[1] Ἀλλ' ὅτι μὲν ἠγνόεις τοὔνομα τὴν ἀποφράδα παντί που δῆλον. πῶς γὰρ ἂν ᾐτιῶ βάρβαρον εἶναί με τὴν φωνὴν ἐπ' αὐτῷ, εἰπόντα ὑπὲρ σοῦ ὡς ἀποφράδι ὅμοιος εἴης (τὸν γὰρ τρόπον σου νὴ Δία μέμνημαι εἰκάσας τῇ τοιαύτῃ ἡμέρᾳ), εἰ μὴ καὶ παντάπασιν ἀνήκοος ἦσθα τοῦ ὀνόματος; ἐγὼ δὲ τὴν μὲν ἀποφράδα ὅ τι καὶ βούλεται εἶναι διδάξω σε μικρὸν ὕστερον· τὸ δὲ τοῦ Ἀρχιλόχου ἐκεῖνο ἤδη σοι λέγω, ὅτι τέττιγα τοῦ πτεροῦ συνείληφας, εἴπερ τινὰ ποιητὴν ἰάμβων ἀκούεις Ἀρχίλοχον, Πάριον τὸ γένος, ἄνδρα κομιδῇ ἐλεύθερον καὶ παρρησίᾳ συνόντα, μηδὲν ὀκνοῦντα ὀνειδίζειν, εἰ καὶ ὅτι μάλιστα λυπήσειν ἔμελλε τοὺς περιπετεῖς ἐσομένους τῇ χολῇ τῶν ἰάμβων αὐτοῦ. ἐκεῖνος τοίνυν πρός τινος τῶν τοιούτων ἀκούσας κακῶς τέττιγα ἔφη τὸν ἄνδρα εἰληφέναι τοῦ πτεροῦ, εἰκάζων ἑαυτὸν τῷ τέττιγι ὁ Ἀρχίλοχος φύσει μὲν λάλῳ ὄντι καὶ ἄνευ τινὸς ἀνάγκης, ὁπόταν δὲ καὶ τοῦ πτεροῦ ληφθῇ, γεγωνότερον βοῶντι. "Καὶ σὺ δή," ἔφη, "ὦ κακόδαιμον ἄνθρωπε, τί βουλόμενος ποιητὴν λάλον παροξύνεις ἐπὶ σεαυτὸν αἰτίας ζητοῦντα καὶ ὑποθέσεις τοῖς ἰάμβοις;"
[2] Ταῦτά σοι καὶ αὐτὸς ἀπειλῶ, οὐ μὰ τὸν Δία τῷ Ἀρχιλόχῳ εἰκάζων ἐμαυτόν ‑ πόθεν; πολλοῦ γε καὶ δέω ‑ σοὶ δὲ μυρία συνειδὼς ἰάμβων ἄξια βεβιωμένα, πρὸς ἅ μοι δοκεῖ οὐδ' ἂν ὁ Ἀρχίλοχος αὐτὸς διαρκέσαι, προσπαρακαλέσας καὶ τὸν Σιμωνίδην καὶ τὸν Ἱππώνακτα συμποιεῖν μετ' αὐτοῦ κἂν ἕν τι τῶν προσόντων σοι κακῶν, οὕτω σύ γε παῖδας ἀπέφηνας ἐν πάσῃ βδελυρίᾳ τὸν Ὀροδοκίδην καὶ τὸν Λυκάμβην καὶ τὸν Βούπαλον, τοὺς ἐκείνων ἰάμβους. καὶ ἔοικε θεῶν τις ἐπὶ χεῖλος ἀγαγεῖν σοι τότε τὸν γέλων ἐπὶ τῇ ἀποφράδι λεχθείσῃ, ὡς αὐτὸς μὲν Σκυθῶν καταφανέστερος γένοιο κομιδῇ ἀπαίδευτος ὢν καὶ τὰ κοινὰ ταῦτα καὶ τὰ ἐν ποσὶν ἀγνοῶν, ἀρχὴν δὲ εὔλογον παράσχοις τῶν κατὰ σοῦ λόγων ἀνδρὶ ἐλευθέρῳ καὶ οἴκοθέν σε ἀκριβῶς εἰδότι καὶ μηδὲν ὑποστελουμένῳ τὸ μὴ οὐχὶ πάντα ἐξειπεῖν, μᾶλλον δὲ κηρῦξαι, ἃ πράττεις νύκτωρ καὶ μεθ' ἡμέραν ἔτι καὶ νῦν ἐπὶ πολλοῖς τοῖς πρὶν ἐκείνοις.
[3] Καίτοι μάταιον ἴσως καὶ περιττὸν ἐν παιδείας νόμῳ παρρησιάζεσθαι πρὸς σέ. οὔτε γὰρ ἂν αὐτός ποτε βελτίων γένοιο πρὸς τὴν ἐπιτίμησιν, οὐ μᾶλλον ἢ κάνθαρος μεταπεισθείη ἂν μηκέτι τοιαῦτα κυλινδεῖν, ἅπαξ αὐτοῖς συνήθης γενόμενος, οὔτ' εἶναι τινα νομίζω τὸν ἀγνοοῦντα ἔτι τὰ ὑπὸ σοῦ τολμώμενα καὶ ἃ γέρων ἄνθρωπος ἐς ἑαυτὸν παρανομεῖς. οὐχ οὕτως ἀσφαλὴς οὐδὲ ἀφανὴς βδελυρὸς εἶ· οὐδὲ δεῖ τινος τοῦ ἀποδύσοντος τὴν λεοντῆν, ὡς φανερὸς γένοιο κανθήλιος ὤν, εἰ μή τις ἄρα ἐξ Ὑπερβορέων ἄρτι ἐς ἡμᾶς ἥκοι ἢ ἐς τοσοῦτο Κυμαῖος εἴη ὡς μὴ ἰδὼν εὐθὺς εἰδέναι ὄνων ἁπάντων ὑβριστότατόν σε ὄντα, μὴ περιμείνας ὀγκωμένου προσέτι ἀκούειν. οὕτω πάλαι καὶ πρὸ ἐμοῦ καὶ παρὰ πᾶσι καὶ πολλάκις κεκήρυκται τὰ σά, καὶ δόξαν οὐ μικρὰν ἔχεις ἐπ' αὐτοῖς, ὑπὲρ τὸν Ἀριφράδην, ὑπὲρ τὸν Συβαρίτην Ἡμιθέωνα, ὑπὲρ τὸν Χῖον ἐκεῖνον Βάσταν, τὸν ἐπὶ τοῖς ὁμοίοις σοφόν.
Ῥητέον δὲ ὅμως, εἰ καὶ ἕωλα δόξω λέγειν, [4] ὡς μὴ αἰτίαν ἔχοιμι μόνος αὐτὰ ἀγνοεῖν. μᾶλλον δὲ παρακλητέος ἡμῖν τῶν Μενάνδρου προλόγων εἷς, ὁ Ἔλεγχος, φίλος Ἀληθείᾳ καὶ Παρρησίᾳ θεός, οὐχ ὁ ἀσημότατος τῶν ἐπὶ τὴν σκηνὴν ἀναβαινόντων, μόνοις ὑμῖν ἐχθρὸς τοῖς δεδιόσι τὴν γλῶτταν αὐτοῦ, πάντα καὶ εἰδότος καὶ σαφῶς διεξιόντος ὁπόσα ὑμῖν σύνοιδεν. χάριεν γοῦν τοῦτο γένοιτ' ἄν, εἰ ἐθελήσειεν ἡμῖν προεισελθὼν οὗτος διηγήσασθαι τοῖς θεαταῖς σύμπαντα τοῦ δράματος τὸν λόγον.
Ἄγε τοίνυν, ὦ προλόγων καὶ δαιμόνων ἄριστε Ἔλεγχε, ὅρα ὅπως σαφῶς προδιδάξῃς τοὺς ἀκούοντας ὡς οὐ μάτην οὐδὲ φιλαπεχθημόνως οὐδ' ἀνίπτοις ποσὶ κατὰ τὴν παροιμίαν ἐπὶ τόνδε τὸν λόγον ἀπηντήκαμεν, ἀλλὰ καὶ ἴδιόν τι ἀμυνόμενοι καὶ τὰ κοινά, μισοῦντες τὸν ἄνθρωπον ἐπὶ τῇ βδελυρίᾳ. ταῦτα μόνα εἰπὼν καὶ σαφῶς προδιηγησάμενος ἵλεως ἄπιθι ἐκποδών, τὰ δὲ ἄλλα ἡμῖν κατάλιπε· μιμησόμεθα γάρ σε καὶ διελέγξομεν τὰ πολλά, ὡς παρρησίας γε καὶ ἀληθείας ἕνεκα μηδὲν ἂν αἰτιάσασθαί σε. μήτε δὲ ἐμὲ πρὸς αὐτοὺς ἐπαινέσῃς, ὦ φίλτατε Ἔλεγχε, μήτε τὰ ἐκείνῳ προσόντα προεκχέῃς αὔτως· οὐ γὰρ ἄξιον θεῷ ὄντι ἐπὶ στόμα σοι ἐλθεῖν τοὺς περὶ τῶν οὕτω καταπτύστων λόγους.
[5] "Ὁ γὰρ σοφιστὴς οὗτος εἶναι λέγων" (ὁ πρόλογος ἤδη φησὶν ταῦτα) "ἐς Ὀλυμπίαν ποτὲ ἧκε λόγον τινὰ πρὸ πολλοῦ συγγεγραμμένον ἐπιδειξόμενος τοῖς πανηγυρισταῖς. ἦν δὲ ὑπόθεσις τῷ συγγράμματι ὁ Πυθαγόρας κωλυόμενος ὑπό τινος Ἀθηναίων, οἶμαι, μετέχειν τῆς Ἐλευσῖνι τελετῆς ὡς βάρβαρος, ὅτι ἔλεγεν αὐτὸς ὁ Πυθαγόρας πρὸ τούτου ποτὲ καὶ Εὔφορβος γεγονέναι. ἐτύγχανεν δὲ ὁ λόγος αὐτῷ κατὰ τὸν Αἰσώπου κολοιὸν συμφορητὸς ὢν ἐκ ποικίλων ἀλλοτρίων πτερῶν. βουλόμενος δὴ μὴ ἕωλα δόξαι λέγειν ἀλλ' αὐτοσχεδιάζειν τὰ ἐκ τοῦ βιβλίου, δεῖται τῶν συνήθων τινός (ἦν δὲ ἐκ Πατρῶν ἐκεῖνος, ἀμφὶ δίκας ἔχων τὰ πολλά) ἐπειδὰν αἰτήσῃ τινὰς ὑποθέσεις τοῖς λόγοις, τὸν Πυθαγόραν αὐτῷ προελέσθαι. καὶ οὕτως ἁνὴρ ἐποίησε, καὶ συνέπεισε τὸ θέατρον ἀκούειν τὸν ὑπὲρ τοῦ Πυθαγόρου ἐκεῖνον λόγον.
[6] ἦν δὲ τὸ ἐπὶ τούτῳ ὁ μὲν πάνυ ἀπίθανος ἐν τῇ ὑποκρίσει, συνείρων οἷον εἰκὸς ἐκ πολλοῦ ἐσκεμμένα καὶ μεμελετημένα, εἰ καὶ ὅτι μάλιστα ἡ ἀναισχυντία ... οὖσα ἐπήμυνε καὶ χεῖρα ὤρεγε καὶ συνηγωνίζετο αὐτῷ. γέλως δὲ πολὺς παρὰ τῶν ἀκουόντων· καὶ οἱ μὲν ἐς τὸν Πατρέα ἐκεῖνον μεταξὺ ἀποβλέποντες ὑπεδήλουν ὡς οὐ λέληθε συμπράξας αὐτῷ τὴν ῥᾳδιουργίαν, οἱ δὲ καὶ αὐτὰ γνωρίζοντες τὰ λεγόμενα παρ' ὅλην τὴν ἀκρόασιν διετέλεσαν ἓν τοῦτο μόνον ἔργον ἔχοντες, ἀλλήλων πειρώμενοι ὅπως μνήμης ἔχουσι πρὸς τὸ διαγιγνώσκειν ὅτου ἕκαστον ἦν τῶν ὀλίγον πρὸ ἡμῶν εὐδοκιμησάντων ἐπὶ ταῖς καλουμέναις μελέταις σοφιστῶν.
[7] "Ἐν δὲ τούτοις ἅπασι καὶ ὁ τὸν λόγον τόνδε συγγράψας ἦν ἐν τοῖς γελῶσι καὶ αὐτός. τί δ' οὐκ ἔμελλεν γελᾶν ἐφ' οὕτω περιφανεῖ καὶ ἀπιθάνῳ καὶ ἀναισχύντῳ τολμήματι; καί πως (ἔστιν δὲ ἀκρατὴς γέλωτος) ὁ μὲν τὴν φωνὴν ἐντρέψας ἐς μέλος, ὡς ᾤετο, θρῆνόν τινα ἐπηύλει τῷ Πυθαγόρᾳ, ὁ δέ, τοῦτο δὴ τὸ τοῦ λόγου, ὄνον κιθαρίζειν πειρώμενον ὁρῶν ἀνεκάγχασε μάλα ἡδύ, ὁ ποιητὴς οὗτος ὁ ἐμός· ὁ δὲ εἶδεν ἐπιστραφείς. τοῦτο ἐξεπολέμωσεν [8] αὐτούς, τό τε ἔναγχος ἐνθένδε. ἦν μὲν ἡ τοῦ ἔτους ἀρχή, μᾶλλον δὲ ἡ ἀπὸ τῆς μεγάλης νουμηνίας τρίτη, ἐν ᾗ οἱ Ῥωμαῖοι κατά τι ἀρχαῖον εὔχονταί τε αὐτοὶ ὑπὲρ ἅπαντος τοῦ ἔτους εὐχάς τινας καὶ θύουσι, Νομᾶ τοῦ βασιλέως καταστησαμένου τὰς ἱερουργίας αὐτοῖς, καὶ πεπιστεύκασιν τοὺς θεοὺς ἐν ἐκείνῃ μάλιστα τῇ ἡμέρᾳ χρηματίζειν τοῖς εὐχομένοις. ἐν τοιαύτῃ τοίνυν ἑορτῇ καὶ ἱερομηνίᾳ ὁ τότε γελάσας ἐν Ὀλυμπίᾳ ἐκεῖνος ἐπὶ τῷ ὑποβολιμαίῳ Πυθαγόρᾳ ἰδὼν προσιόντα τὸν κατάπτυστον καὶ ἀλαζόνα, τὸν τῶν ἀλλοτρίων λόγων ὑποκριτήν (ἐτύγχανε δὲ καὶ τὸν τρόπον ἀκριβῶς εἰδὼς αὐτοῦ καὶ τὴν ἄλλην ἀσέλγειαν καὶ μιαρίαν τοῦ βίου καὶ ἃ ποιεῖν ἐλέγετο καὶ ἃ ποιῶν κατείληπτο) 'Ὥρα ἡμῖν,' ἔφη πρός τινα τῶν ἑταίρων, 'ἐκτρέπεσθαι τὸ δυσάντητον τοῦτο θέαμα, ὃς φανεὶς ἔοικε τὴν ἡδίστην ἡμέραν ἀποφράδα ἡμῖν ποιήσειν.'
"Τοῦτ' ἀκούσας ὁ σοφιστὴς τὴν ἀποφράδα ὥς τι ξένον καὶ ἀλλότριον τῶν Ἑλλήνων ὄνομα ἐγέλα εὐθὺς καὶ τὸν ἄνδρα τοῦ πάλαι ἐκείνου γέλωτος ἠμύνετο, ὡς γοῦν ᾤετο, καὶ πρὸς ἅπαντας ἔλεγεν, 'Ἀποφράς, τί δὲ τοῦτό ἐστι; καρπός τις ἢ βοτάνη τις ἢ σκεῦος; ἆρα τῶν ἐσθιομένων ἢ πινομένων τί ἐστιν ἀποφράς; ἐγὼ μὲν οὔτε ἤκουσα πώποτε οὔτ' ἂν συνείην ποτὲ ὅ τι καὶ λέγει.' [9] ταῦθ' ὁ μὲν ᾤετο κατὰ τούτου διεξιέναι καὶ πολὺν ἐπῆγε τῇ ἀποφράδι τὸν γέλων· ἐλελήθει δὲ κατ' αὐτοῦ τὸ ὕστατον τεκμήριον ἀπαιδευσίας ἐκφέρων. ἐπὶ τούτῳ τὸν λόγον τόνδε συνέγραψεν ὁ ἐμὲ προεισπέμψας ὑμῖν, ὡς δείξειε τὸν ἀοίδιμον σοφιστὴν τὰ κοινὰ τῶν Ἑλλήνων ἀγνοοῦντα καὶ ὁπόσα κἂν οἱ ἐπὶ τῶν ἐργαστηρίων καὶ τῶν καπηλείων εἰδεῖεν."
[10] Ταῦτα μὲν ὁ Ἔλεγχος, ἐγὼ δέ ‑ ἤδη γὰρ αὐτὸς παρείληφα τοῦ δράματος τὰ λοιπά ‑ δίκαιος ἂν εἴην τὰ ἐκ τοῦ Δελφικοῦ τρίποδος ἤδη λέγειν, οἷα μέν σου τὰ ἐν τῇ πατρίδι, οἷα δὲ τὰ ἐν τῇ Παλαιστίνῃ, οἷα δὲ τὰ ἐν Αἰγύπτῳ, οἷα δὲ τὰ ἐν Φοινίκῃ καὶ Συρίᾳ, εἶτα ἑξῆς τὰ ἐν Ἑλλάδι καὶ Ἰταλίᾳ, καὶ ἐπὶ πᾶσι τὰ ἐν Ἐφέσῳ νῦν, ἅπερ κεφαλαιωδέστατα τῆς ἀπονοίας τῆς σῆς καὶ κορυφὴ καὶ κορωνὶς τοῦ τρόπου. ἐπεὶ γὰρ κατὰ τὴν παροιμίαν Ἰλιεὺς ὢν τραγῳδοὺς ἐμισθώσω, [11] καιρὸς ἤδη σοι ἀκούειν τὰ σαυτοῦ κακά. μᾶλλον δέ, ταῦτα μὲν μηδέπω, περὶ δὲ τῆς ἀποφράδος πρότερον.
Εἰπὲ γάρ μοι, πρὸς πανδήμου καὶ Γενετυλλίδων καὶ Κυβήβης, πῇ σοι μεμπτὸν καὶ γέλωτος ἄξιον τοὔνομα εἶναι ἔδοξεν ἡ ἀποφράς; νὴ Δί', οὐ γὰρ ἦν τῶν Ἑλλήνων ἴδιον, ἀλλά ποθεν ἐπεισκωμάσαν αὐτοῖς ἀπὸ τῆς πρὸς Κελτοὺς ἢ Θρᾷκας ἢ Σκύθας ἐπιμιξίας, σὺ δὲ ‑ ἅπαντα γὰρ οἶσθα τὰ τῶν Ἀθηναίων ‑ ἐξέκλεισας τοῦτο εὐθὺς καὶ ἐξεκήρυξας τοῦ Ἑλληνικοῦ, καὶ ὁ γέλως ἐπὶ τούτῳ, ὅτι βαρβαρίζω καὶ ξενίζω καὶ ὑπερβαίνω τοὺς ὅρους τοὺς Ἀττικούς.
Καὶ μὴν τί ἄλλο οὕτως Ἀθηναίοις ἐπιχώριον ὡς τουτὶ τοὔνομα, φαῖεν ἂν οἵ γε σοῦ μᾶλλον τὰ τοιαῦτα εἰδότες· ὥστε θᾶττον ἂν Ἐρεχθέα καὶ τὸν Κέκροπα ξένους ἀποφήναις καὶ ἐπήλυδας τῶν Ἀθηνῶν ἢ τὴν ἀποφράδα δείξειας οὐκ οἰκείαν καὶ [12] αὐτόχθονα τῆς Ἀττικῆς. πολλὰ μὲν γάρ ἐστιν ἃ καὶ αὐτοὶ κατὰ ταὐτὰ τοῖς πᾶσιν ἀνθρώποις ὀνομάζουσιν, ἀποφράδα δὲ μόνοι ἐκεῖνοι τὴν μιαρὰν καὶ ἀπευκτὴν καὶ ἀπαίσιον καὶ ἄπρακτον καὶ σοὶ ὁμοίαν ἡμέραν. ἰδού, καὶ μεμάθηκας ἤδη ὁδοῦ πάρεργον τί βούλεται αὐτοῖς ἡ ἀποφρὰς ἡμέρα.
Ὅταν μήτε αἱ ἀρχαὶ χρηματίζωσι μήτε εἰσαγώγιμοι αἱ δίκαι ὦσι μήτε τὰ ἱερὰ ἱερουργῆται μήθ' ὅλως τι τῶν αἰσίων τελῆται, αὕτη ἀποφρὰς ἡμέρα.
[13] ἐνομίσθη δὲ τοῦτο ἄλλοις ἐπ' ἄλλαις αἰτίαις· ἢ γὰρ ἡττηθέντες μάχαις μεγάλαις ἔπειτα ἔταξαν ἐκείνας τὰς ἡμέρας ἐν αἷς τὰ τοιαῦτα ἐπεπόνθεισαν ἀπράκτους καὶ ἀκύρους τῶν ἐννόμων πράξεων εἶναι, ἢ καὶ νὴ Δία ‑ καίτοι ἄκαιρον ἴσως καὶ ἔξωρόν γε ἤδη, γέροντα ἄνδρα μεταπαιδεύειν καὶ ἀναδιδάσκειν τὰ τοιαῦτα, μηδὲ τὰ πρὸ τούτων εἰδότα. πάνυ γοῦν τοῦτ' ἔστι τὸ λοιπόν, κἂν ἐκμάθῃς αὐτό, πᾶν ἡμῖν εἰδὼς ἔσῃ. πόθεν, ὦ οὗτος; τὰ μὲν γὰρ ἄλλα καὶ ἀγνοῆσαι συγγνώμη ὁπόσα ἔξω τοῦ πολλοῦ πάτου καὶ ἄδηλα τοῖς ἰδιώταις, τὴν ἀποφράδα δὲ οὐδὲ βουληθεὶς ἂν ἄλλως εἴποις· ἓν γὰρ τοῦτο καὶ μόνον ἁπάντων τοὔνομα.
[14] Ἔστω, φησί τις, ἀλλὰ καὶ τῶν παλαιῶν ὀνομάτων τὰ μὲν λεκτέα, τὰ δ' οὔ, ὁπόσα αὐτῶν μὴ συνήθη τοῖς πολλοῖς, ὡς μὴ ταράττοιμεν τὰς ἀκοὰς καὶ τιτρώσκοιμεν τῶν συνόντων τὰ ὦτα. ἐγὼ δέ, ὦ βέλτιστε, πρὸς μὲν σὲ ἴσως ταῦτα περὶ σοῦ εἰπὼν ἥμαρτον· ἐχρῆν γὰρ ἐχρῆν ἢ κατὰ Παφλαγόνων ἢ Καππαδοκῶν ἢ Βακτρίων πάτρια διαλέγεσθαί σοι, ὡς ἐκμάθῃς τὰ λεγόμενα καὶ σοὶ ἀκούειν ᾖ ἡδέα. τοῖς δ' ἄλλοις Ἕλλησιν οἶμαι καθ' Ἑλλάδα γλῶτταν συνεῖναι χρή. εἶτα καὶ τῶν Ἀττικῶν κατὰ χρόνους τινὰς πολλὰ ἐντρεψάντων τῆς αὑτῶν φωνῆς, τοῦτο ἐν τοῖς μάλιστα τὸ ὄνομα διετέλεσεν οὕτως ἀεὶ καὶ πρὸς ἁπάντων αὐτῶν λεγόμενον.
[15] Εἶπον ἂν καὶ τοὺς πρὸ ἡμῶν κεχρημένους τῷ ὀνόματι, εἰ μὴ καὶ ταύτῃ σε διαταράξειν ἔμελλον, ξένα σοι καὶ ἄγνωστα ποιητῶν καὶ ῥητόρων καὶ συγγραφέων ὀνόματα διεξιών. μᾶλλον δὲ οὐδ' ἐγώ σοι τοὺς εἰπόντας ἐρῶ, πάντες γὰρ ἴσασιν, ἀλλὰ σύ μοι ἕνα τῶν πάλαι δείξας οὐ κεχρημένον τῷ ὀνόματι, χρυσοῦς, φασίν, ἐν Ὀλυμπίᾳ στάθητι. καίτοι ὅστις γέρων ὢν καὶ ἀφῆλιξ τὰ τοιαῦτα ἀγνοεῖ, δοκεῖ μοι καὶ ὅτι Ἀθῆναι πόλις ἐστὶν ἐν τῇ Ἀττικῇ καὶ Κόρινθος ἐπὶ τῷ Ἰσθμῷ καὶ Σπάρτη ἐν Πελοποννήσῳ μὴ εἰδέναι.
[16] Λοιπὸν ἴσως ἐκεῖνό σοι λέγειν, ὡς τὸ μὲν ὄνομα ᾔδεις, τὴν δὲ χρῆσιν αὐτοῦ ἄκαιρον ᾐτιάσω. φέρε δὴ καὶ ὑπὲρ τούτου πρὸς σὲ ἀπολογήσομαι τὰ εἰκότα, σὺ δὲ προσέχειν τὸν νοῦν, εἰ μὴ πάνυ ὀλίγον σοι μέλει τοῦ μηδὲν εἰδέναι. οἱ πάλαι πολλὰ τοιαῦτα πρὸ ἡμῶν ἀπέρριψαν ἐς τοὺς σοὶ ὁμοίους ἕκαστοι τοὺς τότε ‑ ἦσαν γὰρ καὶ τότε, ὡς τὸ εἰκός, βδελυροί τινες ἐς τὰ ἤθη καὶ μιαροὶ καὶ κακοήθεις τὸν τρόπον ‑ καὶ ὁ μὲν κόθορνόν τινα εἶπεν, εἰκάσας αὐτοῦ τὸν βίον ἀμφίβολον ὄντα τοῖς τοιούτοις ὑποδήμασιν, ὁ δὲ λύμην, ὅτι τὰς ἐκκλησίας θορυβώδης ῥήτωρ ὢν ἐπετάραττεν, ὁ δὲ ἑβδόμην, ὅτι ὥσπερ οἱ παῖδες ἐν ταῖς ἑβδόμαις κἀκεῖνος ἐν ταῖς ἐκκλησίαις ἔπαιζεν καὶ διεγέλα καὶ παιδιὰν ἐποιεῖτο τὴν σπουδὴν τοῦ δήμου. μὴ δῷς οὖν κἀμοί, πρὸς Ἀδώνιδος, εἰκάσαι παμπόνηρον ἄνθρωπον, ἁπάσῃ κακίᾳ σύντροφον, ἡμέρᾳ δυσφήμῳ καὶ ἀπαισίῳ;
[17] Ἡμεῖς δὲ καὶ τοὺς χωλοὺς τῷ δεξιῷ ἐκτρεπόμεθα, καὶ μάλιστα εἰ ἕωθεν ἴδοιμεν αὐτούς· κἂν εἴ τις βάκηλον ἢ εὐνοῦχον ἴδοι ἢ πίθηκον εὐθὺς ἐξιὼν τῆς οἰκίας, ἐπὶ πόδα ἀναστρέφει καὶ ἐπανέρχεται, οὐκ ἀγαθὰς μαντευόμενος τὰς ἐφημέρους ἐκείνας πράξεις ἔσεσθαι αὑτῷ ὑπὸ πονηρῷ τῷ πρώτῳ καὶ δυσφήμῳ κληδονίσματι. ἐν ἀρχῇ δὲ καὶ ἐν θύραις καὶ ἐπὶ τῇ πρώτῃ ἐξόδῳ καὶ ἕωθεν τοῦ ἅπαντος ἔτους εἴ τις ἴδοι κίναιδον καὶ ἀπόρρητα ποιοῦντα καὶ πάσχοντα, ἐπίσημον ἐπὶ τούτῳ καὶ ἀπερρωγότα καὶ μονονουχὶ τοὔνομα τῶν ἔργων αὐτῶν ὀνομαζόμενον, ἀπατεῶνα, γόητα, ἐπίορκον, ὄλεθρον, κύφωνα, βάραθρον, μὴ φύγῃ μηδ' εἰκάσῃ τοῦτον ἀποφράδι ἡμέρᾳ;
[18] Ἀλλ' οὐχὶ σὺ τοιοῦτος; οὐκ ἂν ἔξαρνος γένοιο, εἰ ἐγὼ τὴν ἀνδρείαν οἶδα τὴν σήν, ὅς γε καὶ μέγα φρονεῖν ἐπὶ τούτῳ μοι δοκεῖς, ὅτι μὴ ἀπόλλυταί σοι ἡ δόξα τῶν ἔργων, ἀλλὰ πᾶσι δῆλος εἶ καὶ περιβόητος. εἰ δὲ καὶ ὁμόσε χωρήσειας καὶ ἀρνήσαιο μὴ τοιοῦτος εἶναι, τίσι πιστὰ ἐρεῖς; τοῖς πολίταις τοῖς σοῖς (ἐκεῖθεν γὰρ ἄρχεσθαι δίκαιον); ἀλλὰ ἴσασιν ἐκεῖνοι τὰς πρώτας σου τροφάς, καὶ ὡς παραδοὺς σεαυτὸν τῷ ὀλέθρῳ ἐκείνῳ στρατιώτῃ συμπεριεφθείρου πάντα ὑπηρετῶν, ἄχρι δή σε, τὸ τοῦ λόγου τοῦτο, ῥάκος [19] πολυσχιδὲς ἐργασάμενος ἐξέωσεν. κἀκεῖνα μέμνηνται, ὡς τὸ εἰκός, ἃ πρὸς τὸ θέατρον ἐνεανιεύου, τοῖς ὀρχησταῖς ὑποκρινόμενος καὶ συνταγματάρχης ἀξιῶν εἶναι. οὐδεὶς γοῦν πρὸ σοῦ ἂν εἰσῆλθεν εἰς τὸ θέατρον οὐδ' ἂν ἐμήνυσεν ὅ τι τοὔνομα τῷ δράματι, ἀλλὰ σὺ κοσμίως πάνυ, χρυσᾶς ἐμβάδας ἔχων καὶ ἐσθῆτα τυραννικήν, προεισεπέμπου εὐμένειαν αἰτήσων παρὰ τοῦ θεάτρου, στεφάνους κομίζων καὶ κρότῳ ἀπιών, ἤδη τιμώμενος πρὸς αὐτῶν. ἀλλὰ νῦν ῥήτωρ καὶ σοφιστής· καὶ διὰ τοῦτο ἢν πύθωνταί ποτε τὰ τοιαῦτα ὑπὲρ σοῦ ἐκεῖνοι, τοῦτο δὴ τὸ ἐκ τῆς τραγῳδίας, "δύο μὲν ἡλίους ὁρᾶν" δοκοῦσι, "δισσὰς δὲ Θήβας·" καὶ πρόχειρον ἅπασιν εὐθὺς τὸ "Ἐκεῖνος ὁ τότε, καὶ μετ' ἐκεῖνα;" τοιγάρτοι καὶ αὐτὸς εὖ ποιῶν οὐκ ἐπιβαίνεις τὸ παράπαν οὐδ' ἐπιχωριάζεις αὐτοῖς, ἀλλὰ φεύγεις ἑκὼν πατρίδα οὔτε χεῖμα κακὴν οὔτε θέρει ἀργαλέαν, ἀλλὰ καλλίστην καὶ μεγίστην τῶν ἐν Φοινίκῃ ἁπασῶν· τὸ γὰρ ἐλέγχεσθαι καὶ τοῖς εἰδόσι καὶ μεμνημένοις τῶν πάλαι ἐκείνων συνεῖναι βρόχος ὡς ἀληθῶς ἔστι σοι. καίτοι τί ταῦτα ληρῶ; τίνα γὰρ ἂν αἰδεσθείης σύ; τί δ' ἂν αἰσχρὸν ἡγήσαιο τῶν ὑστάτων; πυνθάνομαι δὲ καὶ κτήματα εἶναί σοι μεγάλα παρ' αὐτοῖς, τὸ δύστηνον ἐκεῖνο πυργίον, ὡς τὸν τοῦ Σινωπέως πίθον τὴν Διὸς αὐλὴν εἶναι πρὸς αὐτό.
Τοὺς μὲν δὴ πολίτας οὐδαμῆ οὐδαμῶς ἂν μεταπείσειας μὴ οὐχὶ τῶν ἁπάντων βδελυρώτατόν σε [20] ἡγεῖσθαι, ὄνειδος κοινὸν ἁπάσῃ τῇ πόλει· τάχα δ' ἂν τοὺς ἄλλους τοὺς ἐν τῇ Συρίᾳ προσλάβοις ὁμοψήφους, εἰ λέγοις μηδὲν πονηρὸν μηδὲ ἐπαίτιον βεβιῶσθαί σοι. Ἡράκλεις, ἡ μὲν Ἀντιόχεια καὶ τοὖργον αὐτὸ εἶδεν, ὅτε τὸν Ταρσόθεν ἥκοντα ἐκεῖνον νεανίσκον ἀπαγαγών ‑ ἀλλὰ καὶ ἀναδέρειν αὐτὰ αἰσχρὸν ἴσως ἐμοί. πλὴν ἀλλὰ ἴσασίν γε καὶ μέμνηνται οἱ τότε ὑμῖν ἐπιστάντες καὶ σὲ μὲν ἐς γόνυ συγκαθήμενον ἰδόντες, ἐκεῖνον δὲ οἶσθα ὅ τι καὶ ποιοῦντα, εἰ μὴ παντάπασιν ἐπιλήσμων τις εἶ.
[21] Ἀλλ' οἱ ἐν Αἰγύπτῳ ἴσως ἀγνοοῦσί σε, οἱ μετὰ τοὺς ἐν Συρίᾳ θαυμαστοὺς ἄθλους ἐκείνους ὑποδεξάμενοι φεύγοντα ἐφ' οἷς εἶπον, ὑπὸ τῶν ἱματιοκαπήλων διωκόμενον, παρ' ὧν ἐσθῆτας πολυτελεῖς πριάμενος ἐφόδια εἶχες. ἀλλ' οὐκ ἐλάττω σοι ἡ Ἀλεξάνδρεια σύνοιδεν, οὐδὲ μὰ Δί' ἐχρῆν δευτέραν τῆς Ἀντιοχείας κεκρίσθαι αὐτήν, ἀλλ' ἥ τε ἀκολασία γυμνοτέρα καὶ ἡ αἰσχρουργία σοι ἐκεῖ ἐπιμανεστέρα καὶ τοὔνομα ἐπὶ τούτοις μεῖζον καὶ ἐπὶ πᾶσιν ἀκάλυπτος ἡ κεφαλή.
Εἷς μόνος ἂν ἐπίστευσέ σοι ἐξάρνῳ γινομένῳ μηδὲν τοιοῦτο εἰργάσθαι καὶ βοηθὸς ἂν κατέστη, ὁ τελευταῖος μισθοδότης, ἀνὴρ ἐν τοῖς ἀρίστοις Ῥωμαίων. τοὔνομα δὲ αὐτὸ δώσεις ἀποσιωπῆσαί μοι, καὶ ταῦτα πρὸς πάντας εἰδότας ὃν λέγω. ἐκεῖνος τοίνυν τὰ μὲν ἄλλα ὁπόσα ἔτλη ἐν τῇ συνουσίᾳ τολμηθέντα ὑπὸ σοῦ, τί χρὴ λέγειν; ἀλλ' ἡνίκα σε κατέλαβε τοῦ μειρακίου τοῦ οἰνοχόου τοῦ Οἰνοπίωνος ἐν γόνασι κείμενον, τί οἴει; ἐπίστευσεν ἄν σοι μὴ εἶναι τοιοῦτον, αὐτὸ ὁρῶν τὸ ἔργον; οὔκ, εἴ γε μὴ παντάπασιν τυφλὸς ἦν. ἀλλὰ ἐδήλωσεν τὴν γνώμην αὐτίκα ἐξελάσας τῆς οἰκίας καὶ καθάρσιόν γε, ὥς φασι, περιενεγκὼν [22] ἐπὶ τῇ σῇ ἐξόδῳ. Ἀχαΐα μὲν γὰρ καὶ Ἰταλία πᾶσα ἐμπέπλησται τῶν σῶν ἔργων καὶ τῆς ἐπ' αὐτοῖς δόξης· καὶ ὄναιό γε τῆς εὐκλείας. ὥστε πρὸς τοὺς θαυμάζοντας ἔγωγε τὰ ἐν Ἐφέσῳ νῦν πραττόμενα ὑπὸ σοῦ ἐκεῖνο λέγω, ὅπερ ἀληθέστατον, ὡς οὐκ ἂν ἐθαύμαζον εἰ τὰ πρῶτά σου ᾔδεισαν. καίτοι καινὸν ἐνταῦθα καὶ τὸ πρὸς τὰς γυναῖκας προσέμαθες.
[23] Οὐ περὶ πόδα οὖν τῷ τοιούτῳ, εἰπέ μοι, ἀποφράδα ὀνομάζεσθαι; ἀλλὰ τί, πρὸς Διός, καὶ φιλῆσαι τῷ στόματι προσέτι ἀξιώσεις ἡμᾶς ἐπ' ἐκείνοις τοῖς ἔργοις; τοῦτο γοῦν τὸ ὑβριστότατον ποιεῖς, καὶ μάλιστα πρὸς οὓς ἥκιστα ἐχρῆν, καὶ τοὺς ὁμιλητάς, οἷς ἱκανὰ ἦν ἐκεῖνα μόνα τὰ κακὰ τοῦ σοῦ στόματος ἀπολαύειν, τὸ βάρβαρον τῶν ὀνομάτων, τὸ τραχὺ τῆς φωνῆς, τὸ ἄκριτον, τὸ ἄτακτον, τὸ πάντῃ ἄμουσον, καὶ τὰ τοιαῦτα· φιλῆσαι δέ σε ἐπὶ τούτοις μὴ γένοιτο, ὦ ἀλεξίκακε. ἀσπίδα μᾶλλον ἢ ἔχιδναν φιλῆσαι ἄμεινον. δῆγμα ἐκεῖ τὸ κινδύνευμα, καὶ ἄλγημα, καὶ ὁ ἰατρὸς εἰσκληθεὶς ἐπήμυνεν· ἀπὸ δὲ τοῦ σοῦ φιλήματος καὶ τοῦ ἰοῦ ἐκείνου τίς ἂν ἢ ἱεροῖς ἢ βωμοῖς προσέλθοι; τίς δ' ἂν θεὸς ἐπακούσειεν ἔτι εὐχομένου; πόσων περιρραντηρίων, πόσων ποταμῶν δεῖ;
[24] Καὶ τοιοῦτος αὐτὸς ὢν κατεγέλας τῶν ἄλλων ἐπ' ὀνόμασι καὶ ῥήμασιν, ἔργα τοιαῦτα καὶ τηλικαῦτα ἐργαζόμενος. καίτοι ἐγὼ μὲν ἀποφράδα μὴ εἰδὼς ᾐσχυνόμην ἂν μᾶλλον, οὐχ ὅπως εἰπὼν ἀρνηθείην ἄν· σὲ δὲ οὐδεὶς ᾐτιάσατο ἡμῶν βρωμολόγους λέγοντα καὶ τροπομάσθλητας καὶ ῥησιμετρεῖν καὶ ἀθηνιῶ καὶ ἀνθοκρατεῖν καὶ σφενδικίζειν καὶ χειροβλιμᾶσθαι. κακὸν κακῶς σε ὁ λόγιος Ἑρμῆς ἐπιτρίψειεν αὐτοῖς λόγοις. ποῦ γὰρ ταῦτα τῶν βιβλίων εὑρίσκεις; ἐν γωνίᾳ που τάχα τῶν ἰαλέμων τινὸς ποιητῶν κατορωρυγμένα, εὐρῶτος καὶ ἀραχνίων μεστά, ἤ που ἐκ τῶν Φιλαινίδος Δέλτων, ἃς διὰ χειρὸς ἔχεις. σοῦ μέντοι καὶ τοῦ σοῦ στόματος ἄξια.
[25] Ἐπεὶ δὲ τοῦ στόματος ἐμνήσθην, τί φαίης ἄν, εἴ σε ἡ γλῶττα ἐς δικαστήριον προσκαλεσαμένη ‑ θῶμεν γὰρ οὕτως ‑ ἀδικήματος καὶ τὸ μετριώτατον ὕβρεως διώκοι, λέγουσα "Ἐγώ σε, ὦ ἀχάριστε, πένητα καὶ ἄπορον παραλαβοῦσα καὶ βίου δεόμενον, τὰ μὲν πρῶτα ἐν τοῖς θεάτροις εὐδοκιμεῖν ἐποίησα, νῦν μὲν Νίνον, νῦν δὲ Μητίοχον, εἶτα μετὰ μικρὸν Ἀχιλλέα τιθεῖσα· μετὰ ταῦτα δὲ παῖδας συλλαβίζειν διδάσκοντα μακρῷ χρόνῳ ἔβοσκον· ἤδη δὲ καὶ τοὺς ἀλλοτρίους τούτους λόγους ὑποκρινόμενον σοφιστὴν εἶναι δοκεῖν ἐποίησα καὶ τὴν μηδὲν προσήκουσαν δόξαν περιῆψα. τί τοίνυν τηλικοῦτο ἔχων ἐγκαλεῖν τοιαῦτά με διατίθης καὶ ἐπιτάττεις ἐπιτάγματα αἴσχιστα καὶ ὑπουργίας καταπτύστους; οὐχ ἱκανά μοι τὰ ἐπὶ τῆς ἡμέρας ἔργα, ψεύδεσθαι καὶ ἐπιορκεῖν καὶ τοὺς τοσούτους ὕθλους καὶ λήρους διαντλεῖν, μᾶλλον δὲ τὸν βόρβορον τῶν λόγων ἐκείνων ἐμεῖν, ἀλλ' οὐδὲ νυκτὸς τὴν κακοδαίμονα σχολὴν ἄγειν ἐᾷς, ἀλλὰ μόνη σοι πάντα ποιῶ καὶ πατοῦμαι καὶ μιαίνομαι, καὶ ἀντὶ γλώττης ὅσα καὶ χειρὶ χρῆσθαι διέγνωκας καὶ ὥσπερ ἀλλοτρίαν ὑβρίζεις καὶ ἐπικλύζεις τοσούτοις κακοῖς. λαλεῖν μοι ἔργον ἐστὶ μόνον, τὰ δὲ τοιαῦτα ποιεῖν καὶ πάσχειν ἄλλοις μέρεσι προστέτακται. ὡς ὤφελε κἀμέ τις ὥσπερ τὴν τῆς Φιλομήλας ἐκτεμεῖν. μακαριώτεραι γοῦν μοι αἱ γλῶτται τῶν τὰ τέκνα κατεδηδοκότων."
[26] Πρὸς θεῶν, ἢν λέγῃ ταῦτα ἡ γλῶττα, ἰδίαν αὐτὴ φωνὴν λαβοῦσα καὶ τὸν πώγωνα συνήγορον ἐπικαλεσαμένη, τί ἂν ἀποκρίναιο αὐτῇ; ἐκεῖνα δῆλον ὅτι ἃ καὶ πρὸς τὸν Γλαῦκον ἔναγχος εἴρηταί σοι ἐπὶ πεπραγμένῳ ἤδη τῷ ἔργῳ αἰτιώμενον, ὡς ἐπὶ τούτῳ ἔνδοξος ἐν βραχεῖ καὶ γνώριμος ἅπασι γεγένησαι, πόθεν ἂν οὕτω περιβόητος ἐπὶ τοῖς λόγοις γενόμενος; ἀγαπητὸν δὲ ὁπωσοῦν κλεινὸν καὶ ὀνομαστὸν εἶναι. εἶτα καταριθμήσεις αὐτῇ τὰς πολλάς σου προσηγορίας, ὁπόσας κατὰ ἔθνη προσείληφας. ὃ καὶ θαυμάζω, ὅτι τὴν μὲν ἀποφράδα ἐδυσχέρανας ἀκούσας, ἐπ' ἐκείνοις δὲ [27] τοῖς ὀνόμασιν οὐκ ἠγανάκτεις, ἐν Συρίᾳ μὲν Ῥοδοδάφνη κληθείς, ἐφ' ᾧ δέ, νὴ τὴν Ἀθηνᾶν, αἰσχύνομαι διηγεῖσθαι, ὥστε τό γε ἐπ' ἐμοὶ ἀσαφὲς ἔτι ἔστω· ἐν Παλαιστίνῃ δὲ Φραγμός, ἐς τὰς ἀκάνθας τοῦ πώγωνος, οἶμαι, ὅτι ἔνυττε μεταξύ· ἔτι γὰρ ἔξυρες αὐτόν· ἐν Αἰγύπτῳ δὲ Συνάγχη, πρόδηλον τοῦτο· μικροῦ γοῦν φασιν ἀποπνιγῆναί σε ναύτῃ τινὶ τῶν τριαρμένων ἐντυχόντα, ὃς ἐμπεσὼν ἀπέφραξέ σοι τὸ στόμα. Ἀθηναῖοι μὲν γὰρ βέλτιστοι αἰνιγματῶδες οὐδέν, ἀλλὰ γράμματος ἑνὸς προσθήκῃ τιμήσαντές σε Ἀτίμαρχον ὠνόμαζον· ἔδει γὰρ κἀκείνου τι περιττότερον προσεῖναί σοι. ἐν Ἰταλίᾳ δέ, βαβαί, ἡρωϊκὸν ἐκεῖνο ἐπεκλήθης, ὁ Κύκλωψ, ἐπειδή ποτε καὶ πρὸς ἀρχαίαν διασκευὴν παρ' αὐτὰ τὰ τοῦ Ὁμήρου ῥαψῳδῆσαι καὶ σὺ τὴν αἰσχρουργίαν ἐπεθύμησας. καὶ αὐτὸς μὲν ἔκεισο μεθύων ἤδη, κισσύβιον ἔχων ἐν τῇ χειρί, βινητιῶν Πολύφημος, νεανίας δὲ ὑπόμισθος ὀρθὸν ἔχων τὸν μοχλὸν εὖ μάλα ἠκονημένον ἐπὶ σὲ Ὀδυσσεύς τις ἐπῄει ὡς ἐκκόψων τὸν ὀφθαλμόν·
κἀκείνου μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετ' ἔγχος,
αἰχμὴ δ' ἐξεσύθη παρὰ νείατον ἀνθερεῶνα.
(καὶ γὰρ οὐδὲν ἄτοπον ὑπὲρ σοῦ λέγοντα ψυχρολογεῖν.) σὺ δὲ ὁ Κύκλωψ, ἀναπετάσας τὸ στόμα καὶ ὡς ἔνι πλατύτατον κεχηνώς, ἠνείχου τυφλούμενος ὑπ' αὐτοῦ τὴν γνάθον, μᾶλλον δὲ ὥσπερ ἡ Χάρυβδις αὐτοῖς ναύταις καὶ πηδαλίοις καὶ ἱστίοις ὅλον ζητῶν καταπιεῖν τὸν Οὖτιν. καὶ ταῦτα ἑώρων καὶ ἄλλοι παρόντες. εἶτά σοι ἐς τὴν ὑστεραίαν μία ἦν ἀπολογία ἡ μέθη καὶ ἐς τὸν ἄκρατον ἀνέφευγες.
[28] Τοιούτοις δὴ καὶ τοσούτοις ὀνόμασι πλουτῶν αἰσχύνῃ τὴν ἀποφράδα; πρὸς θεῶν εἰπέ μοι, τί πάσχεις ἐπειδὰν κἀκεῖνα λέγωσιν οἱ πολλοί, λεσβιάζειν σε καὶ φοινικίζειν; ἆρα καὶ ταῦτα ὥσπερ τὴν ἀποφράδα ἀγνοεῖς καὶ οἴει τάχα που ἐπαινεῖσθαι πρὸς αὐτῶν; ἢ ταῦτα μὲν διὰ τὸ σύντροφον οἶσθα, τὴν ἀποφράδα δὲ ὡς ἀγνῶτα μόνην ἀτιμάζεις καὶ ἀποκλείεις τοῦ καταλόγου τῶν ὀνομάτων; τοιγαροῦν οὐ μεμπτὰς ἡμῖν τίνεις τὰς δίκας, ἀλλὰ μέχρι καὶ τῆς γυναικωνίτιδος περιβόητος εἶ. πρῴην γοῦν ἐπειδή τινα γάμον ἐν Κυζίκῳ μνᾶσθαι ἐτόλμησας, εὖ μάλα ἐκπεπυσμένη πάντα ἡ βελτίστη ἐκείνη γυνή, "Οὐκ ἂν προσείμην," ἔφη, "ἄνδρα καὶ αὐτὸν ἀνδρὸς δεόμενον."
[29] Εἶτα ἐν τοιούτοις ὄντι σοι ὀνομάτων μέλει καὶ γελᾷς καὶ τῶν ἄλλων καταπτύεις, εἰκότως· οὐ γὰρ ἂν ἅπαντες ὅμοιά σοι λέγειν δυναίμεθα. πόθεν; τίς οὕτως ἐν λόγοις μεγαλότολμος, ὡς ἐπὶ μὲν τοὺς τρεῖς μοιχοὺς ἀντὶ ξίφους τρίαιναν αἰτεῖν; τὸν δὲ Θεόπομπον ἐπὶ τῷ Τρικαράνῳ κρίνοντα φάναι τριγλώχινι λόγῳ καθῃρηκέναι αὐτὸν τὰς προὐχούσας πόλεις; καὶ πάλιν, ἐκτριαινῶσαι αὐτὸν τὴν Ἑλλάδα καὶ εἶναι Κέρβερον ἐν τοῖς λόγοις; πρῴην γὰρ καὶ λύχνον ἅψας ἐζήτεις ἀδελφόν τινα, οἶμαι, ἀπολωλότα· καὶ ἄλλα μυρία, ὧν οὐδὲ μεμνῆσθαι ἄξιον, ἢ μόνου ἐκείνου, ὅπερ οἱ ἀκούσαντες ἀπεμνημόνευον. πλούσιός τις, οἶμαι, καὶ δύο πένητες ἦσαν ἐχθροί· εἶτα μεταξὺ περὶ τοῦ πλουσίου λέγων, "Ἀπέκτεινεν," ἔφης, "θάτερον τῶν πενήτων." γελασάντων δέ, ὡς τὸ εἰκός, τῶν παρόντων, ἐπανορθούμενος δὴ σὺ καὶ ἀνατιθέμενος τὸ διημαρτημένον, "Οὐ μὲν οὖν," ἔφης, "ἀλλὰ ἅτερον αὐτῶν ἀπέκτεινεν." ἐῶ τὰ ἀρχαῖα, τὸ τριῶν μηνοῖν καὶ τὸ ἀνηνεμία καὶ τὸ πέταμαι καὶ ἐκχύνειν καὶ ὅσα ἄλλα καλὰ τοῖς σοῖς λόγοις ἐπανθεῖ.
[30] Ἃ μὲν γὰρ ὑπὸ τῆς πενίας ἐλαυνόμενος ποιεῖς, Ἀδράστεια φίλη, οὐκ ἄν τινι ὀνειδίσαιμι. συγγνωστὰ γοῦν εἴ τις λιμῷ πιεζόμενος παρακαταθήκας παρ' ἀνδρὸς πολίτου λαβὼν εἶτα ἐπιώρκησεν ἦ μὴν μὴ παρειληφέναι, ἢ εἴ τις ἀναισχύντως αἰτεῖ, μᾶλλον δὲ προσαιτεῖ καὶ λωποδυτεῖ καὶ τελωνεῖ. οὐ δὴ λέγω ταῦτα· φθόνος γὰρ οὐδεὶς ἐξ ἅπαντος ἀμύνεσθαι τὴν ἀπορίαν. ἐκεῖνο δὲ οὐκέτι φορητόν, πένητά σε ὄντα ἐς μόνας τὰς τοιαύτας ἡδονὰς ἐκχεῖν τὰ ἐκ τῆς ἀναισχυντίας περιγιγνόμενα. πλὴν ἕν γέ τι καὶ ἐπαινέσαι μοι δώσεις, πάνυ ἀστείως ὑπὸ σοῦ πεπραγμένον, ὁπότε τοῦ Τισίου τὴν τέχνην οἶσθα ὡς τὸ δυσκόρακος ἔργον αὐτὸς ἐποίησας, ἐξαρπάσας τοῦ ἀνοήτου ἐκείνου πρεσβύτου χρυσοῦς τριάκοντα, ὁ δὲ διὰ τὸν Τισίαν ἀντὶ τοῦ βιβλίου πεντήκοντα καὶ ἑπτακοσίας ἐξέτισε κατασοφισθείς.
[31] Πολλὰ ἔτι ἔχων εἰπεῖν, τὰ μὲν ἄλλα ἑκὼν ἀφίημί σοι, ἐκεῖνο δὲ μόνον προσλέγω, πρᾶττε μὲν ταῦτα ὅπως σοι φίλον καὶ μὴ παύσαιο τὰ τοιαῦτα ἐς ἑαυτὸν παροινῶν, ἐκεῖνο δὲ μηκέτι, ἄπαγε· οὐ γὰρ ὅσιον ἐπὶ τὴν αὐτὴν ἑστίαν τοὺς ταῦτα διατιθέντας καλεῖν καὶ φιλοτησίας προπίνειν καὶ ὄψων τῶν αὐτῶν ἅπτεσθαι. ἀλλὰ μηδὲ ἐκεῖνο ἔστω τὸ ἐπὶ τοῖς λόγοις, φιλήματα, καὶ ταῦτα πρὸς τοὺς οὐ πρὸ πολλοῦ ἀποφράδα σοι ἐργασαμένους τὸ στόμα. κἀπειδήπερ ἅπαξ φιλικῆς παραινέσεως ἠρξάμην, κἀκεῖνα, εἰ δοκεῖ, ἄφελε, τὸ μύρῳ χρίεσθαι τὰς πολιὰς καὶ τὸ πιττοῦσθαι μόνα ἐκεῖνα. εἰ μὲν γὰρ νόσος τις ἐπείγει, ἅπαν τὸ σῶμα θεραπευτέον, εἰ δὲ μηδὲν νοσεῖς τοιοῦτο, τί σοι βούλεται καθαρὰ καὶ λεῖα καὶ ὀλισθηρὰ ἐργάζεσθαι ἃ μηδὲ ὁρᾶσθαι θέμις; ἐκεῖνό σοι μόνον σοφόν, αἱ πολιαὶ καὶ τὸ μηκέτι μελαίνεσθαι, ὡς προκάλυμμα εἶεν τῆς βδελυρίας. φείδου δὴ αὐτῶν πρὸς Διὸς κἀν τούτῳ, καὶ μάλιστα τοῦ πώγωνος αὐτοῦ, μηδὲ μιάνῃς ἔτι μηδὲ ὑβρίσῃς· εἰ δὲ μή, ἐν νυκτί γε καὶ σὺν σκότῳ, τὸ δὲ μεθ' ἡμέραν, ἄπαγε, κομιδῇ ἄγριον καὶ θηριῶδες.
[32] Ὁρᾷς, ὡς ἄμεινον ἦν σοι ἀκίνητον τὴν Καμάριναν ἐᾶν, μηδὲ καταγελᾶν τῆς ἀποφράδος, ἥ σοι ἀποφράδα τὸν βίον ὅλον ἐργάσεται; ἢ ἔτι προσδεῖ τινος; ὡς τό γε ἐμὸν οὔ ποτε ἐλλείψει. οὐδέπω γοῦν οἶσθα ὡς ὅλην τὴν ἅμαξαν ἐπεσπάσω, δέον, ὦ παιπάλημα καὶ κίναδος, ὑποπτήσσειν εἴ τις ἀνὴρ δασὺς καὶ τοῦτο δὴ τὸ ἀρχαῖον, μελάμπυγος δριμὺ μόνον εἰς σὲ ἀποβλέψειεν. ἴσως ἤδη καὶ ταῦτα γελάσῃ, τὸ παιπάλημα καὶ τὸ κίναδος, ὥσπερ τινὰ αἰνίγματα καὶ γρίφους ἀκούσας· ἄγνωστα γάρ σοι τῶν σῶν ἔργων τὰ ὀνόματα. ὥστε ὥρα ἤδη καὶ ταῦτα συκοφαντεῖν, εἰ μὴ τριπλῇ καὶ τετραπλῇ σοι ἡ ἀποφρὰς ἐκτέτικεν. αἰτιῶ δ' οὖν σεαυτὸν ἐπὶ πᾶσιν· ὡς γὰρ ὁ καλὸς Εὐριπίδης λέγειν εἴωθεν, ἀχαλίνων στομάτων καὶ ἀφροσύνης καὶ ἀνομίας τὸ τέλος δυστυχία γίγνεται.