4837 334 0 6 5 0 II-III d. C. Storiografia Cassius Dio LXXII Historiae Romanae Boissevain, U.P., Berlin, Weidmann, 1:1895; 2:1898; 3:1901 Rist. 1955 4

Cassius Dio - Historiae Romanae LXXII

   οὗτος πανοῦργος μὲν οὐκ ἔφυ, ἀλλ' εἰ καί τις ἄλλος ἀνθρώπων ἄκακος, ὑπὸ δὲ δὴ τῆς πολλῆς ἁπλότητος καὶ προσέτι καὶ δειλίας ἐδούλευσε τοῖς συνοῦσι, καὶ ὑπ' αὐτῶν ἀγνοίᾳ τὸ πρῶτον τοῦ κρείττονος ἁμαρτὼν ἐς ἔθος κἀκ τούτου καὶ ἐς φύσιν ἀσελγῆ καὶ μιαιφόνον [2] προήχθη. καί μοι δοκεῖ καὶ τοῦτο καὶ ὁ Μᾶρκος σαφῶς προγνῶναι. Xiph. 269, 613 R. St., Exc. Val. 3124b (p. 722).

   ἦν δὲ ἐννεακαιδεκαέτης ὅτε μετήλλαξεν ὁ πατὴρ αὐτοῦ, πολλοὺς αὐτῷ καὶ τοὺς κρατίστους τῶν βουλευτῶν ἐπιτρόπους καταλιπών· ὧν ὁ Κόμμοδος ταῖς ὑποθήκαις καὶ συμβουλίαις χαίρειν εἰπών, καὶ τοῖς βαρβάροις σπεισάμενος, ἐς τὴν Ῥώμην ἠπείχθη, μισόπονός τε ὢν καὶ τῆς ἀστικῆς ῥᾳστώνης ἐπιθυμῶν. Xiph. 269, 13-18 R. St.

[2]

[1]    ὅτι οἱ Μαρκομάνοι οὔτε τροφὴν οὔτ' ἄνδρας συχνοὺς ὑπό τε τοῦ πλήθους τῶν ἀπολλυμένων καὶ ὑπὸ τῆς ἀεὶ τῶν χωρίων κακώσεως ἔτι εἶχον· δύο γοῦν μόνους τῶν πρώτων καὶ δύο ἄλλους τῶν καταδεεστέρων πρέσβεις πρὸς αὐτὸν ὑπὲρ τῆς εἰρήνης ἔπεμψαν.

[2] καὶ ἐξεργάσασθαι αὐτοὺς δυνάμενος ῥᾳδίως, μισόπονος δὲ δὴ ὢν καὶ πρὸς τὰς ἀστικὰς ῥᾳστώνας ἐπειγόμενος ἐσπείσατο αὐτοῖς ἐπί τε τοῖς ἄλλοις ἐφ' οἷς ὁ πατὴρ αὐτοῦ συνετέθειτο, καὶ ἵνα τούς τε αὐτομόλους καὶ τοὺς αἰχμαλώτους, οὓς μετὰ ταῦτα ἔλαβον, ἀποδῶσιν αὐτῷ, καὶ σῖτόν τινα κατ' ἔτος [3] τακτὸν τελῶσιν, ὃν ὕστερον αὐτοῖς ἀφῆκεν. ὅπλα τέ τινα παρ' αὐτῶν ἔλαβε, καὶ στρατιώτας παρὰ μὲν τῶν Κουάδων μυρίους καὶ τρισχιλίους, παρὰ δὲ τῶν Μαρκομάνων ἐλάττους· ἀνθ' ὧν [4] ἀνῆκεν αὐτοῖς τῶν κατ' ἔτος διδόναι τινάς. προσεπέταξε μέντοι σφίσιν ἵνα μήτε πολλάκις μήτε πολλαχοῦ τῆς χώρας ἀθροίζωνται, ἀλλ' ἅπαξ ἐν ἑκάστῳ μηνὶ καὶ ἐς τόπον ἕνα ἑκατοντάρχου τινὸς Ῥωμαίου παρόντος, πρὸς δὲ καὶ ἵνα μήτε τοῖς Ἰάζυξι μήτε τοῖς Βούροις μήτε τοῖς Οὐανδίλοις πολεμῶσιν. ἐπὶ μὲν τούτοις συνηλλάγη, καὶ τά τε φρούρια πάντα τὰ ἐν τῇ χώρᾳ αὐτῶν ὑπὲρ τὴν μεθορίαν τὴν ἀποτετμημένην ὄντα ἐξέλιπεν ...... Exc. U4G 67 (p. 412).

[3]

[1]    ὅτι τοῖς Βούροις ὁ Κόμμοδος εἰρήνην ἔδωκε πρεσβεύσασι. πρότερον μὲν γάρ, καίτοι πολλάκις αὐτὴν αἰτηθείς, οὐκ ἐποιήσατο, ὅτι τε ἔρρωντο καὶ ὅτι οὐκ εἰρήνην ἀλλὰ ἀνοχὴν ἐς τὸ παρασκευάσασθαι [2] λαβεῖν ἤθελον· τότε δέ, ἐπειδὴ ἐξετρυχώθησαν, συνηλλάγη σφίσιν ὁμήρους λαβὼν καὶ αἰχμαλώτους παρά τε τῶν Βούρων πολλοὺς καὶ παρὰ τῶν ἄλλων μυρίους καὶ πεντακισχιλίους κομισάμενος, καὶ ἀναγκάσας τοὺς ἄλλους ὀμόσαι ὥστε μήτ' ἐνοικήσειν ποτὲ μήτ' ἐννεμεῖν τεσσαράκοντα στάδια τῆς χώρας σφῶν τῆς πρὸς [3] τῇ Δακίᾳ οὔσης. ὁ αὐτὸς Σαβινιανὸς καὶ Δακῶν τῶν προσόρων μυρίους καὶ δισχιλίους ἐκ τῆς οἰκείας ἐκπεσόντας καὶ μέλλοντας τοῖς ἄλλοις βοηθήσειν ὑπηγάγετο, γῆν τινα αὐτοῖς ἐν τῇ Δακίᾳ τῇ ἡμετέρᾳ δοθήσεσθαι ὑποσχόμενος.

[4]

[1]    καὶ ἐπεβουλεύθη μὲν πολλάκις ὑπό τινων, πλείστους δὲ ἐφόνευσε καὶ ἄνδρας καὶ γυναῖκας, τοὺς μὲν φανερῶς τοὺς δὲ λάθρᾳ φαρμάκοις, καὶ ὡς εἰπεῖν πάντας τοὺς ἐπὶ τοῦ πατρὸς αὐτοῦ [2] καὶ ἐπ' αὐτοῦ ἐκείνου ἀνθήσαντας, πλὴν τοῦ τε Πομπηιανοῦ καὶ τοῦ Περτίνακος καὶ τοῦ Οὐικτωρίνου· τούτους γὰρ οὐκ οἶδ' ὅπως οὐκ ἀπέκτεινε. λέγω δὲ ταῦτά τε καὶ τὰ λοιπὰ οὐκ ἐξ ἀλλοτρίας ἔτι παραδόσεως ἀλλ' ἐξ οἰκείας ἤδη τηρήσεως. ἐλθὼν δὲ ἐς τὴν Ῥώμην καὶ πρὸς τὴν γερουσίαν διαλεχθεὶς ἄλλα τέ τινα ἀπελήρησε, [3] καί τι καὶ τοιοῦτον ἐν τοῖς αὑτοῦ ἐπαίνοις εἶπεν, ὅτι τὸν πατέρα ποτὲ ἐς πηλὸν βαθὺν ἐμπεσόντα ἱππεύων ἐρρύσατο. τοιαῦτα μὲν [4] τὰ σεμνολογήματα αὐτοῦ ἦν, ἐσιόντι δὲ αὐτῷ ἐς τὸ θέατρον τὸ κυνηγετικὸν Κλαύδιος Πομπηιανὸς ἐπεβούλευσε· ξίφος γάρ τι ἐν αὐτῇ τῇ τῆς ἐσόδου στενοχωρίᾳ ἀνατείνας, "ἰδού" ἔφη, "τοῦτό σοι ἡ βουλὴ [οὐ] πέπομφεν". οὗτος ἠγγύητο μὲν τὴν θυγατέρα Λουκίλλης, ἐχρῆτο δὲ καὶ αὐτῇ ταύτῃ καὶ τῇ τῆς κόρης μητρί, καὶ διὰ [5] ταῦτα τῷ Κομμόδῳ ᾠκείωτο ὡς καὶ συνεστιᾶσθαι καὶ συννεανιεύεσθαι αὐτῷ. ἡ γὰρ Λουκίλλα οὐδὲν ἐπιεικεστέρα οὐδὲ σωφρονεστέρα τοῦ ἀδελφοῦ Κομμόδου ὑπάρχουσα ἤχθετο μὲν τῷ ἀνδρὶ αὑτῆς τῷ Πομπηιανῷ· ὅθεν καὶ ἀνέπεισε τὸν εἰρημένον ἐπιθέσθαι τῷ Κομμόδῳ, καὶ αὐτόν τε ἀπώλεσε καὶ αὐτὴ φωραθεῖσα ἐπανῃρέθη.

[6] ἀπέκτεινε δὲ καὶ τὴν Κρισπῖναν ὁ Κόμμοδος, ἐπὶ μοιχείᾳ δή τινι ὀργισθεὶς αὐτῇ. πρὸ δὲ τοῦ ἀναιρεθῆναι καὶ ἀμφότεραι ἐς τὴν νῆσον τὴν Καπρίαν ὑπερωρίσθησαν. Μαρκία δέ τις Κουαδράτου τῶν τότε φονευθέντων ἑνὸς παλλακή, καὶ Ἔκλεκτος πρόκοιτος, ὁ μὲν καὶ τοῦ Κομμόδου πρόκοιτος ἡ δὲ παλλακὴ ἐγένετο, καὶ [7] τοῦ Ἐκλέκτου μετὰ ταῦτα γυνή· καὶ ἐπεῖδε καὶ ἐκείνους βιαίως ἀποθνήσκοντας. ἱστορεῖται δὲ αὕτη πολλά τε ὑπὲρ τῶν Χριστιανῶν σπουδάσαι καὶ πολλὰ αὐτοὺς εὐηργετηκέναι, ἅτε καὶ παρὰ τῷ Κομμόδῳ πᾶν δυναμένη. Xiph. 269, 19-270, 14 R. St.

[5]

[1]    ὅτι ὁ Κόμμοδος καὶ Ἰουλιανὸν τὸν Σάλουιον καὶ Πάτερνον Ταρρουτήνιον ἐς τοὺς ὑπατευκότας κατειλεγμένον, ἄλλους τε μετ' αὐτῶν καί τινα καὶ γυναῖκα εὐπατρίδα ἀπέσφαξεν. καίτοι καὶ Ἰουλιανὸς δυνηθεὶς ἂν μετὰ τὴν Μάρκου τελευτὴν πᾶν εὐθὺς κατ' αὐτοῦ [2] ὅ τι καὶ ἐβούλετο, ἅτε καὶ ἐλλογιμώτατος ὢν καὶ στρατιὰν μεγάλην ἐπιτετραμμένος τούς τε στρατιώτας ἀνηρτημένος, πρᾶξαι, οὐδὲν ἠθέλησε διά τε τὴν ἑαυτοῦ ἐπιείκειαν καὶ διὰ τὴν ἐκείνου καὶ τεθνηκότος εὔνοιαν νεοχμῶσαι· καὶ ὁ Πάτερνος ῥᾳδίως ἂν αὐτόν, εἴπερ ἐπεβεβουλεύκει οἱ, ὥσπερ ᾐτιάθη, φονεύσας ἕως ἔτι τῶν δορυφόρων ἦρχεν, οὐκ ἐποίησεν. Exc. Val. 314 (p. 725), cf. Xiph. 270, 15-18 R. St.

[3]    ἐφόνευσε δὲ καὶ τοὺς Κυιντιλίους, τόν τε Κονδιανὸν καὶ τὸν Μάξιμον· μεγάλην γὰρ εἶχον δόξαν ἐπὶ παιδείᾳ καὶ ἐπὶ στρατηγίᾳ καὶ ὁμοφροσύνῃ καὶ πλούτῳ. ἐκ γὰρ δὴ τῶν προσόντων σφίσιν ὑπωπτεύοντο καλῶν, εἰ καὶ μηδὲν νεώτερον ἐνενόουν, ἄχθεσθαι [4] τοῖς παροῦσι. καὶ οὕτως αὐτοί, ὥσπερ ἔζησαν ἅμα, οὕτω καὶ ἀπέθανον μεθ' ἑνὸς τέκνου· διαπρεπέστατα γὰρ τῶν πώποτε ἐφίλησαν ἀλλήλους, καὶ οὐκ ἔστιν ὅτε οὐδὲ ἐν ταῖς ἀρχαῖς διεχωρίσθησαν. ἐγένοντο δὲ καὶ πολυκτήμονες καὶ παμπλούσιοι, καὶ ἦρχον ὁμοῦ καὶ παρήδρευον ἀλλήλοις.

[6]

[1]    Κονδιανὸς δὲ Σέξτος ὁ τοῦ Μαξίμου υἱός, φύσει τε καὶ παιδείᾳ τῶν ἄλλων διαφέρων, ἐπειδὴ ᾔσθετο καὶ τῆς ἐς αὐτὸν φερούσης θανατηφόρου ψήφου (διέτριβε δὲ ἐν Συρίᾳ), αἷμα λαγὼ ἔπιε, καὶ μετὰ τοῦτ' ἐπί τε ἵππον ἀνέβη καὶ κατέπεσεν ἀπ' αὐτοῦ ἐπίτηδες, τό τε αἷμα ἤμεσεν ὡς ἴδιον, καὶ ἀρθεὶς ὡς καὶ παραχρῆμα [2] τελευτήσων ἐς οἴκημα ἐκομίσθη, καὶ αὐτὸς μὲν ἀφανὴς ἐγένετο, κριοῦ δὲ σῶμα ἐς λάρνακα ἀντ' αὐτοῦ ἐμβληθὲν ἐκαύθη. καὶ ἐκ τούτου ὁ μὲν ἀμείβων ἀεὶ τὸ σχῆμα καὶ τὴν ἐσθῆτα ἄλλοτε ἄλλῃ ἐπλανᾶτο, διαδοθέντος δὲ τοῦ λόγου τούτου (οὐ γὰρ οἷόν τ' ἐστὶ τὰ τηλικαῦτα ἐπὶ πολὺν χρόνον λανθάνειν) ζήτησις αὐτοῦ μεγάλη [3] πανταχοῦ ὁμοίως ἐγένετο, καὶ πολλοὶ μὲν ἀντ' αὐτοῦ δι' ὁμοιότητα πολλοὶ δὲ ὡς καὶ συνεγνωκότες τι αὐτῷ ἢ καὶ ὑποδεδεγμένοι πῃ αὐτὸν ἐκολάσθησαν, ἔτι δὲ πλείους οὐδὲ ἑορακότες ποτὲ ἴσως αὐτὸν [4] τῶν οὐσιῶν ἐστερήθησαν. καὶ ὁ μὲν εἴτε ὄντως ἐσφάγη (πλεῖσται γὰρ κεφαλαὶ ὡς ἐκείνου οὖσαι ἐς τὴν Ῥώμην ἐκομίσθησαν) εἴτε καὶ ἀπέφυγεν, οὐδεὶς οἶδεν· ἕτερος δέ τις ἐτόλμησε μετὰ τὸν τοῦ Κομμόδου θάνατον Σέξτος τε εἶναι φῆσαι καὶ πρὸς ἀνάληψιν τοῦ τε πλούτου καὶ τοῦ ἀξιώματος αὐτοῦ ὁρμῆσαι. καὶ πολλά γε [5] ὑπὸ πολλῶν ἀνακριθεὶς ἐκομψεύσατο, ὡς μέντοι καὶ τῶν Ἑλληνικῶν τι αὐτὸν ὁ Περτίναξ, ὧν ἐκεῖνος διεπεφύκει, ἀνήρετο, πλεῖστον ἐσφάλη, μηδὲ συνεῖναι τὸ λεγόμενον δυνηθείς. οὕτω που τὸ μὲν εἶδος ἐκ φύσεως καὶ τἆλλα ἐξ ἐπιτηδεύσεως αὐτῷ ἐῴκει, τῆς δὲ δὴ παιδείας αὐτοῦ οὐ μετεσχήκει.

[7]

[1]    τοῦτό τε οὖν αὐτὸς ἤκουσα παρών, καὶ ἕτερον τοιόνδε εἶδον. ἔστιν ἐν Μαλλῷ πόλει τῆς Κιλικίας Ἀμφιλόχου χρηστήριον, καὶ χρᾷ δι' ὀνειράτων. ἔχρησεν οὖν καὶ τῷ Σέξτῳ, ὃ διὰ γραφῆς ἐκεῖνος ἐδήλωσε· παιδίον γὰρ τῷ πίνακι ἐνεγέγραπτο δύο δράκοντας [2] ἀποπνῖγον καὶ λέων νεβρὸν διώκων. οὐδὲ ἔσχον αὐτὰς συμβαλεῖν, τῷ πατρὶ συνὼν ἄρχοντι τῆς Κιλικίας, πρὶν πυθέσθαι τούς τε ἀδελφοὺς ὑπὸ τοῦ Κομμόδου, ὃς μετὰ ταῦτα τὸν Ἡρακλέα ἐζήλωσε, τρόπον τινὰ πνιγέντας, ὥσπερ καὶ ὁ Ἡρακλῆς ἔτι νήπιος ὢν ἱστόρηται τοὺς ὑπὸ τῆς Ἥρας ἐπιπεμφθέντας αὐτῷ δράκοντας ἀποπνῖξαι (καὶ γὰρ καὶ οἱ Κυιντίλιοι ἀπηγχονήθησαν), καὶ τὸν Σέξτον φεύγοντα καὶ διωκόμενον ὑπὸ τοῦ κρείττονος. Xiph. 270, 18271, 25 R. St., et (p. 287 v. 1017) Exc. Val. 315 (p. 725) 6 Suid. s. v. Σέξτος.

[3]    πάμπολυν ἂν ὄχλον τῇ συγγραφῇ παράσχοιμι, εἰ ἀκριβῶς καθ' ἕκαστον τοὺς θανατωθέντας ὑπ' αὐτοῦ γράφοιμι, ὁπόσους ἐκεῖνος ἢ διὰ συκοφαντίας ψευδεῖς ἢ δι' ὑποψίας οὐκ ἀληθεῖς ἢ διὰ πλοῦτον λαμπρὸν ἢ διὰ γένος εὐδόκιμον ἢ διὰ παιδείας ὑπεροχὴν ἢ δι' ἄλλην τινὰ ἀρετὴν διεχρήσατο. Xiph. 271, 25-30 R. St.

[4]    ὅτι ὁ Κόμμοδος πολλὰ ‹μὲν› πλούτου ἐπιδείγματα, πολλῷ δὲ πλείω καὶ φιλοκαλίας ἐν αὐτῇ τῇ Ῥώμῃ παρέσχετο. ἔστι δέ τι καὶ δημωφελὲς ὑπ' αὐτοῦ πραχθέν· Μανιλίου γὰρ τῷ Κασσίῳ συγγενομένου καὶ τὰς ἐπιστολὰς αὐτοῦ τὰς Λατίνας διοικήσαντος, καὶ μέγιστον παρ' αὐτῷ δυνηθέντος καὶ φυγόντος, εἶτα φωραθέντος, οὔτε τι ἀκοῦσαι καίτοι πολλὰ μηνύσειν ὑπισχνουμένου ἠθέλησε, καὶ τὰ γράμματα αὐτοῦ πάντα κατέκαυσε πρὶν ἀναγνωσθῆναι. Exc. Val. 316 (p. 725).

[8]

[1]    ἐγένοντο δὲ καὶ πόλεμοί τινες αὐτῷ πρὸς τοὺς ὑπὲρ τὴν Δακίαν βαρβάρους, ἐν οἷς ὅ τε Ἀλβῖνος καὶ ὁ Νίγρος οἱ τῷ αὐτοκράτορι Σεουήρῳ μετὰ ταῦτα ἀντιπολεμήσαντες εὐδοκίμησαν, μέγιστος δὲ ὁ [2] Βρεττανικός. τῶν γὰρ ἐν τῇ νήσῳ ἐθνῶν ὑπερβεβηκότων τὸ τεῖχος τὸ διορίζον αὐτούς τε καὶ τὰ ‹τῶν› Ῥωμαίων στρατόπεδα, καὶ πολλὰ κακουργούντων, στρατηγόν τέ τινα μετὰ τῶν στρατιωτῶν οὓς εἶχε κατακοψάντων, φοβηθεὶς ὁ Κόμμοδος Μάρκελλον Οὔλπιον ἐπ' αὐτοὺς [3] ἔπεμψεν. οὑτοσὶ δὲ ὁ ἀνὴρ μέτριος καὶ εὐτελὴς ὤν, στρατιωτικῶς τε ἀεὶ καὶ περὶ τὴν τροφὴν καὶ περὶ πάντα τἆλλα ζῶν, ὅτε ἐπολέμει, ὑψηλόφρων καὶ φρονηματώδης ἐγίγνετο, χρημάτων τε διαφανῶς ἀδωρότατος ἦν, οὐ μὴν καὶ ἡδὺς τὸ ἦθος ἢ φιλάνθρωπος.

[4] ἀυπνότατος δὲ τῶν στρατηγῶν γενόμενος, καὶ τοὺς ἄλλους τοὺς συνόντας αὐτῷ ἐγρηγορέναι βουλόμενος, δώδεκα γραμματεῖα, οἷά γε ἐκ φιλύρας ποιεῖται, καθ' ἑκάστην ἑσπέραν ὡς εἰπεῖν συνέγραφε, καὶ προσέταττέ τινι ἄλλο ἄλλῃ ὥρᾳ κομίζειν τισίν, ἵν' ἐγρηγορέναι τὸν στρατηγὸν ἀεὶ νομίζοντες μηδὲ αὐτοὶ ἄδην καθεύδοιεν. ἦν μὲν γὰρ καὶ ἄλλως ὑπνομαχεῖν πεφυκώς, ἐπὶ πλέον δὲ τοῦτο ἐκ [5] τῆς ἀσιτίας ἠσκήκει. τά τε γὰρ ἄλλα ἥκιστα ἄδην ἐσιτεῖτο, καὶ ὅπως μηδὲ τῶν ἄρτων διαπιμπλᾶται, ἐκ τῆς Ῥώμης αὐτοὺς μετεπέμπετο, οὐχ ὡς οὐ δυνάμενος τῶν ἐπιχωρίων ἐσθίειν, ἀλλ' ἵν' ὑπὸ τῆς παλαιότητος αὐτῶν μὴ δύνηται μηδὲ σμικρῷ πλέον τοῦ πάνυ ἀναγκαίου φαγεῖν· τὰ γὰρ οὖλα αὐτοῦ κακῶς ἔχοντα ῥᾳδίως ὑπὸ τῆς τῶν ἄρτων ξηρότητος ᾑμάσσετο. ἐπετήδευε δ' οὖν ἐπὶ μεῖζον αὐτὸ πλάττεσθαι, ἵν' ὡς μάλιστα διαγρυπνεῖν δοκῇ.

[6]    Μάρκελλος μὲν δὴ τοιοῦτος ὢν τούς τε βαρβάρους τοὺς ἐν Βρεττανίᾳ δεινῶς ἐκάκωσε, καὶ μικροῦ δεῖν ὑπὸ τοῦ Κομμόδου μετὰ ταῦτα διὰ τὴν ἰδίαν ἀρετὴν ἀποθανεῖν μελλήσας ὅμως ἀφείθη· [9] [1] Περέννιον δὲ τῶν δορυφόρων μετὰ τὸν Πάτερνον ἄρχοντα συνέβη διὰ τοὺς στρατιώτας στασιάσαντας ἀναιρεθῆναι. τοῦ γὰρ Κομμόδου ἁρματηλασίαις καὶ ἀσελγείαις ἐκδεδωκότος ἑαυτόν, καὶ τῶν τῇ ἀρχῇ προσηκόντων οὐδὲν ὡς εἰπεῖν πράττοντος, ὁ Περέννιος ἠναγκάζετο οὐχ ὅτι τὰ στρατιωτικὰ ἀλλὰ καὶ τἆλλα διὰ χειρὸς [2,1] ἔχειν καὶ τοῦ κοινοῦ προστατεῖν. οἱ οὖν στρατιῶται, ὁπότε τι σφίσι μὴ καταθύμιον ἀπαντήσαι, τὴν αἰτίαν ἐπὶ τὸν Περέννιον ἀναφέροντες ἐμήνιον αὐτῷ. Xiph. 271, 30–272, 28 R. St. et (p. 288 v. 26- p. 289 v. 13) Exc. Val. 317 (p. 725) = Suid. s. v. s. v. Μάρκελλος.

[2a]    ὅτι οἱ ἐν Βρεττανίᾳ στρατιῶται Πρίσκον ὑποστράτηγον εἵλοντο αὐτοκράτορα· ὁ δὲ παρῃτήσατο εἰπὼν ὅτι "τοιοῦτος ἐγώ εἰμι αὐτοκράτωρ οἷοι ὑμεῖς στρατιῶταί ἐστε". Petr. Patr. exc. Vat. 122 (p. 224 Mai. 6 p. 208, 811 Dind.)

[1]    καὶ οἱ ἐν Βρεττανίᾳ τοίνυν ὑπάρχοντες, ἐπειδή τι καὶ ἐπετιμήθησαν ἐφ' οἷς ἐστασίαζον (οὐ γὰρ πρὶν ἡσύχασαν ἢ αὐτοὺς τὸν Περτίνακα παῦσαι), χιλίους καὶ πεντακοσίους ἀκοντιστὰς ἀπὸ [3] σφῶν ἀπολέξαντες ἐς τὴν Ἰταλίαν ἔπεμψαν· ὧν μηδενὸς κωλύοντος τῇ Ῥώμῃ πλησιασάντων, ὁ Κόμμοδος ἀπήντησέ τε αὐτοῖς καὶ ἐπύθετο "τί ταῦτα, ὦ συστρατιῶται; τί βουλόμενοι πάρεστε;" εἰπόντων δὲ αὐτῶν "ἥκομεν· Περέννιος γάρ σοι ἐπιβουλεύει, ἵνα αὐτοκράτορα τὸν υἱὸν ἀποδείξῃ" ἐπείσθη τε αὐτοῖς, ἄλλως τε καὶ τοῦ Κλεάνδρου ἐνάγοντος, ὃς κωλυόμενος ὑπὸ τοῦ Περεννίου [4] ποιεῖν ὅσα ἠβούλετο δεινῶς αὐτὸν ἐμίσει, καὶ ἐξέδωκε τὸν ἔπαρχον τοῖς στρατιώταις ὧν ἦρχεν, οὐδὲ ἐτόλμησε καταφρονῆσαι χιλίους καὶ πεντακοσίους, πολλαπλασίους αὐτῶν δορυφόρους ἔχων. καὶ αὐτὸν ἐκεῖνοι καὶ ᾐκίσαντο καὶ κατέκοψαν, καὶ ἡ γυνὴ αὐτοῦ καὶ ἡ ἀδελφὴ καὶ υἱεῖς δύο προσδιεφθάρησαν.

[10]

[1]    ὁ μὲν οὖν οὕτως ἐσφάγη, ἥκιστα δὴ τοῦτο παθεῖν καὶ δι' ἑαυτὸν καὶ διὰ τὴν πᾶσαν τῶν Ῥωμαίων ἀρχὴν ὀφείλων, πλὴν καθ' ὅσον διὰ τὴν φιλαρχίαν αἰτιώτατος τῷ Πατέρνῳ τῷ συνάρχοντι τοῦ ὀλέθρου ἐγένετο· ἰδίᾳ μὲν γὰρ οὐδὲν πώποτε οὔτε πρὸς δόξαν οὔτε πρὸς πλοῦτον περιεβάλετο, ἀλλὰ καὶ ἀδωρότατα καὶ σωφρονέστατα διήγαγε, τοῦ δὲ Κομμόδου ‹καὶ› τῆς ἀρχῆς αὐτοῦ πᾶσαν ἀσφάλειαν ἐποιεῖτο. Xiph. 272, 28273, 15 R. St.

[2]    ὅτι ὁ Κόμμοδος εὐθυμίαις τε πάνυ προσέκειτο καὶ ἁρματηλασίᾳ προσεῖχε, καὶ οὔτ' ἀρχὴν τῶν τοιούτων τι αὐτῷ ἔμελεν, οὔτ' εἰ καὶ σφόδρα ἐπεφροντίκει, διαθέσθαι γε αὐτὰ ὑπὸ τῆς ἁβρότητος καὶ τῆς ἀπειρίας ἐδύνατο.

   καὶ οἱ Καισάρειοι τούτου ἀπαλλαγέντες (ἦν δὲ αὐτῶν κορυφαῖος ὁ Κλέανδρος) οὐδὲν ὅ τι κακὸν οὐκ ἔδρων, πωλοῦντες πάντα, ὑβρίζοντες, ἀσελγαίνοντες. Exc. Val. 318 (p. 726) et (p. 291, 24-292, 2) Xiph. 273, 15-18 R. St.

   Κόμμοδος δὲ τὸ πλεῖστον τοῦ βίου περί τε τὰς ῥᾳστώνας καὶ τοὺς ἵππους περί τε τὰς μάχας τῶν τε θηρίων καὶ τῶν ἀνδρῶν [3] εἶχεν. ἄνευ γὰρ ὧν οἴκοι ἔδρα, πολλοὺς μὲν ἄνδρας ἐν τῷ δημοσίῳ πολλὰ δὲ καὶ θηρία πολλάκις ἔφθειρε· καὶ πέντε γοῦν ἵππους ποταμίους ἅμα καὶ δύο ἐλέφαντας ἄλλῃ καὶ ἄλλῃ ἡμέρᾳ χωρὶς αὐτὸς ταῖς ἑαυτοῦ χερσὶ κατεχρήσατο, καὶ προσέτι καὶ ῥινοκέρωτας ἀπέκτεινε καὶ καμηλοπάρδαλιν. ταῦτα μέν μοι κατὰ παντὸς τοῦ περὶ αὐτὸν λόγου γέγραπται. Xiph. 273, 18-25 R. St.

[11]

[1]    [Exc. Val.] ὅτι τῷ Οὐικτωρίνῳ πολιαρχήσαντι ἀνδριὰς ἔστη. ἀπέθανε δὲ οὐκ ἐξ ἐπιβουλῆς, καὶ δή ποτε πολλῆς μὲν φήμης πολλῶν δὲ καὶ λόγων ὡς εἰπεῖν περὶ τοῦ ὀλέθρου αὐτοῦ γιγνομένων ἀπεθρασύνατο, καὶ πρὸς τὸν Περέννιον προσελθὼν "ἀκούω" ἔφη "ὅτι με ἀποκτεῖναι ἐθέλετε· τί οὖν μέλλετε; τί δὲ ἀναβάλλεσθε, ἐξὸν ὑμῖν ἤδη καὶ τήμερον αὐτὸ δρᾶσαι;"

[2] ἀλλ' οὐδὲν οὐδὲ ἐκ τούτου δεινὸν ὑπ' ἄλλου τινὸς ἔπαθεν, ἀλλ' αὐτομάτῳ θανάτῳ ἐχρήσατο, καίπερ καὶ ὑπὸ τοῦ Μάρκου ἐν τοῖς πάνυ τιμηθείς, καὶ τῇ τῆς ψυχῆς ἀρετῇ καὶ τῇ τῶν λόγων παρασκευῇ οὐδενὸς τῶν καθ' ἑαυτὸν δεύτερος γενόμενος. ἀμέλει [3] δύο ταῦτ' εἰπὼν πάντα τὸν τρόπον αὐτοῦ δηλώσω. τῆς τε Γερμανίας ποτὲ ἄρχων τὸ μὲν πρῶτον οἴκοι καθ' ἑαυτὸν ἐπειράθη τὸν ὑποστράτηγον πεῖσαι μὴ δωροδοκεῖν, ἐπεὶ δ' οὐκ ἐσήκουεν αὐτοῦ, ἀνέβη τε ἐπὶ τὸ βῆμα καὶ σιωπὴν τῷ κήρυκι κηρῦξαι προστάξας [4] ὤμοσε μήτ' εἰληφέναι δῶρά ποτε μήτε λήψεσθαι, ἔπειτα καὶ ἐκεῖνον ὀμόσαι ἐκέλευσεν, ὡς δ' οὐκ ἠθέλησεν ἐπιορκῆσαι, ἐκέλευσεν αὐτὸν ἀπαλλαγῆναι τῆς ἀρχῆς· καὶ μετὰ τοῦτο τῆς Ἀφρικῆς ἡγεμονεύσας ἕνα τῶν παρέδρων ὁμοιότροπόν πως ἐκείνῳ ὄντα τοῦτο μὲν οὐκ ἐποίησεν, ἐπὶ πλοῖον δέ τι ἐπιθεὶς ἐς τὴν Ῥώμην ἀπέπεμψεν. Exc. Val. 319 (p. 726), Xiph. 273, 25-274, 4 R. St.

[12]

[1]    τοιοῦτος μέν τις ὁ Οὐικτωρῖνος ἦν, ὁ δὲ δὴ Κλέανδρος ὁ μετὰ τὸν Περέννιον μέγιστον δυνηθεὶς καὶ ἐπράθη μετὰ τῶν ὁμοδούλων, μεθ' ὧν καὶ ἀχθοφορήσων ἐς τὴν Ῥώμην ἐκεκόμιστο, χρόνου δὲ προϊόντος οὕτως ηὐξήθη ὥστε καὶ τοῦ Κομμόδου προκοιτῆσαι, [2] τήν τε παλλακίδα αὐτοῦ Δαμοστρατίαν γῆμαι, καὶ τὸν Σαώτερον τὸν Νικομηδέα τὸν πρὸ αὐτοῦ τὴν τιμὴν ἔχοντα ταύτην ἀποκτεῖναι πρὸς πολλοῖς καὶ ἄλλοις· καίτοι καὶ ἐκεῖνος μέγιστον ἠδυνήθη, καὶ διὰ τοῦτο καὶ οἱ Νικομηδεῖς καὶ ἀγῶνα ἄγειν καὶ νεὼν τοῦ Κομμόδου [3] ποιήσασθαι παρὰ τῆς βουλῆς ἔλαβον. ὁ δ' οὖν Κλέανδρος μέγας ὑπὸ τῆς τύχης ἀρθεὶς καὶ ἐχαρίσατο καὶ ἐπώλησε βουλείας στρατείας ἐπιτροπείας ἡγεμονίας, πάντα πράγματα. καὶ ἤδη τινὲς πάντα τὰ ὑπάρχοντά σφισιν ἀναλώσαντες βουλευταὶ ἐγένοντο, ὥστε καὶ λεχθῆναι ἐπὶ Ἰουλίου Σόλωνος ἀνδρὸς ἀφανεστάτου ὅτι ἐς τὸ [4] συνέδριον τῆς οὐσίας στερηθεὶς ἐξωρίσθη. ταῦτά τε ὁ Κλέανδρος ἐποίει, καὶ ὑπάτους ἐς ‹ἕνα› ἐνιαυτὸν πέντε καὶ εἴκοσιν ἀπέδειξεν· ὃ μήτε πρότερόν ποτε μήθ' ὕστερον ἐγένετο· καὶ ἐν αὐτοῖς καὶ Σεουῆρος [5] ὁ μετὰ ταῦτα αὐταρχήσας ὑπάτευσεν. ἠργυρολόγει μὲν οὖν πανταχόθεν, καὶ ἐκτήσατο πλεῖστα τῶν πώποτε ὀνομασθέντων προκοίτων, καὶ ἀπ' αὐτῶν πολλὰ μὲν τῷ Κομμόδῳ ταῖς τε παλλακαῖς αὐτοῦ ἐδίδου, πολλὰ δὲ καὶ ἐς οἰκίας καὶ ἐς βαλανεῖα ἄλλα τέ τινα χρήσιμα καὶ ἰδιώταις καὶ πόλεσιν ἐδαπάνα.

[13]

[1]    οὗτος οὖν ὁ Κλέανδρος ἐς τοσοῦτον ὄγκον ἀρθεὶς ἔπεσε καὶ αὐτὸς ἐξαίφνης καὶ ἀπώλετο μετὰ ἀτιμίας. ἀπέκτειναν δὲ αὐτὸν οὐχ οἱ στρατιῶται ὥσπερ τὸν Περέννιον, ἀλλ' ὁ δῆμος. ἐγένετο μὲν γὰρ καὶ ἄλλως ἰσχυρὰ σιτοδεία, ἐπὶ πλεῖστον δ' αὐτὴν Παπίριος Διονύσιος ἐπὶ τοῦ σίτου τεταγμένος ἐπηύξησεν, ἵν' ὡς αἰτιώτατον αὐτῆς τὸν Κλέανδρον ἀπὸ τῶν κλεμμάτων ὄντα καὶ μισήσωσιν [3] οἱ Ῥωμαῖοι καὶ διαφθείρωσι. καὶ ἔσχεν οὕτως. ἱπποδρομία τις ἦν, μελλόντων δὲ τὸ ἕβδομον τῶν ἵππων ἀγωνιεῖσθαι πλῆθός τι παιδίων ἐς τὸν ἱππόδρομον ἐσέδραμε, καὶ αὐτῶν παρθένος τις μεγάλη καὶ βλοσυρὰ ἡγεῖτο, ἣν δαίμονα ἐκ τῶν μετὰ ταῦτα συμβάντων [4] ἐνόμισαν γεγονέναι. τά τε γὰρ παιδία συνεβόησαν πολλὰ καὶ δεινά, καὶ ὁ δῆμος παραλαβὼν αὐτὰ οὐδὲν ὅ τι οὐκ ἐξέκραγε, καὶ τέλος καταπηδήσας ὥρμησε πρὸς τὸν Κόμμοδον ἐν τῷ Κυιντιλίῳ προαστείῳ ὄντα, πολλὰ μὲν ἐκείνῳ κἀγαθὰ ἐπευχόμενος, πολλὰ δὲ καὶ κατὰ τοῦ Κλεάνδρου καταρώμενος. καὶ ὃς στρατιώτας τινὰς [5] ἐπ' αὐτοὺς ἔπεμψε, καὶ ἔτρωσάν τινας καὶ ἀπέκτειναν· οὐ μέντοι καὶ ἀνείρχθη διὰ τοῦτο ὁ δῆμος, ἀλλὰ τῷ τε πλήθει σφῶν καὶ τῇ τῶν δορυφόρων ἰσχύι θαρρήσας ἐπὶ μᾶλλον ἠπείχθη. πλησιαζόντων δὲ αὐτῶν τῷ Κομμόδῳ, καὶ μηδενός οἱ μηνύοντος τὸ γινόμενον, Μαρκία ἐκείνη ἡ τοῦ Κουαδράτου ἐσήγγειλε τὸ πραττόμε[6]νον· καὶ ὁ Κόμμοδος οὕτως ἔδεισεν, ἄλλως τε καὶ δειλότατος ὤν, ὥστε αὐτίκα καὶ τὸν Κλέανδρον καὶ τὸ παιδίον αὐτοῦ, ὃ καὶ ἐν ταῖς τοῦ Κομμόδου χερσὶν ἐτρέφετο, σφαγῆναι κελεῦσαι. καὶ τὸ μὲν παιδίον προσουδίσθη καὶ διεφθάρη, τὸ δὲ τοῦ Κλεάνδρου σῶμα παραλαβόντες οἱ Ῥωμαῖοι ἔσυραν καὶ ᾐκίσαντο, καὶ τὴν κεφαλὴν αὐτοῦ διὰ πάσης τῆς πόλεως ἐπὶ [τοῦ] κοντοῦ περιήνεγκαν, καί τινας καὶ ἄλλους τῶν μέγα ἐπ' αὐτοῦ δυναμένων ἐφόνευσαν. Xiph. 274, 42-75, 19 et (p. 294 v. 1319) Exc. Val. 320.

[14]

[1]    Κόμμοδος δὲ ἀπὸ τῶν εὐθυμιῶν καὶ παιδιῶν ἀνανεύων ἐφόνα καὶ τοὺς ἐπιφανεῖς ἄνδρας διεχειρίζετο· ὧν ἦν καὶ Ἰουλιανὸς ὁ ἔπαρχος, ὃν καὶ δημοσίᾳ περιελάμβανέ τε καὶ κατεφίλει καὶ πατέρα ὠνόμαζεν, Ἰούλιός τε Ἀλέξανδρος, οὗτος μὲν ὡς καὶ λέοντα ἀπὸ [2] τοῦ ἵππου κατακοντίσας· ὅστις ἐπειδὴ καὶ τοὺς σφαγέας παρόντας ᾔσθετο, ἐκείνους τε τῆς νυκτὸς ἐφόνευσε, καὶ τῶν Ἐμεσηνῶν, ὅθεν ἦν, τοὺς ἐχθροὺς τοὺς ἑαυτοῦ πάντας προσκατεχρήσατο, ποιήσας δὲ ταῦτα ἵππον τε ἀνέβη καὶ πρὸς τοὺς βαρβάρους ὥρμησε. κἂν [3] ἐξέφυγεν, εἰ μὴ παιδικά τινα συνεπῆκτο· αὐτὸς μὲν γὰρ κράτιστα ἵππευε, τὸ δὲ μειράκιον καμὸν οὐχ ὑπέμεινε καταλιπεῖν, ἀλλ' ὡς κατελαμβάνετο, ἀπέκτεινε καὶ ἐκεῖνον καὶ ἑαυτόν. ἀνῃρέθη δὲ καὶ Διονύσιος πρὸς τοῦ Κομμόδου, ὁ ἐπὶ τοῦ σίτου ταχθείς.

   γέγονε δὲ καὶ νόσος μεγίστη ὧν ἐγὼ οἶδα· δισχίλιοι γοῦν πολλάκις [4] ἡμέρας μιᾶς ἐν τῇ Ῥώμῃ ἐτελεύτησαν. πολλοὶ δὲ καὶ ἄλλως οὐκ ἐν τῷ ἄστει μόνον ἀλλὰ καὶ ἐν ὅλῃ ὡς εἰπεῖν τῇ ἀρχῇ ὑπ' ἀνδρῶν κακούργων ἀπέθανον· βελόνας γὰρ μικρὰς δηλητηρίοις τισὶ φαρμάκοις ἐγχρίοντες ἐνίεσαν δι' αὐτῶν ἐς ἑτέρους ἐπὶ μισθῷ τὸ δεινόν· ὅπερ που καὶ ἐπὶ τοῦ Δομιτιανοῦ ἐγεγόνει.

[15]

[1]    καὶ οὗτοι μὲν ἐν οὐδενὶ λόγῳ ἀπώλλυντο, ἦν δὲ ἁπάντων νοσημάτων καὶ ἁπάντων κακουργημάτων χαλεπώτερος Ῥωμαίοις ὁ Κόμμοδος, διά τε τἆλλα καὶ ὅτι ἠναγκάζοντο, ἃ τῷ πατρὶ αὐτοῦ κατ' εὔνοιαν ἐψηφίζοντο, ταῦτ' ἐκείνῳ διὰ φόβον ἀπονέμειν ἐξ ἐπιτάγματος.

[2] Κομμοδιανὴν γοῦν τήν τε Ῥώμην αὐτὴν καὶ τὰ στρατόπεδα Κομμοδιανά, τήν τε ἡμέραν ἐν ᾗ ταῦτα ἐψηφίζετο Κομμοδιανὰ καλεῖσθαι προσέταξεν. ἑαυτῷ δὲ ἄλλας τε παμπόλλους ἐπωνυμίας καὶ τὴν Ἡρακλέους ἀπήνεγκε. τὴν δὲ Ῥώμην ἀθάνατον εὐτυχῆ κολωνίαν οἰκουμένην τῆς γῆς (καὶ γὰρ ἄποικον αὐτὴν ἑαυτοῦ δοκεῖν [3] ἐβούλετο) ἐπωνόμασεν. καὶ ἀνδριάς τε αὐτῷ χρυσοῦς χιλίων λιτρῶν μετά τε ταύρου καὶ βοὸς θηλείας ἐγένετο, καὶ τέλος καὶ οἱ μῆνες ἀπ' αὐτοῦ πάντες ἐπεκλήθησαν, ὥστε καταριθμεῖσθαι αὐτοὺς οὕτως, Ἀμαζόνιος Ἀνίκητος Εὐτυχὴς Εὐσεβὴς Λούκιος Αἴλιος Αὐρήλιος [4] Κόμμοδος Αὔγουστος Ἡράκλειος Ῥωμαῖος Ὑπεραίρων. αὐτὸς μὲν γὰρ ἄλλοτε ἄλλα μετελάμβανε τῶν ὀνομάτων, τὸν δ' Ἀμαζόνιον καὶ τὸν Ὑπεραίροντα παγίως ἑαυτῷ ἔθετο ὡς καὶ ἐν πᾶσιν ἁπλῶς πάντας ἀνθρώπους καθ' ὑπερβολὴν νικῶν· οὕτω καθ' ὑπερβολὴν [5] ἐμεμήνει τὸ κάθαρμα. καὶ τῇ βουλῇ οὕτως ἐπέστελλεν "αὐτοκράτωρ Καῖσαρ Λούκιος Αἴλιος Αὐρήλιος. Κόμμοδος Αὔγουστος εὐσεβὴς εὐτυχής, Σαρματικὸς Γερμανικὸς μέγιστος Βρεττανικός, εἰρηνοποιὸς τῆς οἰκουμένης [εὐτυχὴς] ἀνίκητος, Ῥωμαῖος Ἡρακλῆς, ἀρχιερεύς, δημαρχικῆς ἐξουσίας τὸ ὀκτωκαιδέκατον, αὐτοκράτωρ τὸ ὄγδοον, ὕπατος τὸ ἕβδομον, πατὴρ πατρίδος, ὑπάτοις στρατηγοῖς [6] δημάρχοις, γερουσίᾳ Κομμοδιανῇ εὐτυχεῖ χαίρειν". καὶ ἀνδριάντες αὐτοῦ παμπληθεῖς ἐν Ἡρακλέους σχήματι ἔστησαν. καὶ τὸν αἰῶνα τὸν ἐπ' αὐτοῦ χρυσοῦν τε ὀνομάζεσθαι καὶ ἐς τὰ γράμματα πάντα ὁμοίως ἐσγράφεσθαι ἐψηφίσθη.

[16]

[1]    οὗτος οὖν ὁ χρυσοῦς, οὗτος ὁ Ἡρακλῆς, οὗτος ὁ θεός (καὶ γὰρ ‹καὶ› τοῦτ' ἤκουεν) ἐξαίφνης ποτὲ μετὰ μεσημβρίαν ἐκ τοῦ προαστείου σπουδῇ ἐς τὴν Ῥώμην ἐλάσας τριάκοντα ἵππων ἁμίλλας ἐν δυσὶν ὥραις ἐποίησεν. ὅθεν οὐχ ἥκιστα καὶ τὰ χρήματα αὐτὸν [2] ἐπέλιπεν. ἦν μὲν γὰρ καὶ φιλόδωρος, καὶ πολλάκις τῷ δήμῳ κατὰ δραχμὰς ἑκατὸν καὶ τεσσαράκοντα ἔδωκεν· τὸ δὲ πλεῖστον ἐς ἐκεῖνα ἃ εἶπον ἐδαπάνα.

   ὅθεν καὶ ἐγκλήματα καὶ γυναιξὶ καὶ ἀνδράσιν ἐπιφέρων οὓς μὲν ἐφόνευεν, οἷς δὲ τὴν σωτηρίαν τῆς οὐσίας αὐτῶν ἐπίπρασκε.

[3]   καὶ τέλος ἐν τοῖς γενεθλίοις τοῖς ἑαυτοῦ ἡμᾶς τε καὶ τὰς γυναῖκας ἡμῶν καὶ τοὺς παῖδας δύο χρυσοῦς ἕκαστον, ὥσπερ τινὰ ἀπαρχήν, κατ' ἔτος ἐκέλευσέν οἱ ἀποφέρειν, τούς τε ἐν ταῖς ἄλλαις ἁπάσαις πόλεσι βουλευτὰς κατὰ πέντε δραχμάς. καὶ οὐδὲν ἐκ τούτων περιεποιεῖτο, ἀλλὰ πάντα κακῶς ἐς τὰ θηρία καὶ τοὺς μονομάχους [17] [1] ἀνήλισκε. καὶ ἐν μὲν τῷ δημοσίῳ οὐδαμόθεν ἅρματα ἤλασε, πλὴν εἰ μή που ἐν ἀσελήνῳ νυκτί, ἐπιθυμήσας μὲν καὶ δημοσίᾳ ἁρματηλατῆσαι, αἰσχυνθεὶς δὲ καὶ ὀφθῆναι τοῦτο ποιῶν· οἴκοι δὲ συνεχῶς [2] τοῦτ' ἔπραττε, τῇ πρασίνῳ σκευῇ χρώμενος. θηρία μέντοι πολλὰ μὲν οἴκοι ἀπέσφαξε, πολλὰ δὲ καὶ ἐν τῷ δημοσίῳ. καὶ μέντοι καὶ ἐμονομάχει, οἴκοι μὲν ὥστε καὶ φονεύειν τινά (ἐν ξυρῷ τε ἑτέρων, ὡς καὶ τὰς τρίχας ἀφαιρῶν, παρέτεμνε τῶν μὲν ῥῖνα τῶν δὲ οὖς τῶν δὲ ἄλλο τι), ἐν δὲ τῷ κοινῷ ἄνευ σιδήρου καὶ ἄνευ αἵματος [3] ἀνθρωπείου. ἐνέδυνε δέ, πρὶν μὲν ἐς τὸ θέατρον ἐσιέναι, χιτῶνα χειριδωτὸν σηρικὸν λευκὸν διάχρυσον (καὶ ἐν τούτῳ γε αὐτὸν τῷ σχήματι ὄντα ἠσπαζόμεθα), ἐσιὼν δὲ ὁλοπόρφυρον χρυσῷ κατάπαστον, χλαμύδα τε ὁμοίαν τὸν Ἑλληνικὸν τρόπον λαμβάνων, καὶ στέφανον ἔκ τε λίθων Ἰνδικῶν καὶ ἐκ χρυσοῦ πεποιημένον, κηρύκειόν [4] τε τοιοῦτον φέρων ὁποῖον ὁ Ἑρμῆς. ἡ γὰρ λεοντῆ τό τε ῥόπαλον ἔν τε ταῖς ὁδοῖς προεφέρετο αὐτοῦ, καὶ ἐν τοῖς θεάτροις ἐπὶ δίφρου ἐπιχρύσου, εἴτε παρείη εἴτε καὶ ἀπείη, ἐτίθετο· αὐτὸς δὲ ἐν τῷ τοῦ Ἑρμοῦ σχήματι ἐσῄει τε ἐς τὸ θέατρον, καὶ ἀπορρίψας τὰ ἄλλα οὕτως ἐν τῷ χιτῶνι ἀνυπόδητος ἔργου εἴχετο.

[18]

[1] καὶ ἐν μὲν τῇ πρώτῃ ἡμέρᾳ ἄρκτους τε ἑκατὸν αὐτὸς μόνος, ἄνωθεν ἀπὸ τῆς περιβολῆς τῆς κρηπῖδος ἀκοντίζων, ἀπέκτεινε· διείληπτο γὰρ τὸ θέατρον πᾶν συμπήκτοις τισὶ διαμέτροις, τήν τε στέγην περίδρομον ἔχουσι καὶ διχῇ τέμνουσιν ἄλληλα, ἵν' ἐξ ὀλίγου πανταχόθεν τετραχῇ τὰ θηρία μεμερισμένα ῥᾷον ἀκοντίζηται.

[2] καὶ ἔπιεν ἐν μέσῃ τῇ ἀγωνίᾳ καμών, κύλικι ῥοπαλωτῇ παρὰ γυναικὸς γλυκὺν οἶνον ἐψυγμένον λαβών, ἀμυστί· ἐφ' ᾧ καὶ ὁ δῆμος καὶ ἡμεῖς παραχρῆμα πάντες τοῦτο δὴ τὸ ἐν τοῖς συμποσίοις εἰωθὸς λέγεσθαι ἐξεβοήσαμεν, "ζήσειας". Xiph. 275, 19-278, 4 R. St., et (c. 16, 2) Exc. Val. 321, (c. 16, 3) Exc. Val. 322, (c. 17, 2) Exc. Val. 323, (c. 18, 2) Exc. Val. 324 6 Suid. s. v. ἀμυστὶ et κύλιξ ῥοπαλωτή.

[3]    καὶ μή μέ τις κηλιδοῦν τὸν τῆς ἱστορίας ὄγκον, ὅτι καὶ τὰ τοιαῦτα συγγράφω, νομίσῃ. ἄλλως μὲν γὰρ οὐκ ἂν εἶπον αὐτά· ἐπειδὴ δὲ πρός τε τοῦ αὐτοκράτορος ἐγένετο καὶ παρὼν αὐτὸς ἐγὼ καὶ εἶδον ἕκαστα καὶ ἤκουσα καὶ ἐλάλησα, δίκαιον ἡγησάμην μηδὲν αὐτῶν ἀποκρύψασθαι, ἀλλὰ καὶ αὐτά, ὥσπερ τι ἄλλο τῶν μεγίστων καὶ ἀναγκαιοτάτων, τῇ μνήμῃ τῶν ἐσέπειτα ἐσομένων παραδοῦναι.

[4] καὶ μέντοι καὶ τἆλλα πάντα τὰ ἐπ' ἐμοῦ πραχθέντα καὶ λεπτουργήσω καὶ λεπτολογήσω μᾶλλον ἢ τὰ πρότερα, ὅτι τε συνεγενόμην αὐτοῖς, καὶ ὅτι μηδένα ἄλλον οἶδα τῶν τι δυναμένων ἐς συγγραφὴν ἀξίαν λόγου καταθέσθαι διηκριβωκότα αὐτὰ ὁμοίως ἐμοί.

[19]

[1]    ἐν μὲν οὖν τῇ πρώτῃ ἡμέρᾳ ταῦτ' ἐγένετο· ἐν δὲ ταῖς ἄλλαις τοτὲ μὲν βοτά, κάτω ἐς τὸ τοῦ κύκλου ἔδαφος καταβαίνων ἄνωθεν, ὅσα ἐπλησίαζε, τὰ δὲ καὶ προσαγόμενα ἢ καὶ ἐν δικτύοις αὐτῷ προσφερόμενα, κατέκοπτε, καὶ τίγριν ἔσφαξεν ἵππον τε ποτάμιον [2] καὶ ἐλέφαντα. πράξας δὲ ταῦτα ἀπηλλάττετο, καὶ μετὰ τοῦτο ἐξ ἀρίστου ἐμονομάχει. ἤσκει δὲ καὶ ἐχρῆτο τῇ ὁπλίσει τῇ τοῦ σεκούτορος καλουμένου, τὴν μὲν ἀσπίδα ἐν τῇ δεξιᾷ τὸ δὲ ξίφος τὸ ξύλινον ἐν τῇ ἀριστερᾷ ἔχων· καὶ πάνυ καὶ ἐπὶ τούτῳ μέγα ἐφρόνει [3] ὅτι ἦν ἐπαρίστερος. ἀντηγωνίζετο δὲ αὐτῷ γυμναστής τις ἢ καὶ μονομάχος νάρθηκα ἔχων, ἔστι μὲν ὅτε ὃν αὐτὸς προεκαλεῖτο, ἔστι δὲ ὅτε ὃν ὁ δῆμος ᾑρεῖτο· καὶ γὰρ τοῦτο καὶ τἆλλα ἐξ ἴσου τοῖς ἄλλοις μονομάχοις ἐποίει, πλὴν καθ' ὅσον ἐκεῖνοι μὲν ὀλίγον τι λαμβάνοντες ἐσίασι, τῷ δὲ δὴ Κομμόδῳ πέντε καὶ εἴκοσι μυριάδες καθ' ἑκάστην ἡμέραν ἐκ τῶν μονομαχικῶν χρημάτων ἐδίδοντο.

[4] παρειστήκεσαν δὲ αὐτῷ μαχομένῳ Αἰμίλιός τε Λαῖτος ὁ ἔπαρχος καὶ [ὁ] Ἔκλεκτος ὁ πρόκοιτος, ‹οὓς› καὶ σκιαμαχήσας καὶ νικήσας δῆλον ὅτι ἐφίλει ὥσπερ εἶχε διὰ τοῦ κράνους. καὶ μετὰ τοῦτο καὶ οἱ ἄλλοι ἐμάχοντο. καὶ τῇ γε πρώτῃ ἡμέρᾳ αὐτὸς πάντας σφᾶς κάτωθεν, τό τε τοῦ Ἑρμοῦ σχῆμα πᾶν μετ' ἐπιχρύσου ῥάβδου λαβὼν καὶ ἐπὶ βῆμα ὅμοιον ἀναβάς, συνέβαλεν· ὅπερ που καὶ ἐν [5] τέρατος λόγῳ ἔσχομεν. καὶ μετὰ τοῦτο ἐπί τε τὴν συνήθη ἕδραν ἀνῄει καὶ ἐκεῖθεν τὰ λοιπὰ μεθ' ἡμῶν ἐθεώρει· ἐπράττετο δ' οὐδὲν ἔτι παιδιᾶς ἐχόμενον, ἀλλ' ὥστε πάνυ πολλοὺς ἀποθνήσκειν. καὶ δή ποτε βραδυνάντων τινῶν περὶ τὰς σφαγὰς τούς τε ἀντιπάλους συνέδησεν ἀλλήλοις καὶ πάντας ἅμα μάχεσθαι ἐκέλευσε.

[6] κἀκ τούτου ἠγωνίσαντο μὲν εἷς πρὸς ἕνα οἱ συνδεδεμένοι, ἔσφαξαν δέ τινες καὶ τοὺς οὐδὲν προσήκοντάς σφισιν, ὑπό τε τοῦ ὄχλου καὶ τῆς στενοχωρίας ἐμπελασθέντες αὐτοῖς.

[20]

[1]    τοιαύτη μὲν τὸ σύμπαν ἡ θέα ἐκείνη τέσσαρσι καὶ δέκα ἡμέραις ἐγένετο· ἀγωνιζομένου δ' αὐτοῦ ἡμεῖς μὲν οἱ βουλευταὶ ἀεὶ μετὰ τῶν ἱππέων συνεφοιτῶμεν, χωρὶς ἢ ὅτι Πομπηιανὸς Κλαύδιος ὁ γέρων οὐκ ἔστιν ὅτε ἀπήντησεν, ἀλλὰ τοὺς μὲν υἱεῖς ἔπεμπεν, αὐτὸς δὲ οὐδέποτε ἀφίκετο, αἱρούμενος ἀποσφαγῆναι ἐπὶ τούτῳ μᾶλλον ἢ τὸν αὐτοκράτορα τὸν τοῦ Μάρκου παῖδα ἐπιδεῖν τοιαῦτα ποιοῦντα.

[2] πρὸς γὰρ τοῖς ἄλλοις καὶ ἐπεβοῶμεν τά τε ἄλλα ὅσα ἐκελευόμεθα, καὶ αὐτὸ τοῦτο συνεχῶς, "καὶ κύριος εἶ καὶ πρῶτος εἶ καὶ πάντων εὐτυχέστατος. νικᾷς, νικήσεις. ἀπ' αἰῶνος, Ἀμαζόνιε, νικᾷς". τοῦ δὲ δὴ λοιποῦ δήμου πολλοὶ μὲν οὐδὲ ἐσῆλθον ἐς τὸ θέατρον, εἰσὶ δ' οἳ παρακύψαντες ἀπηλλάττοντο τὸ μέν τι αἰσχυνόμενοι τοῖς ποιουμένοις, τὸ δὲ καὶ δεδιότες, ἐπειδὴ λόγος διῆλθεν ὅτι τοξεῦσαί τινας ἐθελήσει ὥσπερ ὁ Ἡρακλῆς τὰς Στυμφαλίδας. [3] καὶ ἐπιστεύθη γε οὗτος ὁ λόγος, ἐπειδή ποτε πάντας τοὺς τῶν ποδῶν ἐν τῇ πόλει ὑπὸ νόσου ἢ καὶ ἑτέρας τινὸς συμφορᾶς ἐστερημένους ἀθροίσας δρακόντων τέ τινα αὐτοῖς εἴδη περὶ τὰ γόνατα περιέπλεξε, καὶ σπόγγους ἀντὶ λίθων βάλλειν δοὺς ἀπέκτεινέ σφας ῥοπάλῳ παίων ὡς γίγαντας. Xiph. 278, 42-79, 26 R. St., et (p. 301 v. 718) Exc. Val. 325, et (p. 302 v. 15) Exc. Val. 326.

[21]

[1]    οὗτος μὲν ὁ φόβος πᾶσι κοινὸς καὶ ἡμῖν καὶ τοῖς ἄλλοις ἦν· ἔπραξε δὲ καὶ ἕτερόν τι τοιόνδε πρὸς ἡμᾶς τοὺς βουλευτάς, ἐξ οὗ οὐχ ἥκιστα ἀπολεῖσθαι προσεδοκήσαμεν. στρουθὸν γὰρ ἀποκτείνας καὶ τὴν κεφαλὴν αὐτοῦ ἀποτεμὼν προσῆλθεν ἔνθα ἐκαθήμεθα, τῇ τε ἀριστερᾷ χειρὶ ἐκείνην καὶ τῇ δεξιᾷ τὸ ξίφος ᾑματωμένον ἀνατείνας, [2] καὶ εἶπε μὲν οὐδέν, τὴν δὲ κεφαλὴν τὴν ἑαυτοῦ σεσηρὼς ἐκίνησεν, ἐνδεικνύμενος ὅτι καὶ ἡμᾶς τὸ αὐτὸ τοῦτο δράσει. κἂν συχνοὶ παραχρῆμα ἐπ' αὐτῷ γελάσαντες ἀπηλλάγησαν τῷ ξίφει (γέλως γὰρ ἡμᾶς ἀλλ' οὐ λύπη ἔλαβεν), εἰ μὴ δάφνης φύλλα, ἃ ἐκ τοῦ στεφάνου εἶχον, αὐτός τε διέτραγον καὶ τοὺς ἄλλους τοὺς πλησίον μου καθημένους διατραγεῖν ἔπεισα, ἵν' ἐν τῇ τοῦ στόματος συνεχεῖ κινήσει τὸν τοῦ γελᾶν ἔλεγχον ἀποκρυψώμεθα.

[3]    τοιούτων δ' οὖν τούτων γενομένων παρεμυθήσατο ἡμᾶς ὅτι μέλλων αὖθις μονομαχῆσαι παρήγγειλεν ἡμῖν ἔν τε τῇ στολῇ τῇ ἱππάδι καὶ ἐν ταῖς μανδύαις ἐς τὸ θέατρον ἐσελθεῖν, ὅπερ οὐκ ἄλλως ποιοῦμεν ἐσιόντες ἐς τὸ θέατρον εἰ μὴ τῶν αὐτοκρατόρων τις μεταλλάξειε, καὶ ὅτι ἐν τῇ τελευταίᾳ ἡμέρᾳ τὸ κράνος αὐτοῦ κατὰ τὰς πύλας καθ' ἃς οἱ τελευτῶντες ἐκφέρονται ἐξεκομίσθη. ἐκ γὰρ τούτων καὶ πάνυ πᾶσι πάντως ἀπαλλαγή τις [22] [1] αὐτοῦ γενήσεσθαι ἐνομίζετο. ἀπέθανέ γέ τοι, μᾶλλον δὲ ἀνῃρέθη, οὐκ ἐς μακράν. ὁ γὰρ Λαῖτος καὶ ὁ Ἔκλεκτος ἀχθόμενοι αὐτῷ δι' ἃ ἐποίει, καὶ προσέτι καὶ φοβηθέντες (ἠπείλει γάρ σφισιν, [2] ὅτι ἐκωλύετο ταῦτα ποιεῖν), ἐπεβούλευσαν αὐτῷ. ὁ γὰρ Κόμμοδος ἀμφοτέρους ἀνελεῖν ἐβούλετο τοὺς ὑπάτους, Ἐρύκιόν τε Κλᾶρον καὶ Σόσσιον Φάλκωνα, καὶ ὕπατός τε ἅμα καὶ σεκούτωρ ἐν τῇ νουμηνίᾳ ἐκ τοῦ χωρίου ἐν ᾧ οἱ μονομάχοι τρέφονται προελθεῖν· καὶ γὰρ τὸν οἶκον τὸν πρῶτον παρ' αὐτοῖς, [3] ὡς καὶ εἷς ἐξ αὐτῶν ὤν, εἶχε. καὶ μηδεὶς ἀπιστήσῃ· καὶ γὰρ τοῦ κολοσσοῦ τὴν κεφαλὴν ἀποτεμὼν καὶ ἑτέραν ἑαυτοῦ ἀντιθείς, καὶ ῥόπαλον δοὺς λέοντά τέ τινα χαλκοῦν ὑποθεὶς ὡς Ἡρακλεῖ ἐοικέναι, ἐπέγραψε πρὸς τοῖς δηλωθεῖσιν αὐτοῦ ἐπωνύμοις καὶ τοῦτο, "πρωτόπαλος σεκουτόρων, [3] ἀριστερὸς μόνος νικήσας δωδεκάκις"

[3a] οἶμαι "χιλίους". Xiph. 279, 26-280, 24 R. St.

[4]    διὰ μὲν δὴ ταῦτα ὅ τε Λαῖτος καὶ ὁ Ἔκλεκτος ἐπέθεντο αὐτῷ, κοινωσάμενοι καὶ τῇ Μαρκίᾳ τὸ βούλευμα. ἐν γοῦν τῇ τελευταίᾳ τοῦ ἔτους ἡμέρᾳ, ἐν τῇ νυκτί, τῶν ἀνθρώπων ἀσχολίαν περὶ τὴν ἑορτὴν ἐχόντων, φάρμακον διὰ τῆς Μαρκίας ἐν κρέασι [5] βοείοις αὐτῷ ἔδωκαν. ἐπεὶ δ' οὐκ ἠδυνήθη παραχρῆμα ὑπό τε τοῦ οἴνου ὑπό τε τῶν λουτρῶν, οἷς ἀεὶ ἀπλήστως ἐχρῆτο, φθαρῆναι, ἀλλὰ καὶ ἐξήμεσέ τι κἀκ τούτου ὑποτοπήσας αὐτὸ ἠπείλει τινά, οὕτω δὴ Νάρκισσόν τινα γυμναστὴν ἐπέπεμψαν αὐτῷ, καὶ [6] δι' ἐκείνου λούμενον αὐτὸν ἀπέπνιξαν. τῷ μὲν οὖν Κομμόδῳ τοῦτο τὸ τέλος ἐγένετο ἔτη δώδεκα καὶ μῆνας ἐννέα καὶ ἡμέρας τεσσαρεσκαίδεκα ἄρξαντι, ἐβίω δὲ ἔτη τριάκοντα ἓν καὶ μῆνας τέσσαρας· καὶ ἐς αὐτὸν ἡ οἰκία ἡ τῶν ὡς ἀληθῶς Αὐρηλίων αὐταρχοῦσα ἐπαύσατο.

[23]

[1]    πόλεμοι δὲ μετὰ τοῦτο καὶ στάσεις μέγισται συνέβησαν, συνέθηκα δ' ἐγὼ τούτων τὴν συγγραφὴν ἐξ αἰτίας τοιᾶσδε. βιβλίον τι περὶ τῶν ὀνειράτων καὶ τῶν σημείων δι' ὧν ὁ Σεουῆρος τὴν αὐτοκράτορα [2] ἀρχὴν ἤλπισε, γράψας ἐδημοσίευσα· καὶ αὐτῷ καὶ ἐκεῖνος πεμφθέντι παρ' ἐμοῦ ἐντυχὼν πολλά μοι καὶ καλὰ ἀντεπέστειλε. ταῦτ' οὖν ἐγὼ τὰ γράμματα πρὸς ἑσπέραν ἤδη λαβὼν κατέδαρθον, καί μοι καθεύδοντι προσέταξε τὸ δαιμόνιον ἱστορίαν γράφειν.

[3] καὶ οὕτω δὴ ταῦτα περὶ ὧν νῦν καθίσταμαι ἔγραψα. καὶ ἐπειδή γε τοῖς τε ἄλλοις καὶ αὐτῷ τῷ Σεουήρῳ μάλιστα ἤρεσε, τότε δὴ καὶ τἆλλα πάντα τὰ τοῖς Ῥωμαίοις προσήκοντα συνθεῖναι ἐπεθύμησα· καὶ διὰ τοῦτο οὐκέτι ἰδίᾳ ἐκεῖνο ὑπολιπεῖν ἀλλ' ἐς τήνδε τὴν συγγραφὴν ἐμβαλεῖν ἔδοξέ μοι, ἵν' ἐν μιᾷ πραγματείᾳ ἀπ' ἀρχῆς πάντα, [4] μέχρις ἂν καὶ τῇ Τύχῃ δόξῃ, γράψας καταλίπω. τὴν δὲ δὴ θεὸν ταύτην ἐπιρρωννύουσάν με πρὸς τὴν ἱστορίαν εὐλαβῶς πρὸς αὐτὴν καὶ ὀκνηρῶς διακείμενον, καὶ πονούμενον ἀπαγορεύοντά τε ἀνακτωμένην δι' ὀνειράτων, καὶ καλὰς ἐλπίδας περὶ τοῦ μέλλοντος χρόνου διδοῦσάν μοι ὡς ὑπολειψομένου τὴν ἱστορίαν καὶ οὐδαμῶς ἀμαυρώσοντος, ἐπίσκοπον τῆς τοῦ βίου διαγωγῆς, ὡς ἔοικεν, εἴληχα, καὶ [5] διὰ τοῦτο αὐτῇ ἀνάκειμαι. συνέλεξα δὲ πάντα τὰ ἀπ' ἀρχῆς τοῖς Ῥωμαίοις μέχρι τῆς Σεουήρου μεταλλαγῆς πραχθέντα ἐν ἔτεσι δέκα, καὶ συνέγραψα ἐν ἄλλοις δώδεκα· τὰ γὰρ λοιπά, ὅπου ἂν καὶ προχωρήσῃ, γεγράψεται.

[24]

[1]    πρὸ δὲ τῆς τοῦ Κομμόδου τελευτῆς σημεῖα τάδε ἐγένετο· ἀετοί τε γὰρ περὶ τὸ Καπιτώλιον πολλοὶ καὶ ἔξεδροι ἐπλανῶντο, προσεπιφθεγγόμενοι οὐδὲν εἰρηναῖον, καὶ βύας ἀπ' αὐτοῦ ἔβυξε, πῦρ τε νύκτωρ ἀρθὲν ἐξ οἰκίας τινὸς καὶ ἐς τὸ Εἰρηναῖον ἐμπεσὸν τὰς ἀποθήκας τῶν τε Αἰγυπτίων καὶ τῶν Ἀραβίων φορτίων ἐπενείματο, [2] ἔς τε τὸ παλάτιον μετεωρισθὲν ἐσῆλθε καὶ πολλὰ πάνυ αὐτοῦ κατέκαυσεν, ὥστε καὶ τὰ γράμματα τὰ τῇ ἀρχῇ προσήκοντα ὀλίγου δεῖν πάντα φθαρῆναι. ἀφ' οὗ δὴ καὶ τὰ μάλιστα δῆλον ἐγένετο ὅτι οὐκ ἐν τῇ πόλει τὸ δεινὸν στήσεται, ἀλλὰ καὶ ἐπὶ πᾶσαν τὴν [3] οἰκουμένην αὐτῆς ἀφίξεται. οὐδὲ γὰρ κατασβεσθῆναι ἀνθρωπίνῃ χειρὶ ἠδυνήθη, καίτοι παμπόλλων μὲν ἰδιωτῶν παμπόλλων δὲ στρατιωτῶν ὑδροφορούντων, καὶ αὐτοῦ τοῦ Κομμόδου ἐπελθόντος ἐκ τοῦ προαστείου καὶ ἐπισπέρχοντος. ἀλλ' ἐπειδὴ πάντα ὅσα κατέσχε διέφθειρεν, ἐξαναλωθὲν ἐπαύσατο. Xiph. 280, 24-282, 8 R. St.