[247] Πέλαγος δὲ οὐδείς πω διὰ τέλους ᾖσεν οὔτε ποιητὴς οὔτε λογογράφος, ἀλλ' Ὅμηρος λέγει ἰοειδέα πόντον [248] καὶ οἴνοπα πόντον, καὶ Εὐριπίδης ἅλα πορφυρέην, καὶ εἰ δή τις ἄλλος ἄλλο τι τοιοῦτον· τὰ δὲ πολλὰ καὶ βλασφημοῦσιν εἰς τὴν θάλατταν, ἁλμυρὰν καὶ βαρύβρομον καὶ τὰ τοιαῦτ' ὀνομάζοντες. ἡμεῖς δὲ τὸν μὲν ὑπὲρ πάσης τῆς θαλάττης λόγον ὅσην καὶ οἵαν χρείαν ἀνθρώποις ἔχει καὶ ὑπὲρ ἡλίκων αὐτὴν ἐποίησεν ὁ θεὸς ἐάσομεν ἐν τῷ παρόντι, τῷ δὲ Αἰγαίῳ τὸ ὀφείλημα ἀποδώσομεν καὶ ὑμνήσομεν, πρῶτον ὅτι θέσεως ἄριστα εἴληχεν, ὡς καὶ πόλεως ἄν τις ἐπαινέσειε πρῶτον τὴν θέσιν. ἐν γὰρ τῷ μέσῳ τῆς πάσης οἰκουμένης τε καὶ θαλάττης μάλιστα ἵδρυται, πρὸς ἄρκτον μὲν Ἑλλήσποντον καὶ Προποντίδα καὶ πόντον καταλιπὼν, πρὸς δὲ μεσημβρίαν τὴν λοιπὴν θάλατταν, διαιρῶν μὲν τὴν Ἀσίαν ἀπὸ τῆς Εὐρώπης, ᾗ πρῶτον μεθ' Ἑλλήσποντον διίστασθον· γένη δὲ τὰ ἐνδοξότατα καὶ ἡμερώτατα ἐφ' ἑκατέρας τῆς ἀκτῆς ἔχων, ἔνθεν μὲν Ἰωνίαν καὶ τὴν Αἰολίδα γῆν, ἑτέρωθεν δὲ τὴν Ἑλλάδα. ὥστε μόνον τοῦτο ἂν εἴη πελαγῶν μέσον εἶναι τῆς πάσης Ἑλλάδος ἄξιον εἰπεῖν, εἴ τις ἓν τοῦτο γένος Ἑλλήνων ἐφ' ἑκατέρας τῆς ἠπείρου τιθείη. καίτοι εἰ ποταμῶν εὐδοκιμοῦσιν ὄχθαι δένδρα ἔχουσαι καὶ λειμῶνας, ἦ που σφόδρα γε τὰς τοῦ Αἰγαίου δίκαιον εὐδοκιμεῖν ἀκτὰς, τοιούτοις γένεσι κεκοσμημένας, καὶ ταῦτα ἐν αὐτοῖς τοῖς προσοικοῦσιν Ἕλλησιν· ἐπεὶ καὶ τοῦ ἀέρος τὸ μετριώτατον καὶ πρὸς πάσας τὰς ὥρας τὸ αὐτὸ ἀνεκτότατον, τοῦτ' ἂν εἴη τὸ ὑπερέχον τὸν Αἰγαῖον, καὶ περὶ ταύτας τὰς χώρας μάλιστα ἱδρυμένον. δῆλον δὲ κατ' ἀμφοτέρους τοὺς λόγους. οἵ τε γὰρ τὴν Ἀττικὴν ἐν τῷ καλλίστῳ τοῦ οὐρανοῦ φάσκοντες εἶναι οἵ τ' αὖ τὴν Ἰωνίαν ὁμολογοῦσι δήπουθεν ἀμφότεροι περὶ τοῦτον ὅλως τὸν τόπον εἶναι τὸ βέλτιστον. καθότι γὰρ ἀμφοτέρας παρατείνει τὰς ἀκτὰς, ὁποτέραν ἄν τις αὐτῶν τιθῇ κρατεῖν, ἔχει ταύτην, καὶ εἰ δεήσειεν αὖ κατὰ τὰς ἄλλας ἀμφισβητήσεις ἐπιχωρήσαντας ἀλλήλοις ἐπὶ τὸ μέσον ἐλθεῖν, ὅπερ εἶπον, ὁ Αἰγαῖός ἐστι τοῦτο. ὥστε τὸ κάλλιστον τῶν ἀέρων οὗτος εἴληχεν.
[249] Ἡ μὲν δὴ θέσις αὐτοῦ τοιαύτη τε καὶ ἐν τοιούτῳ τοῦ παντός· ἡ δὲ φύσις θαυμαστή. τὸ μὲν γὰρ μέγεθος τοῦ πελάγους ἐν τοῖς πρώτοις ἐλλόγιμόν τε καὶ πάντη τεταμένον, εἴ τις ἀκριβῶς αὐτὸ ἀπὸ τῆς ἀρχῆς εἰς τέλος ἐξετάζοι πανταχῆ, καὶ περὶ κύκλῳ πλέοντι ἡμερῶν πλῆθος ἀμύθητον τριφθήσεται. οὐ μὴν ἐψίλωταί γε οὐδ' εἰς ἀπέραντον καθιστῶν τὴν ὄψιν ἀθυμίαν καὶ ἀπορίαν παρέχει, ἀλλὰ πολλὰ μὲν Αἰγαίου πελάγη, πολλοὶ δὲ κόλποι, ἄλλο δὲ ἀλλαχοῦ θαλάττης εἶδος. προκαταλύσαις δ' ἂν καὶ ἐν μέσῳ τῷ πελάγει τὸν πλοῦν καὶ ἐντύχοις ἂν καὶ γῇ καὶ πόλεσι καὶ χωρίοις ὥσπερ τισὶ μικραῖς ἠπείροις περιρρύτοις, καὶ ταμίας ἂν γένοιο αὐτὸς τοῦ πλοῦ, καὶ πρὶν ἐκπερᾶσαι πᾶν τὸ πέλαγος, αὖθις ἂν ὀπίσω κομίζοιο, ὁμοίως ἐκτελέσας τὸν σκοπόν. οὐ γὰρ κατὰ τὸ Ὁμήρου πέλαγος δι' ἐρήμου δεῖ διελθεῖν καὶ ἐπί τι τῶν οἰκουμένων ἀνύσαι, ὥστε μηδενὶ θεῶν κεχαρισμένην εἶναι τὴν ὁδὸν ὑπὸ τῆς ἐρημίας, ἀλλ' ἐνταῦθα γὰρ δὴ καὶ
Νηρῄδων χοροὶ
κάλλιστον ἴχνος ἐξελίσσουσιν ποδί·
ὅτι τὸ μάλιστα οἰκούμενον καὶ ἀκμάζον τῆς θαλάττης τοῦτό ἐστι, καὶ τοσαῦτά ἐστι πλεῖν ὁπόσα τις βούλεται, καὶ τοσαῦτά γε αὖ πεζεῦσαι ὁπόσα τις μὴ περιπλεῖν βούλεται, ἀλλὰ διεξελθὼν ἐπ' ἄλλην ἀκτὴν κατάρας ἐκεῖθεν ἀφιέναι. μόνον γὰρ τοῦτο πελαγῶν οὐχ ἧττον οἰκεῖται ἢ αὐτὴ ἡ γῆ· πόλεις τε ἔχει τοσοῦτον ἀλλήλων διεχούσας ὅσον ἂν καὶ τὰς ἐν τῇ ἠπείρῳ πόλεις αἱ μεταξὺ χῶραι διακρίνοιεν. ὥστε διὰ μὲν ὀξύτητά τε τοῦ πελάγους καὶ πλῆθος τοῦ παντὸς πλοῦ φοβερώτατός ἐστι, διὰ δ' αὖ τὰς ἀναπαύσεις ἡμερώτατος. τάχιστα δὲ κινούμενος μάλιστα καὶ σώζει τὸ θεῖον διαφυλάττων. δεῖ γὰρ αὐτὸ φρικῶδες μὲν δι' ἰσχὺν, σωτήριον δὲ εἶναι διὰ πραότητα. ἠχεῖ δὲ πελαγῶν λιγυρώτατον περὶ τὰ ἑαυτοῦ δῶρά τε καὶ γεννήματα· οἷόν περ τοὺς Πᾶνας καὶ Σατύρους φασὶ ποιηταὶ κατά τε τὰ ὄρη καὶ περὶ τὰ δένδρα ἠχεῖν ὥρᾳ [250] ἔτους τερπομένους, ἅτε καὶ τοὺς μουσικωτάτους τῶν θεῶν ἑαυτοῦ πολίτας τε καὶ ἐνοίκους ἔχων Ἀπόλλω τε καὶ Ἄρτεμιν, οὓς ὁ πάντων πατὴρ Ζεὺς ὡς ἐν καλλίστῳ τούτῳ τῆς οἰκουμένης ἔφυσεν, ἵν' εἶεν τέλειοι τὴν μουσικὴν, καὶ τὴν Λητὼ διὰ τριῶν ἑτέρων νήσων ἤγαγεν εἰς μέσην ἐν μέσῳ τῷ Αἰγαίῳ τὴν Δῆλον, Ἀθηνᾶν ἡγεμόνα ποιησάμενος αὐτῇ τῆς ὁδοῦ. δῆλον δὲ καὶ παντὶ τοῦ πελάγους τὸ φύσει μουσικὸν, ὅ γε εὐθὺς ἐξ ἀρχῆς ἀνῆκεν ὥσπερ ἄλλον τινὰ χορὸν τὸν τῶν νήσων, αἳ διειληφυῖαι τὸ πέλαγος πολλαὶ πρὸς ἀλλήλας κεκλιμέναι παντὸς κύκλου διθυραμβικοῦ θέαμα ἱερώτερον ναύταις τε καὶ ἐπιβάταις φαίνονται, κινδύνων τε παραψυχὴ καὶ κατὰ νοῦν ἰόντος πλοῦ ψυχαγωγία θαυμαστή. πᾶσαι γὰρ ἀλλήλων ἔξω τε καὶ μέσαι εἰσὶν, ὥσπερ ὅταν θέρους ὥρᾳ καὶ πρὶν ζέφυρον κατιέναι πλοῖα κατ' ἰχθύων θήραν σαλεύῃ πολλὰ, καὶ παρελθόντι εἴσω τά τε ἐκ πρύμνης καὶ τὰ ἐκ πρῴρας καὶ τοῖχος ἑκάτερος πάντα ὁμοίως εἰς νῆσον τελευτᾷ, ὥστε ἀπορῆσαι τὴν πρώτην ὅπη καὶ χρὴ διεξελθεῖν. ὅπερ δὲ τὰ ἐπιβοηθοῦντα σκάφη, τοῦτο αὗται ποιοῦσιν αἱ νῆσοι τοῖς χειμαζομένοις, ἀπαντῶσιν οἷον χεῖρα ὀρέγουσαι καὶ καλοῦσαι παρ' αὑτάς. τοιαῦτα τοῦ Αἰγαίου τὰ φιλοτεχνήματα, ἀναμίξαντος ὁμοῦ τῷ πελάγει τὴν γῆν, ὥσπερ αἱ στικταί τε ἔλαφοι καὶ τῶν παρδαλέων δοραὶ τὰς χρόας καὶ τοὺς κύκλους ἀναμὶξ ἔχουσιν, οἷσπερ περιλάμπεται μὲν αἴγλῃ πᾶσα ἡ ταύτῃ θάλαττα, ἀπολείπονται δὲ λειμῶνες ἐν ἠπείροις ἀνθῶν κατάπλεῳ, καὶ ὅ τις ἄλλο ἐπινοήσειε ταύτης τῆς ὥρας καὶ τούτων τῶν ποικιλμάτων· εἰκότως. τὰ μὲν γὰρ κατ' ἤπειρον πάντα καὶ ἐνταῦθα ἐστὶν ἐν ταῖς ἐν μέσῳ χώραις, τὸ δὲ τούτου κάλλος ἐκείναις οὐ πρόσεστιν. ὥσπερ δὲ οὐρανὸς τοῖς ἄστροις κεκόσμηται, οὕτω καὶ τὸ τοῦ Αἰγαίου πέλαγος ταῖς νήσοις κεκόσμηται· ὥσθ' ὅτῳ καὶ μὴ δεῖ πλοῦ, τούτου γ' ἂν ἕνεκα αὐτοῦ πλεύσειεν εἰκότως, τοῦ δι' Αἰγαίου κομισθῆναι· [251] οὕτω καὶ πελαγῶν καὶ τῶν ἐν τῇ γῇ πάντων οὗτος ὡραιότατος. ὥστε καὶ σύμβολόν ἐστι τοῦ Αἰγαίου τὸ τῆς εὐμορφίας ἴδιον καὶ ἐντεῦθεν ἄρχεται ὅθεν ὡς εἰπεῖν αἱ νῆσοι εἶναι ἄρχονται τὴν ψιλὴν ὑπερβάλλοντι θάλατταν. μόνον δὲ Αἰγαῖον οὐδὲ ἀτρύγετον ἔξεστιν εἰπεῖν, οὐ γὰρ γυμνὸς οὐδὲ ἄκαρπός ἐστιν, ἀλλὰ διαφερόντως μὲν εὔοινος, εὔφορος καὶ σίτου καὶ πάντων ὁπόσα ὧραι φύουσιν, εὔιχθυς δὲ καὶ εὔθηρος οἵαν μάλιστα Ὅμηρος εἶναι ἔφη τὴν τῶν εὐδαιμόνων δεῖν θάλατταν, χρείας πάσας καὶ πάσας ἡδονὰς καὶ θεάματα ἔχων, μεστὸς μὲν λιμένων, μεστὸς δὲ ἱερῶν, μεστὸς δ' αὐλῶν καὶ παιάνων καὶ πηγῶν καὶ ποταμῶν, Διονύσου μὲν τροφεὺς ὢν, Διοσκούροις δὲ καὶ Νύμφαις ὁμοίως κεχαρισμένος· βίους εὐδαίμονας ἀπὸ παντὸς εἴδους παρεχόμενος, ἐνοίκοις τε αὐτοῦ καὶ ἐμπόροις ἐπικερδὴς καὶ σωτήριος οἷς ἂν εὐμενὴς ᾖ. ὥσπερ δὲ καλοῦ σώματος εἰσὶν ἀρχαὶ καὶ τέλη πρέποντα, οὕτω καὶ τούτου τοῦ πελάγους κινδυνεύει μόνου καὶ ἀρχὴ καὶ τέλος εἶναι κεχαρισμένον. ἄρχεται μὲν γὰρ ἀπὸ τοῦ πρώτου στοίχου τῶν νήσων τῶν πρὸς μεσημβρίαν, τελευτᾷ δὲ εἰς τὸν Ἑλλησπόντιον πορθμὸν, ὃν περιρρυεὶς τὴν ἀξιοθέατον χερρόνησον ποιεῖ. ὥστε τὸ δὴ λεγόμενον ἐκ κεφαλῆς εἰς πόδας αὐτῷ διήκει τὸ κάλλος. τοὺς δ' ἀπόρρους αὐτοῦ καὶ κόλπους οὔτε ὅσοι τὸ πλῆθος οὔτε οἷοι τὸ κάλλος ἔστιν εἰπεῖν. μάλιστα δὲ Αἰγαῖον πέλαγος δεδιότες μάλιστα καὶ ποθοῦσιν ἅπαντες δεύτερον περαιωθῆναι, ἐπεὶ καὶ ἐπ' αἰτίαις ἡδίσταις τοῦτον ἄνθρωποι περαιοῦνται. ἀγῶνες καὶ μυστήρια καὶ τὰ τῆς Ἑλλάδος καλὰ πληροῖ τοῦτον τὸν στόλον, καὶ τῶν πανταχόθεν φιλοκάλων καὶ γενναίων οὗτός ἐστι συναγωγεὺς καὶ πληρωτὴς τῶν ἡδίστων θεαμάτων τοῖς ἐπιφανεστάτοις τῶν θεῶν τὰ κάλλιστα ὑπηρετῶν. ταῦτά σοι παρ' ἡμῶν, ὦ φίλε σωτὴρ Αἰγαῖε, ᾔσθω τῇ ἡμετέρᾳ μουσικῇ. σὺ δὲ ἡσθεὶς σῶζε ἀεὶ σαυτόν τε καὶ σύμπλους.