡς ἑκατὸν σταδίους ἀπὸ τοῦ αἰγιαλοῦ ἀπέχουσα, Καρνίνη ὄνομα.
[7] ἐνταῦθα ξένια Νεάρχῳ προσφέρουσιν οἱ κωμῆται πρόβατα καὶ ἰχθύας· καὶ τῶν προβάτων τὰ κρέα λέγει ὅτι ἦν ἰχθυώδεα, ἴσα τοῖς τῶν ὀρνίθων τῶν πελαγίων, ὅτι καὶ αὐτὰ ἰχθύων σιτέεται· πόα γὰρ οὐκ ἔνι ἐν τῇ χώρῃ. [8] ἀλλὰ τῇ ὑστεραίῃ πλεύσαντες ἐς σταδίους διακοσίους ὁρμίζονται πρὸς αἰγιαλῷ καὶ κώμῃ ἀπὸ θαλάσσης ἐς σταδίους τριάκοντα ἀπεχούσῃ· ἡ μὲν κώμη Κύσα ἐκαλέετο, [9] Καρβὶς δὲ τῷ αἰγιαλῷ ὄνομα ἦν. ἐνταῦθα πλοίοις ἐπιτυγχάνουσι σμικροῖσιν, οἷα ἁλιέων εἶναι πλοῖα οὐκ εὐδαιμόνων· αὐτοὺς δὲ οὐ καταλαμβάνουσιν, ἀλλ' ἔφυγον γὰρ καθορμιζομένας κατιδόντες τὰς νέας. σῖτός τε αὐτόθι οὐκ ἐνῆν, καὶ ἐπιλελοίπει τὴν στρατιὴν ὁ πολλός· ἀλλὰ αἶγας ἐμβαλόμενοι ἐς τὰς νέας, οὕτω δὴ [10] ἀπέπλεον. καὶ περιπλώσαντες ἄκρην ὑψηλὴν ὅσον πεντήκοντα καὶ ἑκατὸν σταδίους ἀνέχουσαν ἐς τὸν πόντον, κατάγονται ἐν λιμένι ἀκλύστῳ. καὶ ὕδωρ αὐτόθι ἦν, καὶ ἁλιέες ᾤκεον· Μόσαρνα ὄνομα ἦν τῷ λιμένι.
[27]
[1] ἐνθένδε καὶ ἡγεμὼν τοῦ πλόου λέγει Νέαρχος ὅτι συνέπλωσεν αὐτοῖσιν, Ὑδράκης ὄνομα, Γαδρώσιος· ὑπέστη δὲ Ὑδράκης καταστήσειν αὐτοὺς μέχρι Καρμανίης. τὸ δὲ ἀπὸ τοῦδε οὐκέτι χαλεπὰ ἦν, ἀλλὰ μᾶλλόν [2] τι†ὀνομαζόμενα, ἔστε ἐπὶ τὸν κόλπον τὸν Περσικόν. ἐκ δὲ Μοσάρνων νυκτὸς ἐπάραντες πλώουσι σταδίους ἑπτακοσίους καὶ πεντήκοντα ἐς Βάλωμον αἰγιαλόν· ἐνθένδε ἐς Βάρνα κώμην σταδίους τετρακοσίους, ἵνα φοίνικές τε πολλοὶ ἐνῆσαν καὶ κῆπος, καὶ ἐν τῷ κήπῳ μύρριναι ἐπεφύκεσαν καὶ ἄλλα ἄνθεα, ἀφ' ὅτων στεφανώματα τοῖσι κωμήτῃσιν ἐπλέκοντο· ἐνταῦθα πρῶτον δένδρεά τε εἶδον ἥμερα, καὶ ἀνθρώπους οὐ πάντη θηριώδεας ἐποικέοντας.
[3] ἐνθένδε ἐς διακοσίους σταδίους περιπλώσαντες καταίρουσιν ἐς Δενδρόβοσα, καὶ αἱ νέες ἐπ' ἀγκυρέων ἐσάλευσαν.
[4] ἐνθένδε ἀμφὶ μέσας νύκτας ἄραντες ἐς Κώφαντα λιμένα ἀπίκοντο, τετρακοσίους μάλιστα σταδίους διεκπλώσαντες· [5] ἐνταῦθα ἁλιέες τε ᾤκεον, καὶ πλοῖα αὐτοῖσιν ἦν μικρὰ καὶ πονηρά· καὶ ταῖς κώπαις οὐ κατὰ σκαλμὸν ἤρεσσον ὡς ὁ Ἑλλήνων νόμος, ἀλλ' ὥσπερ ἐν†ποταμῷ τὸ ὕδωρ ἐπιβάλλοντες ἔνθεν καὶ ἔνθεν, κατάπερ οἱ σκάπτοντες τὴν γῆν. ὕδωρ δὲ πολύ τε ἦν ἐν τῷ λιμένι καὶ [6] καθαρόν. περὶ δὲ πρώτην φυλακὴν ἄραντες καταίρουσιν ἐς Κύιζα, ἐς ὀκτακοσίους σταδίους διεκπλώσαντες, ἵνα αἰγιαλός τε ἔρημος ἦν καὶ ῥαχίη. αὐτόθι ὦν ἐπ' ἀγκυρέων [7] ὥρμεον, κατὰ ναῦν τε ἐδειπνοποιέοντο. ἐνθένδε διεκπλώσαντες σταδίους πεντακοσίους ἀπίκοντο ἔς τινα πόλιν μικρήν, οἰκεομένην ἐπὶ γηλόφου οὐ πόρρω τοῦ [8] αἰγιαλοῦ. καὶ Νέαρχος ἐπιφρασθεὶς ὅτι σπείρεσθαι τὴν χώρην εἰκός, λέγει πρὸς Ἀρχίην, ὃς ἦν Ἀναξιδότου μὲν παῖς, Πελλαῖος, συνέπλει δὲ Νεάρχῳ, τῶν ἐν αἴνῃ ὢν Μακεδόνων ‑ πρὸς τοῦτον λέγει ὅτι καταληπτέον σφίσιν [9] εἴη τὸ χωρίον· ἑκόντας τε γὰρ οὐκ ἂν οἴεσθαι δοῦναι τῇ στρατιῇ σιτία, βίῃ τε οὐχ οἷόν τε εἶναι ἐξαιρέειν, πολιορκίης δὲ καὶ τριβῆς δεήσειν, σφᾶς δὲ ἐπιλελοιπέναι τὰ σιτία. ὅτι δὲ ἡ γῆ σιτοφόρος, τῇ καλάμῃ τεκμηριοῦσθαι, ἥντινα οὐ πόρρω τοῦ αἰγιαλοῦ ἀφεώρων βαθέην.
[10] ταῦτα ἐπεί σφισιν ἐδόκεε, τὰς μὲν ἄλλας νέας κελεύει παραρτέεσθαι ὡς ἐς πλόον, καὶ ὁ Ἀρχίης αὐτῷ ἐξήρτυε τὰ ἐς τὸν πλόον· αὐτὸς δὲ ὑπολειφθεὶς μετὰ μιῆς νεὼς ἐπὶ θέαν δῆθεν τῆς πόλιος ᾔει.
[28]
[1] προσάγοντι δὲ αὐτῷ πρὸς τὰ τείχεα φιλίως ξένια ἔφερον ἐκ τῆς πόλιος θύννους τε ἐν κριβάνοισιν ὀπτούς ‑ οὗτοι γὰρ ἔσχατοι τῶν Ἰχθυοφάγων οἰκέοντες πρῶτοι ἐν αὐτοῖσιν ὤφθησαν οὐκ ὠμοφαγέοντες ‑ καὶ πέμματα [2] ὀλίγα καὶ βαλάνους τῶν φοινίκων. ὃ δὲ ταῦτα μὲν ἀσμένως δέκεσθαι ἔφη, ἐθέλειν δὲ θεήσασθαι τὴν πόλιν· [3] οἳ δὲ εἴων παρελθεῖν. ὡς δὲ εἴσω πυλῶν παρῆλθε, δύο μὲν τῶν τοξοτῶν κατέχειν κελεύει τὴν πυλίδα, αὐτὸς δὲ μετὰ δύο ἄλλων καὶ τοῦ ἑρμηνέως ἐπὶ τὸ τεῖχος τὸ ταύτῃ ἀνελθὼν ἐσήμηνε τοῖς ἀμφὶ τὸν Ἀρχίην ὅπως συνέκειτο. συνέκειτο γὰρ τὸν μὲν σημῆναι, τὸν δὲ συμβαλόντα ποιέειν [4] τὸ τεταγμένον. ἰδόντες δὲ τὸ σημήιον οἱ Μακεδόνες ἐπώκελλόν τε κατὰ τάχος τὰς νέας καὶ ἐξεπήδων σπουδῇ ἐς τὴν θάλασσαν, οἱ δὲ βάρβαροι ἐκπλαγέντες τοῖς γινομένοις [5] ἐπὶ τὰ ὅπλα ἔθεον. ὁ δὲ ἑρμηνεὺς ὁ σὺν Νεάρχῳ ἐκήρυσσε σῖτον διδόναι τῇ στρατιῇ, εἰ σώαν ἐθέλουσιν ἔχειν τὴν πόλιν· οἳ δὲ ἠρνοῦντο εἶναι σφίσι, καὶ ἅμα προσέβαλλον τῷ τείχει. ἀλλὰ ἀνέστελλον αὐτοὺς οἱ τοξόται οἱ ἀμφὶ τὸν Νέαρχον, ἐξ ὑπερδεξίου τοξεύοντες.
[6] ὡς δὲ ἔμαθον ἐχομένην τε ἤδη καὶ ὅσον οὔπω ἀνδραποδισθησομένην σφίσι τὴν πόλιν, τότε δὲ δὴ ἐδέοντο τοῦ Νεάρχου τὸν μὲν σῖτον ὅσπερ ἦν αὐτοῖσι λαβόντα [7] ἀπάγειν, τὴν πόλιν δὲ μὴ διαφθεῖραι. Νέαρχος δὲ τὸν μὲν Ἀρχίην κελεύει καταλαβεῖν τὰς πύλας καὶ τὸ κατ' αὐτὰς τεῖχος, αὐτὸς δὲ συμπέμπει τοὺς κατοψομένους τὸν [8] σῖτον εἰ ἀδόλως δεικνύουσιν. οἳ δὲ τὸ μὲν ἀπὸ τῶν ἰχθύων τῶν ὀπτῶν ἀληλεσμένον ἄλευρον πολὺ ἐδείκνυσαν, πυροὺς δὲ καὶ κριθὰς ὀλίγας· καὶ γὰρ καὶ ἐτύγχανον σίτῳ μὲν τῷ ἀπὸ τῶν ἰχθύων, τοῖσι δὲ ἄρτοισιν [9] ὅσα ὄψῳ διαχρεόμενοι. ὡς δὲ τὰ ὄντα ἐπεδείκνυον, οὕτω δὴ ἐκ τῶν παρόντων ἐπισιτισάμενοι ἀνήγοντο, καὶ ὁρμίζονται πρὸς ἄκρην, ἥντινα οἱ ἐπιχώριοι ἱρὴν Ἡλίου ἦγον· οὔνομα τῇ ἄκρῃ Βάγεια.
[29]
[1] ἐνθένδε ἀμφὶ μέσας νύκτας ἄραντες διεκπλώουσι σταδίους ἐς χιλίους ἐς Τάλμενα λιμένα εὔορμον. ἐνθένδε ἐς Κανασίδα πόλιν ἐρήμην σταδίους ἐς τετρακοσίους, ἵνα τινὶ φρέατι ὀρυκτῷ ἐπιτυγχάνουσι, καὶ φοίνικες ἄγριοι ἐπεφύκεσαν. τούτων τοὺς ἐγκεφάλους κόπτοντες [2] ἐσιτέοντο· σῖτος γὰρ ἐπελελοίπει τὴν στρατιήν. καὶ κακῶς ἤδη ὑπὸ λιμοῦ ἔχοντες ἔπλεον τήν τε ἡμέρην καὶ [3] τὴν νύκτα, καὶ ὁρμίζονται πρὸς αἰγιαλῷ ἐρήμῳ. Νέαρχος δὲ καταδείσας μὴ ἄρα ἐς τὴν γῆν ἐκβάντες ἀπολίποιεν τὰς νέας ὑπὸ ἀθυμίης, ἐπὶ τῷδε μετεώρους ἔσχε [4] τὰς νέας ἐπ' ἀγκυρέων. ἐνθένδε ἀναχθέντες ἐς Κανάτην ὁρμίζονται, σταδίους ὡς ἑπτακοσίους καὶ πεντήκοντα διεκπλώσαντες. ἔστι δὲ καὶ αἰγιαλὸς ἐνταῦθα καὶ διώρυχες [5] βραχεῖαι. ἐνθένδε σταδίους ὀκτακοσίους πλώσαντες ἐν Ταοῖσιν ὁρμίζονται, κῶμαι δὲ μικραὶ καὶ πονηραὶ ἐπῆσαν. καὶ οἱ μὲν ἄνθρωποι ἐκλείπουσι τὰ οἰκία, αὐτοὶ δὲ σίτῳ τινὶ ὀλίγῳ ἐπιτυγχάνουσι, καὶ βαλάνοις ἐκ φοινίκων. καὶ καμήλους ἑπτὰ ὅσαι ἐγκατελήφθησαν κατακόψαντες, [6] ἀπὸ τούτων τὰ κρέα ἐσιτέοντο. ὑπὸ δὲ τὴν ἕω ἀναχθέντες σταδίους τριακοσίους πλώουσι, καὶ καθορμίζονται ἐς Δαγάσειρα· ἔνθα νομάδες τινὲς ἄνθρωποι [7] ᾤκεον. ἐνθένδε ἄραντες τήν τε νύκτα καὶ τὴν ἡμέρην οὐδέν τι ἐλινύοντες ἔπλεον, ἀλλὰ διελθόντες γὰρ σταδίους χιλίους τε καὶ ἑκατὸν ἐξέπλωσαν τὸ ἔθνος τῶν Ἰχθυοφάγων, πολλὰ κακὰ ταύτῃ παθόντες ἀπορίῃ τῶν ἀναγκαίων.
[8] ὁρμίζονται δὲ οὐ πρὸς τῇ γῇ ‑ ῥηχίη γὰρ ἦν ἐπὶ πολλὸν ἀνέχουσα ‑ , ἀλλὰ μετέωροι ἐπ' ἀγκυρέων· μῆκος τοῦ παράπλου τῶν Ἰχθυοφάγων τῆς χώρης ὀλίγῳ πλεῦνες στάδιοι μύριοι.
[9] οὗτοι οἱ Ἰχθυοφάγοι σιτέονται, κατ' ὅ τι περ καὶ κληίζονται, ἰχθύας, ὀλίγοι μὲν αὐτῶν ἁλιεύοντες τοὺς ἰχθύας ‑ ὀλίγοισι γὰρ καὶ πλοῖα ἐπὶ τῷδε πεποίηται καὶ τέχνη ἐξεύρηται ἐπὶ τῇ θήρῃ τῶν ἰχθύων ‑ , τὸ [10] πολὺ δὲ ἡ ἀνάπωτις αὐτοῖσι παρέχει. οἳ δὲ δίκτυα ἐπὶ τῷδε πεποίηνται, μέγαθος καὶ ἐς δύο σταδίους τὰ πολλὰ αὐτῶν. πλέκουσι δὲ αὐτὰ ἐκ τοῦ φλοιοῦ τῶν φοινίκων, [11] στρέφοντες τὸν φλοιὸν ὥσπερ λίνον. ἐπεὰν δὲ ἡ θάλασσα ὑπονοστήσῃ καὶ γῆ ὑπολειφθῇ, ἵνα μὲν ξηρὴ ἡ γῆ ὑπολείπεται, ἐρήμη τὸ πολύ ἐστιν ἰχθύων· ἔνθα δὲ βαθέα ἐστίν, ὑπολείπεταί τι τοῦ ὕδατος καὶ ἐν τῷδε κάρτα πολλοὶ ἰχθύες, οἱ μὲν πολλοὶ σμικροὶ αὐτῶν, οἳ δὲ καὶ μέζονες· τούτοις περιβάλλοντες τὰ δίκτυα αἱρέουσι.
[12] σιτέονται δὲ ὠμοὺς μέν, ὅπως ἀνειρύουσιν ἐκ τοῦ ὕδατος, τοὺς ἁπαλωτάτους αὐτῶν· τοὺς δὲ μέζονάς τε καὶ σκληροτέρους ὑπὸ ἡλίῳ αὐαίνοντες, εὖτ' ἂν ἀφαυανθῶσι, καταλοῦντες ἄλευρα ἀπ' αὐτῶν ποιέονται καὶ ἄρτους, οἳ δὲ μάζας ἐκ τούτων τῶν ἀλεύρων πέσσουσι.
[13] καὶ τὰ βοσκήματα αὐτοῖσι τοὺς ἰχθύας ξηροὺς σιτέονται· ἡ γὰρ χώρη ἔρημος λειμώνων οὐδὲ ποίην [14] φέρει. θηρεύουσι δὲ καὶ καράβους πολλαχῆ καὶ ὄστρεια καὶ τὰ κογχύλια· ἅλες δὲ αὐτόματοι γίνονται ἐν τῇ [15] χώρῃ· ἀπὸ τούτων ἔλαιον ποιέουσιν. οἳ μὲν δὴ αὐτῶν ἐρήμους τόπους οἰκέουσιν ἄδενδρόν τε τὴν χώρην καὶ ἄφορον καρπῶν ἡμέρων, τούτοισιν ἀπὸ τῶν ἰχθύων ἡ πᾶσα δίαιτα πεποίηται· ὀλίγοι δὲ αὐτῶν σπείρουσιν ὅσον τῆς χώρης, καὶ τούτῳ κατάπερ ὄψῳ χρῶνται πρὸς τοὺς [16] ἰχθύας· ὁ γὰρ σῖτος αὐτοῖσίν εἰσιν οἱ ἰχθύες. οἰκία δὲ πεποίηνται οἱ μὲν εὐδαιμονέστατοι αὐτῶν ὅσα κήτεα ἐκβάλλει ἡ θάλασσα τούτων τὰ ὀστᾶ ἐπιλεγόμενοι ‹καὶ› τούτοισιν ἀντὶ ξύλων χρεόμενοι, καὶ θύρας τὰ ὀστέα ὅσα πλατέα αὐτῶν ἁλίσκεται ἀπὸ τούτων ποιέονται· τοῖσι δὲ πολλοῖς καὶ πενεστέροισιν ἀπὸ τῶν ἀκανθῶν τῶν ἰχθύων τὰ οἰκία ποιέεται.
[30]
[1] Κήτεα δὲ μεγάλα ἐν τῇ ἔξω θαλάσσῃ βόσκεται, καὶ [2] ἰχθύες πολὺ μέζονες ἢ ἐν τῇδε τῇ εἴσω. καὶ λέγει Νέαρχος, ὁπότε ἀπὸ Κυΐζων παρέπλεον, ὑπὸ τὴν ἕω ὀφθῆναι ὕδωρ ἄνω ἀναφυσώμενον τῆς θαλάσσης οἷά περ [3] ἐκ πρηστήρων βίᾳ ἀναφερόμενον, ἐκπλαγέντας δὲ σφᾶς πυνθάνεσθαι τῶν κατηγεομένων τοῦ πλόου ὅ τι εἴη καὶ ἀπ' ὅτου τὸ πάθημα· τοὺς δὲ ὑποκρίνασθαι ὅτι κήτεα ταῦτα φερόμενα κατὰ τὸν πόντον ἀναφυσᾷ ἐς τὸ ἄνω τὸ ὕδωρ. καὶ τοῖσι ναύτῃσιν ἐκπλαγεῖσιν ἐκ τῶν χειρῶν [4] τὰ ἐρετμὰ ἐκπεσεῖν, αὐτὸς δὲ ἐπιὼν παρακαλεῖν τε καὶ θαρσύνειν, καὶ κατ' οὕστινας παραπλέων ἐγένετο, ἐς μέτωπόν τε κελεῦσαι καταστῆσαι ὡς ἐπὶ ναυμαχίῃ τὰς νέας, καὶ ἐπαλαλάζοντας ὁμοῦ τῷ ῥοθίῳ πυκνήν τε καὶ [5] ξὺν κτύπῳ πολλῷ τὴν εἰρεσίην ποιέεσθαι. οὕτως ἀναθαρσήσαντας ὁμοῦ δὴ πλέειν ἀπὸ ξυνθήματος. ὡς δὲ ἐπέλαζον ἤδη τοῖσι θηρίοισιν, ἐνταῦθα αὐτοὺς μὲν ὅσον αἱ κεφαλαὶ αὐτοῖσιν ἐχώρεον ἐπαλαλάξαι, τὰς δὲ σάλπιγγας σημῆναι, καὶ τὸν κτύπον ἀπὸ τῆς εἰρεσίης ὡς [6] ἐπὶ μήκιστον κατασχεῖν. οὕτω δὴ ὁρώμενα ἤδη κατὰ τὰς πρῴρας τῶν νεῶν τὰ κήτεα ἐς βυθὸν δῦναι ἐκπλαγέντα, καὶ οὐ πολλῷ ὕστερον κατὰ τὰς πρύμνας ἀναδύντα ἀνασχεῖν καὶ τῆς θαλάσσης αὖθις ἀναφυσῆσαι ἐπὶ μέγα.
[7] ἔνθεν κρότον τε ἐπὶ τῇ παραλόγῳ σωτηρίᾳ γενέσθαι τῶν ναυτέων, καὶ αἶνον ἐς τὸν Νέαρχον τῆς τε τόλμης [8] καὶ τῆς σοφίης. τούτων μετεξέτερα τῶν κητέων ἐποκέλλειν πολλαχοῦ τῆς χώρης, ἐπειδὰν ἀνάπωτις κατάσχῃ, ἐν τοῖσι βράχεσιν ἐχόμενα, τὰ δὲ καὶ ὑπὸ χειμώνων σκληρῶν ἐς τὴν χέρσον ἐξωθέεσθαι, καὶ οὕτω δὴ καὐτὰ σηπόμενα ἀπόλλυσθαί τε καὶ τὰς σάρκας αὐτοῖσι περιρρεούσας ὑπολείπειν τὰ ὀστέα χρῆσθαι τοῖσιν ἀνθρώποισιν [9] ἐς τὰ οἰκία. εἶναι ὦν τὰ μὲν ἐν τῇσι πλευρῇσιν αὐτῶν ὀστέα δοκοὺς τοῖσιν οἰκήμασιν ὅσα μεγάλα, τὰ δὲ μικρότερα στρωτῆρας· τὰ δὲ ἐν τῇσι σιαγόσι, ταῦτα δὲ εἶναι τὰ θύρετρα, οἷα δὴ πολλῶν καὶ εἰς εἴκοσι καὶ πέντε ὀργυιὰς ἀνηκόντων τὸ μέγεθος.
[31]
[1] εὖτε δὲ παρέπλεον τὴν χώρην τῶν Ἰχθυοφάγων, λόγον ἀκούουσι περὶ νήσου τινός, ἣ κεῖται μὲν ἀπέχουσα τῆς ταύτῃ ἠπείρου σταδίους ἐς ἑκατόν, ἐρήμη δέ ἐστιν οἰκητόρων.
[2] ταύτην ἱρὴν Ἡλίου ἔλεγον εἶναι οἱ ἐπιχώριοι καὶ Νόσαλα καλέεσθαι, οὐδέ τινα ἀνθρώπων καταίρειν ἐθέλειν ἐς αὐτήν· ὅστις δ' ἂν ἀπειρίῃ προσχῇ, γίνεσθαι [3] ἀφανέα. ἀλλὰ λέγει Νέαρχος κέρκουρόν σφι ἕνα πλήρωμα ἔχοντα Αἰγυπτίων οὐ πόρρω τῆς νήσου ταύτης γενέσθαι ἀφανέα, καὶ ὑπὲρ τούτου τοὺς ἡγεμόνας τοῦ πλόου ἰσχυρίζεσθαι ὅτι ἄρα κατάραντες ὑπ' ἀγνοίης εἰς [4] τὴν νῆσον γένοιντο ἀφανέες. Νέαρχος δὲ πέμπει κύκλῳ περὶ τὴν νῆσον τριηκόντορον, κελεύσας μὴ κατασχεῖν μὲν ἐς τὴν νῆσον, ἐμβοᾶν δὲ τοῖς ἀνθρώποις ὡς μάλιστα ἐν χρῷ παραπλέοντας, καὶ τὸν κυβερνήτην ὀνομάζοντας καὶ [5] ὅτου ἄλλου οὐκ ἀφανὲς τὸ οὔνομα. ὡς δὲ οὐδένα ὑπακούειν, τότε δὲ αὐτὸς λέγει πλεῦσαι ἐς τὴν νῆσον καὶ κατασχεῖν δὴ προσαναγκάσαι τοὺς ναύτας οὐκ ἐθέλοντας, καὶ ἐκβῆναι αὐτὸς καὶ ἐλέγξαι κενὸν μῦθον ἐόντα [6] τὸν περὶ τῆς νήσου λόγον. ἀκοῦσαι δὲ καὶ ἄλλον λόγον ὑπὲρ τῆς νήσου ταύτης λεγόμενον, οἰκῆσαι τὴν νῆσον ταύτην μίαν τῶν Νηρηίδων· τὸ δὲ οὔνομα οὐ λέγεσθαι τῆς Νηρηίδος. ταύτῃ δὲ ὅστις πελάσειε τῇ νήσῳ, τούτῳ συγγίνεσθαι μέν, ἰχθὺν δὲ αὐτὸν ἐξ ἀνθρώπου ποιέουσαν [7] ἐμβάλλειν ἐς τὸν πόντον. Ἥλιον δὲ ἀχθεσθέντα τῇ Νηρηίδι κελεύειν μετοικίζεσθαι αὐτὴν ἐκ τῆς νήσου· τὴν δὲ ὁμολογεῖν μὲν ὅτι ἐξοικισθήσεται, δεῖσθαι δέ οἱ τὸ πάθημα ‹παυθῆναι›. καὶ τὸν Ἥλιον ὑποδέξασθαι, [8] τοὺς δὲ δὴ ἀνθρώπους οὕστινας [ἂν] ἰχθύας ἐξ ἀνθρώπων πεποιήκει κατελεήσαντα ἀνθρώπους αὖθις ἐξ ἰχθύων ποιῆσαι, καὶ ἀπὸ τούτων τῶν Ἰχθυοφάγων τὸ γένος καὶ [9] εἰς Ἀλέξανδρον κατελθεῖν. καὶ ταῦτα ὅτι ψεύδεα ἐξελέγχει Νέαρχος, οὐκ ἐπαινῶ αὐτὸν ἔγωγε τῆς σχολῆς τε καὶ σοφίης, οὔτε κάρτα χαλεπὰ ἐξελεγχθῆναι ἐόντα, ταλαίπωρόν τε ὂν γιγνώσκων τοὺς παλαιοὺς λόγους ἐπιλεγόμενον ἐξελέγχειν ὄντας ψευδέας.
[32]
[1] ὑπὲρ τοὺς Ἰχθυοφάγους Γαδρώσιοι ἐς τὸ ἄνω οἰκέουσι γῆν πονηρὴν καὶ ψαμμώδεα, ἔνθεν καὶ τὰ πολλὰ κακὰ ἡ στρατιή τε Ἀλεξάνδρῳ ἔπαθεν καὶ αὐτὸς Ἀλέξανδρος, [2] ὥς μοι ἤδη ἐν τῷ ἄλλῳ λόγῳ ἀπήγηται. ὡς δὲ ἐς τὴν Καρμανίην ἀπὸ τῶν Ἰχθυοφάγων κατῆρεν ὁ στρατός, ἐνταῦθα ἵνα πρῶτον τῆς Καρμανίης ὡρμίσαντο, ἐπ' ἀγκυρέων ἐσάλευσαν, ὅτι ῥηχίη παρετέτατο ἐς τὸ πέλαγος [3] τρηχείη. ἐνθένδε οὐκέτι ὡσαύτως πρὸς ἡλίου δυομένου ἔπλωον, ἀλλὰ τὸ μεταξὺ δύσιός τε ἡλίου καὶ τῆς ἄρκτου [4] οὕτω μᾶλλόν τι αἱ πρῷραι αὐτοῖσιν ἐπεῖχον, καὶ οὕτω ἡ Καρμανίη τῶν Ἰχθυοφάγων τῆς γῆς καὶ τῶν Ὠρειτῶν εὐδενδροτέρη τε καὶ εὐκαρποτέρη ἐστὶ καὶ ποιώδης μᾶλλόν [5] τι καὶ ἔνυδρος. ὁρμίζονται δὲ ἐν Βάδει χώρῳ τῆς Καρμανίης οἰκουμένῳ, δένδρεά τε πολλὰ ἥμερα πεφυκότα ἔχοντι πλὴν ἐλαίης, καὶ ἀμπέλους ἀγαθάς, καὶ σιτοφόρῳ.
[6] ἐνθένδε ὁρμηθέντες καὶ διεκπλώσαντες σταδίους ὀκτακοσίους πρὸς αἰγιαλῷ ὁρμίζονται ἐρήμῳ, καὶ καθορῶσιν ἄκρην μακρὴν ἀνέχουσαν ἐπὶ πολλὸν ἐς τὸ πέλαγος· ἀπέχειν δὲ ἐφαίνετο ἡ ἄκρη πλόον ὡς ἡμέρης.
[7] καὶ οἱ τῶν χώρων ἐκείνων δαήμονες τῆς Ἀραβίης ἔλεγον τὴν ἀνίσχουσαν ταύτην ἄκρην, καλέεσθαι ‹δὲ› Μάκετα· ἔνθεν τὰ κιννάμωμά τε καὶ ἄλλα τοιουτότροπα ἐς [8] Ἀσσυρίους ἀγινέεσθαι. καὶ ἀπὸ τοῦ αἰγιαλοῦ τούτου, ἵναπερ ὁ στόλος ἐσάλευε, καὶ τῆς ἄκρης, ἥντινα καταντικρὺ ἀφεώρων ἀνέχουσαν ἐς τὸ πέλαγος, ὁ κόλπος ‑ ἐμοί τε δοκεῖ καὶ Νεάρχῳ ὡσαύτως ἐδόκεεν ‑ ἐς τὸ [9] εἴσω ἀναχεῖται, ὅπερ εἰκὸς ἡ Ἐρυθρὴ θάλασσα. ταύτην τὴν ἄκρην ὡς κατεῖδον, Ὀνησίκριτος μὲν ἐπέχοντας ἐπ' αὐτὴν πλέειν ἐκέλευεν, ὡς μὴ κατὰ τὸν κόλπον ἐλαστρέοντας [10] ταλαιπωρέεσθαι. Νέαρχος δὲ ὑποκρίνεται νήπιον εἶναι Ὀνησίκριτον, εἰ ἀγνοέει ἐπ' ὅτῳ ἐστάλη [11] πρὸς Ἀλεξάνδρου ὁ στόλος. οὐ γὰρ ὅτι ἀπορίη ἦν πεζῇ διασωθῆναι πάντα αὐτῷ τὸν στρατόν, ἐπὶ τῷδε ἄρα ἐκπέμψαι τὰς νέας, ἀλλὰ ἐθέλοντα αἰγιαλούς τε τοὺς κατὰ τὸν παράπλουν κατασκέψασθαι καὶ ὅρμους καὶ νησῖδας, καὶ ὅστις κόλπος ἐσέχοι ἐκπεριπλῶσαι τοῦτον, καὶ πόλιας ὅσαι ἐπιθαλάσσιαι, καὶ εἴ τις ἔγκαρπος γῆ καὶ εἴ [12] τις ἐρήμη. σφᾶς ὦν οὐ χρῆναι ἀφανίσαι τὸ ἔργον, πρὸς τέρματι ἤδη ἐόντας τῶν πόνων, ἄλλως τε οὐδὲ ἀπόρως ἔτι τῶν ἀναγκαίων ἐν τῷ παράπλῳ ἔχοντας. δεδιέναι τε, ὅτι ἡ ἄκρη ἐς μεσημβρίην ἀνέχει, μὴ ἐρήμῳ τε τῇ [13] ταύτῃ γῇ καὶ ἀνύδρῳ καὶ φλογώδει ἐγκύρσειαν. ταῦτα ἐνίκα, καί μοι δοκέει περιφανέως σῶσαι τὴν στρατιὴν τῇδε τῇ βουλῇ Νέαρχος· τὴν γὰρ δὴ ἄκρην ἐκείνην καὶ τὴν πρὸς αὐτῇ χώρην πᾶσαν ἐρήμην τε εἶναι λόγος κατέχει καὶ ὕδατος ἀπορίῃ ἔχεσθαι.
[33]
[1] ἀλλὰ ἔπλωον γὰρ ἀπὸ τοῦ αἰγιαλοῦ ἄραντες τῇ γῇ προσεχέες, καὶ πλώσαντες σταδίους ὡς ἑπτακοσίους ἐν ἄλλῳ αἰγιαλῷ ὡρμίσαντο· Νεόπτανα ὄνομα τῷ αἰγιαλῷ.
[2] καὶ αὖθις ὑπὸ τὴν ἕω ἀνήγοντο, καὶ πλεύσαντες σταδίους ἑκατὸν ὁρμίζονται κατὰ ποταμὸν Ἄναμιν· ὁ δὲ χῶρος Ἁρμόζεια ἐκαλέετο. δαψιλέα δὲ ἤδη καὶ πάμφορα [3] ‹τὰ› ταύτῃ ἦν, πλὴν ἐλαῖαι οὐ πεφύκεσαν. ἐνταῦθα ἐκβαίνουσί τε ἐκ τῶν νεῶν καὶ ἀπὸ τῶν πολλῶν πόνων ἄσμενοι ἀνεπαύοντο, μεμνημένοι ὅσα κακὰ κατὰ τὴν θάλασσαν πεπονθότες ἦσαν καὶ πρὸς τῇ γῇ τῶν Ἰχθυοφάγων, τήν τε ἐρημίην τῆς χώρης καὶ τοὺς ἀνθρώπους ὅπως θηριώδεες καὶ τὰς σφῶν ἀπορίας ἐπιλεγόμενοι.
[4] καί τινες αὐτῶν ἀπὸ θαλάσσης ἐς τὸ πρόσω ἀνῆλθον, ἀποσκεδασθέντες τῆς στρατιῆς κατὰ ζήτησιν ἄλλος ἄλλου. [5] ἐνταῦθα ἄνθρωπός σφισιν ὤφθη χλαμύδα τε φορῶν Ἑλληνικὴν καὶ τὰ ἄλλα ὡς Ἕλλην ἐσκευασμένος, καὶ φωνὴν Ἑλλάδα ἐφώνεε. τοῦτον οἱ πρῶτοι ἰδόντες δακρῦσαι ἔλεγον· οὕτω τι παράλογόν σφισι φανῆναι ἐκ τῶν τοσῶνδε κακῶν Ἕλληνα μὲν ἄνθρωπον ἰδεῖν, Ἑλλάδος [6] δὲ φωνῆς ἀκοῦσαι. ἐπηρώτων τε ὁπόθεν ἥκοι καὶ ὅστις ὤν· ὃ δὲ ἀπὸ τοῦ στρατοπέδου τοῦ Ἀλεξάνδρου ἀποσκεδασθῆναι ἔλεγε, καὶ εἶναι οὐ πόρρω τὸ στρατόπεδον [7] καὶ αὐτὸν Ἀλέξανδρον. τοῦτον τὸν ἄνθρωπον βοῶντές τε καὶ κροτέοντες ἀνάγουσι παρὰ τὸν Νέαρχον· καὶ Νεάρχῳ πάντα ἔφρασε, καὶ ὅτι πέντε ἡμερέων ὁδὸν ἀπέχει τὸ στρατόπεδον καὶ ὁ βασιλεὺς ἀπὸ τῆς θαλάσσης.
[8] τόν τε ὕπαρχον τῆς χώρης ταύτης δείξειν ἔφη Νεάρχῳ, καὶ ἔδειξε· καὶ μετὰ τούτου Νέαρχος γνώμην [9] ποιέεται, ὅπως ἀναβήσεται πρὸς βασιλέα. τότε μὲν δὴ ἐπὶ τὰς νέας ἀπῆλθον· ὑπὸ δὲ τὴν ἕω τὰς νέας ἐνεώλκεεν, ἐπισκευῆς τε εἵνεκα, ὅσαι αὐτῶν κατὰ τὸν πλοῦν πεπονήκεσαν, καὶ ἅμα ὅτι ἐν τῷ χώρῳ τούτῳ ὑπολείπεσθαί [10] οἱ ἐδόκεε τὸν πολλὸν στρατόν. χάρακά τε ὦν περιβάλλεται διπλοῦν περὶ τῷ ναυστάθμῳ, καὶ τεῖχος γήϊνον καὶ τάφρον βαθείην, ἀπὸ τοῦ ποταμοῦ τῆς ὄχθης ἀρξάμενος ἔστε ἐπὶ τὸν αἰγιαλόν, ἵνα αἱ νέες αὐτῷ ἀνειρυσμέναι ἦσαν.
[34]
[1] ἐν ᾧ δὲ ὁ Νέαρχος ταῦτα ἐκόσμεε, τῆς χώρης ὁ ὕπαρχος πεπυσμένος ὅπως ἐν μεγάλῃ φροντίδι ἔχοι Ἀλέξανδρος τὰ ἀμφὶ τὸν στόλον τοῦτον, μέγα δή τι ἀγαθὸν ἐξ Ἀλεξάνδρου ἂν ἔγνω πείσεσθαι, εἰ πρῶτός οἱ ἀπαγγείλειε τοῦ στρατοῦ τὴν σωτηρίην καὶ τὸν Νέαρχον ὅτι οὐ [2] πολλῷ ὕστερον ἀφίξεται ἐς ὄψιν τὴν βασιλέος. οὕτω δὴ τὴν βραχυτάτην ἐλάσας ἀπαγγέλλει Ἀλεξάνδρῳ ὅτι Νέαρχος οὗτος προσάγει ἀπὸ τῶν νεῶν. τότε μὲν δὴ καίπερ ἀπιστέων τῷ λόγῳ Ἀλέξανδρος ἀλλὰ ἐχάρη γε [3] κατὰ τὸ εἰκὸς τῇ ἀγγελίῃ· ὡς δὲ ἡμέρη τε ἄλλη ἐξ ἄλλης ἐγίνετο, καὶ ξυντιθέντι αὐτῷ τῆς ἀγγελίης τὸν χρόνον [4] οὐκέτι πιστὰ τὰ ἐξηγγελμένα ἐφαίνετο, πεμπόμενοί τε ἄλλοι ἐπ' ἄλλοισιν ὡς ἐπὶ κομιδῇ τοῦ Νεάρχου οἳ μέν τινες ὀλίγον τῆς ὁδοῦ προελθόντες καὶ οὐδενὶ ἐγκύρσαντες κενοὶ ἐπανῄεσαν, οἳ δὲ καὶ πορρωτέρω ἐλθόντες καὶ διαμαρτόντες τῶν ἀμφὶ τὸν Νέαρχον οὐδὲ αὐτοὶ [5] ἐπανῄεσαν, ἐνταῦθα δὴ τὸν μὲν ἄνθρωπον ἐκεῖνον, ὡς κενά τε ἀγγείλαντα καὶ λυπηρότερά οἱ τὰ πρήγματα ποιήσαντα τῇ ματαίῃ εὐφροσύνῃ, συλλαβεῖν κελεύει Ἀλέξανδρος, αὐτὸς δὲ τῇ τε ὄψει καὶ τῇ γνώμῃ δῆλος [6] ἦν μεγάλῳ ἄχει βεβλημένος. ἐν τούτῳ δὲ τῶν τινες κατὰ ζήτησιν τοῦ Νεάρχου ἐσταλμένων ἵππους τε ἐπὶ κομιδῇ αὐτῶν καὶ ἀπήνας δὲ ἄγοντες ἐντυγχάνουσι κατὰ τὴν ὁδὸν αὐτῷ τε Νεάρχῳ καὶ τῷ Ἀρχίῃ καὶ πέντε ἢ ἓξ ἅμα [7] αὐτοῖσιν· μετὰ τοσούτων γὰρ ἀνῄει. καὶ ἐντυχόντες οὔτε αὐτὸν ἐγνώρισαν οὔτε τὸν Ἀρχίην ‑ οὕτω τοι κάρτα ἀλλοῖοι ἐφάνησαν, κομόωντές τε καὶ ῥυπόωντες καὶ μεστοὶ ἅλμης καὶ ῥικνοὶ τὰ σώματα καὶ ὠχροὶ ὑπὸ ἀγρυπνίης [8] τε καὶ τῆς ἄλλης ταλαιπωρίης ‑ ἀλλὰ ἐρομένοις γὰρ αὐτοῖς ἵναπερ εἴη Ἀλέξανδρος, ὑποκρινάμενοι τὸν [9] χῶρον οἳ δὲ παρήλαυνον. Ἀρχίης δὲ ἐπιφρασθεὶς λέγει πρὸς Νέαρχον "ὦ Νέαρχε, τούτους τοὺς ἀνθρώπους δι' ἐρημίας ἐλαύνειν τὴν αὐτὴν ἡμῖν ὁδὸν οὐκ ἐπ' ἄλλῳ τινὶ συντίθημι [ἢ] ὅτι μὴ κατὰ ζήτησιν τὴν ἡμετέρην ἀπεσταλμένους.
[10] ὅτι δὲ οὐ γιγνώσκουσιν ἡμέας, οὐκ ἐν θώματι ποιέομαι· οὕτω γάρ τι ἔχομεν κακῶς ὡς ἄγνωστοι εἶναι. φράσωμεν αὐτοῖσιν οἵτινές εἰμεν, καὶ αὐτοὺς [11] ἐρώμεθα καθότι ταύτῃ ἐλαύνουσιν." ἔδοξε τῷ Νεάρχῳ ἐναίσιμα λέγειν· καὶ ἤροντο ὅποι ἐλαύνουσιν· οἳ δὲ ὑποκρίνονται ὅτι κατὰ ζήτησιν Νεάρχου τε καὶ τοῦ στρατοῦ [12] τοῦ ναυτικοῦ. ὃ δέ "οὗτος" ἔφη "ἐγώ εἰμι Νέαρχος, καὶ Ἀρχίας οὗτος. ἀλλ' ἄγετε ἡμέας· ἡμεῖς δὲ τὰ ὑπὲρ τῆς στρατιῆς Ἀλεξάνδρῳ ἀπηγησόμεθα."
[35]
[1] ἀναλαβόντες ‹ὦν› αὐτοὺς ἐπὶ τὰς ἀπήνας ὀπίσω ἤλαυνον. καί τινες αὐτῶν τούτων ὑποφθάσαι ἐθελήσαντες τὴν ἀγγελίην, προδραμόντες λέγουσιν Ἀλεξάνδρῳ ὅτι "οὗτός τοι Νέαρχος, καὶ σὺν αὐτῷ Ἀρχίης καὶ πέντε ἄλλοι κομίζονται παρὰ σέ," ὑπὲρ δὲ τοῦ στρατοῦ παντὸς [2] οὐδὲν εἶχον ὑποκρίνασθαι. τοῦτο ἐκεῖνο συνθεὶς Ἀλέξανδρος, τοὺς μὲν παραλόγως ἀποσωθῆναι, τὴν στρατιὴν δὲ πᾶσαν διεφθάρθαι αὐτῷ, οὐ τοσόνδε τοῦ Νεάρχου τε καὶ τοῦ Ἀρχίου τῇ σωτηρίῃ ἔχαιρεν, ὅσον [3] ἐλύπει αὐτὸν ἀπολομένη ἡ στρατιὴ πᾶσα. οὔπω πάντα ταῦτα εἴρητο, καὶ ὁ Νέαρχός τε καὶ ὁ Ἀρχίης προσῆγον. τοὺς δὲ μόγις καὶ χαλεπῶς ἐπέγνω Ἀλέξανδρος, ὅτι τε κομόωντας καὶ κακῶς ἐσταλμένους καθεώρα, ταύτῃ μᾶλλόν τι βεβαιότερον αὐτῷ τὸ ἄχος ὑπὲρ τῆς [4] στρατιῆς τῆς ναυτικῆς ἐγίνετο. ὃ δὲ τὴν δεξιὰν τῷ Νεάρχῳ ἐμβαλὼν καὶ ἀπαγαγὼν μόνον αὐτὸν ἀπὸ τῶν ἑταίρων τε καὶ τῶν ὑπασπιστῶν, πολλὸν ἐπὶ χρόνον [5] ἐδάκρυεν· ὀψὲ δὲ ἀνενεγκὼν "ἀλλὰ ὅτι σύγε ἡμῖν ἐπανήκεις σῷος" ἔφη "καὶ Ἀρχίης οὗτος, ἔχοι ἂν ἔμοιγε ὡς ἐπὶ συμφορῇ τῇ ἁπάσῃ μετρίως· αἱ δέ τοι νέες καὶ ἡ [6] στρατιὴ κοίῳ τινὶ τρόπῳ διεφθάρησαν;" ὃ δὲ ὑπολαβών "ὦ βασιλεῦ," ἔφη "καὶ αἱ νέες τοι σῷαί εἰσι καὶ ὁ στρατός· ἡμεῖς δὲ οὗτοι ἄγγελοι τῆς σωτηρίας αὐτῶν [7] ἥκομεν." ἔτι μᾶλλον ἐδάκρυεν Ἀλέξανδρος, καθότι ἀνέλπιστός οἱ ἡ σωτηρίη τοῦ στρατοῦ ἐφαίνετο, καὶ ὅπου ὁρμέουσιν αἱ νέες ἀνηρώτα. ὃ δὲ "αὗται" ἔφη "ἐν τῷ στόματι τοῦ Ἀνάμιδος ποταμοῦ ἀνειρυσμέναι ἐπισκευάζονται."
[8] Ἀλέξανδρος δὲ τόν τε Δία τὸν Ἑλλήνων καὶ τὸν Ἄμμωνα τὸν Λιβύων ἐπόμνυσιν, ἦ μὴν μειζόνως ἐπὶ τῇδε τῇ ἀγγελίῃ χαίρειν ἢ ὅτι τὴν Ἀσίην πᾶσαν ἐκτημένος ἔρχεται. καὶ γὰρ καὶ τὸ ἄχος οἱ ἐπὶ τῇ ἀπωλείῃ τῆς στρατιῆς ἀντίρροπον γενέσθαι τῇ ἄλλῃ πάσῃ εὐτυχίῃ.
[36]
[1] ὁ δὲ ὕπαρχος τῆς χώρης, ὅντινα συνειλήφει Ἀλέξανδρος ἐπὶ τῆς ἀγγελίης τῇ ματαιότητι, παρόντα κατιδὼν [2] τὸν Νέαρχον, πίπτει τε αὐτῷ πρὸς τὰ γόνατα, καὶ "οὗτός τοι" ἔφη "ἐγώ εἰμι, ὃς ἀπήγγειλα Ἀλεξάνδρῳ ὅτι σῷοι ἥκετε· ὁρᾷς ὅπως διάκειμαι." οὕτω δὴ δεῖται Ἀλεξάνδρου Νέαρχος ἀφεῖναι τὸν ἄνδρα, καὶ ἀφίεται.
[3] Ἀλέξανδρος δὲ σωτήρια τοῦ στρατοῦ ἔθυε Διὶ Σωτῆρι καὶ Ἡρακλεῖ καὶ Ἀπόλλωνι Ἀλεξικάκῳ καὶ Ποσειδῶνί τε καὶ ὅσοι ἄλλοι θαλάσσιοι θεοί, καὶ ἀγῶνα ἐποίεε γυμνικόν τε καὶ μουσικόν, καὶ πομπὴν ἔπεμπε· καὶ Νέαρχος ἐν πρώτοισιν ἐπόμπευε ταινίῃσί τε καὶ ἄνθεσι [4] πρὸς τῆς στρατιῆς βαλλόμενος. ὡς δὲ ταῦτά οἱ τέλος εἶχε, λέγει πρὸς Νέαρχον "ἐγώ σε, ὦ Νέαρχε, οὐκέτι θέλω τὸ πρόσω οὔτ' οὖν κινδυνεύειν οὔτε ταλαιπωρέεσθαι, ἀλλὰ ἄλλος γὰρ τοῦ ναυτικοῦ ἐξηγήσεται τὸ ἀπὸ [5] τοῦδε ἔστε καταστῆσαι αὐτὸ ἐς Σοῦσα." Νέαρχος δὲ ὑπολαβὼν λέγει "ὦ βασιλεῦ, ἐγὼ μέν τοι πάντα πείθεσθαι ἐθέλω τε καὶ ἀναγκαίη μοί ἐστιν. ἀλλὰ εἰ δή τι καὶ σὺ ἐμοὶ χαρίζεσθαι ἐθέλοις, μὴ ποιήσῃς ὧδε, ἀλλά με ἔασον ἐξηγήσασθαι ἐς ἅπαν τοῦ στρατοῦ, ἔστε σοι [6] σῴας καταστήσω ἐς Σοῦσα τὰς νέας, μηδὲ τὰ μὲν χαλεπὰ αὐτοῦ τε καὶ ἄπορα ἐμοὶ ἐπιτετραμμένα ἐκ σοῦ ἔστω, τὰ δὲ εὐπετέα τε καὶ κλέους ἤδη ἑτοίμου ἐχόμενα, [7] ταῦτα δὲ ἀφαιρεθέντα ἄλλῳ ἐς χεῖρας διδόσθω." ἔτι λέγοντα παύει αὐτὸν Ἀλέξανδρος, καὶ χάριν προσωμολόγει εἰδέναι. οὕτω δὴ καταπέμπει αὐτόν, στρατιὴν δοὺς [8] ἐς παραπομπὴν ὡς διὰ φιλίας ἰόντι ὀλίγην. τῷ δὲ οὐδὲ τὰ τῆς ὁδοῦ τῆς ἐπὶ θάλασσαν ἔξω πόνου ἐγένετο, ἀλλὰ συλλελεγμένοι γὰρ οἱ κύκλῳ βάρβαροι τὰ ἐρυμνὰ τῆς χώρης τῆς Καρμανίης κατεῖχον, ὅτι καὶ ὁ σατράπης αὐτοῖσι τετελευτήκει κατὰ πρόσταξιν Ἀλεξάνδρου, ὁ δὲ νεωστὶ καθεστηκὼς Τληπόλεμος οὔπω βέβαιον τὸ κράτος [9] εἶχε. καὶ δὶς ὦν καὶ τρὶς τῇ αὐτῇ ἡμέρῃ ἄλλοισι καὶ ἄλλοισι τῶν βαρβάρων ἐπιφαινομένοισιν ἐς χεῖρας ᾔεσαν, καὶ οὕτως οὐδέν τι ἐλινύσαντες μόλις καὶ χαλεπῶς ἐπὶ θάλασσαν ἀπεσώθησαν. ἐνταῦθα θύει Νέαρχος Διὶ Σωτῆρι καὶ ἀγῶνα ποιεῖ γυμνικόν.
[37]
[1] ὡς δὲ αὐτῷ τὰ θεῖα ἐν κόσμῳ πεποίητο, οὕτω δὴ ἀνήγοντο. παραπλώσαντες δὲ νῆσον ἐρήμην τε καὶ τραχείην ἐν ἄλλῃ νήσῳ ὁρμίζονται, μεγάλῃ ταύτῃ καὶ οἰκουμένῃ, πλώσαντες σταδίους τριηκοσίους ἔνθενπερ ὡρμήθησαν.
[2] καὶ ἡ μὲν ἐρήμη νῆσος Ὀργάνα ἐκαλέετο, ἐς ἣν δὲ ὡρμίσθησαν Ὀάρακτα, ἄμπελοί τε ἐν αὐτῇ ἐπεφύκεσαν καὶ φοίνικες, καὶ σιτοφόρος ‹ἦν›· τὸ δὲ μῆκος [ἦν] τῆς νήσου στάδιοι ὀκτακόσιοι. καὶ ὁ ὕπαρχος τῆς νήσου Μαζήνης συνέπλει αὐτοῖσι μέχρι Σούσων ἐθελοντὴς ἡγεμὼν [3] τοῦ πλόου. ἐν ταύτῃ τῇ νήσῳ ἔλεγον καὶ τοῦ πρώτου δυναστεύσαντος τῆς χώρης ταύτης δείκνυσθαι τὸν τάφον· ὄνομα δὲ αὐτῷ Ἐρύθρην εἶναι, ἀπ' ὅτου καὶ τὴν ἐπωνυμίην τῇ θαλάσσῃ ταύτῃ εἶναι Ἐρυθρὴν καλέεσθαι.
[4] ἐνθένδε ἐκ τῆς νήσου ἄραντες ἔπλεον· καὶ τῆς νήσου αὐτῆς παραπλώσαντες ὅσον διακοσίους σταδίους ὁρμίζονται ἐν αὐτῇ αὖθις, καὶ καθορῶσιν ἄλλην νῆσον, ἀπέχουσαν τῆς μεγάλης ταύτης τεσσαράκοντα μάλιστα σταδίους.
[5] Ποσειδῶνος ἱρὴ ἐλέγετο εἶναι καὶ ἄβατος. ὑπὸ δὲ τὴν ἕω ἀνήγοντο, καὶ καταλαμβάνει αὐτοὺς ἀνάπωτις οὕτω τι καρτερή, ὥστε τρεῖς τῶν νεῶν ἐποκείλασαι ἐν τῷ ξηρῷ ἐσχέθησαν, αἱ δὲ ἄλλαι χαλεπῶς διεκπλώουσαι [6] τὰς ῥηχίας ἐς τὰ βάθεα ἀπεσώθησαν. αἱ δὲ ἐποκείλασαι τῆς πλημμυρίδος ἐπιγενομένης αὖθις ἐξέπλωσάν τε καὶ [7] δευτεραῖαι κατήγοντο ἵναπερ ὁ πᾶς στόλος. ὁρμίζονται δὲ ἐς νῆσον ἄλλην, διέχουσαν τῆς ἠπείρου ὅσον τριακοσίους [8] σταδίους, πλώσαντες τετρακοσίους. ἐντεῦθεν ὑπὸ τὴν ἕω ἔπλεον, νῆσον ἐρήμην ἐν ἀριστερᾷ παραμείβοντες· ὄνομα δὲ τῇ νήσῳ Πύλωρα. καὶ ὁρμίζον‹ται› πρὸς ἰδωδώνῃ, πολιχνίῳ σμικρῷ καὶ πάντων ἀπόρῳ ὅτι μὴ ὕδατος καὶ ἰχθύων· ἰχθυοφάγοι γὰρ καὶ οὗτοι ὑπ' ἀναγκαίης [9] ἦσαν, ὅτι πονηρὰν γῆν νέμονται. ἐνθένδε ὑδρευσάμενοι καταίρουσιν ἐς Ταρσίην ἄκρην ἀνατείνουσαν [10] ἐς τὸ πέλαγος, πλώσαντες σταδίους τριακοσίους. ἔνθεν ἐς Καταίην, νῆσον ἐρήμην, ἁλιτενέα· αὕτη ἱερὴ Ἑρμέω καὶ Ἀφροδίτης ἐλέγετο· στάδιοι τοῦ πλόου τριηκόσιοι.
[11] ἐς ταύτην ὅσα ἔτη ἀφίεται ἐκ τῶν περιοίκων πρόβατα καὶ αἶγες ἱρὰ τῷ Ἑρμῇ καὶ τῇ Ἀφροδίτῃ, καὶ ταῦτα ἀπηγριωμένα ἦν ὁρᾶν ὑπὸ χρόνου τε καὶ ἐρημίης.
[38]
[1] μέχρι τοῦδε Καρμανίη· τὰ δὲ ἀπὸ τοῦδε Πέρσαι ἔχουσι. μῆκος τοῦ πλόου παρὰ τὴν Καρμανίην χώρην στάδιοι τρισχίλιοι καὶ ἑπτακόσιοι. ζώουσι δὲ κατάπερ Πέρσαι, ὅτι καὶ ὅμοροι εἰσι Πέρσῃσι, καὶ τὰ ἐς τὸν πόλεμον [2] ὡσαύτως κοσμέονται. ἐνθένδε ἄραντες ἐκ τῆς νήσου τῆς ἱρῆς παρὰ τὴν Περσίδα ἤδη ἔπλεον, καὶ κατάγονται ἐς Ἴλαν χῶρον, ἵνα λιμὴν πρὸς νήσου σμικρῆς καὶ ἐρήμης γίνεται· οὔνομα τῇ νήσῳ Καΐκανδρος, ὁ δὲ [3] πλόος στάδιοι τετρακόσιοι. ὑπὸ δὲ τὴν ἕω ἐς ἄλλην νῆσον πλεύσαντες ὁρμίζονται οἰκουμένην, ἵνα καὶ μαργαρίτην θηρᾶσθαι λέγει Νέαρχος κατάπερ ἐν τῇ Ἰνδῶν θαλάσσῃ. ταύτης τῆς νήσου τὴν ἄκρην παραπλώσαντες σταδίους ὡς τεσσαράκοντα, ἐνταῦθα ὡρμίσθησαν.
[4] ἐνθένδε πρὸς ὄρει ὁρμίζονται ὑψηλῷ ‑ Ὦχος ὄνομα τῷ [5] ὄρει ‑ ἐν λιμένι εὐόρμῳ, καὶ ἁλιέες αὐτοῦ ᾤκεον. καὶ ἔνθεν πλώσαντες σταδίους τετρακοσίους τε καὶ πεντήκοντα ὁρμίζονται ἐν Ἀποστάνοισι· καὶ πλοῖα πολλὰ αὐτόθι ὥρμεε, κώμη τε ἐπῆν ἀπέχουσα ἀπὸ θαλάσσης σταδίους [6] ἑξήκοντα. νυκτὸς δὲ ἐπάραντες ἔνθεν ἐσπλώουσιν ἐς κόλπον συνοικεόμενον πολλῇσι κώμῃσι. στάδιοι τοῦ πλόου τετρακόσιοι· ὁρμίζονται δὲ πρὸς ὑπωρείην. ταύτῃ φοίνικές τε πολλοὶ ἐπεφύκεσαν καὶ ὅσα ἄλλα ἀκρόδρυα [7] ἐν τῇ Ἑλλάδι γῇ φύεται. ἔνθεν ἄραντες ἐς Γώγανα παραπλέουσι σταδίους μάλιστα ἐς ἑξακοσίους ἐς χώρην οἰκουμένην· ὁρμίζονται δὲ τοῦ ποταμοῦ τοῦ χειμάρρου ‑ ὄνομα δὲ Ἀρεών ‑ ἐν τῇσιν ἐκβολῇσιν. ἐνταῦθα χαλεπῶς ὁρμίζονται· στεινὸς γὰρ ἦν ὁ ἔσπλους κατὰ τὸ στόμα, ὅτι βράχεα τὰ κύκλῳ αὐτοῦ ἡ ἀνάπωτις ἐποίεε.
[8] καὶ ἔνθεν αὖ ἐν στόματι ἄλλου ποταμοῦ ὁρμίζονται, διεκπλώσαντες σταδίους ἐς ὀκτακοσίους· Σιτακὸς ὄνομα τῷ ποταμῷ ἦν· οὐδὲ ἐν τούτῳ εὐμαρέως ὁρμίζονται, καὶ ὁ πλόος ἅπας οὗτος ὁ παρὰ τὴν Περσίδα βράχεα τε [9] ἦσαν καὶ ῥηχίαι καὶ τενάγεα. ἐνταῦθα σῖτον καταλαμβάνουσι πολὺν ξυγκεκομισμένον κατὰ πρόσταξιν βασιλέως, ὡς σφίσιν εἶναι ἐπισιτίσασθαι· ἐνταῦθα ἔμειναν ἡμέρας τὰς πάσας μίαν καὶ εἴκοσι, καὶ τὰς ναῦς ἀνειρυσάμενοι, ὅσαι μὲν πεπονήκεσαν ἐπεσκεύαζον, τὰς δὲ ἄλλας ἐθεράπευον.
[39]
[1] ἐνθένδε ὁρμηθέντες εἰς Ἱέρατιν πόλιν ἀφίκοντο, ἐς χῶρον οἰκούμενον. ἑπτακόσιοι καὶ πεντήκοντα στάδιοι ὁ πλόος· ὡρμίσθησαν δὲ ἐν διώρυχι ἀπὸ τοῦ ποταμοῦ [2] ἐμβεβλημένῃ ἐς θάλασσαν, ᾗ ὄνομα ἦν Ἡράτεμις. ἅμα δὲ ἡλίῳ ἀνίσχοντι παραπλέουσιν ἐς ποταμὸν χειμάρρουν, ὄνομα Πάδαργον, ὁ δὲ χῶρος χερρόνησος ἅπας. καὶ ἐν αὐτῷ κῆποί τε πολλοὶ καὶ ἀκρόδρυα παντοῖα ἐφύετο· [3] ὄνομα τῷ χώρῳ Μεσαμβρίη. ἐκ Μεσαμβρίης δὲ ὁρμηθέντες καὶ διεκπλώσαντες σταδίους μάλιστα ἐς διακοσίους ἐς Ταόκην ὁρμίζονται ἐπὶ ποταμῷ Γράνιδι. καὶ ἀπὸ τούτου ἐς τὸ ἄνω ‹τὰ› Περσῶν βασίλεια ἦν, ἀπέχοντα τοῦ ποταμοῦ τῶν ἐκβολέων σταδίους ἐς διακοσίους.
[4] κατὰ τοῦτον τὸν παράπλουν λέγει Νέαρχος ὀφθῆναι κῆτος ἐκβεβλημένον ἐς τὴν ἠιόνα, καὶ τοῦτο προσπλώσαντάς τινας τῶν ναυτῶν ἐκμετρῆσαι καὶ φάναι [5] εἶναι πήχεων πεντήκοντα· δέρμα δὲ αὐτῷ εἶναι φολιδωτόν, οὕτω τι ἐς βάθος ἧκον ὡς καὶ ἐπὶ πῆχυν ἐπέχειν, ὄστρειά τε καὶ λοπάδας καὶ φυκία πολλὰ ἔχειν ἐπιπεφυκότα. καὶ δελφῖνας λέγει ὅτι καθορᾶν ἦν πολλοὺς ἀμφὶ τῷ κήτει, καὶ τῶν ἐν τῇ ἔσω θαλάσσῃ μείζονας τοὺς δελφῖνας.
[6] ἐνθένδε ὁρμηθέντες κατάγονται ἐς Ῥώγονιν ποταμὸν χειμάρρουν ἐν λιμένι εὐόρμῳ· μῆκος τοῦ παράπλου [7] στάδιοι διακόσιοι. ἐνθένδε τετρακοσίους σταδίους διεκπλώσαντες αὐλίζονται ἐν ποταμῷ χειμάρρῳ· Βρίζανα τῷ ποταμῷ ὄνομα. ἐνταῦθα χαλεπῶς ὡρμίσαντο, ὅτι ῥηχίη ἦν καὶ βράχεα, καὶ χοιράδες ἐκ τοῦ πόντου ἀνεῖχον.
[8] ἀλλ' ὅτε ἡ πλήμμυρα ἐπῄει, τότε ὡρμίσαντο· ὑπονοστήσαντος δὲ τοῦ ὕδατος, ἐπὶ ξηρῷ ὑπελείφθησαν αἱ νῆες. ἐπεὶ δὲ ἡ πλημμυρὶς ἐν τάξει ἀμείβουσα ἐπῆλθε, [9] τότε δὴ ἐκπλώσαντες ὁρμίζονται ἐπὶ ποταμῷ· ὄνομα δὲ τῷ ποταμῷ Ἄροσις, μέγιστος τῶν ποταμῶν, ὡς λέγει Νέαρχος, ὅσοι ἐν τῷ παράπλῳ τῷδε ἐμβάλλουσιν ἐς τὸν ἔξω πόντον.
[40]
[1] μέχρι τοῦδε Πέρσαι οἰκέουσι, τὰ δὲ ἀπὸ τούτων Σούσιοι. Σουσίων δὲ ἔθνος αὐτόνομον κατύπερθε προσοικέει· Οὔξιοι καλοῦνται, ὑπὲρ ὅτων λέλεκταί μοι ἐν τῇ ἄλλῃ συγγραφῇ ὅτι λῃσταί εἰσι. μῆκος τοῦ παράπλου τῆς Περσίδος χώρης στάδιοι τετρακόσιοι καὶ τετρακισχίλιοι.
[2] τὴν δὲ Περσίδα γῆν τρίχα νενεμῆσθαι τῶν ὡρέων λόγος κατέχει. τὸ μὲν αὐτῆς πρὸς τῇ Ἐρυθρῇ θαλάσσῃ οἰκεόμενον ἀμμῶδές τε εἶναι καὶ ἄκαρπον ὑπὸ [3] καύματος, τὸ δὲ ἐπὶ τῷδε ὡς πρὸς ἄρκτον τε καὶ βορέην ἄνεμον ἰόντων καλῶς κεκρᾶσθαι τῶν ὡρέων, καὶ τὴν χώρην ποιώδεά τε εἶναι καὶ λειμῶνας ὑδρηλούς, καὶ ἄμπελον πολλὴν φέρειν καὶ ὅσοι ἄλλοι καρποὶ πλὴν [4] ἐλαίης, παραδείσοις τε παντοίοισι τεθηλέναι καὶ ποταμοῖσι καθαροῖσι διαρρέεσθαι καὶ λίμνῃσι, καὶ ὄρνισιν ὁκόσοισιν ἀμφὶ ποταμούς τε καὶ λίμνας ἐστὶ τὰ ἤθεα ἵπποισί τε ἀγαθὴν εἶναι καὶ τοῖσιν ἄλλοισιν ὑποζυγίοισι [5] νέμεσθαι, καὶ ὑλώδεά τε πολλαχῆ καὶ πολύθηρον. τὴν δὲ πρόσω ἔτι ἐπ' ἄρκτον ἰόντων χειμερίην τε καὶ νιφετώδεα , ὥστε πρέσβεις τινὰς ἐκ τοῦ Εὐξείνου πόντου λέγει Νέαρχος κάρτα ὀλίγην ὁδὸν διελθόντας ἐντυχεῖν κατ' ὁδὸν ἰόντι τῆς Περσίδος καὶ θῶμα γενέσθαι Ἀλεξάνδρῳ καὶ εἰπεῖν Ἀλεξάνδρῳ τῆς ὁδοῦ τὴν βραχύτητα.
[6] Σουσίοις δὲ πρόσοικοι ὅτι εἰσὶν Οὔξιοι λέλεκταί μοι, κατάπερ Μάρδοι μὲν Πέρσαισι προσεχέες οἰκέουσι, [7] λῃσταὶ καὶ οὗτοι, Κοσσαῖοι δὲ Μήδοισι. καὶ ταῦτα πάντα τὰ ἔθνεα ἡμέρωσεν Ἀλέξανδρος, χειμῶνος ὥρῃ ἐπιπεσὼν αὐτοῖσιν, ὅτε ἄβατον σφῶν τὴν χώρην ἦγον.
[8] καὶ πόληας ἐπέκτισε τοῦ μὴ νομάδας ἔτι εἶναι ἀλλὰ ἀροτῆρας καὶ γῆς ἐργάτας, καὶ ἔχειν ὑπὲρ ὅτων δειμαίνοντες μὴ κακὰ ἀλλήλους ἐργάσονται. ἐνθένδε τὴν Σουσίων [9] γῆν παρήμειβεν ὁ στρατός. καὶ ταῦτα οὐκέτι ὡσαύτως ἀτρεκέως λέγει Νέαρχος ὅτι ἔστιν οἱ ἐκφράσαι, πλήν γε δὴ τοὺς ὅρμους τε καὶ τὸ μῆκος τοῦ πλόου· [10] τὴν χώρην γὰρ τεναγώδεά τε εἶναι τὴν πολλὴν καὶ ῥηχίῃσιν ἐπὶ μέγα ἐς τὸν πόντον ἐσέχουσαν καὶ ταύτῃ σφαλερὴν ἐγκαθορμίζεσθαι· πελαγίοισιν ὦν σφίσι τὴν [11] κομιδὴν τὸ πολὺ γίνεσθαι. ὁρμηθῆναι μὲν δὴ ἐκ τοῦ ποταμοῦ τῶν ἐκβολέων, ἵναπερ ηὐλίσθησαν ἐπὶ τοῖσιν οὔροισι τῆς Περσίδος, ὕδωρ δὲ ἐμβαλέσθαι καὶ πέντε ἡμερέων· οὐκ ἔφασκον γὰρ εἶναι ὕδωρ οἱ καθηγεμόνες τοῦ πλόου.
[41]
[1] σταδίους δὲ πεντακοσίους κομισθέντες ὁρμίζονται ἐπὶ στόματι λίμνης ἰχθυώδεος, ᾗ οὔνομα Κατάδερβις· καὶ νησὶς ἐπῆν τῷ στόματι· Μαργάστανα τῇ νησῖδι οὔνομα.
[2] ἐνθένδε ὑπὸ τὴν ἕω ἐκπλώσαντες κατὰ βράχεα ἐκομίζοντο ἐπὶ μιᾶς νεώς· πασσάλοις δὲ ἔνθεν καὶ ἔνθεν πεπηγόσιν ἀπεδηλοῦτο τὰ βράχεα, κατάπερ ἐν τῷ μεσσηγὺς Λευκάδος τε νήσου ἰσθμῷ καὶ Ἀκαρνανίης ἀποδέδεικται σημεῖα τοῖσι ναυτιλλομένοισι τοῦ μὴ ἐποκέλλειν [3] ἐν τοῖσι βράχεσι τὰς νέας. ἀλλὰ τὰ μὲν κατὰ Λευκάδα ψαμμώδεα ὄντα καὶ τοῖσιν ἐποκείλασι ταχεῖαν τὴν ὑπονόστησιν ἐνδιδοῖ· κεῖθι δὲ πηλός ἐστιν ἐφ' ἑκάτερα τοῦ πλεομένου βαθὺς καὶ ἰλυώδης, ὥστε οὐδεμιᾷ [4] μηχανῇ ἐποκείλασιν ἦν ἀποσωθῆναι. οἵ τε γὰρ κοντοὶ κατὰ τοῦ πηλοῦ δύνοντες αὐτοὶ οὐδέν τι ἐπωφέλουν, ἀνθρώπῳ τε ἐκβῆναι τοῦ ἀπῶσαι τὰς νέας ἐς τὰ πλεόμενα ἄπορον ἐγίνετο· ἔδυνον γὰρ κατὰ τοῦ πηλοῦ ἔστε [5] ἐπὶ τὰ στήθεα. οὕτω δὴ χαλεπῶς διεκπλώσαντες σταδίους ἑξακοσίους κατὰ ναῦν ἕκαστοι ὁρμισθέντες ἐνταῦθα [6] δείπνου ἐμνήσθησαν. τὴν νύκτα δὲ ἤδη κατὰ βάθεα ἔπλεον καὶ τὴν ἐφεξῆς ἡμέρην ἔστε ἐπὶ βουλυτόν· καὶ ἦλθον σταδίους ἐνακοσίους, καὶ καθωρμίσθησαν ἐπὶ τοῦ στόματος τοῦ Εὐφράτου πρὸς κώμῃ τινὶ τῆς Βαβυλωνίης [7] χώρης ‑ ὄνομα δὲ αὐτῇ Διρίδωτις ‑ , ἵνα λιβανωτόν τε ἀπὸ τῆς Γερραίης γῆς οἱ ἔμποροι ἀγινέουσι [8] καὶ τὰ ἄλλα ὅσα θυμιήματα ἡ Ἀράβων γῆ φέρει. ἀπὸ δὲ τοῦ στόματος τοῦ Εὐφράτου ἔστε Βαβυλῶνα πλοῦν λέγει Νέαρχος σταδίους εἶναι ἐς τρισχιλίους καὶ τριακοσίους.
[42]
[1] ἐνταῦθα ἀγγέλλεται Ἀλέξανδρον ἐπὶ Σούσων στέλλεσθαι. ἔνθεν καὶ αὐτοὶ τὸ ὀπίσω ἔπλεον, ὡς κατὰ τὸν Πασιτίγριν ποταμὸν ἀναπλώσαντες συμμῖξαι Ἀλεξάνδρῳ.
[2] ἔπλεον δὴ τὸ ἔμπαλιν ἐν ἀριστερᾷ τὴν γῆν τὴν Σουσίδα ἔχοντες, καὶ παραπλέουσι λίμνην, ἐς ἣν ὁ Τίγρης [3] ἐσβάλλει ποταμός, ὃς ῥέων ἐξ Ἀρμενίης παρὰ πόλιν Νῖνον, πάλαι ποτὲ μεγάλην καὶ εὐδαίμονα, τὴν μέσην ἑωυτοῦ τε καὶ τοῦ Εὐφράτου ποταμοῦ γῆν Μεσοποταμίην [4] ἐπὶ τῷδε κληίζεσθαι ποιέει. ἀπὸ δὲ τῆς λίμνης ἐς αὐτὸν τὸν ποταμὸν ἀνάπλους στάδιοι ἑξακόσιοι, ἵνα καὶ κώμη τῆς Σουσίδος, ἣν καλέουσιν Ἄγινιν· αὕτη δὲ ἀπέχει Σούσων σταδίους ἐς πεντακοσίους. μῆκος τοῦ παράπλου τῆς Σουσίων γῆς ἔστε ἐπὶ ‹τὸ› στόμα τοῦ [5] Πασιτίγριδος ποταμοῦ στάδιοι δισχίλιοι. ἐνθένδε κατὰ τὸν Πασιτίγριν ἄνω ἀνέπλεον διὰ χώρης οἰκουμένης καὶ εὐδαίμονος. ἀναπλώσαντες δὲ σταδίους ὡς πεντήκοντα καὶ ἑκατὸν αὐτοῦ ὁρμίζονται, προσμένοντες οὕστινας ἐστάλκει Νέαρχος σκεψομένους ἵνα ὁ βασιλεὺς [6] εἴη. αὐτὸς δὲ ἔθυε θεοῖς τοῖς σωτῆρσι, καὶ ἀγῶνα ἐποίεε, [7] καὶ ἡ στρατιὴ ἡ ναυτικὴ πᾶσα ἐν εὐθυμίῃσιν ἦν. ὡς δὲ προσάγων ἤδη Ἀλέξανδρος ἠγγέλλετο, ἔπλεον ἤδη αὖθις ἐς τὸ ἄνω κατὰ τὸν ποταμόν· καὶ πρὸς τῇ σχεδίῃ ὁρμίζονται, ἐφ' ᾗ τὸ στράτευμα διαβιβάσειν ἔμελλεν Ἀλέξανδρος [8] ἐς Σοῦσα. ἐνταῦθα ἀνεμίχθη ὁ στρατός, καὶ θυσίαι πρὸς Ἀλεξάνδρου ἐθύοντο ἐπὶ τῶν νεῶν τε καὶ τῶν ἀνθρώπων τῇ σωτηρίῃ, καὶ ἀγῶνες ἐποιέοντο· καὶ Νέαρχος ὅποι παραφανείη τῆς στρατιῆς, ἄνθεσί τε [9] καὶ ταινίῃσιν ἐβάλλετο. ἔνθα καὶ χρυσῷ στεφάνῳ στεφανοῦνται ἐξ Ἀλεξάνδρου Νέαρχός τε καὶ Λεόννατος, Νέαρχος μὲν ἐπὶ τοῦ ναυτικοῦ τῇ σωτηρίῃ, Λεόννατος δὲ ἐπὶ τῇ νίκῃ, ἣν Ὠρείτας τε ἐνίκησε καὶ τοὺς Ὠρείταις [10] προσοικέοντας βαρβάρους. οὕτω μὲν ἀπεσώθη Ἀλεξάνδρῳ ἐκ τοῦ Ἰνδοῦ τῶν ἐκβολέων ὁρμηθεὶς ὁ στρατός.
[43]
[1] τὰ δὲ ἐν δεξιᾷ τῆς Ἐρυθρῆς θαλάσσης ὑπὲρ τὴν Βαβυλωνίην Ἀραβίη ἡ πολλή ἐστι, καὶ ταύτης τὰ μὲν κατήκει ἔστε ἐπὶ τὴν θάλασσαν τὴν κατὰ Φοινίκην τε καὶ τὴν Παλαιστίνην Συρίην, πρὸς δυομένου δὲ ἡλίου ὡς ἐπὶ τὴν εἴσω θάλασσαν Αἰγύπτιοι τῇ Ἀραβίῃ ὁμουρέουσι.
[2] κατὰ δὲ Αἴγυπτον εἰσέχων ἐκ τῆς μεγάλης θαλάσσης κόλπος δῆλον ποιέει ὅτι ἕνεκά γε τοῦ σύρρουν εἶναι τὴν ἔξω θάλασσαν περίπλους ἂν ἦν ἐκ Βαβυλῶνος ἐς τὸν κόλπον τοῦτον ‹τὸν› ἐπέχοντα ὡς ἐπ' Αἴγυπτον.
[3] ἀλλὰ γὰρ οὔ τις παρέπλωσε ταύτῃ οὐδαμῶν ἀνθρώπων ὑπὸ καύματος καὶ ἐρημίης, εἰ μή τινές γε πελάγιοι κομιζόμενοι.
[4] ἀλλὰ οἱ ἀπ' Αἰγύπτου γὰρ ἐς Σοῦσα ἀποσωθέντες τῆς στρατιῆς τῆς Καμβύσεω καὶ οἱ παρὰ Πτολεμαίου τοῦ Λάγου παρὰ Σέλευκον τὸν Νικάτορα σταλέντες [5] ἐς Βαβυλῶνα διὰ τῆς Ἀραβίης χώρης ἰσθμόν τινα διαπορευθέντες ἐν ἡμέρῃσιν ὀκτὼ ταῖς πάσαις ἄνυδρον καὶ ἐρήμην χώρην ἐπῆλθον ἐπὶ καμήλων σπουδῇ ἐλαύνοντες ὕδωρ τε σφιν ἐπὶ τῶν καμήλων φέροντες καὶ νυκτοπορέοντες· τὰς γὰρ ἡμέρας ὑπαίθριοι ἀνέχεσθαι διὰ [6] καῦμα ἀδύνατοι ἦσαν. τοσούτου δεῖ τά γε ἐπέκεινα ταύτης τῆς χώρης, ἥντινα ἰσθμὸν ἀπεφαίνομεν ἐκ τοῦ κόλπου τοῦ Ἀραβίου κατήκοντα ἐς τὴν Ἐρυθρὰν θάλασσαν, οἰκεόμενα εἶναι, ὁπότε τὰ πρὸς ἄρκτον μᾶλλον [7] αὐτῶν ἀνέχοντα ἔρημά τέ ἐστι καὶ ψαμμώδεα. ἀλλὰ γὰρ ἀπὸ τοῦ Ἀραβίου κόλπου τοῦ κατ' Αἴγυπτον ὁρμηθέντες ἄνθρωποι ἐκπεριπλώσαντες τὴν πολλὴν Ἀραβίην ἐλθεῖν ἐς τὴν κατὰ Σοῦσά τε καὶ Πέρσας θάλασσαν, ἐς τοσόνδε ἄρα παραπλώσαντες τῆς Ἀραβίης ἐς ὅσον σφίσι τὸ ὕδωρ ἐπήρκεσε τὸ ἐμβληθὲν ἐς τὰς νέας, ἔπειτα ὀπίσω [8] ἀπενόστησαν. ἐκ βαβυλῶνός τε οὕστινας ἔστειλεν Ἀλέξανδρος ὡς ἐπὶ μήκιστον πλέοντας ἐν δεξιᾷ τῆς Ἐρυθρῆς θαλάσσης γνῶναι τοὺς ταύτῃ χώρους, οὗτοι νήσους μέν τινας κατεσκέψαντο ἐν τῷ παράπλῳ κειμένας, [9] καί που καὶ τῆς ἠπείρου τῆς Ἀραβίης προσέσχον, τὴν δὲ ἄκρην, ἥντινα καταντικρὺ τῆς Καρμανίης ἀνέχουσαν λέγει φανῆναι σφίσι Νέαρχος, οὐκ ἔστιν ὅστις ὑπερβαλὼν [10] ἐπικάμψαι ἐς τὸ ἐπὶ θάτερα δυνατὸς ἐγένετο. δοκέω δὲ ὡς εἴπερ πλωτά τε ἦν καὶ βαδιστὰ ‹τὰ› ταύτῃ, ὑπ' Ἀλεξάνδρου ἂν τῆς πολυπραγμοσύνης ἐξελήλεγκτο πλωτά [11] τε καὶ βαδιστὰ ἐόντα. καὶ Ἄννων δὲ ὁ Λίβυς ἐκ Καρχηδόνος ὁρμηθεὶς ὑπὲρ μὲν Ἡρακλείας στήλας ἐξέπλωσεν ἐς τὸν ἔξω πόντον, ἐν ἀριστερᾷ τὴν Λιβύην γῆν ἔχων, καὶ ἔστε μὲν πρὸς ἀνίσχοντα ἥλιον ὁ πλόος αὐτῷ [12] ἐγένετο τὰς πάσας πέντε καὶ τριάκοντα ἡμέρας· ὡς δὲ δὴ ἐς μεσημβρίην ἐξετράπετο, πολλῇσιν ἀμηχανίῃσιν ἐνετύγχανεν ὕδατός τε ἀπορίῃ καὶ καύματι ἐπιφλέγοντι [13] καὶ ῥύαξι πυρὸς ἐς τὸν πόντον ἐμβάλλουσιν. ἀλλ' ἡ Κυρήνη γὰρ τῆς Λιβύης ἐν τοῖς ἐρημοτέροις πεπολισμένη ποιώδης τέ ἐστι καὶ μαλθακὴ καὶ εὔυδρος καὶ ἄλσεα καὶ λειμῶνες, καὶ καρπῶν παντοίων καὶ κτηνέων πάμφορός ‹ἐστι› ἔστε ἐπὶ τοῦ σιλφίου τὰς ἐκφύσεις· ὑπὲρ δὲ τὸ σίλφιον τὰ ἄνω αὐτῆς ἔρημα καὶ ψαμμώδεα.
[14] οὗτός μοι ὁ λόγος ἀναγεγράφθω, φέρων καὶ αὐτὸς ἐς Ἀλέξανδρον τὸν Φιλίππου, τὸν Μακεδόνα.