[17] Μὴ τοὺς τοῖς ἐπαίνοις θέλγοντας καὶ φρεναπατῶντάς σε ἀποδέχου· μισεῖν γὰρ τοὺς κόλακας οἱ σοφοὶ παρεγγυῶσιν ὡς μέγα βλάπτοντας.
[18] Καλὰ ἑκάστοις τὰ οἰκεῖα φαίνεται εἰ καὶ μὴ πρὸς ἀλήθειάν ἐστιν· κρίνουσι γὰρ αὐτὰ οὐ συλλογισμῷ μᾶλλον ἢ τῷ τῆς ἀνοίας πάθει.
[19] Πρὸς τὰς τῶν ἠθῶν καταστάσεις τυποῦται τοῖς πολλοῖς τὰ ἐνύπνια· ἄλλα τοῦ ἀνδρείου καὶ ἄλλα τοῦ δειλοῦ τὰ φαντάσματα, ἄλλοι τοῦ ἀκολάστου ὄνειροι καὶ ἄλλοι τοῦ σώφρονος· ἐν ἑτέροις φαντασιοῦται ὁ ἄπληστος οὐδαμοῦ τῆς διανοίας, ἀλλὰ τῆς ἀλογωτέρας ἐν τῇ ψυχῇ διαθέσεως τὰς τοιαύτας φαντασίας ἀνατυπούσης.
[20] Ἀποστρέφου τῶν κολάκων τοὺς ἀπατηλοὺς λόγους· ἐξαμβλύνοντες γὰρ τοὺς τῆς ψυχῆς λογισμοὺς οὐ συγχωροῦσιν ‹ἰδεῖν› τῶν πραγμάτων τὴν ἀλήθειαν· ἢ γὰρ ἐπαινοῦσι τὰ ψόγου ἄξια ἢ ψέγουσι πολλάκις τὰ ἐπαίνων κρείττονα.
[21] Ἀρεταὶ μόναι τῶν ἀνθρώπων τὰ πράγματα κυβερνᾶν ἐπίστανται.
[22] Αὔξει τὴν πεῖραν ἡ περὶ αὐτὴν τριβή.
[23] Εἰ βούλει διπλῶς εὐδοκιμεῖν, καὶ τοὺς τὰ κάλλιστα ποιοῦντας προτίμα καὶ τοῖς τὰ χείρονα πράττουσιν ἐπιτίμα.
[24] Εὔπαιδες οἱ τῶν καλῶν καὶ ἀγαθῶν ἐπιστήμονες.
[25] Ἔχουσιν αἱ τῶν κοινῶν ἐπιμέλειαι λαβὰς εἰς τὸ μεμφθῆναι.
[26] Οἱ οἰκέται σου μήτε κόρῳ μήτε λιμῷ ἐθιζέσθωσαν· λιμῷ γὰρ ἕπεται κλοπή, κόρῳ δὲ ὕβρις.
[27] Παρατηρητέον μηδὲν τῶν εὐτελεστέρων μηδ' ὅσα δυνατοὶ παρέχειν ‹ἡμῖν› αὐτοῖς ὑπολαμβάνομεν αἰτεῖν παρὰ θεοῦ· ἀεὶ γὰρ τὰς θεοῦ χάριτας ἀξίωμα τι τοῦ διδόντος μᾶλλον ἢ ἀδοξία τοῦ λαμβάνοντος μετρεῖται. Ἐπιτιμητέον οὖν τοῖς ἀνεπιστήμοσιν, οἳ τολμῶσιν εὔχεσθαι ταὐτὰ ποιεῖν, ἐν οἷς οἱ παντεχνῖται κατορθοῦσιν. Εἴποι γὰρ ἂν δικαίως ὁ θεός· 'Τί μὴ μαθόντες τὰ τῶν μεμαθηκότων ἐπιζητεῖτε καρποῦσθαι; Τί δὲ νόμον φύσεως οὐκ ἐρυθριᾶτε παραβαίνοντες, ὃς οὐδὲ τοῖς ἀπείροις τὰ τῶν ἐμπειροτάτων ἔργα χαριεῖται οὔτ' ἀστρατεύτῳ τὰ στρατηγῶν οὔτ' ἀπείρῳ θαλάττης οἰάκων ἐπιστήμην;'
[28] Τὸ δὲ †ἀγασαμενοντι †χρῆμα καὶ ὡς ἀληθῶς θαυμαστὸν καὶ μεγαλοπρεπὲς τυγχάνον ἐν μόνοις ἐκείνοις ὀφείλει χαρακτηρίζεσθαι τοῖς διὰ τέλους τὸν ἑαυτῶν βίον τῇ περὶ τὸ θεῖον ἀνατεθεικόσι λατρείᾳ καὶ δι' ἀψευδῶν δογμάτων πολιτείας τε λαμπούσης παρὰ τῶν λοιπῶν ἁπάντων ἀνθρώπων τὸ τῆς τοιαύτης ἐπαγγελίας πλεονέκτημα διαφαίνουσιν.
[29] Τὸ ἔντιμον ἐν γήρᾳ εἶναι ἀπόδειξις τοῦ φιλόπονον πρὸ γήρως γεγονέναι· τῷ δὲ σπουδαίῳ ἐν νεότητι ἐχέγγυον τὸ ἔντιμον ἐν γήρᾳ ἔσεσθαι.
[30] Τὸ δ' εὐδαιμονεῖν οὐκ ἄνευ τοῦ εὐνομεῖν, τὸ δ' εὐνομεῖν ἐκ τοῦ ὁμονοεῖν. ὁμόνοια γὰρ μήτηρ εἰρήνης. Ὅσοις τοίνυν προσφιλὲς τὸ κοινοτριβὲς καὶ ἐπωφελὲς καὶ ἀσπαστόν, τούτοις ἀναγκαιότατον τὸ ἰσόψυχον καθάπερ [ἐν] σώματι τὰ σύνδουλα μέλη.
[31] Φησὶ Μωυσῆς· 'Ἡμάρτοσαν οὐκ αὐτῷ τέκνα μωμητά.' (Dtn. 325) Ἁμαρτάνομεν ‹ἡμῖν› αὐτοῖς, οὐ θεῷ. Μεγάλην ‹δ'› ἀσέβειαν ἐπιτετειχισμένην τῇ ψυχῇ καθέλωμεν ἡμᾶς ἀναγράψαντες τοῦ ἀδικεῖν αἰτίους· οὕτω γὰρ ὡς ἂν ἴδιον καὶ ἑκούσιον ἀρρώστημα σπουδάσωμεν ἀ[ρ]κεῖσθαι πάντες ἐπιφέροντες καὶ δι' ἡμῶν αὐτῶν καὶ δι' ἑτέρων τὰ σωτήρια, κἂν ἀδυνατῶμεν μὲν διὰ τῶν ὁμοίων, ἐφ' ἱκεσίας καὶ εὐχὰς τρεψώμεθα τοῦ μόνου ἵλεω, ὃς ἀναιρεῖν μὲν κακὰ δικαιοῖ, συντιθέναι δ' οὐ βουλεταί.
[32] Φιλόσοφος ψυχὴ πάντων ἐστὶν ὑψηλοτέρα καὶ χαρτῶν καὶ λυπηρῶν· οὔτε γὰρ ἐν ἐκείνοις χαυνοῦται οὔθ' ὑπὸ τούτων καταστέλλεται καὶ ταπεινοῦται, ἀλλὰ διαμένει διὰ πάντων ἴση, τὴν οἰκείαν ἰσχὺν καὶ δύναμιν ἐπιδεικνυμένη.