2689 154 0 1 3 0 IV d. C. Retorica Libanius XI Declamationes Foerster, R., Leipzig, Teubner, 1922 Rist. 1997, Hildesheim, Olms. 38

Libanius - Declamatio XI

Ὁ Κίμων αἰτῶν ὑπὲρ τοῦ πατρὸς δεθῆναι.

[1]   Ἀληθὲς ἦν ἄρα, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ λεγόμενον τοῦτο τὸ μηδὲν ἀνάγκης εἶναι δυνατώτερον. ἔγωγ' οὖν νέος τε ὤν, ὡς ὁρᾶτε, καὶ πραγμάτων ἄπειρος ἀπὸ τοῦ δεσμωτηρίου δεῦρ' ἥκω καταλιπὼν αὐτόθι τὸν ταλαίπωρον Μιλτιάδην νόσῳ τε καὶ δεσμῷ πιεζόμενον καὶ δεῖσθαι τολμῶ δήμου τοσούτου πρᾳότερόν τε ἡμῶν ἢ πρότερον ἀκοῦσαι καὶ δοῦναι χάριν ἣ τὸ μὲν τίμημα τῆς πόλεως φυλάξει, τῷ δὲ ἠτυχηκότι παραμυθίαν οἴσει τινά.

[2] τὸ μὲν οὖν βέλτιον ἦν ἐν τῇ πρὸς τοὺς βαρβάρους μάχῃ τὸν πατέρα μοι πεσεῖν καὶ τὴν αὐτὴν Κυναιγείρῳ τε καὶ Καλλιμάχῳ δέξασθαι τελευτήν· ἐπεὶ δὲ καὶ νενικηκὼς καὶ στήσας τὸ τρόπαιον οὐκ ἐδυνήθη τῆς ὑπὲρ ὑμῶν οὐδαμοῦ στῆναι προθυμίας, ἀλλ' ἕτερ' εὐθὺς ἐπενόει, ἐχρῆν αὐτὸν ἐν τοῖς δευτέροις γοῦν τούτοις ἀποθανεῖν μηχανώμενον ἑλεῖν τοὺς ὑμετέρους ἐχθρούς· ἐπεὶ δὲ ἐφιλονείκησεν ὁ δαίμων δεσμώτην δεῖξαι Μιλτιάδην καὶ θανάτου στρατηγῷ πρέποντος ἐφθόνησε τῷ πατρί, γένεσθε ἡμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, φιλανθρωπότεροι τῆς Τύχης καὶ μετενέγκατε τὸν δεσμὸν ἀπὸ σώματος ἀπειρηκότος ἐπὶ τὸν ἴσως ἐνεγκεῖν δυνησόμενον, ἐμέ.

[3]    Ἴσως μὲν οὖν τινες ὑμῶν, ὡς ὤφθην ἐπὶ τοῦ βήματος ἐφ' οὗ ποτε ἔλεγε Μιλτιάδης καὶ ἐδημηγόρει καὶ μετὰ τοῦ πρώτου ῥήματος ἀφῆκα δάκρυον, εἶπον [ἂν] πρὸς ἀλλήλους· Κίμων οὗτος ἥκει νῦν ἱκετείαις τε καὶ θρήνῳ λύσων τῷ πατρὶ τὴν συμφοράν, οἶδε δὲ Ἀθηναίους ἐλεήμονας οὐ πρὸς τοὺς αὑτῶν πολίτας μόνον οἷς ἱερῶν καὶ πολλῶν ἑτέρων μεγάλων τε καὶ σεμνῶν κεκοινήκασιν, ἀλλὰ καὶ πρὸς ξένους οἷς ἓν μόνον ὑπάρχει δίκαιον τὸ πεπραγέναι κακῶς, ἥκει τοὺς αὑτοῦ προγόνους Κίμων οὑτοσὶ καταλέξων, Μιλτιάδας καὶ Στησαγόρας καὶ Κίμωνας. μέγα πεπίστευκεν ἔχειν εἰς τὸ πεῖσαι τὴν Χερρόνησον, οὐκ ἔλαττον τὴν Λῆμνον ἣν τῆς πόλεως ἐποίησε σοφίᾳ Πελασγοὺς ἐκβαλών. τὸ δὲ μέγιστον, ὁ Μαραθὼν αὐτὸν δεῦρο ἤγαγεν ἅπαν ἔγκλημα νικῆσαι δυνάμενος, δι' ὃν σῶς μὲν ἡ πατρίς, σῶς δὲ ἡ Ἑλλάς, μέγα δὲ ἐν ἀμφοτέραις ταῖς ἠπείροις τὸ τῶν Ἀθηναίων ὄνομα, βασιλεὺς δὲ ὁ μέγας ἐδιδάχθη μὴ πάντα νομίζειν δύνασθαι.

[4] παρ' ὑμῶν μὲν ἴσως τισὶ τοιαύτη δόξα περὶ τῆς ἐκεῖσε σπουδῆς, ἐγὼ δ' ἕνεκα μὲν τοῦ τῆς πόλεως ἤθους ἐχρησάμην ἂν ἐπὶ τούτῳ καὶ τούτοις καὶ ἔτι πλείοσι λόγοις, ἔστι γὰρ ἡμῖν τοιούτων ἀφθονία δικαίων· ἐπεὶ δὲ οὐκ ἀξιοῦμεν ἡμᾶς αὐτοὺς τοσούτου γινώσκοντες ἐξ οἵων οἷοι γεγόναμεν, τὸ μὲν τίμημα μενέτω, δότε δὲ ἡμῖν τὸ σῶμα ἀντὶ τοῦ σώματος δεθῆναι τοὐμὸν τοῦτο ἀντ' ἐκείνου τοῦ νυνὶ δεδεμένου.

[5]    Καὶ βραδέως μὲν ἴσως, ὦ ἄνδρες Ἀθηναῖοι, ταῦτα ἐν ὑμῖν λέγω, ἔδει γὰρ εὐθὺς ἐπ' ἐκείνης με τῆς ἐκκλησίας ἐμαυτὸν ἀντιδοῦναι· ἐπεὶ δὲ οἱ τότε ἐγκείμενοι τῷ πατρὶ καὶ παροξύνοντες ὑμᾶς καὶ τοῖς οὐκ ὀργιζομένοις ἐπιτιμῶντες οὐκ ἔδωκαν ἡμῖν ἰδεῖν ὅ τι ποιοῦντες ἀμείνους ἂν εἴημεν, νῦν γε ἀκούσατε καὶ δότε τὴν χάριν καὶ βοηθήσατε δι' ἐμοῦ τῷ δυστυχεῖ Μιλτιάδῃ.

[6] ᾧ παρεκαθήμην μὲν δακρύοντι δακρύων, σιωπῶντι λαλῶν, ἔλεγον δέ· ὦ πάτερ, οἶδα μέν σοι χάριτας ὀφείλων τοῦ φῦναι, τοῦ τραφῆναι, τῆς ἄλλης ἐπιμελείας οὐδὲν φαυλοτέρας τῆς παρὰ τῶν ἄλλων εἰς τοὺς ἐξ ἑαυτῶν, ἀπορῶ δὲ ὅπως ἂν ἐπαμύνοιμί σοι. παρὰ τίνα γὰρ ἔλθω; παρὰ τίνος αἰτήσω; τίς δώσει πεντήκοντα τάλαντα; πόσην ἄν τις καταθείη τοὐμοῦ σώματος τιμήν; ὡς ἔμοιγε καὶ πεπρᾶσθαι κέρδος, εἴ τι τῶν σῶν δύναιτο τοῦτο ἐπανορθῶσαι· τί λέγω πεπρᾶσθαι; τεθνάναι μυριάκις δεξαίμην ἂν ἐπὶ τοιούτῳ μισθῷ. καὶ ἅμα τε ὀδυρόμενος ἐνενόησα τοῦτο ὃ νῦν ποιῶ καὶ πρὸς αὐτὸν εἶπον ὡς ἐφ' ὑμᾶς καταφεύξομαι καὶ περὶ δεσμῶν διαλέξομαι, καὶ οἶμαι πείσειν ἔφην.

[7] ὁ μὲν οὖν διεκώλυε τοῦ παιδὸς φειδόμενος, ἐγὼ δὲ αὐτῷ τούτῳ μᾶλλον παρεκαλούμην, τῇ τοῦ πατρὸς περὶ ἐμὲ προνοίᾳ, νομίζων πρέπειν μοι τά γε τοιαῦτα νικᾶν καὶ δεῖν καὶ μὴ βουλομένῳ πατρὶ τὴν τοιαύτην διδόναι χάριν. γινέσθω δή τι τῆς ἐμῆς προθυμίας ὄφελος καὶ μή μοι τὰς ἐλπίδας αἷς ὡς ἐντευξόμενος ἧκον ἐλέγξητε, ὦ ἄνδρες Ἀθηναῖοι.

[8]    Ἀλλ' οὐ κατὰ τὸν νόμον τοῦτο, φησί, λελύσθαι μὲν ὃν οὐ δεῖ, δεδέσθαι δὲ ὃν οὐ χρή. ὢ τῆς δυστυχίας τοῦ πατρός. ἔτι φθονεῖται καὶ οὐκ ἐνέπλησε τοὺς δυσκόλως πρὸς αὐτὸν ἔχοντας τοσοῦτο πλῆθος κακῶν. καίτοι πρός γε τοὺς πταίσαντας καὶ τοὺς ἄγαν δυσμενεῖς αἱ συμφοραὶ διαλλάττουσιν. ὥστε ἔγωγε τοὺς τότε κατηγόρους ᾤμην εὑρήσειν συνηγόρους τήμερον, οἱ δ' οὐχ ἱκανὸν νομίζουσιν, ὡς ἔστιν ἰδεῖν, εἰ μὴ καὶ γεύσαιντο τοῦ σώματος.

[9] διὰ τί; οὐκ ἔστιν ἐκεῖνος Μιλτιάδης ὁ πέμπων εἰς Σπάρτην τὸν Φιλιππίδην οὐδ' ὁ καλῶν Λακεδαιμονίους οὐδ' ὁ μελλόντων τρέχων οὐδ' ὁ μυρίους ἄγων ἐπὶ τὰς πεντήκοντα μυριάδας οὐδ' ὁ πείθων μηδὲν τῶν δεινῶν δεδιέναι οὐδ' ὁ τοῖς κατηρκόσιν ὡς ἁρπασομένοις τὴν πόλιν ἐν τῇ φυγῇ ποιῶν τὴν σωτηρίαν εἶναι; πέπτωκεν ὁ μέγας ἐκεῖνος, οἴχεται τὰ σεμνά. μετὰ τῶν κακούργων δέδεται. τίς ἔτ' ἂν ἀξιώσειε μὴ λίαν ὠμὸς ὢν τῷ τοιούτῳ πολεμεῖν;

[10] ὁ γὰρ νόμος, φησίν, ἀδικηθήσεται λυομένου. ποῖος; εἰ μὲν γὰρ ἕτερός τις ἔγραφε· λελύσθω μὲν Μιλτιάδης, δεδέσθω δὲ Κίμων, εἴτε βούλεται εἴτε μή, καλῶς ἂν ἠγανάκτεις ὡς ἐπ' ἀδίκοις καὶ δεινοῖς καὶ δημοκρατίας ἀλλοτρίοις· εἰ δὲ ἐμαυτὸν τῷ δεσμῷ δίδωμι καὶ δέομαι καὶ ἱκετεύω δεθῆναι καὶ τὸ δυστυχὲς τοῦτο καὶ πικρὸν κέρδος ἐμοί, τίς ἐνταῦθα παραβαίνεται νόμος;

[11] οὐδὲ γὰρ αὖ τοῦτ' ἔστιν εἰπεῖν ὡς ὁ πατὴρ ἐπέταξέ μοι καὶ ἃ φεύγω τῇ γνώμῃ, ταῦτ' αἰδούμενος φέρω. οὐ γὰρ Μιλτιάδου γε ταῦτα ἐπιτάγματα, μὰ τοὺς θεούς, οὐ μὰ τὴν Δήμητρα τὴν ἡμῖν δυσμενῆ. ἀλλ' ἔμοιγε δοκεῖ καὶ συμφορὰν ἑτέραν οὐ μείω τῆς προτέρας τοῦτο ἐκεῖνος ἡγήσεσθαι, εἰ ὃν ὡς ἡγησόμενον ὑμῶν καὶ πρὸς ἑαυτὸν ἁμιλλησόμενον ἔτρεφε, τοῦτον ἐν δεσμοῖς θεάσαιτο. ἔστιν οὖν ἅπαν τοῦτ' ἐμόν. οὐδένα ἀδικῶ τῶν νόμων.

[12] ἤδη τις ἰσχυρότερος ἕτερον ἀσθενέστερον ὑπὸ φορτίου πιεζόμενον ἰδὼν αὐτὸς τοῦτο ὑπελθὼν ἔδωκεν ἀναπνεῦσαι τῷ μὴ δυναμένῳ φέρειν, τοσοῦτον δ' οὗτος ἀπέσχε τοῦ τινα αἰτίαν λαβεῖν ὥστε καὶ ἐπῃνέθη· εἰ δὲ καὶ περὶ τοὺς ἁπλῶς ἐντυγχάνοντας εἶναι τοιούτους καλόν, τίνας ἡμᾶς εἶναι δεῖ περὶ τοὺς τῷ γένει προσήκοντας;

[13] εἰ δ' ἕτερος ἕτερον τριηραρχίας ἀφιεὶς αὐτὸς ἠξίου δαπανᾶσθαι, τοῦτ' ἂν ὑμῖν, εἰπέ μοι, διέφερεν ἢ βλάπτεσθαι τοὺς νόμους ἐντεῦθεν ἐλέγετ' ἄν; τί δ' εἰ περὶ χορηγίαν ἐγίγνετο; παρὰ τοῦτ' αὐτὸν ἐκωλύετ' ἂν ὡς λυπήσοντα τούτῳ τὸν Διόνυσον; οὐκ ἔστι.

[14] μὴ τοίνυν μηδὲ τὴν ἐμὴν ταυτηνὶ λειτουργίαν διαβαλλέτω τις, ἣ μάχεται μὲν οὐδενὶ τῶν γεγραμμένων νόμων, ὁμολογεῖ δὲ πολλοῖς τε καὶ καλῶς ἔχειν δοκοῦσιν, οὓς ὁ Σόλων τοῖς γονεῦσι βοηθοῦντας τέθεικε φόβῳ τῆς τιμωρίας καὶ τοὺς οὐ φύσει χρηστοὺς ἀναγκάζων ἃ δεῖ τοῖς γεγεννηκόσι φέρειν. πρὸ μὲν οὖν τοῦ δεσμοῦ διὰ τῶν ἄλλων τὸν πατέρα ἐθεράπευον καὶ οὐκ ἐγενόμην ἐνταῦθα κακός, ὁ δὲ νῦν καιρὸς ταύτην ἀπαιτεῖ τὴν θεραπείαν.

[15] δέξασθε δή με τῷ νόμῳ πειθόμενον καὶ τῆς πόλεως καὶ τῆς Φύσεως. νομοθετεῖ δὲ αὕτη ταῦτα καὶ τοῖς θηρίοις. καὶ ὁρῶμεν δὴ τῆς θεοῦ καὶ ἐν ἐκείνοις τοῖς γένεσι τὴν ἰσχύν. ᾗ πειθόμενος Πύλιός τις νεανίσκος ἐπὶ τὸν πατέρα πληγὴν φερομένην ἰδὼν τῷ στήθει ταύτην δεξάμενος ἐκείνῳ μὲν ἔδωκεν οἴκαδε ἐπανελθεῖν, αὐτὸς δὲ ἐν πολεμίᾳ γῇ κείμενος ἀείμνηστον ἔχει τὸ κλέος. τοῦτο καὶ αὐτὸς ἂν ἐν ὁμοίοις κινδύνοις ἐποίησα καὶ οὐκ ἂν ὤφθην κακίων ὁ Ἀθηναῖος τοῦ Πυλίου. ὑπὲρ οὗ οὖν τὴν ψυχὴν εἰκότως ἂν προείμην, ἐνὸν ζῶντα ὠφελεῖν τοῦ σώματος ἐν ἀνάγκῃ δεσμοῦ φείσομαι;

[16] καίτοι καλὸν μὲν καὶ τὸ τοῦ Ἀντιλόχου, πλειόνων δ' ἐπαίνων ἄξιον καὶ τὸ γυναῖκα ὑπὲρ ἀνδρὸς ἐθελῆσαι τελευτᾶν. ὁρῶμέν γε δήπουθεν ἐν ταῖς τραγῳδίαις τὸ ἐμφερὲς τῆς Ἀλκήστιδος ἔργον. εἰ μὲν οὖν καὶ νῦν θεῶν τις ἦν ὁ πράττων ὅμοια τοῖς τότε, χαίρων ἂν ἀπέθνησκον, ἵνα μὴ Μιλτιάδης· ἐπεὶ δὲ ὁ τοῦτο μὲν παρέξων οὐκ ἔστι, τῶν δὲ περὶ τὸν δεσμὸν ὑμεῖς κύριοι, δότε μοι τὴν χάριν ἧς καὶ τῷ κοινωνῆσαι δόξης ἀπολαύσετε. μὴ γὰρ οἴεσθε τῇ μὲν Μιλτιάδου στρατηγίᾳ τὴν πόλιν ἐνδοξοτέραν γεγενῆσθαι, τὸν δεσμὸν δὲ τοῦτον οὐκ εἴσεσθαι τοὺς ἐσομένους, ὅτι ἡ πόλις ἡ τῶν Ἀθηναίων πρὸς τοῖς ἄλλοις ἀγαθοῖς καὶ νέων ταῖς ὑπὲρ τῶν πατέρων ταλαιπωρίαις κεκόσμηται. καὶ γὰρ εἰ εἷς ὁ Κίμων, ἀλλ' ὅλης τῆς ἡλικίας ἔσται τὸ ἐγκώμιον.

[17]    Εἰ οὖν ἐκ τῶν αὐτῶν ἐγώ τε δίκαιος ἔσομαι καὶ ὑμεῖς σεμνότεροι, πῶς τοῖς οὐκ ἐῶσι ταῦτα οὕτω πραχθῆναι προσέξετε; οὐδὲ γὰρ ἐκεῖνό γε ἔστιν εἰπεῖν ὅτι Μιλτιάδου μὲν δεδεμένου λήψεσθε τὰ χρήματα, Κίμων δ' εἰ δεθείη, στερηθήσεσθε. οὐδὲ γάρ, ἂν ἀμφοτέρους δήσητε καὶ πρὸς ἡμῖν γε τὴν ἀδελφὴν τὴν ἐμήν, τούς γε οὐ δυναμένους ποιήσετε δύνασθαι. ἴστε γὰρ δή, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ ἡμέτερα καὶ ὡς οὐδέν ἐσμεν λαμπρότεροι τῶν γειτόνων οὔτε ταῖς οἰκίαις οὔτε κατὰ τἄλλα.

[18] καίτοι παρῆν γε βουλομένῳ τῷ πατρὶ μηδενὸς ἐλάττω τῶν πάνυ πλουτούντων ἔχειν, εἰ τὰ αὑτοῦ μᾶλλον ἢ τὸ κοινὸν αὔξειν ἤθελεν. ἀλλ' οὐκ ἦν, οἶμαι, τῆς Μιλτιάδου ψυχῆς ἐκκαρποῦσθαι τὰ ὑμέτερα, ἀλλ' ἕνα ἡγεῖτο πλοῦτον αὑτοῦ τὸ τὴν πόλιν μείζω τοῖς ὅπλοις ποιεῖν. διὰ τοῦτο ὃ τῶν πενομένων ἐστὶ πέπονθε, δέδεται. εἰ δ' ἦν αὐτῷ θεῖναι, δοκεῖ ποτ' ἂν ὑμῖν ἑλέσθαι δεθῆναι μᾶλλον ἢ θεῖναι; βεβόηται Μιλτιάδης ἀπὸ τοῦ Μαραθῶνος, οἶδα τοῦτο καλῶς, ἀλλ' ἕτερόν ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, νίκην ἀνελέσθαι μαχόμενον καὶ τίμημα ἐκτίσαι δύνασθαι.

[19]

   Εἰ τοίνυν οὔτε πλέον οὐδὲν ὑμῖν ἐκ τοῦ ἐκεῖνον δεδέσθαι οὔτ' ἔλαττον ἐκ τοῦ τὸν υἱὸν ἀντ' ἐκείνου, τί μὴ αὐτοῦ τῇ πόλει σωζομένου τὴν ἐπὶ φιλανθρωπίᾳ προσλαμβάνετε δόξαν; ἢ δέδοικέ τις ὑμῶν μὴ λυθεὶς ἐκεῖνος νομοθετῇ καὶ λέγῃ καὶ γράφῃ καὶ τῶν κοινῶν ἅπτηται πάλιν παρὰ τοῦ λελύσθαι νομίζων αὑτῷ καὶ τὴν εἰς ταῦτα ἐξουσίαν δεδόσθαι; ὁ δὲ μάλιστα μὲν οὐδ' εἰ σφόδρα ταῦθ' οἷός τε ἦν ποιεῖν, δοκεῖ μοί ποτ' ἂν ἑλέσθαι μεμαθηκὼς ἱκανῶς ὡς τὸ τὴν ἡσυχίαν ἄγειν καὶ τὰ αὑτοῦ πράττειν ἄμεινον· νῦν δ' εἰ καὶ λίαν ἄτοπός τις εἴη καὶ τῶν αὐτῶν ἑρμάτων ἐπιθυμοίη καὶ ναυαγίας δευτέρας, μέγα τὸ κωλύον ἕξει.

[20] τί τοῦτο; τὸ τραῦμα, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τὸ μηδὲ κεῖσθαι δύνασθαι μηδὲ ἔχειν ἐλπίζειν τι βέλτιον. τουτὶ γὰρ ἔστιν ἀκούειν τῶν ἰατρῶν λεγόντων καὶ πρόδηλον ὡς οὐκ εἰς μακρὰν οἰχήσεται. λύσετ' οὖν ὃν ὁ θάνατος λύσει καὶ χαριεῖσθε τοσοῦτον ὅσον μὴ ἐκ τοῦ δεσμωτηρίου γενέσθαι τὴν ἐκφοράν, ἀλλ' οἴκοθεν, ὅθεν ἐξελθὼν ἐκεῖνος κατεγέλασε τῶν δεσμῶν οὓς ἐκόμιζον ἐν ταῖς ναυσὶν οἱ τοῦ Δαρείου σατράπαι. οὐκοῦν οὐδεὶς Ἀθηναίων μετ' Ἐρετριέων ἐδέθη. τοῦτ' ἔσται ἡ χάρις ἄδετον αὐτὸν ἀποθανεῖν, ἐπὶ τῆς πατρῴας κλίνης ἀφεῖναι τὴν ψυχὴν τῆς θυγατρὸς αὐτῷ καθαιρούσης τοὺς ὀφθαλμούς, οὐ γὰρ δὴ τοῦ παιδός γε τοῦ δεδεμένου.

[21]    Εἰπέ μοι· ἢν δὲ δόξω φλυαρεῖν ὑμῖν καὶ δέξηται τὴν τελευτὴν ἐν τοῖς δεσμοῖς ὁ πατήρ, οὐκ αὐτὸν εὐθύς με δεήσει δεδέσθαι; πάνυ γε. τί οὖν δεινόν, εἰ ἀντὶ τοῦ τρισὶν ὕστερον ἡμέραις τήμερον τοῦτο ἔσται; ὅτι πονηρός, φησίν, ἐξελήλεγκται καὶ τὸν δῆμον ἠπατηκώς. οὐκοῦν ἐζημίωται διὰ τοῦτο χρήμασι, τὸ δεδέσθαι δὲ ἐκ τῆς ἀπορίας γέγονεν. εἰ γοῦν ἦν εὐθὺς ἐκτίσαι, οἴκοι ἂν ἦν, ἀλλ' οὐκ ἐν τῷ δεσμωτηρίῳ. οὕτω χρήμασιν, οὐ δεσμῷ κεκόλασται. μένει τοίνυν ἐν ἐμοὶ τὸ ὄφλημα. τοῦτο δέ ἐστιν ὀφείλειν ὑμῖν Μιλτιάδην καὶ ζῶντα καὶ τετελευτηκότα.

[22]    Καίτοι καὶ περὶ τῆς ἀπάτης καὶ τοῦ τὴν πόλιν ὑπὸ τοῦ πατρὸς ἠδικῆσθαι πολλὰ μὲν ὑπάρχει λέγειν, μάτην δ' ἂν ἴσως λέγοιτο. τίς γὰρ ὄνησις δικαίων λόγων τοῦ καιροῦ παρελθόντος; καὶ γὰρ ἂν μυριάκις ὡς οὐδὲν ἠδίκηκεν ἐπιδείξω, κατέγνωσται. οὐ μὴν ἀλλ', εἰ βούλεσθε, μικρὰ καὶ περὶ τούτου διαλέξομαι τοῦ μέρους, ἵν' εἰδῆτε τὸ ῥᾳδίως πείθεσθαι τοῖς παροξύνουσιν οἷόν ἐστι.

[23] Μιλτιάδης τὸν δῆμον τῶν Ἀθηναίων ἐπεθύμησε καταβλάψαι. πεπιστεύκατε μέν, ἴσως δὲ οὐκ ὀρθῶς. διὰ τί γάρ; τῶν ἀτίμων ἦν ἢ τῶν ἐλαυνομένων ἢ τῶν μισουμένων ἢ τῶν οὐδὲν γενναῖον εἰργασμένων ἢ τῶν ἐφ' οἷς ἔπραξαν οὐκ ἐπαινουμένων; εἰ γὰρ καὶ τῶν φαυλοτέρων πρότερον ἦν, οὐκ ἂν ὑπὸ τοῦ Μαραθῶνος ἐγένετο βελτίων; νῦν δὲ ὢν εἴπερ τις φιλόπολις καὶ κατωρθωκὼς ἃ μηδεὶς ἂν προσεδόκησε καὶ θαυμαζόμενος ὡς οὐχ ἕτερος αὐτὸς ἂν αὑτὸν ἀπώλλυ καὶ κακοῖς καλὰ διέφθειρε τοῖς δευτέροις τὰ πρῶτα; μαινομένου ταῦτα καὶ παραφρονοῦντος.

[24] τίς οὖν ἦν ὁ νοῦς τῶν λόγων ἐκείνων καὶ τῶν νεῶν καὶ τοῦ πλοῦ; Πάρον εἶδεν ἐκεῖνος συνευξαμένην τοῖς βαρβάροις καὶ τῆς ἐκείνων μερίδος αὑτὴν πεποιηκυῖαν καὶ νῆσον ἐπὶ τῷ γένει πλουτοῦσαν. πρᾶγμα δὴ ποιῶν δίκαιον ἐπὶ τιμωρίαν τῶν ἠδικηκότων ἔπλει νομίζων οὐ δεήσεσθαι πραγμάτων οὐδὲ τριβῆς, ἀλλ' ἀπὸ μόνης τῆς ὄψεως τἀκείνων ἕξειν.

[25] οὐκ ἦν δὲ ἄρα δοκοῦν τοῖς θεοῖς ἁλῶναι Παρίους τὴν αὑτῶν, οἶμαι, δύναμιν ἐνδεικνυμένοις καὶ ὅτι μὴ βουλομένων αὑτῶν ὁ πλείστων κεκρατηκὼς ὀλίγων ἡττήσεται. ἡττᾶται δὲ ὁ ἡττώμενος οὐ τοσοῦτον ὀλίγων, ὡς ἄν τῳ δόξειεν, ἀλλὰ τῶν θεῶν. τούτοις πολεμίοις Μιλτιάδης ἐχρήσατο καὶ γέγονεν αὐτοῦ κρείττων οὐχ ὁ Πάριος, ἀλλ' ἡ ταπεινοῦν ἀξιοῦσα τοὺς μεγάλα δεδυνημένους θεός, καὶ τὸ κακὸν τοῦτο τὸ ἐν τῷ μηρῷ τὸ ἀνίατον οὐ τοξότου τινός ἐστιν ἔργον οὐδ' ὁπλίτου οὐδ' ἀκοντιστοῦ, ἀλλ' ἡ κρίνασα θεὸς μὴ εὖ τελευτῆσαι τὸν μέγαν Μιλτιάδην αὕτη τοῦτο τὸ κακὸν ἔπεμψε.

[26] ποῦ τοίνυν τὸ ἀδίκημα, εἰ ἡ μὲν προαίρεσις καλή, τοῦ τέλους δὲ ἕτερος κύριος; πλουσίους ἡμᾶς ἔφη ποιήσειν. ᾤετο γάρ. ἀλλ' οὐκ ἐποίησε. κρείττων γὰρ ἦν ὁ μαχόμενος. ἐλπὶς δὲ οὐχ ἥδε πρώτη γέγονεν ἀτελής. καίτοι λόγον εἶχεν αὕτη πολύν. τί γὰρ θαυμαστόν, εἰ ῥᾷστον ἐνόμισε τὸ Πάρον ἑλεῖν μετὰ τὰ ἐν Μαραθῶνι;

[27] ὑμεῖς μὲν οὖν ἐξηπάτησθε, ἐκεῖνος δὲ οὐκ ἐξηπάτηκεν. ὁ γὰρ οὐ τοῦτο βουληθεὶς οὐδ' ἐξηπάτηκεν. εἰ μὲν γὰρ ἐπῆρεν ὑμᾶς ὑποσχέσει πεπεικὼς αὑτὸν ὡς ἐπ' ἀδύνατα πλεύσεται, παρεκρούετο καὶ ἠδίκει· εἰ δ' ἃ καταπράξειν ἐπίστευεν ἐπηγγείλατο, οὐκ Ἀθηναίους Μιλτιάδης, ἀλλ' ἀμφοτέρους ἠδίκησεν ἡ Τύχη, δι' ἣν καὶ Μεγαρεῦσιν ἀπέστη ποτὲ Σαλαμῖνος ἡ μεγίστη τῶν Ἑλληνίδων πόλεων ἡ ὑμετέρα.

[28] ἢ οὖν ἐξεπίτηδες ὑμᾶς ἠπατηκὼς φανήτω ἤ, εἰ τοῦτο ἀμήχανον, πῶς ἀτυχημάτων ἐδίδου δίκην; πλὴν εἰ τοῦτο λέγοι τις ὡς ἠδίκει Ξανθίππῳ προσκρούων καὶ οὐ κολακεύων ἄνθρωπον πεῖσαι δυνάμενον ὅτι καὶ ὧν οὐκ ἔστιν ἐπιλαβέσθαι τῆς γνώμης, καὶ τούτους κολαστέον.

[29]    Καίτοι, φησί, πολλῶν ἐδέθησαν πατέρες, ἀλλ' ὅμως οὐδὲν τοιοῦτον ἐζήτησαν οἱ παῖδες. εἰ δὲ ἐζητήκεσαν, οὐκ ἂν ἦσαν βελτίους. τί οὖν; εἴ τις ἔχει τινὸς ἄρξαι καλοῦ, κατοκνεῖν δεῖ δι' αὐτὸ τὸ ἄρχειν, ἀλλὰ μὴ προτέροις ἑτέροις ἀκολουθεῖν; [καὶ] πόσῳ δικαιότερον ἐκείνοις μὲν ἐπιτιμᾶν, τοῦτον δὲ ἐπαινεῖν ἢ τοῦτον κωλύειν ποιεῖν ὃ μὴ καλῶς ἐκείνοις παρῶπται; ὅλως δὲ ἀρχή τις τῶν πραγμάτων ἕκαστον εἰσήγαγεν. εἰ δ' ἀεί τινος ἔδει παραδείγματος, οὐκ ἂν ἀρχὴν οὐδὲ ἓν ἐλάμβανεν. ἀρχὴ τοίνυν αὕτη γενέσθω τοῦ καὶ ταῦτα γίνεσθαι τοῖς πατράσιν ἤ, εἰ βούλεσθέ γε, τοῖς παισίν, εἴ τινα τῶν πατέρων τοιαῦτα βεβουλευμένον τοιαύτη καταλαμβάνει τύχη.

[30]    Καὶ τί δεῖ περὶ τούτων πλείω λέγειν; εἰ γὰρ μὴ τοῖς εἰρημένοις πέπεισθε, ποίοις ἂν ἑτέροις λόγοις; ἐβουλόμην μέν, ὦ ἄνδρες Ἀθηναῖοι, ταύτην τὴν ἐκκλησίαν ἐπὶ τοῦ Μαραθῶνος παρ' αὐτὸ γεγενῆσθαι τὸ τρόπαιον, ἦν γὰρ ἄν μοι ταῦτα ἀντὶ συνηγόρων, καὶ νῦν δὲ τῇ διανοίᾳ πρὸς ἐκεῖνα βλέποντες οὕτω χειροτονεῖτε. πάντως δὲ δι' ὑμῶν ὁ στρατηγὸς ἐνίκα καὶ δικαίως ἂν αἰσχύνοισθε καὶ τὸν χῶρον καὶ τὸ τρόπαιον.

[31]

καλείτω δή τις τοὺς ἕνδεκα. καὶ παραλαμβάνετε Κίμωνα τὸν Μιλτιάδου τοῦ Κίμωνος τοῦ Στησαγόρου, δήσατε, σπεύσατε, μὴ φθάσῃ τελευτήσας ἐν τοῖς δεσμοῖς ὁ πατήρ, πατὴρ γενναῖος, πατὴρ ἀτυχής, ἐγκαλεῖσθαι μὲν ὑπ' οὐδενὸς ἀνθρώπων δικαίως δυνάμενος, ἐγκαλεῖν δὲ αὐτὸς ἔχων τῇ Τύχῃ, οἵων ἡμᾶς ἐλπίδων ἐκβέβληκεν ἡ δαίμων.

[32]    Σὺ μέν, ὦ πάτερ, διενοοῦ μετὰ Πάρον καὶ τὰς ἄλλας νήσους διελθὼν τὰς μὲν πείσειν, τὰς δὲ ἀναγκάσειν πρὸς τὴν πόλιν βλέπειν καὶ τοῖς τῶν Ἀθηναίων ἄγεσθαι νεύμασι δεινὸν εἶναι νομίζων τῷ μὲν τούτων δρόμῳ τὴν Ἑλλάδα σεσῶσθαι, τὸ δ' ἄρχειν τῶν Ἑλλήνων ἑτέρων εἶναι, καὶ νεῶν δ' ἂν ἐνέπλησας τοὺς ἡμετέρους λιμένας ἀπὸ χρημάτων ὧν ἦγες, ἐβουλεύου δέ, ὡς ἔλεγες πολλάκις, ἐλθεῖν ἐπὶ τὴν τοῦ Μήδου χώραν πρὶν ἐκεῖνον ἐφ' ἡμᾶς, ἄξειν δὲ καὶ ἐμὲ τὸν υἱὸν ἐπὶ τῆς στρατηγίδος νεὼς μαθητὴν ἔργων πολεμικῶν.

[33] ἀλλὰ ταῦτα πάντα τῇ πρώτῃ πείρᾳ συγκέχυται, καὶ οἰχήσῃ μὲν αὐτὸς οὕτως οἰκτρῶς, τεθνήξομαι δὲ αὐτὸς ἐν δεσμοῖς. περὶ δὲ τῆς ἀδελφῆς τί χρή με δρᾶσαι; τάχα βέλτιον αὐτὴν Πλαταιεῦσι παραδοῦναι. ἐκείνοις ὧν προσήκει τυχεῖν ἐλευθέρᾳ κόρῃ μελήσει καὶ οὐκ ἀμνημονήσουσιν ἐκείνης τῆς ἡμέρας ἐν ᾗ παρακαλοῦντος Μιλτιάδου τὰς ὑμετέρας ἀρετὰς ἐμιμοῦντο.

[34]    Ὦ μακάριε Δαρεῖε, δέδωκέ σοι δίκην ὁ τρώσας τὴν Ἀσίαν ἐν Σούσοις καθημένῳ καὶ οὐ πληρώσαντι ναῦς οὐδὲ καταπέμψαντι στρατηγοὺς οὐδ' ἀναλώσαντι χρήματα οὐδὲ φροντίσαντι περὶ τῶν ἀπεσταλμένων. ἀλλὰ σὺ μὲν κἂν αὐτὸς ἡδέως ἐστρατήγεις ὑπὲρ τῆς τιμωρίας, ὁ δὲ οὐδὲ κινηθέντος ἀπόλωλε κατεγνωσμένος ὑπ' αὐτῶν ὧν ἡγεῖτο καὶ πεποίηκε καὶ τοὺς ἄλλους ἀθυμοτέρους, παρ' ὧν ἄν τι καὶ αὐτῶν ἐπράχθη τοῖς σοῖς ἐναντίον πράγμασι. καὶ καταπεπολέμηκας Ἀθηναίους δι' Ἀθηναίων.

[35]    Ἀλλ' ἐπ' ἐκεῖνον μὲν εὔχομαι, ὦ ἄνδρες Ἀθηναῖοι, γενέσθαι τινὰς ὑμῖν καὶ ‹ἄλλους› χρησίμους καὶ μὴ τὸν τοῦ οἰκήματος φόβον μεῖζον ἰσχύσαι τῶν συμφερόντων τῇ πόλει· ἡμᾶς δὲ ἐλεήσατε καὶ δείξατε πᾶσιν ἀνθρώποις ὅτι τὸν Ἔλεον ὡς ἀληθῶς νενομίκατε θεόν. δείξετε δέ, εἰ πρὸς τῷ θύειν αὐτῷ καὶ χεῖρα ὀρέγοιτε τοῖς ἀπὸ σχήματος ὑψηλοῦ πεπτωκόσι. λύσατε τοίνυν Μιλτιάδην, λύσατε, πρὸς Ἡρακλέους καὶ Πανός, οἳ μέρος αὑτοὺς ἐποίησαν τῆς στρατιᾶς ἣν Μιλτιάδης ἦγεν. οὓς τίνα γνώμην [ὡς] εἰκὸς ἔχειν ὁρῶντας οἷα αὐτῷ γέγονε τῆς στρατηγίας ἆθλα; ὧν τῆς εὐνοίας μηδαμῶς ἀποστερήσητε, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν πόλιν. χρὴ δὲ αὐτοὺς νομίζειν τοὺς αὐτοὺς ἔσεσθαι πρὸς ὑμᾶς, ἢν περὶ τὸν φίλον αὐτοῖς τὸν καὶ ὑμῖν ποτε ἀρέσκοντα τὸν πατέρα τὸν ἐμὸν γένησθε πρᾷοι.