2911 151 0 10 2 0 IV d. C. Retorica Libanius III Declamationes Foerster, R., Leipzig, Teubner, 1922 Rist. 1997, Hildesheim, Olms. 31

Libanius - Declamatio II

ΚΩΛΥΟΥΣΙ ΣΩΚΡΑΤΗΝ ΕΝ ΤΩΙ ΔΕΣΜΩΤΗΡΙΩΙ ΔΙΑΛΕΓΕΣΘΑΙ ΚΑΙ ΑΝΤΙΛΕΓΕΙ ΤΙΣ.

[1]   Χαλεπὸν μὲν εἰπεῖν τι καὶ τῶν πάνυ δικαίων ὑπὲρ Σωκράτους ἐν ὑμῖν προκατεγνωκόσι καὶ τὰς πρώτας προσειμένοις κατ' αὐτοῦ διαβολάς, ἀναγκαῖον δὲ τῶν συκοφαντῶν ὑπερβολῇ χρωμένων καὶ μὴ Σωκράτην μόνον ἀδικούντων, ἀλλά τινα κοινὸν ἁπάντων τῶν ἀτυχούντων νόμον τοσοῦτον εἰπεῖν πρὸς ὑμᾶς, ὅτι πολλῶν ἤδη καταψηφισθέντων ἐν ὑμῖν καὶ τῶν μὲν ἀδίκως, τῶν δὲ δικαίως ἀποθανόντων οὐδεὶς ἀπόλωλε σιωπῇ.

[2] ἀποθνήσκειν μὲν οὖν ἐκελεύσατε Σωκράτην καὶ πάνυ πρᾴως πείθεται, οἱ δὲ καὶ δευτέραν ἐπιτάττουσιν αὐτῷ τιμωρίαν τὸ καὶ πρὸ τῆς τελευτῆς σιωπᾶν καὶ μὴ διαλέγεσθαι μηδενὶ ἀποκτείνοντες αὐτὸν καὶ πρὸ τοῦ κωνείου. Σωκράτει μὲν οὖν καὶ τοῦτο ῥᾴδιον, δύναται γάρ, ὥσπερ καὶ λέγειν, καὶ σιωπᾶν, ὑμῖν δὲ εὐλαβείας ἄξιον μὴ καὶ παρὰ θεῶν καὶ παρὰ ἀνθρώπων αἰτίαν λάβητε τοῦ κοινοῦ καλοῦ πᾶσι τοῖς ἔτι ζῶσι Σωκράτην ἀποστερήσαντες καὶ τήν τε ψυχὴν ἅμα καὶ πρὸ ταύτης ἤδη καὶ τὴν φωνὴν ἀφελόμενοι.

[3] ἐγὼ δέ εἰμι μὲν εἷς τῶν φοιτώντων παρὰ Σωκράτην καὶ τῶν ἀκροωμένων, καὶ γάρ ἐστι τὸ πρᾶγμα θαύματος ἄξιον, ἐν δεσμωτηρίῳ φιλοσοφῶν καὶ φαιδρῶς ἀποθνήσκων, ἀνέστην δὲ ἀντερῶν τῷ τὴν χαλεπὴν γνώμην ταύτην εἰρηκότι νομίζων οὐκ ἐκείνῳ τοῦτο, ἀλλ' ἡμῖν οἴσειν ζημίαν, εἰ μηδὲ ὀλίγα κερδανοῦμεν Σωκράτους τὰς λοιπὰς ἡμέρας.

[4]    Ὅτι μὲν οὖν παρὰ πάντα τὰ δίκαια συκοφαντηθεὶς καὶ λαβὼν αἰτίας ψευδεῖς καὶ τῆς αὑτοῦ φιλοσοφίας ἀναξιωτάτας ἀπολεῖται Σωκράτης ἁπάντων μὲν ἀνθρώπων θεοσεβέστατος γενόμενος, ἁπάντων δὲ ὠφελιμώτατος τοῖς νέοις, καὶ τοῖς μὲν νόμοις τῆς πόλεως πεισθεὶς ἀεὶ καὶ πολιτευόμενος καὶ στρατευόμενος, τοῖς δὲ τυράννοις καὶ ταῖς ὀλιγαρχίαις ἀντιπαραταξάμενος, μόνος χρήματα τῆς συνουσίας καὶ μισθὸν μὴ πραξάμενος τοὺς φοιτῶντας αὐτῷ καὶ ἰδίων μὲν φύσεων πονηρῶν ὡς οἷόν τε ἦν κρείττων γενόμενος, πολλοὺς δὲ καὶ ἄλλους ἀγαθοὺς ἡμῖν ἀπεργασάμενος, καὶ τὴν πόλιν εὐδόκιμον καὶ περίβλεπτον ἐν τοῖς Ἕλλησι ποιῶν τοῖς τε ξένοις τοῖς ἀμφ' αὐτὸν ἀφικνουμένοις καὶ τοῖς λόγοις τοῖς πανταχόσε παρ' αὐτοῦ διαπεμπομένοις.

[5]    Ὅτι μὲν οὖν τοιοῦτος Σωκράτης ὢν σεσυκοφάντηται καὶ θᾶττον ἢ δίκαιον ἦν ἤνεγκαν οἱ δικασταὶ τὴν ψῆφον, δείξειν οἴομαι τὸν χρόνον καὶ τοὺς θεούς, καὶ γένοιτό γε μετὰ μηδεμιᾶς ὀργῆς καὶ δημοσίας βλάβης τῇ πόλει, καὶ τοῦτ' εὖ οἶδα, ὅτι μετέγνωσαν ἂν οἱ δικάσαντες, εἴ τις αὐτοῖς δευτέραν παρεῖχε περὶ τῶν αὐτῶν κρίσιν, ὥσπέρ ποτε καὶ περὶ Μιτυλήνης μετέγνωτε.

[6] ἐπειδὴ δ' οὖν ἐκράτησαν οἱ διὰ τοὺς ἔτι τῶν λόγων ἐλέγχους φθονήσαντες Σωκράτει, τοῦ μὲν ἠκούσατε κἀν τῷ δικαστηρίῳ φιλοσοφοῦντος, οὔτε γὰρ ἔκλαυσεν οὔθ' ἱκέτευσεν οὐδὲ αἰσχρὰν οὐδὲ ἀναξίαν φιλοσοφίας σωτηρίαν εὕρατο, ἀλλὰ πείθεται τῷ πρὸς ταύτην ἄγοντι τὴν τελευτὴν θεῷ καὶ τοῖς ἕνδεκα εὐδαιμόνως ἠκολούθησε καὶ παρῆλθε φαιδρὸς εἰς τὸ δεσμωτήριον ὡς εἰς Λύκειον, ὡς εἰς Ἀκαδημίαν, ὡς ἐπὶ τὸν Ἰλισσόν, ὡς ἐπὶ τὰς ἄλλας αὑτοῦ διατριβάς, ἔμελλε δὲ κἀκεῖ φθέγξεσθαι καὶ λαλήσειν. πῶς δὲ οὐκ ἄν τις ἄνθρωπος ὢν καὶ ζῶν ἔτι; ὁ δὲ καὶ προθύμως τοῖς ἑταίροις συμφιλοσοφεῖ, Σωκράτης γάρ ἐστι καὶ δεδεμένος οὐδὲ κατέπληξεν αὐτὸν ἡ τοῦ σώματος συμφορά, καὶ τοιούτους διεξέρχεται λόγους οὕτω θείους καὶ καλούς, ὥστε εἰ πάντες ὑμεῖς αὐτῶν ἠκούσατε, πάντως ἂν αὐτὸν ἐλύσατε.

[7]    Σωκράτην μὲν οὖν μακαρίζειν ἄξιον, ὅτι γε τοῦ θανάτου παρεστηκότος χαίρει καὶ λέγει καὶ φιλοσοφεῖ τοῖς δὴ ἀκούουσι καὶ παρακερδᾶναί τι δυναμένοις εἰς τὸν ὅλον βίον μὴ φθονῶν· Ἄνυτος δὲ ἄρα καὶ Μέλητος ἦσαν καὶ τοῦ δεσμοφύλακος χαλεπώτεροι. ὁ μὲν γὰρ συγχωρεῖ παρεῖναι παρὰ Σωκράτην, οἱ δὲ ἀνόνητον ποιοῦσιν ἡμῖν τήν τε σωτηρίαν αὐτοῦ καὶ καινὰ δεσμὰ ταῦτα εὑρίσκουσιν ἐπὶ Σωκράτην, μὴ χεῖρας μόνον καὶ πόδας δεδέσθαι πρὸ τοῦ θανάτου Σωκράτην, ἀλλὰ καὶ τὴν γλῶτταν αὐτοῦ.

[8] ὢ τοῦ φθόνου καὶ τῆς σκαιότητος, ὢ τῆς ἀπαιδεύτου πονηρίας. μὴ λαλήσῃ Σωκράτης, Ἄπολλον, ἔτι ζῶν ‹καὶ› ἔχων φωνήν; ἀλλ' ἐπ' ἀνδρὶ γράφει ψήφισμα τοιοῦτον ὁ Σόλων ἄντικρύς τε καὶ διαρρήδην ἀπειρημένον ὑπὸ τῶν νόμων μηδὲ γράφειν ἐπ' ἀνδρὶ νόμον ἢ ψήφισμα ὅπερ ἂν μηδὲ κοινὸν ἐφ' ἅπασιν Ἀθηναίοις ᾖ;

[9] πονηρός τε καὶ κατεψηφισμένος ὤν. ἔστω πονηρός. μηδὲν ἄπιστον ἔστω τῆς γραφῆς μηδὲ τῆς Ἀνύτου καὶ Μελήτου καταβοῆς. εὖ οἶδα ὡς ἔσται χρόνος ἐν ᾧ ποτε σεμνυνεῖσθε Σωκράτει, ὡς Ἡρακλείτῳ μὲν Ἐφέσιοι, Πυθαγόρᾳ δὲ Σάμιοι καὶ Χείλωνι Λακεδαιμόνιοι καὶ Θάλητι Μιλήσιοι καὶ Πιττακῷ Λέσβιοι καὶ Περιάνδρῳ Κορίνθιοι καὶ ὑμεῖς αὐτοί ποτε Σόλωνι. πᾶσι γὰρ τοῖς σοφοῖς ζῶσι μὲν ὁ παρὰ τῶν πλησίον φθόνος ἀνταγωνίζεται, ἀποθανόντων δὲ καθαρῶς ἐξ ἀλύπου τῆς αἰσθήσεως ἡ σοφία κρίνεται.

[10]    Νῦν δὲ οὕτω δοκοῦντα ἔστω ταῦτα, ὡς ἔδοξεν. οὐκοῦν ἅπερ ἔδοξεν ἐν τῷ δικαστηρίῳ, ταῦτα κρίνεσθαι προσήκει. ἔδοξε δὲ πιεῖν Σωκράτην κώνειον, ὥσπερ καὶ ἄλλος τις ἤδη τῶν κατεψηφισμένων. τοῦτο μὲν οὖν οὐκ ἀναίνεται Σωκράτης οὐδ' ἂν ἀποδραίη ποτὲ τὴν παρ' ὑμῶν δίκην οὐδ' ἂν ἐξέλθοι, κἂν τῶν ἄλλων οἱ μὲν αὐτὸν εἰς Βοιωτίαν θέλωσιν ἁρπάσαι, οἱ δὲ εἰς Πελοπόννησον, οἱ δὲ εἰς Θετταλίαν, ἅπασαι δ' αὐτὸν αἱ τῶν Ἑλλήνων καλῶσι πόλεις, οὐδ' ‹ἂν› ἀνάσχοιτο κλοπιμαίαν σωτηρίαν, ἀλλ' οὐκ οἶδ' ὅπως ὑμῶν αὐτὸς μᾶλλον πρὸς τὴν τελευτὴν ἐπείγεται καὶ διψᾷ τοῦ κωνείου.

[11] ἃ δὲ μήτ' ἔδοξε τῷ δικαστηρίῳ μήτε οἱ κείμενοι περὶ τῶν ἑαλωκότων νόμοι κελεύουσι, ταῦτα πῶς οὐ δεινὸν καὶ παράνομον προσεπιτάττειν ἐκ ψηφίσματος; δεῖ γὰρ μήτε πλείω τοῖς δικασθεῖσι προστιθέναι τὴν φιλανθρωπίαν ἕκαστον τῆς τεταγμένης ἀνάγκῃ ὑπὸ τῶν νόμων μήτ' αὖ πικροτέρους εἶναι τῶν νενομισμένων, ἑκάτερον γάρ ἐστι, καὶ τὸ προστιθέναι τι τῷ κατεψηφισμένῳ καὶ τὸ τοῖς οὕτω πράττουσιν ἐπιεικὲς ἀφελεῖν, παρὰ τοὺς νόμους. οὐ τοίνυν οὐδ' ὁ τοῦ δικαστηρίου κῆρυξ ἀνεῖπε τὴν τῶν ἕνδεκα ἀρχὴν παραλαμβάνειν Σωκράτην καὶ προστάττειν αὐτῷ μέχρι τοῦ θανάτου σιωπᾶν μηδὲ λαλεῖν Σωκράτην, ἀλλ' ἀποθνήσκειν μόνον.

[12] καὶ ὑμεῖς δέ, Σωκράτους κατήγοροι, τιμώμενοί ποτε αὐτῷ θανάτου [καὶ] σιωπῆς οὐ προσετιμήσατε. δύο γὰρ ἂν ἦν οὕτω τὰ τιμήματα. ὃ τοίνυν οὐδ' ὑπ' αὐτὴν τὴν τῆς ὀργῆς ἢ τῆς ἐξαπάτης τῶν δικαστῶν ἀκμὴν οὐ προσεθήκατε, τοῦτο νῦν προσεξευρίσκετε τῶν ἐψηφισμένων πλεῖον.

[13] εἰ μὲν γὰρ ἄλλο τι καινότερον ἀδικεῖ Σωκράτης, καὶ προστίθετε τὰς αἰτίας μετὰ τὴν ψῆφον τῶν δικαστῶν παρὰ τὰ γεγραμμένα πρότερον ἐν τῇ γραφῇ, εἴπατε, διδάξατε· εἰ δ' ὅτι φθέγγεται καὶ λαλεῖ, τίς τούτου πώποτε ἀνθρώπων ἔδωκε δίκην; τῷ δὲ ἀπηγόρευτο καταδικασθέντι σιωπᾶν; τίς δ' ἐπὶ τὸν δῆμον ἤχθη λαλῶν; πότε δὲ Ἀθήνησι τῶν τεθνηξομένων τις γλῶτταν ἀπεκόπη; Θρᾷκας ἡμᾶς ἀντ' Ἀθηναίων ποιεῖς καὶ ἀντὶ Ἑλλήνων βαρβάρους.

[14] ἐδέθη ποτὲ καὶ Μιλτιάδης παρ' ὑμῖν, οὐκ ἐσιώπα δὲ δεδεμένος. κατεψηφίσασθέ ποτε τῶν ἐννέα στρατηγῶν ἀθώων ἄκοντος καὶ μὴ κοινωνοῦντος τῆς παρανομίας ἐκείνης Σωκράτους, ἀλλὰ τὸν νόμον τῆς ὀργῆς περὶ πλείονος ποιουμένου, καταψηφισάμενοι δ' οὖν οὐδ' ἐκείνοις σιωπᾶν ἐπετάξατε.

[15] δεινὸν δέ, ὅταν τῶν ἀνδροφόνων καὶ ἱεροσύλων καὶ προδοτῶν καὶ τῶν τὰ μέγιστα κακὰ τετολμηκότων δίκην μὲν διδόντων, σιωπᾶν δὲ καὶ μὴ διαλέγεσθαι κελευομένων ὑπὸ μηδενός, ἀλλὰ τῶν μὲν ἐπισκηπτόντων τοῖς φιλτάτοις, τῶν δὲ τοῖς οἰκείοις διαλεγομένων, τῶν δὲ τοῖς φίλοις καὶ τοῖς ἀναγκαίοις, ἄλλων δὲ τοὺς θεοὺς ἀνακαλούντων, ἑτέρων δὲ τὴν ἑαυτῶν μοῖραν ὀδυρομένων ἑνὶ μόνῳ τούτῳ τῶν ἐκ παντὸς τοῦ χρόνου προσταχθήσεται τεθνηξομένῳ μὴ λαλεῖν τῷ μάλιστα λαλεῖν ἀξίῳ.

[16]    Τοῦτό ποτε ‹τὸ› πρόσταγμα μόνος προσέταξε Κριτίας Σωκράτει μὴ διαλέγεσθαι τυραννῶν, Κριτίας ὃς ἀνεπιτήδειος μαθητὴς φανεὶς κατεψηφίσατο Σωκράτους. μιμητὴς οὖν ὁ δῆμος τοῦ τυράννου γεγένηται καὶ ψηφισαμένοις Ἀθηναίοις γράφεται ταῦτα τοῖς τῶν τυράννων ἴσα προστάγμασι.

[17] καίτοι Κριτίας μὲν μόνοις ἀπηγόρευσε Σωκράτην τοῖς νέοις διαλέγεσθαι, οὔτοι δὲ παντάπασι μὴ λέγειν, ἀλλ' ἀπέχεσθαι τῶν εἰκόνων [καὶ] τῶν νομέων καὶ τῶν βουκόλων χαλεπαίνων τῆς Σωκράτους εἰκόνος, τὸ κακῶν εἶναι νομέων τὴν ποίμνην ἐλαττοῦν, ὃν δὴ κατὰ τῶν τυράννων ἐτύγχανε Σωκράτης εἰρηκὼς λόγον· σὺ δὲ καθόλου μηδὲν διαλέγεσθαι Σωκράτην, μηδὲ τῷ δεσμοφύλακι μηδὲ τῇ Ξανθίππῃ μηδὲ τοῖς παιδίοις, ἀλλ' ἂν ἔρηταί τι Λαμπροκλῆς ἢ Σωφρονίσκος τὸν πατέρα, μηδὲν ἀποκρινεῖται Σωκράτης, ἀλλὰ περιμενεῖ τὸ κώνειον ἐγκεχαλινωμένος καὶ τῆς κοινῆς ἅπασιν ἀνθρώποις καὶ δυστυχέσι καὶ πονηροῖς ἀδείας στερούμενος;

[18] φύσει μὲν γὰρ ἄνθρωπος λάλον, τὸ δὲ Ἀθηναίων γένος φιλόλογόν τε καὶ πολύλογον, ὅταν δὲ ὑπόγυιος θάνατος ᾖ, καὶ φιλολαλία τις λαμβάνει καὶ φιλοτιμία τοῦ πολλὰ μὲν ἀκοῦσαι, πολλὰ δὲ εἰπεῖν ὡς ἂν αὐτίκα παυομένης ταύτης τῆς ἐξουσίας. ἀνεπίφθονον γὰρ εἰπεῖν ὅσα βούλεται μέλλοντά γε εὐθὺς σιωπήσεσθαι σιωπὴν μακράν.

[19]    Ὁ δὲ περιμενέτω, φησί, τὸ κώνειον, καὶ γὰρ Θηραμένης ἀπέθανε σιγῶν. ἀλλὰ κἀκεῖνος ἐπὶ τῆς βουλευτικῆς ἑστίας πολλὰ πρότερον εἰπών. οὐδὲ ἐπὶ τῆς ὀλιγαρχίας πιόντων κώνειον πεντακοσίων σχεδὸν ἐπὶ χιλίοις, ὧν ἕνεκα Σωκράτους οὐδὲ εἷς ἀπέθανεν, ἐπὶ Λέοντα γὰρ πεμφθεὶς τὸν Σαλαμίνιον ἀπελθεῖν οὐκ ἠθέλησεν οὐδὲ ἦγε τοῖς τυράννοις ἄνθρωπον ἀποθανούμενον ὁ νῦν τεθνηξόμενος οὗτος, τοσούτων οὖν γενομένων τῶν τότε ἀπολωλότων σιωπῇ τὸ φάρμακόν φασι πιεῖν μηδένα. μήτε γὰρ φθέγξασθαι μήτε μαρτύρασθαι πρὸ τῆς τελευτῆς μηδὲ ἓν μηδένα οὐ Δρακοντίδης ἐκέλευσεν, οὐ Πείσων, οὐ Χαρικλῆς, οὐκ ἄλλος αὐτῶν.

[20] Σωκράτει δὲ τούτῳ πολὺ σχετλιώτερον ἐπιτάττετε τῶν ἐν τῇ πικροτάτῃ τυραννίδι γενομένων. καὶ τοῖς μὲν τεμνομένοις ἀνάγκη στένειν, καὶ κεκλεισμένος τις ᾤμωξεν, ὁ δὲ αὐτὴν αὐτίκα ἀφήσων τὴν ψυχὴν μηδὲν ἐπὶ μηδενὶ ἀντηχῶν ἐν λόγοις ἀποθάνῃ, ἀλλ' ἤδη καὶ πρὸ τῆς τελευτῆς νεκρὸς ἄφωνος; πολλοὺς τοῦ Σωκράτους θανάτους ποιεῖς.

[21]    Καὶ τοῖς μὲν εἰδώλοις οἱ φιλοσοφοῦντές φασιν εἶναι φωνὴν καὶ λείπεσθαι τοῦτο καὶ ταῖς σκιαῖς καὶ τοῦτο ἔοικε καὶ Ὅμηρος ἐνδείκνυσθαι. ποιῶν γὰρ τὴν Πατρόκλου ψυχὴν πάντα ἐλθεῖν ὁμοίαν ἐκείνῳ λέγει καὶ τὸ σῶμα καὶ τὴν φωνήν· σὺ δὲ ἔτι ζῶντος Σωκράτους ἐκκόπτεις τὴν φωνήν. καὶ οἱ μὲν ἄλλοι πάντες ἄνθρωποι ἀτυχοῦντές εἰσι λαλίστεροι καὶ τόν γε Κροίσου τοῦ Λυδοῦ φασι παῖδα κωφὸν ὄντα πρότερον ῥῆξαι φωνὴν ἐν τῇ τοῦ πατρὸς συμφορᾷ· Σωκράτης δὲ μόνος μηδὲ ὀδύρηται μηδὲ ἀνακαλέσῃ θεοὺς ἐν τῇ παρούσῃ τύχῃ;

[22] οὐ Σωκρατικὰ μέν ἐστι ταῦτα, κοινὰ δὲ καὶ τούτῳ φυλακτέα. ἀλλὰ τῶν μὲν ἄλλων ἕκαστος τῶν ἐν τῷ δεσμωτηρίῳ φθέγγεται καὶ λαλεῖ, κἂν ἰδιώτης κἂν ἀπαίδευτος ᾖ, πλησίον γενόμενος τοῦ τέλους καὶ ὑπὲρ αὐτοῦ τοῦ θανάτου φιλοσοφεῖ· Σωκράτει δὲ μηδὲ ὁ αὐτὸς ὅρος γένηται τοῦ βίου καὶ τῆς φιλοσοφίας;

[23]    Λέγει γὰρ οὐκ ἐπιτηδείους οὐδὲ δικαίους λόγους, ὡς αὐτοί φασιν. οὐκοῦν ταῦτ' ἐστὶν ὧν δὴ ἀπολεῖται χάριν; οὐδὲν οὖν ἔχοντες ἐγκαλεῖν πλέον ὧν ἕνεκεν ἑάλωκε μηδενὸς μηδὲ τιμᾶσθε τῶν τιμηθέντων μείζονος. ἀλλὰ διαφθείρει. τί γὰρ εἰς τὸ δεσμωτήριον μειράκιον παρελήλυθεν; Ἀπολλόδωρος καὶ Κρίτων καὶ Φαίδων καὶ Σιμμίας καὶ Κέβης, Ἑρμογένης, Ἐπιγένης, Ἀντισθένης, Αἰσχίνης, ἄνδρες γέροντες, ὁμιληταὶ Σωκράτους. οὗτοι δέ, εἰ μὲν βλαβεροὺς καὶ πονηροὺς λόγους λέγει Σωκράτης, πάλαι δήπουθέν εἰσι διεφθαρμένοι· εἰ δ' ὠφελίμους καὶ καλούς, οὐδὲ νῦν ἀποστερεῖσθαι τούτων εἰσὶ δίκαιοι.

[24] ἔασον οὖν καὶ μὴ παρὰ τοῦτο ποιήσῃς. πῶς γὰρ οὐ δεινὸν Γοργίαν μὲν καὶ Πρωταγόραν λέγειν καὶ Πῶλον καὶ Πρόδικον τὸν ἀλαζόνα καὶ Ἱππίαν, τοὺς σοφιστὰς καὶ καπήλους τῶν λόγων, καὶ τούτων ἀκούειν καὶ ἰδίᾳ καὶ κοινῇ τοὺς Ἕλληνας μισθοδοτοῦντας αὐτοῖς, ἀνθρώποις Ἠλείοις καὶ Κείοις καὶ Ἀβδηρίταις καὶ Λεοντίνοις, τὸν δὲ Ἀθηναῖον Σωκράτην μηδὲ πρὸ τοῦ θανάτου λαλεῖν;

[25]    Ἐμφορηθήσεσθε, ὦ βάσκανοι, τῆς τοῦ Σωκράτους σιωπῆς. ἄφωνον μὲν ἔσται τὸ Λύκειον, ἄφωνος δὲ ἡ Ἀκαδημία, ἄλογοι δὲ αἱ παλαῖστραι. ἁπάσας δὲ τὰς διατριβὰς τῶν καλῶν ἀμουσία καθέξει καὶ σιωπή. οὐκ ἐν τοῖς γυμνασίοις ἐρεῖ Σωκράτης, οὐκ ἐν ταῖς στοαῖς, οὐκ ἐν τῇ βασιλείῳ διαλέξεταί τισιν, οὐκ ἐπὶ τῆς ποικίλης, οὐκ ἐν ταῖς τραπέζαις, οὐκ ἐν τοῖς δικαστηρίοις, οὐκ ἐν Ἀγάθωνος, οὐκ ἐν Καλλίου, οὐκ ἐν Δάμωνος, οὐκ ἐν ἄστει Σωκράτης, οὐκ ἐν Πειραιεῖ, οὐχ ὑπὲρ Ἰλισσὸν ὑπὸ τῇ πλατάνῳ τῇ καλῇ, ἀλλ' ἐκεῖ μὲν οἱ τέττιγες ᾄσονται, οὐκ ἐν Ποτιδαίᾳ Σωκράτης, οὐκ ἐπὶ Δηλίῳ, οὐ περὶ δικαιοσύνης πρὸς Θρασύμαχον, οὐ περὶ σωφροσύνης πρὸς Χαρμίδην, οὐχ ὑπὲρ ἀνδρίας πρὸς Λάχητα, οὐχ ὑπὲρ φιλαδελφίας πρὸς Χαιρεφῶντα, οὐχ ὑπὲρ ἀρετῆς πρὸς Μένωνα, οὐχ ὑπὲρ τοῦ καλοῦ πρὸς Ἱππίαν, οὐ περὶ ῥητορικῆς πρὸς Γοργίαν, οὐ πρὸς Πρωταγόραν περὶ τῶν τῆς ἀρετῆς ἐπιτηδευμάτων, οὐχ ὑπὲρ ‹τοῦ› ὁσίου πρὸς Εὐθύφρονα, οὐ πρὸς Ξενοφῶντα ‹περὶ τοῦ μὴ› φιλεῖσθαι τὸν καλόν. ἐμφορηθήσεσθε τῆς ἐρημίας Σωκράτους. πολλὰς ὑμῖν σιωπήσει σιωπάς.

[26]    Νῦν οὖν ἕως ἔστι μεθ' ἡμῶν, τὴν μίαν αὐτῷ καὶ τὰς δύο ταύτας ἡμέρας λαλῆσαι δότε. νῦν μάλιστα σοφία Σωκράτους βασανίζεται, εἰ καὶ δεδεμένος οὐκ ἀλγεῖ καὶ τεθνηξόμενος οὐ θρηνεῖ ‹καὶ› τῆς τελευτῆς ἐφεστώσης φιλοσοφεῖ. λεγέτω καὶ δεδεμένος. ἐγὼ καὶ Ξενοφῶντα ἐπῄνεσα, ὅτι κἀκεῖνος ἐν Θήβαις δεδεμένος οὐκ ἠμέλησε τῶν Προδίκου λόγων, ἀλλ' ἐγγυητὴν καταστήσας ἐπὶ τὴν ἀκρόασιν ἦλθε. σὺ δὲ ἀξιοῖς φιλοσοφώτερον εἶναι διδασκάλου τὸν μαθητὴν καὶ Σωκράτην σιωπᾶν ἀναγκάζεις παυσόμενον αὐτίκα; τί δ' αὐτὸν ὅμοιον ποιεῖς λυπουμένῳ; λεγέτω μάλιστα πρὸ τῆς τελευτῆς, ὅτι καὶ ἐγγυτέρω τῆς ἀληθείας γίνεται.

[27]    Φιλοσοφείτω νῦν, ἀλλά μοι καὶ μαντευέσθω Σωκράτης· ᾄδουσι μὲν πρὸ τῆς τελευτῆς κύκνοι καὶ τὴν ψυχὴν ἀφιᾶσιν ἐν τῷ μέλει, μουσικὸς δὲ θάνατος ὄρνιθος μουσικοῦ. ἔα δὲ ᾄδειν καὶ τὴν ἀηδόνα τὴν Ἀττικὴν καὶ τὸν κύκνον. ὁμόδουλός ἐστιν ἐκείνων Σωκράτης, καὶ οὗτος Ἀπόλλωνος ἱερός. σὺ μὲν ἀνεῖπές ποτε, ὦ Πύθιε· ἀνδρῶν ἁπάντων Σωκράτης σοφώτατος. ὁ δὲ σοφώτατος κελεύεται νῦν ἀσόφως ἀποθανεῖν.

[28]    Ἐγένοντό ποτε καὶ πρότερον ἄδικοι κρίσεις. ἔδοξέ ποτε καὶ Παλαμήδην τὸν σοφώτατον τῶν τότε Ἑλλήνων παρὰ δίκην ἀποθανεῖν, ἦσαν γὰρ κἀν Ἰλίῳ τινὲς Ἄνυτοι καὶ Μέλητοι, ἀλλ' οὐδὲ ἐκεῖνος πρὸ τοῦ θανάτου σιωπᾶν ἐκελεύετο, ἀλλ' ἐξῆν αὐτῷ καὶ λέγειν καὶ γράφειν, καὶ γράψας ἐπὶ τοῦ ξύλου τοῦ ναυτικοῦ τὴν ἑαυτοῦ τύχην ἔπεμψε τῷ ἑαυτοῦ πατρὶ Ναυπλίῳ τὴν ἐπιθανάτιον ἐπιστολήν.

[29] Σωκράτης δὲ κακόηθες μὲν οὐδὲ ἓν οὐδὲ πικρὸν γράφει οὐδὲ μνησικακεῖ τῷ δικαστηρίῳ, ἀλλὰ καὶ χαίρων ἀποθνήσκει καὶ παρὰ θεοὺς ἀπιέναι πείθεται. ὥσπερ δὲ ἐν τῷ βίῳ λέγων, οὕτω καὶ νῦν ἐν λόγοις. καὶ μὴ θαυμάσῃς. αὕτη φύσις τῶν σοφῶν. οὐκ ἀπολείπεται τὸ σοφὸν αὐτῶν οὐδ' ἐν ταῖς χαλεπαῖς τύχαις.

[30] οὐδὲ μετὰ τὸν θάνατον ἡ μουσικὴ Ὀρφέα κατέλιπεν. ἀλλὰ κἀκεῖνον μὲν διέσπασαν αἱ Θρᾷτται γυναῖκες, ὥσπερ οἱ συκοφάνται Σωκράτην, ὁ δὲ καὶ ἐσπασμένος ἔτι ᾖδεν. Ὀρφέως ἡ κεφαλὴ διὰ τοῦ ποταμοῦ κατέβαινε τοῦ Στρυμόνος τῶν ἑαυτῆς μελῶν μνημονεύουσα. αὐλητὴς δὲ Φρὺξ Μαρσύας ὁ κεκολασμένος ἀμείβειν δῶρα βούλεται καὶ τοῦτο μὲν ἀδυνατεῖ, ἄλλου δὲ αὐλοῦντος ἀκούει καὶ ἀναβιώσκεται τῷ μέλει. τοιοῦτον καὶ τὸ Σωκράτους ἐστίν.

[31]    Μὴ δὴ φθόνει μηδὲ φιλοσοφίᾳ ἀπίστει. τί δέδοικας μὴ θεοῖς εὔξηται καθ' ὑμῶν, ἂν διαλέγηται; ἀλλὰ λέγων μὲν οὐδὲν τοιοῦτον εἶπε, ταῦτα δ' ἄν τις δύναιτο καὶ σιωπῶν. ὀκνεῖς τὸ κώνειον προσενεγκεῖν αὐτῷ λαλοῦντι; σιωπῶν γὰρ οὐ Σωκράτης ἐστίν. ἔασον αὐτὸν ‹ὡς› κἀν συμποσίῳ λαλεῖν. εἰπάτω τι πρὸς τὴν τοῦ δαιμονίου φιλοτησίαν.

[32]    Ἐγὼ μὲν νῦν μάλιστα ᾤμην ἐληλέγχθαι τοὺς συκοφάντας Σωκράτους, ὅτε φαιδρὸς ὤφθη καὶ γεγηθὼς ἐκεῖνος ἐν τῇ συμφορᾷ, ὅτε καὶ τοιούτους λόγους διεξῆλθεν οἷόνπερ καὶ νῦν λέγει. τίσι λόγοις σιωπᾶν ἐπιτάττετε; τί κατὰ τῆς πολιτείας, τί κατὰ τῶν νόμων, τί κατὰ τῶν ἀρχῶν ἢ τῶν πατρίων λέγει; τὰ δὲ δὴ νῦν καὶ τὰ ἱερώτατα ὑπὲρ τῶν νόμων φιλοσοφεῖ καί φησιν οὐκ ἀποδράσεσθαι τούτους τοὺς δεσπότας οὐδ' ἔσεσθαι μέτοικος Μεγαρέων ἢ Βοιωτῶν οὐδὲ ξένος Πελοποννησίων ἢ Θετταλῶν, ἀλλ' αὐτοῦ μενεῖν καὶ πείσεσθαι τὸ δοκοῦν Ἀθηναίοις.

[33]    Ὦ νομιμώτατε Σώκρατες καὶ φιλαθηναιότατε διὰ τέλους πάντων ὧν οἶδα ἐγώ, οὐδὲ νῦν ἐξ Ἀθηνῶν ἀποδημῆσαι θέλεις. ἀλλὰ καὶ μουσικὴν ἐργάζεται καὶ ποιεῖ καὶ κεκλεισμένος τοὺς θεοὺς ὑμνεῖ καὶ νῦν εἰς τὸν Ἀπόλλω ποιήματα ᾄδει. τελευτῶν γὰρ Σωκράτης καὶ ποιητὴς ἐγένετο. σὺ δὲ καὶ τὰ πεζὰ κελεύεις σιωπᾶν Σωκράτην.

[34] ἐναντία ταῦτα ἐπιτάττεις τῷ θεῷ. ὦ Ἄπολλον, σὺ μὲν κατέχεις ἐξεπίτηδες τὴν Δηλίαν ὅμηρον τοῦ Σωκράτους καὶ τὴν ἱερὰν ναῦν οὐ πέμπεις Ἀθηναίοις πλείους ποιῶν τῷ σῷ θεράποντι τὰς βιωσίμους ἡμέρας καὶ τὰ πνεύματα κελεύεις ἐπ' Ἀθήνας μὴ φέρειν, ἵνα μακρότερα φιλοσοφῇ Σωκράτης· οὗτοι δ' ἀνόνητον ποιοῦσι τὴν σὴν χάριν.

[35]    Μὴ λαλείτω, φησί, μηδ' εἰ ἀκροαταὶ πάρεισι μηδὲ εἰ τοῦτο αἱρεῖται Σωκράτης. ἡνίκα δὲ ἀλγῶν ἀπὸ τοῦ δεσμοῦ τὸ σκέλος ἀνατείνας ἀναπαύεται, μηδὲ περὶ τούτου λέγῃ; μηδὲ περὶ συγγενοῦς ἡδονῆς καὶ λύπης φιλοσοφῇ; ἐρωτῶσί τι Σιμμίας καὶ Κέβης ὑπὲρ ψυχῆς. μηδὲ ὑπὲρ τούτου λέγῃ; ἀλλ' Ἀθηναῖοι μὲν φιλοσοφοῦσιν, ἄνθρωπος δὲ Ἀθηναῖος σιωπᾷ; φαιδρός ἐστιν ἀποθανούμενος. τοῦτο θαυμάζουσι μᾶλλον οἱ ἐκείνου φίλοι. μὴ διαλέξηται, πόθεν; ‹μηδέ›, εἴ τις ἀθάνατον ψυχὴν εἶναι πείθεται; ἂν ὀφείλῃ θυσίαν τινὶ τῶν θεῶν, μηδὲ ταύτην ἀποδοῦναι κελεύσῃ τῶν ἑταίρων τινί; κἂν μέλλῃ πιεῖσθαι τὸ κώνειον, μὴ σπείσῃ μηδὲ εὔξηται τὸ σύνηθες αὑτῷ; [36] τί γὰρ περίεργον, τί δὲ ἄκαιρον λέγει; ἄλλος μέν τις τελευτῶν ὑπὲρ χρημάτων ἢ παίδων ἐπισκήπτει καὶ περὶ τοῦ σώματος ἢ τῆς ταφῆς, Σωκράτης δὲ κάθηται λέγων, ὡς οὐ χρὴ κλαίειν καὶ στένειν οὐδὲ τὸν παρόντα βίον μόνον ἔσεσθαι νομίζειν, ἀλλ' ὡς ἐκδέχεταί τις ἡμᾶς ἕτερος μακρότερος τοῦ σὺν τῷ σώματι ‹καὶ› ἐπειδὰν λυθῶμεν ὀστῶν τε καὶ σαρκῶν καὶ τοῦ παντὸς τούτου δεσμωτηρίου, εἴτε σώματος εἴτε σήματος χρὴ λέγειν, ἄπιμεν ἐπὶ τὴν ἀξίαν ἕκαστοι διανομήν, καὶ χρὴ ζῶντας μὲν φιλοσοφεῖν καὶ θανάτου μελέτην ποιεῖσθαι τὸν βίον ἀναμιμνησκομένους τὰ πολλὰ τῶν ἀρχαίων μαθημάτων ἐν οἷς ἐνταῦθα δοκοῦμεν μένειν, ἐλθούσης δὲ τῆς μοίρας τῆς μοίρας τῆς εἱμαρμένης κούφους καὶ μετεώρους φέρεσθαι παρὰ δεσπότας θεοὺς καὶ δαίμονας ψυχῶν δικαστάς, οἳ νέμουσι τοῖς μὲν καθαρῶς καὶ δικαίως βεβιωκόσι καὶ μετὰ φιλοσοφίας ἀληθοῦς ἀνασχομένοις τῶν ἐν τῇ γῇ πραγμάτων θεῶν ἀκολουθίαν καὶ τὴν ὑπερουράνιον περίοδον καὶ θέαν αὐτοῦ ‹τοῦ› δικαίου καὶ καλοῦ καὶ ἀθανάτου καὶ ψυχῶν εὐδαιμόνων, τοῖς δὲ ἀθέσμως καὶ ἀδίκως βιώσασι καὶ πολλῶν τὰς ψυχὰς μεστοῖς ἀνοσιουργημάτων Τάρταροί τε καὶ Κωκυτοὶ καὶ Πυριφλεγέθοντες ὑποδοχαὶ καὶ δειναὶ κολάσεις καὶ πολυχρόνιοι τιμωρίαι ἐν πυρὶ καὶ σκότῳ καὶ ἀλλοκότοις ῥεύμασιν ἄληκτον ἐλαυνομένοις φοράν.

[37]    Ταῦτ' ἐστὶν ἃ λέγει Σωκράτης, ταῦτα ἡμῖν ἐπισκήπτει, αὗται διαθῆκαι Σωκράτους. τίς φθονήσει ἡμῖν τῆς Σωκρατικῆς ἀθανασίας; ἔασον ἡμᾶς ἀκοῦσαι πάλιν καὶ πιστώσασθαι ταύτας τὰς τῆς εὐδαιμονίας ἐλπίδας. Σωκράτει μὲν γὰρ οὐδὲν χεῖρον, κἂν μὴ λέγῃ, μακρὸς αὐτὸν βίος περιμένει καὶ λόγοι πολλοὶ καὶ ἀκροαταὶ θεοί, πρὸς ἐκείνους ἐρεῖ, φιλοσοφήσει λελυμένος, ἅπαντα ἐκείνοις διηγήσεται· ἡμῖν δὲ τοῖς καταλειφθησομένοις Σωκράτους ὀρφανοῖς τοῦτο δεινόν ἐστιν, εἰ μήθ' ὑπὲρ ὧν ἀμφισβητεῖ τις ἡμῶν, μηδὲ περὶ τούτων ἐρήσεται μηδ' ἀπολαύσει τις ἡμῶν ἔτι τῆς Σωκράτους ἐπιδημίας.

[38]    Ἄπολλον, ἔτι μοι τὴν ναῦν κάτασχε, ἔτι μοι περὶ Δῆλον ἡ θεωρία βραδυνάτω. ἔχω τι καὶ περὶ λόγου καὶ σιωπῆς καὶ σωτηρίας Σωκράτην ἐρέσθαι. ὑμεῖς δέ, ὦ συκοφάνται, δότε ἡμῖν ὄνασθαι, μέχρι περίεστι, Σωκράτους. οἴμοι, τήμερον γὰρ ἴσως ἡ ναῦς ἀφίξεται. τοῦτο ὄναρ προερρήθη Σωκράτει. μὴ φθονήσητε ἡμῖν τῆς μιᾶς ἡμέρας. ἦ που καὶ νῦν ἐγὼ μὲν ἐνταῦθα ἀσχολοῦμαι, Σωκράτης δὲ ἑταίροις λαλεῖ. καὶ ταῦτα ἔνι μὲν καὶ παρὰ τῶν ἑταίρων τῶν ἀκουσάντων μαθεῖν, οὐδὲν δὲ οἷον Σωκράτους ἀκούειν αὐτοῦ.

[39]    Τὰ ἐναντία σοῦ δέομαι, Σώκρατες, ἢ οὗτοι κελεύουσι, λέγειν μὴ ἔτι ζῶντα μόνον μηδὲ ἀπὸ τούτου τοῦ στόματος, ἀλλὰ καὶ μετὰ τὸ κώνειον λέγειν. καὶ μὴ παύσῃ λέγων μηδ' ὅταν ἀποθάνῃς. ψυχὴ μὲν πᾶσα ἀθάνατος, καὶ σοὶ πείθομαι, ἡ δὲ σὴ καὶ μᾶλλον ἑτέρας. εἰ δέ τις τῶν σοφῶν δαιμόνων ἐπιφοιτᾷ ταῖς τῶν φίλων ψυχαῖς, μὴ σιώπα καὶ δι' ὀνείρων ἡμῖν λάλει, Σώκρατες, ὡς νῦν οἱ θεοί.