10984 481 0 9 7 0 II-III d. C. Storiografia Cassius Dio LVI Historiae Romanae Boissevain, U.P., Berlin, Weidmann, 1:1895; 2:1898; 3:1901 Rist. 1955 33

Cassius Dio - Historiae Romanae LVI

Τάδε ἔνεστιν ἐν τῷ πεντηκοστῷ ἕκτῳ τῶν Δίωνος Ῥωμαϊκῶν

α. Ὡς τοῖς τὰ τέκνα ἔχουσι καὶ μετὰ τοῦτο τοῖς ἀτέκνοις καὶ ἀγάμοις ὁ Αὔγουστος διελέχθη, καὶ ὅσα ἐπ' αὐτοῖς ὥρισεν.

β. Ὡς Κυϊντίλιος Οὐᾶρος ἡττηθεὶς ὑπὸ Κελτῶν ἀπέθανεν.

γ. Ὡς τὸ Ὁμονόειον καθιερώθη.

δ. Ὡς ἡ Λιουίας στοὰ καθιερώθη.

ε. Ὡς Αὔγουστος μετήλλαξεν.

Χρόνου πλῆθος ἔτη ἕξ, ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο

Κ. Σουλπίκιος Κ. υἱ. Καμερῖνος ὕπ. Γ. Ποππαῖος Κ. υἱ. Σαβῖνος Π. Κορνήλιος Π. υἱ. Δολοβέλλας ὕπ. Γ. Ἰούνιος ‹Γ. υἱ.› Σιλανός Μ. Αἰμίλιος Κ. υἱ. Λέπιδος ὕπ. Τ. Στατίλιος Τ. υἱ. Ταῦρος Γερμανικὸς Τι. Καίσαρος υἱ. Καῖσαρ ὕπ. Γ. Φοντέιος Γ. υἱ. Καπίτων Λ. Μουνάτιος Λ. υἱ. Πλάγκος ὕπ. Γ. Σίλιος Γ. υἱ. Καικίνα Λάργος Σέξτος Πομπήιος Σέξτου υἱ. ὕπ. Σέξτος Ἀπουλέιος Σέξτου υἱ.

[1]   καὶ ταῦτα μὲν ἄλλοι καθῄρουν, ὁ δὲ δὴ Τιβέριος ἐς τὴν Ῥώμην, μετὰ τὸν χειμῶνα ἐν ᾧ Κύιντος Σουλπίκιος καὶ Γάιος Σαβῖνος ὑπάτευσαν, ἀνεκομίσθη· καὶ αὐτῷ καὶ ὁ Αὔγουστος ἐς τὸ προάστειον ἀπαντήσας ἦλθέ τε μετ' αὐτοῦ ἐς τὰ Σέπτα, κἀνταῦθα ἀπὸ βήματος τὸν δῆμον ἠσπάσατο, καὶ μετὰ τοῦτο τά τε ἄλλα τὰ προσήκοντα ἐπὶ τοῖς τοιούτοις ἐποίησε καὶ θέας ἐπινικίους διὰ τῶν [2] ὑπάτων. ἐπειδή τε οἱ ἱππῆς πολλῇ ἐν αὐταῖς σπουδῇ τὸν νόμον τὸν περὶ τῶν μήτε γαμούντων μήτε τεκνούντων καταλυθῆναι ἠξίουν, ἤθροισεν ἐς τὴν ἀγορὰν χωρὶς μὲν τοὺς ἀγυναίους σφῶν χωρὶς δὲ τοὺς γεγαμηκότας ἢ καὶ τέκνα ἔχοντας, καὶ ἰδὼν πολὺ τούτους ἐκείνων ἐλάττους ἤλγησέ τε καὶ διελέξατο αὐτοῖς τοιάδε·

[2]

[1]    "εἰ καὶ ὀλίγοι παντάπασιν, ὥς γε πρὸς τοσοῦτον ὄγκον πόλεως εἰπεῖν, καὶ πολλῷ καταδεέστεροι τῶν ἑτέρων τῶν μηδὲν τῶν δεόντων πράττειν ἐθελόντων ἐστέ, ἀλλ' ἔγωγε καὶ κατ' αὐτὸ τοῦτο μᾶλλον ὑμᾶς ἐπαινῶ καὶ πολλὴν χάριν ὑμῖν ἔχω, ὅτι καὶ ἐπείσθητε καὶ [2] τὴν πατρίδα συμπληθύετε. ἐκ γὰρ τῶν οὕτω βιούντων παμπληθεῖς οἱ μετὰ ταῦτα Ῥωμαῖοι γενήσονται· καὶ γὰρ τὸ κατ' ἀρχὰς καὶ πάνυ βραχεῖς ὄντες, ἔπειτα γάμων ἐπιμεληθέντες καὶ τέκνα ποιησάμενοι πάντας ἀνθρώπους οὐκ εὐανδρίᾳ μόνον ἀλλὰ καὶ πολυανθρωπίᾳ [3] ὑπερέφυμεν. ὧν χρὴ μεμνημένους τὸ θνητὸν τῆς φύσεως ἡμῶν ἀιδίῳ διαδοχῇ γενῶν ὥσπερ τινῶν λαμπαδίων παραμυθεῖσθαι, ἵν' ἐν ᾧ μόνῳ τῆς θείας εὐδαιμονίας ἡττώμεθα, τοῦτ' [4] ἐξ ἀλλήλων ἀθάνατον καθιστώμεθα. διὰ γὰρ τοῦτο καὶ τὰ μάλιστα ὁ πρῶτος καὶ μέγιστος ἐκεῖνος θεός, ὁ τεκτηνάμενος ἡμᾶς, διχῇ τε διεῖλε τὸ θνητὸν γένος, καὶ τὸ μὲν ἄρρεν αὐτοῦ τὸ δὲ θῆλυ ἀποδείξας ἔρωτα καὶ ἀνάγκην σφίσι τῆς πρὸς ἀλλήλους συνουσίας ἐνέβαλε, καὶ γόνιμον τὴν ὁμιλίαν αὐτῶν ἐποίησεν, ὅπως ἐκ τῶν ἀεὶ [5] γεννωμένων ἀίδιον τρόπον τινὰ καὶ τὸ θνητὸν ἀπεργάσηται. καίτοι καὶ αὐτῶν τῶν θεῶν οἱ μὲν ἄρρενες αἱ δὲ θήλειαι νομίζονται, καὶ οἱ μὲν γεγεννηκέναι τινὰς οἱ δ' ἐκ τινῶν γεγεννῆσθαι παραδέδονται· οὕτω καὶ παρ' ἐκείνοις τοῖς μηδὲν τούτων δεομένοις καλὸν εἶναι [3] [1] δέδοκται καὶ γάμος καὶ τέκνωσις. ὥστε ὀρθῶς μὲν ἐποιήσατε τοὺς θεοὺς μιμησάμενοι, ὀρθῶς δὲ καὶ τοὺς πατέρας ζηλώσαντες, ἵν' ὥσπερ ὑμᾶς ἐκεῖνοι ἐγέννησαν, οὕτω καὶ ὑμεῖς ἄλλους τεκνώσητε, καὶ καθάπερ ἐκείνους ὑμεῖς προγόνους καὶ ἡγεῖσθε καὶ ὀνομάζετε, [2] οὕτω καὶ ὑμᾶς ἕτεροι καὶ νομίσωσι καὶ προσείπωσι, τά τε ἔργα ὅσα ἐκεῖνοι καλῶς πράξαντες ὑμῖν μετ' εὐκλείας παρέδοσαν, καὶ ὑμεῖς ἄλλοις παραδῶτε, καὶ τὰ κτήματα ὅσα αὐτοὶ κτησάμενοι κατέλιπον ὑμῖν, καὶ ὑμεῖς ἑτέροις ἐξ ὑμῶν αὐτῶν γεγονόσι καταλίπητε. [3] πῶς μὲν γὰρ οὐκ ἄριστον γυνὴ σώφρων οἰκουρὸς οἰκονόμος παιδοτρόφος ὑγιαίνοντά τε εὐφρᾶναι καὶ ἀσθενοῦντα θεραπεῦσαι, εὐτυχοῦντί τε συγγενέσθαι καὶ δυστυχοῦντα παραμυθήσασθαι, τοῦ τε νέου τὴν ἐμμανῆ φύσιν καθεῖρξαι καὶ τοῦ πρεσβυτέρου τὴν ἔξωρον [4] αὐστηρότητα κεράσαι; πῶς δ' οὐχ ἡδὺ ἀνελέσθαι τέκνον ἐξ ἀμφοῖν συμπεφυκὸς καὶ θρέψαι καὶ παιδεῦσαι, εἰκόνα μὲν τοῦ σώματος εἰκόνα δὲ καὶ τῆς ψυχῆς, ὥστε ἐν ἐκείνῳ αὐξηθέντι ἕτερον αὐτὸν [5] γενέσθαι; πῶς δ' οὐ μακαριστόν, ἀπαλλαττόμενον ἐκ τοῦ βίου, διάδοχον καὶ κληρονόμον οἰκεῖον ἐξ ἑαυτοῦ γεγονότα καὶ τοῦ γένους καὶ τῆς οὐσίας καταλιπεῖν, καὶ τῇ μὲν φύσει τῇ ἀνθρωπίνῃ διαλυθῆναι τῇ δὲ ἐκείνου διαδοχῇ ζῆσαι, καὶ μήτ' ἐπ' ἀλλοτρίοις ὥσπερ ἐν πολέμῳ γενέσθαι μήτε ἄρδην ὥστε ἐν πολέμῳ γε ἀπολέσθαι; [6] καὶ ταῦτα μὲν τὰ κέρδη ἴδιά που τοῖς γαμοῦσι καὶ τεκνοποιοῦσιν ὑπάρχει· τῷ δὲ δὴ κοινῷ, οὗπερ ἕνεκα καὶ παρὰ γνώμην πολλὰ ποιεῖν ὀφείλομεν, πῶς μὲν οὐ καλὸν πῶς δ' οὐκ ἀναγκαῖον, εἴπερ [7] αἵ τε πόλεις καὶ οἱ δῆμοι ἔσονται, καὶ ὑμεῖς τε ἑτέρων ἄρξετε καὶ οἱ ἄλλοι ὑμῖν ὑπακούσουσι, πολυπληθία ἔν τε εἰρήνῃ γῆν ἐργάσασθαι καὶ ναυτιλίας ναυτίλασθαι τέχνας τε ἀσκῆσαι καὶ δημιουργίας ἐπιτηδεῦσαι, καὶ ἐν πολέμῳ τά τε ὄντα προθυμότερον διὰ τὰ γένη σῶσαι καὶ ἀντὶ τῶν ἀπολλυμένων ἑτέρους ἀντικαταστῆσαι; [8] ὑμᾶς μὲν οὖν, ὦ ἄνδρες, (μόνοι γὰρ ‹ἂν› ἄνδρες δικαίως ὀνομάζοισθε), καὶ ὦ πατέρες, (καὶ γὰρ ταύτην ἄξιοι τὴν ἐπωνυμίαν ὁμοίως ἐμοὶ ἔχειν ἐστέ) καὶ φιλῶ διὰ ταῦτα καὶ ἐπαινῶ, καὶ τούτοις τε οἷς ἔθηκα ἄθλοις ἀγάλλω, καὶ προσέτι καὶ ἄλλαις καὶ τιμαῖς καὶ ἀρχαῖς ἐπιγαυρώσω, ὥστ' αὐτούς τε μεγάλα καρπώσασθαι καὶ τοῖς [9] παισὶ μὴ ἐλάττω καταλιπεῖν. μεταβήσομαι δὲ δὴ καὶ ἐπὶ τοὺς ἄλλους τοὺς οὔτε τι τῶν ὁμοίων ὑμῖν πεποιηκότας καὶ πάντων διὰ τοῦτο τῶν ἐναντίων τευξομένους, ἵνα μὴ μόνον ἐκ τῶν λόγων ἀλλὰ καὶ ἐκ τῶν ἔργων ἔτι καὶ μᾶλλον καταμάθητε ὅσον αὐτῶν διαφέρετε."

[4]

[1]    ταῦτ' εἰπών, καὶ τὰ μὲν παραχρῆμα δούς τισιν αὐτῶν τὰ δ' ὑποσχόμενος, μετῆλθέ τε πρὸς τοὺς ἑτέρους καὶ ἔλεξε καὶ ἐκείνοις τάδε·

[2]    "θαυμαστὸν μέν τι πέπονθα, ὦ τί ἂν ὀνομάσαιμι ὑμᾶς; ἄνδρας; ἀλλ' οὐδὲν ἀνδρῶν ἔργον παρέχεσθε. πολίτας; ἀλλ' ὅσον ἐφ' ὑμῖν, ἡ πόλις ἀπόλλυται. Ῥωμαίους; ἀλλ' ἐπιχειρεῖτε τὸ ὄνομα τοῦτο καταλῦσαι. οὐ μὴν ἀλλ' ἔγωγε, οἵτινές ποτέ ἐστε καὶ ὁτιδήποτε χαίρετε ὀνομαζόμενοι, παράδοξον μέν τι πάθος πέπονθα.

[3] ὑπὲρ γὰρ τῆς πολυανθρωπίας ὑμῶν ἀεί τε πάντα ποιῶν καὶ νῦν ἐπιτιμήσειν ὑμῖν μέλλων, ἀηδῶς ὑμᾶς ὁρῶ πολλοὺς ὄντας, καὶ μᾶλλον ἂν ἠβουλόμην τοσούτους μὲν τοὺς ἑτέρους ἐκείνους, οἷς προδιείλεγμαι, εἶναι, [ἢ] ὅσοι ὑμεῖς ὁρᾶσθε, ὑμᾶς δὲ δὴ μάλιστα μὲν σὺν [4] ἐκείνοις τετάχθαι, εἰ δὲ μή, μηδὲ εἶναι· οἵτινες οὔτε τῆς τῶν θεῶν προνοίας οὔτε τῆς τῶν προπατόρων ἐπιμελείας ἐνθυμηθέντες ἐπιθυμεῖτε πᾶν μὲν τὸ γένος ἡμῶν ἀφανίσαι καὶ θνητὸν ὄντως ποιῆσαι, πᾶν δὲ τὸ Ῥωμαίων ἔθνος φθεῖραι καὶ παῦσαι. τί μὲν γὰρ ἂν ὑπολειφθείη σπέρμα ἀνθρώπινον, ἂν τὰ αὐτὰ ὑμῖν καὶ οἱ ἄλλοι πάντες πράξωσιν; ὧν ἀρχηγοὶ γεγονότες εὐλόγως ἂν τὴν αἰτίαν τῆς [5] πανωλεθρίας ἔχοιτε. πῶς δ' οὐ, κἂν μηδένες ἄλλοι ζηλώσωσιν ὑμᾶς, εἰκότως ἂν καὶ δι' αὐτὸ τοῦτο μισοῖσθε, ὅτι παρορᾶτέ τε ἃ μηδεὶς ἂν ἄλλος παρίδοι καὶ ἀμελεῖτε ὧν οὐδεὶς ‹ἂν› ἄλλος ἀμελήσειε, καὶ νόμους καὶ ἐπιτηδεύματα τοιαῦτα ἐσφέρετε ἃ ζηλώσαντες [6] μὲν πάντες ἂν ἀπόλοιντο, μισήσαντες δ' ὑμᾶς ἂν δικαιώσειαν. οὐδὲ γὰρ οὐδὲ τῶν φονέων φειδόμεθα ὅτι μὴ πάντες φονεύουσιν, οὐδὲ τοὺς ἱεροσύλους ἀφίεμεν ὅτι μὴ πάντες ἱεροσυλοῦσιν, ἀλλ' ὅστις ἂν τῶν ἀπειρημένων τι πράττων ἁλῷ, καὶ ὑπὲρ αὐτοῦ τούτου κολάζεται, ὅτι μόνος ἢ καὶ μετ' ὀλίγων ποιεῖ τι τοιοῦτον ὃ μηδεὶς [5] [1] ἕτερος. καίτοι κἂν τὰ μέγιστά τις ἀδικήματα ὀνομάσῃ, οὐδέν ἐστι τἆλλα πρὸς τοῦτο τὸ νῦν ὑφ' ὑμῶν γιγνόμενον, οὐχ ὅτι ἓν πρὸς ἓν ἐξεταζόμενα, ἀλλ' οὐδὲ ὁμοῦ πάντα πρὸς τοῦτο τὸ ἓν παραβαλλόμενα. καὶ γὰρ μιαιφονεῖτε, μηδὲ τεκνοῦντες ἀρχὴν τοὺς ἐξ ὑμῶν γεννηθῆναι [2] ὀφείλοντας, καὶ ἀνοσιουργεῖτε, τά τε ὀνόματα καὶ τὰς τιμὰς τῶν προγόνων παύοντες, καὶ ἀσεβεῖτε, τά τε γένη ὑμῶν τὰ καταδειχθέντα ὑπὸ τῶν θεῶν ἀφανίζοντες, καὶ τὸ μέγιστον τῶν ἀναθημάτων αὐτῶν, τὴν ἀνθρωπίνην φύσιν, ἀπολλύντες, τά τε ἱερὰ [3] διὰ τούτου καὶ τοὺς ναοὺς αὐτῶν ἀνατρέποντες. καὶ μέντοι καὶ τὴν πολιτείαν καταλύετε, μὴ πειθόμενοι τοῖς νόμοις, καὶ τὴν πατρίδα προδίδοτε, στερίφην τε αὐτὴν καὶ ἄγονον ἀπεργαζόμενοι, μᾶλλον δὲ ἄρδην κατασκάπτετε, ἔρημον τῶν οἰκησόντων ποιοῦντες· ἄνθρωποι γάρ που πόλις ἐστίν, ἀλλ' οὐκ οἰκίαι οὐδὲ στοαὶ οὐδ' ἀγοραὶ ἀνδρῶν [4] κεναί. ἐνθυμήθητε οὖν, τίνα μὲν οὐκ ἂν ὀργὴν ὁ Ῥωμύλος ἐκεῖνος ὁ ἀρχηγέτης ἡμῶν δικαίως λάβοι, λογισάμενος τά τε καθ' ἑαυτόν, ὅθεν ἐγεννήθη, καὶ τὰ ὑμέτερα, ὅτι οὐδὲ ἐκ νομίμων γάμων [5] παιδοποιεῖσθαι ἐθέλετε· τίνα δ' οὐκ ἂν οἱ μετ' αὐτοῦ Ῥωμαῖοι, ἐννοήσαντες ὅτι αὐτοὶ μὲν καὶ τὰς ἀλλοτρίας κόρας ἥρπασαν, ὑμεῖς δὲ οὐδὲ τὰς οἰκείας ἀγαπᾶτε, καὶ οἱ μὲν καὶ ἐκ τῶν πολεμίων ἐπαιδοποιήσαντο, ὑμεῖς δὲ οὐδὲ ἐκ τῶν πολιτίδων τεκνοῦτε· τίνα ὁ Κούρτιος ὁ καὶ ἀποθανεῖν ὑπομείνας, ἵνα μὴ στερηθῶσι τῶν γυναικῶν οἱ γεγαμηκότες· τίνα Ἐρσιλία ἡ καὶ τῇ θυγατρὶ ἀκολουθήσασα [6] καὶ τὰ γαμικὰ πάνθ' ἡμῖν καταδείξασα. ἀλλ' οἱ μὲν πατέρες ἡμῶν καὶ ἐπολέμησαν πρὸς Σαβίνους ὑπὲρ τῶν γάμων, καὶ κατελύσαντο τῶν τε γυναικῶν αὐτῶν καὶ τῶν τέκνων συναλλαξάντων σφᾶς, ὅρκους τε ἐπὶ τούτοις ἐπήγαγον καὶ συνθήκας τινὰς ἐποιήσαντο· [7] ὑμεῖς δὲ καὶ ἐκεῖνα πάντα συγχεῖτε. διὰ τί; ἢ ἵνα καὶ αὐτοὶ ἀεὶ ἄγυνοι ἦτε, ὥσπερ αἱ ἱέρειαι αἱ ἀειπαρθένοι ἄνανδροί εἰσιν; οὐκοῦν καὶ κολάζεσθε, ἂν ἀσελγαίνητέ τι, ὥσπερ καὶ ἐκεῖναι.

[6]

[1]    πικρῶς εὖ οἶδ' ὅτι καὶ τραχέως δοκῶ ὑμῖν διαλέγεσθαι. ἀλλὰ πρῶτον μὲν λογίσασθε ὅτι καὶ οἱ ἰατροὶ συχνοὺς καὶ καίοντες καὶ τέμνοντες, ὅταν μὴ δύνωνται ἄλλως πως ὑγιεῖς γενέσθαι, θεραπεύουσιν, [2] ἔπειτα δὲ ὅτι οὔτε ἑκὼν οὔθ' ἡδέως αὐτὰ λέγω, ὥστε ἐγὼ μὲν καὶ αὐτὸ τοῦθ' ὑμῖν ἐγκαλῶ ὅτι με ἐς τούτους τοὺς λόγους προηγάγετε, ὑμεῖς δ' εἴπερ ἄχθεσθε τοῖς εἰρημένοις, μὴ ποιεῖτε ταῦτα ἐφ' οἷς ἀναγκαίως κακῶς ἀκούετε. εἰ γὰρ δὴ δάκνει τινὰς ὑμῶν τὰ ὑπ' ἐμοῦ λεγόμενα, πῶς οὐ πολὺ μᾶλλον καὶ ἐμὲ καὶ τοὺς [3] ἄλλους Ῥωμαίους πάντας τὰ ὑφ' ὑμῶν ποιούμενα; οὐκοῦν εἴπερ ὡς ἀληθῶς ἀσχάλλετε, μεταβάλεσθε, ἵνα καὶ ἐπαινέσω ὑμᾶς καὶ διαμείψωμαι. ὅτι γὰρ οὔτε τῇ φύσει χαλεπός εἰμι, πάντα τε ὅσα προσῆκον ἦν τὸν ἀγαθὸν νομοθέτην πρᾶξαι ἀνθρωπίνως προκατεστησάμην, [4] οὐδ' αὐτοὶ ἀγνοεῖτε. ἦν μὲν γὰρ οὐδὲ πρόσθεν ἐξὸν ἀμελεῖν τισι παιδοποιίας καὶ γάμων· καὶ γὰρ ἀπ' ἀρχῆς εὐθὺς ἅμα τῇ πρώτῃ τῆς πολιτείας καταστάσει ἀκριβῶς περὶ αὐτῶν ἐνομοθετήθη, καὶ μετὰ τοῦτο πολλὰ καὶ τῇ βουλῇ καὶ τῷ δήμῳ ἔδοξεν, ἃ [5] περιττὸν ἂν εἴη καταλέγειν· ἐγὼ δὲ ἐπηύξησα μὲν τὰ ἐπιτίμια τοῖς ἀπειθοῦσιν, ἵνα φόβῳ τοῦ περιπεσεῖν αὐτοῖς σωφρονίζοισθε, ἔθηκα δὲ καὶ ἆθλα τοῖς πειθαρχοῦσι τοσαῦτα καὶ τηλικαῦτα ἡλίκα καὶ ὅσα ἐπ' οὐδεμιᾷ ἄλλῃ ἀνδραγαθίᾳ δίδοται, ἵν' εἰ καὶ διὰ μηδὲν [6] ἄλλο, διά γε ταῦτα καὶ γαμεῖν καὶ παιδοποιεῖν ἀναπείθοισθε. ἀλλ' ὑμεῖς οὔτε ἐκείνων τινὸς ὀριγνηθέντες οὔτε τῶν ἐπιτιμίων τι φοβηθέντες πάντα τε αὐτὰ κατεφρονήσατε καὶ πάντα αὐτὰ ὡς οὐδὲ ἐν πόλει τινὶ οἰκοῦντες κατεπατήσατε. καὶ φατὲ μὲν τὸν εὔζωνον δὴ τοῦτον καὶ ἐλεύθερον βίον τὸν ἄγυνον καὶ ἄτεκνον ἐπανηρῆσθαι, λῃστῶν δὲ δὴ καὶ θηρίων τῶν ἀγριωτάτων οὐδὲν διαφέρετε.

[7]

[1] οὐ γὰρ [δὴ] δήπου μοναυλίᾳ χαίρετε, ἵν' ἄνευ γυναικῶν διάγητε, οὐδὲ ἔστιν ὅστις ὑμῶν ἢ σιτεῖται μόνος ἢ καθεύδει μόνος, ἀλλ' [2] ἐξουσίαν καὶ ὑβρίζειν καὶ ἀσελγαίνειν ἔχειν ἐθέλετε. καίτοι καὶ μνηστεύειν ὑμῖν ἁπαλὰς ἔτι κόρας καὶ μηδέπω γάμων ὡραίας ἐπέτρεψα, ἵνα τὸ ὄνομα τῶν μελλονυμφίων ἔχοντες οἰκωφελῶς βιῴητε, καὶ ἐξελευθέρας τοῖς γε ἔξω τοῦ βουλευτικοῦ οὖσιν ἄγεσθαι συνεχώρησα, ἵν' εἰ καί τις ἐξ ἔρωτος ἢ καὶ συνηθείας τινὸς [3] ἐς τοῦθ' ὑπαχθείη, ἐννόμως αὐτὸ ποιοίη. καὶ οὐδὲ ἐς ταῦτα μέντοι κατήπειξα ὑμᾶς, ἀλλὰ τὸ μὲν πρῶτον τρία ἔτη ὅλα πρὸς παρασκευὴν ὑμῖν ἔδωκα, τὸ δὲ δεύτερον δύο. ἀλλ' οὐδὲν οὐδ' οὕτως οὔτ' ἀπειλῶν οὔτε προτρέπων οὔτ' ἀναβαλλόμενος οὔτε δεόμενός [4] τι πεποίηκα. ὁρᾶτε γὰρ καὶ αὐτοὶ ὅσῳ πλείους τῶν γεγαμηκότων ἐστέ· οὓς ἐχρῆν ἤδη τοσούτους ἑτέρους, μᾶλλον δὲ πολλαπλασίους παῖδας ἡμῖν παρεσχηκέναι. πῶς μὲν γὰρ ἂν ἄλλως τὰ γένη διαμείνειε, πῶς δ' ἂν τὸ κοινὸν διασωθείη μήτε γαμούντων [5] ἡμῶν μήτε παιδοποιουμένων; οὐ γάρ που καὶ ἐκ τῆς γῆς προσδοκᾶτέ τινας ἀναφύσεσθαι τοὺς διαδεξομένους τά τε ὑμέτερα καὶ τὰ δημόσια, ὥσπερ οἱ μῦθοι λέγουσιν. οὐ μὴν οὐδ' ὅσιον ἢ καὶ καλῶς ἔχον ἐστὶ τὸ μὲν ἡμέτερον γένος παύσασθαι καὶ τὸ ὄνομα τὸ Ῥωμαίων ἐν ἡμῖν ἀποσβῆναι, ἄλλοις δέ τισιν ἀνθρώποις Ἕλλησιν [6] ἢ καὶ βαρβάροις τὴν πόλιν ἐκδοθῆναι. ἢ τοὺς μὲν δούλους δι' αὐτὸ τοῦτο μάλιστα ἐλευθεροῦμεν, ὅπως ὡς πλείστους ἐξ αὐτῶν πολίτας ποιώμεθα, τοῖς τε συμμάχοις τῆς πολιτείας μεταδίδομεν ὅπως πληθύωμεν· αὐτοὶ δ' ὑμεῖς οἱ ἀπ' ἀρχῆς Ῥωμαῖοι, ‹οἱ› τοὺς προγόνους ἐκείνους τοὺς Μαρκίους τοὺς Φαβίους τοὺς Κυιντίους τοὺς Οὐαλερίους τοὺς Ἰούλλους καταλέγοντες, ἐπιθυμεῖτε μεθ' ὑμῶν αὐτῶν καὶ τὰ γένη ἅμα καὶ τὰ ὀνόματα ἀπολέσαι; [8] [1] ἀλλ' ἔγωγε αἰσχύνομαι καὶ ὅτι τοιοῦτον εἰπεῖν προήχθην. παύσασθε οὖν μαινόμενοι, καὶ λογίσασθε ἤδη ποτὲ ὅτι ἀδύνατόν ἐστι, πολλῶν μὲν ἐν ταῖς νόσοις πολλῶν δὲ καὶ ἐν τοῖς πολέμοις ἑκάστοτε τελευτώντων, σωθῆναι τὴν πόλιν, ἂν μὴ τὸ πλῆθος αὐτῆς [2] ἐκ τῶν ἀεὶ ἐπιγιγνομένων ἀναπληρῶται. καὶ μηδεὶς ὑμῶν οἰέσθω με ἀγνοεῖν ὅτι ἔστι τινὰ καὶ ἐν τῷ γάμῳ καὶ ἐν τῇ τεκνοποιίᾳ καὶ δυσχερῆ καὶ λυπηρά· ἀλλ' ἐκεῖνο ἐνθυμεῖσθε, ὅτι οὐδ' ἄλλο τι ἀγαθὸν ἔχομεν ᾧ μὴ καὶ ἀνιαρόν τι παραμέμικται, καὶ τοῖς γε πλείστοις καὶ μεγίστοις αὐτῶν πλεῖστα καὶ μέγιστα συμπέφυκεν.

[3] ὥστ' εἰ ταῦτ' ἐκκλίνετε, μηδὲ ἐκείνων ἐπορέγεσθε. πᾶσι γὰρ ὡς εἰπεῖν τοῖς ἀρετὴν καὶ ἡδονήν τινα εἰλικρινῆ ἔχουσι καὶ προπονεῖν καὶ συμπονεῖν καὶ ἐπιπονεῖν χρή· τί γὰρ δεῖ καθ' ἕκαστον αὐτῶν ἐπεξιόντα μακρηγορεῖν; οὐκοῦν εἰ καὶ ἐν τῷ γῆμαι καὶ ἐν τῷ τεκνῶσαι ἀνιαρά τινα ἔνεστιν, ἀντιλογίζεσθε καὶ τὰ [4] ἀμείνονα, καὶ πλείω τε καὶ ἀναγκαιότερα αὐτὰ εὑρήσετε. πρὸς γὰρ δὴ τοῖς ἄλλοις ἀγαθοῖς τοῖς φύσει προσοῦσιν αὐτοῖς καὶ τὰ παρὰ τῶν νόμων ἆθλα, ὧν πολλοστὸν μέρος καὶ ἀποθνήσκειν συχνοὺς ἀναπείθει, πάντα ἄν τινα πειθαρχῆσαί μοι ὑπαγάγοιτο. καίτοι πῶς οὐκ αἰσχρόν, ὑπὲρ ὧν ἕτεροι καὶ ἑαυτοὺς προΐενται, ὑπὲρ τούτων ὑμᾶς μήτε γυναῖκας ἄγεσθαι μήτε τέκνα τρέφειν βούλεσθαι;

[9]

[1]    ἐγὼ μέν, ὦ ἄνδρες πολῖται (νομίζω γὰρ ὑμᾶς νῦν γε πεπεικέναι καὶ ἐν τῷ τῶν πολιτῶν ὀνόματι ἐμμεῖναι καὶ τὴν τῶν ἀνδρῶν τῶν τε πατέρων προσηγορίαν προσλαβεῖν), ταῦθ' ὑμῖν ἐπετίμησα ἀηδῶς μὲν ἀναγκαίως δέ, οὐχ ὡς ἐχθρὸς οὐδ' ὡς μισῶν ὑμᾶς, ἀλλὰ φιλῶν, καὶ ἐπιθυμῶν καὶ ἑτέρους ὁμοίους ὑμῖν πολλοὺς κτήσασθαι, [2] ἵν' ἑστίας ἐννόμους οἰκοῦντες καὶ οἰκίας πλήρεις γενῶν ἔχοντες τοῖς τε θεοῖς μετά τε τῶν γυναικῶν καὶ μετὰ τῶν παίδων προσερχώμεθα, καὶ ἀλλήλοις ὁμιλῶμεν πάντα τε ἐκ τοῦ ἴσου παραβαλλόμενοι καὶ τὰς ἐπ' αὐτοῖς ἐλπίδας ἐκ τοῦ ὁμοίου καρπούμενοι. ἢ πῶς μὲν ἂν καλῶς ἄρχοιμι ὑμῶν, ἂν ἐλάττους ὑμᾶς ἀεὶ γιγνομένους [3] ὁρῶν ἀνέχωμαι; πῶς δ' ἂν ἔτι πατὴρ ὑμῶν ὀρθῶς ὀνομαζοίμην, ἂν μὴ καὶ παῖδας τρέφητε; ὥστ' εἴπερ ὄντως τά τε ἄλλα ἀγαπᾶτέ με, καὶ ταύτην μοι τὴν προσηγορίαν οὐχ ὡς κολακεύοντες ἀλλ' ὡς τιμῶντες ἐδώκατε, ἐπιθυμήσατε καὶ ἄνδρες καὶ πατέρες γενέσθαι, ἵνα καὶ αὐτοὶ τῆς ἐπωνυμίας ταύτης μεταλάβητε καὶ ἐμὲ φερώνυμον αὐτῆς ποιήσητε."

[10]

[1]    τότε μὲν τοιαῦτα ἀμφοτέροις αὐτοῖς διελέχθη, μετὰ δὲ δὴ τοῦτο τοῖς μὲν τὰ τέκνα ἔχουσι τὰ γέρα προσεπηύξησε, τοὺς δὲ γεγαμηκότας ἀπὸ τῶν ἀγύνων τῷ τῶν ἐπιτιμίων διαφόρῳ διεχώρισε, καὶ ἐνιαυτὸν ἑκατέροις ἐς τὸ τοὺς πειθαρχήσαντάς οἱ ἐν τῷ χρόνῳ [2] τούτῳ ἀναιτίους γενέσθαι προσεπέδωκε. τῶν τε γυναικῶν τισι καὶ παρὰ τὸν Οὐοκώνειον νόμον, καθ' ὃν οὐδεμιᾷ αὐτῶν οὐδενὸς ὑπὲρ δύο ἥμισυ μυριάδας οὐσίας κληρονομεῖν ἐξῆν, συνεχώρησε τοῦτο ποιεῖν· καὶ ταῖς ἀειπαρθένοις πάνθ' ὅσαπερ αἱ τεκοῦσαι εἶχον [3] ἐχαρίσατο. κἀκ τούτου ὅ τε Πάπιος καὶ ὁ Ποππαῖος νόμος ὑπό τε Μάρκου Παπίου Μουτίλου καὶ ὑπὸ Κυίντου Ποππαίου Σεκούνδου, τῶν τότε ἐν μέρει τοῦ ἔτους ὑπατευόντων, ἐτέθησαν. καὶ συνέβη γὰρ ἀμφοτέρους σφᾶς μὴ ὅτι παῖδας, ἀλλὰ μηδὲ γυναῖκας ἔχειν· καὶ ἀπ' αὐτοῦ τούτου ἡ ἀνάγκη τοῦ νόμου κατεφωράθη.

[11]

[1]    ἐν μὲν οὖν τῇ Ῥώμῃ ταῦτ' ἐπράχθη, Γερμανικὸς δὲ ἐν τούτῳ ἄλλα τε χωρία Δελματικὰ εἷλε καὶ Σπλαῦνον, καίπερ τῇ τε φύσει ἰσχυρὸν ὂν καὶ τοῖς τείχεσιν εὖ πεφραγμένον τούς τε ἀμυνομένους παμπληθεῖς ἔχον. οὔκουν οὔτε μηχαναῖς οὔτε προσβολαῖς ἠδυνήθη [2] τι ἐξεργάσασθαι, ἀλλ' ἐκ τοιᾶσδε αὐτὸ συντυχίας ἔλαβε. Πουσίων ἱππεὺς Κελτὸς λίθον ἐς τὸ τεῖχος ἀφεὶς οὕτω τὴν ἔπαλξιν διέσεισεν ὥστε αὐτήν τε αὐτίκα πεσεῖν καὶ τὸν ἄνδρα τὸν ἐπικεκλιμένον οἱ συγκατασπάσαι. γενομένου δὲ τούτου ἐκπλαγέντες οἱ ἄλλοι καὶ φοβηθέντες τό τε τεῖχος ἐκεῖνο ἐξέλιπον καὶ ἐς τὴν ἀκρόπολιν ἀνέδραμον, καὶ μετὰ τοῦτο καὶ ταύτην καὶ ἑαυτοὺς παρέδοσαν.

[3]    ἐντεῦθεν δὲ ἐπὶ Ῥαίτινον ἐλθόντες οὐχ ὁμοίως ἀπήλλαξαν. οἱ γὰρ ἐναντίοι βιαζόμενοι τῷ πλήθει σφῶν, καὶ μὴ δυνάμενοι ἀντέχειν, πῦρ ἐθελούσιοι ἔς τε τὸν κύκλον πέριξ καὶ ἐς τὰ οἰκοδομήματα πλησίον αὐτοῦ ἐνέβαλον, μηχανησάμενοι ὅπως ὅτι μάλιστα [4] μὴ παραχρῆμα ἐκλάμψῃ ἀλλ' ἐπὶ χρόνον τινὰ διαλάθῃ. καὶ οἱ μὲν τοῦτο ποιήσαντες ἐς τὴν ἄκραν ἀνεχώρησαν· ἀγνοοῦντες δὲ οἱ Ῥωμαῖοι τὸ πεπραγμένον ἐπεσέπεσον ὡς καὶ αὐτοβοεὶ πάντα διαρπάσοντες, καὶ εἴσω τε τῆς τοῦ πυρὸς περιβολῆς ἐγένοντο, καὶ οὐ πρότερον εἶδον αὐτό, πρὸς τοὺς πολεμίους τὸν νοῦν ἔχοντες, πρὶν [5] πανταχόθεν ὑπ' αὐτοῦ περιληφθῆναι. τότε δὲ ἐν παντὶ κινδύνου ἐγένοντο, ἄνωθεν μὲν ὑπὸ τῶν ἀνθρώπων βαλλόμενοι, ἔξωθεν δὲ ὑπὸ τῆς φλογὸς κακούμενοι, καὶ μήτε κατὰ χώραν ἀσφαλῶς μεῖναι μήτε πῃ διαπεσεῖν ἀκινδύνως δυνάμενοι. εἴτε γὰρ ἔξω βέλους ἀφίσταντο, πρὸς τοῦ πυρὸς ἀναλοῦντο, εἴτ' ἀπὸ τῆς φλογὸς ἀπεπήδων, [6] πρὸς τῶν βαλλόντων ἐφθείροντο· καί τινες ἐν στενοχωρίᾳ ἀπ' ἀμφοτέρων ἅμα ἀπώλοντο, τῇ μὲν τιτρωσκόμενοι τῇ δὲ καιόμενοι. οἱ μὲν οὖν πλείους τῶν ἐσελθόντων οὕτως ἀπήλλαξαν· ὀλίγοι δέ τινες νεκροὺς ἐς αὐτὴν τὴν φλόγα ἐμβαλόντες, καὶ δίοδόν σφισι δι' αὐτῶν [7] καθάπερ ἐπὶ γεφύρας ποιήσαντες, διέφυγον. οὕτω γάρ που τὸ πῦρ ἐπεκράτησεν ὥστε μηδὲ τοὺς ἐν τῇ ἀκροπόλει ὄντας κατὰ χώραν μεῖναι, ἀλλὰ τῆς νυκτὸς αὐτὴν ἐκλιπεῖν καὶ ἐς οἰκήματα κατώρυχα κατακρυφθῆναι.

[12]

[1]    ἐκεῖ μὲν δὴ ταῦτ' ἐγένετο, Σερέτιον δέ, ὅπερ ποτὲ ὁ Τιβέριος πολιορκήσας οὐχ ᾑρήκει, ἐχειρώθη, καὶ μετὰ τοῦτο καὶ ἄλλα τινὰ ῥᾷον προσεκτήθη. τῶν δ' οὖν λοιπῶν καὶ ὣς ἀνταιρόντων, καὶ τοῦ τε πολέμου μηκυνομένου καὶ λιμοῦ δι' αὐτὸν οὐχ ἥκιστα ἐν τῇ Ἰταλίᾳ γενομένου, τὸν Τιβέριον ὁ Αὔγουστος ἐς τὴν Δελματίαν [2] αὖθις ἔπεμψε. καὶ ὃς ἰδὼν τοὺς στρατιώτας μηκέτι τὴν τριβὴν φέροντας ἀλλὰ καὶ μετὰ κινδύνου διαπολεμῆσαί πως ἐπιθυμοῦντας, καὶ φοβηθεὶς μὴ καὶ καθ' ἓν ὄντες στασιάσωσι, τριχῇ διεῖλεν αὐτούς, καὶ τοὺς μὲν τῷ Σιλουανῷ τοὺς δὲ Μάρκῳ Λεπίδῳ προστάξας ἐπὶ τὸν Βάτωνα μετὰ τῶν λοιπῶν σὺν τῷ Γερμανικῷ ὥρμησε.

[3] καὶ ἐκεῖνοι μὲν οὐ χαλεπῶς τοὺς ἀντιταχθέντας σφίσι μάχαις κατεστρέψαντο, αὐτὸς δὲ διὰ πάσης τε ὡς εἰπεῖν τῆς χώρας ἐπλανήθη, τοῦ Βάτωνος ἄλλῃ καὶ ἄλλῃ περιφοιτῶντος, καὶ τέλος καταφυγόντι αὐτῷ ἐς Ἀνδήτριον τεῖχος ἐπ' αὐτῇ τῇ Σαλώνῃ ἐπῳκισμένον προσεδρεύσας [4] δεινῶς ἐπόνησε. τό τε γὰρ φρούριον ἐπ' εὐερκοῦς πάνυ καὶ δυσπροσβάτου πέτρας ἐτετείχιστο, φάραγξι βαθείαις ποταμοὺς χειμάρρους ἐχούσαις ἐγκεκλειμένον, καὶ οἱ ἄνθρωποι πάντα ἐς αὐτὸ τὰ ἐπιτήδεια τὰ μὲν προεσενηνόχεσαν τὰ δὲ καὶ ἐκ τῶν ὀρῶν [5] ὧν ἐκράτουν ἐπήγοντο, καὶ προσέτι καὶ τὴν σιτοπομπίαν τῶν Ῥωμαίων ἐνεδρεύοντες ἐκώλυον, ὥστε τὸν Τιβέριον, πολιορκεῖν σφας [13] [1] δοκοῦντα, αὐτὸν τὰ τῶν πολιορκουμένων πάσχειν. ἀποροῦντος οὖν αὐτοῦ καὶ μὴ εὑρίσκοντος ὅ τι πράξῃ (ἥ τε γὰρ προσεδρεία καὶ ματαία καὶ ἐπικίνδυνος ἐγίγνετο καὶ ἡ ἀποχώρησις ἐπαισχὴς ἐφαίνετο) ἐθορύβησαν οἱ στρατιῶται, καὶ τοσαύτῃ γε καὶ τηλικαύτῃ βοῇ ἐχρήσαντο ὥστε τοὺς πολεμίους τοὺς ὑπὸ τῷ τείχει αὐλιζομένους [2] ἐκπλαγῆναί τε καὶ ἀναχωρῆσαι. ἐξ οὖν τούτων τοῦ μὲν ὀργισθεὶς τοῦ δὲ ἡσθεὶς συνεκάλεσέ τε αὐτούς, καὶ τὰ μὲν ἐπιτιμήσας σφίσι τὰ δὲ καὶ παραινέσας οὔτε ἐθρασύνατο οὔτ' ἀπανέστη, ἀλλὰ κατὰ χώραν ἡσυχάζων ἔμεινε, μέχρις οὗ ὁ Βάτων ἀπογνοὺς τὴν ἐπικράτησιν (τά τε γὰρ ἄλλα πλὴν ὀλίγων ἐκεχείρωτο, καὶ ἡ δύναμις ἣν εἶχε τῆς τότε ἀντικαθεστηκυίας οἱ ἠλαττοῦτο) διεκηρυκεύσατο πρὸς [3] αὐτόν, καὶ ἐπειδὴ μὴ ἔπεισε καὶ τοὺς ἄλλους σπείσασθαι, ἐγκατέλιπεν αὐτούς. καὶ ὁ μὲν οὐκέτ' οὐδ' ἄλλῳ τινί, καίπερ πολλῶν αὐτὸν ἐπικαλουμένων, ἐβοήθησεν· ὁ δὲ δὴ Τιβέριος καταφρονήσας ἐκ τούτου τῶν λοιπῶν τῶν ἐν τῷ τείχει ὄντων, καὶ νομίσας ἀναιμωτί σφων κρατήσειν, οὐδὲν ἔτι τοῦ χωρίου προείδετο, ἀλλὰ καὶ [4] πρὸς αὐτὸ τὸ ἐρυμνὸν ἐχώρησεν. ἐπεὶ δὲ μήτε ὁμαλόν τι ἦν μήτε ἐπικατέβαινον οἱ πολέμιοι, [καὶ] αὐτὸς μὲν ἐπὶ βήματος ἐν περιφανεῖ ἱδρύθη, ὅπως τά τε ἐπιγιγνόμενα καθορῴη πρὸς τὸ προθυμότερον τοὺς στρατιώτας ἀγωνίσασθαι, καὶ ἐν καιρῷ σφισιν, ἄν που δεήσῃ, προσαμύνῃ (καὶ γὰρ μέρος ἐπ' αὐτὸ τοῦτο τοῦ στρατοῦ, πολὺ γὰρ [5] τῷ πλήθει περιῆν, κατέσχεν), οἱ δ' ἄλλοι τὸ μὲν πρῶτον ἐν πλαισίῳ πυκνῷ συντεταγμένοι βάδην ἀνεπορεύοντο, ἔπειτα δ' ὑπό τε τοῦ ὀρθίου καὶ ὑπὸ τῆς ἀνωμαλίας τοῦ ὄρους (χαραδρῶδές τε γὰρ ἦν καὶ ἐς φάραγγας πολλαχῇ κατετέτμητο) διεσπάσθησαν, καὶ οἱ μὲν [14] [1] θᾶσσον οἱ δὲ βραδύτερον προσανῄεσαν. ἰδόντες δὲ τοῦτο οἱ Δελμάται ἔξω τε τοῦ τείχους ὑπὲρ αὐτοῦ τοῦ κρημνώδους παρετάξαντο, καὶ λίθους πολλοὺς τοὺς μὲν σφενδόναις ἐπ' αὐτοὺς ἔβαλλον τοὺς δὲ καὶ κατεκυλίνδουν. ἄλλοι τροχούς, ἄλλοι ἁμάξας ὅλας πλήρεις πετρῶν, ἄλλοι κιβωτοὺς περιφερεῖς, ἐπιχωρίως πως πεποιημένας [2] καὶ λίθων γεμούσας, ἠφίεσαν. καὶ ταῦτά τε πάντα ἅμα πολλῇ ῥύμῃ καταφερόμενα διεσφενδονᾶτο, καὶ τοὺς Ῥωμαίους διέσπα τε ἔτι καὶ μᾶλλον ἀπ' ἀλλήλων καὶ συνήλου· καὶ ἕτεροι, οἱ μὲν βέλη οἱ [3] δὲ δοράτια ἀφιέντες, συχνοὺς αὐτῶν κατέβαλλον. κἀν τούτῳ πολλὴ μὲν τῶν μαχομένων φιλοτιμία ἐγίγνετο, τῶν μὲν ἀναβῆναί τε καὶ ἐπικρατῆσαι [τῆς] τῶν ἄκρων, τῶν δὲ ἀποκρούσασθαί τε αὐτοὺς καὶ ἀπαράξαι πειρωμένων, πολλὴ δὲ καὶ τῶν ἄλλων τῶν τε ἀπὸ τοῦ τείχους ὁρώντων τὰ γιγνόμενα καὶ τῶν περὶ τὸν Τιβέριον ὄντων.

[4] τοῖς τε γὰρ σφετέροις ἑκάτεροι παρεκελεύοντο, τοὺς μὲν προθυμουμένους σφῶν ἐπιρρωννύντες, τοῖς δ' ὑπείκουσί πῃ ἐπιτιμῶντες, καὶ ἀθρόοι καὶ καθ' ἑκάστους· καὶ ὅσοι ὑπὲρ τοὺς ἄλλους ἐγεγώνισκον, καὶ τοὺς θεοὺς ἅμα ἀνεκάλουν, ὑπέρ τε τῆς αὐτίκα τῶν μαχομένων ἀμφότεροι σωτηρίας καὶ ὑπὲρ τῆς ἑαυτῶν ἐς τὸ ἔπειτα οἱ μὲν [5] ἐλευθερίας οἱ δὲ εἰρήνης ἐπιβοώμενοι. κἂν παντελῶς οἱ Ῥωμαῖοι μάτην ἐκινδύνευσαν, ἅτε πρὸς δύο ἅμα, τήν τε τῶν τόπων φύσιν καὶ τὴν τῶν ἀντιπάλων ἀντίταξιν, τὸν ἀγῶνα ποιούμενοι, εἰ μὴ ὁ Τιβέριος ἐκείνους τε ἀκραιφνέσι βοηθείαις φυγεῖν ἐκώλυσε, καὶ τοὺς πολεμίους ἑτέρων ηωῆι ἀνίτητον ἐς τὸ χωρίον ἐκ πλείονος [6] περιελθοῦσιν ἣν περιπέμψει ἐτάραξε. κἀκ τούτου οἱ μὲν τραπέντες οὐδὲ ἐς τὸ τεῖχος ἐσελθεῖν ἠδυνήθησαν, ἀλλὰ ἀνὰ τὰ ὄρη, προαπορρίψαντες τὰ ὅπλα ὥστε κουφίζειν, ἐσκεδάσθησαν· οἱ δὲ ἐπιδιώκοντές σφας (πάνυ τε γὰρ διαπολεμῆσαι ἐγλίχοντο, καὶ οὐκ ἐβούλοντο συστραφέντας αὖθις αὐτοὺς χαλεπούς σφισι γενέσθαι) [7] ἐπίπαν ἐπεξῆλθον, καὶ ἐκείνων τε τοὺς πλείους ἐν ταῖς ὕλαις κρυπτομένους ἀνευρόντες ὥσπερ θηρία ἀπέκτειναν, καὶ μετὰ τοῦτο καὶ τοὺς ἐν τῷ φρουρίῳ προσχωρήσαντας ἔλαβον.

   καὶ τούτοις μὲν ὁ Τιβέριος τά τε ἄλλα καὶ δὴ καὶ τὰ ὁμολογηθέντα [15] [1] σφίσι καθίστατο, Γερμανικὸς δὲ ἐπὶ τοὺς ἀνθεστηκότας ἔτ' ἐτράπετο· αὐτόμολοι γὰρ παρ' αὐτοῖς συχνοὶ ὄντες οὐκ εἴων σφᾶς συμβῆναι. καὶ ἐδουλώσατο μὲν χωρίον τι Ἄρδουβαν, οὐ μέντοι καὶ τῇ οἰκείᾳ δυνάμει, καίτοι πολὺ πλείονι τῶν ἐναντίων οὔσῃ, ἠδυνήθη τοῦτο ποιῆσαι· αὐτό τε γὰρ ἰσχυρῶς ὠχύρωτο, καὶ ποταμὸς ῥοώδης τοὺς πρόποδας αὐτοῦ κύκλῳ πλὴν βραχέος περιρρεῖ· [2] ἀλλ' οἱ αὐτόμολοι στασιάσαντες πρὸς τοὺς ἐπιχωρίους ἐπειδὴ τῶν σπονδῶν ὠρέγοντο, ἐς χεῖρας αὐτοῖς ἦλθον, καὶ συλλαβομένων σφίσι τῶν γυναικῶν τῶν ἐν τῷ τείχει οὐσῶν (τῆς τε γὰρ ἐλευθερίας καὶ παρὰ τὴν τῶν ἀνδρῶν γνώμην ἐφίεντο, καὶ πᾶν ὁτιοῦν πρὸ τοῦ δουλεῦσαι παθεῖν ᾑροῦντο) μάχη τε ἰσχυρὰ ἐγένετο, καὶ κρατηθέντες [3] αὐτοὶ μὲν ἐνέδοσαν, καί τινες αὐτῶν καὶ διέφυγον, αἱ δὲ δὴ γυναῖκες τὰ παιδία ἁρπάσασαι αἱ μὲν ἐς πῦρ ἑαυτὰς ἐνέβαλον, αἱ δὲ ἐς ποταμὸν κατεκρήμνισαν. καὶ οὕτω καὶ ἐκείνου τοῦ φρουρίου ἁλόντος, καὶ τἆλλα τὰ πλησία αὐτῷ ἐθελοντὶ τῷ Γερμανικῷ ὡμολόγησεν. καὶ ὁ μὲν ταῦτα πράξας πρὸς τὸν Τιβέριον ἀνεχώρησεν, [16] [1] ὁ δὲ δὴ Ποστούμιος τὰ λοιπὰ προσκατειργάσατο. κἀν τούτῳ καὶ ὁ Βάτων, Σκευᾶν τὸν υἱὸν πρὸς Τιβέριον πέμψας, παραδώσειν οἱ καὶ ἑαυτὸν καὶ τοὺς σὺν αὑτῷ πάντας ὑπέσχετο, ἂν τῆς ἀδείας [2] τύχῃ. καὶ μετὰ τοῦτο πίστιν λαβὼν νυκτός τε ἐς τὸ στρατόπεδον αὐτοῦ ἐσῆλθε, καὶ τῇ ὑστεραίᾳ ἐπὶ βήματος αὐτῷ καθημένῳ προσαχθεὶς ὑπὲρ μὲν ἑαυτοῦ οὐδὲν ἐδεήθη, ἀλλὰ καὶ τὴν κεφαλὴν προέτεινεν ὥστ' ἀποκοπῆναι, ὑπὲρ δὲ τῶν ἄλλων πολλὰ ἀπελογήσατο.

[3] καὶ τέλος ἐρωτηθεὶς ὑπὸ τοῦ Τιβερίου "τί ὑμῖν ἔδοξε καὶ ἀποστῆναι καὶ ἐπὶ τοσοῦτον ἡμῖν χρόνον ἀντιπολεμῆσαι;" ἔφη ὅτι "ὑμεῖς τούτων αἴτιοί ἐστε· ἐπὶ γὰρ τὰς ἀγέλας ὑμῶν φύλακας οὐ κύνας οὐδὲ νομέας ἀλλὰ λύκους πέμπετε."

[4]    ὁ μὲν οὖν πόλεμος τοῦτο τὸ τέλος ἔσχε, πολλῶν μὲν καὶ ἀνδρῶν, πλείστων δὲ δὴ καὶ χρημάτων ἀπολομένων· πάμπολλά τε [17] [1] γὰρ ἐς αὐτὸν στρατόπεδα ἐτράφη καὶ λεία ἐλαχίστη ἑάλω. ἀνήγγειλε δὲ καὶ τότε τὴν νίκην ὁ Γερμανικός, καὶ ἐπ' αὐτῇ τῷ μὲν Αὐγούστῳ καὶ τῷ Τιβερίῳ τό τε ‹τὸ› τοῦ αὐτοκράτορος ὄνομα προσθέσθαι καὶ τὸ τὰ ἐπινίκια πέμψαι, ἄλλαι τέ τινες τιμαὶ καὶ ἁψῖδες [2] ἐν τῇ Παννονίᾳ τροπαιοφόροι δύο ἐδόθησαν (ταῦτα γὰρ ἀπὸ πολλῶν τῶν ψηφισθέντων σφίσιν ὁ Αὔγουστος ἐδέξατο), τῷ δὲ δὴ Γερμανικῷ αἵ τε νικητήριοι τιμαί, ὅπερ που καὶ τοῖς ἄλλοις στρατιάρχοις ὑπῆρξε, καὶ αἱ στρατηγικαί, τό τε τὴν γνώμην πρώτῳ μετὰ τοὺς ὑπατευκότας ἀποφαίνεσθαι, καὶ τὸ τὴν ὑπατείαν θᾶσσον [3] παρὰ τὸ νενομισμένον λαβεῖν. καὶ τῷ Δρούσῳ δὲ τῷ τοῦ Τιβερίου υἱεῖ, καίτοι μὴ μετασχόντι τοῦ πολέμου, καὶ ἐς τὸ συνέδριον συμφοιτᾶν πρὶν βουλεῦσαι, καὶ ἐπειδὰν ταμιεύσῃ γνώμην πρὸ τῶν ἐστρατηγηκότων ποιεῖσθαι, ἐψηφίσθη.

[18]

[1]    ἄρτι τε ταῦτα ἐδέδοκτο, καὶ ἀγγελία δεινὴ ἐκ τῆς Γερμανίας ἐλθοῦσα ἐκώλυσέ σφας διεορτάσαι. ἐν γὰρ τῷ αὐτῷ ἐκείνῳ χρόνῳ καὶ ἐν τῇ Κελτικῇ τάδε συνηνέχθη. εἶχόν τινα οἱ Ῥωμαῖοι αὐτῆς, οὐκ ἀθρόα ἀλλ' ὥς που καὶ ἔτυχε χειρωθέντα, διὸ οὐδὲ ἐς ἱστορίας [2] μνήμην ἀφίκετο· καὶ στρατιῶταί τε αὐτῶν ἐκεῖ ἐχείμαζον καὶ πόλεις συνῳκίζοντο, ἔς τε τὸν κόσμον σφῶν οἱ βάρβαροι μετερρυθμίζοντο καὶ ἀγορὰς ἐνόμιζον συνόδους τε εἰρηνικὰς ἐποιοῦντο. οὐ μέντοι καὶ τῶν πατρίων ἠθῶν τῶν τε συμφύτων τρόπων καὶ τῆς αὐτονόμου διαίτης τῆς τε ἐκ τῶν ὅπλων ἐξουσίας ἐκλελησμένοι [3] ἦσαν. καὶ διὰ τοῦτο, τέως μὲν κατὰ βραχὺ καὶ ὁδῷ τινι μετὰ φυλακῆς μετεμάνθανον αὐτά, οὔτε ἐβαρύνοντο τῇ τοῦ βίου μεταβολῇ καὶ ἐλάνθανόν σφας ἀλλοιούμενοι· ἐπεὶ δ' ὁ Οὐᾶρος ὁ Κυιντίλιος τήν τε ἡγεμονίαν τῆς Γερμανίας λαβὼν καὶ τὰ παρ' ἐκείνοις ἐκ τῆς ἀρχῆς διοικῶν ἔσπευσεν αὐτοὺς ἀθροώτερον μεταστῆσαι, καὶ τά τε ἄλλα ὡς καὶ δουλεύουσί σφισιν ἐπέταττε καὶ [4] χρήματα ὡς καὶ παρ' ὑπηκόων ἐσέπρασσεν, οὐκ ἠνέσχοντο, ἀλλ' οἵ τε πρῶτοι τῆς πρόσθεν δυναστείας ἐφιέμενοι, καὶ τὰ πλήθη τὴν συνήθη κατάστασιν πρὸ τῆς ἀλλοφύλου δεσποτείας προτιμῶντες, ἐκ μὲν τοῦ φανεροῦ οὐκ ἀπέστησαν, πολλοὺς μὲν πρὸς τῷ Ῥήνῳ πολλοὺς δὲ καὶ ἐν τῇ σφετέρᾳ τῶν Ῥωμαίων ὁρῶντες [5] ὄντας, δεξάμενοι δὲ τὸν Οὐᾶρον ὡς καὶ πάντα τὰ προστασσόμενά σφισι ποιήσοντες προήγαγον αὐτὸν πόρρω ἀπὸ τοῦ Ῥήνου ἔς τε τὴν Χερουσκίδα καὶ πρὸς τὸν Οὐίσουργον, κἀνταῦθα εἰρηνικώτατά τε καὶ φιλικώτατα διαγαγόντες πίστιν αὐτῷ παρέσχον ὡς καὶ ἄνευ [19] [1] στρατιωτῶν δουλεύειν δυνάμενοι. οὔτ' οὖν τὰ στρατεύματα, ὥσπερ εἰκὸς ἦν ἐν πολεμίᾳ, συνεῖχε, καὶ ἀπ' αὐτῶν συχνοὺς αἰτοῦσι τοῖς ἀδυνάτοις ὡς καὶ ἐπὶ φυλακῇ χωρίων τινῶν ἢ καὶ λῃστῶν συλλήψεσι [2] παραπομπαῖς τέ τισι τῶν ἐπιτηδείων διέδωκεν. ἦσαν δὲ οἱ μάλιστα συνομόσαντες καὶ ἀρχηγοὶ τῆς τε ἐπιβουλῆς καὶ τοῦ πολέμου γενόμενοι ἄλλοι τε καὶ Ἀρμήνιος καὶ Σηγίμερος, συνόντες τε αὐτῷ ἀεὶ [3] καὶ συνεστιώμενοι πολλάκις. θαρσοῦντος οὖν αὐτοῦ, καὶ μήτε τι δεινὸν προσδεχομένου, καὶ πᾶσι τοῖς τό τε γιγνόμενον ὑποτοποῦσι καὶ φυλάττεσθαί οἱ παραινοῦσιν οὐχ ὅπως ἀπιστοῦντος ἀλλὰ καὶ ἐπιτιμῶντος ὡς μάτην αὐτοῖς τε ταραττομένοις καὶ ἐκείνους διαβάλλουσιν, ἐπανίστανταί τινες πρῶτοι τῶν ἄπωθεν αὐτοῦ οἰκούντων [4] ἐκ παρασκευῆς, ὅπως ἐπ' αὐτοὺς ὁ Οὐᾶρος ὁρμήσας εὐαλωτότερός σφισιν ἐν τῇ πορείᾳ, ὡς καὶ διὰ φιλίας διιών, γένηται, μηδὲ ἐξαίφνης πάντων ἅμα πολεμωθέντων αὐτῷ φυλακήν τινα ἑαυτοῦ ποιήσηται. καὶ ἔσχεν οὕτως· προέπεμψάν τε γὰρ αὐτὸν ἐξορμῶντα, καὶ παρέμενοι ὡς καὶ τὰ συμμαχικὰ παρασκευάσοντες καὶ διὰ ταχέων [5] οἱ προσβοηθήσοντες τάς τε δυνάμεις ἐν ἑτοίμῳ που οὔσας παρέλαβον, καὶ ἀποκτείναντες τοὺς παρὰ σφίσιν ἕκαστοι στρατιώτας, οὓς πρότερον ᾐτήκεσαν, ἐπῆλθον αὐτῷ ἐν ὕλαις ἤδη δυσεκβάτοις ὄντι. κἀνταῦθα ἅμα τε ἀνεφάνησαν πολέμιοι ἀνθ' ὑπηκόων ὄντες, [20] [1] καὶ πολλὰ καὶ δεινὰ εἰργάσαντο. τά τε γὰρ ὄρη καὶ φαραγγώδη καὶ ἀνώμαλα καὶ τὰ δένδρα καὶ πυκνὰ καὶ ὑπερμήκη ἦν, ὥστε τοὺς Ῥωμαίους, καὶ πρὶν τοὺς πολεμίους σφίσι προσπεσεῖν, ἐκεῖνά τε τέμνοντας καὶ ὁδοποιοῦντας γεφυροῦντάς τε τὰ τούτου δεόμενα [2] πονηθῆναι. ἦγον δὲ καὶ ἁμάξας πολλὰς καὶ νωτοφόρα πολλὰ ὡς ἐν εἰρήνῃ· παῖδές τε οὐκ ὀλίγοι καὶ γυναῖκες ἥ τε ἄλλη θεραπεία συχνὴ αὐτοῖς συνείπετο, ὥστε καὶ κατὰ τοῦτ' ἐσκεδασμένῃ [3] τῇ ὁδοιπορίᾳ χρῆσθαι. κἀν τούτῳ καὶ ὑετὸς καὶ ἄνεμος πολὺς ἐπιγενόμενοι ἔτι καὶ μᾶλλόν σφας διέσπειραν· τό τε ἔδαφος ὀλισθηρὸν περί τε ταῖς ῥίζαις καὶ περὶ τοῖς στελέχεσι γενόμενον σφαλερώτατα αὐτοὺς βαδίζειν ἐποίει, καὶ τὰ ἄκρα τῶν δένδρων καταθραυόμενα [4] καὶ καταπίπτοντα διετάρασσεν. ἐν τοιαύτῃ οὖν δή τινι ἀμηχανίᾳ τότε τῶν Ῥωμαίων ὄντων, οἱ βάρβαροι πανταχόθεν ἅμα αὐτοὺς ἐξαπιναίως δι' αὐτῶν τῶν λοχμωδεστάτων, ἅτε καὶ ἔμπειροι τῶν τριμμῶν ὄντες, περιεστοιχίσαντο, καὶ τὸ μὲν πρῶτον πόρρωθεν ἔβαλλον, ἔπειτα δέ, ὡς ἠμύνετο μὲν οὐδεὶς ἐτιτρώσκοντο δὲ πολλοί, [5] ὁμόσε αὐτοῖς ἐχώρησαν· οἷα γὰρ οὔτε ἐν τάξει τινὶ ἀλλὰ ἀναμὶξ ταῖς τε ἁμάξαις καὶ τοῖς ἀόπλοις πορευόμενοι, οὔτε συστραφῆναί πῃ ῥᾳδίως δυνάμενοι, ἐλάττους τε καθ' ἑκάστους τῶν ἀεὶ προσμιγνύντων σφίσιν ὄντες, ἔπασχον μὲν πολλά, ἀντέδρων δὲ οὐδέν.

[21]

[1] αὐτοῦ τε οὖν ἐστρατοπεδεύσαντο, χωρίου τινὸς ἐπιτηδείου, ὥς γε ἐν ὄρει ὑλώδει ἐνεδέχετο, λαβόμενοι, καὶ μετὰ τοῦτο τάς τε πλείους ἁμάξας καὶ τἆλλα τὰ μὴ πάνυ σφίσιν ἀναγκαῖα τὰ μὲν κατακαύσαντες τὰ δὲ καὶ καταλιπόντες, συντεταγμένοι μέν πῃ μᾶλλον τῇ ὑστεραίᾳ ἐπορεύθησαν, ὥστε καὶ ἐς ψιλόν τι χωρίον προχωρῆσαι, [2] οὐ μέντοι καὶ ἀναιμωτὶ ἀπήλλαξαν. ἐντεῦθεν δὲ ἄραντες ἔς τε ὕλας αὖθις ἐσέπεσον, καὶ ἠμύνοντο μὲν πρὸς τοὺς προσπίπτοντάς σφισιν, οὐκ ἐλάχιστα δὲ δὴ κατ' αὐτὸ τοῦτο ἔπταιον· συστρεφόμενοι γὰρ ἐν στενοχωρίᾳ, ὅπως ἀθρόοι ἱππῆς τε ὁμοῦ καὶ ὁπλῖται ἐπιτρέχωσιν αὐτοῖς, πολλὰ μὲν περὶ ἀλλήλοις πολλὰ δὲ καὶ περὶ [3] τοῖς δένδροις ἐσφάλλοντο. τετάρτη τε ἡμέρα πορευομένοις σφίσιν ἐγένετο, καὶ αὐτοῖς ὑετός τε αὖθις λάβρος καὶ ἄνεμος μέγας προσπεσὼν οὔτε ποι προϊέναι οὔθ' ἵστασθαι παγίως ἐπέτρεπεν, ἀλλὰ καὶ τὴν χρῆσίν σφας τῶν ὅπλων ἀφείλετο· οὔτε γὰρ τοῖς τοξεύμασιν οὔτε τοῖς ἀκοντίοις, ἢ ταῖς γε ἀσπίσιν ἅτε καὶ διαβρόχοις οὔσαις, [4] καλῶς χρῆσθαι ἐδύναντο. τοῖς γὰρ πολεμίοις, ψιλοῖς τε τὸ πλεῖστον οὖσι καὶ τὴν ἐξουσίαν καὶ τῆς ἐφόδου καὶ τῆς ἀναχωρήσεως ἀδεᾶ ἔχουσιν, ἧττόν που ταῦτα συνέβαινε. πρὸς δ' ἔτι αὐτοί τε πολὺ πλείους γεγονότες (καὶ γὰρ τῶν ἄλλων τῶν πρότερον περισκοπούντων συχνοὶ ἄλλως τε καὶ ἐπὶ τῇ λείᾳ συνῆλθον) καὶ ἐκείνους ἐλάττους ἤδη ὄντας (πολλοὶ γὰρ ἐν ταῖς πρὶν μάχαις ἀπωλώλεσαν) καὶ ἐκυκλοῦντο ῥᾷον καὶ κατεφόνευον, ὥστε καὶ τὸν Οὐᾶρον καὶ τοὺς ἄλλους τοὺς λογιμωτάτους, φοβηθέντας μὴ ἤτοι ζωγρηθῶσιν ἢ καὶ πρὸς τῶν ἐχθίστων ἀποθάνωσι (καὶ γὰρ τετρωμένοι ἦσαν), ἔργον δεινὸν μὲν ἀναγκαῖον δὲ τολμῆσαι· αὐτοὶ γὰρ ἑαυτοὺς ἀπέκτειναν.

[22]

[1] ὡς δὲ τοῦτο διηγγέλθη, οὐδὲ τῶν ἄλλων οὐδεὶς ἔτι, εἰ καὶ ἔρρωτό τις, ἠμύνατο, ἀλλ' οἱ μὲν τὸν ἄρχοντά σφων ἐμιμήσαντο, οἱ δὲ καὶ τὰ ὅπλα παρέντες ἐπέτρεπόν σφας τῷ βουλομένῳ φονεύειν· [2] φυγεῖν γὰρ οὐδ' εἰ τὰ μάλιστά τις ἤθελεν ἐδύνατο. ἐκόπτετό τε οὖν ἀδεῶς πᾶς καὶ ἀνὴρ καὶ ἵππος, καὶ τά τε .....

[2a]    Zon. 10, 37 p. 427, 418 B. (p. 452, 1229 D.): καὶ τὰ ἐρύματα πάντα κατέσχον οἱ βάρβαροι ἄτερ ἑνός, περὶ ὃ ἀσχοληθέντες οὔτε τὸν Ῥῆνον διέβησαν οὔτ' ἐς τὴν Γαλατίαν εἰσέβαλον. ἀλλ' οὐδ' ἐκεῖνο χειρώσασθαι ἠδυνήθησαν, ἐπεὶ μήτε πολιορκεῖν ἠπίσταντο καὶ τοξόταις οἱ Ῥωμαῖοι συχνοῖς ἐχρῶντο, ἐξ ὧν καὶ ἀνεκόπτοντο καὶ πλεῖστοι ἀπώλλυντο.

[2b]    μετὰ δὲ τοῦτο πυθόμενοι φυλακὴν τοῦ Ῥήνου τοὺς Ῥωμαίους ποιήσασθαι καὶ τὸν Τιβέριον σὺν βαρεῖ προσελαύνειν στρατεύματι, οἱ μὲν πολλοὶ ἀπανέστησαν τοῦ ἐρύματος, οἱ δ' ὑπολειφθέντες ἀποστάντες αὐτοῦ, ὥστε μὴ αἰφνιδίοις ἐπεξελεύσεσι τῶν ἐντὸς κακοῦσθαι, τὰς ὁδοὺς ἐτήρουν, σπάνει σιτίων αἱρήσειν ἠλπικότες αὐτούς. οἱ δ' ἐντὸς ὄντες Ῥωμαῖοι ἕως μὲν εὐπόρουν τροφῆς, κατὰ χώραν ἔμενον βοήθειαν προσδεχόμενοι· ὡς δ' οὔτε τις ἐπεκούρει αὐτοῖς καὶ λιμῷ συνείχοντο, ἐξῆλθον νύκτα τηρήσαντες χειμέριον (ἦσαν δὲ στρατιῶται μὲν ὀλίγοι, ἄοπλοι δὲ πολλοί), [2] καὶ τὸ μὲν πρῶτον τό τε δεύτερόν σφων φυλακτήριον παρῆλθον, ἐπεὶ δὲ πρὸς τῷ τρίτῳ ἐγένοντο, ἐφωράθησαν, τῶν τε γυναικῶν καὶ τῶν παίδων συνεχῶς τοὺς ἐν τῇ ἡλικίᾳ διά τε τὸν κάματον [3] καὶ διὰ τὸν φόβον τό τε σκότος καὶ τὸ ψῦχος ἀνακαλούντων. κἂν πάντες ἀπώλοντο ἢ καὶ ἑάλωσαν, εἰ μὴ οἱ βάρβαροι περὶ τὴν τῆς λείας ἁρπαγὴν ἄσχολοι ἐγένοντο. οὕτω γὰρ οἵ τε ἐρρωμενέστατοι πολὺ ἀπέσπασαν, καὶ οἱ σαλπικταὶ οἱ σὺν αὐτοῖς ὄντες τροχαῖόν τι συμβοήσαντες δόξαν τοῖς ἐναντίοις ὡς καὶ παρὰ τοῦ Ἀσπρήνου [4] πεπεμμένοι παρέσχον. κἀκ τούτου ἐκεῖνοί τε ἐπέσχον τῆς διώξεως, καὶ ὁ Ἀσπρήνας μαθὼν τὸ γιγνόμενον ὄντως σφίσιν ἐπεκούρησε. καί τινες μετὰ τοῦτο καὶ τῶν ἑαλωκότων ἀνεκομίσθησαν, λυτρωθέντες ὑπὸ τῶν οἰκείων· ἐπετράπη γάρ σφισι τοῦτο ποιῆσαι ἐφ' ᾧ τε ἔξω τῆς Ἰταλίας αὐτοὺς εἶναι.

[23]

[1]    τοῦτο μὲν ὕστερον ἐγένετο· τότε δὲ μαθὼν ὁ Αὔγουστος τὰ τῷ Οὐάρῳ συμβεβηκότα τήν τε ἐσθῆτα, ὥς τινές φασι, περιερρήξατο, καὶ πένθος μέγα ἐπί τε τοῖς ἀπολωλόσι καὶ ἐπὶ τῷ περί τε τῶν Γερμανιῶν καὶ περὶ τῶν Γαλατιῶν δέει ἐποιήσατο, τό τε μέγιστον ὅτι καὶ ἐπὶ τὴν Ἰταλίαν τήν τε Ῥώμην αὐτὴν ὁρμήσειν σφᾶς προσεδόκησε, καὶ οὔτε πολιτική οἱ ἡλικία ἀξιόλογος ὑπελέλειπτο, [2] καὶ τὰ συμμαχικά, ὧν τι καὶ ὄφελος ἦν, ἐκεκάκωτο. ὅμως δ' οὖν τά τε ἄλλα ὡς ἐκ τῶν παρόντων παρεσκευάσατο, καὶ ἐπειδὴ μηδεὶς τῶν τὴν στρατεύσιμον ἡλικίαν ἐχόντων καταλεχθῆναι ἠθέλησεν, ἐκλήρωσεν αὐτούς, καὶ τῶν μὲν μηδέπω πέντε καὶ τριάκοντα ἔτη γεγονότων τὸν πέμπτον, τῶν δὲ πρεσβυτέρων τὸν δέκατον ἀεὶ [3] λαχόντα τήν τε οὐσίαν ἀφείλετο καὶ ἠτίμωσε. καὶ τέλος, ὡς καὶ πάνυ πολλοὶ οὐδ' οὕτω τι αὐτοῦ προετίμων, ἀπέκτεινέ τινας. ἀποκληρώσας δὲ ἔκ τε τῶν ἐστρατευμένων ἤδη καὶ ἐκ τῶν ἐξελευθέρων ὅσους ἠδυνήθη, κατέλεξε, καὶ εὐθὺς σπουδῇ μετὰ τοῦ Τιβερίου ἐς [4] τὴν Γερμανίαν ἔπεμψεν. ἐπειδή τε συχνοὶ ἐν τῇ Ῥώμῃ καὶ Γαλάται καὶ Κελτοί, οἱ μὲν ἄλλως ἐπιδημοῦντες οἱ δὲ καὶ ἐν τῷ δορυφορικῷ στρατευόμενοι, ἦσαν, ἐφοβήθη μή τι νεοχμώσωσι, καὶ τούτους μὲν ἐς νήσους τινὰς ἀπέστειλε, τοῖς δ' ἀόπλοις ἐκχωρῆσαι τῆς πόλεως προσέταξε.

[24]

[1]    τότε μὲν ταῦτ' ἔπραξε, καὶ οὔτ' ἄλλο τι τῶν νομιζομένων ἐγένετο οὔθ' αἱ πανηγύρεις ἑωρτάσθησαν· μετὰ δὲ τοῦτο ἀκούσας ὅτι τῶν τε στρατιωτῶν τινες ἐσώθησαν καὶ αἱ Γερμανίαι ἐφρουρήθησαν, τό τε πολέμιον οὐδὲ ἐπὶ τὸν Ῥῆνον ἐλθεῖν ἐτόλμησε, τῆς τε [2] ταραχῆς ἀπηλλάγη καὶ διαγνώμην ἐποιήσατο. τό τε γὰρ πάθος οὐκ ἄνευ δαιμονίου τινὸς ὀργῆς καὶ μέγα οὕτω καὶ ἀθρόον ἐδόκει οἱ γεγονέναι· καὶ προσέτι καὶ ὑπὸ τῶν τεράτων τῶν πρό τε τῆς ἥττης καὶ μετὰ ταῦτα συμβάντων δεινὴν ὑποψίαν ἐς τὸ θεῖον ἔσχεν.

[3] ὅ τε γὰρ τοῦ Ἄρεως ναὸς ὁ ἐν τῷ πεδίῳ αὐτοῦ ὢν ἐκεραυνώθη, καὶ ἀττέλεβοι πολλοὶ ἐς αὐτὸ τὸ ἄστυ πετόμενοι ὑπὸ χελιδόνων ἀνηλώθησαν, αἵ τε κορυφαὶ τῶν Ἄλπεων συμπεπτωκέναι τε ἐς ἀλλήλας καὶ κίονας τρεῖς πυροειδεῖς ἀνεικέναι ἔδοξαν, καὶ ὁ οὐρανὸς [4] φλεγομένῳ πολλαχῇ ἐῴκει, ἀστέρες τε κομῆται συχνοὶ ἅμα κατεφαίνοντο, καὶ δόρατα ἀπ' ἄρκτου φερόμενα πρὸς τὰ τῶν Ῥωμαίων στρατόπεδα προσπίπτειν ἐδόκει, μέλισσαί τε περὶ τοὺς βωμοὺς αὐτῶν κηρία ἀνέπλασσον, καὶ Νίκης τι ἄγαλμα ἔν τε τῇ Γερμανίᾳ ὂν [5] καὶ πρὸς τὴν πολεμίαν βλέπον πρὸς τὴν Ἰταλίαν μετεστράφη· καί ποτε καὶ περὶ τοὺς ἀετοὺς τοὺς ἐν τοῖς στρατοπέδοις, ὡς καὶ τῶν βαρβάρων ἐπ' αὐτοὺς ἐσπεπτωκότων, μάχη καὶ ἀγωνισμὸς τῶν στρατιωτῶν διὰ κενῆς ἐγένετο.

   τούτων τε οὖν ἕνεκα καὶ ὅτι καὶ ....

[6]    ὁ δὲ Τιβέριος διαβῆναι τὸν Ῥῆνον οὐκ ἔκρινεν, ἀλλ' ἠτρέμιζεν ἐπιτηρῶν μὴ οἱ βάρβαροι τοῦτο ποιήσωσιν. ἀλλ' οὐδ' ἐκεῖνοι διαβῆναι ἐτόλμησαν γνόντες αὐτὸν παρόντα. Zon. 10, 37 p. 428, 24 B. (p. 453, 710 D.)

[7]    ὅτι ὁ Γερμανικὸς ἐκ πολλῶν ᾠκειοῦτο τῷ πλήθει, καὶ ὅτι ὑπερεδίκει τινῶν, οὐχ ὅπως ἐπὶ τῶν ἄλλων δικαστῶν ἀλλὰ καὶ ἐπ' αὐτοῦ τοῦ Αὐγούστου. διὸ καὶ ταμίᾳ τινὶ φόνου αἰτίαν ἔχοντι ἐδίκασε τοῦ Γερμανικοῦ συναγορεύειν οἱ μέλλοντες, ἔδεισεν ὁ κατήγορος αὐτοῦ μὴ ἐλαττωθῇ διὰ τοῦτο παρὰ τοῖς δικασταῖς ἐφ' οἷσπερ εἰώθει τὰ τοιαῦτα κρίνεσθαι, καὶ παρὰ τῷ Αὐγούστῳ δικασθῆναι μάτην ἠθέλησεν· οὐ γὰρ ἐκράτησεν. Exc. V. 182 (p. 665).

[25]

[1]    ...... μετὰ τὴν στρατηγίαν ἔχων. τῷ δὲ δευτέρῳ τά τε ἄλλα τὰ προειρημένα ἐγένετο, καὶ τὸ Ὁμονόειον ὑπὸ τοῦ Τιβερίου καθιερώθη, καὶ αὐτῷ τό τε ἐκείνου ὄνομα καὶ τὸ τοῦ Δρούσου τοῦ [2] ἀδελφοῦ αὐτοῦ καὶ τεθνηκότος ἐπεγράφη. Μάρκου δὲ Αἰμιλίου μετὰ Στατιλίου Ταύρου ὑπατεύσαντος, Τιβέριος μὲν καὶ Γερμανικὸς ἀντὶ ὑπάτου ἄρχων ἔς τε τὴν Κελτικὴν ἐσέβαλον καὶ κατέδραμόν τινα αὐτῆς, οὐ μέντοι οὔτε μάχῃ τινὶ ἐνίκησαν (ἐς γὰρ χεῖρας οὐδεὶς [3] αὐτοῖς ᾔει) οὔτε ἔθνος τι ὑπηγάγοντο· δεδιότες γὰρ μὴ καὶ συμφορᾷ αὖθις περιπέσωσιν, οὐ πάνυ πόρρω τοῦ Ῥήνου προῆλθον, ἀλλὰ αὐτοῦ που μέχρι τοῦ μετοπώρου μείναντες καὶ τὰ τοῦ Αὐγούστου γενέθλια ἑορτάσαντες καί τινα ἱπποδρομίαν ἐν αὐτοῖς διὰ [4] τῶν ἑκατοντάρχων ποιήσαντες ἐπανῆλθον. ἐν δὲ δὴ τῇ Ῥώμῃ Δροῦσός τε Καῖσαρ ὁ τοῦ Τιβερίου παῖς ἐταμίευσε, καὶ στρατηγοὶ ἑκκαίδεκα ἦρξαν, ἐπειδὴ τοσοῦτοί τε τῆς ἀρχῆς ἀντεποιήσαντο καὶ οὐδένα αὐτῶν λυπῆσαι ὁ Αὔγουστος, οἷα ἐν τοιούτοις ὤν, ἠθέλησεν· οὐ μὴν καὶ τοῖς ἄλλοις τοῖς ἐφεξῆς ἔτεσι ταὐτὸν ἐγένετο, ἀλλ' οἱ [5] δώδεκα ἐπὶ πολὺ κατέστησαν. τότε δ' οὖν ταῦτά τε οὕτως ἐπράχθη, καὶ τοῖς μάντεσιν ἀπηγορεύθη μήτε κατὰ μόνας τινὶ μήτε περὶ θανάτου, μηδ' ἂν ἄλλοι συμπαρῶσίν οἱ, χρᾶν· καίτοι οὕτως οὐδὲν τῷ Αὐγούστῳ τῶν καθ' ἑαυτὸν ἔμελεν ὥστε ἐκ προγραφῆς πᾶσι [6] τὴν τῶν ἀστέρων διάταξιν, ὑφ' ὧν ἐγεγέννητο, φανερῶσαι. οὐ μὴν ἀλλ' ἐκεῖνό τε ἀπεῖπε, καὶ τῷ ὑπηκόῳ προσπαρήγγειλε μηδενὶ τῶν προστασσομένων αὐτοῖς ἀρχόντων μήτε ἐν τῷ τῆς ἀρχῆς χρόνῳ μήτε ἐντὸς ἑξήκοντα ἡμερῶν μετὰ τὸ ἀπαλλαγῆναί σφας τιμήν τινα διδόναι, ὅτι τινὲς μαρτυρίας παρ' αὐτῶν καὶ ἐπαίνους προπαρασκευαζόμενοι [7] πολλὰ διὰ τούτου ἐκακούργουν. ταῖς τε πρεσβείαις τρεῖς καὶ τότε βουλευταὶ ἐχρημάτισαν, καὶ τοῖς ἱππεῦσιν, ὃ καὶ θαυμάσειεν ἄν τις, μονομαχεῖν ἐπετράπη. αἴτιον δὲ ὅτι ἐν ὀλιγωρίᾳ τινὲς τὴν ἀτιμίαν τὴν ἐπ' αὐτῷ ἐπικειμένην ἐποιοῦντο. ἐπεὶ γὰρ μήτ' ὄφελός τι τῆς ἀπορρήσεως ἐγίγνετο καὶ τιμωρίας μείζονος ἄξιοι εἶναι ἐδόκουν, ἢ καὶ ἀποτραπήσεσθαι ἐνομίσθησαν, [8] συνεχωρήθη σφίσι τοῦτο ποιεῖν. καὶ οὕτως ἀντὶ τῆς ἀτιμίας θάνατον ὠφλίσκανον· οὐδὲν γὰρ ἧττον ἐμονομάχουν, καὶ μάλισθ' ὅτι δεινῶς οἱ ἀγῶνες αὐτῶν ἐσπουδάζοντο, ὥστε καὶ τὸν Αὔγουστον τοῖς στρατηγοῖς τοῖς ἀγωνοθετοῦσί σφας συνθεᾶσθαι.

[26]

[1]    Γερμανικὸς δὲ μετὰ τοῦτο τὴν ὕπατον ἀρχὴν μηδὲ στρατηγήσας ἐδέξατο, καὶ δι' ὅλου αὐτὴν τοῦ ἔτους, οὐ πρὸς τὴν ἀξίωσιν ἀλλ' ὥς που καὶ ἄλλοι τινὲς ἔτι καὶ τότε ἦρχον, ἔσχε. καὶ αὐτὸς μὲν οὐδὲν ἄξιον μνήμης ἔπραξε, πλὴν ὅτι καὶ τότε ὑπερεδίκησεν, ἐπεί γε ὁ συνάρχων αὐτοῦ Γάιος Καπίτων καὶ πάνυ τὴν ἄλλως [2] ἠριθμεῖτο· ὁ δὲ δὴ Αὔγουστος ἐκεῖνόν τε ὡς καὶ ἐπὶ γήρως ὢν τῇ βουλῇ καὶ ταύτην τῷ Τιβερίῳ παρακατέθετο. ἀνέγνω δὲ τὸ βιβλίον οὐκ αὐτός (οὐ γὰρ οἷός τε ἦν γεγωνίσκειν) ἀλλ' ὁ Γερμανικός, ὥσπερ εἰώθει. καὶ μετὰ τοῦτ' ᾐτήσατο παρ' αὐτῶν, ἐπὶ τῇ τοῦ Κελτικοῦ πολέμου προφάσει, μήτ' οἴκοι αὐτὸν ἀσπάζεσθαι μήτ' ἀγανακτεῖν [3] εἰ μηκέτι συσσιτοίη σφίσι· τὸ μὲν γὰρ πλεῖστον, ἄλλως τε καὶ ὁσάκις ἕδρα αὐτῶν ἐγίγνετο, ἔν τε τῇ ἀγορᾷ καὶ ἐν αὐτῷ γε ἔστιν ὅτε τῷ συνεδρίῳ καὶ ἐσιόντα αὐτὸν καὶ ἀπιόντα αὖθις ἠσπάζοντο, ἤδη δὲ καὶ ἐν τῷ παλατίῳ, καὶ καθήμενόν γε, ἔστι δ' ὅτε καὶ κατακείμενον, οὐχ ὅτι ἡ γερουσία ἀλλὰ καὶ οἱ ἱππῆς τοῦ τε δήμου [27] [1] πολλοί. οὐ μέντοι καὶ τἆλλα ἧττόν τι παρὰ τοῦτο διῴκει, ἀλλὰ καὶ τοῖς ἱππεῦσι δημαρχίαν αἰτῆσαι ἐπέτρεψε, καὶ μαθὼν ὅτι βιβλία ἄττα ἐφ' ὕβρει τινῶν συγγράφοιτο, ζήτησιν αὐτῶν ἐποιήσατο, καὶ ἐκεῖνά τε, τὰ μὲν ἐν τῇ πόλει εὑρεθέντα πρὸς τῶν ἀγορανόμων τὰ δὲ ἔξω πρὸς τῶν ἑκασταχόθι ἀρχόντων, κατέφλεξε, καὶ τῶν [2] συνθέντων αὐτὰ ἐκόλασέ τινας. ἐπειδή τε συχνοὶ φυγάδες οἱ μὲν ἔξω τῶν τόπων ἐς οὓς ἐξωρίσθησαν τὰς διατριβὰς ἐποιοῦντο, οἱ δὲ καὶ ἐν αὐτοῖς ἐκείνοις ἁβρότερον διῆγον, ἀπηγόρευσε μηδένα πυρὸς καὶ ὕδατος εἰρχθέντα μήτε ἐν ἠπείρῳ διατρίβειν μήτε ἐν νήσῳ τῶν ὅσαι ἔλαττον τετρακοσίων ἀπὸ τῆς ἠπείρου σταδίων ἀπέχουσι, πλὴν Κῶ τε καὶ Ῥόδου Σάμου τε καὶ Λέσβου· ταύτας [3] γὰρ οὐκ οἶδ' ὅπως μόνας ὑπεξείλετο. ἐκεῖνά τε οὖν αὐτοῖς προσέταξε, καὶ τὸ μήτε περαιοῦσθαί ποι ἄλλοσε, μήτε πλοῖα πλείω φορτικοῦ τε ἑνὸς χιλιοφόρου καὶ κωπήρων δύο κεκτῆσθαι, μήτε δούλοις ἢ καὶ ἀπελευθέροις ὑπὲρ εἴκοσι χρῆσθαι, μήτ' οὐσίαν ὑπὲρ δώδεκα καὶ ἡμίσειαν μυριάδα ἔχειν, τιμωρηθήσεσθαι καὶ αὐτοὺς ἐκείνους καὶ τοὺς ἄλλους τούς τι παρὰ ταῦτα συμπράξαντάς σφισιν ἐπαπειλήσας.

[4]    ταῦτά τε οὕτως, ὅσα γε καὶ ἐς ἱστορίαν ἀναγκαῖά ἐστι, διενομοθετήθη, καὶ πανήγυρις ἔξω τῶν νενομισμένων ὑπό τε τῶν ὀρχηστῶν καὶ ὑπὸ τῶν ἱπποτρόφων ἐποιήθη. τά τε Ἄρεια τότε μέν, ἐπειδὴ ὁ Τίβερις τὸν ἱππόδρομον προκατέσχεν, ἐν τῇ τοῦ Αὐγούστου ἀγορᾷ καὶ ἵππων δρόμῳ τρόπον τινὰ καὶ θηρίων σφαγῇ ἐτιμήθη, [5] αὖθις δὲ ὥσπερ εἴθιστο ἐγένετο, καὶ λέοντάς γε ἐς αὐτὰ ἐν τῷ ἱπποδρόμῳ διακοσίους ὁ [τε] Γερμανικὸς ἀπέκτεινεν. ἥ τε στοὰ ἡ Ἰουλία καλουμένη ᾠκοδομήθη τε ἐς τιμὴν τοῦ τε Γαΐου καὶ τοῦ Λουκίου τῶν Καισάρων, καὶ τότε καθιερώθη.

[28]

[1]    Λουκίου δὲ δὴ Μουνατίου καὶ Γαΐου Σιλίου ἐς τοὺς ὑπατεύοντας ἐσγραφέντων, τήν τε προστασίαν τῶν κοινῶν τὴν δεκέτιν τὴν πέμπτην ἄκων δὴ ὁ Αὔγουστος ἔλαβε, καὶ τῷ Τιβερίῳ τὴν ἐξουσίαν τὴν δημαρχικὴν αὖθις ἔδωκε, τῷ τε Δρούσῳ τῷ υἱεῖ αὐτοῦ ὑπατείαν ἐς ἔτος τρίτον, καὶ πρὶν στρατηγῆσαι, αἰτῆσαι ἐπέτρεψε.

[2] καὶ συμβούλους ὑπὸ τοῦ γήρως, ὑφ' οὗπερ οὐδ' ἐς τὸ βουλευτήριον ἔτι πλὴν σπανιώτατα συνεφοίτα, εἴκοσιν ἐτησίους ᾐτήσατο· πρότερον γὰρ καθ' ἕκμηνον πεντεκαίδεκα προσετίθετο. καὶ προσεψηφίσθη, πάνθ' ὅσα ἂν αὐτῷ μετά τε τοῦ Τιβερίου καὶ μετ' ἐκείνων [3] τῶν τε ἀεὶ ὑπατευόντων καὶ τῶν ἐς τοῦτο ἀποδεδειγμένων, τῶν τε ἐγγόνων αὐτοῦ τῶν ποιητῶν δῆλον ὅτι, τῶν τε ἄλλων ὅσους ἂν ἑκάστοτε προσπαραλάβῃ, βουλευομένῳ δόξῃ, κύρια ὡς καὶ πάσῃ τῇ γερουσίᾳ ἀρέσαντα εἶναι. τοῦτ' οὖν ἐκ τοῦ δόγματος, ὅπερ που καὶ ἄλλως τῷ γε ἔργῳ εἶχε, προσθέμενος, οὕτω τὰ πλείω καὶ κατακείμενος [4] ἔστιν ὅτε ἐχρημάτιζεν. ἐπεί τε ἐπὶ τῇ εἰκοστῇ πάντες ὡς εἰπεῖν ἐβαρύνοντο καὶ ἐδόκει τι νεώτερον ἔσεσθαι, ἔπεμψε βιβλίον ἐς τὴν βουλήν, κελεύων ἄλλους τινὰς αὐτὴν πόρους ἐπιζητῆσαι. τοῦτο δὲ οὐχ ὡς καὶ ἐκεῖνο τὸ τέλος καταλύσων ἐποίησεν, ἀλλ' ἵνα μηδενὸς ἄλλου αἱρετωτέρου σφίσι φανέντος καὶ ἄκοντες αὐτὸ ἄνευ [5] τῆς ἑαυτοῦ διαβολῆς βεβαιώσωσι. καὶ ὅπως γε μὴ τοῦ Γερμανικοῦ τοῦ τε Δρούσου γνώμην τινὰ εἰπόντων ὑποτοπήσωσί τε ἐκ τῆς αὐτοῦ ἐντολῆς τοῦτο γεγονέναι καὶ ἀνεξέταστον αὐτὴν ἕλωνται, προσέταξε μηδέτερον αὐτῶν μηδὲν εἰπεῖν. καὶ ἐλέχθη μὲν πολλά, [6] καί τινα καὶ διὰ βιβλίων τῷ Αὐγούστῳ ἐδηλώθη· καταμαθὼν δὲ ἐξ αὐτῶν πάντα μᾶλλον ἢ ἐκεῖνο ἑτοίμους σφᾶς ὑπομεῖναι ὄντας, ἐπί τε τοὺς ἀγροὺς καὶ ἐπὶ τὰς οἰκίας τὴν συντέλειαν ἤγαγε, καὶ παραχρῆμα μηδὲν εἰπών, μήθ' ὅσον μήθ' ὅπως αὐτὸ δώσουσιν, ἔπεμψεν ἄλλους ἄλλῃ τά τε τῶν ἰδιωτῶν καὶ τὰ τῶν πόλεων κτήματα ἀπογραψομένους, ἵν' ὡς καὶ μειζόνως ζημιωθησόμενοι δείσωσι καὶ τὴν εἰκοστὴν τελεῖν ἀνθέλωνται. ὃ καὶ ἐγένετο. Xiph. 118, 36.

[29]

[1]    καὶ ταῦτα μὲν ὧδέ πῃ τῷ Αὐγούστῳ διῳκεῖτο· ἱπποδρομίας δὲ τελουμένης ἐν τῇ τῶν Αὐγουσταλίων θέᾳ, ἥτις ἐπὶ τοῖς αὐτοῦ γενεθλίοις ἐγίγνετο, ἀνήρ τις ἐμμανὴς ἔς τε τὸν δίφρον τὸν τῷ Καίσαρι τῷ Ἰουλίῳ κείμενον ἐνιδρύθη καὶ τὸν στέφανον αὐτοῦ λαβὼν περιέθετο. ὃ πάντας [2] ἐτάραξεν, καὶ γὰρ ἐδόκει ἐς τὸν Αὔγουστόν τι σημαίνεσθαι. ὅπερ καὶ ἀληθὲς ἦν· τῷ γὰρ ἐχομένῳ ἔτει, ἐν ᾧ Σέξτος τε Ἀπουλέιος καὶ Σέξτος Πομπήιος ὑπάτευσαν, ἐξωρμήθη τε ἐς τὴν Καμπανίαν ὁ Αὔγουστος, καὶ τὸν ἀγῶνα τὸν ἐν τῇ Νέᾳ πόλει διαθεὶς ἔπειτα ἐν Νώλῃ μετήλλαξε. τέρατα δὲ ἄρα ἐς τοῦτο αὐτῷ φέροντα οὔτε ἐλάχιστα οὔτε δυσσύμβλητα [3] ἐγεγένητο· ὅ τε γὰρ ἥλιος ἅπας ἐξέλιπε, καὶ τοῦ οὐρανοῦ τὸ πολὺ καίεσθαι ἔδοξε, ξύλα τε διάπυρα ἀπ' αὐτοῦ πίπτοντα ἐφαντάσθη, καὶ ἀστέρες κομῆται καὶ αἱματώδεις ὤφθησαν. βουλῆς τε ἐπὶ τῇ νόσῳ αὐτοῦ ἐπαγγελθείσης, ἵν' εὐχὰς ποιήσωνται [Xiph. 118, 622, Zon. 10, 38 p. 428, 1321 B. (p. 453, 21454, 2 D.] τό τε συνέδριον κεκλειμένον εὑρέθη καὶ βύας ὑπὲρ αὐτοῦ καθήμενος ἔβυξε.

[4] καὶ κεραυνὸς ἐς εἰκόνα αὐτοῦ ἐν τῷ Καπιτωλίῳ ἑστῶσαν ἐμπεσὼν τὸ γράμμα τὸ πρῶτον τοῦ ὀνόματος τοῦ Καίσαρος ἠφάνισεν· ὅθεν οἱ μάντεις ἑκατοστῇ μετὰ τοῦτο αὐτὸν ἡμέρᾳ θείας τινὸς μοίρας μεταλήψεσθαι ἔφασαν, τεκμαιρόμενοι ὅτι τό τε στοιχεῖον ἐκεῖνο τὸν τῶν ἑκατὸν ἀριθμὸν παρὰ τοῖς Λατίνοις καὶ [5] τὸ λοιπὸν πᾶν ὄνομα θεὸν παρὰ τοῖς Τυρσηνοῖς νοεῖ. ταῦτα μὲν ζῶντος ἔτ' αὐτοῦ προεφάνη, τοῖς δὲ δὴ ἔπειτα ἀνθρώποις καὶ τὸ τῶν ὑπάτων τό τε τοῦ Σερουίου Σουλπικίου Γάλβου ἐνθύμιον ἐγένετο. ἐκεῖνοί τε γὰρ συγγενεῖς πῃ τοῦ Αὐγούστου ὄντες ἦρχον, καὶ ὁ Γάλβας ὁ τὸ κράτος ὕστερον χρόνῳ λαβὼν τότε ἐν αὐτῇ [6] τῇ νουμηνίᾳ ἐς τοὺς ἐφήβους ἐνεγράφη. ἐπεὶ οὖν πρῶτος μετὰ τὸ τοῦ Αὐγούστου γένος ἐκ τῶν ἄλλων Ῥωμαίων ἐμονάρχησε, λόγον τισὶ παρέσχεν ὡς οὐκ ἀπὸ ταὐτομάτου τότε ταῦτα ἀλλ' ἐκ δαιμονίου προβουλῆς ἐγένετο.

[30]

[1]    ὁ δ' οὖν Αὔγουστος νοσήσας μετήλλαξε· καί τινα ὑποψίαν τοῦ θανάτου αὐτοῦ ἡ Λιουία ἔλαβεν, ἐπειδὴ πρὸς τὸν Ἀγρίππαν κρύφα ἐς τὴν νῆσον διέπλευσε καὶ ἐδόκει οἱ καὶ παντάπασι καταλλαγήσεσθαι.

[2] δείσασα γάρ, ὥς φασι, μὴ καὶ ἐπὶ τῇ μοναρχίᾳ αὐτὸν καταγάγῃ, σῦκά τινα ἐπὶ δένδροις ἔτ' ἐπόντα, ἀφ' ὧν ὁ Αὔγουστος αὐτοχειρίᾳ συκάζειν εἰώθει, φαρμάκῳ ἔχρισε, καὶ αὐτή τε ἅμα τὰ [3] ἀνήλιφα ἤσθιε κἀκείνῳ τὰ πεφαρμαγμένα προσέβαλλεν. εἴτ' οὖν ἐκ τούτου εἴτε καὶ ἄλλως ἀρρωστήσας τούς τε ἑταίρους συνεκάλεσε, καὶ εἰπὼν αὐτοῖς ὅσα ἔχρῃζε, τέλος ἔφη ὅτι "τὴν Ῥώμην γηίνην [4] παραλαβὼν λιθίνην ὑμῖν καταλείπω". τοῦτο μὲν οὖν οὐ πρὸς τὸ τῶν οἰκοδομημάτων αὐτῆς ἀκριβὲς ἀλλὰ πρὸς τὸ τῆς ἀρχῆς ἰσχυρὸν ἐνεδείξατο· κρότον δὲ δή τινα παρ' αὐτῶν ὁμοίως τοῖς γελωτοποιοῖς, ὡς καὶ ἐπὶ μίμου τινὸς τελευτῇ, αἰτήσας καὶ πάμπανυ πάντα τὸν τῶν ἀνθρώπων βίον διέσκωψε.

[5]    καὶ ὁ μὲν οὕτω τῇ ἐννεακαιδεκάτῃ τοῦ Αὐγούστου, ἐν ᾗ ποτε τὸ πρῶτον ὑπάτευσε, μετήλλαξε, ζήσας μὲν πέντε καὶ ἑβδομήκοντα ἔτη καὶ μῆνας δέκα καὶ ἡμέρας ἓξ καὶ εἴκοσι (τῇ γὰρ τρίτῃ καὶ εἰκοστῇ τοῦ Σεπτεμβρίου ἐγεγέννητο), μοναρχήσας δέ, ἀφ' οὗ πρὸς τῷ Ἀκτίῳ ἐνίκησε, τέσσαρα καὶ τεσσαράκοντα ἔτη, δεκατριῶν ἡμερῶν [31] [1] δέοντα. οὐ μέντοι καὶ ἐκφανὴς εὐθὺς ὁ θάνατος αὐτοῦ ἐγένετο· ἡ γὰρ Λιουία, φοβηθεῖσα μὴ τοῦ Τιβερίου ἐν τῇ Δελματίᾳ ἔτ' ὄντος νεωτερισθῇ τι, συνέκρυψεν αὐτὸν μέχρις οὗ ἐκεῖνος ἀφίκετο. ταῦτα γὰρ οὕτω τοῖς τε πλείοσι καὶ ‹τοῖς› ἀξιοπιστοτέροις γέγραπται· εἰσὶ γάρ τινες οἳ καὶ παραγενέσθαι τὸν Τιβέριον τῇ [2] νόσῳ αὐτοῦ καὶ ἐπισκήψεις τινὰς παρ' αὐτοῦ λαβεῖν ἔφασαν. τὸ δ' οὖν σῶμα τὸ τοῦ Αὐγούστου ἐκ μὲν τῆς Νώλης οἱ πρῶτοι καθ' ἑκάστην πόλιν ἐκ διαδοχῆς ἐβάστασαν, πρὸς δὲ δὴ τῇ Ῥώμῃ γενόμενον οἱ ἱππῆς παραλαβόντες νυκτὸς ἐς τὸ ἄστυ ἐσεκόμισαν. τῇ τε ὑστεραίᾳ βουλὴ ἐγένετο, καὶ ἐς αὐτὴν οἱ μὲν ἄλλοι τὴν ἱππάδα στολὴν ἐνδεδυκότες συνῆλθον, οἱ δ' ἄρχοντες τὴν βουλευτικὴν πλὴν [3] τῶν ἱματίων τῶν περιπορφύρων· ὁ δὲ δὴ Τιβέριος καὶ ὁ Δροῦσος ὁ υἱὸς αὐτοῦ φαιάν, τὸν ἀγοραῖον τρόπον πεποιημένην, εἶχον. καὶ τοῦ μὲν λιβανωτοῦ καὶ αὐτοὶ ἔθυσαν, τῷ δ' αὐλητῇ οὐκ ἐχρήσαντο. ἐκαθέζοντο δὲ οἱ μὲν πολλοὶ ὥς που ἕκαστος εἰώθει, οἱ δ' ὕπατοι κάτω ἐν τοῖς βάθροις ὁ μὲν τῷ τῶν στρατηγῶν ὁ δὲ τῷ τῶν δημάρχων. καὶ μετὰ τοῦτο τῷ τε Τιβερίῳ ἄδεια ἐδόθη, ὅτι τοῦ τε νεκροῦ, οὐκ ἐξὸν δή, ἥψατο καὶ συμπαρέπεμψεν αὐτόν (καίτοι τὰς .....

[32]

[1a] ........ τὰς διαθήκας αὐτοῦ ὁ Δροῦσας ἐκ τῶν ἀειπαρθένων τῶν τῆς Ἑστίας ἱερειῶν, αἷς παρετέθειντο, εἰληφὼς εἰς τὸ συνέδριον εἰσήνεγκε, καὶ τὰς σφραγῖδας οἱ κατασημηνάμενοι ἐπεσκέψαντο, καὶ ἀνεγνώσθησαν ἐν ἐπηκόῳ τοῦ συνεδρίου. Zon. 10, 38 p. 429, 19430, 1 B. (p. 454, 27455, 2 D.)

[1]    Xiph. 120, 7121, 32: ... τὰς διαθήκας αὐτοῦ Πολύβιός τις καισάρειος ἀνέγνω ὡς μὴ πρέπον βουλευτῇ τοιοῦτόν τι ἀναλέγεσθαι. κατελέλειπτο δὲ ἐν αὐταῖς τὰ μὲν δύο μέρη τοῦ κλήρου τῷ Τιβερίῳ, τὸ δὲ λοιπὸν τῇ Λιουίᾳ, ὥς τινες λέγουσιν· ἵνα γάρ τι καὶ ἐκείνη τῆς οὐσίας αὐτοῦ ἀπόνηται, παρὰ τῆς βουλῆς ᾐτήσατο τοσοῦτον αὐτῇ καὶ παρὰ [2] τὸν νόμον καταλιπεῖν δυνηθῆναι. κληρονόμοι μὲν δὴ οὗτοι ἐγεγράφατο· κτήματα δὲ καὶ χρήματα πολλὰ πολλοῖς καὶ τῶν προσηκόντων οἱ καὶ τῶν ἀλλοτρίων, οὐχ ὅπως βουλευταῖς καὶ ἱππεῦσιν ἀλλὰ καὶ βασιλεῦσι, τῷ τε δήμῳ χιλίας μυριάδας, καὶ τοῖς στρατιώταις τοῖς μὲν δορυφόροις κατὰ πεντήκοντα καὶ διακοσίας δραχμάς, τοῖς δ' ἀστικοῖς τὴν ἡμίσειαν, τῷ [3] τε λοιπῷ τῷ πολιτικῷ πλήθει πέντε καὶ ἑβδομήκοντα δοθῆναι ἐκέλευσε. καὶ προσέτι καὶ τοῖς παισὶν ὧν μικρῶν ἔτι ὄντων τοὺς πατέρας τῶν οὐσιῶν ἐκεκληρονομήκει, προσέταξε πάντα μετὰ τῶν προσόδων, ἐπειδὰν ἀνδρωθῶσιν, ἀποδοθῆναι. ὅπερ που καὶ ζῶν ἐποίει· εἰ γάρ τινα τέκνα ἔχοντα διεδέξατο, τοῖς παισὶν αὐτοῦ πάντως, εἰ μὲν ἤδη τότε τέλειοι ἦσαν, [4] εὐθύς, εἰ δὲ μή, μετὰ τοῦτο πάντα ἀπεδίδου. τοιοῦτος μέντοι περὶ τοὺς ἀλλοτρίους παῖδας ὢν τὴν θυγατέρα οὔτε κατήγαγε, καίπερ καὶ δωρεῶν ἀξιώσας, καὶ ταφῆναι ἐν τῷ αὑτοῦ μνημείῳ ἀπηγόρευσε.

[33]

[1]    τοσαῦτα μὲν αἱ διαθῆκαι ἐδήλουν, ἐσεκομίσθη δὲ καὶ βιβλία τέσσαρα· καὶ αὐτὰ ὁ Δροῦσος ἀνέγνω. ἐγέγραπτο δὲ ἐν μὲν τῷ πρώτῳ ὅσα τῆς ταφῆς εἴχετο, ἐν δὲ τῷ δευτέρῳ τὰ ἔργα ἃ ἔπραξε πάντα, ἃ καὶ ἐς χαλκᾶς στήλας πρὸς τῷ ἡρῴῳ αὐτοῦ σταθείσας ἀναγραφῆναι [2] ἐκέλευσε· τὸ τρίτον τά τε τῶν στρατιωτῶν καὶ τὰ τῶν προσόδων τῶν τε ἀναλωμάτων τῶν δημοσίων, τό τε πλῆθος τῶν ἐν τοῖς θησαυροῖς χρημάτων, καὶ ὅσα ἄλλα τοιουτότροπα ἐς τὴν ἡγεμονίαν φέροντα ἦν, [3] εἶχε, καὶ τὸ τέταρτον ἐντολὰς καὶ ἐπισκήψεις τῷ Τιβερίῳ καὶ τῷ κοινῷ, ἄλλας τε καὶ ὅπως μήτ' ἀπελευθερῶσι πολλούς, ἵνα μὴ παντοδαποῦ ὄχλου τὴν πόλιν πληρώσωσι, μήτ' αὖ ἐς τὴν πολιτείαν συχνοὺς ἐσγράφωσιν, [4] ἵνα πολὺ τὸ διάφορον αὐτοῖς πρὸς τοὺς ὑπηκόους ᾖ. τά τε κοινὰ πᾶσι τοῖς δυναμένοις καὶ εἰδέναι καὶ πράττειν ἐπιτρέπειν, καὶ ἐς μηδένα ‹ἕνα› ἀναρτᾶν αὐτὰ παρῄνεσέ σφισιν, ὅπως μήτε τυραννίδος τις ἐπιθυμήσῃ, [5] μήτ' αὖ πταίσαντος ἐκείνου τὸ δημόσιον σφαλῇ. γνώμην τε αὐτοῖς ἔδωκε τοῖς τε παροῦσιν ἀρκεσθῆναι καὶ μηδαμῶς ἐπὶ πλεῖον τὴν ἀρχὴν ἐπαυξῆσαι ἐθελῆσαι· δυσφύλακτόν τε γὰρ αὐτὴν ἔσεσθαι, καὶ [6] κινδυνεύσειν ἐκ τούτου καὶ τὰ ὄντα ἀπολέσαι ἔφη. τοῦτο γὰρ καὶ αὐτὸς ὄντως ἀεί ποτε οὐ λόγῳ μόνον ἀλλὰ καὶ ἔργῳ ἐτήρησε· παρὸν γοῦν αὐτῷ πολλὰ ἐκ τοῦ βαρβαρικοῦ προσκτήσασθαι οὐκ ἠθέλησε.

[34]

[1]    ταῦτα μὲν αἱ ἐντολαὶ εἶχον, μετὰ δὲ τοῦτο ἡ ἐκφορὰ αὐτοῦ ἐγένετο. κλίνη ἦν ἔκ τε ἐλέφαντος καὶ χρυσοῦ πεποιημένη καὶ στρώμασιν ἁλουργοῖς διαχρύσοις κεκοσμημένη· καὶ ἐν αὐτῇ τὸ μὲν σῶμα κάτω που ἐν θήκῃ συνεκέκρυπτο, [εἰκὼν δὲ δή τις αὐτοῦ κηρίνη ἐν ἐπινικίῳ στολῇ ἐξεφαίνετο.] [2] καὶ αὕτη μὲν ἐκ τοῦ παλατίου πρὸς τῶν ἐς νέωτα ἀρχόντων, ἑτέρα δὲ ἐκ τοῦ βουλευτηρίου χρυσῆ, καὶ ἑτέρα αὖ ἐφ' ἅρματος πομπικοῦ ἤγετο. καὶ μετὰ ταύτας αἵ τε τῶν προπατόρων αὐτοῦ καὶ αἱ τῶν ἄλλων συγγενῶν τῶν τεθνηκότων, πλὴν τῆς τοῦ Καίσαρος ὅτι ἐς τοὺς ἥρωας ἐσεγέγραπτο, αἵ τε τῶν ἄλλων Ῥωμαίων τῶν καὶ καθ' ὁτιοῦν πρωτευσάντων, ἀπ' αὐτοῦ τοῦ Ῥωμύλου ἀρξάμεναι, [3] ἐφέροντο. καί τις καὶ τοῦ Πομπηίου τοῦ μεγάλου εἰκὼν ὤφθη, τά τε ἔθνη πάνθ' ὅσα προσεκτήσατο, ἐπιχωρίως σφίσιν ὡς ἕκαστα ἀπῃκασμένα ἐπέμφθη. κἀκ τούτου καὶ τὰ ἄλλα αὐτοῖς, [4] ὅσα ἐν τοῖς ἄνω λόγοις εἴρηται, ἐφέσπετο. προτεθείσης δὲ τῆς κλίνης ἐπὶ τοῦ δημηγορικοῦ βήματος, ἀπὸ μὲν ἐκείνου ὁ Δροῦσός τι ἀνέγνω, ἀπὸ δὲ τῶν ἑτέρων ἐμβόλων τῶν Ἰουλιείων ὁ Τιβέριος δημόσιον δή τινα κατὰ δόγμα λόγον ἐπ' αὐτῷ τοιόνδε ἐπελέξατο·

[35]

[1]    "ὅσα μὲν ἰδίᾳ καὶ παρὰ τῶν συγγενῶν ἐπὶ τῷ θείῳ ἐκείνῳ Αὐγούστῳ λεχθῆναι ἔδει, Δροῦσος εἴρηκεν· ἐπειδὴ δὲ καὶ δημοσίας τρόπον τινὰ φωνῆς ἡ γερουσία καλῶς ποιοῦσα ἠξίωσεν αὐτόν, οἶδα [2] μὲν προσήκοντα ἐμαυτῷ τὸν λόγον τόνδε ἐπιτραπείς (τίς γὰρ ἂν δικαιότερον ἐμοῦ τοῦ καὶ παιδὸς αὐτοῦ καὶ διαδόχου τὸν ἐπ' αὐτῷ ἔπαινον ἐνεχειρίσθη;) οὐ μέντοι καὶ θαρρεῖν ἔχω ὡς οὐ πολὺ καταδεέστερος καὶ τῆς ὑμετέρας περὶ αὐτοῦ βουλήσεως καὶ τῆς ἐκείνου [3] ἀξιώσεως ὤν. ἀλλ' εἰ μὲν ἐν ἀλλοτρίοις τισὶ λέξειν ἔμελλον, σφόδρα ἂν ἐφοβούμην μὴ τῷ ἐμῷ λόγῳ προσέχοντες τοιαῦτα καὶ τὰ ἔργα αὐτοῦ νομίσωσιν εἶναι· νῦν δὲ δὴ παραμυθεῖταί με ὅτι παρ' ὑμῖν τοῖς πάντα τε αὐτὰ ἀκριβῶς εἰδόσι καὶ πάντων αὐτῶν πεπειραμένοις, καὶ διὰ ταῦτα καὶ τῶν ἐπαίνων τῶνδε αὐτὸν ἠξιωκόσι, τοὺς [4] λόγους ποιήσομαι. οὐ γὰρ ἐξ ὧν ἂν ἐγὼ εἴπω καὶ τὴν ἐκείνου ἀρετὴν κρινεῖτε, ἀλλ' ἐξ ὧν αὐτοὶ σύνιστε καὶ τοῖς ἐμοῖς λόγοις βοηθήσετε, ἀναπληροῦντες τὸ ἐλλεῖπον τῇ μνήμῃ τῶν γεγονότων, ὥστε κοινὸν κἀν τούτῳ παρὰ πάντων τὸν ἔπαινον γενέσθαι, ἐμοῦ τε ὥσπερ ἐν χορῷ τινὶ τὰ κεφάλαια ἀποσημαίνοντος, καὶ ὑμῶν τὰ [5] λοιπὰ συνεπηχούντων. οὐ γὰρ δὴ καὶ ἐκεῖνο δέδοικα, μὴ ἤτοι ἐμοῦ ἀσθένειάν τινα καταγνῶτε, ὅτι μὴ δύναμαι τῆς ἐπιθυμίας ὑμῶν τυχεῖν, ἢ αὐτοὶ τῷ ὑπερβάλλοντι ὑμᾶς τῆς ἀρετῆς αὐτοῦ φθονήσητε. τίς γὰρ οὐκ ἐπίσταται τοῦθ', ὅτι οὔτ' ἂν πάντες ἄνθρωποι συνελθόντες ἀξίους αὐτοῦ ἐπαίνους εἴποιεν, καὶ πάντες ἐθελονταὶ [6] τῶν νικητηρίων αὐτῷ παραχωρεῖτε, οὐχ ὅτι οὐδεὶς ἂν ὑμῶν ἐξισωθείη οἱ φθονοῦντες, ἀλλὰ καὶ αὐτῷ τῷ ὑπερέχοντι αὐτοῦ ἀγαλλόμενοι. ὅσῳ γὰρ ἂν οὗτος μείζων ὑμῶν φανῇ, τοσούτῳ μείζονα ὑμεῖς εὐηργετῆσθαι δόξετε, ὥστε μὴ ἀφ' ὧν ἐλαττοῦσθε αὐτοῦ βασκανίαν ὑμῖν, ἀλλ' ἀφ' ὧν εὖ πεπόνθατε ὑπ' αὐτοῦ σεμνότητα ἐγγενέσθαι.

[36]

[1]    ἄρξομαι δὲ ἐντεῦθεν ὅθενπερ καὶ ἐκεῖνος τὰ κοινὰ πράττειν ἤρξατο, τοῦτ' ἔστιν ἀπὸ τῆς πρώτης ἡλικίας αὐτοῦ. καὶ γὰρ τοῦτο ἓν τῶν μεγίστων τοῦ Αὐγούστου ἔργων ἐστίν, ὅτι ἄρτι ἔκ τε τῶν παίδων ἐξεληλυθὼς καὶ μειρακιοῦσθαι ἀρχόμενος τὸν μὲν ἄλλον [2] χρόνον, καθ' ὃν καλῶς τὰ δημόσια πρὸς τοῦ ἡμιθέου ἐκείνου Καίσαρος διῳκεῖτο, παιδείᾳ προσεῖχεν, ἐπεὶ δὲ ἐπιβουλευθέντος αὐτοῦ πάντα τὰ κοινὰ ἐταράχθη, τῷ τε πατρὶ ἅμα ἱκανῶς ἐτιμώρησε καὶ ὑμῖν ἀναγκαίως ἐπεκούρησε, μήτε τὸ πλῆθος τῶν ἐχθρῶν φοβηθεὶς μήτε τὸ μέγεθος τῶν πραγμάτων δείσας μήτε τὴν ὀλιγοετίαν τὴν [3] ἑαυτοῦ ὀκνήσας. καίτοι τί τοιοῦτον ἢ Ἀλέξανδρος ὁ Μακεδὼν ἢ Ῥωμύλος ὁ ἡμέτερος, οἵπερ που μάλιστα νεαροὶ ὄντες ἐλλόγιμόν τι ποιῆσαι δοκοῦσιν, ἔπραξαν; ἀλλὰ τούτους μὲν ἐάσω, ἵνα μὴ καὶ ἐξ αὐτοῦ τοῦ παραβάλλειν οἱ καὶ παραδεικνύναι σφᾶς, καὶ ταῦτα ἐν ὑμῖν μηδὲν ἧττον ἐμοῦ αὐτοὺς εἰδόσι, σμικροτέραν τὴν τοῦ Αὐγούστου [4] ἀρετὴν ποιεῖν νομισθῶ· πρὸς μόνον δὲ δὴ τὸν Ἡρακλέα καὶ τὰ ἐκείνου ἔργα παραθεωρῶν αὐτὸν ὀρθῶς μὲν ἂν κατ' αὐτὸ τοῦτο ποιεῖν δόξαιμι, τοσοῦτον δ' ἂν τῆς προαιρέσεως διαμάρτοιμι ὅσον ἐκεῖνος μὲν ἔν τε παισὶν ὄφεις καὶ ἐν ἀνδράσιν ἔλαφόν τέ τινα καὶ κάπρον καὶ νὴ Δία καὶ λέοντα ἄκων καὶ ἐξ ἐπιτάξεως ἀπέκτεινεν, [5] οὗτος δὲ οὐκ ἐν θηρίοις ἀλλ' ἐν ἀνδράσιν ἐθελοντὴς καὶ πολεμῶν καὶ νομοθετῶν τό τε κοινὸν ἀκριβῶς ἔσωσε καὶ αὐτὸς ἐλαμπρύνθη. τοιγάρτοι διὰ ταῦτα καὶ στρατηγὸν αὐτὸν εἵλεσθε καὶ ὕπατον ἀπεδείξατε ἐκεῖνο τῆς ἡλικίας ἔχοντα ἐν ᾧ μηδὲ στρατεύεσθαί τινες ἐθέλουσιν.

[37]

[1]    αὕτη μὲν δὴ καὶ Αὐγούστῳ τοῦ πολιτικοῦ βίου ἀρχὴ καὶ ἐμοὶ τοῦ περὶ αὐτοῦ λόγου γέγονε· μετὰ δὲ δὴ τοῦτο ὁρῶν τὸ μὲν πλεῖστον καὶ κράτιστον καὶ τοῦ δήμου καὶ τῆς βουλῆς ἑαυτῷ συμφρονοῦν, στασιωτείαις δέ τισι τόν τε Λέπιδον καὶ τὸν Ἀντώνιον τόν τε [2] Σέξτον καὶ τὸν Βροῦτον τόν τε Κάσσιον χρωμένους, καὶ [μὴ] φοβηθεὶς μὴ πολλοῖς ἅμα πολέμοις, καὶ τούτοις ἐμφυλίοις, ἡ πόλις συνενεχθεῖσα καὶ διασπασθῇ καὶ ἐκτρυχωθῇ ὥστε μηδένα ἔτι τρόπον ἀνενεγκεῖν δυνηθῆναι, φρονιμώτατα καὶ δημωφελέστατα αὐτοὺς [3] διέθηκεν· τούς τε γὰρ ἰσχύοντας καὶ αὐτῷ τῷ ἄστει ἐπικειμένους προσλαβὼν κατεπολέμησε μετ' αὐτῶν τοὺς ἑτέρους, καὶ τούτων ὑπεξαιρεθέντων αὖθις αὖ καὶ ἀπ' ἐκείνων ἠλευθέρωσεν ἡμᾶς, ἑλόμενος μὲν ὀλίγους τινὰς καὶ ἄκων σφίσι προέσθαι ὥστε τοὺς πλείους διασῶσαι, ἑλόμενος δὲ καθ' ἑκάστους αὐτοῖς ἐπιτηδείως πως προσενεχθῆναι [4] ὥστε μὴ πᾶσιν ἅμα πολεμῆσαι. ἐξ ὧν ἐκεῖνος μὲν οὐδὲν ἰδίᾳ ἐκέρδανεν, ἡμᾶς δὲ δὴ πάντας περιφανῶς ὠφέλησε. καὶ τὰ μὲν κατὰ τοὺς πολέμους τούς τε ἐμφυλίους καὶ τοὺς ὀθνείους ἔργα αὐτοῦ τί ἄν τις μακρηγοροίη, ἄλλως τε καὶ διότι τὰ μὲν ὤφελε μηδ' ἀρχὴν γεγονέναι, τὰ δὲ ἐκ τῶν ἐπικτηθέντων πολὺ ἐναργεστέραν [5] τὴν ὠφελίαν παντὸς λόγου παρέχεται. καὶ προσέτι καὶ τῆς τύχης τὸ πλεῖστον ὄντα, καὶ μετὰ πολλῶν μὲν πολιτῶν πολλῶν δὲ καὶ συμμάχων κατορθωθέντα, καὶ κοινὴν πρὸς ἐκείνους τὴν αἰτίαν αὐτῷ ἔχει, καὶ τάχα ἂν καὶ ἑτέρων τινῶν πράξεσι παραβληθείη.

[6] ταῦτα μὲν οὖν παραλείψω· καὶ γάρ που πολλαχῇ αὐτὰ καὶ γεγραμμένα καὶ τετυπωμένα καὶ ὁρᾶν καὶ ἀναγιγνώσκειν δύνασθε· ἃ δὲ δὴ μάλιστα αὐτοῦ τε τοῦ Αὐγούστου ἔργα ἐστί, καὶ μήτ' ἄλλῳ τινὶ ἀνθρώπων πέπρακται, καὶ τὴν πόλιν ἡμῶν οὐ μόνον ἐκ πολλῶν καὶ παντοδαπῶν κινδύνων περιπεποίηκεν ἀλλὰ καὶ εὐπορωτέραν [7] καὶ δυνατωτέραν ἐξείργασται, ταῦτ' ἐρῶ μόνα· ἐκείνῳ τε γὰρ εὔκλειαν ἐξαίρετον λεχθέντα οἴσει, καὶ ὑμῶν τοῖς μὲν πρεσβυτέροις ἡδονὴν ἄμεμπτον ποιήσει, τοῖς δὲ νεωτέροις διδασκαλίαν ἀκριβῆ τοῦ τε τρόπου καὶ τῆς καταστάσεως τῆς πολιτείας παρέξει.

[38]

[1]    ὁ τοίνυν Αὔγουστος οὗτος, ὃν δι' αὐτὰ ταῦτα καὶ τῆς ἐπωνυμίας ταύτης ἠξιώσατε, ἐπειδὴ τάχιστα τῶν ἐμφυλίων πολέμων ἀπηλλάγη καὶ πράξας καὶ παθὼν οὐχ ὅσα αὐτὸς ἤθελεν ἀλλ' ὅσα τῷ δαιμονίῳ ἔδοξεν, πρῶτον μὲν τοὺς πλείους τῶν ἀντιστάντων οἱ καὶ περιγενομένων ἐκ τῶν παρατάξεων ἔσωσεν, ἐν μηδενὶ τὸν Σύλλαν [2] μιμησάμενος τὸν εὐτυχῆ ὀνομαζόμενον. καὶ ἵνα μὴ πάντας αὐτοὺς καταλέγω, τίς οὐκ οἶδε τὸν Σόσσιον, τίς τὸν Σκαῦρον τὸν ἀδελφὸν τοῦ Σέξτου, τίς τὸν Λέπιδον αὐτόν, ὃς καὶ ἐπεβίω τοσοῦτον τῇ ἥττῃ χρόνον καὶ ἀρχιέρεως διὰ παντὸς αὐτοῦ ὢν διετέλεσεν; ἔπειτα δὲ τοὺς συνεξετασθέντας οἱ πολλαῖς καὶ μεγάλαις δωρεαῖς τιμήσας οὔθ' ὑπερήφανόν τι πράττειν οὔθ' ὑβρίζειν [3] εἴασεν. ἀλλ' ἴστε γὰρ ἀκριβῶς καὶ ἐν τούτῳ τούς τε ἄλλους καὶ τὸν Μαικήναν καὶ τὸν Ἀγρίππαν, ὥστε με μηδὲν μηδὲ τούτους ἐξαριθμήσασθαι δεῖσθαι. δύο μὲν δὴ ταῦτ' ἔσχεν οἷα ἐν οὐδενὶ ἄλλῳ ἑνὶ ἐγένετο. ἤδη γὰρ οἶδ' ὅτι καὶ ἐχθρῶν τινες ἐφείσαντο καὶ ἕτεροι τοῖς ἑταίροις ἀσελγαίνειν οὐκ ἐπέτρεψαν· ἀλλὰ ἀμφότερα τῷ αὐτῷ ἅμα διὰ πάντων ὁμοίως οὐκ ἔστιν ὅτῳ ποτὲ [4] ἄλλῳ ὑπῆρξε. τεκμήριον δέ, Σύλλας μὲν καὶ Μάριος καὶ τοὺς παῖδας τῶν ἀντιπολεμησάντων σφίσιν ἤχθηραν· τί γὰρ δεῖ τῶν ἄλλων ἀνδρῶν τῶν μικροτέρων μνημονεύειν; Πομπήιος δὲ καὶ Καῖσαρ τούτου μὲν ἀπέσχοντο ὥς γε ἐπίπαν εἰπεῖν, τοῖς δὲ δὴ φίλοις [5] οὐκ ὀλίγα παρὰ τὰ ἑαυτῶν ἤθη ποιεῖν ἐφῆκαν. ἀλλ' οὗτος οὕτως ἑκάτερον αὐτῶν ἔμιξε καὶ ἐκέρασεν ὥστε τοῖς τε ἐναντιωθεῖσίν οἱ νίκην τὴν ἧτταν ἀποφῆναι καὶ τοῖς συναγωνισαμένοις εὐτυχῆ τὴν ἀρετὴν ἀποδεῖξαι.

[39]

[1]    ποιήσας δὲ ταῦτα, καὶ τὸ μὲν στασιωτικὸν πᾶν τὸ περιλειφθὲν φιλανθρωπίᾳ καταστήσας, τὸ δὲ στρατιωτικὸν τὸ κρατῆσαν εὐεργεσίᾳ μετριάσας, καὶ δυνηθεὶς ἂν ἐκ τούτων καὶ ἐκ τῶν ὅπλων τῶν τε χρημάτων μόνος ἀναμφιλόγως κύριος ἁπάντων, ὧν γε καὶ [2] ὑπ' αὐτῶν τῶν πραγμάτων ἐγεγόνει, εἶναι, οὐκ ἠθέλησεν, ἀλλ' ὥσπερ τις ἰατρὸς ἀγαθὸς σῶμα νενοσηκὸς παραλαβὼν καὶ ἐξιασάμενος, ἀπέδωκε πάντα ὑμῖν ὑγιᾶ ποιήσας. καίτοι τοῦτο ἡλίκον ἐστί, μάλιστα ἂν ἐξ ἐκείνου τεκμήραισθε ὅτι καὶ τὸν Πομπήιον καὶ τὸν Μέτελλον τὸν τότε ἀνθήσαντα ἐπῄνεσαν οἱ πατέρες ἡμῶν, ἐπειδὴ τὰς δυνάμεις [3] μεθ' ὧν ἐπολέμησαν ἐθελονταὶ διαφῆκαν. εἰ γὰρ ἐκεῖνοι μικράν τινα ἰσχὺν καὶ ταύτην πρόσκαιρον ἔχοντες, καὶ προσέτι καὶ ἀντιπάλους τοὺς οὐκ ἐπιτρέψοντάς σφισιν ἄλλο τι ποιῆσαι κεκτημένοι, τοῦτό τε ἔπραξαν καὶ ἐπ' αὐτῷ ἔπαινον ἔσχον, ποῦ δὴ δύναιτ' [4] ἄν τις τῆς Αὐγούστου μεγαλοφροσύνης ἐφικέσθαι, ὅστις πάσας μὲν τὰς δυνάμεις ὑμῶν τηλικαύτας οὔσας ἔχων, πάντων δὲ τῶν χρημάτων πλείστων ὄντων κρατῶν, καὶ μήτε φοβούμενός τινα μήθ' ὑποπτεύων, ἀλλ' ἐξὸν αὐτῷ πάντων συνεπαινούντων μόνῳ ἄρχειν, οὐκ ἠξίωσεν, ἀλλὰ καὶ τὰ ὅπλα καὶ τὰ ἔθνη καὶ τὰ χρήματα ἐς [5] τὸ μέσον ὑμῖν κατέθηκεν; ὅθενπερ καὶ ὑμεῖς, καλῶς ποιοῦντες καὶ ὀρθῶς φρονοῦντες, οὐκ ἠνέσχεσθε οὐδὲ ἐπετρέψατε αὐτῷ ἰδιωτεῦσαι, ἀλλ' ἅτε εὖ εἰδότες ὅτι δημοκρατία μὲν οὔποτ' ἂν τηλικούτοις πράγμασιν ἁρμόσειεν, προστασία δὲ ἑνὸς ἀνδρὸς μάλιστ' ἂν αὐτὰ σώσειεν, οὔτε λόγῳ μὲν ἐπανελθεῖν ἐς τὴν αὐτονομίαν ἔργῳ [6] δὲ ἐς τοὺς στασιασμοὺς ἠθελήσατε, καὶ ἐκεῖνον, ὃν αὐτοῖς τοῖς ἔργοις ἐδεδοκιμάκειτε, προκρίναντες ἠναγκάσατε χρόνον γέ τινα ὑμῶν προστῆναι. ἐξ οὗ δὴ πολὺ μᾶλλον αὐτοῦ πειραθέντες, καὶ δεύτερον αὖθις καὶ τρίτον τέταρτόν τε καὶ πέμπτον ἐξεβιάσασθε [40] [1] αὐτὸν ἐν τῇ τῶν κοινῶν διαχειρίσει ἐμμεῖναι. καὶ μάλα εἰκότως· τίς μὲν γὰρ οὐκ ἂν ἕλοιτο ἀπραγμόνως σώζεσθαι καὶ ἀκινδύνως εὐδαιμονεῖν, καὶ τῶν μὲν ἀγαθῶν τῶν τῆς πολιτείας ἀφθόνως ἀπολαύειν, ταῖς δὲ δὴ φροντίσι ταῖς ὑπὲρ αὐτῆς μὴ συνεῖναι; τίς δ' ἂν ἄμεινον τοῦ Αὐγούστου τῆς ἰδίας οἰκίας μόνης, μήτι γε καὶ [2] ἄλλων ἀνθρώπων τοσούτων, ἦρξεν; ὅστις τὰ μὲν ἐπίπονα καὶ ἐμπολέμια ἔθνη αὐτὸς καὶ φρουρήσειν καὶ σώσειν ὑπεδέξατο, τὰ δ' ἄλλα τὰ εἰρηναῖα καὶ ἀκίνδυνα ὑμῖν ἀπέδωκεν, στρατιώτας τε τοσούτους ἀθανάτους πρὸς τὸ προπολεμεῖν ὑμῶν τρέφων οὐδενὶ τῶν σφετέρων λυπηροὺς αὐτοὺς ἐποίησεν, ἀλλ' ἐπὶ μὲν τὸ ὀθνεῖον φύλακας φοβερωτάτους, πρὸς δὲ τὸ οἰκεῖον ἀόπλους ἀπολέμους εἶναι [3] παρεσκεύασε. καὶ μέντοι καὶ τῶν βουλευτῶν οὔτε ἐν ταῖς ἡγεμονίαις τὴν τοῦ κλήρου τύχην ἀφείλετο, ἀλλὰ καὶ τὰ ἆθλά σφισι τῆς ἀρετῆς προσπαρέσχεν, οὔτε ἐν ταῖς διαγνώμαις τὴν ἐξουσίαν τῆς διαψηφίσεως κατέλυσεν, ἀλλὰ καὶ τὴν ἀσφάλειαν τῆς παρρησίας προσέθηκεν. [4] ἔκ τε τοῦ δήμου τὸ δύσκριτον ἐν ταῖς διαγνώσεσιν ἐς τὴν τῶν δικαστηρίων ἀκρίβειαν μεταστήσας, τό τε ἀξίωμα τῶν ἀρχαιρεσιῶν αὐτῷ ἐτήρησε, κἀν ταύταις τὸ φιλότιμον ἀντὶ τοῦ φιλονείκου σφᾶς ἐξεπαίδευσε, κἀκ τῶν σπουδαρχιῶν αὐτῶν τὸ πλεονεκτικὸν ἐκκόψας τὸ εὔδοξον αὐτοῖς ἀντέδωκε. τά τε ἑαυτοῦ χρήματα σωφρόνως ἐπαύξων ἐς τὴν δημοσίαν χρείαν ἀνήλισκεν, καὶ τῶν κοινῶν ὡς ἰδίων [5] κηδόμενος ὡς ἀλλοτρίων ἀπείχετο. καὶ πάντα μὲν τὰ ἔργα τὰ πεπονηκότα ἐπισκευάσας οὐδενὸς τῶν ποιησάντων αὐτὰ τὴν δόξαν ἀπεστέρησε· πολλὰ δὲ καὶ ἐκ καινῆς, τὰ μὲν ἐπὶ τῷ ἑαυτοῦ ὀνόματι τὰ δὲ καὶ ἐφ' ἑτέρων, τὰ μὲν αὐτὸς κατεσκεύασε τὰ δὲ ἐκείνοις οἰκοδομῆσαι ἐπέτρεψε, τὸ τῷ κοινῷ χρήσιμον διὰ πάντων ἰδών, [6] ἀλλ' οὐ τῆς ἐπ' αὐτοῖς εὐκλείας ἰδίᾳ τισὶ φθονήσας. τοῖς τε τῶν οἰκειοτάτων ὑβρίσμασιν ἀπαραιτήτως ἐπεξιὼν τὰ τῶν ἄλλων ἁμαρτήματα ἀνθρωπίνως μετεχειρίζετο καὶ τοὺς μὲν ἀρετήν τινα ἔχοντας ἀφθόνως εἴα οἱ παρισοῦσθαι, τοὺς δ' ἄλλως πως βιοῦντας οὐκ [7] ἤλεγχεν. ἀλλὰ καὶ τῶν ἐπιβουλευσάντων αὐτῷ μόνους τοὺς μηδ' ἂν ἑαυτοῖς λυσιτελούντως ζήσαντας ἐδικαίωσε, τοὺς δὲ δὴ λοιποὺς οὕτω διέθηκεν ὥστε παμπληθῆ χρόνον μηδένα μήτ' οὖν ἀληθῆ μήτε ψευδῆ αἰτίαν ἐπιθέσεως λαβεῖν. θαυμαστὸν μὲν γὰρ οὐδὲν εἰ καὶ ἐπεβουλεύθη ποτέ· οὐδὲ γὰρ οὐδ' οἱ θεοὶ πᾶσιν ὁμοίως ἀρέσκουσιν· ἡ δὲ δὴ τῶν καλῶς ἀρχόντων ἀρετὴ οὐκ ἐξ ὧν ἂν ἕτεροι κακουργήσωσιν, ἀλλ' ἐξ ὧν ἂν αὐτοὶ ‹εὖ› ποιήσωσι φαίνεται.

[41]

[1]    εἴρηκα, ὦ Κυιρῖται, τὰ μέγιστα καὶ ἐκπρεπέστατα, ὥς γε ἐν κεφαλαίοις διελθεῖν, ἐπεὶ ἄν γε τις πάντα ἀκριβῶς καθ' ἕκαστον ἀναριθμήσασθαι ἐθελήσῃ, παμπόλλων ἂν ἡμερῶν δεηθείη. πρὸς δὲ καὶ εὖ οἶδ' ὅτι παρ' ἐμοῦ μὲν μόνα ταῦτα ἀκηκοότες ἔσεσθε, παρ' ἑαυτοῖς δὲ δὴ καὶ τἆλλα ἐξ αὐτῶν πάντα ἀναμνησθήσεσθε, [2] ὥστε τρόπον τινὰ καὶ ἐκεῖνα ἐμὲ δοκεῖν εἰρηκέναι. οὐδὲ γὰρ ἄλλως κόμπου τινὸς ἐν ἑτέροις τοῖς περὶ αὐτοῦ λόγον οὔθ' ὑμεῖς τὴν ἀκρόασιν πεποίησθε, ἀλλ' ὅπως τὰ πεπραγμένα αὐτῷ πολλὰ καὶ ἀγαθὰ ὄντα ἀειμνήστου παρὰ ταῖς ψυχαῖς ὑμῶν εὐκλείας τύχῃ.

[3] τίς μὲν γὰρ οὐκ ἂν τῶν βουλευτῶν αὐτοῦ μνημονεύσειεν, ὧν τὸ φαῦλον τὸ ἐκ τῶν στάσεων ἐπιπολάσαν ἀλύπως ἀφελὼν τὸ λοιπὸν αὐτῷ τε τούτῳ ἐσέμνυνε καὶ τῇ αὐξήσει τοῦ τιμήματος ἐμεγάλυνε τῇ τε δόσει τῶν χρημάτων ἐπλούτισεν· οἷς ἐξ ἴσου καὶ αὐτὸς τὴν γνώμην ἐδίδου, καὶ μεθ' ὧν συμμεθίστατο· οἷς πάντα τὰ μέγιστα καὶ ἀναγκαιότατα ἀεί ποτε ἢ ἐν τῷ συνεδρίῳ ἢ καὶ οἴκοι διά τε τὴν ἡλικίαν καὶ διὰ τὴν ἀσθένειαν τοῦ σώματος, παραλαμβάνων [4] ἄλλοτε ἄλλους, ἐπεκοίνου. τίς δ' οὐκ ἂν τῶν λοιπῶν Ῥωμαίων, οἷς ἔργα χρήματα ἀγῶνας πανηγύρεις, ἄδειαν ἀφθονίαν τῶν ἐπιτηδείων ἀσφάλειαν οὐκ ἀπὸ τῶν πολεμίων οὐδ' ἀπὸ τῶν κακούργων μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἐκ τοῦ δαιμονίου οὐχ ὅτι μεθ' ἡμέραν ἀλλὰ καὶ νύκτωρ συμπιπτόντων, παρεσκεύασε. τίς τῶν συμμάχων, οἷς ἀκίνδυνον τὴν ἐλευθερίαν, οἷς ἀζήμιον τὴν συμμαχίαν ἐποίησε. τίς τῶν ὑπηκόων, ‹ὧν› οὐδεὶς οὔθ' ὑβρίσθη ποτὲ οὔτε ἐπηρεάσθη.

[5] πῶς δ' ἄν τις ἐπιλάθοιτο ἀνδρὸς ἰδίᾳ μὲν πένητος δημοσίᾳ δὲ πλουσίου, καὶ πρὸς ἑαυτὸν μὲν οἰκονομικοῦ πρὸς δὲ τοὺς ἄλλους ἀναλωτικοῦ γενομένου, καὶ αὐτοῦ μὲν πάντα ἀεὶ καὶ πόνον καὶ κίνδυνον ὑπὲρ ὑμῶν ὑπομείναντος, ὑμᾶς δὲ δὴ μηδ' ὅσον προπέμψαι ποι αὐτὸν ἀπιόντα ἢ καὶ ἀπαντῆσαί οἱ ἐπανιόντι ταλαιπωρήσαντος, καὶ ἐν μὲν ταῖς ἑορταῖς καὶ τὸν δῆμον οἴκαδε προσδεξαμένου, ἐν δὲ ταῖς ἄλλαις ἡμέραις καὶ τὴν γερουσίαν ἐν αὐτῷ τῷ βουλευτηρίῳ [6] ἀσπασαμένου; πῶς τοῦ τε πλήθους καὶ τῆς ἀκριβείας ἅμα τῶν νόμων τῶν τοῖς μὲν ἀδικουμένοις αὔταρκες παραμύθιον τοῖς δ' ἀδικοῦσιν οὐκ ἀπάνθρωπον τιμωρίαν ἐχόντων; πῶς τῶν γερῶν τῶν τοῖς γαμοῦσι καὶ τεκνοῦσι προκειμένων; πῶς τῶν ἄθλων τῶν τοῖς [7] στρατιώταις ἄνευ τινὸς ἑτέρου βλάβης δεδομένων; τί δέ; τὸ τοῖς ἅπαξ ἀναγκαίως κτηθεῖσιν ἀρκεσθῆναι αὐτὸν καὶ μηδὲν ἕτερον προσκατεργάσασθαι ἐθελῆσαι, ἐξ οὗ πλειόνων ἂν δόξαντες ἄρχειν καὶ τὰ ὄντα ἀπωλέσαμεν, ἢ τὸ τοῖς μὲν πάνυ φίλοις καὶ συνησθῆναι ἀεί ποτε αὐτὸν καὶ συλλυπηθῆναι καὶ συμπαῖξαι καὶ συσπουδάσαι, [8] πᾶσι δ' ἁπλῶς τοῖς ὠφέλιμόν τι ἐπινοῆσαι δυνασθεῖσι παρρησιάσασθαι ἐπιτρέψαι, καὶ τοὺς μὲν ἀληθιζομένους τινὰ ἐπαινέσαι, τοὺς δὲ κολακεύοντας μισῆσαι, καὶ πολλὰ μὲν καὶ ἐκ τῶν οἰκείων πολλοῖς χαρίσασθαι, πάντα δὲ τὰ καταλειφθέντα αὐτῷ ὑπό τινων παῖδας ἐχόντων αὐτοῖς ἐκείνοις ἀποδοῦναι, ποίᾳ ἂν ἐπιλησμοσύνῃ [9] φθαρείη; τοιγαροῦν διὰ ταῦτα εἰκότως καὶ προστάτην αὐτὸν καὶ πατέρα δημόσιον ἐποιήσασθε, καὶ ἄλλοις τε πολλοῖς καὶ ὑπατείαις πλείσταις ἐπεγαυρώσατε, καὶ τὸ τελευταῖον καὶ ἥρωα ἀπεδείξατε καὶ ἀθάνατον ἀπεφήνατε. οὔκουν οὐδὲ πενθεῖν αὐτὸν ἡμῖν πρέπει, ἀλλὰ τὸ μὲν σῶμα αὐτοῦ τῇ φύσει ἤδη ἀποδοῦναι, τὴν δὲ ψυχὴν ὡς καὶ θεοῦ ἀεὶ ἀγάλλειν."

[42]

[1]    Τιβέριος μὲν ταῦτα ἀνέγνω, μετὰ δὲ τοῦτο τήν τε κλίνην οἱ αὐτοὶ οἵπερ καὶ πρότερον ἀράμενοι διὰ τῶν ἐπινικίων πυλῶν κατὰ τὰ τῇ βουλῇ δόξαντα διεκόμισαν, παρῆν δὲ καὶ συνεξέφερεν αὐτὸν ἥ τε γερουσία καὶ ἡ ἱππάς, αἵ τε γυναῖκες αὐτῶν καὶ τὸ δορυφορικόν, [2] οἵ τε λοιποὶ πάντες ὡς εἰπεῖν οἱ ἐν τῇ πόλει τότε ὄντες. ἐπεὶ δὲ ἐς τὴν πυρὰν τὴν ἐν τῷ Ἀρείῳ πεδίῳ ἐνετέθη, πρῶτοι μὲν οἱ ἱερῆς πάντες περιῆλθον αὐτήν, ἔπειτα δὲ οἵ τε ἱππῆς, οἵ τε ἐκ τοῦ τέλους καὶ οἱ ἄλλοι, καὶ τὸ ὁπλιτικὸν τὸ φρουρικὸν περιέδραμον, πάντα τὰ νικητήρια, ὅσα τινὲς αὐτῶν ἐπ' ἀριστείᾳ ποτὲ παρ' αὐτοῦ [3] εἰλήφεσαν, ἐπιβάλλοντες αὐτῇ. κἀκ τούτου δᾷδας ἑκατόνταρχοι, ὥς που τῇ βουλῇ ἐδόκει, λαβόντες ὑφῆψαν αὐτήν· καὶ ἡ μὲν ἀνηλίσκετο, ἀετὸς δέ τις ἐξ αὐτῆς ἀφεθεὶς ἀνίπτατο ὡς καὶ δὴ τὴν ψυχὴν αὐτοῦ ἐς τὸν οὐρανὸν ἀναφέρων. πραχθέντων δὲ τούτων [4] οἱ μὲν ἄλλοι ἀπηλλάγησαν, ἡ δὲ δὴ Λιουία κατὰ χώραν πέντε ἡμέραις μετὰ τῶν πρώτων ἱππέων μείνασα τά τε ὀστᾶ αὐτοῦ συνελέξατο καὶ ἐς τὸ μνημεῖον κατέθετο.

[43]

[1]    τὸ δὲ δὴ πένθος τὸ μὲν ἐκ τοῦ νόμου οἱ μὲν ἄνδρες οὐ πολλαῖς ἡμέραις αἱ δὲ γυναῖκες ἐνιαυτῷ ὅλῳ κατὰ ψήφισμα ἐποιήσαντο, τὸ δ' ἀληθὲς ἐν μὲν τῷ παραχρῆμα οὐ πολλοὶ ὕστερον δὲ πάντες ἔσχον. εὐπρόσοδός τε γὰρ πᾶσιν ὁμοίως ἦν, καὶ ἐς χρήματα πολλοῖς ἐπήρκει, τούς τε φίλους ἰσχυρῶς ἐτίμα, καὶ ταῖς παρρησίαις [2] αὐτῶν ὑπερέχαιρε. τεκμήριον δὲ πρὸς τοῖς εἰρημένοις ὅτι τοῦ Ἀθηνοδώρου ἐν δίφρῳ ποτὲ καταστέγῳ ἐς τὸ δωμάτιον αὐτοῦ ὡς καὶ γυναικός τινος ἐσκομισθέντος, καὶ ἐξ αὐτοῦ ξιφήρους ἐκπηδήσαντος, καὶ προσεπειπόντος "οὐ φοβῇ μή τίς σε οὕτως ἐσελθὼν [3] ἀποκτείνῃ;" οὐχ ὅπως ὠργίσθη, ἀλλὰ καὶ χάριν αὐτῷ ἔγνω. ταῦτά τε οὖν αὐτοῦ ἀνεμιμνήσκοντο, καὶ ὅτι καὶ τοῖς λυπήσασί τι αὐτὸν οὐκ ἀκρατῶς ὠργίζετο, τήν τε πίστιν καὶ πρὸς τοὺς οὐκ ἀξίους αὐτῆς ἐτήρει· Κοροκότταν γοῦν τινα λῃστὴν ἐν Ἰβηρίᾳ ἀκμάσαντα τὸ μὲν πρῶτον οὕτω δι' ὀργῆς ἔσχεν ὥστε τῷ ζωγρήσαντι αὐτὸν πέντε καὶ εἴκοσι μυριάδας ἐπικηρῦξαι, ἔπειτ' ἐπειδὴ ἑκών οἱ προσῆλθεν, οὔτε τι κακὸν εἰργάσατο καὶ προσέτι καὶ τῷ ἀργυρίῳ [4] ἐκείνῳ ἐπλούτισε. διά τε οὖν ταῦτα, καὶ ὅτι τὴν μοναρχίαν τῇ δημοκρατίᾳ μίξας τό τε ἐλεύθερόν σφισιν ἐτήρησε καὶ τὸ κόσμιον τό τε ἀσφαλὲς προσπαρεσκεύασεν, ὥστ' ἔξω μὲν τοῦ δημοκρατικοῦ θράσους ἔξω δὲ καὶ τῶν τυραννικῶν ὕβρεων ὄντας ἔν τε ἐλευθερίᾳ σώφρονι καὶ ἐν μοναρχίᾳ ἀδεεῖ ζῆν, βασιλευομένους τε ἄνευ δουλείας καὶ δημοκρατουμένους ἄνευ διχοστασίας, δεινῶς αὐτὸν ἐπόθουν.

[44]

[1] εἰ γάρ τινες καὶ τῶν προτέρων τῶν ἐν τοῖς ἐμφυλίοις πολέμοις γενομένων ἐμνημόνευον, ἐκεῖνα μὲν τῇ τῶν πραγμάτων ἀνάγκῃ ἀνετίθεσαν, τὴν δὲ δὴ γνώμην αὐτοῦ ἐξ οὗ τὸ κράτος ἀναμφίλογον ἔσχεν ἐξετάζειν ἠξίουν· πλεῖστον γὰρ δὴ τὸ διάφορον ὡς ἀληθῶς [2] παρέσχετο. καὶ τοῦτο μὲν καθ' ἕκαστον ἄν τις τῶν πραχθέντων ἐπεξιὼν ἀκριβώσειε· κεφάλαιον δὲ ἐφ' ἅπασιν αὐτοῖς γράφω ὅτι τό τε στασιάζον πᾶν ἔπαυσε καὶ τὸ πολίτευμα πρός τε τὸ κράτιστον μετεκόσμησε καὶ ἰσχυρῶς ἐκράτυνεν, ὥστε εἰ καὶ βιαιότερόν τι, οἷα ἐν τοῖς παραλόγοις φιλεῖ συμβαίνειν, ἐπράχθη, δικαιότερον [3] ἄν τινα αὐτὰ τὰ πράγματα ἢ ἐκεῖνον αἰτιάσασθαι. οὐκ ἐλάχιστον δ' οὖν αὐτῷ πρὸς εὐδοξίαν καὶ τὸ πολυχρόνιον τῆς ἡγεμονίας συνήρατο. τῶν μὲν γὰρ ἐκ τῆς δημοκρατίας ἀνδρῶν καὶ [4] οἱ πλείους καὶ οἱ δυνατώτεροι ἀπωλώλεσαν· οἱ δ' ὕστεροι ἐκείνης μὲν οὐδὲν εἰδότες, τοῖς δὲ παροῦσι μόνοις ἢ καὶ μάλιστα ἐντραφέντες οὐ μόνον οὐκ ἤχθοντο αὐτοῖς ἅτε καὶ συνήθεσιν οὖσιν, ἀλλὰ καὶ ἔχαιρον, καὶ βελτίω καὶ ἀδεέστερα αὐτὰ ὧν ἤκουον ὁρῶντες ὄντα.

[45]

[1]    ταῦτα δὲ ἠπίσταντο μὲν καὶ ζῶντος αὐτοῦ, ἐπὶ πλεῖον δ' ὅμως μεταλλάξαντος ἔγνωσαν· καὶ γὰρ φιλεῖ πως τὸ ἀνθρώπειον οὐχ οὕτω τι εὐπαθοῦν τῆς εὐδαιμονίας αἰσθάνεσθαι ὡς δυστυχῆσαν ποθεῖν αὐτήν. ὅπερ που καὶ τότε περὶ τὸν Αὔγουστον συνέβη· τοῦ γὰρ Τιβερίου μετ' αὐτὸν οὐχ ὁμοίου πειραθέντες ἐκεῖνον ἐζήτουν.

[2] καὶ ἦν μὲν καὶ παραχρῆμα τὴν μεταβολὴν τῆς καταστάσεως τοῖς ἔμφροσι τεκμήρασθαι· ὅ τε γὰρ ὕπατος ὁ Πομπήιος ἐξορμήσας ὡς καὶ τοῖς τὸ τοῦ Αὐγούστου σῶμα ἄγουσιν ἀπαντήσων τό τε σκέλος ἐπλήγη καὶ μετ' αὐτοῦ φοράδην ἀνεκομίσθη, καὶ βύας αὖθις ὑπὲρ τοῦ συνεδρίου ἐν αὐτῇ τῇ πρώτῃ τῆς βουλῆς μετὰ τὸν θάνατον αὐτοῦ ἕδρᾳ ἱδρύθη καὶ πολλὰ καὶ οὐκ αἴσια ἐπεφθέγξατο.

[3] τοσοῦτον δ' οὖν τὸ σύμπαν ἀλλήλων διήνεγκαν ὥστε τινὰς καὶ ἐς τὸν Αὔγουστον ὑποπτεῦσαι ὅτι ἐξεπίτηδες τὸν Τιβέριον, καίπερ εὖ εἰδὼς ὁποῖος ἦν, διάδοχον ἀπέδειξεν, ἵνα αὐτὸς εὐδοξήσῃ.

[46]

[1]    ταῦτα μὲν δὴ οὖν ὕστερον διαθροεῖν ἤρξαντο, τότε δὲ ἀθανατίσαντες αὐτόν, καὶ θιασώτας οἱ καὶ ἱερὰ ἱέρειάν τε τὴν Λιουίαν [2] τὴν Ἰουλίαν τε καὶ Αὔγουσταν ἤδη καλουμένην ἀπέδειξαν. καὶ οἱ μὲν καὶ ῥαβδούχῳ χρῆσθαι ἐν ταῖς ἱερουργίαις αὐτῇ ἐπέτρεψαν· ἐκείνη δὲ δὴ Νουμερίῳ τινὶ Ἀττικῷ, βουλευτῇ ἐστρατηγηκότι, πέντε καὶ εἴκοσι μυριάδας ἐχαρίσατο, ὅτι τὸν Αὔγουστον ἐς τὸν οὐρανόν, κατὰ τὰ περί τε τοῦ Πρόκλου καὶ περὶ τοῦ Ῥωμύλου λεγόμενα, [3] ἀνιόντα ἑορακέναι ὤμοσε. καὶ αὐτῷ ἔν τε τῇ Ῥώμῃ ἡρῷον ψηφισθὲν μὲν ὑπὸ τῆς γερουσίας οἰκοδομηθὲν δὲ ὑπό τε τῆς Λιουίας καὶ ὑπὸ τοῦ Τιβερίου ἐποιήθη, καὶ ἄλλοθι πολλαχόθι, τὰ μὲν ἑκόντων δὴ τῶν δήμων τὰ δὲ ἀκόντων οἰκοδομουμένων. καί οἱ [4] καὶ ἡ ἐν τῇ Νώλῃ οἰκία, ἐν ᾗ μετήλλαξεν, ἐτεμενίσθη. ἐν ᾧ δ' οὖν τὸ ἐν τῇ Ῥώμῃ ἡρῷον ἐγίγνετο, εἰκόνα αὐτοῦ χρυσῆν ἐπὶ κλίνης ἐς τὸν τοῦ Ἄρεως ναὸν ἔθεσαν, καὶ ἐκείνῃ πάντα ὅσα τῷ ἀγάλματι αὐτοῦ μετὰ τοῦτο χρήσεσθαι ἔμελλον ἐνόμισαν. ταῦτά τε αὐτῷ ἐψηφίσθη, καὶ ὅπως μήτ' εἰκὼν αὐτοῦ ἐν ἐκφορᾷ τινος πομπεύῃ, καὶ τὰ γενέσια οἱ ὕπατοι ἐξ ἴσου τοῖς Ἀρείοις ἀγωνοθετῶσι, τά τε Αὐγουστάλια οἱ δήμαρχοι ὡς καὶ ἱεροπρεπεῖς ὄντες [5] διατιθῶσι. καὶ οἱ τὰ μὲν ἄλλα ὥσπερ εἰώθει γίγνεσθαι ἔπραξαν (καὶ γὰρ τῇ ἐσθῆτι τῇ ἐπινικίῳ ἐν τῇ ἱπποδρομίᾳ ἐχρήσαντο), οὐ μέντοι καὶ τοῦ ἅρματος ἐπέβησαν. χωρὶς δὲ τούτων καὶ ἡ Λιουία ἰδίαν δή τινα αὐτῷ πανήγυριν ἐπὶ τρεῖς ἡμέρας ἐν τῷ παλατίῳ ἐποίησεν, ἣ καὶ δεῦρο ἀεὶ ὑπ' αὐτῶν τῶν ἀεὶ αὐτοκρατόρων τελεῖται.

[47]

[1]    ἐπὶ μὲν οὖν τῷ Αὐγούστῳ τοσαῦτα, λόγῳ μὲν ὑπὸ τῆς γερουσίας ἔργῳ δὲ ὑπό τε τοῦ Τιβερίου καὶ ὑπὸ τῆς Λιουίας, ἐνομίσθη· ἄλλων γὰρ ἄλλα ἐσηγουμένων, ἔδοξέ σφισι βιβλία παρ' αὐτῶν τὸν Τιβέριον λαβόντα ἐκλέξασθαι ὅσα ἐβούλετο. προσέθηκα δὲ τὸ τῆς Λιουίας ὄνομα, ὅτι καὶ αὐτὴ τῶν πραγμάτων ὡς καὶ αὐταρχοῦσα [2] ἀντεποιεῖτο. κἀν τούτῳ τὸ πλῆθος, τῶν ὀρχηστῶν τινος μὴ ἐθελήσαντος ἐπὶ τῷ τεταγμένῳ μισθῷ ἐς τὸ θέατρον ἐν τοῖς Αὐγουσταλίοις ἐσελθεῖν, ἐστασίασε· καὶ οὐ πρότερον ἐπαύσαντο ταραττόμενοι πρὶν τοὺς δημάρχους τήν τε βουλὴν αὐθημερὸν συναγαγεῖν, καὶ δεηθῆναι αὐτῆς ἐπιτρέψαι σφίσι πλεῖόν τι τοῦ νενομισμένου ἀναλῶσαι.