[1] Εἰκὸς μὲν ἦν με, ὦ Ἀθηναῖοι, τοὺς νόμους ὑμῖν ἀποδεδωκότα διὰ τοιαύτης σφαγῆς οἵαν οὐδεὶς ἄν ποτε προσεδόκησεν ἔσεσθαι μήτ' ἐπὶ τῆς ἐκκλησίας ὁρᾶσθαι μήτε λέγειν ἐν ὑμῖν περὶ μηδενὸς ὑπομένειν, ἀλλ' ἐν σκότῳ καθήμενον δακρύειν ἔτι τὰ Κριτίᾳ τετολμημένα· ἐπεὶ δὲ καὶ σφόδρα με τοῦτο βουλόμενον ποιεῖν ἀναστῆσαν ἄγει πρὸς ὑμᾶς ὃ μόνον, ἂν ὑμεῖς ἐθελήσητε, δύναιτ' ἂν λυθῆναι τῶν ἡμετέρων κακῶν, δέομαι πάντων ὑμῶν πρῶτον μὲν ἔχειν μοι συγγνώμην τοῦ δεῦρο ἐλθεῖν ὑπομεῖναι, ἔπειτα τῶν τε λόγων ἀκοῦσαι πρᾴως καὶ δοῦναί μοι χάριν ἀντὶ τῆς ἐπανελθούσης ὑμῖν πολιτείας τὸ γῇ κρυφθῆναι μικρᾷ τὸν ὑπὸ τοῦ πατρὸς δεξάμενον τὴν πληγήν.
[2] Χαλεπὸν μὲν οὖν εἶξαι καὶ συγχωρῆσαι, κἂν οἱ πλείους πείθωνται, τοὺς ἀνήκεστόν τι παρὰ Κριτίου πεπονθότας, ἡ γὰρ ὧν ἠδίκηνται μνήμη πᾶν μικρὸν εἰς τιμωρίαν ἡγεῖσθαι ποιεῖ, ἐγὼ δὲ τῶν οὕτω διακειμένων ἀλγούντων μὲν οὐχὶ θαυμάζω, τοὐναντίον γὰρ ἂν ἦν θαυμαστόν, εἰ τοιαῦτα πεπονθότες μὴ χαλεπῶς ἔφερον, δέομαι δὲ ὅμως ἀκολουθῆσαι τοῖς ἄλλοις πρῶτον μὲν ἐνθυμουμένους ὅτι οὐ Κριτίαν αὐτοὺς δεήσει βέλτιστον νομίσαι τήμερον, τὸν ἐκείνου δὲ πεπαυκότα τὴν ἀδικίαν ἐλεῆσαι, ἔπειθ' ὅτι πολὺ μείζω δόξαν οἴσονται τῶν οὐ τὰ μέγιστα ἐγκαλούντων οἱ τὰ δεινότατα πεπονθότες. μείζονος γάρ, οἶμαι, μεγαλοψυχίας ἀπόδειξις τοὺς μᾶλλον ἠδικημένους ἐν τῷ καιρῷ τῆς τιμωρίας ὁμοίους τοῖς οὐ τοιαῦτα αἰτιωμένοις γενέσθαι.
[3]
Εἰκότως δέ, ὦ Ἀθηναῖοι, διακόπτει μου τὸν λόγον τὰ δάκρυα. τίς γὰρ τῶν πώποτε δεδυστυχηκότων ἀνθρώπων τηλικαύτας ἔσχεν εἰς ὀδυρμοὺς ἀνάγκας; οὐ γὰρ ἐπὶ τούτοις, ὦ Ἀθηναῖοι, γυναῖκα ἠγόμην ἐγὼ καὶ παῖδας ἐπιδεῖν ηὐχόμην οὐδ' ἐπὶ τούτοις Κριτίαν γενόμενον ἔτρεφον οὐδ' ἐπὶ τούτοις ἐπαίδευον, ὅπως ἐλαύνῃ καὶ λυπῇ τὸν δῆμον τῶν Ἀθηναίων, ἀλλ' ὅπως λειτουργῇ μὲν τοῖς οὖσι, λειτουργῇ δὲ τῇ γνώμῃ, λειτουργῇ δὲ τῷ σώματι, δύνηται δὲ ἐν τοῖς αὑτοῦ πολίταις φιλοτιμούμενος ἐξαριθμεῖν ναυμαχίας, πεζομαχίας, αἰχμαλώτους, χρήματα, τρόπαια τὰ μὲν ἐν τῇ γῇ, τὰ δὲ ἐν τῇ θαλάττῃ.
[4] ἤλπιζον αὐτὸν βλέψειν εἰς τὸν Ἀριστείδην ἐκεῖνον, εἰς Νικίαν, εἰς Περικλέα. καὶ τί λέγω τοὺς ἔξω τοῦ γένους; ἤλπιζον αὐτὸν ἔσεσθαι τοῦ Σόλωνος μιμητὴν τοῦτο μὲν τῆς φύσεως αὐτῆς ἐπὶ ταῦτα ἀγούσης, τοῦτο δὲ τῶν ἐμῶν πρὸς αὐτὸν νουθεσιῶν. οὐ γὰρ ἔστιν ὅτε ἐπαυσάμην λέγων· Κριτία, Καλλαίσχρου παῖς εἶ τοῦ Κριτίου τοῦ Δρωπίδου, Δρωπίδου τοῦ Σόλωνος ἀδελφοῦ. ζήλωσον τοὺς πατέρας, θὲς νόμους συμφέροντας, γράψον τοιαῦτα ψηφίσματα, μηδὲν ἡγήσῃ τῆς πατρίδος κάλλιον. ὑπὸ τοιαύτης ἤλπιζον, ὦ Ἀθηναῖοι, γηροτροφήσεσθαι πολιτείας τοῦ παιδὸς μὲν ἃ χρὴ ποιοῦντος, ἐμοῦ δὲ συνευδοκιμοῦντος. καὶ γὰρ ὑπισχνεῖτο μὴ χείρων ἔσεσθαι τοῦ γένους ὁ κατάρατος Κριτίας.
[5] τί οὖν αὐτὸν ἕτερον ἐποίησε; πόθεν ἡ μεταβολή; τίνος κατηγορῆσαι, τίνος καταβοῆσαί με δεῖ; ὢ πονηρὸν χωρίον Αἰγὸς ποταμοί. ὢ δυστυχοῦς ναυμαχίας ἐκείνης ἣ Λακεδαιμονίοις μὲν παρέδωκε τὴν πόλιν, ἐμὲ δὲ ἀπώλεσεν. εἰ γὰρ μὴ τὰς ναῦς εἷλεν ἐκεῖ Λύσανδρος, οὔτ' ἂν εἴργετο τοῦ Πειραιῶς ὁ σῖτος οὔτ' ἂν ὁ λιμὸς ἡμᾶς ἀνήλισκεν οὔτε τὰ τείχη κατεσκάπτομεν οὔτε πᾶν τὸ κελευόμενον ἐποιοῦμεν οὔθ' ὁ μετακινήσων τὴν πολιτείαν ἐφάνη.
[6] νῦν δ' ἡ μὴ δικαίως τὸν πόλεμον κρίνασα Τύχη τήν τε πόλιν ἐταπείνωσε κἀκ τῆς ἐμῆς οἰκίας ἀνέδειξε τύραννον. ὃν ἐγὼ μὲν ἠξίουν ἐμποδὼν ἵστασθαι τῷ Πείσωνι, τῷ Μηλοβίῳ, τῷ Δρακοντίδῃ, τῷ Χαρικλεῖ, τοῖς ἄλλοις καὶ τὸ πλῆθος ὑμῶν ἰσχυρότερον τῶν παρανόμου δυναστείας ἐπιθυμούντων ποιεῖν. ὁ δέ, οἴμοι, πάντων αὐτὸς ἔδοξεν εἶναι πονηρότατος, καὶ τῶν ὑπὸ τοῦ κοινοῦ τολμωμένων τὸ πλέον τῆς αἰτίας ἐπ' ἐκεῖνον ἤρχετο, [καὶ] ὅτε δὴ τὰ πράγματα ὑπ' αὐτῶν εἴχετο καὶ πᾶς μὲν χρηστὸς παρέωστο, τῶν κακούργων δὲ καὶ μοχθηρῶν καὶ κακίστων ἦν τὸ δύνασθαι πολλοί τε τῶν ἐπιεικεστέρων οἱ μὲν ἔφευγον, οἱ δὲ ἀπέθνησκον.
[7] ὡς μὲν οὖν ἐμαυτοῦ συμφορὰν τὴν Κριτίου μανίαν ἐποιούμην καὶ ζῶν τε ἠχθόμην καὶ ἀπελθεῖν ηὐχόμην, ἴσασιν οἱ τῶν ἐπιτηδείων μοι τότε καὶ συνόντες καὶ παραμυθούμενοι· ἐλθὼν δέ ποτε παρ' ἐκεῖνον καὶ μόνον ἀπολαβών, τί ταῦτα, ἔφην, Κριτία; δεσπότης ἀντὶ ῥήτορος; τύραννος ἀντὶ δημαγωγοῦ; ταῦτα ἐπῄνουν; ταῦτα ἐθαύμαζον; ἐπὶ ταῦτά σε ἤσκουν; οὐκ ἐπανήξεις εἰς τὸ γένος; οὐκ ἀποθήσῃ τὴν νόσον; οὐ σωφρονήσεις ποτέ; ἀπόδος τῇ πόλει μὲν τοὺς νόμους, σαυτὸν δὲ τῷ πατρί, καὶ μάλιστα μὲν καὶ τοὺς ἄλλους πεῖσον αἰδεσθῆναι τὴν ἐνεγκοῦσαν, εἰ δὲ τοῦτό γε οὐ δυνατόν, ἀνάγκασον· εἰ δὲ καὶ τοῦτο ἀμήχανον, φύγωμεν φυγὴν καλήν. ἐδόκουν τὰ τοιαῦτα παραινῶν φλυαρεῖν καὶ δεύτεροι λόγοι κατεγελῶντο καὶ τρίτοι κατεφρονοῦντο καὶ μόνον εὔδαιμον ἐδόκει τὸ τυραννεῖν.
[8] ὁρῶν οὖν ὑμᾶς μὲν πάντα τρόπον ἀδικουμένους, Κριτίαν δὲ ἀνιάτως ἔχοντα λαβὼν ἐγχειρίδιον ὑπὸ μάλης εἰσῆλθον εἰς τὸ δωμάτιον οὗ τὰς πονηρὰς βουλὰς ἐβούλευε καὶ τοῖς μὲν ὀφθαλμοῖς ἐκεῖνον, τῇ γνώμῃ δὲ τὸν δῆμον ὁρῶν, τὸν μὲν μισήσας ὧν ἔδρα, τὸν δὲ ἐλεήσας ὧν ἔπασχε προὔθηκα τὰ πρὸς ὑμᾶς τῶν πρὸς τὴν φύσιν δικαίων καὶ γίγνομαι γέρων οὐκ ἀγεννὴς ὑπὲρ νόμων ἀνῃρημένων καὶ περιερρύη τῇδε τῇ δεξιᾷ τὸ αἷμα τοῦ Κριτίου καὶ δι' ἑνὸς παραδόξου φόνου καὶ οἷον οὐδεὶς ἂν ἕτερος ἔχοι λέγειν πάντα πᾶσιν ἀποδέδοται, βουλευταὶ βουλευτηρίῳ, δικασταὶ δικαστηρίοις, ταῖς ἀρχαῖς οἱ ἄρχοντες, ὁ δῆμος τῇ πνυκί, οἱ φυγάδες τῇ πόλει. δέομαι τοίνυν ἀποδοθῆναι καὶ Κριτίαν τῇ γῇ οὐχ ὡς οὐ πονηρόν, ἀλλ' ὡς χρηστοῦ πατρός.
[9] Ἀλλὰ καινά, φησίν, αἰτεῖς καὶ ὑπερβαίνων ἃ λαβεῖν ἔξεστιν ἃ μὴ δίδωσιν ὁ νόμος ζητεῖς ἔχειν. ἐγὼ δὲ οἶδα μὲν καινὰ ζητῶν, οἶδα δὲ καὶ ἐπὶ καινοῖς τοῦτο ποιῶν. τί οὖν θαυμαστὸν καινὴν λαβόντας χάριν καινὴν δοῦναι δωρεάν; ἢ ταῦτα τῶν εἰωθότων σφαγέα τυράννου παιδὸς ἀναφανῆναι πατέρα; ἔχεις εἰπεῖν μοι παρελθὼν πολλὰ παραδείγματα ταύτης τῆς πράξεως ἀπὸ τῆς Ἑλλάδος ταύτης; ἀλλ' ἐξ Ἰταλίας; ἀλλ' ἐκ Σικελίας; ἀλλ' ἀπὸ Σκυθῶν; ἀλλ' ἀπὸ Θρᾳκῶν; ἀλλ' ἀπὸ τῆς Ἀσίας;
[10] οὐ πανταχοῦ τῶν τὰς τυραννίδας ἁρπαζόντων οἱ γονεῖς κοινωνοὶ μὲν γίγνονται τῆς ἐξουσίας, ἄγρυπνοι δὲ διατελοῦσιν ἐπεγείροντες τοὺς φύλακας καὶ δι' ὅσων ἔχουσι τειχίζοντες τὴν δυναστείαν, ὑποπτεύοντες, δεδιότες, τρέμοντες, ὅπως μηδεὶς αὑτοὺς ἀφαιρήσεται τὰ παρόντα σκοποῦντες; ἀλλ' ἐγὼ τἀναντία, τυραννοῦντος μὲν ἔστενον, ηὐχόμην δὲ τὸν κτενοῦντα φανῆναι, πάντων δὲ ἐπτηχότων οὗτος ἐκεῖνος ἐγιγνόμην.
[11] καὶ νῦν περιεστᾶσι καὶ ξένοι καὶ πολῖται τὸν νεκρὸν καὶ ὁ ἐπιστάμενος πρὸς τὸν οὐκ εἰδότα λέγει· τοῦτον ἀπέκτεινεν ὁ πατὴρ καὶ τοῦ τὸν παῖδα ἔχειν κρεῖττον ἡγήσατο τὴν πόλιν ἔχειν τὴν αὑτῆς πολιτείαν. ἆρά τῳ δοκῶ δεινόν τι ποιεῖν καινῆς ἐπὶ τοιούτοις μεμνημένος τῆς χάριτος;
[12] ἐπέδωκεν Ἐρεχθεὺς τὴν παῖδα τοῦ θεοῦ κελεύοντος. οὐ γὰρ ἦν αὐτῷ διαφυγεῖν τὴν ἀπὸ τῶν λογίων ἀνάγκην, ἢ πάντες ἂν ἧκον ἐπ' αὐτὸν ὡς ἂν Εὐμόλπῳ προδιδόντα τὴν πόλιν. ταὐτὰ καὶ περὶ Κόδρου λέγειν ἔχοι τις ἄν. καὶ γὰρ οὗτος τῷ θεῷ πειθόμενος ἀπέθνησκεν ἀρχὴν καὶ τιμὰς ἐντεῦθεν τοῖς παισὶ καταλιπὼν καὶ ἅμα ᾔδει πρῶτος ἀπολούμενος τῶν πολεμίων κρατησάντων. τὴν οὖν ἀναγκαίαν τελευτὴν εἰς σχῆμα μεθίστη βέλτιον.
[13] ἐμὲ δὲ οὔτε ὁ Πύθιος ὥπλισεν ἐπὶ Κριτίαν οὔτε φόβος ὡς ἐπ' ἐμὲ τρέψοιτο τελευτῶν ὁ παῖς. οὐδεὶς δ' ἄν με καὶ φονέα τοῦ παιδὸς ἠξίωσε γενέσθαι, τὸ γὰρ ἀλγεῖν με τοῖς ὑπ' ἐκείνου πραττομένοις ἀποχρῶν ἐνομίζετο, ὑμῶν μὲν οὐδείς, αὐτὸς δὲ ἐμαυτὸν ἀπῄτησα τὸν φόνον.
[14] καὶ γέγονε καὶ τοῦτ' ἀφορμὴ τοῖς βουλομένοις ὑμᾶς ἐγκωμιάζειν. νῦν μὲν γὰρ ὁ Κυναίγειρος καὶ ὁ Καλλίμαχος καὶ ὁ Λεὼς καὶ ὧν ἐμεμνήμην ἄρτι κοσμοῦσιν ἐν τοῖς λόγοις τὴν πόλιν, ἥξει δέ, ὡς εἰκός, εἰς τοὺς ἐπαίνους καὶ τὸ παρ' ἡμῶν πεπραγμένον, ὅτι οὕτω τις ἀνὴρ Ἀθηναῖος ἐγένετο φιλαθηναιότατος ὥστ' ἐξὸν αὐτῷ μετὰ τοῦ παιδὸς τυραννεῖν αὐτὸς τὸν αὑτοῦ διέφθειρεν, ἵν' ὁ δῆμος κρατῇ. ἆρ' ἄξιον ῥητόρων με δεινότητος ἡττηθέντα ἀπελθεῖν δι' ὃν αὐτοῖς ἔξεστι τοῖς ῥήτορσιν ἐπὶ τοῦ βήματος λέγειν;
[15] Ἕτερα, φησί, λάμβανε. καὶ τίς ἂν πρέποι Καλλαίσχρῳ μετὰ τοιοῦτον ἔργον δωρεὰ πλὴν ταυτησί; στέφανον λάβω καὶ κηρυχθῶ λαβὼν ἐφ' ἅπερ ἔλαβον, ὦ Ἀθηναῖοι, ξίφος; ἀλλ' ἐν πρυτανείῳ σίτησιν συνειδώς μου τῇ χειρὶ ταῦτα ἃ σύνοιδα; ἀλλὰ πλέθρα γῆς; δεῖ γὰρ ἔτι μοι μέλειν οὐσίας. μία λέλειπται δωρεά, μόνη μία ταχέως ἀφανισθῆναί μοι τὸν νεκρόν, ὃν ὑμεῖς μὲν εἰκότως μισεῖτε, ἐγὼ δὲ μὴ οἰκτείρειν οὐκ ἔχω.
[16] καίτοι τὸ ξίφος γε ἐπ' αὐτὸν λαμβάνων οὐχ οὕτω διεκείμην, ἀλλ' ὡς οὐκ ἄταφον ἐκρίψων μόνον, ἀλλὰ καὶ κατακόψων τὸ σῶμα καὶ πᾶσαν αἰκίαν αἰκιούμενος, τοσοῦτος ἦν ὁ θυμός· ἐπεὶ δὲ ἔπληξα καὶ κατήνεγκα κεὶ ὁ μὲν τύραννος ἐπέπαυτο, τὸ σῶμα δὲ ἔκειτο, κατὰ μικρὸν εἰς τὸ πατὴρ εἶναι τοῦ πεσόντος ἐπανηρχόμην. ἡ μὲν γὰρ ὕβρις ἣν ὕβριζεν ἀντὶ πατρὸς ἐποίει με δυσμενῆ, ἡ τελευτὴ δὲ ἀντὶ πολεμίου πατέρα.
[17] καὶ νῦν πάντα εἰσέρχεται τὴν ψυχὴν ὧν οὐδὲν τότε, ὅτι τοῦτον μέντοι τὸν ἀπεσφαγμένον ἐγὼ καὶ ἔσπειρα καὶ ἐγέννησα καὶ ἔθρεψα καὶ εἰς φράτορας εἰσήγαγον καὶ εἰς δημότας ἐνέγραψα καὶ παῖδα προσεῖπον καὶ πρὸ τῆς μανίας ἐπῄνεσα πολλάκις. οὐδὲν γὰρ ἔτι με τῶν τότε παροξυνόντων κινεῖ. οὐκέτι τυραννεῖ Κριτίας, οὐκέτι τρέφει δορυφόρους, οὐκέτι φρουρὰν μεταπέμπεται καθ' ὑμῶν καὶ τῶν νόμων, οὐκέτι δακρύων ἐμπίπλησι τὴν πόλιν.
[18] οἴχεται τὸ ταῦτα ποιοῦν, τὸ δὲ ἀναίσθητον ἔρριπται αἰσθανόμενον οὐδὲν τῶν ποιουμένων, κἂν πάνυ πολλοὶ τῶν ὑπ' αὐτοῦ τι πεπονθότων ἐνάλλωνται τῷ σώματι καὶ περιέλκωσι καὶ παίωσι. τοῦτο δή με τὸ σῶμα τὸ μηδενὸς αἰσθανόμενον ἕλκει καὶ κάμπτει καὶ πάσχειν τι πρὸς αὑτὸ ποιεῖ καὶ οὐκ ἐᾷ τὸν ἔμπροσθεν ἐκεῖνον εἶναι, οὐδὲ εἰ σφόδρα βουλοίμην, πείσαιμ' ἂν ἐμαυτὸν ὡς οὐκ ἐξ ἐμοῦ γεγέννηται. ἕως δ' ἂν τοῦτο μὴ δύνωμαι, πᾶσα ἀνάγκη πάσχειν τι πρὸς τὸν νεκρόν.
[19] ἤδη τις ἀπεκήρυξε τὸν υἱόν, ἀλλ' ὁ πολλὰ καταβοήσας, ὁ κρίνας, ὁ διώξας, ὁ πεποιηκὼς ἀλλότριον, ὁ λιμώττοντα περιορῶν, ὁ νοσοῦντος ἀμελῶν, ὁ μηδὲ θνήσκοντι σπεισάμενος πρὸς τεθνεῶτα διηλλάγη καὶ προσῆλθε καὶ ἥψατο καὶ δάκρυσιν ἐτίμησε καὶ πατρῴων μετέδωκεν ἠρίων καὶ οὐδεὶς ἐμέμψατο, εἰ πρὸς τὴν ἐν τῇ ψυχῇ κακίαν χαλεπήνας πρὸς τὸ μὴ δεχόμενον ἔγκλημα μετεβάλετο.
[20] Ἀνάσχεσθε δὴ κἀμοῦ μεταβαλλομένου καὶ χωρίζοντος ἀπὸ τῶν αἰτιῶν τὸν νεκρόν. εἰ μὲν γὰρ δύνασθέ με ποιῆσαι μὴ γεγονέναι πατέρα Κριτίου, ποιήσατε καὶ οὐδὲν ἀκούσεσθε τοιοῦτον· εἰ δ' ἐκεῖνο ἄλυτον καὶ οὐδὲ θεῶν τῳ δυνατόν, ἐνέγκατε τὰ τῆς φύσεως, πρὸς θεῶν, ἧς τὴν ἰσχὺν ἀκριβέστερον ἴδοι τις ἂν ἐν τοῖς θηρίοις. τὰ γὰρ ἄγρια καὶ ἀνήμερα καὶ λογισμὸν οὐκ ἔχοντα καὶ προαποθνήσκει τῶν ἐγγόνων καὶ τεθνεῶτα θρηνεῖ. τί οὖν παράλογον ἄνδρα Ἀθηναῖον τῶν χρηστοτέρων ἴσως εἶναι δοκοῦντα τὸ τῶν θηρίων παθεῖν;
[21] εἰ δὲ τοῦτο μὲν οὐκ ᾔτουν, ἕτερον δέ τι, καὶ λαβὼν ἀπηρχόμην, εἶτά μοί τις ἐντυχὼν συγγενὴς ἢ δημότης ἢ ἄλλος πρεσβύτης ἄνθρωπος πατὴρ τοσοῦτον ἤρετο· Κάλλαισχρε, σοὶ διδόντων Ἀθηναίων ὅ τι ἐθέλεις αἰτεῖν ᾔτεις τι πρὸ τοῦ Κριτίου νεκροῦ καὶ νῦν ἀπέρχῃ χρυσίον παρὰ τοῦ δήμου φέρων οὐ τεθαμμένου τοῦ σώματος ἐξὸν δι' ἀμφοῖν εὐδοκιμεῖν, καὶ οἷς ἔκτεινας καὶ οἷς ἔθαψας; ἢ τοῦτο ἔδεισας μὴ σὺ μὲν ἐπαγγείλῃς, οἱ δὲ οὐ δῶσιν; οὐκ οἶσθα τὸν τῆς πόλεως τρόπον, πῶς οὐκ ἂν ἐπὶ τούτοις, ὦ Ἀθηναῖοι, κατέδυν;
[22] οὐδὲ γὰρ ὡς οὔκ ἐστε φιλάνθρωποι καὶ πρὸς ἔλεον ἕτοιμοι, λέγειν ἂν εἶχον, οἵ γε ὑπὲρ μὲν ἀλλοτρίων νεκρῶν πόλεμον ἤρασθε πρὸς Θηβαίους μεγάλους ἐξ αὐτῶν ὧν ἐνίκησαν ἤδη γεγενημένους, τοὺς δ' ἐν Μαραθῶνι τῶν βαρβάρων ὑμῖν μαχεσαμένους ἐθάψατε τοὺς μετ' Ἐρετριέων ἐπιθυμοῦντας καὶ Ναξίων εἰς Σοῦσα καὶ τὰς Ἀθήνας μετενεγκεῖν, τὴν αὐτὴν δὲ γνώμην καὶ περὶ Ἀμαζόνας ἐσχήκατε. τὸ δὲ ἔτι μεῖζον, ἅλωσις μὲν πόλεως ἐν δράματι θρηνοῦντα τὸν δῆμον ἔδειξεν. Αἴας δὲ ἀποστερούμενος παρὰ τῷ Σοφοκλεῖ ταφῆς ταὐτὰ ποιεῖ. καὶ μακρὸν ἅπαντα καταλέγειν ἃ τῆς ὑμετέρας, ὦ Ἀθηναῖοι, φιλανθρωπίας ἐστὶν ἐπιδείγματα.
[23] τὸ οὖν ἐμὲ ταῦτα εἰδότα καὶ ὅτι γε τούτοις μᾶλλον ἢ τῷ πλήθει φιλοτιμεῖσθε τῶν τροπαίων μὴ τολμῆσαι λόγους ἀξίους τῶν ὑμετέρων ἠθῶν πρὸς ὑμᾶς εἰπεῖν τίνα ἂν εἶχε λόγον; ἀδικοῦντος γὰρ ἂν ἦν τοῦτό γε τὴν πόλιν τὸ μὴ οἴεσθαι χάριτος οὕτως ἐπιεικοῦς τεύξεσθαι, καὶ ἦσαν ἂν οἳ δικαίως ἐπετίμων, εἰ μὴ ἔσχον ἐλπίδας καὶ νῦν αὐτὸν αὑτῷ τὸν δῆμον ὅμοιον ἔσεσθαι.
[24] ἔτι τοίνυν τὸ μὲν ἀξιοῦν θάπτειν πατρός ἐστιν εὐνοίᾳ τῇ πρὸς ὑμᾶς ἐπὶ τὸν υἱὸν ἥκοντος, τὸ δὲ ἀμελεῖν τοῦ σώματος διαβάλλοντος τὸν φόνον ὡς ἀπὸ μίσους τοῦ πρὸς ἐκεῖνον πεπραγμένον. εἰ γὰρ ἐγὼ νῦν ἐπ' ἄλλοις ἦν καὶ περὶ ἕτερα τὴν σπουδὴν ἐποιούμην οὐδὲν τοῦ κειμένου προνοῶν, τίς οὐκ ἂν εἶπε δικαίως; τῇ πόλει μικρὰ κεχάρισται Κάλλαισχρος, μᾶλλον δὲ οὐδ' ὁτιοῦν, εἰ χρὴ τῇ γνώμῃ τὰ τοιαῦτα κρίνεσθαι. οὐχ ὁρᾷς ὡς βραχὺς αὐτῷ τοῦ νεκροῦ λόγος; ὁ δὲ εἰς ἡδονὰς ἀφῆκεν αὑτόν. πάλαι, ὡς ἔοικεν, οὗτος ἐπιβουλεύων ἀποκτεῖναι Κριτίαν ὀψὲ δεδύνηται. τούτων με, ὦ Ἀθηναῖοι, ῥύσασθε τῶν λόγων καὶ δότε ἀνθρώπῳ μὴ λίαν φαύλῳ περιστεῖλαι τὰς ἑαυτοῦ συμφοράς.
[25] Νόμον οὖν, φησίν, εὖ ἔχοντα σοὶ χαριζόμενοι λύσομεν; μηδαμῶς. ἀλλ' ἔστω μὲν ὁ νόμος κύριος κατὰ τῶν ἢ ὑπὸ δούλου τινὸς ἢ τῶν δορυφορούντων ἢ κόλακος ἢ καὶ γυναικὸς τὴν πληγὴν δεξαμένων, καὶ γὰρ ὑπὸ τῶν τοιούτων γίγνονται πληγαὶ πολλάκις ἀμελουμένων, πατρὶ δὲ θάπτειν ἐπιτρεπέτω τὴν προσηγορίαν τοῦ κτείναντος αἰσχυνθείς.
[26] δοκεῖ δ' ἔμοιγε κἂν αὐτὸς ὁ νομοθέτης, εἴ τις αὐτῷ προεῖπε θεῶν ὅτι ἔσται τις πατὴρ οὕτω δημοτικὸς καὶ πάντα ὕστερα τῆς ἐλευθερίας ἄγων, ὥστ' αὐτὸς ἐκκόψαι παῖδα τύραννον, προσγράψαι ἄν· τῷ τοιούτῳ δὲ ἐξέστω καὶ θάπτειν. οὐ γὰρ δὴ σοφίᾳ γε τῶν ἄλλων διαφέρων καὶ κατὰ τοῦτο νομοθετεῖν ἠξιωμένος ἠγνόησεν ἂν ὡς ἁμιλλᾶσθαι δεῖ τοὺς εὖ παθόντας τῇ τιμῇ πρὸς τὴν τόλμαν τῶν πεποιηκότων καὶ τὸν πλέον τι τῶν ἄλλων δεδρακότα πλέον τι τῶν ἄλλων ἔχοντα ἀποπέμπειν.
[27]
καὶ νῦν ὅπερ οὐκ ἐλπίσας ἐκεῖνος οὐ προσέθηκεν, εἰ τοῦθ' ὑμεῖς ἑωρακότες προσγράψετε, πῶς ἀδικήσετε; τούς τε γὰρ πατέρας οὕτως ἂν μᾶλλον ἐπὶ παῖδας παρακαλέσαιτε τυράννους, εἰ γνοῖεν ὡς ἀποκτείναντες θάψουσι, τούς τε παῖδας εὐλαβεστέρους ποιήσαιτε τοιούτων αὐτοῖς εὐθὺς ἐγγύθεν τῶν σφαγέων ἐφεστηκότων.[28] καὶ νῦν μοι στρέφεις ἄνω καὶ κάτω τοῦ νόμου τὰς συλλαβάς, εἰ δὲ ἀκμαζούσης τῆς τυραννίδος εἶπον ἠρέμα σοι προσελθών, ὅτι ταῦτα τὰ δεινὰ δύναμαι μὲν ἐγὼ παῦσαι μόνος, εἰ δυνηθείην ἀφειδῆσαι τοῦ παιδός, δέδοικα δὲ τὰ κατὰ τῶν τοιούτων νενομοθετημένα νεκρῶν, ἆρ' οὐκ ἂν ἅπαντα ὑπισχνοῦ πᾶν ἔλαττον ὃ δώσεις οὗ λήψῃ νομίζων; εἶθ' ἃ ζητῶν ἐλευθερίαν ἔδωκας ἄν, νῦν ἔχων οὐ δώσεις, ἀλλ' ἀκριβολογήσῃ πρὸς ἄνθρωπον οὐκ ἀκριβολογησάμενον;
[29] Εἰσὶ καὶ πατράσι περὶ παίδων κείμενοι νόμοι πολὺ τούτων τῶν γεγραμμένων σεμνότεροι παρ' αὐτῆς παγέντες τῆς Φύσεως, οἳ βούλονται τοὺς γεγεννηκότας περὶ πλείονος αὑτῶν τὰ τεχθέντα ποιεῖσθαι καὶ πᾶσι τοῖς ὑπὲρ αὐτῶν ἥδεσθαι πόνοις. καὶ τί ἂν λέγοι τις γῆν ὑπὲρ τούτων σπειρομένην καὶ θάλατταν πλεομένην καὶ χρήματα ἀθροιζόμενα καὶ πόνους καὶ ἀγρυπνίας καὶ λόγους καὶ γνώμας; ἀλλ' ἢν πολέμιοι κρατήσαντες πόλεως αἵρεσιν τοῖς πατράσι διδῶσιν ἢ αὐτοὺς ἀποθνήσκειν ἢ τοὺς παῖδας ἐφορᾶν, πάντες ἂν εὐθέως ὑπὸ τὰ ξίφη τρέχοιεν. γίγνεται δὲ κἀν ταῖς ἀρρωστίαις ἴσα παρὰ τῶν θεῶν τῶν τοκέων αἰτούντων αὑτοὺς μὲν ἀπελθεῖν, ζῆν δὲ τοὺς ἐξ αὑτῶν.
[30] τούτων οὐδένα, ὅτε ἐτυραννεῖσθε, τῶν νόμων ἐζήτησα οὐδὲ ἐξέκρουσέ μου τῆς δεξιᾶς οὐδεὶς τὸ σιδήριον οὐδὲ ἐξέλυσε τὴν ὀργὴν οὐδὲ τὴν ὁρμὴν ἐκώλυσεν, οὐδέ, ἡνίκα τὴν πρώτην πληγὴν λαβὼν ἐβόα Κριτίας· μή, πάτερ, ἔστησέ μου τὴν χεῖρα τοὔνομα, ὄνομα καὶ πρὸς τὸν οὐ πατέρα μέγα δυνάμενον, εἰ ῥηθείη μόνον, ἀλλ' ἤκουσεν εὐθέως· ἀπόθνησκε. καὶ γὰρ αὐτὸς μητέρα οὖσάν σοι τὴν Ἀττικὴν ἀδικεῖς.
[31] ἀντίθες δὴ τῷ νόμῳ τοὺς νόμους καὶ παῦσαι φιλονεικῶν. καὶ γὰρ εἰ σφόδρα τις ὀργίζεται Κριτίᾳ διὰ τὴν ἄγαν ὠμότητα, [καὶ] κατ' αὐτὸ τοῦτο μᾶλλον ἂν τιμῴη τὸν τῶν τηλικούτων ἀπηλλαχότα κακῶν. τὸ γὰρ ἐκείνῳ μείζονα τὴν ὀργὴν φέρον τοῦτο καὶ τῷ κτείναντι μείζονα τὴν τιμήν.
[32] Ἀφαιρήσομεν οὖν, φησί, τῆς ὡρισμένης τιμωρίας; οὐ τιμήσετε δὲ τὸν ἀποδόντα τοὺς νόμους καὶ ταῦτα τῆς δωρεᾶς οὐ λαμπρότητα ἐχούσης, ἀλλὰ παραμυθίαν; καὶ μήν, εἰ καὶ σφόδρα ἄξιον πλέον τι τῶν τὰ ἄλλα πονηρευομένων πάσχειν τὸν τύραννον, ὥσπερ οὖν ἄξιον, ἔχει τὸ πλέον τοῦτο Κριτίας. πέπτωκεν ὑπὸ τοῦ πατρός. οὗ τί γένοιτ' ἂν ἀλγεινότερον ἢ τὸ τὸν προσδοκώμενον σύμμαχον τοῦτον εἶναι τὸν παίοντα;
[33] οὐκοῦν τοῖς μὲν ὑπ' ἄλλων ἀποθνήσκουσι δεῖ τινὰ τιμωρίαν ἐπεῖναι καὶ μετὰ τὸν θάνατον, ὁ δ' ὑπὸ τοῦ πατρὸς ἐν τῷ παρ' ἐκείνου μείζω δίκην ἔδωκε τοῦ θανάτου. καὶ πολὺ κουφότερον ὑπ' ἄλλου κατενεχθέντα μὴ τυχεῖν ταφῆς ἢ πληγέντα ὑπὸ τοῦ πατρὸς ταφῆναι. τὸ μὲν γὰρ οἶδε πάσχων, τὸ δὲ οὐδαμῶς.
[34] Ὅλως δὲ οὐχ ἵνα μὴ Κριτίας ὑβρίζηται, δέομαι, ἀλλ' ἵνα ἐγὼ μὴ παντάπασιν ἐξενεχθῶ τῶν τοῖς πατράσιν ἑστηκότων ὅρων. εἰ μὲν γὰρ ἀξιοῖ μέ τις τῇ βουλῇ προσελθόντα κωνείου τυχόντα ἀποθανεῖν καὶ τοῦτο ἐκείνη ποιήσει, βαδίζειν ἕτοιμος ἐκεῖσε καὶ χρῆσθαι τῷ φαρμάκῳ, πάντως ‹γὰρ› οἷς βαρὺ τὸ ζῆν κέρδος ὁ θάνατος· εἰ δ' οὐκ ἔσθ' ὅπως ἂν τοῦτο ἀνάσχοισθε, ἐκ τῶν ἐνόντων μοι βοηθήσατε. τί γάρ με δεήσει ποιεῖν; εἰπάτω τις ἀναστάς. παρακαθῆσθαι τῷ νεκρῷ διαφθειρομένῳ καὶ πάσχοντι πάντα ἃ ποιεῖν ὁ χρόνος πέφυκε;
[35] καὶ τίσιν ὀφθαλμοῖς ταῦτα ὄψομαι; πῶς οἴσω τοῦ μὲν σώματος ἐξελεγχομένου, κυνῶν δὲ ἤδη προσιόντων; ἀλλ' ἀπελθὼν οἴκοι καθῶμαι καὶ παρὰ τῶν ἀγγελλόντων τὰ τοιαῦτα δέχωμαι, ὡς ὄρνιθες καὶ κύνες μερίζονται τὸν νεκρὸν καὶ αὐτοῦ τὸ μὲν ἀνάλωται, τὸ δὲ ἐσθίεται; καὶ ποίοις ὠσὶ τοιούτων ἀνάσχωμαι λόγων; πῶς δ' ἂν ἁψαίμην ἐπὶ τοιούτοις τροφῆς; οὐκοῦν ἀνάγκη λιμῷ τεθνάναι. καὶ ποῦ τοῦτο ὑμῖν καλόν; ἐμοὶ μὲν γὰρ οὐ πικρόν.
[36] Δέομαι δὴ καὶ ἀντιβολῶ πρὸς παίδων, πρὸς γυναικῶν, οὕτω μηδεὶς ὑμῖν ἕτερος ἐπισταίη Κριτίας, εἴξατε, συγχωρήσατε. τοῖς μὲν τὰ δεινότατα πεπονθόσιν ἀρκείτω τὸ μηκέτι, τοῖς δὲ οὐ τηλικαῦτα τὸ μὴ δεδοικέναι. δότε μοι τὸν κείμενον ἀντὶ στεφάνου, δότε μοι τὸν υἱόν, νῦν γὰρ αὐτὸν οὕτω δύναμαι καλεῖν, ἀντὶ σιτήσεως, δότε μοι τὸν νεκρὸν ἀντὶ εἰκόνος. μισείσθω μὲν Κριτίας, ἐλεείσθω δὲ ὁ πατήρ.
[37] ἥξουσι ξένοι πολλοὶ πολλαχόθεν ἐπὶ τὰς παρ' ὑμῖν πανηγύρεις. τούτοις, ἂν μὲν θάψω, καὶ συνέσομαι καὶ διαλέξομαι καλῶς μοι καὶ τῶν προτέρων καὶ τῶν ἐπ' ἐκείνοις ἐχόντων· εἰ δ' ἔχοιεν ὁρᾶν ὀλίγα τῶν ὀστῶν Κριτίου, φεύξομαι ὡς ἔχω τάχους αἰσχυνόμενος οἷς αἰτήσας λαβεῖν οὐκ ἠδυνήθην.
[38] Τί δεδοίκατε, ὦ Ἀθηναῖοι; μὴ κύριος καταστὰς τοῦ σώματος ἐκφορὰν ποιήσωμαι περιφανῆ, κλίνην ὑψηλὴν καὶ κάλλος ἐνταφίων καὶ θρῆνον γυναικῶν, εἶτα τούτοις μέγα μνῆμα προστεθῇ; οὐκ ἔστιν. οὐχ οὕτως ἀμαθὴς ἐγὼ τῶν τοῖς ἀτυχοῦσι πρεπόντων. ἢν γὰρ δὴ νεύσητε καὶ δῶτε, δύο οἰκέτας τῆς νυκτὸς παραλαβὼν μικρᾷ γῇ καλύψω σῶμα ἄθλιον πονηρᾷ ψυχῇ δεδουλευκός, σημεῖον δὲ οὐδὲν ἐπέσται τῶν γνωριζόντων τάφους, ὥστε τὸν ἐπιστάντα μὴ ἔχειν εἰπεῖν ὅτι τοῦτο τάφος. ἀκούσεται δὲ τοῦτο κρυπτόμενος· τοῦτό σοι, Κριτία, τῆς καλῆς δυναστείας τὸ πέρας, τοῦτ' ἆθλον τῶν θαυμαστῶν ἡδονῶν. οὗτος ὁ καρπὸς τῆς πολυεύκτου τυραννίδος. ἄταφος εἶ καὶ ταφείς, ἐκ δωρεᾶς τεθαμμένος.
[39] Πρὸς δὲ τοὺς διψῶντας ἔτι τιμωρίας καὶ οὐχ ἱκανὸν νομίζοντας τὴν σφαγὴν ἐκεῖνο λέγω· δώσει Κριτίας, δώσει καὶ ταφεὶς δίκην. τούτοις μάλιστα Κωκυτοὶ καὶ Πυριφλεγέθοντες ῥέουσιν. εἰς τούτους, ὦ κακόδαιμον, ἐμπεσῇ τοὺς ποταμούς, καὶ ἃ παρὰ τῶν ποιητῶν ἀκούων οὐκ ἐβούλου προσέχειν, τὸν Τάνταλον, τὸν Σίσυφον, τὸν Ἰξίονα, τὸν Τιτυόν, ταῦτα νῦν ὡς οὐ λόγος ἄλλως ἦν, εἴσῃ καλῶς. τίς σε τότε ἐξαιτήσεται Λακεδαιμονίων; τίς σε τότε ὀνήσει Καλλίβιος ὁ τραγῳδίαν μὲν διδάσκειν αἰσχρὸν νομίζων, τυραννεῖν δὲ καλόν;