[1a]
[1b]
[1] εἰ μέντοι ἔνιοι ψευδεπίγραφοί εἰσι λόγοι ἀηδεῖς καὶ φορτικαὶ καὶ ἄγροικοι κατασκευαί, ὡς ἐν τῇ κατ' Ἀριστογείτονος β΄, καὶ ἐν τῇ ἀπολογίᾳ τῶν δώρων, καὶ ἐν τῷ μὴ ἐκδοῦναι Ἅρπαλον, καὶ ἐν τῷ κατὰ Νεαίρας, καὶ ἐν τῷ περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν, ἐν ἄλλοις τε συχνοῖς, οὓς ὁ Δημοσθένης οὐκ ἔγραψεν, ἐν ἑτέρᾳ δηλοῦταί μοι πραγματείᾳ. Dionysius . , ρ.
[2]
[1] ἄγειν· ‑ Δημοσθένης δὲ τὸ ἄγειν ἐν τῷ κατὰ Τιμοκράτους τὸ τίμημα λέγει ἢ τὴν ποσότητα τῆς ὁλκῆς, φάσκων· καὶ τὸν ἀκινάκην τὸν Μαρδονίου, ὃς ἦγε τριακοσίους δαρεικούς. κατὰ Δημάδου· ἦγε δὲ πέντε μνᾶς. Bekk. anecd. p. 335, 27. (Bachm. an. p. 20, 21).
[3]
[1] Διφίλῳ δημηγορικός, αἰτοῦντι δωρεάς· Διὰ τὸ μὴ ῥᾴδιον εἶναι. τοῦτον ἐπείσθην ὑπὸ Δημοσθένους γεγράφθαι τὸν λόγον, ὅτι τὰς δωρεὰς ἔγραψεν αὐτῷ Δημοσθένης, ὡς Δείναρχος ἐν τῷ κατὰ Δημοσθένους λόγῳ δεδήλωκε, καὶ ὅτι ἐπὶ τέλει τοῦ λόγου ὁ Δίφιλος Δημοσθένην παρακαλεῖ συνήγορον. ἀπίθανον δὲ οἶμαι εἶναι τὰς μὲν τιμὰς οὕτω γράφειν εὐνοοῦντα τῷ Διφίλῳ τὸν Δημοσθένην, λόγον δὲ παρὰ Δεινάρχου λαβόντα περιιδεῖν. Dionysius 5 p. 659, 1 R.
[4]
[1] Non genuinam orationem Dionysio visam esse supra vidimus: cf. frg. 1. neque adversantur ea, quae vol. 6 p. 749 dicit: εἰ δέ τις ἐρεῖ, ὅτι περὶ τῆς τῶν δώρων, ἣν ἐπ' Ἀντικλέους (immo Ἡγησίου: cf. Westerm. . . . ) ἄρχοντος ἀπελογήσατο, περὶ τὴν Ἀλεξάνδρου τελευτήν, πολλῷ νεωτέρας ἔτι ποιήσει τὰς Ἀριστοτέλους τέχνας τῶν Δημοσθένους ἀγώνων. Neque enim hic de oratione aliqua Demosthenis edita commemorat, sed de causa, quam Demosthenem orasse nemo negavit. Dubitari non potest, quin haec oratio ea sit, quam Athenaeus περὶ χρυσίου dictam esse tradidit. is 13 p. 592. E haec narrat: Δημοσθένη δὲ τὸν ῥήτορα καὶ τεκνοποιήσασθαι ἐξ ἑταίρας ἔχει λόγος. αὐτὸς γοῦν ἐν τῷ περὶ χρυσίου λόγῳ προαγήοχε τὰ τέκνα ἐπὶ τὸ δικαστήριον, ὡς δι' ἐκείνων ἔλεον ἕξων, χωρὶς τῆς μητρός, καίτοι ἔθος ἐχόντων τῶν κρινομένων τὰς γυναῖκας ἐπάγεσθαι· ἀλλ' αἰδοῖ τοῦτ' ἐποίησε, φεύγων τὴν διαβολήν. Mihi haec ipsa quae Athenaeus narrat declamatoris ingenium prodere videntur. Ad eandem declamationem videtur Pausaniae testimonium pertinere, 2. 33 14. 3: εἴρηται μὲν οὖν περὶ αὐτοῦ καὶ ἄλλοις καὶ αὐτῷ Δημοσθένει πλεῖστα, ἦ μὴν τῶν χρημάτων ἃ ἐκ τῆς Ἀσίας ἤγαγεν Ἅρπαλος μὴ μεταλαβεῖν αὐτόν.
[5]
[6]
[1] ἐνεπίσκημμα καὶ ἐνεπισκήψασθαι· Δημοσθένης ἐν τῷ κατὰ Τιμοθέου. ὁπότε δημευθείη τινὸς ἡ οὐσία, ἐξῆν προσελθόντι τῷ φάσκοντι δανειστῇ γεγονέναι τούτου τοῦ ἀνδρὸς λέγειν ὅτι ἐνοφείλεται αὐτῷ χρέος ἐν τῇ οὐσίᾳ. ἔστι δὲ καὶ λόγος τις ἐπιγραφόμενος Δημοσθένους πρὸς Κριτίαν περὶ τοῦ ἐνεπισκήμματος, ὃν Καλλίμαχος μὲν ἀναγράφει ὡς γνήσιον, Διονύσιος δὲ ὁ Ἁλικαρνασεὺς ὡς ψευδεπίγραφον. Harpocrat.
[7]
[1] Δημοσθένης δὲ ἐν τῷ κατὰ Μέδοντος καὶ κατὰ τῶν μὴ προσηκόντως τῇ ἐπικλήρῳ συνοικούντων γίνεσθαι τὰς εἰσαγγελίας λέγει. Pollux 8 14. 53.
[2] Δημοσθένους δ' ἐν τῷ κατὰ Μέδοντος περί τινος παρθένου λέγοντος οὕτως· οὐ δεκατεῦσαι ταύτην οὐδὲ μυῆσαι, Δίδυμος ὁ γραμματικὸς περὶ τούτου βιβλίον γράψας φησὶν ὅτι τὸ δεκατεῦσαι Λυσίας ἐν τῷ περὶ τῆς Φρυνίχου θυγατρὸς ἀρκτεῦσαι εἴρηκεν. ‑ ‑ ἴσως δὲ τὸ ἀρκτεῦσαι δεκατεῦσαι εἴρηκεν ὁ ῥήτωρ, ἐπειδὴ αἱ δεκετίδες ἤρκτευον. Harpocrat. p. 54, 3. cf. Lysiae frg. 250.
[8]
[9]
[1] πανηγυρικοὺς μὲν οὖν λόγους οὐκ ἔχομεν αὐτοῦ παρασχέσθαι· πάντας γὰρ ἔγωγε τοὺς ἀναφερομένους εἰς αὐτὸν ἀλλοτρίους εἶναι πείθομαι καὶ οὐδὲ κατὰ μικρὸν ἔχοντας τὸν ἐκείνου χαρακτῆρα· ‑ ὧν ἐστιν ὅ τε φορτικὸς καὶ κενὸς καὶ παιδαριώδης ἐπιτάφιος καὶ τὸ τοῦ σοφιστικοῦ λήρου μεστὸν ἐγκώμιον εἰς Παυσανίαν. Dionys. 6 p. 1094, 17 R.
[10]
[1] δικάσιμον· Δημοσθένης πρὸς Πολύευκτον παραγραφῇ. Bekk. anecd. p. 90, 28. De compluribus hominibus, quibus illa aetate Polyeuctis nomen fuit, exposuit Boehneckius quaestt. de oratt. atticis p. 643 sq.
[11]
[1] ἅμα· δοτικῇ. Δημοσθένης ἐπὶ τοῦ εὐθέως καὶ παραχρῆμα ἔταξε. καὶ ἐν τῷ ὑπὲρ τῶν ῥητόρων λόγῳ εἰπών· οὐ γὰρ ὁ θάνατος τοῖς εὖ φρονοῦσιν οἰκτρός· τοῦτο γὰρ ἅμα τῷ γενέσθαι πάντων κατέγνωσται. Suidas 1, 1 p. 255 Bernh. cf. Antiphontis frg. 71.
[2] Ὅτε καὶ τὸν περὶ τῶν προβάτων λόγον ὁ Δημοσθένης, ὡς τοῖς λύκοις τοὺς κύνας ἐξέδωκε, διηγησάμενος αὑτὸν μὲν εἴκασε καὶ τοὺς σὺν αὑτῷ κυσὶν ὑπὲρ τοῦ δήμου μαχομένοις, Ἀλέξανδρον δὲ τὸν Μακεδόνα μονόλυκον προσηγόρευσεν. Ἔτι δ' ὥσπερ ἔφη τοὺς ἐμπόρους ὁρῶμεν, ὅταν ἐν τρυβλίῳ δεῖγμα περιφέρωσι, δι' ὀλίγων πυρῶν τοὺς πολλοὺς πιπράσκοντας, οὕτως ἐν ἡμῖν λανθάνετε πάντας αὑτοὺς συνεκδιδόντες. Ταῦτα μὲν οὖν Ἀριστόβουλος ὁ Κασσανδρεὺς ἱστόρηκε. Plutarch. . δ. . .
[12]
[1] καὶ τὸν ὑπὲρ Σατύρου δὲ λόγον τῆς ἐπιτροπῆς πρὸς Χαρίδημον οἱ μὲν πρὸς τὴν κρίσιν ἔχοντες τὸ ἀσφαλὲς Δημοσθένους λέγουσιν εἶναι, ὁ δὲ Καλλίμαχος, οὐδ' ἱκανὸς ὢν κρίνειν, Δεινάρχου νομίζει. Photius bibl. p. 491 b 29 Bk.
[12]
[13]
[1] ὑπὲρ ὄνου σκιᾶς. λέγουσιν ὅτι Δημοσθένης ὁ ῥήτωρ ἀπολογούμενος ὑπέρ τινος κινδυνεύοντος οὐκ ἀνεχομένων τῶν δικαστῶν εἶπεν· Ἀκούσατε, ὦ ἄνδρες, διηγήματος τερπνοῦ. νεανίσκος ποτὲ Ἀθήνηθεν εἰς Δελφοὺς ὄνον ἐμισθώσατο. μεσημβρίας δὲ καταλαβούσης καταλύσας τὸν γόμον ὑπέδυ τὴν σκιὰν τοῦ ὄνου. ἐκβαλλόμενος δὲ ὑπὸ τοῦ ὀνηλάτου, μὴ καὶ τὴν σκιὰν μεμισθῶσθαι λέγοντος, εἰσῆλθον εἰς δικαστήριον ἀμφότεροι. εἰπὼν δὲ ταῦτα ὁ Δημοσθένης κατέβαινεν ἐκ τοῦ βήματος. ἀξιούντων δὲ τῶν δικαστῶν τὸ τέλος τῆς δίκης μαθεῖν εἶπεν ἀναβὰς πάλιν ἐπὶ τοῦ βήματος· Ὑπὲρ μὲν ὄνου σκιᾶς ἀκούειν, ὦ ἄνδρες, ἐπιθυμεῖτε, ἀνθρώπου δὲ κινδυνεύοντος ὑπὲρ ψυχῆς οὐδὲ φωνῆς ἀνέχεσθε; οὕτω καθαψάμενος τῶν κριτῶν τὸν κατηγορούμενον περιέσωσε. τάττεται τοίνυν ἡ παροιμία ἐπὶ τῶν ὑπὲρ μηδενὸς χρησίμου φιλοτιμουμένων. Suid. 2, 2 p. 1339 Bernh. cf. 2, 1 p. 1132. Photius lex. p. 338, 15. Zenobius proverb. 6, 28 (ubi alios paroemiographorum locos Schneidewinus collegit p. 169 sq.). Schol. Aristoph. Vesp. 191. Schol. Platon. p. 317 Bk. qui fabellam ex Aristidis libris de proverbiis (de quibus Schneidewin. I. d. p. XII exposuit) variis artis rhetoricae lenociniis ornatam exhibuit. Biographus decem oratt. p. 848. A et Photius biblioth. p. 494 a 15.
[2] ἄλλου γένους ἁψώμεθα τὸν αὐτὸν ἡγούμενοι (I. αἱρούμενοι) σοφιστήν (Hegesiam)· δεινὸν τὴν χώραν ἄσπορον εἶναι τὴν τοὺς σπαρτοὺς τεκοῦσαν. ἀλλ' οὐχ οὕτως ὁ Δημοσθένης, οὗ τὴν γνώμην οὗτος ἐπὶ τὸ χεῖρον μετέθηκε· γράφει δὲ δεινὸν μηλόβοτον γενέσθαι τὴν Ἀττικήν, ἣ πρώτη τοῖς ἄλλοις ἐξήνεγκε τὸν ἥμερον καρπόν. Agatharchides in Photii bibl. p. 446 b 25.
[3] ἀλλὰ γὰρ ὁ Δημοσθένης, φησί (Agatharchides), μετενέγκας τοὺς λόγους ἐπὶ τὸν Ἀλέξανδρον οὕτω δεδήλωκε· τὴν μὲν πόλιν ἐξώρυξεν ἐκ τῶν θεμελίων, ὥστε μηδὲ ἐπὶ ταῖς ἑστίαις καταλιπεῖν τὴν τέφραν, παῖδας δὲ καὶ γυναῖκας τῶν ἡγησαμένων τῆς Ἑλλάδος ἐπὶ τὰς σκηνὰς τῶν βαρβάρων διένειμε. Agatharchides in Photii bibl. p. 447 a 29.
[4] Οὕτω Δημοσθένης φησὶν ὡς τῶν ἀγαθῶν ἀνδρῶν ὥσπερ εἱμαρμένον εἴη φαύλους ἀποβαίνειν τοὺς υἱεῖς. Schol. Aristidis p. 198 Fromm. 530 Ddf. cum Aristides 2 p. 214 Ddf. de Cimone haec dixerit: οὐδὲ δίδωσι χώραν τῇ βλασφημίᾳ, ὡς ἄρα τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν ὥσπερ εἱμαρμένον εἴη τοὺς υἱεῖς φαύλους ἀποβαίνειν.
[5] ἄξιον. οἱ ῥήτορες ἐπὶ τοῦ εὐλόγου καὶ δικαίου ἐκλαμβάνουσι. Δημοσθένης· διὰ γὰρ τοῦτο μάλιστα ἄξιόν ἐστι σιωπᾷν, ὅτ' οὔτ' ἐστὶν ὁ καταπλήσσων οὔθ' ὁ κολάσων ἡμᾶς. Suidas 1, 1 p. 506.
[6] ὁ μὲν Δημοσθένης ἦθος ἐμφῆναι βουλόμενος τί φησι; πάνυ τοίνυν προσῆκον ἂν εἴη τοιοῦτον περὶ πλείστου ποιεῖσθαι ὑμᾶς καὶ ἄνδρα εὐεργέτην δικαίως ὀνομάζειν. Aristides 9 p. 427 Walz.
[7] ἄντικρυς ἀντὶ τοῦ φανερῶς. Δημοσθένης· καὶ ἄντικρυς ἦν τοῖς ὁμοφύλοις ἐχθρός. Harpocrationis cod. K ad p. 23, 12 Bk. sed Voemelius collato scholio platonico p. 323 Bk.: παρὰ Δημοσθένει δὲ ἐν τῷ κατὰ Ἀριστοκράτους (immo 19 14. 154) ἀντὶ τοῦ φανερῶς. non sine causa videtur existimare post v. Δημοσθένης aliquid excidisse, ut verba καὶ ἄντικρυς ‑ ἐχθρός non sint Demosthenis.
[8] Δημοσθένης· καὶ εἰς τὴν βουλὴν τοὺς πεντακοσίους ἀπαντήσας, ἀντὶ τοῦ ἀφικόμενος. Grammaticus G. Hermanni de emend. rat. gr. gr. p. 357. G. Lecapenus in Matthaei lectt. mosqu. 1 p. 56.
[9] ἀπέχω καὶ τὸ ἀπολαβὼν ἔχω, συντασσόμενον αἰτιατικῇ. ‑ ὡς Δημοσθένης· Θηβαῖοι μὲν ἀπέχουσι τὰ οἰκεῖα, Φωκεῖς δὲ ἅπαντα ἀπολωλέκασι. Cod. paris. reg. apud F. Osannum ad Philem. p. 267.
[10] ἐνοχλῶ: δοτικῇ. Δημοσθένης· οὐκ ἂν ἠνώχλει νῦν ἡμῖν ὁ Φίλιππος τότε σωθείς. ὁ αὐτὸς καὶ πρὸς αἰτιατικήν· μηδέ γε ἐγκαλεῖν ἀξιοῦτε μηδέν, ἐμὲ δὲ ἐνοχλεῖτε. Bekk. anecd. p. 135, 26.
[11] κατάγω τὸ εἰς τὸν λιμένα ναῦν ἐνορμίζω, ὡς καὶ Δημοσθένης. καὶ ἐπὶ Θετταλίαν τὰς ναῦς κατάγοντες ἐνέτυχον Ἀνδροκλεῖ. Hermanni de emend. rat. gr. gr. p. 260. Lexicon paris. apud F. Osann. ad Philem. p. 224. Varinus lexic. p. 998, 13.
[12] καὶ Δημοσθένης δὲ κωφὸν καὶ φαλακρόν που λέγει, ὡς τοῦτον ὄντως ἔγραψεν ὁ Λύσιππος ἐκεῖνος. Ioannes Tzetz. Chil. 10, 289. Scil. τὸν χρόνον.
[13] λυμαίνομαι· αἰτιατικῇ. πρώτῳ Φιλιππικῶν· ἔστι τοίνυν πρᾶγμα καὶ ἄλλο, ὃ λυμαίνεται τὴν πόλιν, ὑπὸ βλασφημίας ἀδίκου καὶ λόγων οὐ προσηκόντων διαβεβλημένον. Bekk. anecd. p. 154, 23.
[14] μέμφομαι· αἰτιατικῇ. τρίτῳ Ὀλυνθιακῷ (3 14. 36)· ‑ ‑ ὑποκατιὼν δὲ πρὸς δοτικήν· οὐ λέγεις κακῶς τοὺς τετελευτηκότας τῶν εὐεργετῶν, τῷ δεῖνι μεμφόμενος. Bekk. anecd. p. 156, 5.
[15] καὶ παρὰ Δημοσθένει· μετέχοντες τὴν αὐτὴν δόξαν τοῖς Λακεδαιμονίοις. Grammat. Hermanni de emend. rat. gr. gr. p. 371. Lexicon paris. apud F. Osannum ad Philem. p. 253.
[16] καὶ ὁ Δημοσθένης· τὸν δῆμον, ὅτι ὅμοιός ἐστι τοῖς ἐν τοῖς πλοίοις ναυτιῶσιν. Aristot. rhet. 3, 4 p. 1407 a 5 Bk. Vetus interpres p. 56 a 39 haec habet: ὥσπερ γὰρ οἱ ἐν τῷ πλοίῳ ὄντες ὑπὸ τοῦ σάλου καὶ τῶν κυμάτων ταρασσόμενοι ναυτιῶσι καὶ ἀηδῶς ἀφορῶσι πρὸς τὴν θάλασσαν, οὕτω καὶ ὁ δῆμος ναυτιᾷ καὶ ἰλιγγιᾷ ἀφορῶν πρὸς τὰ πράγματα.
[17] καὶ τοῖς συναντῶσιν ἐρωτώμενοι ἐπὶ δεῖπνον ἔφασκον κληθῆναι. Pollux 6 14. 8. Bekkerus primus haec verba addidit, praecedit Demosthenis . . .
[18] ὑπερέχειν ‑ αἰτιατικῇ δέ, ὡς Δημοσθένης· ὑπερεῖχε δ' ἐκείνους τῇ ῥώμῃ μὲν οὐδαμῶς. Grammat. Hermanni de emend. rat. gr. gr. p. 362. cf. F. Osann. ad Philem. p. 254.
[19] λανθάνει δέ πως τὴν ἀκοὴν ἐμπίπτων μέσον τοῦ πεζοῦ στίχος, ὡς καὶ παρὰ Δημοσθένει εὑρίσκεται, ὡς ἐν τῷ· καὶ μή με Καλλισθένης ἐν κενοῖς πλανᾷ. καὶ αὖθις· ἤνεγκεν ᾠδὴν Ἀφαρεὺς ἐνόπλιον. καὶ ἀλλαχοῦ· τίς οὗτος ὃς κυκᾷ πᾶν λοιδορίαις; Castor Walzii 3 p. 713.
[20] Δημοσθένους. Ἄξιον τούτους ἐπαινεῖν τῶν ἀνθρώπων, οἳ μηδεμίαν ὠφέλειαν προαιροῦνται τοῦ δικαίου. Χρήματα μὲν γὰρ ἔστι κτήσασθαι, δόξαν δὲ χρημάτων οὐ ῥᾴδιον πρίασθαι. Ioannes Stob. Floril. 9, 29.
[21] Δημοσθένους. Οὐδὲν ἂν εἴη τοῖς ἐλευθέροις μεῖζον ἀτύχημα τοῦ στέρεσθαι τῆς παρρησίας. Ioannes Stob. Floril. 13, 17.
[22] Δημοσθένους. Διαβολὴ καιρῷ μὲν ἰσχυρὰν ἀπεργάζεται τοῖς ἀκούουσι τὴν ὑπόληψιν, χρόνῳ δὲ πάντων ἀσθενεστέρα γίνεται. Ioannes Stob. Floril. 42, 8.
[23] Ἐκ τῶν Ἀριστοτέλους Χρειῶν. Δημοσθένης ὁ ῥήτωρ ἔφη πόλεως εἶναι τὴν ψυχὴν τοὺς νόμους· ὥσπερ γὰρ τὸ σῶμα στερηθὲν ψυχῆς πίπτει, οὕτω καὶ πόλις μὴ ὄντων νόμων καταλύεται. Ioannes Stob. Floril. 43, 140. Maximus Conf. aphorism. p. 207 tur.
[24] Δημοσθένους. Δημοσθένης εἶπε· πάντων ἐστὶ δυσχερέστατον τὸ πολλοῖς ἀρέσκειν. Ioannes Stob. Floril. 45, 22.
[25] Τοῦ αὐτοῦ. Δημοσθένης δυοῖν ἔφησεν οὔσαιν ὁδοῖν, τῆς μὲν ἐπὶ τὸ βῆμα, τῆς δὲ εἰς ᾅδου, μᾶλλον ἂν ἑλέσθαι τὴν εἰς ᾅδου τὸν εὖ φρονοῦντα. ibid. 45, 23. cf. Plutarch. Demosth. c. 26.
[26] Δημοσθένους. Πόλεμος ἔνδοξος εἰρήνης αἰσχρᾶς αἱρετώτερος. Ioannes Stob. Flor. 50, 10.
[27] Δημοσθένους. Ὥσπερ οἶνος κιρνᾶται τοῖς τῶν πινόντων τρόποις, οὕτω καὶ φιλία τοῖς τῶν χρωμένων ἤθεσιν. Antonius Melissae p. 28 turic.
[28] Δημοσθένης τὴν μὲν ῥίζαν τῆς παιδείας ἔφη εἶναι πικράν, τοὺς δὲ καρποὺς γλυκεῖς. Antonius Mel. p. 56 tur.
[29] Δημοσθένους. Οἶμαι τὸ μέλλον ἅπασιν ἀνθρώποις ἄδηλον· καὶ μικροὶ καιροὶ μεγάλων πραγμάτων αἴτιοι γίνονται. διὸ δεῖ μετριάζειν ἐν ταῖς εὐπραξίαις καὶ προορωμένους τὸ μέλλον φαίνεσθαι. Antonius Mel. p. 64 tur.
[30] Δημοσθένους. Δεῖ τὸν εὖ φρονοῦντα τὸν λογισμὸν ἀεὶ τῶν ἐπιθυμιῶν κρείττω πειρᾶσθαι ποιεῖν. Maximus Conf. Aphorism. p. 167 tur.
[31] Δημοσθένους. Δίκαιόν ἐστιν ἐλεεῖν οὐ τοὺς ἀδίκους τῶν ἀνθρώπων, ἀλλὰ τοὺς παρὰ λόγον δυστυχοῦντας. Maximus Conf. Aphorism. p. 173 tur.
[32] Δημοσθένους. Ὥσπερ σωματικὸν πάθος οὐ κρυπτόμενον οὐδὲ ἐπαινούμενον ὑγιάζεται, οὕτως οὐδὲ ψυχὴ κακῶς φρουρουμένη θεραπεύεται. Maximus Conf. Aphorism. p. 190 tur.
[33] Δημοσθένους. Οὔτε σῖτον ἄριστον τὸν ἐκ τοῦ καλλίστου πεδίου κρίνομεν, ἀλλὰ τὸν εὔθετον πρὸς τὴν τροφήν, οὔτε ἄνδρα σπουδαῖον ἢ φίλον εὔνουν τὸν ἐξ ἐπιφανοῦς ὄντα γένους, ἀλλὰ τὸν ὑπάρχοντα τῷ τρόπῳ κρείττονα. Maximus Conf. Aphorism. p. 210. tur.
[34] Δημοσθένους. Τοῦ πλείονος βίου καὶ φαυλοτέρου τὸν ἐλάσσω καὶ ἀμείνονα ὄντα παντὶ πάντως προαιρετέον. Maximus Conf. Aphorism. p. 213 tur.
[35] λέγεται δὲ τὸν μὲν Πυθέαν εἰπεῖν, ὅτι καθάπερ οἰκίαν, εἰς ἣν ὄνειον εἰσφέρεται γάλα, κακόν τι πάντως ἔχειν νομίζομεν, οὕτω καὶ πόλιν ἀνάγκη νοσεῖν, εἰς ἣν Ἀθηναίων πρεσβεία παραγίνεται· τὸν δὲ Δημοσθένην στρέψαι τὸ παράδειγμα φήσαντα, καὶ τὸ γάλα τὸ ὄνειον ἐφ' ὑγιείᾳ καὶ τοὺς Ἀθηναίους ἐπὶ σωτηρίᾳ παραγίνεσθαι τῶν νοσούντων. Plutarchi Demosth. . .
[36] αἷμα νίψαι· οὕτως ἔλεγον οἱ Ἀττικοὶ ἐπὶ τοῦ ἐκνίψαι φόνον, ὡς καὶ Δημοσθένης. Bekk. anecd. p. 360, 28.
[37] οὐκ ἀνασχήσομαι. τινὲς τοῦτο ὡς ἔκφυλον νομίζουσιν· ἐχρήσατο δὲ αὐτῷ καὶ Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους. οὐ δεῖ οὖν μόνον λέγειν ἀνέξομαι. Suidas 2, 1 p. 1208 Bernh. Schol. in Aristoph. Ach. 296 qui habet κατὰ Τιμοκράτους. Cf. Pierson. ad Moer. p. 26.
[38] ἀπορρηθὲν δὲ αὐτῷ Δημοσθένης εἶπε τὸ ἀπαγορευθέν. Pollux 2 14. 128.
[39] ἐκ δὲ τῶν σκευῶν καὶ γαλεάγρα· τὸ δὲ ὄνομα ἐν τοῖς ἐπιγραφομένοις Δημοσθένους πρὸς Ἀριστογείτονα. Pollux 10 14. 155.
[40] καὶ Δημοσθένης φησὶν ἐξελευθερικοὺς νόμους καὶ ἀπελευθερικοὺς νόμους. Pollux 3 14. 83.
[41] κακολογεῖ, ὡς Δημοσθένης. Pollux 2 14. 119.
[42] ὁλόσχοινος· ἡ σχοῖνος. καὶ Δημοσθένης καὶ οἱ ἄλλοι. Photius lex. p. 329, 25.
[43] τάλαντον· πολλὰ μὲν σημαίνει· ἢ γὰρ τὸ μέγιστον χρυσίου καὶ ἀργυρίου μέρος· καθ' ὃ σημαινόμενον Δημοσθένης φησὶ πεντηκονταταλαντία. Photius lex. p. 566, 5. Pollux 9 14. 52.
[44] ποία· ‑ ἡ σμήχουσα. cf. Lysias frg. 327.
[45] Ψυρία νησίδιόν ἐστιν ἀπέχον σταδίους ν΄ τῆς Χίου. ‑ ‑ μέμνηται Δημοσθένης. Schol. Homer. Odyss. p. 92 Buttm.
[56] αἰτήσας τε γραμματεῖον (Calaureae in templo Neptuni) ἔγραψεν, ὡς μὲν Δημήτριος ὁ Μάγνης φησί, τὸ ἐπὶ τῆς εἰκόνος αὐτοῦ ἐλεγεῖον ἐπιγεγραμμένον ὑπὸ τῶν Ἀθηναίων ὕστερον·
Εἴπερ ἴσην ῥώμην γνώμῃ, Δημόσθενες, ἔσχες,
οὔ ποτ' ἂν Ἑλλήνων ἦρξεν Ἄρης Μακεδών.
Vitae decem oratt. p. 847. A. Plutarch. Demosth. 30.
[57] Δημοσθένους. Δημοσθένης ἔλεγεν, ὡς πολλάκις ἐπιὸν αὐτῷ εὔξασθαι τοὺς πονηροὺς ἀπολέσθαι φοβοῖτο μὴ ἔρημον ἄρδην ἐκ τῆς εὐχῆς ποιήσῃ τὴν πόλιν. Ioannes Stob. Floril. 2, 22.
[58] Δημοσθένους. Δημοσθένης ὁ ῥήτωρ θεασάμενός τινα δημαγωγὸν ἀφυῆ μέγα βοῶντα ἔφη· Ἀλλ' οὐ τὸ μέγα εὖ ἐστι, τὸ δὲ εὖ μέγα. Ioannes σ. φ. , .
[59] Δημοσθένους. Δημοσθένης πρὸς κλέπτην εἰπόντα· Οὐκ ᾔδειν ὅτι σόν ἐστιν, Ὅτι δέ, ἔφη, σὸν οὐκ ἔστιν ᾔδεις. Ioannes Stob. Floril. 13, 32.
[60] Δημοσθένους. Δημοσθένης λοιδορουμένου τινὸς αὐτῷ· Οὐ συγκαταβαίνω, εἶπεν, εἰς ἀγῶνα, ἐν ᾧ ὁ ἡττώμενος τοῦ νικῶντός ἐστι κρείττων. Ioannes Stob. Floril. 19, 4.
[61] Δημοσθένης λέγων ποτὲ ἐπ' ἐκκλησίας καὶ Φωκίωνα ἰδὼν ἐρχόμενον εἶπεν· Ἡ τῶν ἐμῶν λόγων σφυρὰ καὶ κοπὶς ἔρχεται. Οὕτως οὐ τοσοῦτον ὁ λόγος, ὅσον ὁ τρόπος πείθειν δύναται. Ioannes Stob. Floril. 37, 34. cf. Plut. Dem. c. 11. Phocion. c. 5. Moral. p. 803. E.
[62] καὶ κλέπτης δέ τις παρ' Ἀττικοῖς Χαλκοῦς ἐκαλεῖτο, εἰς ὃν ἐγκρατῶς τοιχωρυχοῦντα καὶ κλέπτοντα ἔσκωψε Δημοσθένης τὸ Μὴ θαυμάζετε, ὦ Ἀθηναῖοι, Χαλκοῦς κλέπτας, εἰ τοὺς παρ' ὑμῖν πλινθίνους οἴκους διορύττουσιν. Eustathius ad Iliad. p. 1243, 19.
[63] Δημοσθένης ἔφη τὸν κόλακα τοῦτο διαφέρειν τοῦ κόρακος, ὅτι ὁ μὲν ζῶντας, ὁ δὲ νεκροὺς ἐσθίει. Antonius Mel. p. 58 tur.