1210 57 0 1 161 0 IV a. C. Oratoria Hyperides In Philippidem Jensen, C., Leipzig, Teubner, 1917 Rist. 1963, Stuttgart. 8

HYPERIDES - In Philippidem-[ΚΑΤΑ ΦΙΛΛΙΠΠΙΔΟΥ.]

[fr. 1] .....ἐν̣] ἐλευθέρᾳ πόλει τὰ τ]ο̣ῖς τυράννοις συμφέρο]ν̣τα πράττοντ̣[. .......ν̣ εἰς δουλεία[ν̣ ‑ ‑ ‑

[fr. 2a] ‑ θ̣η̣ ‑ ‑ γα ‑ ‑ γο ‑ ‑ ς μοι κατ ‑ ‑ ν̣ τῶν ψηφ̣[ισμάτων ‑ ἐ]κείνοις ‑ ‑ πάντα̣ ‑ ‑ ν̣ σὺ δὲ ‑ ‑ δικαστ ‑ ‑ ουσηλω ‑ ‑ δικα ‑ ‑ αλλο̣ ‑ ‑ σωτ̣ ‑ ‑ τ̣ι σοι ‑ ‑ τας τε̣ ‑ ‑ νιασε ‑ ‑ το]ῦ δήμο̣[υ ‑ ‑ οὐκ ‑

[fr. 2b] ‑ κ]α̣ι̣ρὸν ... ‑ ἡμᾶς ἀ ... ‑ ἀπαιτ... ‑ παντὸ[ς ... ‑ Ἀ]θ̣ηναί[οις ἀποδιδό]ναι χάριν ‑ τ̣ις π[α]ρὰ ‑ χ]ά̣ριτας ‑ τ̣ εἰλήφοι ‑ πό]λει τῇ̣ ἀν ‑ ν ‑ ωι ‑ ε ‑ η̣ν ‑ ν

[fr. 3] ‑ τα πρα̣ ‑ ‑ ὑπ̣]ὲρ αὐτ̣[οῦ ‑ ‑ ο̣ρ̣ ‑

[fr. 6] ...............π̣]ρὸ[ς ...............κ̣αλῶ̣[ν πραγμάτων καὶ τῆι] π̣όλε̣[ι κ]α̣ὶ τοῖς Ἕλλησ̣[ιν αἴτι]ο̣ς ἐγένετο. τοι̣[γ̣αροῦν] καὶ παρ' ἡμῖν κα[ὶ παρὰ] το̣[ῖς ἄλλοις πᾶσιν [τῶν μεγίστ̣ων δωρεῶ[ν ἔτυχεν... δ]ικαίωσ............. γ̣]ὰρ [ὡ̣ς̣] ὑπὸ̣ ..........

[fr. 7] ‑ π̣ο̣ ‑ ‑ ε̣ριας ει ‑ ‑ νου το ‑

[fr. 8] .......οὐδ]ε̣μιᾷ πόλει ...........δύνα]μ̣ιν .........ας ἀν[άγ]κηι ........τ]ῶν ἐπιθυ[μιῶν.....] ἐφ' ἑκάστωι .........σίαις ὀνει[δ........]ειν....ν .....δεῖ χάρι[ν ἡμᾶ]ς ἀποδιδ]όναι Ἀλεξ̣[άνδ]ρωι διὰ τοὺ]ς τελευτή[σαντ]ας ........ἐγὼ δὲ [οἶμ]α̣ι ‑ ‑ ‑

[fr. 10] ἐκεῖνος. ἔ̣π̣[ε]ι̣θ' [οὗτοι ἐπεμβαί̣νουσιν τ[ῶι δήμωι ἐν ταῖς ἀτυχ[ίαις. διόπερ καὶ πολὺ μᾶ[λλον ἄξιοί εἰσιν [μ̣]ισεῖσθ[α̣ι. ὥσπερ γὰρ τ[ὰ̣] σώματ[α πλείστης ἐπ[ιμ]ελείας ἐν̣ [τ̣αῖς ἀρρωσ[τί]α̣ις [δ]εῖται, οὕτως καὶ [αἱ] π[ό]λεις πλείστης θερ[α̣π]εί[α]ς ἐν ταῖς ἀτυχίαις δ[έο]ν̣τ[αι]. μόνοις [δ]ὲ τούτο̣[ις ........τ̣]ο ‑ ‑ ‑ ...............[δημοκρ̣[ατία.......

[fr. 11] ἀλλὰ περὶ̣............ ρει Φιλι[ππ.. καὶ ἐστρατεύσατ[ο....... ἐπὶ τὴν χώ̣[ραν.......... τοῦτο δ[.......... Φίλιππο̣[ς .... ἐστρατεύσατο ἐφ' [ἡμᾶς καὶ τοὺς συμμάχους ........ [ἀκριβῶς γε δ̣............ ‑ ‑ ‑

[fr. 12] ‑ ου ‑ ‑ ν̣ιν ‑ ‑ τ̣ου̣ ‑

[fr. 13] ‑ τοις ‑ ‑ ουδ̣ι ‑ ‑ ο ‑ ‑ θρ ‑

[fr. 14] ‑ τοθ̣ ‑ ‑ γ]υναι ‑ ‑ ομη ‑ ‑ οντ ‑ ‑ γ̣ιν̣ ‑ [δίδ̣[ω̣]σ̣ι̣ν

[fr. 15a] ἕκαστος αὐτῶν, ὁ μ̣[ὲ]ν ἐν Θή̣[β]αις, ὁ δ' ἐν Τα[ν]ά̣γραι, ὁ̣ [δ'] ἐν τῆι ἐλευθε[ρ........τ̣]ατα τῶν ‑ των. η ‑ κρατησαν ‑ ον τὴν ‑ τες. καὶ ‑ αιων τα ‑ ιει του ‑ ἔ̣χ̣οντες ‑ ωκεν ‑ νος ‑ ν̣α ‑ ς ἐξ ‑ ουσε ‑ αυ ‑ χ̣ω ‑ ειρι ‑ θε ‑ τον ‑ ‑ ‑ κτήτ[ο]υς ‑ ν̣ειν̣ ο̣ ‑ ουτ. ἀπαλλα[γ]έ̣ντα;

[fr. 15b] ἢ οὐκ εὔχεσθαι κα[ὶ τ]ἆ̣λλα πάντα τὰ ἐν τῆι [Ἑλ]λάδι ἀνατραπῆναι, οἵ γ̣' ἀπὸ τῶ̣ν ἀναιρουμένων πό[λ]εων ἀπαρχὰς [λα]μ̣[βά]νουσιν; καὶ ὑμ[ᾶς μὲν ἀ]εὶ βούλεσθαι ἐν φ[όβωι καὶ] κ̣ινδύνοις εἶν̣[αι.........] ἀνα̣β[η̣... α.........τ̣ου ουν̣.τ̣. τι̣.........η̣ ταῖσ̣... αι.........π̣όλει̣... μ̣.........μ̣ε̣θ̣... κλ........ντω... .................. β.......ων ἤδη φι... τ..... ἀκρ̣]ιβεῖ χ̣αι... αζω.....ματα...... σουδε̣.... ἀ̣]μ̣φ̣οτερ... μεις ........μ̣ο̣ι̣.... οιεισ̣............ ηγων.............. μι αὐτο̣............ ὡς παρ̣............. οι αὐτῷ............ νων π̣.............. ‑ ‑ ‑

[fr. 15b,1] κατηγορίας ποιοῦνται. καὶ φανερὸν ποιοῦσιν, ὅτι οὐδὲ τότε φίλοι ὄντες Λακεδαιμονίων ὑπὲρ ἐκείνων ἔλεγον, ἀλλὰ τὴν πόλιν μισοῦντες καὶ τοὺς ἰσχύοντας ἀε̣ὶ̣] καθ' ὑμῶν θεραπεύοντες. ἐπεὶ δὲ νῦν ἡ ἐ]κείνων δύναμις εἰ̣ς τοῦτ̣]ον μετέστη, τότ̣ε̣ [δ]ὴ̣ κο]λ̣ακεύειν προείλ̣οντο κ]αὶ Δημοκράτη̣[ς αὐτ]ο̣ῖς ὁ Ἀφιδναῖος [ἀεὶ παρ]α̣κ̣αθήμενος καὶ.. ο̣ν ἱστὰς γελωτοπ[οιεῖ ἐ]π̣ὶ τοῖς τῆς πόλεω[ς ἀ]τ̣υχήμασιν καὶ λοι[δ̣ορεῖθ' ὑμῖν μεθ' ἡμέρα̣[ν ἐν τ̣]ῆι ἀγορᾶι, εἰς ἑσπέρα[ν δὲ δε̣]ιπν̣[ή̣]σων ὡς ὑμ[ᾶ̣ς ἔ]ρ̣χ̣ετα̣ι. καίτοι ὦ Δημ[όκρα̣]τες μόνωι σοὶ οὐκ [ἔνι λέγ]ειν περὶ τοῦ δήμου φλα]ῦρον οὐδέν. διὰ τί; [ὅτι πρ]ῶτον μὲν οὐ παρ' ἑ̣τέρου

[fr. 15b,2] σ' ἔδει μαθεῖν, ὅτι ὁ δῆμος χάριτας ἀποδίδωσιν τοῖς εὐεργέταις, ἀλλὰ παρὰ σαυτοῦ· α[ὐ̣]τὸς γὰρ ὑπὲρ ὧν ἕτερο[ι] εὐεργέτησαν νῦν τὰς [τ]ιμὰς κομίζει. ἔπε[ι]θ' ὅτι ἐν νόμωι γράψας [ὁ] δῆμος ἀπεῖπεν μήτε [λ]έγειν ἐξεῖναι [μ̣ηδενὶ] κακῶς Ἁρμόδιο̣ν καὶ Ἀρ[ι̣στογείτονα μήτ' ἆισα[ι̣ ἐπὶ τὰ κακίονα. ᾗ κ[αὶ δεινόν ἐστιν, [ε̣]ἰ το[ὺ]ς μὲν σοὺς προγόνους ὁ] δῆμος οὐδὲ μεθυσθέντ̣]ι ᾤετο δεῖν ἐξεῖναι κακ]ῶς εἰπεῖν, σὺ δὲ νήφω[ν̣ τ]ὸν δῆμον κακ[ῶ̣ς̣] λέγεις. Βρ]αχέα δ' ἔτι πρὸς ὑ̣μᾶς εἰπ]ὼν ὦ ἄνδρες δικ[α]σταὶ καὶ] ἀναλογισάμεν̣ος καταβ]ήσομαι. γραφὴ παρα]νόμων ἐστίν, ὑπὲρ ἧς τ]ὴν ψῆφον μέλλετε φέρ]ειν, τὸ δὲ ψήφισμα

[fr. 15b,3] τὸ κρινόμενον ἔπαινος προέδρων. ὅτι δὲ προσήκει τοὺς προέδρους κατὰ τοὺς νόμους προεδρεύειν, οὗτοι δὲ παρὰ τοὺς νόμους προηδρεύκασιν, αὐτῶν τῶν νόμων ἠκούετε ἀναγιγνωσκομένων. τὸ λοιπὸν ἤδη ἐστὶν παρ' ὑμῖν· δείξετε γὰρ πότερα τοὺς παράνομα γράφοντας τ[ι̣μ]ω̣ρήσεσθε, ἢ τὰς τοῖς εὐε[ρ̣γέ]ταις ἀποδεδειγμένας [τι]μάς, ταύτας δώσετε [τ̣ο]ῖς ἐναντία τοῖς νόμοι[ς πρ̣]οεδρεύουσιν, καὶ ταῦτα ὀμωμοκότες κατὰ τοὺς νόμους ψηφιεῖσθ̣]αι. ἀλλὰ μὴν οὐδ' ἐξαπατηθ[ῆ̣]ναι ὑμῖν ἔνεστ[ι]ν ὑπὸ τοῦ λόγου αὐτῶν, ἂν φῶσιν ἀναγκαῖα εἶνα[ι̣ τ]ῶι δήμωι τὰ περὶ τῶν ἐ̣π̣α̣[ίν]ων ψηφίζεσθα[ι]· το[ὺς γ]ὰρ προέδρους

[fr. 15b,4] οὐκ ἔνεστιν εἰπεῖν ὡς ἀνάγκη τις ἦν στεφανῶσαι. πρὸ[ς δ]ὲ τούτοις αὐτὸς ὑμῖν ο̣[ὗ]τος ῥαιδίαν πεποίηκ[εν] τὴν γνῶσιν· ἔγραψεν γ[ὰρ] ὧν ἕνεκα ἐστεφάνω[σε]ν τοὺς προέδρους, δι[κα̣]ιοσύνης τε τῆς εἰς τὸν δ[ῆμ̣]ον τὸν Ἀθηναίων, κα[ὶ δι]ότι κατὰ τοὺς νόμο[υ̣ς π]ροηδρεύκασιν. ἐπὶ δ[ὴ τ]αῦτ' ἄγετ' αὐτὸν ἀπολ[ογη̣]σόμενον, καὶ σὺ ὦ Φ[ιλι]ππίδη δείξας ἀληθῆ εἶ[ν]αι τὰ περὶ τῶν προέδρω̣[ν], ἃ ὑπέθου ἐν τῷ ψηφ[ίς]μ̣ατι, ἀπόφευγε. εἰ δ' ο[ἴει] κορδακίζων καὶ γελ[ω̣τ]οποιῶν, ὅπερ ποι[ε̣ῖν] εἴωθας ἐπὶ τῶν δικαστη̣[ρί]ων, ἀποφεύξεσθαι, ε[ὐήθ̣]ης εἶ, ἢ παρὰ τούτ[ο]ι̣ς συγγνώμην ἢ ἔ[λεόν̣] τινα παρὰ τὸ δίκαι[ο̣ν ὑπ̣]ά̣ρχ̣]ειν. πολλοῦ γε δ[εῖ· οὐ γ]ὰρ

[fr. 15b,5] ἀπέθου σαυτῶι εὔνοιαν παρὰ τῶι δήμωι, ἀλλ' ἑτέρωθι, οὐδὲ τοὺς σῶσαί σε δυναμένους ὤιου δεῖν κολακεύειν ἀλλὰ τοὺς τῶι δήμωι φοβεροὺς ὄντας. καὶ ἓν μὲν σῶμα ἀθάνατον ὑπείληφας ἔσεσθαι, πόλεως δὲ τηλικαύτης θάνατον κατέγνως, οὐδ' ἐκεῖνο συνιδών, ὅτι τῶν μὲν τυράννων οὐδεὶς πώποτε τελευτήσας ἀνεβίωσεν, πόλεις δὲ πολλαὶ ἄρδην ἀναιρεθεῖσαι πάλιν ἴσχυσαν. οὐδὲ τὰ ἐπὶ τῶν τριάκοντα ἐλογίσασθε, οὐδ' ὡς καὶ τῶν ἐπιστρατευσάντων καὶ τῶν ἔνδοθεν συνεπιθεμένων αὐτῆι περιεγένετο, ἀλλὰ φανεροὶ ἐγένεσθε καιροφυλακοῦντες τὴν πόλιν, εἴ ποτε δοθήσεται ἐξουσία λέγειν τι ἢ πράττειν κατὰ τοῦ δήμου. εἶτα περὶ

[fr. 15b,6] καιρῶν αὐτίκα δὴ τολμ̣ήσετε λέγειν τοὺς κατὰ τῆς πόλεως καιροὺς παραφυλάξαντες; καὶ τὰ παιδία ἥκεις ἔχων εἰς τὸ δικαστήριον, καὶ ἀναβιβάσας αὐτίκα δὴ ἀξιώσεις ὑπὸ τούτων ἐλεεῖσθαι; ἀλλ' οὐ δ[ί]καιον. ὅτε γὰρ ἡ πόλι̣ς ὑπὸ τῶν ἄλλων ᾠκ[τ̣]ίρετο διὰ τὰ συμβάντ̣α̣], τόθ' ὑφ' ὑμῶν ἐξυβρίζ[ε]το. καίτοι οὗτοι μὲν τὴν Ἑλλάδα σῴζειν προελόμενοι ἀνάξια τῶν φρονημάτων ἔπασχον, σὺ δὲ τὴν πόλιν εἰς τὰς ἐσχάτας αἰσχύνας ἀδίκως καθιστὰς νυνὶ δικαίως τιμωρίας τεύξῃ. διὰ τί γὰρ ‹ἂν› τούτου φείσαισθε; πότερα διότι δημοτικός ἐστιν; ἀλλὰ ἴστ' αὐτὸν τοῖς μὲν τυράννοις δουλεύειν προελόμενον, τῶι δὲ δήμωι προστάττειν ἀξιοῦντα. ἀλλ' ὅτι χρηστός; ἀλλὰ δὶς

[fr. 15b,7] αὐτοῦ ἀ[δικί]αν κατέγνωτε. ναί, ἀ[λλ̣]ὰ χρήσιμος. ἀλλ' εἰ χρήσ[ε̣ς]θε τῷ ὑφ' ὑμῶν ὁμολ[ογ̣]ουμένως πονηρῶι [κ̣ρ]ιθέντι, ἢ κρίνειν κα[κ]ῶς δόξετε ἢ πονηρῶν [ἀν]θρώπων ἐπιθυμ[εῖν. ο]ὐκοῦν οὐκ ἄξιον τὰ [τούτ]ου ἀδικήματα αὐτ[ο̣ὺς ἀν]αδέχεσθαι, ἀλλὰ [τ̣]ι̣μ̣ω̣ρεῖ[σθ]α̣ι̣ τὸν ἀδικοῦν[τα]. κα̣ὶ̣ ἂ̣[ν ἄρα λέγῃ τις ἀνα̣βὰς ὡς δὶς ἥλωκεν πρ̣ότερον παρανόμων, [κ]αὶ διὰ τοῦτο φῇ δεῖν ὑμᾶς ἀπ̣οψηφίσασθαι, τοὐναντ̣[ί]ον ποιεῖτε κατ' ἀμφότερα. π[ρ̣]ῶτον μέν, ὅ[τ̣ι ε]ὐτύχημ̣ά ἐστιν τὸν ὁμ[ο]λογου̣μ̣ένως τὰ παράνομα γρά̣φοντα τὸ τρίτον κριν̣όμενον λαβεῖν· οὐ γὰ̣ρ̣ ὥσπερ ἀγαθοῦ τινο̣ς φ̣ε̣ί̣δεσθαι προσήκει τούτου, ἀλλὰ τὴν ταχίστην ἀπηλλάχθαι, ὅς γ[ε] τ̣οῦ τρόπου δὶς ἤδη ἐν ὑμῖν

[fr. 15b,8] βάσανον δέδωκεν. ἔπειτα δὲ ὥσπερ τοῖς τῶν ψευδομαρτυρίων δὶς ἡλωκόσιν δεδώκατε ὑμε[ῖ]ς τὸ τρίτον μὴ μαρτυρεῖν, μηδ' οἷς ἂν παραγένωνται, ἵνα μηδενὶ τῶν πολιτῶν ᾖ τὸ ὑμέτερον πλῆθος αἴτιον τ̣οῦ ἠτιμῶσθαι, ἀλλ' αὐτ̣[ὸ̣]ς αὑ̣τῶι, ἂν μὴ παύηται τὰ ψεύδη μαρτυρῶν, οὕτω καὶ τοῖς ἡλωκόσι παρανόμων ἔξεστιν μηκέτι γράφειν, εἰ δὲ μή, δῆλόν ἐστιν ὅτι ἰδίου τινὸς ἕνεκα τοῦτο ποιοῦσιν· ὥστε οὐκ οἴκτου οἱ τοιοῦτοι ἄξιοί εἰσιν, ἀλλὰ τιμωρίας. Ἵνα δὲ μὴ προθέμενος πρὸς ἀμφορέα ὕδατος εἰπεῖν μακρολογῶ, ὁ μὲν γραμματεὺς ὑμῖν ἀναγνώσεται τὴν γραφὴν πάλιν, ὑμεῖς δὲ τῶν τε κατηγορημένων

[fr. 15b,9] μεμνημένοι καὶ τῶν νόμων ἀκούσαντες ἀναγιγνωσκομένων, τά τε δίκαια καὶ τὰ συμφέροντα ὑμῖν αὐτοῖς ψηφίζεσθε.