3913 165 0 0 1 0 II d. C. Filosofia Aelius Aristides Περὶ τοῦ πέμπειν βοήθειαν τοῖς ἐν Σικελίᾳ Dindorf, W., Leipzig, Reimer, 1829 Rist. 1964, Hildesheim, Olms. 30

Aelius Aristides - Περὶ τοῦ πέμπειν βοήθειαν τοῖς ἐν Σικελίᾳ

[363] Τὸ μὲν κατηγορεῖν, ὦ Ἀθηναῖοι, Νικίου καὶ λέγειν ὡς οὔτ' ἐξ ἀρχῆς ἐκπλεῖν ἐνθένδε ἐβούλετο νῦν τε δυοῖν θάτερον, ἢ πλείω καὶ μείζω τὰ δυσχερῆ ποιεῖ τῷ λόγῳ, ἢ εἰ τὰ μάλιστα ταῦθ' οὕτως ἔχει, πάντως αὐτός ἐστ' αἴτιος, ἄλλῳ παρίημι. καὶ γὰρ οὔτε φύσει πρὸς ἀνδρὸς σώφρονος προχείρως ἐθέλειν αἰτιᾶσθαι καὶ ὁντιναοῦν τῶν πολιτῶν, Νικίᾳ τε εἰς εὔνοιαν πλείων μερὶς παρὰ πάντων ἡμῶν ἐκ τῶν ὑπαρχόντων, ἂν τὰ δίκαια ποιῶμεν, ὀφείλεται. καὶ ὅπως γε εἰδῆτε, ὦ Ἀθηναῖοι, ὅσον φιλονεικίας ἢ τοῦ βασκαίνειν τὸν ἄνδρα ἀφέστηκα, τὴν ἀρχὴν ἀπὸ τούτου ποιήσομαι. δυοῖν γὰρ ὄντοιν ὑπὲρ ὧν βουλεύεσθε, ἑνὸς μὲν καὶ πρώτου πότερα χρὴ μεταπέμπεσθαι τὴν στρατιὰν, ἢ πέμπειν βοήθειαν, ἑτέρου δὲ τοῦ παραλύειν ἢ μὴ Νικίαν τῆς ἀρχῆς, ἐὰν τὸ πέμπειν κρατῇ, φημὶ χρῆναι Νικίαν ἄρχειν πρὸς οἷς ἂν προέλησθε νυνὶ καὶ μηδὲν πράττειν ἐκείνου χωρίς. ὡς δὲ οὔτ' ἐγχωρεῖ τοὺς ἐκεῖθεν καλεῖν, πέμπειν τε ἀνάγκη τοὺς βοηθήσοντας, ταῦτα ἀκούσατε. ἔστι δὴ πρῶτον, ὦ Ἀθηναῖοι, τῆς συμβουλῆς ἐπανεῖναι τὴν παροῦσαν ἀθυμίαν, λογιζομένους ὡς οὐδενὶ τῶν παρ' ἡμῶν οὕτω τἀκεῖ διάκειται. οὔτε γὰρ ταῖς παρασκευαῖς ἡττήμεθα τῶν πολεμίων οὔτε τὰς φύσεις δή που χείρους ἂν εἶναι φήσαιμεν, ἀλλ' ἕνεκα μὲν τούτων κἂν πάλαι πέρας εἶχε τὰ πράγματα, καὶ οὐ χεῖρον ἤ τις ἂν ηὔξατο ἦν. τὸ δὲ μήτε ταχεῖαν τὴν ἐπιχείρησιν γενέσθαι μήτ' ἐπ' αὐτὰς εὐθὺς πλεῦσαι τοὺς στρατηγοὺς [364] τὰς Συρακούσας, συμβῆναί τε νεώτερα ἐν τῷ στρατοπέδῳ, Ἀλκιβιάδου μὲν ἀπελθόντος, Λαμάχου δὲ τελευτήσαντος, Γυλίππου δὲ ἐπελθόντος, ταῦτ' ἐστὶν ἃ τὴν τοῦ χρόνου τριβὴν ἐμπεποίηκεν. οὐ γὰρ πλέον γε οὐδὲν, σὺν θεοῖς εἰρῆσθαι, φοβοῦμαι. ποῦ γὰρ ἂν ἢ τὸ παρατείχισμα τοῦτο τὸ νῦν ἐνοχλοῦν ἐξῳκοδόμητο, μὴ τῆς ἐκ Λακεδαίμονος βοηθείας ἐπελθούσης; ἢ τὴν βοήθειαν μὴ ὅτι ταύτην, ἀλλά τινα σχολὴν τοῦ μεταπέμψασθαι Συρακόσιοι πότ' ἂν ἔσχον, εἴ τις ἢ τότε ἐξ ἀρχῆς ἐπέκειτο, ἢ παραγιγνομένην γε οἱ ταχθέντες ἐκώλυον, εἰ προῄσθοντο καὶ μὴ παρεῖσάν τι τοῖς ἡμετέροις, ἐξ ἴσου τῶν ἐν Σικελίᾳ; νῦν δὲ τὰ μὲν βραδυτὴς ἑνὸς ἀνδρὸς καὶ δυοῖν, τὰ δὲ καιροῦ τύχη βουλεύεσθαι περὶ τῶν ἑτοίμων ἡμᾶς πεποίηκεν· ἐπεὶ τοῖς γε ὅλοις ὁπόσῳ τινὶ κρείττους γεγενήμεθα καὶ Νικίας αὐτὸς μαρτυρεῖ.

   Τίνος οὖν ἕνεκα ταῦτα λέγω νῦν; οὐ κατηγορίας ἕνεκα Νικίου, οὐδ' ὅτι ἧττον ἔχει τὰ πράγματα ὡς ἔχει, εἴθ' οὕτως εἴθ' ἑτέρως ἐνταῦθα ἐλήλυθεν, ἀλλ' ὅτι παμπόλλῳ πρός γε τὸ μέλλον διαφέρει. εἰ μὲν γὰρ ὅλως ἡμῶν ὑπερεῖχον οἱ πολέμιοι, κἂν αὐτὸς ὤκνουν· ἐπεὶ δ' ἐν ἅπασι καὶ πανταχοῦ κεκρατήκαμεν αὐτῶν καλῶς ποιοῦντες, τά γ' ἐν μέρει ταῦτ' ἔνι δή που τοῦ λοιποῦ καὶ φυλάξασθαι καὶ διορθώσασθαι. ἐνθυμηθῶμεν δὲ ὡς πόλλ' ἄττα τῶν ἐκεῖ πραγμάτων ἐστὶν οὐκ ἐῶνθ' ἡμᾶς ἀποστῆναι. πρῶτον μὲν, ὦ Ἀθηναῖοι, καὶ πᾶσιν ἰδεῖν κοινότατον τὸ μὴ χρῆναι καταλύειν τὰ δεδογμένα, μηδ' ὥσπερ παῖδας ῥᾳδίως μὲν ἐπιθυμοῦντας, προχείρως δὲ καταλείποντας. ἴσως μὲν γὰρ καὶ παρὰ τουτοισὶ Μεγαρεῦσι καὶ Βοιωτοῖς καὶ πᾶσιν ὅσοι μικρὰς ἢ μείζους πόλεις οἰκοῦσιν ἰσχυρὸν τὸ δεῖν τοῖς ἐγνωσμένοις ἐμμένειν, καὶ πέρας εἶναι τῶν ἀμφισβητησίμων ἁπάντων τὸ ψηφίσασθαι, οὐ μὴν οὐδέσι μᾶλλον ἢ ὑμῖν τοῦτο προσῆκον φανεῖται. ὅσῳ γάρ ἐστε σοφώτατοι τῶν Ἑλλήνων αὐτοί τε ἐφ' ὑμῶν αὐτῶν ἄριστοι λογίσασθαι τὰ δέοντα καὶ ἑτέρου λέγοντος κρῖναι τοσούτῳ πλέονος κληρονομεῖν ἀνάγκη τῆς αἰσχύνης, εἴ τι φαίνοισθε λύοντες ὧν ἐγνώκατε. δεῖ γὰρ δυοῖν θάτερον, ἢ τὸ πρῶτον ψηφιζομένους ἔξω τοῦ φρονεῖν εἶναι δοκεῖν, ἢ τὰ δεύτερα ἁμαρτάνειν. καὶ μὴν οὐδ' [365] ἐκεῖνό γ' ἔστ' εἰπεῖν, ὡς ἄρα ὀλίγοι περὶ τούτων ἐξ ἀρχῆς ἐγένοντο λόγοι παρ' ἡμῖν, ἢ μιᾶς ἡμέρας μέρει μικρῷ τὸ πᾶν ἐπετρέψαμεν. ἀλλ' ὡς μὲν καὶ κατ' ἀρχὰς ἔτι τοῦ πολέμου καὶ Συρακοσίους ἐχθροὺς εἶναι καὶ τῶν Ἑλλήνων τῶν ἐκεῖ τοῖς δεομένοις βοηθεῖν ἐψηφίσασθε, καὶ τοὺς ἀποστόλους οὓς ἐπέμψατε πείρας ἕνεκα τοῦ παντὸς, ἐάσω· ἀλλ' ἡνίκα τὸν μέγαν τουτονὶ στόλον πέμπειν διενοούμεθα, τίς λόγος οὐκ ἐρρήθη παρ' ἡμῖν; ἢ τίς οὐκ ἐτρίβη χρόνος; ἢ τίνι τῶν πάντων εἰπεῖν οὐκ ἀπεδώκαμεν; οἳ καὶ τὸ τελευταῖον περὶ τῆς παρασκευῆς αὐτῆς ἐκκλησίαν ποιοῦντες, παρελθόντος Νικίου καὶ πάλιν ἀντιλέγοντος ἐξ ἀρχῆς σχεδὸν ταῦθ' ἅπερ καὶ νῦν ἐν τοῖς γράμμασιν, ὡς ἡ Σικελία πολλὴ καὶ οὔτε λαβεῖν ῥᾳδία οὔτε κατασχεῖν, ἐὰν ἄρα κτησώμεθα, ἀμφότερ' εἰπεῖν ἔστιν, ὦ Ἀθηναῖοι· οὔτε γὰρ ὀργὴν οὐδ' ἡντινοῦν ἐποιησάμεθ', ὥστ' εἰπεῖν τὰ δοκοῦντα κωλῦσαι, καὶ διὰ πάντων ἀκούσαντες ἔτ' ἄμεινον ἔγνωμεν ὡς χρὴ πλεῖν. εἰκότως, ὦ Ἀθηναῖοι. πολὺ γὰρ μᾶλλον προτρεπόντων καὶ κινούντων οἱ τοιοῦτοι λόγοι πάντες ἢ κωλυόντων εἰσὶν ὡς οἷόν τε. τό τε γὰρ μέγεθος τῆς νήσου καὶ ὁ περίπλους ἆθλόν ἐστι τοῦ τολμήματος ἄξιον τό τε συμμίκτους εἶναι τοὺς ἔχοντας αὐτὴν καὶ μὴ ταυτὸν φρονεῖν πρὸς ἡμῶν ἐστιν. ἓν μὲν γὰρ ὄντες γένος πάντες χαλεποὶ καὶ παραπεῖσαι καὶ βιάσασθαι διὰ τέλους ἂν ἦσαν, σύγκλυδες δὲ καὶ πανταχόθεν συμπεφορημένοι συμμάχων οὐχ ἧττον ἡμῖν ἔχουσι τάξιν ἢ πολεμίων. οὐ γὰρ ἂν γένοιντο καθ' ἓν, ὥστε ὑπάρχειν τοὺς ἑτέρους κατὰ τῶν ἑτέρων ἔχειν. ὥσπερ γὰρ πόλιν οἶμαι στασιάζουσαν ῥᾷόν ἐστι παραστήσασθαι, οὕτω καὶ νῆσον, ἥτις ἐξ ἀρχῆς διῄρηται. ἔτι δ', ὦ Ἀθηναῖοι, πρὶν μὲν παραβαλεῖν ἡμέτερον ναυτικὸν εἰς Σικελίαν, ἦν τις ἀφορμὴ Συρακοσίοις ἀπὸ τῶν συμμάχων, παρούσης δὲ ἀποστροφῆς οἱ πρότερον κατ' ἀνάγκας ἐκείνων ἀκούοντες σφαλεροὶ μὲν, εἰ παραμένοιεν, κοινωνοὶ τῶν πραγμάτων αὐτοῖς, χαλεποὶ δ', εἰ μετασταῖεν, γίγνονται πολέμιοι· [366] διεκίνησε δ' αὐτὰ καλῶς ὁ πόλεμος. νῦν μὲν οὖν πρὸς τὴν ἐξαίφνης εὐημερίαν αὐτῶν καὶ τὸ παρ' ἐλπίδα δοκεῖν ἀνενηνοχέναι συνεσταλμένοι σχηματίζονται. εἰ δ' αὖθις ἄλλος στόλος φανείη, δι' ὀλίγου εὑρήσετε, ὦ Ἀθηναῖοι, τὴν Σικελίαν τὴν πολλὴν καὶ πολυάνθρωπον ὑμετέραν οὖσαν.

   Τὸ μὲν τοίνυν ἐξ ἀρχῆς πείθειν ὑμᾶς πλεῖν λόγου ἐδεῖτο ἴσως καὶ πλείονος τῆς ἐξετάσεως· νῦν δ' εἰς τὰ πράγματ' αὐτὰ βλέψας ἄν τις εὕροι πανταχῆ καὶ συμφέροντα καὶ οὐ μείζονα ἢ καταπρᾶξαι δύνασθαι καὶ οὐκ ἀδύνατα εἰς τὸ πραχθῆναι βεβουλευμένους ὑμᾶς. τῆς τε γὰρ θαλάττης κεκρατήκαμεν τοσοῦτον ὅσον πλεῖστον ἐξῆν, κατὰ γῆν τε μάχην ἥντινα οὐ πολλῷ νενικήκαμεν οὐδεὶς ἂν εἰπεῖν ἔχοι τοσούτων τῶν πασῶν ἄχρι τούτου γεγενημένων. καίτοι πῶς οὐκ ἄτοπον εἰ διότι μὲν τοσαῦτα νενικήκαμεν ἑξῆς μὴ θαρρεῖν οἰησόμεθα χρῆναι, ὅτι δ' ἡ νῦν οὐ κατὰ νοῦν ἐχώρησε μάχη μία, τοῦτ' εἰς ἄφυκτον θήσομεν; καὶ Συρακόσιοι μὲν ἴσασι θαρρεῖν οὕτω πολλὰ καὶ συνεχῆ δυστυχήσαντες, ἡμεῖς δ' οἷς τοσαῦτα ἀπ' ἐκείνων ἕστηκε τρόπαια, ταυτὸν τοῦτ' οὐχὶ ποιήσομεν; οὐδ' ἀπ' αὐτῶν ὧν προσπταῖσαι δοκοῦμεν εἰσόμεθα ὡς οὐκ ἀγαθὸν τὸ ῥᾳδίως ὑφίεσθαι; φέρε γὰρ πρὸς Διὸς, εἴ τις ἐν Συρακοσίοις λέγων, ὅτε πάντ' ἐφεξῆς ἀπετύγχανον, ὡς δεῖ καταλύσασθαι τὸν πόλεμον καὶ παραδοῦναι τὴν πόλιν ἡμῖν, εἶτ' ἔπεισεν, ἔσθ' ὅπως ἂν ἢ Γύλιππος ἦλθεν αὐτοῖς πρῶτον, ἢ νὴ Δί' ἐπελθὼν εἶχεν ὃ ποιοίη; καὶ πῶς ἄν; οὐδαμῶς. νῦν δ' οἶμαι τὰς ἐλπίδας ἐκτείναντες καὶ τῶν ἐν ποσὶ δυσκόλων ἀεὶ κρείττους ταῖς δόξαις γενόμενοι τοσοῦτον γοῦν κεκερδάκασιν, ὅσον δοκεῖν ἤδη περὶ τῶν ἴσων αὐτοῖς εἶναι τὸν λόγον. οὐ τοίνυν τὸ κεχωρηκέναι τι τῶν πάντων κατὰ νοῦν αὐτοῖς φοβητέον μᾶλλον ἢ τοῦτ' αὐτὸ ποιησαμένους παράδειγμα τοῖς πράγμασι βοηθητέον ἐρρωμένως, ὡς μήτε χείρους ἐκείνων ἐλπίζειν φανείημεν, καὶ ταῦτα πάντων ἀνθρώπων οὐ μόνον καταπρᾶξαι τὰ δοκοῦντα κρατίστους ἡμᾶς ὑπειληφότων, ἀλλὰ κἀν τοῖς δεινοῖς ἐπὶ πλεῖστον διαφέρειν, μήθ' ἃ τοῦ παρελθόντος ἡμῖν κέρδη γέγονε χρόνου, ταῦτ' εἰκῆ διαφθείραιμεν. καὶ μὴν ὅτε Νικίου γε ἡγουμένου, [367] ἐναντιώτατα τῷ στόλῳ ἔχοντος, καὶ χρόνων τριβέντων, ὅμως τοσαύταις πλεονεξίαις ἐπὶ τῶν πραγμάτων κεχρήμεθα, εὔδηλον ὡς ἐξ ἀρχῆς γε οὐδὲν ἡμάρτομεν οἷς ἐψηφισάμεθα. εἰ δ' αὖ μηδενὸς ἡμῖν τοσούτου προκεκομμένου λόγον εἶχεν ἡ πεῖρα, εὔδηλον ὡς αὐταῖς γε ταῖς Συρακούσαις νῦν προσκαθημένων καὶ τῆς ἔξω χώρας ὑφ' ἡμῖν οὔσης ῥᾳδίως ἕτερος στόλος παρακύψας ἅπαν τὸ λοιπὸν ἐξεργάσεται. μὴ γὰρ οἴεσθε Συρακοσίους μὲν ἐπελθόντος Γυλίππου δυοῖν τριήροιν ἀναθαρρῆσαι, τοὺς δ' ἡμετέρους στρατιώτας, ὅσην εἰκὸς πεμψάντων ὑμῶν δύναμιν, μὴ πολὺ μείζους τὰς γνώμας ἔσεσθαι, οἷς ἅμα τῇ τῶν οἰκείων ὄψει καὶ τὸ συνειδέναι τὸ πλῆθος ὧν ἐφ' αὑτῶν κατώρθωσαν μεγάλη πρὸς εὐθυμίαν προϋπάρχει ῥοπή.

   Καὶ μὴν, ὦ Ἀθηναῖοι, τὸ μὲν ἐξ ἀρχῆς ἀποψηφίσασθαι τὸν πλοῦν γνώμῃ κεχρημένων, τὸ δ' οὐ μόνον ἐψηφισμένους, ἀλλὰ καὶ δύναμιν τοσαύτην ἀποστείλαντας καὶ πᾶσι περιφανεῖς ἐφ' οἷς διενοήθημεν γεγενημένους. εἶτ' ἀνακαλεῖν, δυοῖν ἅπασιν ἔσται σημεῖον, ἀβουλίας καὶ ἀνανδρείας· ἀβουλίας μὲν, εἰ μηδὲν τούτων ἐξ ἀρχῆς εἴδομεν, ἀνανδρείας δ', εἰ φεύγειν Συρακοσίους δόξομεν. καίτοι κέρδος μὲν οὐδὲν οὕτω τῶν πάντων δή που τίμιον ὥσθ' ἕνεκα αὐτοῦ τοσαύτην αἰσχύνην ὑποστῆναι, καὶ ταῦτ' Ἀθηναίους ὄντας, οἷς οὐκ εἴ τι πεισόμεθα εἰς πλείω λόγον ἥκει σκοπεῖν, ἀλλὰ τί πράξαντες ἐν καλῷ τοῦ σχήματος εἴημεν ἄν. οὐ μὴν οὐδὲ τοῦτό γ' ἂν εἴποι τις, ὡς ἔσθ' ὅ τι κερδανοῦμεν, ταῦτα καὶ τὰ τοιαῦτα ὀνείδη νῦν ὑποστάντες. ἐχθρῶς μὲν γὰρ οὐδὲν ἧττον δή που τούς γε ἐπιβουλευθέντας ἀνάγκη κεκινῆσθαι, ἐάν τε ἐξεργασώμεθα τὴν ἐπιχείρησιν ἐάν τε μὴ, τῇ δὲ ἔχθρᾳ τὸ δοκεῖν χείρους εἶναι προστιθέμεθα. οὐκοῦν αἰσχύνη πλέον, οὐ κέρδος τὸ φυγεῖν γίγνεται· οὐκ, ἐάν γε ἐμοὶ πείθησθε. ἀλλ' ἐπειδὴ ἀναγκαῖον τὸ τῆς ἔχθρας, ἔργου τινὸς αὐτὸ τιμησόμεθα ἀξίου, κἀκεῖνο εἰσόμεθα ὅτι ἐπεξιόντες μὲν οἷς ἐγνώκαμεν πολεμίων ἡμᾶς αὐτοὺς ἀπαλλάττομεν, ἀποδράντες δὲ ἀπὸ τῶν πραγμάτων πολεμίους ἡμῖν αὐτοῖς ὑπολείπομεν. οὕτω τὸ μὲν πρέπον αἱρούμενοι καὶ τὴν ὠφέλειαν ἅμ' αὐτῷ κτώμεθα, τῷ δ' [368] αἰσχρῷ τὴν βλάβην ἐπισπώμεθα. καὶ μηδεὶς ὑμῶν ἐκεῖνο ἐνθυμηθῇ, ὡς οὐχ ὁμοίων τῶν πραγμάτων ὄντων τότε πρῶτον ἐπέμψαμεν καὶ νῦν ἐπανάξομεν, ἂν ταῦτα νικήσῃ. οὐδὲ γὰρ τότε ταῖς σπονδαῖς ταῖς πρὸς Λακεδαιμονίους θαρροῦντες ἐπέμπομεν. μέγα δὲ, ὦ Ἀθηναῖοι, τούτου σημεῖον· ἔτι γὰρ τοῦ πολέμου συνεστηκότος καὶ πολὺ πρότερον τῶν σπονδῶν ἐνεχειρήσαμεν τοῖς πράγμασιν. ἀλλὰ τί δὴ ποιῆσαν ἡμᾶς προθύμους εἰς τὴν στρατείαν ἦν; ὅπερ, ὦ Ἀθηναῖοι, καὶ δικαιότατον καὶ πᾶς τις εὔνους ὢν ὑμῖν συνεύχετο, τὸ θαρρεῖν τοῖς ὑπάρχουσι καὶ τὸ προσήκειν ἡγεῖσθαι τῇ τῆς θαλάττης ἀρχῇ τὴν προσθήκην ταύτην, ἣ τά τε ἡμέτερα αὐξήσειν ἔμελλεν οὐκ ὀλίγῳ τινὶ καὶ τῇ Πελοποννήσῳ πολλὰς ποιήσειν τὰς ἀπορίας. οὐ δὴ τοῦτο σκεπτέον, εἰ τότε εἰρήνην ἤγομεν, ἀλλ' εἰ τοῖς τοῦ πολέμου πράγμασι συμφέρει τἀκεῖ δι' ἡμῶν εἶναι, καὶ ὅτι γ' εἰ τὰ σφόδρα πρῶτα δεῖ ζητεῖν, ἐν ἀκμῇ τοῦ πολέμου ταῦθ' ὑμῖν ἔδοξε.

   Καὶ μὴν οὐδὲ τὴν ἐπιτείχισιν οὐδὲ τὰς αὐτομολίας ἄξιον ἐμποδὼν θέσθαι. εἰ μὲν γὰρ ἐμέλλομεν παραλαβόντες τοὺς ὄντας ἡμῶν ἐν Σικελίᾳ κατὰ γῆν συμβαλεῖν Πελοποννησίοις, ἦν ἄν τι τοῦτο· εἰ δὲ ἀνάγκη μένειν εἴσω τείχους, κἂν δὶς τοσούτους μεταπεμψώμεθα, οὐχ ὁρῶ τὸ κέρδος ὃ τῇ κλήσει πρόσεστιν, εἰ μὴ καὶ τοῦτο πάντων ἐναντιώτατον τῇ πολιορκίᾳ, ἥν φασί τινες ἡμᾶς πολιορκεῖσθαι, πάντας ἐν ταὐτῷ συνειλεγμένους ἀργεῖν. ἡγοῦμαι δ' ἔγωγε οὐδὲ τοὺς οἰκέτας τοῦ πλήθους ἡμῶν ὑπερορῶντας νῦν ἀποδιδράσκειν, ἀλλὰ τὰ μὲν τῷ λήσειν ἐξ ἀρχῆς πιστεύοντας, τὰ δ' εἰ γένοιντο ἅπαξ ἐν τοῖς πολεμίοις, οὐδὲν πείσεσθαι νομίζοντας, ὅλως δὲ τῇ δούλων φύσει χρωμένους, ἣ καθάπερ τῷ προσρήματι τοῖς δεσπόταις ἐναντία, οὕτω κἀν τοῖς βουλήμασιν. ἀντὶ γὰρ ὧν εὖ πάσχουσι μισοῦσι καὶ δίκην ἐθέλουσι λαμβάνειν ὧν χάριν ἐκτίνειν εἰκὸς ἦν. αὕτη δέ ἐστι μὴ παντάπασιν ἔχειν εὐμενῶς τοῖς δεσπόταις. ἐγὼ τοίνυν καὶ πρὸς αὐτὰς τὰς αὐτομολίας ἐπιτηδειότερον τὸν ἀπόστολον εὑρίσκω. ὁρῶντες [369] μὲν γὰρ ἡμᾶς αὐτοὺς δραπετεύοντας, ἐπιθήσονται καταφρονήσαντες, θαρροῦντας δὲ ἂν αἴσθωνται, τάχ' ἂν, εἰ τύχοιεν, ἀμείνους τῆς φύσεως γένοιντο. ἔτι δ' οὓς ἂν κομίζωμεν αὐτῶν ἐν ταῖς ναυσὶν, οὐχ ἕξουσιν ἐκεῖ ποιεῖν ὃ νῦν ἐνταῦθα, ἀλλ' ὥσπερ νῦν πρὸς τοὺς πολεμίους ἀπέρχονται κρατοῦντας τῆς χώρας, οὕτως ἐκεῖ γε κρατούντων τῆς χώρας πάλιν ἡμῶν καὶ τῶν πολεμίων ταυτὸν τοῦθ' ὅπερ ἡμεῖς ἐνταῦθα πεπονθότων, οὐχ ἕξουσιν ὅπως μεταστήσονται, ἀλλ' ἔκ γε τῶν εἰκότων οἱ παρ' ἐκείνων μᾶλλον ὡς ἡμᾶς ἀφίξονται. χωρὶς δὲ τούτων οὐκ εἴ τι τῶν πάντων ἢ μεῖζον ἢ ἔλαττον ὑπομενοῦμεν, τοῦτο σκεπτέον, ἀλλ' εἰ ταῦτα πάντα ὑπὲρ μεγάλων καρτερήσαιμεν, καὶ τὸν μισθὸν παρὰ τῶν πραγμάτων κομιούμεθα. πολὺ γάρ τοι βέλτιον οἶμαι τοῖς ὕστερον χρηστοῖς λῦσαι τὰ νῦν δυσχερῆ ἢ ταῦτά τε μή πω δύνασθαι κἀκείνων ἐθελοντὰς ἀποστῆναι. ὅλως δὲ παντὶ τῷ σχήματι τοῦ πολέμου συμβαῖνόν ἐστιν ἡ πρὸς τὴν Σικελίαν ἐξαγωγὴ τῶν πραγμάτων. εἰ μὲν γὰρ τοῦτον τὸν τρόπον ἡμῖν ἐδέδοκτο πολεμεῖν πρὸς Λακεδαιμονίους, ὃν ἐκεῖνοι προὐκαλοῦντο, ἄλλος ἂν ἦν λόγος· νῦν δὲ τί ἡμῖν ἔδοξεν ἀπ' ἀρχῆς; ἐκείνους μὲν ἐμβάλλειν ἐᾶν, αὐτοὺς δὲ ταῖς ναυσὶ χρῆσθαι, καὶ τῆς μὲν γῆς δῃουμένης μὴ προτιμᾶν, πολλὴν ἔχοντας τὴν ἄλλην, τῇ Πελοποννήσῳ δ' ἐγκεῖσθαι, ὡς οὐ τὸ τοῖς πρὸ ποδῶν μάχεσθαι τοῦτο σῶσον τὰ πράγματα, ἀλλὰ τὸ τὰς ἔξω δυνάμεις κακοῦν αὐτῶν.

   Μὴ τοίνυν ἧττόν τι τοῖς ὅλοις συμφέρειν νομίσητε τἀν τῇ Σικελίᾳ κατεργασθέντα ἢ τὸ πλεῖν περὶ Πελοπόννησον, μηδ' ἄλλως ἂν ἄμεινον τοὺς ἐκ Δεκελείας ἀπαγαγεῖν ἢ τὰς ἔξωθεν ἀφορμὰς αὐτῶν εἰ παρελοίμεθα. εἰ γὰρ μήτε πέμπειν εἰς Σικελίαν ἕξουσι μήθ' ὑποδέχεσθαι τῶν ἐκεῖθεν μηδὲν, ὑμῖν δ' αὖ διὰ χειρὸς ἅπαντα ταῦτα καταστήσεται, οὐκ ἔσθ' ὅπως ἂν ἄμεινον καταλυθεῖεν οὐδ' ὅπως ἂν μᾶλλον ἀπορήσαιεν ὅ τι χρήσαιντο. καὶ μὴν εἰ τὸν Ἑλλήσποντον περὶ πλείονος τῆς Ἀττικῆς ποιούμεθα τῆς σιτοπομπίας ἕνεκα, πόσῳ τοῦ γε Ἑλλησπόντου Σικελίαν εἰκός; ὁ μέν γε τῶν ἐκ τοῦ Πόντου πλοίων τὴν [370] παραπομπὴν ἡμῖν ἔχει, ἡ δ' ἀντ' ἀμφοῖν τῶν χωρίων τούτων γίγνεται· τῶν γὰρ ἐξ ἁπάσης τῆς Σικελίας τὴν κομιδὴν ἀσφαλῆ μέχρι τοῦ Πειραιῶς ἔχει. πρὸς δὲ τοὺς βαρέως ἔχοντας τοῖς ἐνθάδε πράγμασι καὶ τῷ Δεκέλειαν τετειχίσθαι πρῶτον μὲν ἐκεῖνο ἂν εἴποιμι, ὅτι πάντων ἔστ' ἀτοπώτατον τῆς μὲν Ἀττικῆς ὅλης παραχωρῆσαι, ὑπὲρ δὲ τοῦ Δεκελείας τείχους ἀγανακτεῖν, ὥσπερ οὐ τοὺς ἐκ τοῦ τείχους πλείω πράγματα ἔχοντας ἡμῶν. ἔπειτ' ἐνθυμηθῶμεν, τρέποιτο δ' εἰς ἑτέρους ἡ βλασφημία, πότερον νῦν χεῖρον ἔχει τὰ πράγματα τῇ πόλει καὶ φόβων ἔστ' ἀξία πλειόνων, ἢ κατ' ἐκεῖνον τὸν χρόνον, ἡνίχ' ἧκον μὲν Πελοποννήσιοι πάντες αὐτοὶ καὶ οἱ σύμμαχοι καὶ τὴν χώραν ἐδῄουν, ἐνέκειτο δὲ ὁ λοιμὸς, εἰρήνην τὰ πρὸς τοὺς πολεμίους εἶναι δοκεῖν ποιῶν, πάντα δ' ἦν μεστὰ καπνοῦ, πυρκαϊᾶς, φθορᾶς τῆς μὲν ἔξω, τῆς δὲ ἔνδον κατὰ τὴν πόλιν. ἐγὼ μὲν γὰρ οὐδ' ἐν ἅπαντι τῷ πολέμῳ τοσούτους ἡμῶν εὑρίσκω τοὺς τεθνεῶτας, μηδέ γ' ἄλλοτε συμβαίη, Ζεῦ σῶτερ, ὅσους ἡ νόσος αὕτη διέφθειρεν. εἰ τοίνυν τότ' ἀπαλγήσαντες κατελυσάμεθα, ὥσπερ τινὲς ἡμᾶς ἔπειθον, ἔσθ' ὅπως ἄν τι τῶν μετὰ ταῦτα ἔργων πολλῶν καὶ καλῶν ἐπέπρακτο; οὐχ οἷόν τε. ἀλλ' οἶμαι τὰ μὲν παρόντα λογισμῷ διενεγκόντες, τὸ δὲ μέλλον ταῖς ἀμείνοσι τῶν ἐλπίδων ἐπιτρέψαντες, πολλὰς μὲν ναυμαχίας αὐτοὺς κατεναυμαχήσαμεν, τελευτῶντες δὲ ἐν Πύλῳ ζῶντας λαβόντες ἠγάγομεν δεῦρο αὐτοῖς ὅπλοις. τοιαῦτα ὁ πόλεμος τοῖς ἐθέλουσι πονεῖν καὶ ταλαιπωρεῖν ἐθέλει χαρίζεσθαι. καὶ ταῦτ' οὐ μόνον ἡμεῖς οἱ νῦν οὕτως ἔγνωμεν, ἀλλὰ καὶ τὸ τῶν πατέρων ὑπάρχει παράδειγμα παμμέγεθες, οἱ καὶ τέκνα καὶ γυναῖκας καὶ τὴν πόλιν αὐτὴν καὶ τὴν χώραν προεῖντο, οὐδὲν τοῦ παρ' ἀξίαν εἶξαι νομίσαντες φοβερώτερον. εἰ δέ γε ἢ τὸν Ἄθω ἀκούοντες μεταποιούμενον ἢ τὸν Ἑλλήσποντον εὐθὺς ἐξεπλάγησαν ὥσπερ ἐν τραγῳδίᾳ, ἢ καὶ μετὰ ταῦθ' ὡς ἐνίκησαν τὰς ἐπ' Ἀρτεμισίῳ νίκας, ἀναγκαζόμενοι φεύγειν εἰς τὸ εἴσω τῆς Ἑλλάδος διὰ πλῆθος τῶν ἐπιουσῶν νεῶν, ἐνεθυμήθησαν ὡς ἀπέραντα πονοῦσι καὶ περισχήσει σφᾶς ὁ πόλεμος, καὶ πολλῷ γε μᾶλλον ὡς εἶδον ἤδη πᾶσαν [371] τὴν Ἀττικὴν πολεμίων καὶ πυρὸς μεστὴν, εἰ μὴ ταῦτα πάντα καὶ τοῖς ὀφθαλμοῖς καὶ τῇ γνώμῃ γενναίως καὶ περαιτέρω τῆς ἀνθρωπείας, εἰ οἷόν τε εἰπεῖν, φύσεως διήνεγκαν, ποῦ μὲν ἂν τρόπαια τοσαῦτα, ποῦ δ' ἡγεμονία τῶν Ἑλλήνων, ποῦ δ' αὐτὸ τὸ τοὺς Ἕλληνας εἶναι; τί τούτων ὑπῆρξεν ἂν ὧν, ὡς ἐπὶ πραχθεῖσιν εἰπεῖν, ζῆν οὐ καλὸν χωρίς; δεῖ τοίνυν τοῖς ὑπάρχουσι παραδείγμασι χρωμένους μὴ χείρους εἶναι πρὸς τὰ μέλλοντα, εἰδότας ὡς ἡ ῥᾳστώνη καὶ τὸ καθ' ἡδονὴν ἀπὸ τῶν πόνων περιγίγνεται καὶ τὰ μέγιστα τῶν ἔργων τοὺς ἀρίστους μένει. λέγουσι δέ τινες καὶ περὶ τῶν Ἐγεσταίων ὡς ἐψεύσαντο ἃ εἶπον περὶ τῶν χρημάτων. ἐγὼ δ' εἰ μὲν Ἐγεσταίων χάριν τὸν στόλον τοῦτον ἐποιησάμεθα, ὁμολογῶ δεῖν ἀποδέχεσθαι τοὺς κατ' ἐκείνων λόγους· εἰ δὲ τὸ μὲν σχῆμα τῆς στρατείας Ἐγεσταῖοι καὶ Λεοντῖνοι παρεῖχον, οἱ δὲ κρατῆρες ἄλλο τι βουλομένων ἦσαν καὶ ἡ μέχρι Αἰγίνης ἅμιλλα, τί ταῦτα ληροῦμεν; οὐ γὰρ εἰ φαῦλοι περὶ ἡμᾶς Ἐγεσταῖοι γεγόνασι, διὰ τοῦτο καὶ ἡμᾶς ἀκολουθῆσαι προσήκει, οὐδ' ὅτι ἐκεῖνοι κατ' ἀνάγκας ἐψεύσαντο, διὰ τοῦτο καὶ ἡμᾶς ἐξεπίτηδες ἐναντία ἡμῖν αὐτοῖς ψηφίζεσθαι· οὐδ' ἐπειδὴ ἐπὶ τῶν ἐν Ἐγέστῃ διημάρτομεν, καὶ τῶν ἄλλων εὐποριῶν τῶν πολλῶν καὶ οὐδὲν ὁμοίων τοῖς παρ' ἐκείνων ἐλπισθεῖσιν ἑκόντας ἀποστερηθῆναι. τοσοῦτον δ' εἰπεῖν ἔτι βούλομαι· εἰ τοῖς παρ' Ἐγεσταίων, ὦ Ἀθηναῖοι, χρήμασι καὶ ταῖς ἐλπίσιν ἃς ἐκεῖνοι παρίστασαν, εἰ τούτοις πιστεύσαντες ἀφορμὴν ἱκανὴν ἔσεσθαι τῷ πολέμῳ στρατεύειν ἐπήρθημεν, ἀφιστώμεθα τῆς Σικελίας, καλῶμεν τοὺς ἐκεῖθεν, ἔστω πᾶς ἀχρεῖος λόγος, ὅστις μὴ ταῦτα συμφήσει. εἰ δ' ἐκεῖνοι μὲν ἅτε ὄντες βάρβαροι προσυπισχνοῦντο ὑπὲρ τοῦ τινὲς εἶναι δοκεῖν, ἡμῖν δ' ἑτέρωθεν τὸ ἰσχυρὸν ἦν [ἐστὶν ὁ λόγος λοιπόν].

   Ἀναμνησθῶμεν δ' ἡμετέρου τινὸς αὐτῶν ἔργου, φέροντος εἰς τὰ παρόντα. ἦν γάρ ποτε χρόνος, ὦ Ἀθηναῖοι, ὅθ' οἱ μὲν τὴν βασιλέως κακῶς ἡμῶν ἐποίουν τριήρεσι τριακοσίαις καὶ ἔτι πλείοσιν, οἱ δὲ Αἰγίνῃ προσεκάθηντο, Κορίνθιοι δ' ἐπαρθέντες ἧκον εἰς Μέγαρα, [372] ὡς ἢ κινήσοντες τοὺς ἐπ' Αἰγίνης, ἢ Μεγαρέας αἱρήσοντες ἐρήμους βοηθῶν. ἡμεῖς δὲ τρίτην στρατείαν ἐξεύρομεν, ἧς ἦρχε Μυρωνίδης· οὗτοι δ' ἦσαν οἱ πρεσβύτατοι καὶ νεώτατοι τῶν ἐν τῇ πόλει, καὶ συμβαλόντες Κορινθίοις ἐκρατοῦμεν πρὸ Μεγάρων· καὶ πάλιν ὡς ἠναίνοντο, ἑτέραν τὴν περὶ τοῦ τροπαίου· εἰς ἃ βλέψαντας καὶ δεδόσθαι τῇ πόλει παρὰ τῆς ἀγαθῆς τύχης νομίσαντας τὸ τολμᾶν, οὐ τοὺς ἐκ Σικελίας ἐνταῦθα χρὴ μεταπέμπεσθαι φοβηθέντας· οὐ γὰρ οἱ πρὸς τῷ πρυτανείῳ κάλλιστα τὰς Ἀθήνας φυλάξουσιν· ἀλλ' εἰ προσδεῖ τοῖς ἐκεῖ βοηθείας, ὥσπερ ἔγωγε οὐκ ἀντιλέγω, πέμπειν ἥτις μετρία, καὶ τάς τε ναῦς τὰς διαβρόχους ἰᾶσθαι ταῖς διαδοχαῖς, αἳ παρέξουσι σχολὴν ἀναψύχειν, καὶ τὸν Γύλιππον μὴ φοβεῖσθαι, στρατιὰν ἐκ τῆς Σικελίας συλλέγοντα, ἀλλ' οἵτινες ἀντιπρεσβεύσαντες διακωλύσουσιν, ἢ καὶ ἑτέραν ἡμῖν ποριοῦσι, τὴν μὲν ἐξ αὐτῆς Σικελίας, τὴν δ' ὅθεν ἂν συμβῇ, ταῦτα σκοπεῖσθαι, καὶ τοῖς λόγοις ἐκείνοις ἐρρῶσθαι λέγειν, ὡς οὐδ' εἰ λάβοιμεν τὴν Σικελίαν, ῥᾳδίως ἂν φυλάξαιμεν. ἐγὼ γὰρ, ὦ Ἀθηναῖοι, βουλοίμην ἂν οὕτως ἔχειν ἤδη Σικελίαν, ὡς κεκτῆσθαί γε βεβαίως ἐπιτηδειοτάτην ἁπασῶν ὑπολαμβάνω. βλέψωμεν δὲ εἰς τὸ τοῦ βασιλέως παράδειγμα, ὃς ἔχει Κύπρον, τοσοῦτον ἀπέχων οὐ Κύπρου μόνον, ἀλλὰ καὶ θαλάττης ὅλως, καὶ ταῦτα διὰ τοῦ Φοινίκων ναυτικοῦ· καὶ προσέτι γε αὐτοὺς τοὺς Φοίνικας τοὺς ἔχοντας τὰς ναῦς, αὐτὸς οὐκ ἔχων οἰκείαν οὐδεμίαν, ὡς ἔπος εἰπεῖν. καὶ ἐῶ λέγειν Κίλικας καὶ τὸ κύκλῳ τοῦτο πᾶν. τί δὴ τὸ αἴτιον, ὦ Ἀθηναῖοι, ὅτι κἂν μὴ τοῖς ὁμοίοις ἰσχυρὸς ᾖ τις, τῇ δὲ ὅλῃ δυνάμει κρατῇ, πάντα δουλοῦται καὶ κατέχει ῥᾳδίως ἀφορμῇ τῷ φόβῳ χρώμενος; ἐπὶ τούτοις γε, ὦ Ἀθηναῖοι, τοῖς λόγοις οὐκ ἔσθ' ἥτις ἂν πώποτε ἀρχὴ μεγάλη συνέστη, εἴ τινες ἐξεφόβουν τοὺς ἐπιχειροῦντας, ὡς οὐδ' εἰ προχωροίη, κατασχήσουσι. νῦν δ' ἐνταῦθα δὴ καὶ κάλλιστα ἴδοι τις ἂν [373] ὡς θεῖον τὸ χρῆμα τῆς ἀρχῆς· αὐτὴ γὰρ ἑαυτὴν σώζει. ὥσπερ γὰρ ἐν τοῖς ἰδίοις οἴκοις ἑνὶ μὲν καὶ δυοῖν οἰκέταιν χαλεπὸν χρήσασθαι, οἱ δὲ πολλοὶ κατὰ ἀλλήλων ὑπάρχουσιν, οὕτω κἀν ταῖς δυναστείαις τὸ πλῆθος τῶν δεδουλωμένων βεβαιοῖ τὴν ἰσχὺν τοῖς προειληφόσι· πάντες γὰρ ἐν κύκλῳ δεδίασιν ἀλλήλους. οὕτω δὴ καὶ ἡ Σικελία τοῖς ἐνταῦθ' ἡμῖν οὖσι προσγενομένη αὐτή τε διὰ τούτων σωθήσεται καὶ τἀνταῦθα ἀκριβώσει καὶ σύνδεσμος, εἰ χρὴ τἀληθὲς εἰπεῖν, τῆς ἀρχῆς καθεστήξει. χειρωθέντες γὰρ ἄνθρωποι πολλοὶ καὶ παντοδαποὶ γένος, οὐχ ἕξουσιν ἀποστροφὴν, ἀλλὰ πᾶν τὸ μὴ περαιτέρω τοῦ παρόντος κακὸν ὥσπερ ἕρμαιον ἡγήσονται τοῖς ὅλοις ἀπειπόντες. ἀλλ' ἐνταῦθα γὰρ ἤδη τῶν φόβων εἴημεν· ἐγὼ δὲ ἑτέρους ἐγγυτέρω τούτων ὁρῶ, τὸ ναυτικὸν εἰ κινήσαιμεν, ὦ Ἀθηναῖοι, νῦν ἐκ Σικελίας. καὶ οὐκ ἐκ τῶν Βάκιδος χρησμῶν οὐδ' Ἀμφιλύτου μαθεῖν δεῖ με, ἀλλ' αὐτὸς εὖ εἰδὼς ὑμῖν προλέγω Συρακοσίους καὶ Σελινουντίους καὶ πάντας τοὺς ἐκεῖθεν πολεμίους δεῦρ' ἥξοντας, ἂν αὐτοὺς καλέσωμεν. τούτους γὰρ οὐχ ἧττον καλοῦμεν ἢ τοὺς ἡμετέρους αὐτῶν, ἂν ἅ τινες κελεύουσι ψηφιζώμεθα. οὐ γὰρ ἐξαρκέσει Συρακοσίοις, εἴ γε μηδὲν πεπόνθασιν, ἀλλὰ τοῦτο μὲν τῇ τύχῃ καὶ Λακεδαιμονίοις λογιοῦνται τοῖς ἀφῃρημένοις, ἡμᾶς δὲ ἐχθροὺς μὲν ὁμοίως ὥσπερ ἂν εἰ παρεστησάμεθα αὐτοὺς, δυνατὸν δ' εἶναι νῦν μόνως ἀμύνασθαι, κρινοῦσι.

   Καίτοι θαυμαστὸν εἴ τις, ὦ Ἀθηναῖοι, τὸ μὲν ἐν τῷ Συρακοσίων λιμένι τριήρεις ἡμετέρας εἶναι φοβερὸν κρίνει τῇ πόλει, τὸ δὲ τὰς τῶν Συρακοσίων καὶ τῶν συμμάχων εἰς τὸν Πειραιᾶ καταπλεῦσαι, τοῦθ' ὥσπερ σωτήριον τοῖς πράγμασι προσδοκᾷ. εἰ μὲν γὰρ ἔστι τις ἡμῖν ἐγγυητὴς, ὡς ἐκεῖνοι τὴν ἡσυχίαν ἄξουσι, καὶ οὐκ ἐθελήσουσι τὴν αὐτὴν ἀποδοῦναι χάριν Λακεδαιμονίοις ἧσπερ οὗτοι νῦν ὑπῆρξαν εἰς αὐτοὺς, ἐφ' ἡμῖν εἶναι νομίζωμεν ὁπότερ' ἂν βουλώμεθα τούτων. εἰ δ' οὐχ οὕτω φευξόμεθα αὐτοὺς, ὡς μὴ ὅποι ποτ' ἂν ἡμῖν ἐπίωσιν, ἐνταῦθα ἀναγκαίως ἔχειν ἀμύνασθαι, τί τὴν Ἀττικὴν ταραχῆς ἐμπίπλαμεν ἀμελήσαντες τῆς Σικελίας; καὶ τί μεθίσταμεν ἐνταῦθα τὸν πόλεμον, ἐξὸν κατέχειν ἐκείνους, ὅπως μήθ' ἑκόντες μήτ' ἄκοντες προΐωσι τῆς αὑτῶν; ἢ τὸ μὲν ἡμᾶς βουλεύεσθαι περὶ ἐκείνων δυσχερὲς, τὸ δ' [374] ἐκείνοις ἐγγενέσθαι περὶ ἡμῶν οὐκέτ' ἔσχατον ἁπάντων; καὶ μὴν οὐ μόνον τοὺς ἐκεῖθεν δέος ἐστὶν ἐπισπάσασθαι, ἀλλὰ καὶ τοὺς ἐνταῦθα μηκέθ' ὅσον πρότερον δοκεῖν ἀξίους εἶναι. ἀγανακτῶ δ' ἔγωγε, εἰ Πελοποννήσιοι μὲν οὐκ ἀποκνήσουσι ναῦς ἑτέρας πληροῦν ὑπὲρ τῶν ἐν Σικελίᾳ, ἡμεῖς δ' ὑπὲρ ἡμῶν αὐτῶν οὐ τολμήσομεν. καὶ τῶν μὲν στρατηγῶν φυγὴν κατέγνωμεν Πυθοδώρου καὶ Σοφοκλέους, καὶ τὸν τρίτον αὐτῶν χρήματα ἐπραξάμεθα, ὅτι ἀνέστρεψαν ἐκ Σικελίας καὶ μετέσχον τῶν ἐκεῖ σπονδῶν, αὐτοὶ δὲ τοσαύτην στρατιὰν ἄπρακτον ἀνάξομεν, ἣν οὐ κατὰ σπονδὰς δεήσει κομισθῆναι, ἀλλ', αἰσχύνομαι μὲν εἰπεῖν, φεύγουσα δὲ ὀφθήσεται. καίτοι ὅταν, ὦ Ἀθηναῖοι, τοὺς τειχήρεις φεύγωμεν, καὶ ὅταν ἐκ νήσου δραπετεύωμεν, κέρδος τὴν σωτηρίαν ἡγούμενοι, ποῦ λοιπὸν ἰσχυριούμεθα; ἢ τίς λοιπὸν ἔσται πόλεμος; οὐκ ἀναμνησθησόμεθα, ὦ Ἀθηναῖοι, τῆς ἡμέρας ἐκείνης ἐν ᾗ τὰς ναῦς ἀπεστέλλομεν παιᾶνας ᾄδοντες καὶ κρατῆρας ἱστάντες καὶ πομπὴν καὶ χάριν ἔργων τετελεσμένων ἀπομιμούμενοι; οὐκ αἰσχυνούμεθα τουτονὶ τὸν ἥλιον, εἰ δυοῖν οὕτως ἀνομοίων ἡμῖν ἔσται μάρτυς, τότε μὲν τοσαύτης λαμπρότητος καὶ ὑπερηφανίας, νῦν δὲ ταπεινότητος; ποῖα λάφυρα κομίζοντας, ὦ Ἀθηναῖοι, δεξόμεθ' αὐτοὺς, ἢ ποῖα χαριστήρια τῶν ἔργων τοῖς θεοῖς, ἢ ποίους ἐπινίκους ἅμ' αὐτοῖς ἐνταῦθα ᾀσόμεθα; ἢ ποίαν ἅμιλλαν ἁμιλλήσονται πρὸς ἀλλήλους ἀναπλέοντες, ὁμοίαν τῇ πρώην; οὐ γὰρ ἄλλο γε οὐδὲν ἢ σιωπῇ καὶ τῶν κελευσμάτων κομισθήσονται, μόνον οὐκ αἰσχυνόμενοι τὴν θάλατταν. εἶτα τοὺς μὲν ἐν τοῖς γυμνικοῖς ἀγῶσι πρὸ ὥρας ἀπαγορεύοντας καὶ παρ' ἀξίαν μικροῦ μισοῦμεν, ἄλλως τε κἂν πρὸς αὐτῷ τῷ στεφάνῳ ποιήσωνται τὴν ἀπόρρησιν· αὐτοὶ δ' ἀγῶνα τοσοῦτον ἀράμενοι καὶ μικροῦ πάντα κατειργασμένοι συγκεκλεικότες Συρακοσίους, ἔχοντες τὴν Σικελίαν, μόνον οὐκ ἐν ταῖς χερσὶ τὸν στέφανον, εἶτα ἀπορρίψομεν; μὴ δῆτα, ὦ Ἀθηναῖοι. εὖ γὰρ ἴστε, ὀφθῆναι μόνον ἀρκέσει τοῖς δευτέροις καὶ πάντ' οἴχεται τὰ Συρακοσίων πράγματα· καὶ τοσοῦτον ἀπολαύσονται τοῦ [375] Γυλίππου, ὅσον μακροτέραν αὐτοῖς γε γεγενῆσθαι τὴν πολιορκίαν. πάντων δ' ἀτοπώτατον, εἰ Νικίας μὲν, οὗ τί χρὴ πρὸς τὰ τοιαῦτ' ἀργότερον ἐξευρεῖν, ὅμως ἐφ' ὑμῖν τὴν αἵρεσιν πεποίηκε, δυοῖν θάτερον λείπεσθαι φάσκων, ἢ πέμπειν ἑτέρους, ἢ καλεῖν σφᾶς, καὶ οὐκ ἀφῄρηται τὴν καθάπαξ ἐλπίδα, καὶ ταῦτα αὐτὸς ὢν ὁ φοβῶν, προσθήσω δὲ καὶ ὁ φοβούμενος εὐθὺς ἐξ ἀρχῆς, ὑμεῖς δ' οἱ παρ' ἐκείνου ταῦτ' ἀκούοντες καὶ οἱ τότ' ἐκεῖνον ἄκοντα κινήσαντες προκαταγνώσεσθε μηδὲν ἔτ' εἶναι τῶν ἐκεῖ κατασχεῖν· μηδαμῶς. ἀλλὰ τῶν τότε εἰρημένων ἀναμνησθέντες καὶ τοὺς ἄγαν ἀσφαλεῖς τοσοῦτον ἐρωτήσαντες, πότερ' ἐξ ἀρχῆς ταύτην εἶχον τὴν γνώμην, ἢ μεθ' ὑμῶν ἦσαν, εἰ μὲν τὰ αὐτὰ φρονεῖν ὑμῖν φήσουσι, κατηγόρους αὑτῶν εἶναι νομίζετε τῇ μεταβολῇ, εἰ δ' ἑτέρως ἐγίγνωσκον, ἐξ ἀμφοτέρων ἁμαρτάνειν ἡγεῖσθε, τοῦτο μὲν εἰ πρὶν ψηφίσασθαι συμβουλεύειν δέον ἐξελεῖν, τοῦτο δ' εἰ περὶ ὧν ἥττηνται βιάζονται. ἵνα δὲ εἰδῆτε ὅσον ἀσφαλείας τῇ γνώμῃ περίεστι, κεφάλαιον ἀκούσατε. ἀπανιστάμενοι μὲν ἐκεῖθεν πάσας καταλύσετε τὰς ἐλπίδας καὶ οὐδὲ ὄναρ ὑμῖν τῶν ἐκεῖ πραγμάτων ἐπιλείπεται· πέμποντες δὲ τὴν βοήθειαν οὐχ ἁμαρτήσεσθε δυοῖν θατέρου· ἢ γὰρ ἕξετε, ὡς ἐγὼ νομίζω, Σικελίαν, ἢ εἰ τοῦτ' ἀδύνατον, τό γ' ἐξεῖναι δεῦρ' ἀναπλεῖν σώζεται. καίτοι ὅτε τοῦ χείρονος νικῶντος μένει τοῦθ' ὅ τινες νῦν ὡς βέλτιστον εἰσηγοῦνται, πόσον τὸ μεταξὺ χρὴ δοκεῖν εἶναι τῆς γνώμης ἑκατέρας; πέμπειν δὲ στρατηγοὺς, οἵτινες τοῦ Νικίου γήρως καὶ τῆς ἐμπειρίας ἀπολαύσαντες τὴν νωθείαν ὑπερβήσονται· καὶ μὴν ὅ γε ἀρέσκει μοι τῆς ἐπιστολῆς, τὸ δεῖν οὕτως ποιεῖν, ὅπως μὴ δεύτεροι τῶν πολεμίων ἔλθοιμεν· ὡς εἰ φθάσαιμεν αὐτοὺς πρὸς τοῖς πράγμασι γενόμενοι, δυοῖν θάτερον, ἢ οὐ κινήσονται τὸ παράπαν, ἢ πλέον οὐδὲν ἕξουσιν.