292033 18893 0 10 855 0 XII d. C. Commentarii Eustathius III Commentarii ad Homeri Iliadem van der Valk, M., Leiden, Brill, 1:1971; 2:1976; 3:1979; 4:1987. 143

Eustathius - Commentarii ad Homeri Iliadem III

ΕΚ ΤΩΝ ΤΗΣ ΚΑΠΠΑ

   Ὅτι τῆς κάππα ῥαψῳδίας πραγματειώδης μὲν ἐπιγραφικὴ δήλωσις αὕτη· Κάππα, Ῥήσου τὴν κεφαλὴν ἕλε Τυδέος υἱός, κοινὴ δὲ ἥδε· νυκτεγερσία καὶ Δολωνοφονία, καθ' ἣν δηλαδὴ ὁ Δόλων πεφόνευται. πολλοὶ δὲ τῶν παλαιῶν καὶ Δολώνειαν ταύτην ἐκάλεσαν, ὥσπερ καὶ Πατρόκλειαν ἐν τοῖς ἐφεξῆς, ἐν ᾗ τὰ κατὰ Πάτροκλον γράφονται. Προπαροξύνονται δὲ καὶ ἄμφω αἱ τοιαῦται λέξεις, ὥσπερ καὶ Τηλεγόνεια κατὰ τὴν παλαιὰν ὀρθογραφίαν ἡ κατὰ Τηλέγονον πραγματεία, καὶ Ἡράκλεια ἡ κατὰ Ἡρακλέα, καὶ Ὀδύσσεια ἡ κατὰ Ὀδυσσέα, καὶ Ὀρέστεια, ἧς καὶ ὁ Κωμικὸς μέμνηται, ἡ κατὰ Ὀρέστην. Ὅτι δὲ τὸ κάππα στοιχεῖον κόππα κατὰ γλῶσσαν ἐλέγετο, δηλοῦσιν οἱ τὸν κοππατίαν ἵππον εἰπόντες οὕτω λέγεσθαι διὰ τὸ ἔχειν κ ἐντετυπωμένον, ὥσπερ σαμφόραν, ᾧ σ ἐγκέκοπται ἢ ἐγκέκαυται, ὅπερ οἱ Δωριεῖς ἔλεγον σάν. Ἰστέον δὲ ὅτι τὴν μεθ' ἡμέραν δυσπραγίαν τῶν Ἀχαιῶν ἀναπληροῖ ἐν τῷ γράμματι τούτῳ διὰ [2] δόλου νυκτερινοῦ ὁ ποιητής, ἐν ᾧ καὶ δηλοῖ ὡς τῷ σπουδαίῳ οὐδὲ ἡ νὺξ πάντῃ ἄπρακτος, οὐδὲ πεισθήσεται τῇ νυκτί, ἀλλὰ καὶ αὐτὴν εἰς ἡμέραν σχεδιάσει τῷ πόνῳ, καὶ δοιοὺς ἐξαρεῖται μισθούς, οἷς τε ἡμέρας ἐπόνησε καὶ οἷς νύκτωρ ἐνήργησεν. ἔτι δὲ διδάσκει πραγματικῶς, ὡς οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα, ποιῶν ἀγρυπνοῦντα τὸν βασιλέα καὶ οὕτω πολλὰ καὶ καλὰ ποιοῦντα. Φασὶ δὲ οἱ παλαιοὶ τὴν ῥαψῳδίαν ταύτην ὑφ' Ὁμήρου ἰδίᾳ τετάχθαι καὶ μὴ ἐγκαταλεγῆναι τοῖς μέρεσι τῆς Ἰλιάδος, ὑπὸ δὲ Πεισιστράτου τετάχθαι εἰς τὴν ποίησιν.

(v. 1-4) Ὅτι ὁποῖόν τι ἐν τῇ β΄ ῥαψῳδίᾳ εἶπεν Ὅμηρος ἐπὶ τοῦ Διός, ὁμοίως καὶ ἐνταῦθα ἐπὶ Ἀγαμέμνονος τίθησιν εἰπὼν "Ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶν εὗδον παννύχιοι, μαλακῷ δεδμημένοι ὕπνῳ· ἀλλ' οὐκ Ἀτρείδην Ἀγαμέμνονα, ποιμένα λαῶν, ὕπνος ἔχε γλυκερὸς πολλὰ φρεσὶν ὁρμαίνοντα". Μαλακὸν δὲ καὶ νῦν ὕπνον ἔφη τὸν μαλάσσοντα ἤτοι μαλακοποιόν, ὥσπερ καὶ ἔγχος ἄλκιμον τὸ ἀλκιμοποιόν, καὶ κῶμα δὲ μαλακόν ὁμοίως, δι' οὗ μαλθάσσεταί τις, ὡς τὸ "μαλακὸν περὶ κῶμ' ἐκάλυψεν". ἐντεῦθεν δὲ λαβὼν εἴρηκεν ὁ εἰπὼν τάπητας ὕπνου μαλακωτέρους. Δῆλον δὲ ὡς οἱ ῥήτορες τὸ μαλακὸν καὶ ἐπὶ βλακείας τιθέασι, καὶ ὅτι τὸν ἀλλαχοῦ νήδυμον μαλακὸν ἐνταῦθα εἶπε. Τὸ δὲ "φρεσὶν ὁρμαίνειν" πρὸς διαστολὴν λεχθὲν τοῦ ἄλλως ὁρμαίνειν, κίνησιν δηλοῖ βουλευτικήν, ἥτις ὅταν παύσηται, ἵστασθαι λέγεται, ὡς δηλοῖ τὸ "ἔστησα παρ' ἐμαυτῷ βουλήν", καὶ τὸ "ὤμοσα καὶ ἔστησα", καὶ ὅσα τοιαῦτα.

(v. 5-10) Ὅτι τοὺς πυκνοὺς βασιλικοὺς στεναγμοὺς ἀστραπαῖς ὁ ποιητὴς εἰκάζει λέγων· "ὡς δ' ὅτ' ἂν ἀστράπτῃ πόσις Ἥρης ἠϋκόμοιο, τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον ἠὲ χάλαζαν ἢ νιφετόν, ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας, ἠέ ποθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο, ὣς πυκινὰ ἐν στήθεσσιν ἀνεστενάχιζεν Ἀγαμέμνων νειόθεν ἐκ κραδίης, τρομέοντο δέ οἱ φρένες ἐντός". Καὶ σημείωσαι ὅτι κατὰ παλαιὰν παρατήρησιν αἱ συχναὶ πολλάκις ἀστραπαὶ ὄμβρον ἐσήμαινον πολὺν ἢ χάλαζαν ἢ νιφετὸν ἢ καὶ πόλεμον μέγαν, [3] καὶ ὅτι ἐνταῦθα μὲν ἐπαινεῖται τῆς ἐν λόγοις μεγαλοπρεπείας ὁ ποιητής, οἷα εἰκάσας τὸν μέγαν βασιλέα Διῒ ἀστράπτοντι, ὃς διὰ τὸ τοιοῦτον ἔργον καὶ ἀστραπαῖος ἐπωνομάζετο, ἐν δὲ Ὀδυσσείᾳ θαυμάζεται ἄλλως, ὅτι τὸν πτωχικὸν Ὀδυσσέα κατασμικρύνει τῇ εἰκόνι, ἀνδρὶ ἀπεικάσας ὀπτῶντι γαστέρα κνίσσης γέμουσαν. Ὅλως γὰρ ὁ ποιητὴς ἄριστος εἰκονίζειν καὶ προσφυῶς τοῖς καιροῖς τά τε μεγαλεῖα ἐκτιθέναι τάς τε σμικρότητας, καί πως κατὰ τὸν εἰπόντα τὸ "πρὸς τὰς τύχας γὰρ τὰς φρένας κεκτήμεθα" ἔχει λέγειν καὶ Ὅμηρος, ὡς πρὸς τὰς ποιότητας τῶν ὑποκειμένων ἔχει καὶ αὐτὸς τὰς ἐν τῷ γράφειν μεθοδικὰς φρένας. Ὅρα δέ, ὅτι περιττότητα ὡς τὰ πολλὰ ὁ ποιητὴς ἐν ταῖς παραβολαῖς τεχνώμενος τοιοῦτος καὶ ἐνταῦθά ἐστι. τό τε γὰρ Ζεύς περιέφρασεν, εἰπὼν "πόσις Ἥρας", τουτέστιν ἀνὴρ κατὰ τὸν μῦθον, οὗ ἡ ἀλληγορία ἔκδηλός ἐστι, καὶ τὸ τὴν γῆν δὲ χαλάζῃ, μάλιστα δὲ χιόνι λευκαίνεσθαι ἁπλῶς οὕτω καὶ εἰς οὐδὲν ἀναγκαῖον παρέρριψε πλουτίζων οὕτω τὸ ἄλλως ἀπέριττον τῆς παραβολῆς. [(v. 5) Τὸ δὲ ἀστράπτειν οὐ κατὰ τὴν στεροπὴν ἀναπτύσσεται, στεροπὴ μὲν γὰρ παρὰ τὸ στερεῖν ὀπωπῆς ἤτοι ὄψεως. μύομεν γὰρ πρὸς τὰ οὕτω λαμπρά. Καὶ ἔστι πρωτόθετον τῆς στεροπῆς ἡ στέροψ. καθάπερ γὰρ ἐκ τοῦ ὂψ ὀπός ἐνοπή, οὕτως ἐκ τοῦ στέροψ στέροπος στεροπή. καὶ τοῦτο μὲν τοιοῦτον. Τὸ δὲ ἀστράπτειν, ἐξ οὗ ἡ ἀστραπή, δοκεῖ γίνεσθαι παρὰ τὸ [4] ἀστέρας ἰάπτειν, ἤγουν ἀστεροειδεῖς θέας πέμπειν. Τὸ δὲ τῆς Ἥρας ἠΰκομον παραλαλοίη ἂν τοὺς κομήτας, οἳ περὶ τὸν ἀέρα φαίνονταί ποτε λόγῳ διοσημιῶν.]

(v. 6) Τὸ δὲ "πολὺν ὄμβρον ἀθέσφατον" ἐκ παραλλήλου ταὐτὰ νοεῖ, ὡς καὶ ἐν τοῖς ἑξῆς τὸ "δηθά τε καὶ δολιχόν", καὶ τὸ "ἐπιτέλλεαι ἠδὲ κελεύεις".

(v. 7) Τὸ δὲ "χιὼν ἐπάλυνεν ἀρούρας" ἑρμηνευτικόν ἐστι πολυωνυμίας, ὡς τοῦ νιφετοῦ καὶ χιόνος λεγομένου. Τὸ δὲ παλύνειν δηλοῖ μὲν τὸ λευκαίνειν, κυρίως δὲ ἐπὶ ἀλεύρου λέγεται, ὅθεν καὶ ἡ παιπάλη. Ὁ δὲ Κωμικὸς δοκεῖ καὶ ἀντὶ τοῦ καταπάσσειν νοεῖν τὴν λέξιν ἐν τῷ "καταπαττόμενος παιπάλη γενήσομαι". καὶ ἔστι, φασί, πάλη τὸ ἀποπαλλόμενον λεπτότατον τοῦ ἀλεύρου, ἐξ οὗ καὶ τὸ παλύνειν, καὶ ἡ παιπάλη κατὰ ἀναδιπλασιασμὸν καὶ ἐπένθεσιν τοῦ ι. Εἰ δὲ λέγεται παλύνειν καὶ τὸ μολύνειν κατὰ Ἀπίωνα, λυσιτελεῖ τοῦτο εἰς τὸ "ξανθὸν κρᾶτα διεπάλυνε" παρ' Εὐριπίδῃ, ἀντὶ τοῦ οὕτως ἐλέπτυνε, ὥστε καταπασθῆναι τὴν κεφαλὴν τῆς ἐκεῖσε γῆς καὶ μολῦναι αὐτήν. εἴη δ' ἂν ἡ ῥηθεῖσα πάλη καὶ τοῦ παλάσσειν, ὅ ἐστι μολύνειν, πρωτότυπος, ὥσπερ καὶ τοῦ παλύνειν. Ἐξαίρετον δὲ ἴδιον νιφετοῦ τὸ "ἐπάλυνεν ἀρούρας". οὐδὲν γὰρ οὕτω γῆν παλύνει ὡς ὁ νιφετός.

(v. 8) Στόμα δὲ εἶπεν ἐπὶ πολέμου διὰ τὸ ἐκείνου βορόν. ἐντεῦθεν καὶ ξιφῶν στόματα λέγονται. καὶ στομοῦσθαι δέ φαμεν σίδηρον. καὶ τὸ λέγειν δὲ "αἵματος κορέσαι Ἄρηα" τοῦ τοιούτου στόματος ἔχεται. καὶ Ὅμηρος μὲν οὕτω συντόμως εἰπὼν ἀπήλλακται, ψυχρῶς δέ τις ῥητορεύων οὐκ ἂν ὀκνήσῃ καὶ ὀδόντας τῷ τοιούτῳ στόματι ἐνθεῖναι καὶ γνάθους περιθεῖναι, ὡς ἐντεῦθεν καὶ ὀδόντας καὶ γνάθους πολέμου εἰπεῖν, καὶ τοιαῦτά τινα στωμυλεύσασθαι. [5] Πευκεδανόν δὲ κἀνταῦθα τὸ πικρὸν ὀξυτόνως πρὸς διαστολήν. πευκέδανον μὲν γὰρ προπαροξυτόνως βοτάνη τις οὐκ ἀγαθὴ γεύσασθαι, ἧς ὁ τόνος, ὡς τὸ ἐρυθρόδανον, ἐρευθέδανον. πευκεδανόν δὲ κατὰ ὀξεῖαν τάσιν τὸ παρεμφερὲς πευκεδάνῳ.

(v. 10) Τὸ δὲ "νειόθεν ἐκ κραδίης" σαφηνιστικὸν μέν ἐστι τοῦ ἐν στήθεσσιν, ἐνδείκνυται δὲ κατὰ τοὺς παλαιοὺς ἐν καρδίᾳ εἶναι τὸ ἡγεμονικόν, ἐκεῖθεν ἠρτημένον, ὅθεν καὶ τὸ λυπεῖσθαι καὶ τὸ χαίρειν ἔχει τὰς ἀρχάς. [Συγκέκοπται δὲ τὸ νειόθεν ἐκ πρωτοτύπου τοῦ νειατόθεν, εἰ μὴ ἄρα ἐκ τοῦ νεῖος δισυλλάβου ἀρρήτου πρωτοθέτου παρῆκται, ἀφ' οὗ παράγωγον τὸ νείατος, ὡς τρίτος τρίτατος καὶ τὰ ὅμοια. ἐξ ἐκείνου δὲ τοῦ δισυλλάβου καὶ ἡ νείαιρα.] Τὸ δὲ "τρομέοντο" γίνεται ἐκ τοῦ τρέμω τρόμος τρομῶ. οὐχ' ὑπάγεται δὲ τῇ ἀναλογίᾳ τοῦ στρόφος στρωφῶ, τρόπος τρωπῶ, καὶ τῶν ὁμοίων. ἐκεῖνα μὲν γὰρ δευτέρας συζυγίας τῶν περισπωμένων ἐστί, τοῦτο δὲ πρώτης, καθὰ καὶ τὸ παλινδρομεῖν, γινόμενον ἐκ τοῦ δρόμος δρομῶ. Φρένες δὲ καὶ νῦν αἱ σωματικαί, περὶ ὧν ἀλλαχοῦ δεδήλωται.

(v. 9 s.) Ἔτι σημειωτέον ὅτι οὐ τοσοῦτον πρὸς τοὺς βασιλικοὺς στεναγμοὺς εἴληπται ἡ παραβολὴ τῶν ἀστραπῶν ‑ βροντὰς γὰρ ἔδει παραλαβεῖν ‑ , ἀλλὰ μάλιστα πρὸς μόνον τὸ τοῦ στενάζειν πυκνὸν γέγονεν ἡ παραβολή. διὸ καὶ ἡ ἀπόδοσις αὐτῆς οὕτως ἔχει· "ὣς πυκνὰ στοναχίζετο". εἰ μὴ ἄρα τυχὸν εἴποι τις ταῖς ἀστραπαῖς συνεπινοεῖσθαι κατὰ λόγον γοργότητος καὶ τὰς βροντάς. Τινὲς δέ φασι τὴν παραβολὴν εἰλῆφθαι καὶ πρὸς τὸ διάπυρον καὶ μετὰ σκέμματος ὀξὺ τοῦ ἥρωος. τῶν δὲ βασιλικῶν στεναγμῶν δηλωτικὸν κατωτέρω καὶ τὸ "μέγα δ' ἔστενε κυδάλιμον κῆρ", ὅμοιον ὂν τῷ [6] "ἐν στήθεσσιν ἀνεστονάχιζε", καὶ "νειόθεν ἐκ κραδίης". Ἀστείως δὲ τοῖς Τρωϊκοῖς ὁμάδοις καὶ ταῖς ἐνοπαῖς οἱ βασιλικοὶ ἀντίκεινται στόνοι.

(v. 11-16) Ὅτι ὅτε μὲν ὁ βασιλεὺς "ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειε, θαύμαζεν πυρά πολλά, τὰ καίετο Ἰλιόθι πρό", καὶ ἔτι ταῦτα δὴ τὰ οὐχ' Ἑλληνικά, "αὐλῶν συρίγγων τ' ἐνοπὴν ὅμαδόν τ' ἀνθρώπων. αὐτὰρ ὅτ' ἐς νῆάς τε ἴδοι καὶ λαὸν Ἀχαιῶν, πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτας ὑψόθ' ἐόντι Διΐ", ὡς δυσανασχετῶν κατ' ἐκείνου καὶ ταῖς παραβολικαῖς νιφάσιν οἷον παραμετρῶν τὰς ἐκ τοῦ κατὰ αὐτὸν οὐρανοῦ, τῆς κεφαλῆς δηλαδή, τρίχας. εἰκὸς δὲ καὶ δακρύειν αὐτὸν εἰς ἀντίμιμον τοῦ εἰρημένου τῆς παραβολῆς ὄμβρου. ὁ δ' αὐτὸς καὶ πρὸς ὁμοιότητα βροντῆς "μέγα", φησίν, "ἔστενε κυδάλιμον κῆρ". Ὅρα δὲ καὶ τὸ πολὺ τῆς λύπης, εἰ μὴ μόνον ἀγρυπνεῖ καὶ πυκνὰ στενάζει, ἀλλὰ καὶ τὰς τρίχας ἕλκεται, ἤτοι ἕλκει, καὶ τὴν θρασύτητα δὲ τῶν βαρβάρων, διακειμένων ὡς ἐπὶ πότῳ καὶ ὥσπερ πανηγυριζόντων ἢ παιανιζόντων τὰ νικητήρια. Ἰστέον δὲ ὅτι καὶ γαμηλίου ποτὲ διαθέσεως τὸ "πυρὰ πολλά, αὐλῶν συρίγγων τ' ἐνοπὴ ὅμαδός τ' ἀνθρώπων", καὶ ὅτι Ἀχαιοὶ μέν, ὡς προεγράφη, πῦρ κείαντο, Τρῶες δὲ πυρὰ πολλά. περὶ δὲ προθελύμνων τριχῶν ἐν τῇ πρὸ ταύτης ῥαψῳδίᾳ γέγραπται.

(v. 17-20) Ὅτι πολλὰ σκεψαμένῳ τῷ βασιλεῖ νύκτωρ αὕτη κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ ἐπὶ πρῶτον ἐλθεῖν τὸν Νέστορα διὰ τὰ περιεστῶτα δυσχερῆ, καθάπερ εἰς ἰατῆρα νόσων, ὡς οἱ παλαιοί φασιν, "εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο, ἥ τις ἀλεξίκακος πᾶσι Δαναοῖς γένοιτο". Καὶ ποιεῖ οὕτως, ἑσσάμενος δέρμα λέοντος, θεὶς δὲ καὶ ἄμφ' ὤμοις ὅπλα, ὡς μετ' ὀλίγα λέγει ὁ ποιητής.

(v. 25-27) Τὴν δ' αὐτὴν ὥραν ἀνέστη καὶ ὁ Μενέλαος. μᾶλλον μὲν οὖν καὶ πρὸ τοῦ Ἀγαμέμνονος. "Οὐδὲ γὰρ αὐτῷ, φησίν, "ἐπὶ βλεφάροις ὕπνος ἐφίζανε, μή τι πάθοιεν Ἀργεῖοι". Ὅτι δὲ καὶ [7] πρὸ τοῦ βασιλέως ἐγρήγορεν ὁ ἀδελφός, δῆλον ἐξ ὧν αὐτός, ἤγουν ὁ Μενέλαος, ἀπελθὼν ἀναστῆσαι τὸν βασιλέα ὁπλιζόμενον ἔτι εὗρεν ἐκεῖνον. διὸ καὶ ὁ βασιλεὺς ἐρεῖ πρὸς τὸν Νέστορα, ὅτι ἐμοῦ πρότερος μάλα ἠγέρθη ὁ Μενέλαος.

(v. 19) Ἐν δὲ τῷ "εἴ τινα" σύνδεσμος κεῖται ἀντὶ συνδέσμου. εἴληπται γὰρ τὸ ει ἀντὶ τοῦ ὅπως ἢ τοιούτου τινὸς αἰτιολογικοῦ συνδέσμου, ἵνα λέγῃ, ὅτι ἐσκέψατο ἐπὶ τὸν Νέστορα ἐλθεῖν, ὡς ἂν σὺν αὐτῷ βουλεύσηται. ἐντεῦθεν δέ οἱ μεθ' Ὅμηρον λαβόντες ἔχουσι τὸ εἴ πως, οἷον· σπεύδω εἴ πως γένηται τόδε τι. Τὸ δὲ "τεκταίνεσθαι βουλήν" ἀπὸ τῶν τεκτόνων μετήνεκται, ὡς καὶ ἀλλαχοῦ τὸ βουλὰς ὑφαίνειν ἀπὸ τῶν ἱστουργῶν.

(v. 20) Τὸ δὲ "ἀλεξίκακος", περὶ οὗ κάλλιον ἑτέρωθι κεῖται, διασαφητικὸν μέν ἐστι τοῦ "μῆτιν ἀμύμονα", δηλοῖ δὲ τὴν ἀλέγουσαν τὰ κακά. Ἐντεῦθεν δὲ λαβόντες οἱ μεθ' Ὅμηρον ἀλεξίκακον εἶπον Δία καὶ Ἀπόλλωνα καὶ Ἡρακλῆν.

(v. 21-24) Ὅτι διασκευὴ νυκτεγερσίας τὸ "ὀρθωθεὶς δ' ἔνδυνε περὶ στήθεσσι χιτῶνα, ποσσὶ δ' ὑπαὶ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, ἀμφὶ δ' ἔπειτα δαφοινὸν ἑέσσατο δέρμα λέοντος αἴθωνος, μεγάλοιο, ποδηνεκές, εἵλετο δ' ἔγχος", ὁ βασιλεὺς δηλαδή. Ἐν οἷς τὸ ἕσασθαι ἀντὶ τοῦ ἐνάψασθαι εἶπεν ὁ ποιητής. οὐδεὶς γὰρ λέοντος δέρμα ἢ παρδαλῆν ἢ λυκέην ἐνδύεται, ἀλλὰ ἐνάπτονται τὰ τοιαῦτα, ὅ ἐστιν ἀπῃώρηνται. ἔστιν οὖν ἐνταῦθα τὸ ἕσασθαι ταὐτὸν τῷ ἐπικαθίσαι νώτοις ἢ μεταφρένοις. φησὶ γοῦν μετ' ὀλίγα ἐπὶ Μενελάου, ὅτι παρδαλέῃ μετάφρενον εὐρὺ κάλυψε, καὶ ἐπὶ Διομήδους "ἀμφ' ὤμοισιν ἑέσσατο δέρμα λέοντος" ὅπερ ὅμοιόν ἐστι τῷ "ποικίλον ἀμφ' ὤμοισι σάκος θέτο", καὶ "ἀμφ' ὤμοισι τιθήμενον ἔντεα καλά", οἷον ἀσπίδα ἢ ξίφος, οὐ μὴν καὶ θώρακα. τὸν γὰρ θώρακα οὐκ ἐνάπτονται, ἀλλ' ἐνδύονται. Ἰστέον δὲ ὅτι ἐν τοῖς τοῦ Παυσανίου φέρεται, ὡς τὴν δορὰν ἀσπάθητόν τινες εἶπον χλαῖναν, ὅ ἐστιν ἀνύφαντον, καὶ ὅτι ἐκ [8] τῆς λεοντῆς ἡ κατὰ τὸν λέοντα παροιμία, τὸ "ξυρεῖν λέοντα", ἐπὶ τῶν ἀδυνάτοις ἐπιχειρούντων. καὶ τοῦτο μὲν διὰ τὴν γενναιότητα τοῦ λέοντος, ὃν οὐκ ἂν ξυρεῖν τολμήσῃ τις. Τὸ μέντοι "πόκους ὄνου" ἄλλον τρόπον ἀδύνατόν ἐστι, διὰ τὸ μὴ εἶναι πέκεσθαι ὄνον. ὅμοιον δέ πως καὶ τὸ "ἀσκὸν δέρειν". οὐ γὰρ ἂν ἐξ ἀσκοῦ δέρμα ἕτερον ἀποσυρήσεται.

(v. 24) Αἴθων δὲ λέων ἢ ὁ θερμός ‑ τοιοῦτος γάρ ἐστιν, ὡς καὶ ἐν τοῖς ἑξῆς που δηλωθήσεται ‑ , ἢ ὁ πυρρός. Τινὲς δὲ οὕτω καλεῖσθαι εἶπον αὐτὸν διὰ τὸ εἰς τοσοῦτον στερρὰ ὀστᾶ ἔχειν, ὡς τῇ προσκρούσει σπινθῆρας ἀφιέναι. Ποδηνεκὲς δέ ἐστι μὲν τὸ τερμιόεν καὶ μέχρι ποδῶν ἐνεχθέν, ἑρμηνεία δέ ἐστι τοῦ μεγάλου. τοσοῦτον γὰρ ἦν μέγας ὁ λέων, ὥστε τὸ ἐκείνου δέρμα ποδηνεκὲς ἦν τῷ ἥρωϊ ἐκ τῶν ἄνω ἀρτώμενον. παραγωγὴ δὲ τῆς λέξεως κατὰ τὸ δουρηνεκές διηνεκές. Ἰστέον δὲ ὅτι καὶ ὁ Διομήδης ἐν τοῖς ἑξῆς ὁμοίως τῷ βασιλεῖ λεοντῆν φορεῖ, καὶ ὅτι τινὲς τῶν παλαιῶν χειμέριον στοχάζονται εἶναι τὸν καιρόν, λέγοντες πρὸς ὄμβρου σκέπην εἶναι τὴν λεοντῆν. τὸ δ' αὐτὸ σημειοῦνται καὶ ἐκ τοῦ διπλῆν ἐκταδίην χλαῖναν τὸν Νέστορα φορεῖν. ἀντιλέγονται δὲ οἱ τοιοῦτοι γενναιότατα.

(v. 25) Ὅτι σχῆμα συντομίας ἐνταῦθα τὸ "ὡς δ' αὕτως Μενέλαον ἔχε τρόμος", ἤτοι καθὰ ἐπλατύνθη ὁ περὶ τοῦ βασιλέως ἀνωτέρω λόγος.

(v. 25-28) Εἶτα διασαφῶν τὸ λεχθὲν ἐπάγει "οὐδὲ γὰρ αὐτῷ", τῷ Μενελάῳ δηλαδή, "ὕπνος", ὡς καὶ προερρέθη, "ἐπὶ βλεφάροισιν ἐφίζανε, μή τι πάθοιεν Ἀργεῖοι, οἳ αὐτοῦ εἵνεκα πουλὺν ἐφ' ὑγρὴν ἤλυθον ἐς Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες", ἤγουν ὁρμῶντες τότε εἰς πόλεμον. νῦν γὰρ πολεμεῖν λέγεται, οὐ μὴν ὁρμαίνειν εἰς πόλεμον.

(v. 26) Τὸ δὲ "ἐφίζανεν" ἢ σωματικῶς νοητέον, ὥσπερ που καὶ ἐπὶ δένδρου οἷα κύμινδις καθεσθῆναι ὁ ὕπνος πλάττεται, ἢ ἀντὶ τοῦ ἐνεβράδυνεν, ὡς ὑπνοῦντος μὲν τοῦ ἥρωος, πλὴν οὐχ' ὕπνον, ὃν ἀλλαχοῦ μὲν εἶπε νήδυμον, ὡς καὶ μετ' ὀλίγα ἐν τῷ "οὔ μοι ἐπ' ὄμμασι νήδυμος ὕπνος ἱζάνει", ἐν δὲ τῇ ἀρχῇ τῆς ῥαψῳδίας ταύτης γλυκύν. Περιττὴ δὲ πάντως ἐνταῦθα ἡ πρόθεσις. ἄρτιον γὰρ πάντως εἰπεῖν "βλεφάροις. ἐφίζανε", καὶ αὖ πάλιν "ἐπὶ [9] βλεφάροις ἵζανεν", ὡς δηλοῖ καὶ τὸ "ἐπ' ὄμμασιν ὕπνος ἱζάνει". Ὅρα δὲ ὅτι ἐπὶ μὲν τοῦ βασιλέως ἔφη, ὡς οὐχ' ὕπνος αὐτὸν ἔχε γλυκερός, ἀλλαχοῦ δὲ "οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν". ἐνταῦθα δὲ "οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανε", καθὰ καὶ μετ' ὀλίγα "οὔ μοι ἐπ' ὄμμασιν ὕπνος ἱζάνει". Τοῦτο δὲ ἀστείως εἴρηται, ὡς τῶν μὲν βαθέως ὑπνούντων βαρουμένων τὰ βλέφαρα, τῇ ἐπιπτώσει δῆθεν καὶ τῷ ἐπικαθίσματι τοῦ ὕπνου, τῶν δὲ ἀγρυπνούντων οὐκ ἐώντων ἐπικαθεσθῆναι τὸν ὕπνον καὶ συγκλεῖσαι τὰ βλέφαρα. Τὸ δὲ "μή τι πάθοιεν" ἐλλειπτικῶς ἔχει. λείπει γὰρ τὸ δεδοικότι ἤ τι τοιοῦτον, ἵνα λέγῃ, ὅτι οὐδὲ αὐτῷ ἐπῆλθεν ὑπνοῦν, πτοουμένῳ μή τι πάθοιεν οἱ Ἕλληνες.

(v. 27) Καὶ τὸ "ἐφ' ὑγρήν" δὲ ὁμοίως κατ' ἔλλειψιν εἴρηται, ἴσως δὲ καὶ κατά τι ἐξαίρετον ἐπίθετον. ὡς γὰρ τὸ τραφερή καὶ τὸ ξηρά ἐπὶ γῆς, οὕτως ἐπὶ θαλάσσης τὸ ὑγρή. Τὸ δὲ "πουλύν" Ἰωνικόν ἐστιν. ὡς γὰρ θῆλυς ἐέρση, οὕτω καὶ πουλὺς ὑγρά, τουτέστι πολλὴ θάλασσα.

(v. 26) Σημείωσαι δὲ καὶ ὅτι τὸ "βουλεύεσθαι μή τι πάθοιεν" βουλὴ καὶ αὐτό ἐστιν ἀμύμων καὶ ἀλεξίκακος, ὁποίαν ἐζήτει καὶ ὁ ἀδελφὸς βασιλεύς.

(v. 29-33) Ὅτι ἡ νύκτερος τοῦ Μενελάου σκευὴ τοιαύτη ἦν· "παρδαλέῃ μὲν πρῶτα μετάφρενον εὐρὺ κάλυψε ποικίλῃ, αὐτὰρ ἐπὶ στεφάνην κεφαλῇφιν ἀείρας θήκατο χαλκείην, δόρυ δ' εἵλετο χειρὶ παχείῃ. βῆ δ' ἴμεν ἀναστήσων ὃν ἀδελφεόν, ὃς μέγα" καὶ ἑξῆς.

(v. 29) Ἔστι δὲ καὶ νῦν παρδαλέη δορὰ παρδάλεως ἀπὸ ἀρσενικοῦ τοῦ παρδάλειος. ἐκ δὲ αὐτῆς κατὰ συναίρεσιν παρδαλῆ, ὡς λεοντέη λεοντῆ. γράφεται δὲ αὐτὴ μὲν ἀεὶ διὰ τοῦ α κατὰ τὴν ἀρχήν, τὸ δὲ ζῷον καὶ διὰ τοῦ ο, πόρδαλις, παρὰ τὸ προάλλεσθαι, μεταθέσει τοῦ ο καὶ πλεονασμῷ τοῦ δ. Ποικίλη δὲ αὕτη διὰ τὰ ἐν αὐτῇ στίγματα ὅθεν καὶ εἰς παροιμίαν ἐπὶ πανούργων κεῖται τὸ στικτὸν τῆς παρδάλεως. Τὸ δὲ "μετάφρενον εὐρύ" τὸ τοῦ ἥρωος ὡς ἐκ μέρους ἐμφαίνει ἐπιφανές, ἅμα δὲ καὶ τὸ τῆς παρδαλέης παραδηλοῖ μέγεθος, εἰ τοιοῦτον ἐκάλυψεν μετάφρενον.

(v. 30) Ἡ δὲ στεφάνη εἶδος περικεφαλαίας, καθὰ καὶ ἡ κυνέη καὶ ἡ καταῖτυξ καὶ ἡ ἀμφίφαλος καὶ ἡ τετράφαλος, ὡς πολλαχοῦ φαίνεται. Οἱ δὲ παλαιοί φασι καὶ πρόβλημά τι ἔχειν τὴν ῥηθεῖσαν στεφάνην. ὡς δὲ καὶ πύργων στεφάναι λέγονται, δηλοῦται ἐν ἄλλοις.

(v. 31) Τὸ δὲ "θήκατο" [10] ἀνάλογον μέν, ἀσύνηθες δὲ λόγῳ πεζῷ.

(v. 32) Τὸ δὲ ἀναστῆσαι νῦν μὲν ἐπὶ ὑπνοῦντος ἐρρέθη, ἐν δὲ τοῖς μετὰ ταῦτα καὶ ἐπὶ νεκροῦ ἐγέρσεως ῥηθήσεται.

(v. 31) Ὅρα δὲ καὶ ὅτι ἐνταῦθα μὲν εἰπὼν "δόρυ δ' εἵλετο χειρὶ παχείῃ", καιρίως εἶπε τὸ παχείῃ ἐπὶ στρατιώτου ἥρωος, ἐμφαίνων διὰ τῆς τοιαύτης καὶ πάχος δόρατος. ὅτε δὲ αὐτὸ ἐπὶ γυναικὸς εἴπῃ, κατὰ ἀκυρολεξίαν ἐρεῖ, ὡς ἑτέρωθι φανήσεται. Ἔστι δέ πως ταὐτὸν τὸ "χειρὶ παχείῃ", καὶ χειρὶ μεγάλῃ καὶ ἀνδρείᾳ. ὅθεν λαβόντες οἱ τῶν κατὰ φύσιν γνωματευταὶ μεγάλα τοῖς ἀνδρείοις εἶπον ἀκρωτήρια εἶναι ὡς ἐπὶ πολύ. Καὶ τῇ μὲν χειρὶ οὕτως ἡ ποίησις ᾠκείωσε τὸ παχύ, ποσὶ δὲ ἡρώων τὸ λιπαρὸν ἀπένειμεν, ὡς πολλαχοῦ δηλοῦται. ᾧ πάντως ἐναντίον τὸ αὐχμηρόν, ᾧ ἶσον τὸ ἀλιπές, ἔτι δὲ καὶ τὸ ἀλιπαρές, κατὰ τὸ "ἀλιπαρῆ τρίχα". ὁ δὲ τοιοῦτος ποὺς καὶ νήλιπος, οὗ ἐντελὲς ὁ νηλίπους. Ἔνθα ζητητέον διὰ τί μὴ ὥσπερ Οἰδίπους Οἰδίπος, καὶ ἀελλόπους ἀελλόπος, ἐν φυλακῇ ὁμοίᾳ τόνου, οὕτω καὶ νηλίπους νηλίπος, ἀλλὰ προπαροξυτόνως νήλιπος. [Καὶ λυτέον, ὅτι δοκεῖ μὴ ὁ ποὺς ἐγκεῖσθαι τῇ τοιαύτῃ λέξει, ἀλλ' αὐτόχρημα τὸ λίπος, ἵνα ᾖ ταὐτὸν ἀλιπής καὶ νήλιπος.]

(v. 32 s.) Ὅτι ἐν τῷ "ὃς μέγα πάντων Ἀργείων ἤνασσε, θεὸς δ' ὣς τίετο δήμῳ" παραφράζει τὸ εὐρυκρείων. Τὸ δὲ "θεὸς δ' ὣς τίετο δήμῳ" οὐ μόνον τὸ τῶν ὑπηκόων εὐπειθὲς ἐμφαίνει, ἀλλὰ καὶ οἷον δεῖ εἶναι τὸν βασιλέα, καὶ ὅπως διακεῖσθαι χρὴ αὐτὸν πρὸς τὸ ὑπήκοον, ἵνα ὡς θεὸς ἔχοι τιμᾶσθαι. περὶ Ἀγαμέμνονος δὲ ταῦτα εἶπεν ὁ ποιητής.

(v. 34) Ὅτι καὶ ἐνταῦθα κεῖται μετὰ δοτικῆς ἡ ἀμφι πρόθεσις ἐν τῷ "ἀμφ' ὤμοισι τιθήμενον ἔντεα καλά".

(v. 35) Διασαφεῖται δὲ συνήθως ἐν τούτοις καὶ ὁλότης τῇ τοῦ μέρους ἐπιφορᾷ, ὡς ἐν τῷ "νηῒ παρὰ πρύμνῃ". τὸ γὰρ πρύμνῃ ἑρμηνευτικόν ἐστι τοῦ νηΐ, ἵνα λέγῃ, ὅτι τὸ νηΐ οὐκ ἐπὶ ὁλότητος νοητέον ἄρτι, ἀλλ' ἐπὶ μέρους, τῆς πρύμνης δηλαδή, ἐν ᾗ [11] τὰ ὅπλα ἐφορεῖτο τῷ βασιλεῖ. οἱ δὲ πλείους τῶν ἑρμηνέων ἀντίπτωσιν τὸ σχῆμά φασι, ἵνα λέγῃ νηὸς παρὰ πρύμνῃ. Ὅρα δὲ τὸ "τιθήμενον", ὡς τοῦ μέτρου ἐπιτάξαντος ἐφύλαξε τὸ η τοῦ τίθημι ἐνεστῶτος, καὶ οὐκ ἔτρεψεν αὐτὸ τῷ λόγῳ τῶν εἰς μι.

(v. 35) Ὅτι φιλόφρονος ἤθους τὸ "τῷ δ' ἀσπάσιος γένετ' ἐλθών".

(v. 37) Ὅτι ὡς νεώτερος ἀδελφὸς ὁ Μενέλαος ἠθεῖον προσφωνεῖ τὸν παλαιότερον ἀδελφόν, εἰπὼν "τίφθ' οὕτως, ἠθεῖε, κορύσσεαι;" Καὶ ἕστιν ἡ λέξις συγγενική, ὡς καὶ ἀλλαχοῦ δηλοῦται πλατύτερον. δῆλον δὲ ὡς οἱ μεθ' Ὅμηρον τὸν ἠθεῖον, ὥσπερ δὴ καὶ τὸν κατὰ συγγένειαν θεῖον, ἐπὶ ἑτέρου σημαινομένου ἔταξαν, τοὺς ἐνθέους οὕτω καλοῦντες.

(v. 38) Ὅτι καὶ ἐνταῦθα, καὶ ἐν τοῖς ἑξῆς δέ, ἐπίσκοπον λέγει τὸν στελλόμενον εἰς πολεμίους κατάσκοπον. Φησὶ γάρ· "Τρώεσσιν ἐπίσκοπον", καὶ "νήεσσιν ἐπίσκοπον", ὃν οἱ ὕστερον πευθῆνα ἐκάλεσαν, ἐξ Ὁμήρου λαβόντες τὴν ἀφορμήν, ὡς αὐτίκα ῥηθήσεται. λέγεται δὲ καὶ σκοπὸς ὁ αὐτός. ἐρεῖ γὰρ "σκοπὸν Ἕκτορος", ὡς τῆς ἐπι προθέσεως πλεοναζούσης ἐν τῷ ἐπίσκοπος, καθὰ καὶ ἐν τῷ ἐπιβουκόλος καὶ τοῖς ὁμοίοις. Καὶ τὸ ἔργον αὐτοῦ ἐνταῦθα μὲν σκοπιάζειν ἄνδρας δυσμενεῖς, μετ' ὀλίγα δὲ διασκοπιᾶσθαι καὶ πυθέσθαι, ἀφ' οὗ ὁ ῥηθεὶς πευθήν παρωνόμασται.

(v. 41) Ὅτι δὲ καὶ τολμηρὸς ὁ τοιοῦτος εἶναι ὀφείλει, δηλοῖ τὸ "μάλα κεν θρασυκάρδιος εἴη", ὡς κινδύνοις δηλαδὴ ἐπιτολμῶν. τοιοῦτος τοίνυν εἴη ἂν καὶ Ὀδυσσεύς, ὁ κατὰ τὸν ποιητὴν τλήμων, ὁ τῷ Διομήδει συσκοπιάσων ἐνταῦθα εἰς τὸν νύκτερον δόλον, οὐ μὴν κατά τινας δειλὸς ἂν κρίνοιτο, εἰ καί ποτε ἐν καιρῷ εὐλαβεῖται κίνδυνον.

(v. 37 s.) Σημείωσαι [12] δὲ ὅτι τὸ παρέργως ὑπό τινος ἐν λόγῳ παραρριφὲν ἔργον ἂν γένοιτό ποτε τῷ σπουδαίῳ. ἰδοὺ γὰρ ὁ Μενέλαος ἰδὼν νύκτωρ τὸν ἀδελφὸν ἔνοπλον, παραρρίπτει ἐπαπορῶν, μή ποτέ τινα ἑταίρων ὀτρύνῃ Τρώεσσιν ἐπίσκοπον, τὸ δὲ ὕστερον καὶ εἰς ἔργον προβαίνει, αὐτοῦ δὴ τοῦ σοφοῦ Νέστορος εἰς τοῦτο παρακαλέσαντος. Καὶ ἔστι κἀντεῦθεν δῆλον, ὡς οὐκ ἀδύνατον τὸ αὐτὸ νόημα εἰς διαφόρους ἀνελθεῖν. Σκοπητέον δέ, εἰ τὸν Ὁμηρικὸν ἐπίσκοπον καὶ σκοπὸν ἔστι καὶ ὀπτῆρα εἰπεῖν. ὃ δὴ παρὰ τῷ Σοφοκλεῖ κεῖται.

(v. 39) Ὅτι δυσχέρειαν δηλοῖ πράξεως τὸ "δείδω, μὴ οὔ τίς τοι ὑπόσχηται τόδε ἔργον". καὶ ὅρα τὸ "ὑπόσχηται", σαφῶς ἑρμηνευθὲν καὶ κοινῶς, ὡς τοῦ στεύεσθαι καὶ τοῦ ὑφίστασθαι ποιητικωτέρων ὄντων. Ἔστι δ' ἐνταῦθα ἔργον, ὃ οὐκ ἂν ὑπόσχηταί τις, τὸ νύκτωρ σκοπιάσαι.

(v. 40 s.) Ἐπάγει γὰρ "ἄνδρας δυσμενέας σκοπιαζέμεν οἶος ἐπελθὼν νύκτα δι' ἀμβροσίην". Καὶ ὅρα τὸ οἶος. ἀληθῶς γὰρ ὀκνηλὸν ἐν τοιούτοις ἔργοις τὸ μονῆρες. διὸ ἐν τοῖς ἑξῆς Ἑλληνικοὶ μὲν δύο σκοποὶ σταλέντες εὐοδοῦνται, ὁ δὲ Τρωϊκὸς Δόλων εἷς ὢν οὐ παλιννοστεῖ. καὶ ἔστι στρατηγικὸν παράγγελμα καὶ τὸ μὴ ἕνα τινὰ ἐν τοῖς καιριωτάτοις σκοπιάζεσθαι. δῆλον δὲ ὡς πάνυ δεξιῶς ἐν τούτοις ὁ ποιητὴς προέκθεσιν θεωρεῖ τῆς γενησομένης τῶν κατασκόπων ἀποστολῆς.

(v. 43-45) Ὅτι ὁ θέλων τὴν ἀπό τινος συμβουλήν, ὅτε τις αὐτῷ εἰς ἐχθρὸν ἐκ φίλου μεταβληθείη, ἐρεῖ ἂν τὸ "χρεὼ βουλῆς ἐμὲ καὶ σὲ κερδαλέης", ὦ δεῖνα, "ἥ τίς κεν ἐρύσεται ἠδὲ σαώσει, ἐπεὶ ἡ τοῦ δεῖνος ἐτράπετο φρήν". Ἔστι δὲ τὸ μὲν "ἐμὲ καὶ σέ" ἢ ἀντίπτωσις ἀντὶ τοῦ ἐμοὶ καὶ σοί, ἢ ἐλλειπτικὸν κατὰ πρόθεσιν, ἵνα λέγῃ, ὅτι χρεία βουλῆς εἰς ἐμὲ καὶ σέ.

(v. 44) Τὸ δὲ "ἥ τις ἐρύσεται" τὴν κερδαλέην ἑρμηνεύει βουλήν. κερδαλέα γὰρ ἡ σωστική, ὡς ἐρύουσα, ἤγουν φυλάσσουσα, καὶ διὰ τοῦτο ἐπικερδής, ὥσπερ αὖ πάλιν τὸ "σαώσει" ἑρμηνεία ἐστὶ τοῦ ἐρύσεται. ταὐτὸν γὰρ εἰς νοῦν τὸ ἐρύειν καὶ τὸ σαώζειν. Ὅρα δὲ ὡς ἡ πρὸ βραχέων ἀμύμων μῆτις ἡ ἀλεξίκακος ἑρμηνευθεῖσα, κερδαλέη βουλὴ ἐνταῦθα ἐρρέθη καὶ οἵα τε σαώζειν. καί εἰσι τὰ τοιαῦτα πάνθ' ὅμοια κατά τινα ἐπίχυσιν [13] λέξεων.

(v. 45) Τὸ δὲ "Διὸς ἐτράπετο φρήν", οὕτω γὰρ ἡ Ὁμηρικὴ ἔχει λέξις, συντελεῖ τι εἰς τὸ "στρεπτοὶ καὶ θεοὶ αὐτοί".

(v. 46) Ὅτι τὸ "ἀποδέξασθαι θυσίαν" οὕτω φράζει περιφραστικῶς ὁ ποιητὴς ἐνταῦθα "Ἑκτορέοις ἄρα μᾶλλον ἐπὶ φρένα θῆκεν ἱεροῖς θεός", ὅ ἐστι ταῖς τοῦ δεῖνος προσέσχε θυσίαις. ἱερὰ γὰρ τὰ ἱερευόμενα λέγει. τοῦτο δὲ ὅτι καλλιερεῖν λέγεται, καὶ ἀλλαχοῦ γέγραπται. Ἕκτωρ δὲ ἐνταῦθα ὁ καλλιερῶν. ἔνθα ὅρα καὶ ὅτι οὐ μόνον ἄνδρες δωρητοί, ἀλλὰ καὶ οἱ τοῦ μύθου θεοί, οὐ μόνον ἐπὶ ἱεροῖς τιθέντες τὴν φρένα, ἀλλὰ καὶ τιμὴν ἐθέλοντες, κατὰ τὸ "οἵ σε θεὸν ὣς τιμήσουσιν".

(v. 47-49) Ὅτι τοσοῦτον μέγας ὁ Ἕκτωρ δοκεῖ, ὥστε εἰπεῖν τὸν βασιλέα, ὡς "οὔ πω ἰδόμην οὐδ' ἔκλυον αὐδήσαντος ἄνδρα ἕνα τοσσάδ' ἐπ' ἤματι μέρμερα μητίσασθαι, ὅσα Ἕκτωρ ἔρρεξε Διῒ φίλος υἷας Ἀχαιῶν".

(v. 50) Εἰ δέ τις λέγει τὸν Ἕκτορα διὰ ταῦτα ὑπερτίθεσθαι καὶ αὐτοῦ τοῦ Ἀχιλλέως, ἴστω ὅτι λύει τὸ ἄπορον ὁ βασιλεύς, προσθεὶς τὸ αὕτως, ἤτοι οὕτως ἁπλῶς, "οὔτε θεᾶς", φησίν, "υἱὸς φίλος οὔτε θεοῖο". Ἀχιλλεὺς μὲν γὰρ καὶ τοιαῦτα καὶ μείζω δράσας οὐκ ἂν ἐκπλήξοι τινά. ἐκ θεᾶς γάρ. ὁ Ἕκτωρ δὲ ἁπλῶς ἀνήρ.

(v. 51 s.) Εἶτα καὶ παραφράζων καὶ ἑρμηνεύων τὸ ῥηθέν, περὶ ὧν ὁ Ἕκτωρ ἠνδραγαθήσατο, φησὶ "ἔργα δ' ἔρεξ', ὅσα φημὶ μελησέμεν Ἀργείοις δηθά τε καὶ δολιχόν".

(v. 52) Οἷς ἐπάγει κομματικῶς τὸ "τόσα γὰρ κακὰ μήσατ' Ἀχαιούς", ὃ πάνυ γοργῶς παραφρασθὲν ταὐτόν ἐστι τῷ "τοσσάδ' ἐπ' ἤματι μέρμερα μητίσασθαι" καὶ ἑξῆς, καὶ τῷ "ἔργα δ' ἔρεξε" καὶ ἑξῆς. καὶ ὅρα ὅτι ἀγωνιῶν ὑπὸ θαύματος ὁ βασιλεὺς ταὐτολογεῖ, καὶ οὐ μόνον ἐν ἐννοίαις, ἀλλὰ καὶ κατὰ λέξιν, ἐν τῷ "δηθά τε καὶ δολιχόν". Τὰ δὲ ῥηθέντα Ὁμηρικὰ ἔπη καὶ εἰς πάντα στρατιώτην καὶ στρατηγὸν ἁρμόσουσιν ἡρωϊκῶς ἀνδραγαθήσαντα

(v. 47) Ἰστέον δὲ ὅτι ἐν τῷ "οὐδ' ἔκλυον αὐδήσαντος" λείπει τὸ τινός, ἵνα ᾖ τὸ τέλειον "οὐδ' ἔκλυόν τινος εἰπόντος", ὥσπερ καὶ ἐν τῷ ἔρρεξεν υἷας Ἀχαιῶν, καὶ ἐν τῷ "κακὰ μήσατ' Ἀχαιούς" λείπει πρόθεσις ἡ εἰς. Οἰκεῖος δὲ καὶ ὁ τοιοῦτος σχηματισμὸς ἀγωνιῶντι ἀνδρὶ καὶ ἐπισπερχομένῳ φράζειν.

(v. 48) Τὸ δὲ "ἐπ' ἤματι" πρὸς ἀκρίβειαν εἴρηται. Μητίσεται μὲν γάρ τις τοσσάδε [14] μέρμερα, πλὴν ἐν πολλαῖς, καὶ οὐκ ἐν ἡμέρᾳ μιᾷ. Λέγει δὲ μητίσασθαι τὸ πρᾶξαι, τὸ τέλος φράσας ἐκ τῶν πρὸ τοῦ τέλους. διὸ καὶ ἑρμηνεύων ἔφη τὸ "ὅσσ' Ἕκτωρ ἔρρεξε", καὶ τὸ "ἔργα δ' ἔρεξεν". ὥσπερ καὶ τὸ "ὅσα φημὶ μελησέμεν Ἀργείοις" ἑρμηνευτικόν ἐστι τοῦ μέρμερα μητίσασθαι. Μερμερίζειν γὰρ καὶ μέλεσθαι τῆς αὐτῆς ἐννοίας εἰσί.

(v. 49) Τὸ δὲ "Διῒ φίλος" ἔχει μέν τι καὶ καταβλητικὸν τῆς τοῦ Ἕκτορος ἀριστείας, ὡς μὴ ἐξ ἑαυτοῦ ἀλλὰ θεόθεν κατορθοῦντος, πλεῖον δὲ ἄλλως ἔχει τὸ σεμνόν, ὡς θεοφιλοῦς ὄντος τοῦ ἥρωος καὶ διὰ τοῦτο ἀνύοντος ὅσα καὶ θεᾶς υἱὸς ἢ θεοῖο.

(v. 49-51) Ὅρα δ' ἐν τούτοις ὅτι τε τὸ ἔρρεξε διχῶς προήγαγε, πρῶτα μὲν Ἀττικῶς ἐν δυσὶ ρ, ἔπειτα κοινῶς ἐν ἑνί, καὶ ὅτι φανερῶς ἀποφάσκει ὁ ποιητὴς μὴ θεογενῆ τὸν Ἕκτορα εἶναι, εἰ καὶ ἕτεροι ἄλλα λογοποιοῦσιν, ἐν οἷς καὶ ὁ Λυκόφρων Πτῴου πατρὸς μυθευσάμενος ἐκγενέσθαι τὸν Ἕκτορα. Σημείωσαι δὲ καὶ ὡς οὐκ ἔκρινε δεῖν ἄρτι προενεγκεῖν ὁ βασιλεὺς τὸ τοῦ Ἀχιλλέως ὄνομα, αἰνίττεται δὲ μόνον ἐκεῖνον ἐν τῷ "οὔτε θεᾶς υἱός".

(v. 53-55) Ὅτι ἀλείπτου λόγος τό· ἀλλ' ἴθι, νῦν τοὺς δεῖνα κάλεσσον, ἐγὼ δ' ἐπὶ τὸν δεῖνα εἶμι καὶ ὀτρυνέω ἀνστήμεναι. Ἐνταῦθα δὲ παιδεύει διὰ τοῦ Ἀγαμέμνονος ὁ ποιητὴς αὐτοδιακόνους εἶναι καὶ τοὺς βασιλεῖς. τὸν μὲν γὰρ ἀδελφὸν πέμπει Αἴαντε καλέσαι καὶ Ἰδομενῆα, αὐτὸς δ' ἐπὶ Νέστορα δῖον ἰέναι φησίν, "αἴ κ' ἐθέλῃσιν ἐλθεῖν" καὶ ἑξῆς. βιάσασθαι γὰρ τὸν γέροντα οὐ βούλεται.

(v. 56) Ὅτι τὸ τῶν φυλάκων στίφος τέλος ἱερὸν καλεῖ, ὅ ἐστι τάγμα θεῖον, ἐπειδὴ τοῖς ἄλλοις καθεύδουσιν ἄδειαν αὐτοὶ παρέχουσιν ἐγρηγορότες. ὅλως γὰρ ἱερὸν εἶναι πᾶν δοκεῖ τὸ τῶν ἀνθρώπων φυλακτικόν. οὕτω καὶ πόλεων τείχη ἱερὰ λέγει. [Καὶ Σοφοκλῆς δὲ διὰ λόγον ὅμοιόν τινα τὴν γῆν ἱερὰν ἔφη.] Οἱ μέντοι γλωσσογράφοι ἱερόν τὸ μέγα φασί, ὡς καὶ ἱερός, φασίν, ἰχθὺς ὁ μέγας. Τὸ δὲ τέλος ἑξαχῶς εὕρηται παρὰ τοῖς παλαιοῖς. Σημαίνει γὰρ τὸ στρατιωτικὸν σύνταγμα, [15] ὡς ἐνταῦθα, καὶ τὸ τῶν πραγμάτων πέρας, καὶ τὴν ταῖς πόλεσι φοιτῶσαν πρόσοδον, καὶ τὸ ἀξίωμα, ὡς παρὰ Θουκυδίδῃ καὶ Ξενοφῶντι, καὶ παρ' Εὐριπίδῃ δὲ ἐν τῷ "τοῖς ἐν τέλει βεβῶσι πείσομαι". δηλοὶ δὲ καὶ δαπάνημα, ὡς Εὐριπίδης "μάτην δ' εἰκοστὸν τόδ' ἐκβαίῃ τέλος", καὶ τὴν μυστικὴν καὶ οὕτω τελειοποιὸν ἑορτήν, ὅθεν καὶ ἡ τελετὴ λέγεται καὶ τελεῖσθαι τὸ μυεῖσθαι καὶ τελούμενοι οἱ τὰ μυστικὰ διδασκόμενοι. Σύστοιχον δὲ τῇ τοιαύτῃ σημασίᾳ καὶ τὸ δηλοῦν τὴν θυσίαν τέλος, οὗ χρῆσις καὶ παρὰ Σοφοκλεῖ ἐν τῷ "τέλη ἔγκαρπα", ὃ ἀλλαχοῦ διασαφῶν ἔφη "θύματα πάγκαρπα".

(v. 57-59) Ὅτι τὸ "σημαίνειν φυλάκεσσιν", ἤγουν προΐστασθαι τῶν φυλάκων, τῷ Νεστορίδῃ Θρασυμήδει μᾶλλον ἐπιτέτραπτο, καὶ τῷ Κρητικῷ Μηριόνῃ, οἳ καὶ τῶν ἄλλων ἑκατοντάρχων προεῖχον, ὡς δηλοῖ τὸ "τοῖσι γὰρ ἐπετράπομέν γε μάλιστα". Καὶ ὅρα ὅτι τε καὶ νῦν τὸ σημαίνειν δοτικῇ συντέτακται, καὶ ὡς ἀρχικὴ λέξις κἀνταῦθα τὸ ἐπιτρέπειν, ἀφ' ἧς καὶ ὁ ἐπίτροπος. Τὸ δὲ "μάλιστα" διὰ τοὺς λοιποὺς ἑκατοντάρχους εἴρηται, καὶ αὐτοῖς μὲν γὰρ ἐπιτέτραπτο σημαίνειν, μάλιστα δὲ τοῦτο ἦν τῷ Θρασυμήδει καὶ τῷ Μηριόνῃ.

(v. 61-63) Ὅτι ὑπουργικὴ ἐρώτησις τὸ "πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι ἠδὲ κελεύεις; αὖθι μένω, δεδεγμένος εἰς ὅκεν ἔλθῃς, ἠὲ θέω μετά σε αὖτις;" Καὶ ὅρα κἀνταῦθα τὸ μὲν αὖθι ἀντὶ τοῦ αὐτόθι ληφθέν, τὸ δὲ αὖτις ἀντὶ τοῦ πάλιν, ὅ ἐστιν ὄπισθεν, τὸ δὲ μένω καὶ θέω ἀντὶ μελλόντων τοῦ μενῶ καὶ τοῦ θεύσω, τουτέστι δραμοῦμαι. Δεδεγμένος δὲ ὁ ἀναμένων καὶ προσδεχόμενος. Ἔστι δέ ποτε ἡ λέξις καὶ πολεμική, ὡς ἐν τῷ "ἠὲ σὺ τόνδε δέδεξο", ἤγουν ἀντίστηθι νόμῳ μάχης.

(v. 65) Μετὰ [16] δὲ ταῦτα κεῖται καὶ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ τὸ "αὖθι μένειν" ἀντὶ τοῦ μένε. ὅπου καὶ δείκνυται ἀριδήλως ὅτι τὰ ἀντὶ προστακτικῶν ἀπαρέμφατα λαμβανόμενα κατ' ἔλλειψιν προαιρετικοῦ ῥήματος οὕτω σχηματίζονται, ὡς καὶ ἀλλαχοῦ εἴρηται. Προηγησαμένου γάρ, ὡς ἐρρέθη, τοῦ ἐπιτέλλεσθαι ῥήματος καὶ τοῦ κελεύειν, ἐν τῷ "πῶς γάρ μοι ἐπιτέλλεαι ἠδὲ κελεύεις; αὖθι μένω" καὶ ἑξῆς, ἐπάγει ὁ ἐρωτηθεὶς αὖθι μένειν, ὅπερ εἰ καὶ ἀντὶ τοῦ μένε κεῖται, ἀλλ' ἐντελῶς οὕτω νοεῖται· ἐπιτέλλομαι καὶ κελεύω σοι αὖθι μένειν. διαδείκνυσι δὲ μάλιστα σαφῶς τὴν τοιαύτην ἔλλειψιν ὁ Ἡσίοδος.

(v. 65 s.) Ὅτι ὅτε εἴπῃ ὁ βασιλεὺς τῷ Μενελάῳ "αὖθι μένειν, μή πως ἀβροτάξομεν ἀλλήλοιϊν ἐρχομένω", ἤγουν ἐρχόμενοι, "πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι", δῆλός ἐστιν Ὅμηρος ἔμπειρος ὢν τῆς ἐν τοῖς τακτικοῖς ἀρχιτεκτονικῆς, ὡς οἱ παλαιοί φασιν. εἰς πολλὰς γὰρ ὁδοὺς τέμνει τὸ ναύσταθμον, ἵνα ταχέως ἀπὸ τῶν σκηνῶν ἀπαντῶσι πρὸς βοήθειαν τοῖς ἔξω. Ἔστι δὲ ἀβροτάζειν ἢ τὸ βροτοῦ ἀποτυγχάνειν ἐν ὁδῷ, ἢ τὸ ἐν ἀβρότῃ, τουτέστι νυκτί, ἀποπλανᾶσθαι. Ἐν δὲ παλαιῷ κατὰ στοιχεῖον Λεξικῷ γράφει οὕτως· ἀβρόταξις· ἁμαρτία, διαμφόδησις, καὶ ἀβροτάξομεν διαμφοδήσομεν, ἁμαρτήσομεν ἀλλήλων. καὶ ὅρα τὸ διαμφοδῆσαι παρὰ τοῖς παλαιοῖς ἀντὶ τοῦ ὧδε καὶ ἐκεῖ τράπεσθαι καὶ ἀστοχῆσαι τῆς ὀρθῆς ἀμφόδου. καὶ ἔοικε παρῆχθαι τὸ διαμφοδεῖν ὁμοίως τῷ διαφωνεῖν. Κέλευθοι δὲ φανερῶς ἐνταῦθα αἱ περὶ γῆν ὁδοί.

(v. 67) Ὅτι στρατηγικὸν παράγγελμα καὶ τὸ τὸν νυκτὸς περιϊόντα ἐν στρατῷ φθέγγεσθαι, ὅπουπερ ἂν ἔλθῃ, ὡς ἂν ἐπιγινωσκόμενος μὴ διδῷ ὑπονοεῖν ἔφοδον πολεμίων. Διό φησιν ὁ βασιλεὺς τῷ ἀδελφῷ "φθέγγεο δ' ᾗ κεν ἴῃσθα καὶ ἐγρήγορθαι ἄνωχθι". Καὶ ὁ Νέστωρ δὲ μετ' ὀλίγα οὕτως ἀνιστᾷ τὸν Ὀδυσσέα, καὶ πρὸς τὸν βασιλέα δὲ ἐρεῖ κατὰ σχῆμα κάλλους παρισωτικὸν "φθέγγεο, μήδ' ἀκέων ἐπ' ἔμ' ἔρχεο". Ἔνθα καί φασιν οἱ παλαιοί, ὅτι τοῦτο λέγει ὁ γέρων δεδιὼς μήποτε ὁ υἱὸς Θρασυμήδης ἐκλέλοιπε τὴν τῶν φυλάκων τάξιν, καὶ ὅτι οὔπω εἶχον πότε ἐν πολέμοις συνθήματα. εἰ γὰρ ἦσαν, διεδήλουν ἂν ἑαυτοὺς τοῖς [17] γνωρίμοις οἱ νύκτωρ βαδίζοντες. [Ἔστι δ' εἰπεῖν καὶ ὡς ὀκνεῖ τὴν ἡσυχῆ πορείαν τοῦ βασιλέως νύκτωρ ὁ σοφὸς γέρων, οὐ μόνον διὰ τραῦμα ἐπιβούλου τινός, ἀλλὰ καὶ ἵνα μὴ θόρυβος γένηται, ὅς ποτε μεγάλα βλάπτει τὸν στρατόν, καθὰ καὶ οἱ νύκτεροι πτυρμοὶ τῶν ἵππων δηλοῦσιν οἱ πολλοὺς βλάψαντες. Ἡ δὲ ἱστορία λέγει καὶ ὅτι Σάμιοι πλεύσαντες εἰς Σύβαριν καὶ κατασχόντες τὴν Σιρῖτιν χώραν, ἤγουν τὴν περὶ πόλιν Σῖριν, περδίκων ἀναπτάντων καὶ ποιησαμένων ψόφον ἐκπλαγέντες ἔφυγον καὶ ἀπέπλευσαν.]

(v. 67) Ἰστέον δὲ ὅτι τὸ ἐγρήγορθαι τὰ πλείω τῶν ἀντιγράφων προπαροξύνουσιν ὡς Αἰολικόν. ἄλλως γὰρ παροξύνεσθαι ὀφείλει ὡς παθητικὸς παρακείμενος. ὡς γὰρ κέκοπα μέσος παρακείμενος καὶ μετὰ τῆς αὐτῆς παραληγούσης κέκοφα ἐνεργητικός, ὁμοίως καὶ κέκλοπα κέκλοφα, οὕτως οὐ μόνον ἐγρήγορα μέσος παρακείμενος Ἀττικός, ἀλλ', ὡς εἰκός, καὶ ἐγρήγορκα, οὗ παθητικὸς ἐγρήγορμαι, ἐξ οὗ τὸ ἐγρηγόρθαι κοινῶς. Ἕτεροι δὲ ἐκ τοῦ ἐγρηγορῆσθαι παρακειμένου αὐτὸ συγκεκόφθαι φασίν. Ἀπίων δὲ καὶ Ἡρόδωρός φασιν, ὡς τὸ ἐγρήγορθαι οὐκ ἐχρῆν προπαροξύνεσθαι, εἴτε συνεκόπη, ὡς εἴρηται, εἴτε ἀπὸ τοῦ ἔγρω γίνεται. μία δέ, φασίν, ἀφορμὴ αὕτη τοῦ δύνασθαι τονοῦσθαι οὕτω. Τὰ εἰς θαι, τῇ ορ συλλαβῇ παραληγόμενα, Αἰολικά εἰσι· τέτορθαι, μέμορθαι, ἔφθορθαι. ἐπεὶ οὖν καὶ τοῦ ἐγρήγορθαι ἡ παράληξις Αἰολικωτέρα ἐστί, πίπτει καὶ τόνος [18] ὅμοιος τοῖς προκειμένοις. [Χρὴ δ' ἐνταῦθα ἐπισημήνασθαι ὡς οὐ, καθὰ ἐκ τοῦ κλέπτω διπλοῦς λαλεῖται παρακείμενος ἐν παραληγούσῃ μιᾷ, οὕτω καὶ ἐπὶ τοῦ πέμπω γίνεται. ἀλλ' ἐκεῖ ὁ μὲν πέπομφα χρῆσιν ἔχει, ὁ δὲ καθαρὸς μέσος παρακείμενος σεσίγηται διὰ κακοφωνίαν. Ὡς γὰρ μισεῖται ὁ ἐκ τοῦ δείδω μέσος παρακείμενος δέδοιδα, δι' ὃν ἀποτελεῖ ψελλισμὸν ἐκ τῶν συχνῶν ἀφώνων, οὕτω καὶ ὁ ἐκ τοῦ πέμπω πέπομπα, δι' ὃν ποιεῖ βομβώδη κόμπον, οὗπερ ἀκούσας ὁ Κωμικὸς ἔπαιξεν ἄν, οἶμαι, καὶ εἰς αὐτὸν τὸ βομβαλοβομβάξ. Προσεπιθεωρητέον δὲ τούτοις καὶ ὅτι τὸ λέλογχα ἐν μιᾷ ταύτῃ φωνῇ καὶ τὸ οἰκεῖον σύμφωνον ἔχει καὶ τὸ τοῦ ἐνεργητικοῦ. τοῦ λέγω γὰρ ἐνεργητικὸς μὲν ὁ λέλεχα ἐν τῷ χ, μέσος δὲ ὁ λέλογα ἐν τῷ γ, σημαίνει δὲ τὸ ἐξ ἐπιλογῆς ἔσχον εἰς λάχος. Πίνδαρος, "ἀκέρδεια λέλογχε θαμινὰ κακαγόρους". οἶδε δὲ τὴν λέξιν καὶ Θεόκριτος.] Τὸ δὲ ἄνωχθι ἐκ τοῦ ἀνωγῶ περισπωμένου γενέσθαι φασίν, οὗ παρατατικὸς τὸ ἠνώγεον. ἀνωγῶ γὰρ ἀνώγημι, ὅθεν ἀνώγηθι, καὶ ἐν συγκοπῇ ἄνωχθι, τραπέντος τοῦ γ συνήθως εἰς χ, ὡς καὶ ἐν τῷ βρέγμα βρεχμός, καὶ τοῖς ὁμοίοις. Ὅτι δὲ δοκεῖ καὶ μεταπεπλάσθαι ἐκ τοῦ ἄνωγε καθ' ἕτερον προστακτικὸν τελικόν, δεδήλωται καὶ αὐτό.

(v. 68) Ὅτι, ὥσπερ στρατηγῷ πρέπον, καθὰ προσεχῶς ἐρρέθη, τὸ κελεύειν ἐγρηγορέναι τοὺς ὑπ' αὐτὸν νύκτωρ, οὕτω καὶ τὸ πατρόθεν ἐκ γενεῆς ὀνομάζειν ἄνδρα ἕκαστον. δυσωπεῖ γάρ, κατὰ τοὺς παλαιοὺς εἰπεῖν, ὑπόμνησις προγονικῆς ἀρετῆς καὶ [19] πατέρων πράξεις ἐπαινούμεναι, καὶ θέλει τῇ ἐκείνων ἀναμνήσει ἕκαστος ἐξομοιοῦσθαι αὐτοῖς, οἰόμενος τὸ μὴ ἐκείνους μιμεῖσθαι καθαιρετικὸν εὐγενείας. Πατρόθεν μὲν οὖν τινὰ προσφωνεῖ τις, ὡς τὸ "Λαερτιάδη", ἐκ γενεῆς δέ, ἤγουν ἐκ προγόνων, ὡς τὸ "διογενής". τὸν γὰρ ἀρχηγὸν τοῦ γένους Δία ἡ λέξις ἐκφαίνει.

(v. 69) Ἔτι σώφρονος στρατηγοῦ καὶ τὸ πάντας ἐπαινεῖν. διὸ μετὰ τὸ "πατρόθεν ἐκ γενεῆς ὀνομάζων" φησὶν ὁ βασιλεὺς "πάντας κυδαίνων". Ἔτι ἀγαθῆς στρατηγίας καὶ τὸ ‹μὴ› μεγαλοφρονεῖν, ὅθεν ἐπάγει "μηδὲ μεγαλίζεο θυμῷ", ἤγουν μὴ ἐπαίρου τῷ κατὰ σὲ μεγαλείῳ.

(v. 70) Ἀγαθοῦ δὲ ὁμοίως ἄρχοντος καὶ τὸ αὐτοδιακονεῖν. οὐκοῦν ἐπιφέρει "ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα", ὅπερ δηλαδὴ ὁ μὴ ποιῶν μεγαλίζεται θυμῷ. δυσωπητικὸν γὰρ τῶν πολλῶν ἡ βασιλικὴ αὐτουργία. καὶ τοίνυν μυριαχοῦ παρὰ τῷ ποιητῇ αὐτουργοῦσιν οἱ βασιλεῖς. Σημείωσαι δὲ ὅτι μετ' ὀλίγα ὁ βασιλεὺς ἐπὶ τῷ Νέστορι οὐ ποιεῖ κατὰ τὸ οἰκεῖον παράγγελμα, ἀλλὰ πατρόθεν μόνον προσφωνεῖ αὐτὸν Νηληϊάδην ὀνομάσας, οὐ μὴν καὶ ἐκ προγόνων. ἄλλως μέντοι προσεπιτίθησιν ἐκεῖ ἔπαινον τὸ "μέγα κῦδος Ἀχαιῶν". Νέστωρ δ' ἐν τοῖς ἑξῆς πάντα φράζει τὰ τοῦ βασιλέως ἐπὶ τῷ Ὀδυσσεῖ ἐντελῶς, πατρόθεν μὲν τὸ "Λαερτιάδη" προσειπών, ἐκ γενεῆς δὲ τὸ "διογενές", τὸ δὲ "πολυμήχανε" πρᾶξιν ἀπὸ ψυχῆς.

(v. 68) Ἰστέον δὲ καὶ ὅτι δύναται καὶ ἄλλως τὸ πατρόθεν καὶ τὸ ἐκ γενεῆς ἐκ παραλλήλου δηλοῦν τὴν αὐτὴν ἔννοιαν, καὶ ὅτι ἐκ τοῦ Ὁμηρικοῦ τούτου ὀνομάζειν τὸ ἓν τῶν ὀκτὼ τοῦ λόγου μερῶν εἴρηται ὄνομα, καὶ ὅτι ταὐτὸν ὀνομαίνειν καὶ ὀνομάζειν, [οὗ χρῆσις καὶ παρὰ Σοφοκλεῖ ἐν τῷ "ὄνομα δ' ὠνομάζετο Ἕλενος"], καὶ ὅτι τὸ "ἄνδρα ἕκαστον" ταὐτόν ἐστι τῷ πάντας, ὡς ἐν τοῖς ῥηθεῖσι φαίνεται, καὶ ὅτι τὸ μὲν ἐκ γένους ἕκαστον ὀνομάζειν ὀνόμασι περιγράφεται, τουτέστι λέξεσι κυρίαις ἢ ἐπιθέτοις.

(v. 69) Τὸ δὲ "πάντας κυδαίνειν" καὶ τὴν ἐκ πράξεων δηλοῖ τιμήν, ὁποῖα πολλὰ ἐν ταῖς ἱστορίαις εὑρίσκονται. τοιοῦτον δέ τι καὶ ἐνταῦθα τὸ "μέγα κῦδος Ἀχαιῶν". Καὶ ἄλλως δὲ ἀστείως μετὰ τὸ "ἐκ γενεῆς ὀνομάζων" ἐπῆκται τὸ [20] "πάντας κυδαίνων". ἐπεὶ γὰρ ἔστιν ὀνομάζειν τινὰ καὶ ψεκτικῶς, παραινεῖ τὰ πρὸς ἔπαινον ἐπιλέγεσθαι, καὶ μὴ ταῖς ἐκ γένους καταντλεῖν δυσφημίαις τὸν προσφωνούμενον. [Ὅρα δὲ ὅτι ἐναντίαι λέξεις ἐκ τοῦ κῦδος γίνονται, ἤγουν τὸ κυδαίνειν ἐπὶ τιμῆς καὶ τὸ κυδάζειν παρὰ Σοφοκλεῖ ἐπὶ λοιδορίας ἐν ἀντιφράσει. ᾧ λόγῳ καὶ τὸ ὑμνεῖν οὐ μόνον χρηστολογίαν δηλοῖ, ἀλλά που καὶ τὸ ἀνάπαλιν ἀντιφράζει, ὡς ἑτέρωθι σαφῶς δηλοῦται.]

(v. 70 s.) Ἰστέον δὲ καὶ ὅτι ψυχῆς βαρυνομένης ἐπὶ κακοπαθείᾳ τὸ "ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα, ὧδέ που ἡμῖν θεὸς ἐπὶ γεινομένοισιν ἵει κακότητα βαρεῖαν". καὶ ὅτι τὸ "γεινομένοισι" τὰ καθ' εἱμαρμένην γενεθλιακὰ παραλαλεῖ.

(v. 71) Καὶ ὅτι ἀποστολιμαία φράσις τὸ "ὣς εἰπὼν ἀπέπεμπε τὸν δεῖνα εὖ ἐπιτείλας".

(v. 73-79) Ὅτι Νέστωρ μὲν ὁ γέρων κοιμᾶται "παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ εὐνῇ ἐνὶ μαλακῇ, παρὰ δ' ἔντεα ποικίλα κεῖτο, ἀσπὶς καὶ δύο δοῦρε φαεινή τε τρυφάλεια, πὰρ δὲ ζωστὴρ κεῖτο παναίολος", ᾧ δὴ ὁ γεραιὸς "ζώνυτο, ὅτε εἰς πόλεμον φθισήνορα θωρήσσοιτο λαὸν ἄγων", καὶ παρ' ἡλικίαν ἀνδριζόμενος, "ἐπεὶ οὐ μὲν ἐπέτρεπε", φησί, "γήραϊ λυγρῷ", ἤγουν οὐκ ἐξεδίδου ἑαυτὸν τῷ γήρᾳ οὐδ' ἐνικᾶτο ὑπ' αὐτοῦ. τοιοῦτον γὰρ τὸ ἐπιτρέπειν, τὸ ἐξουσίαν δηλονότι διδόναι, ὡς τὸ "τοῖσι γὰρ ἐπετράπομεν φυλάσσειν", καὶ "σοὶ δ' ἐπέτρεπε πονέεσθαι", καὶ "ᾧ λαοὶ ἐπιτετράφαται", ἀντὶ τοῦ ὑπὸ ἐξουσίαν εἰσί.

(v. 75) Καὶ οὕτω μὲν ὁ γέρων Νέστωρ εὐνῇ ἐν μαλακῇ εὕρηται. καὶ Φοῖνιξ δὲ ὁμοίως μαλακῶς ἐκοιμήθη, ὅπου ἐστορέσθη ἐκείνῳ κώεα καὶ ῥῆγος, ὡς γέροντι πρέπον. Διομήδης δέ γε ὁ σφριγῶν τῆς σκηνῆς ἐκτὸς εὑρεθήσεται σὺν τεύχεσιν εὕδων, ὑπεστρωμένος ῥινὸν βοός, σκληρότερον αὐτὸς εὕδων καὶ οὐ μαλακῶς κατὰ τὸν ὑποβεβλημένον κώεα καὶ ῥῆγος. Ἰστέον δὲ ὅτι καὶ ἄλλα ὁ ποιητὴς οἶδε στρωμνῆς εἴδη. Ὀδυσσέα μὲν γὰρ κατέκλινεν Εὔμαιος, ὑποβαλὼν ῥῶπας καὶ δέρμα αἰγὸς ἀγρίου, τῷ Διῒ δὲ ἡ γῆ ἐν τοῖς ἑξῆς νεοθηλέα πόαν ἀναδίδωσιν. Ὅρα δὲ ὡς τὸ παρακεῖσθαι δὶς ἐν τοῖς ῥηθεῖσι κεῖται κατὰ σχῆμα ἐπιμονῆς διὰ τὸ καίριον. Ἔφη γὰρ "παρὰ δ' ἔντεα κεῖτο", καὶ "πὰρ δὲ ζωστὴρ κεῖτο".

(v. 77 s.) Καὶ ὅτι ἐξαίρετος ὁ ζωστὴρ τῷ [21] γέροντι, εἴγε ποικίλα μὲν ἔντεα ἔφη, τὸν δὲ ζωστῆρα παναίολον, καὶ ὅτι ἐτυμολογικοῦ τρόπου τὸ "ζωστὴρ ᾧ ζώνυτο", καὶ ὅτι οὐκ ἀσύνηθες τοῖς ὕστερον λέγειν καὶ κατὰ πτῶσιν αἰτιατικὴν τὸ "ζωστὴρ ὃν ζώνυται", ὁποῖα καὶ ἄλλα ἡ κοινὴ χρῆσις οἶδε πολλά. Ἔστι δὲ καὶ νῦν ζωστὴρ ὁ ἔξω τὰ ὅπλα συνδέων, ὡς δηλοῖ τὸ "ᾧ ἐζώνυτο ὁ γεραιός". ζῶμα μέντοι τὸ τῇ μίτρᾳ, ὡς ἀλλαχοῦ γέγραπται, συναπτόμενον. Τὸ δὲ ζώνυτο οἱ μὲν δι' ἑνὸς γράφοντες ν φύσιν γραφῆς τηροῦσιν, οἱ δὲ δυάζοντες τὸ ἀμετάβολον πάθος ποιοῦσι διπλασιασμοῦ. τὸ δ' αὐτὸ γίνεται καὶ ἐν τῷ ῥωνύω, χωνύω, καὶ τοῖς ὁμοίοις.

(v. 79) Τὸ δὲ "λαὸν ἄγων" τὸν παρὰ τῇ τραγῳδίᾳ λαγέταν, ὅ ἐστι λαοῦ ἡγεμόνα, παρήγαγε. Τὸ δὲ μὴ ἐπιτρέπειν γήραϊ λυγρῷ ἔπαινός ἐστι σπουδαίου γέροντος. λυγρὸν δὲ γῆρας εἰπεῖν ὅμοιον ὡς εἰ καὶ ὁμοίϊον ἔφη, ὅ ἐστι χαλεπόν. ψογερὰ γὰρ λέξις πολλαχοῦ φαίνεται καὶ τὸ ὁμοίϊον. Χαλεπότητες δὲ γήρως ἑτεροῖαί τε φαίνονται, καὶ ὁποίαν δὲ ἐκτίθεται Σοφοκλῆς φράσας οὕτω "ἀκρατές, ἀπροσόμιλον γῆρας, ἄφιλον, ἵνα", τουτέστιν ὅπου, "πρόπαντα κακὰ κακῶν ξυνοικεῖ". ὧν ἓν λέγει καὶ τὸ ὑπὸ τῶν οἰκείων ἀμελεῖσθαι τὸν γέροντα. Δριμέως δὲ ἀκρατὲς ἐκεῖνος γῆράς φησιν οὐ τὸ ἀκόλαστον, ἀλλὰ τὸ ποιοῦν πάρεσιν, ὡς μὴ ἔχειν τὸν γέροντα κρατεῖν ἑαυτοῦ. Εὐριπίδης δὲ ἄναρθρον ἂν εἴποι, λόγῳ καὶ αὐτὸς δριμύτητος κατὰ τὸ "ἄναρθρός εἰμι κἀσθενῶ μέλη".

(v. 80) Ὅτι ὁ Νέστωρ κείμενος μὲν ὡς ἐφ' ὕπνῳ, αἰσθόμενος δὲ ὡς ἔρχεταί τις εἰς αὐτόν ‑ ἦν δὲ ὁ βασιλεύς ‑ , ὀρθωθεὶς ἐπ' ἀγκῶνος κεφαλὴν ἐπαείρας λαλεῖ πρὸς αὐτόν. Καὶ ὅρα οἷός ἐστι τὴν γραφικὴν ὁ ποιητής. εἴποις γὰρ ἂν ὁρᾶν ἄνδρα καμάτῳ τὰ γυῖα λελυμένον καὶ κεῖσθαι θέλοντα καὶ ὀκνοῦντα μὲν τὴν ἐξ ὕπνου ἀνάστασιν, διὰ δὲ ἀνάγκην αἰρόμενον, καὶ τῷ μὲν λοιπῷ τοῦ σώματος κείμενον, τῷ δὲ ἀγκῶνι ὀρθούμενον καὶ τὴν κεφαλὴν αἴροντα, τυχὸν δὲ καὶ αὐτὴν ὑπανέχοντα καὶ ἐπαναπαύοντα τῇ χειρί. Ὥσπερ δὲ ἐνταῦθα ὁ γέρων κείμενος ὀρθοῦται τῷ ἀγκῶνι, οὐ μὴν ὅλῳ τῷ σώματι κατὰ τὸ "ὀρθωθεὶς δ' ἔνδυνε χιτῶνα", οὕτω τις ἀλλαχοῦ ἱστάμενος γνὺξ ὅμως ἔριπε, μέρει μὲν ὀλίγῳ πεσών, τοῖς πλείοσιν δὲ ἀνεστηκὼς ἐκεῖνος, ἀνάπαλιν τῷ ἐνταῦθα, κειμένῳ μὲν κατὰ τὸ πλεῖον, κατὰ δέ τι ὀλίγον ὀρθωθέντι. Ὅρα δὲ καὶ ὡς ῥᾷον ἀφυπνίσθη ὁ γέρων, τάχα μηδὲ κοιμώμενος, ὀλιγόϋπνος γὰρ ἡ γεροντικὴ [22] ἡλικία. οὕτω δὲ καὶ τὸν Ὀδυσσέα ὁ Νέστωρ ἐξ ὕπνου ἀνήγειρε, φθεγξάμενος μόνον. Διομήδης μέντοι ποδὶ κινηθεὶς ἐγείρεται. νέος τε γάρ ἐστι καὶ κέκμηκε δι' ἡμέρας. ὅμως μέντοι καὶ ἐκεῖνος ἀφυπνισθεὶς μάλα κραιπνῶς ἀνόρουσεν. Ἰστέον δὲ ὅτι ἀπὸ τοῦ σωματικοῦ ἀγκῶνος οὐ μόνον ὀρεινοὶ ἀγκῶνες τροπικῶς λέγονται, ἀλλὰ καὶ ἰδίως τόποι τινές, ὡς κατά τι κύριον ὄνομα. Παροιμία γοῦν τις ἀγκῶνα γλυκὺν λέγει ἀπὸ τοῦ κατὰ τὸν Νεῖλον ἀγκῶνος. ἐκεῖνος δὲ γλυκὺς κατ' εὐφημισμόν. μακρὸς γάρ ἐστι καὶ ἐργώδης. μέμνηται δὲ αὐτοῦ Πλάτων ἐν Φαίδρῳ. ὥστε τὸ γλυκὺς ἀγκών παροιμιωδῶς μοχθηρίαν τόπου ὑποδηλοῖ.

(v. 82-84) Ὅτι εἰπόντος τοῦ Νέστορος "τίς δ' οὗτος ἀνὰ στρατὸν ἔρχεαι οἶος νύκτα δι' ὀρφναίην, ὅτε θ' εὕδουσι βροτοὶ ἄλλοι, ἠέ τινα οὐρήων διζήμενος ἠέ τινα ἑταίρων", φασὶν οἱ παλαιοί, ὅτι οὐρῆας νῦν τοὺς φύλακας νοητέον. Ὡς γὰρ ἡνίοχος ἡνιοχεύς, υἱός υἱεύς, ὑδροχόος ὑδροχοεύς παρὰ τῷ Ἀράτῳ, πατροφόνος πατροφονεύς ἐν Ὀδυσσείᾳ, οὕτως ἐνταῦθα οὖρος οὐρεύς. οὐρῆας γὰρ ὧδε νοῆσαι τοὺς ἡμιόνους οὐ θέλουσι. καὶ ὁ λόγος αὐτοῖς εὖ ἔχει. ἄλλως γὰρ εἰπεῖν ἀδιανόητόν ἐστι. Καὶ ὅρα πάλιν τὴν Ὁμηρικὴν μέθοδον. ἐρωτᾷ μὲν γὰρ ὁ γέρων τὸ εἰκὸς γίνεσθαι, οὐκ εὐστοχεῖ δέ. ἄλλη γὰρ ἡ αἰτία τοῦ τὸν βασιλέα μόνον ἔρχεσθαι, διδάσκοντος κἀνταῦθα τοῦ ποιητοῦ δεῖν εἶναι τὸ αὐτὸ πρᾶγμα κατὰ διαφόρους αἰτίας γίνεσθαι. Τὸ δὲ "ὅτε εὕδουσιν οἱ ἄλλοι" δι' ἀσφάλειαν ἐννοίας εἴρηται, ὡς μὴ ἁπλῶς καινὸν ὂν νύκτωρ τινὰ μόνον ἔρχεσθαι, ἀλλ' ἐὰν πόρρω νυκτός, ἤτοι ἐν βαθείᾳ νυκτί, ὅτε πᾶσιν ὕπνου καιρός. Τὸ δὲ "ἠέ τινα οὐρήων ἠέ τινα ἑταίρων" σχῆμά ἐστιν ἐπαναφορᾶς, πολλαχοῦ φανέν.

(v. 87) Ὅτι ἐν τῷ "ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν" πληροῖ αὐτὸς ὁ βασιλεύς, ὃ παρῄνεσε τῷ ἀδελφῷ, καὶ ἔστι κατὰ τὸν πρὸ μικροῦ ῥηθέντα λόγον τὸ μὲν Νηληϊάδη πατρόθεν ὀνομάσαι, ὃ καὶ ταὐτὸν τῷ ἐκ προγόνων [ἐστίν,] εἴγε πατέρες ὀνόματι γενικῷ οἱ τοῦ γένους προκατάρξαντες. Τὸ δὲ "μέγα κῦδος Ἀχαιῶν" εἶδός τι τοῦ κυδαίνειν, ὡς καὶ προδεδήλωται.

(v. 88) Ὅτι ἐρωτήσαντος τοῦ Νέστορος "τίς δ' οὗτος ἔρχεαι οἶος", ὡς προείρηται, μέλλων ὁ βασιλεὺς εἰπεῖν ὡς ἐγώ εἰμι, ὁ δὲ περιφράζει οὕτως "εἴσεαι", τουτέστι γνώσεαι, "Ἀτρείδην Ἀγαμέμνονα" τὸν τάδε παθόντα.

[23] (v. 88-90) Λέγει δὲ ὁ βασιλεὺς ἐνταῦθα ὃ καὶ πᾶς ἂν ἐρεῖ δυστυχῶν, ὡς αὐτὸν περὶ πάντων, ἤγουν περιττότερον ἁπάντων, "θεὸς ἐνέηκε πόνοισι διαμπερές, εἰς ὅ κεν", ἤγουν ἕως, "ἀϋτμή", φησίν, "ἐν στήθεσσι μένει, καί μοι φίλα γούνατ' ὀρώρῃ", τουτέστι κατὰ περίφρασιν, ἕως ἂν ζῶ ὑγιῶς. ταῦτα δὲ ἑρμηνευτικά εἰσι τοῦ διαμπερές. Πρὸ τούτων δὲ ἄλλως εἶπεν, ὅτι ὧδέ που ἡμῖν θεὸς γεννωμένοις ἐφίει κακότητα βαρεῖαν.

(v. 91-95) Λέγει δὲ καὶ ὅτι "πλάζομαι ὧδε, ἐπεὶ οὔ μοι ἐπ' ὄμμασι νήδυμος ὕπνος ἱζάνει, ἀλλὰ μέλει πόλεμος καὶ κήδε' Ἀχαιῶν. αἰνῶς γὰρ Δαναῶν πέρι δείδια, οὐδέ μοι ἦτορ ἔμπεδον, ἀλλ' ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξω στηθέων ἐκθρῴσκει", πατάσσουσα δηλαδὴ καὶ οἷον ἐκπηδῆσαι βιαζομένη, "τρομέει δ' ὕπο φαίδιμα γυῖα". Καὶ ὁ μὲν βασιλεὺς οὕτως ἀγωνιᾷ, λέγων καὶ ἕτερά τινα,

(v. 104-107) Νέστωρ δὲ παραμυθεῖται αὐτὸν εἰπών, ὡς "οὐ δὴ Ἕκτορι πάντα νοήματα Ζεὺς ἐκτελέει, ὅσα που νῦν ἐέλπεται, ἀλλά μιν οἴω κήδεσι μοχθήσειν καὶ πλείοσιν, εἴ κεν Ἀχιλλεὺς ἐκ χόλου ἀργαλέοιο μεταστρέψει φίλον ἦτορ". Τοῦτο δὲ λέγει ὁ γέρων οἷα εἰδώς, ὡς αἱ ἄκραι τῶν εὐτυχιῶν μεταβολὰς λαμβάνουσι. Καὶ ὅρα κἀνταῦθα προαναφώνησιν, δι' ἧς δηλοῖ ὁ ποιητὴς μὴ ἄλλως παύσεσθαι τὰ κακά, εἰ μὴ ὁ φίλος Ἀχιλλεὺς μεταβάληται τοῦ χόλου.

(v. 91) Ἰστέον δὲ καὶ ὅτι ἐν τοῖς ῥηθεῖσι τὸ μὲν πλάζομαι βαρέως εἴρηται ἀντὶ τοῦ ἔρχομαι, ὡς πρὸς τὸ "τίς οὗτος ἀνὰ στρατὸν ἔρχεαι". ἄλλως γὰρ οὐ πλανᾶται ὁ βασιλεὺς εἰδὼς ὅποι ἔρχεται. οὕτω καὶ Ὀδυσσεὺς προϊὼν ἐρεῖ τῷ Νέστορι "τί ποτε ἀνὰ στρατὸν ἀλᾶσθε;" [Ἰστέον δὲ ὅτι τοῦ πλάζεσθαι πρωτότυπόν ἐστι τὸ πλῶ, καθὰ τοῦ χάζω τὸ χῶ καὶ τοῦ βάζω τὸ βῶ. αὐτὸ δὲ τὸ πλῶ συγκέκοπται [24] ἀπὸ τοῦ πολῶ, τὸ ἀναστρέφομαι, ὃ δὴ τοῖς πλαζομένοις παρέπεται.] Τὸ δὲ ὧδε ἀντὶ τοῦ οὕτως καὶ νῦν, ὡς καὶ πανταχοῦ τῆς Ὁμηρικῆς ποιήσεως.

(v. 93) Τὸ δὲ "Δαναῶν πέρι δείδια" ἦν μὲν εἰπεῖν "Δαναοῖς περιδείδια", ἐφράσθη δὲ ἄλλως διὰ συγγένειαν τῆς γενικῆς καὶ τῆς δοτικῆς.

(v. 94) Τὸ δὲ ἔμπεδον καταχρηστικῶς εἴρηται. κυρίως γάρ, ὡς πολλαχοῦ φαίνεται, τὴν ἐν τῷ πέδῳ θέσιν ἡ λέξις δηλοῖ. Τὸ δὲ "ἀλαλύκτημαι" παθητικός ἐστι παρακείμενος Ἀττικὸς ἀπὸ τοῦ ἀλύσσω, ἔχων ἐνεστῶτα τὸ ἀλυκτῶ καθ' ὁμοιότητά τινα τοῦ τάσσω ἄτακτος, ἀτακτῶ. καὶ ἔστι λέξις ποιηταῖς φίλη, οὐ μὴν πεζολόγοις. καὶ ἄλλως δὲ εἰπεῖν, ἀπὸ τοῦ ἀλαλύκτημί ἐστι παθητικὸς ἐνεστώς. σημαίνει δὲ τὸ δυσχεραίνειν καὶ ἀδημονεῖν. Τοῦ δὲ ῥηθέντος ἀλύσσω καὶ τὴν χρῆσιν καὶ τὴν σημασίαν περί που τὸ τέλος τῆς Ἰλιάδος ἔστιν εὑρεῖν.

(v. 95) Τὸ δὲ ῥηθὲν ἐκπήδημα τῆς καρδίας ὑπερβολὴν ἔχει ἐναγωνίου πατάγου ἢ καρδιωγμοῦ. Τὸ δὲ "στηθέων" πεπλήθυνται ἡρωϊκῶς, ὡς ἀλλαχοῦ τῷ Αἴαντι τὰ πρόσωπα. Ἐν δὲ τῷ "τρομέει φαίδιμα γυῖα" παρέλκον κεῖται τὸ "φαίδιμα" καὶ εἰς οὐδὲν ἀναγκαῖον ἢ μόνον πρὸς μετρικὴν πλήρωσιν. [Ἰστέον δὲ ὅτι τοῦ "φαιδίμου" πρόκειταί τι σεσιγημένον ὄνομα δισύλλαβον, ἐξ οὗ γίνεσθαι δοκεῖ καὶ αὐτὸ κατὰ παραγωγήν, καὶ ὁ Φαίδων τὸ κύριον, καὶ ὁ φαιδηρός, ἐξ οὗ κατὰ συγκοπὴν ὁ φαιδρός, καὶ ὁ Φαῖδρος καὶ ἡ Φαίδρα τὰ κύρια.] Κομματικῶς δ' ἐν τούτοις ὁ γέρων λαλεῖ ἐγκοπτόμενος ὑπὸ λύπης τὴν τάσιν τοῦ πνεύματος. [25]

(v. 105) Ἐν δὲ τῷ "ὅσα πού νυν ἐέλπεται" συστέλλεται τὸ "νῦν" κατὰ τὸν Ἀπίωνα διὰ τὸ μέτρον, ὡς καὶ ἐν τῷ τοῦ Πατρόκλου Ἐπιταφίῳ, ἐπὶ τοῦ "δεῦρό νυν ἡὲ τρίποδος περιδώμεθον". Ὅθεν καὶ ἔστι νοῆσαι ὡς δίχα τόνου ὀφείλει κεῖσθαι ἡ λέξις, καὶ οὐδὲ ὡς χρονικὸν ἐπίρρημα λαμβάνεσθαι, ἀλλ' ἀντὶ παραπληρωματικοῦ συνδέσμου, ἀφ' οὗ ἔοικε καὶ τὸ τοίνυν γενέσθαι, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, ἀπὸ τοῦ τοι συντεθειμένον καὶ τοῦ νυν, ὅπερ ταὐτόν ἐστι τῷ νυ ἀντὶ τοῦ δή. Τοῦ δὲ τοιούτου νῦν χρῆσις καὶ παρ' Εὐριπίδῃ ἐν τῷ "σῶσόν νυν αὐτὸν μηδ' ἔρα τοῦ πλησίον", καὶ παρὰ Σοφοκλεῖ ἐν τῷ "ἔρωτι μέν νυν ὅστις ἀντανίσταται πύκτης ὅπως ἐς χεῖρας, οὐ καλῶς φρονεῖ".

(v. 106) Τὸ δὲ "κήδεσι καὶ πλείοσι" δύναται καὶ ἐκ περισσοῦ ἔχειν τὸν και σύνδεσμον. πολλαχοῦ δὲ καὶ τοῦτο γίνεται, ὡς καὶ παρὰ Σοφοκλεῖ ἐν τῷ "τὰ λαμπρὰ καὶ κατ' ὄμμα καὶ κατὰ φύσιν". ἐκεῖ γὰρ καὶ δίχα τοῦ πρώτου συνδέσμου εὐοδοῦται ὁ λόγος, νοῶν ὅτι τὰ τῇ θέᾳ λαμπρὰ καὶ κατὰ φύσιν λαμπρά εἰσι.

(v. 107) Τὸ δὲ "ἐκ χόλου μεταστρέψει ἦτορ" παρεγράφη ἐκ τοῦ "Διὸς ἐτράπετο φρήν" πλὴν ὅσον ἐκεῖ μὲν ἐκ τοῦ φιλεῖν εἰς τὸ ἔμπαλιν ἡ τροπὴ τῆς φρενός, ἐνταῦθα δὲ ἐκ χόλου εἰς φιλίαν ἡ στροφὴ τῆς ψυχῆς. Ἰστέον δὲ καὶ ὅτι τὰ μὲν τῆς βασιλικῆς λύπης, ἐν οἷς καὶ τὸ τὴν καρδίαν τῶν στηθέων ἐκθρῴσκειν, εἰς πάντα μεθελκυσθήσεται ἀγωνιῶντα, τὰ δὲ περὶ Ἕκτορος παραμυθίαν ποιήσει ἐπὶ ἐχθροῦ ἀπειλαῖς, οἷον ὅτι οὐ τῷ δεῖνι πάντα νοήματα θεὸς ἐκτελέσει, ὅσα που ἐέλπεται, ἀλλά μιν οἴω κήδεσι μοχθήσειν, εἴπερ τόδε γένηται.

(v. 96) Ὅτι τὸ "δραίνειν" ἀντὶ τοῦ πράττειν ἐκ τοῦ δρῶ καθ' ὁμοιότητα τοῦ ῥῶ ῥαίνω κεῖται ἐνταῦθα ἐν τῷ "ἀλλ' εἴ τι δραίνεις", ἤτοι δρᾷς ἢ δύνασαι δρᾶν. Καὶ σημείωσαι ὅτι ἐκ τούτου ἀδρανής ὁ μὴ δραίνειν δυνάμενος καὶ ἀδράνεια ἡ ἀσθένεια τοῦ δρᾶν. οἱ δὲ παλαιοὶ δραίνειν λέγουσι τὸ ἀγρυπνεῖν, ἤγουν ἀργὸν ὕπνου εἶναι καὶ βλέπειν. Δρῶ γὰρ τὸ βλέπω, καθὰ καὶ ἀλλαχοῦ εἴρηται. διὸ εἰπὼν ὁ ποιητής, "εἴ τι δραίνεις", ἐπάγει "ἐπεὶ οὐδέ σέ γε ὕπνος ἱκάνει". Πολλαὶ [26] δὲ καὶ ἄλλαι παραγωγαὶ διὰ τοῦ αινω ἀπὸ ῥημάτων τῶν μὲν μιᾷ συλλαβῇ διοικουμένων, τῶν δὲ πλειονοσυλλαβούντων, οἷον χῶ, τὸ χωρῶ, χαίνω, βῶ βαίνω, μῶ, τὸ ὑπὲρ τὸ δέον προθυμοῦμαι, μαίνω, ἀλῶ ἀλαίνω, τὸ πλανῶ, ἐξ οὗ καὶ Ἄλαινος, ποταμὸς ἐπὶ πολλὴν γῆν ἀλώμενος, ὀργῶ ὀργαίνω, οἷον "οὐ γὰρ ὀργαίνειν καλόν", παρὰ Σοφοκλεῖ, παρ' ᾧ καὶ τὸ "καὶ γὰρ ἂν πέτρου φύσιν σύ γ' ὀργάνειας", λυσσῶ λυσσαίνω, οἷον "πατρὶ λυσσαίνων πάρει", οἰδῶ οἰδαίνω, κρούω κροαίνω, ἀπελεύσει τοῦ υ.

(v. 97-99) Ὅτι ὁ ἐπιμελόμενος φυλακῆς νυκτερινῆς ἐρεῖ ἂν τὸ "δεῦρ' ἐς τοὺς φύλακας καταβείομεν, ὄφρα ἴδωμεν, μὴ τοὶ μὲν καμάτῳ ἀδηκότες ἠδὲ καὶ ὕπνῳ κοιμήσονται, αὐτὰρ φυλακῆς ἐπὶ πάγχυ λάθωνται". Ἔστι δὲ τὸ μὲν "ἀδηκότες" ἀντὶ τοῦ κορεσθέντες, ἐπεὶ καὶ ἆδος ὁ κόρος κατὰ τοὺς παλαιούς, ἢ καὶ ἄλλως ἀηδισθέντες. Ὅθεν δὲ ἡ τοιαύτη μετοχή, ἐκεῖθεν καὶ ἀδημονεῖν τὸ ἀλύειν καὶ ἀμηχανεῖν. Τὸ δὲ ὕπνῳ ἀντὶ τοῦ ἀγρυπνίᾳ. πλὴν οὐχ' ἁπλῶς οὕτως ὕπνον τὴν ἀγρυπνίαν νοητέον, ἀνόητον γὰρ τοῦτό γε, ἀλλὰ τὸν μὴ παρόντα ὕπνον εἰς ἀγρυπνίαν ληπτέον. διάκειται γάρ τις ἀηδῶς ὕπνῳ, οὐ τῷ παρόντι, ἀλλὰ τῷ ἀπόντι. Οὕτω καὶ ναῦς ποτε λέγεται διὰ κυβερνήτην ὄλλυσθαι, ἀπόντα δηλαδή.

(v. 99-101) Ὅτι Τρῶες μὲν ἀγρυπνοῦσι, μὴ καὶ νύκτωρ φύγωσιν οἱ Ἀχαιοί, αὐτοὶ δὲ ἄϋπνοι μένουσι "μή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι" οἱ Τρῶες. οὕτω δεινὸν ἡ τοῦ μέλλοντος ἄγνοια.

(v. 108) Ὅτι χρήσιμον ἐπὶ φιλικῇ συμπνοίᾳ ῥηθῆναι τὸ "σοὶ δὲ μάλα ἐφέψομαι ἐγώ, ποτὶ δ' αὖ καὶ ἐγείρομεν ἄλλους", ἤγουν πρὸς ἡμῖν ὀτρυνοῦμεν καὶ ἑτέρους.

(v. 111) Ὅτι καὶ ἐν τῷ "ἀλλ' εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν", ἤγουν τὸν Αἴαντα καὶ τὸν Ἰδομενέα, ἢ παρακελευσματικόν ἐστι τὸ ει, οἷον "ἀλλ' ἄγε τις καὶ τούσδε καλεσάτω", ἢ ἔλλειψιν ἔπαθεν, ὡς εἴπερ ἔφη· ἤθελον εἴ τις καὶ τούτους ἐκάλεσεν.

(v. 112 s.) Ὅτι τὸν μὲν Λοκρὸν Αἴαντα ταχὺν πολλαχοῦ λέγει, τὸν δὲ Σαλαμίνιον ἀντίθεον, καὶ ὅτι αἱ νῆες τοῦ μεγάλου Αἴαντος καὶ τοῦ Ἰδομενέως ἐν ἄκρῳ ἦσαν καί, ὡς ὁ ποιητὴς λέγει, ἑκαστάτω τοῦ μέσου. Διὸ καὶ ὁ Σοφοκλῆς περὶ Αἴαντός φησι, ὅτι ἐσχάτην εἶχε τάξιν, ὡς ἀνδρεῖος, καθὰ καὶ ὁ Ἀχιλλεὺς [27] ἑτέρωθεν. Ἰστέον δὲ ὅτι ἔοικεν ἐκ τοῦ ἑκάς, ὃ δηλοῖ τὸ πόρρω, γίνεσθαι ἕκαστον τὸ πορρώτατον, ἀπ' αὐτοῦ δὲ τὸ ἑκαστάτω ἀντὶ τοῦ πορρωτάτω, ὅπερ ἐφερμηνεύων ὁ ποιητὴς λέγει "οὐδὲ μάλα ἐγγύς". Καὶ μήποτε καὶ τὸ ἕκαστος τὸ ἀντωνυμικὸν τοιαύτην τινὰ ἔχει μέθοδον παραγωγῆς. Ἔστι γὰρ εἰπεῖν ὡς ἡ μὲν μονὰς αὐτὴ ἐφ' ἑαυτῆς μένουσα καὶ ὡς οἷον στρογγυλλομένη συνέστραπται, ἡ δὲ δυὰς τολμήσασα ἑκὰς αὐτῆς γέγονε τῷ μερισμῷ, διὸ καὶ τόλμα λέγεται παρὰ τοῖς σοφοῖς, καὶ διὰ τοῦτο ἐκ τοῦ τοιούτου ἑκάς τοῦ δυαδικοῦ παρῆκται τὸ ἑκάτερος ἐπὶ δύο τινῶν, τῆς δὲ τριάδος καὶ τῶν ἐφεξῆς ἀριθμῶν ἐπὶ πλέον ἑκὰς ἀποστάντων τὸ μὲν ἑκάτερος οὐκέτι χώραν ἐν τούτοις ἔχει, ἐπενοήθη δὲ ὀνομασθῆναι τὸ ἕκαστος ἀρξάμενον μὲν ἀπὸ τριῶν, συνδιῆκον δὲ τῷ ἀπείρῳ τῶν ἀριθμῶν χύματι. καὶ τοῦτο μὲν τοιοῦτον. Σαφέστερον δὲ ἄλλως τὴν Ὁμηρικὴν περιεργάσασθαι λέξιν, πρωτότυπον μὲν ἐπίρρημα τὸ ἑκάς, παράγωγον δὲ κατὰ σύγκρισιν, ὡς εἰκός, ἑκάστερος, ὑπερθετικὸν δὲ ἑκάστατος, ἐξ οὗ τὸ ἑκαστάτω ἐπίρρημα.

(v. 114 s.) Ὅτι ἐν τῷ "ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον νεικέσω οὐδ' ἐπικεύσω" ‑ Νέστωρ δὲ τοῦτό φησιν, ἐπάγων καὶ ὅτι νῦν ὄφελε κατὰ πάντας ἀριστῆας πονέεσθαι λισσόμενος, ἐπεὶ χρειὼ ἱκάνεται οὐκέτ' ἀνεκτός ‑ ἐκεῖνο βούλεται ὁ γέρων, ὅπερ καὶ ὁ βασιλεὺς παρῄνεσε φθάσας τῷ ἀδελφῷ, τὸ πάντας δηλαδὴ κυδαίνειν, οὗ μέρος καὶ τὸ τοὺς ἀριστέας λίσσεσθαι καὶ τὸ αὐτὸν πονεῖν καὶ αὐτουργεῖν. Ὅρα δὲ καὶ ὅτι Ἑλένη μὲν δεινόν που καὶ αἰδοῖον ἑαυτῇ τὸν Πρίαμον εἶπεν, ἔδει γὰρ αὐτὴν οἷα ξένην καὶ δεδιέναι τοὺς βασιλεῖς οἷα δεσπότας, Νέστωρ δὲ τὸν βασιλέα οὐ δεινὸν λέγει, ἀλλὰ φίλον, οὐ γὰρ δέδιεν οὐδένα. Ὁ γοῦν βασιλεὺς εἰπὼν πρὸ τούτου, ὡς ὀτρύνω ἀναστῆναι τὸν Νέστορα, ἐπήγαγεν "αἴ κε πίθηται", ἐκείνου τὸ πρακτέον ἀναρτῶν καὶ οὐκ ἐπιτάσσων. αἰδεῖται γὰρ τὴν τοῦ γέροντος ἀρετήν.

(v. 118) Τὸ δὲ "χρειὼ ἱκάνεται οὐκ ἀνεκτός" προϊὼν οὕτω παραφράζει "τοῖον ἄχος βεβίηκεν Ἀχαιούς", καὶ πάλιν "μάλα γὰρ μεγάλη χρειὼ βεβίηκεν Ἀχαιούς". Τὸ δὲ ἀνεκτός Ἰωνικῶς καὶ Ἀττικῶς [28] ἔχει ἀντὶ τοῦ ἀνεκτή καθ' ὁμοιότητα τοῦ [ἡ ἀργός καὶ τοῦ ἰατρός καὶ μάγος τέχνη, καὶ τοῦ] κλυτὸς Ἱπποδάμεια, καὶ τοῦ "ἀγγελθεῖσά μοι γενναῖος", καὶ τῶν ὁμοίων, οἷς οὐ μόνον ἀνάλογα τὸ κοινὸς κλαγγή, ἡ κοινή, καὶ μοῖρα διαιρετός καὶ γυνὴ σιγηλός καὶ μεμπτός καὶ πημονὴ λαθραῖος καὶ νόσος ἐπακτός, ἀλλὰ καὶ ἑτεροῖα, ὁποῖον τὸ τύχη σωτήρ καὶ δόκησις ἀγνώς.

(v. 114-118) Ἰστέον δὲ ὅτι τὰ τοῦ γέροντος πρὸς τὸν Μενέλαον καὶ ἑτέροις ἀξιολόγοις προσαρμόσει ποτὲ μέμψιν ἐπιδεχομένοις εὔλογον, οἷον "ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον τὸν δεῖνα νεικέσω, εἴπερ μοι νεμεσήσεαι, οὐδ' ἐπικεύσω". ἴσως δὲ καὶ τὰ ἐφεξῆς ἔστιν ὅτε προσρηθήσεται τὸ "ὡς εὕδει, σοὶ δ' οἴῳ ἐπέτρεψε πονέεσθαι, νῦν ὄφελε πονέεσθαι" καὶ ἑξῆς. Ἔνθα ὅρα καὶ ὅτι τὸ κοινὸν μὲν νεικῶ νεικήσω ἐπὶ φιλονεικίας, ὁ ποιητὴς δὲ συνήθως αὑτῷ νεικέσω φησί, οὗ ἔμπαλιν καλῶ μὲν καλέσω κοινῶς, ποιητικῶς δὲ καλήσω. ἐρεῖ γοῦν μετ' ὀλίγα "καλήμεναι, οὓς σὺ μεταλλᾷς". [Ἀλλὰ τοῦτο μὲν οὐ πάνυ προσφυὲς ἐνταῦθα, ὡς μετὰ μικρὸν φανεῖται. χρήσιμον δὲ μάλιστα τὸ Καλήσιος κύριον, ὃ ἐκ τοῦ καλῶ καλήσω ἐφάνη παραχθέν.] Ἐκ δὲ τοῦ νεικῶ νεικέσω καὶ ὁ παρ' Ἡσιόδῳ νεικεστήρ.

(v. 115) Τὸ δὲ "εἴ πέρ μοι νεμεσήσεαι" παιδεύει μὴ ἁπλῶς, ἀλλ' εὐλαβῶς καὶ μετὰ παραιτήσεως ἐπιβάλλειν ταῖς μέμψεσι, καὶ μάλιστα πρὸς τοὺς μείζονας. Ἄλλως δὲ εἰπεῖν ἐντελέστερον, σημειωτέον ὅτι ὁ συνετώτατος Νέστωρ μέλλων τοῦ Μενελάου καθαψάσθαι προσθήκαις ἐλέανε [29] τὸν λόγον ἐπιεικέσι, φίλον τε ἀποκαλέσας ἐκεῖνον καὶ αἰδοῖον, καὶ πρὸς τὸν βασιλέα δὲ εἰπὼν τὸ "εἰ καί μοι νεμεσήσεαι, οὐκ ἐπικρύψω". Ἐν τούτοις δὲ καὶ ἡ αἰτία τῆς μέμψεως λεαίνει τὸ τοῦ λόγου τραχύ. οὐ γὰρ δι' ἑαυτὸν ὁ γέρων, ἀλλὰ διὰ τὸν βασιλέα λαλεῖ, καὶ οὐδὲ τοῦτο ἄνευ λόγου.

(v. 117) Προστίθησι γὰρ καὶ αἰτίαν τὸ "νῦν ὤφελε κατὰ πάντας ἀριστῆας πονέεσθαι" καὶ ἑξῆς. Τὸ δὲ πονέεσθαι κατὰ σχῆμα ἐπιμονῆς δὶς ἐνταῦθα εἴρηται διὰ τὸ τῆς λέξεως καίριον. ἐσχημάτισται δὲ καὶ πρὸς κάλλος ἡ τοιαύτη δίττευσις ἐν τέλει στίχων κειμένη. κεῖται δὲ καὶ μετ' ὀλίγα ἡ λέξις ἐν τῷ "οὐκ ἐθέλει πονέεσθαι". Ὅτι Νέστορος αἰτιασαμένου τὸν Μενέλαον ὡς ὑπνηλὸν καὶ μὴ ἐθέλοντα πονεῖσθαι ὁ ἀδελφὸς βασιλεὺς οὔτε καθάπαξ ἐκείνου ὑπεραπολογεῖται, ἵνα μὴ ἀντιβαίνῃ τῷ καὶ φίλῳ καὶ λογιωτάτῳ Νέστορι, οὔτε αὖ ψέγει ‑ φιλάδελφος γάρ ἐστιν ὡς εἰκός ‑ , ἀλλὰ δεξιῶς τὸν λόγον κιρνᾷ, καὶ τὸ δοκοῦν ἁμάρτημα τοῦ ἀδελφοῦ εἰς ἐγκώμιον πειθαρχίας ἀντιπεριϊστᾷ, λέγων ὅτι ὁ δοκῶν ἐκείνου ὄκνος εὐλάβειά ἐστι δι' ἐμέ.

(v. 120-125) Φησὶ γοῦν "ὦ γέρον, ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα, πολλάκι γὰρ μεθίει τε καὶ οὐκ ἐθέλει πονέεσθαι, οὔτ' ὄκνῳ εἴκων οὔτ' ἀφραδίῃσι νόοιο, ἀλλ' ἐμέ τ' εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν. νῦν δ' ἐμέο πρότερος ἐπέγρετο καί μοι ἐπέστη". καὶ ἐγὼ αὐτὸν ὡς νεώτερον "προῆκα καλήμεναι οὓς σὺ μεταλλᾷς", ἤγουν τοὺς ἡμῶν πορρωτέρω σκηνοῦντας. Καὶ ἰστέον ὅτι τε ὁ τόπος οὗτος αἰτίαν διδάσκει, δι' ἣν μαλθακὸς πολεμιστὴς ἐν ἄλλοις λέγεται ὁ Μενέλαος ‑ Ἔοικε γὰρ ὡς μεθήμων οὐ πάνυ ὀξυκίνητος εἶναι εἰς μάχην ‑ , καὶ ὅτι τὰ Ὁμηρικὰ ταῦτα ῥηθήσεταί ποτε εἰς ἀπολογίαν δοκοῦντος ὄκνου.

(v. 121) Τὸ δὲ "μεθίει" χρόνος ἐστὶν ἀντὶ χρόνου, ἤγουν παρατατικὸς ἀντὶ ἐνεστῶτος τοῦ μεθίησιν, ἐξ οὗ καὶ μεθήμων ὁ ἀμελητής.

(v. 122) Τὸ δὲ "ὄκνῳ εἴκων" ἀστείως εἴρηται, ὡς τοῦ ὀκνοῦντος δουλουμένου τρόπον τινὰ τῷ ὄκνῳ. ἔνθα καὶ ὅρα, ὡς γνωματεύει ὁ ποιητής, ὅτι τὸ μὴ ἐθέλειν πονεῖσθαι ἢ διὰ ὄκνον ἐγγίνεται ἢ διὰ ἀφροσύνην, ὃ δηλοῦται διὰ τοῦ "ἀφραδίῃσιν".

(v. 124) Τὸ δὲ "ἐπέστη" ἀντὶ τοῦ ἐπάνω μου ἔστη. παρὰ δέ γε τοῖς μεθ' Ὅμηρον καὶ ἐπιμέλειαν ἡ λέξις δηλοῖ. οὕτω γάρ τις ἔργοις ἐφεστάναι λέγεται.

(v. 125) Τοῦ δὲ "καλήμεναι" ποιητικοῦ ῥήματος τὸ θέμα ἢ καλαίνω ἐστὶν ἢ κάλημι, ἵνα ὡς ἐκ τοῦ τιθῶ τίθημι τὸ τιθήμεναι, οὕτως εἴη καὶ ἐκ τοῦ καλῶ [30] κάλημι τὸ καλήμεναι.

(v. 126) Ὅτι τὸ "ἴομεν" ἐν ἄλλοις ἐκτεῖνον τὴν ἄρχουσαν κατὰ τὸ τίομεν ἐνταῦθα συστέλλει αὐτὴν ἐν τῷ "ἀλλ' ἴομεν, κείνους δὲ κιχησόμεθα πρὸ πυλάων".

(v. 127) Ὅτι τὸ ἵνα οὐ μόνον αἰτιολογικὸν δηλοῖ σύνδεσμον, ἔτι δὲ καὶ ἐνδοιαστικόν, ὡς ἐν τῷ "ἵνα μὴ ῥέξωμεν ὧδε", ἀντὶ τοῦ ἐὰν μὴ ῥέξωμεν οὕτως, ἀλλὰ καὶ ἐπίρρημα τόπου δηλωτικόν. τοῦτο δὲ διχῶς. οὐ γὰρ μόνον τὸ ὅπου κοινότερόν ἐστι ἀλλὰ καὶ ἀσυνηθέστερον τὸ ἐκεῖ. Φησὶ γοῦν ἐνταῦθα "ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέεσθαι", ἀντὶ τοῦ ἐκεῖ αὐτοῖς εἶπον συναχθῆναι. Ὅρα δὲ καὶ τὸ ἠγερέεσθαι ἀπὸ ἐνεστῶτος τοῦ ἠγερῶ. αὐτὸς δέ γε ἀπὸ μέλλοντος παρῆκται τοῦ ἀγερῶ αὐξηθέντος, ὡς τὸ ἀπύω ἠπύω. πολλοὶ δὲ καὶ ἕτεροι ἐνεστῶτες οἱ μὲν οὕτως, οἱ δὲ ἄλλως αὔξονται, ὡς καὶ τὸ εἰῶ, ἀντὶ τοῦ καταλιμπάνω, καὶ εἰρωτῶ καὶ ἠλάσκω καὶ ὡρῶ, τὸ φυλάσσω.

(v. 129 s.) Ὅτι πειθὼ συμβουλευτικὴν δηλοῖ τὸ "οὕτως οὔ τίς οἱ νεμεσήσεται οὐδ' ἀπιθήσει, ὅτε κέν τινα ἐποτρύνῃ καὶ ἀνώγῃ". Νέστωρ δὲ τοῦτό φησι περὶ Μενελάου, μαθών, ὡς αὐτὸς ἐκεῖνος πονεῖται καλέσων τοὺς ἀρίστους, [οἳ οὐ νεμεσήσουσι μὲν τῷ Μενελάῳ, οἷα εὐλόγως πονουμένῳ εἰ καὶ παρὰ καιρόν, οὐκ ἀπειθήσουσι δὲ ὡς βασιλεῖ ὄντι.] Ὅτι δὲ τὸ ἀπιθεῖν ἀεὶ διὰ τοῦ ι παρὰ τῷ ποιητῇ ἔχει τὴν παραλήγουσαν, πολλαχοῦ δῆλον γίνεται.

(v. 131-135) Ὅτι ὁ Νέστωρ νυκτὸς ἐγερθείς, ὡς ὁ βασιλεὺς ἠθέλησεν, "ἔνδυνε περὶ στήθεσσι χιτῶνα" καὶ ἑξῆς, "ἀμφὶ δ' ἄρα χλαῖναν περονήσατο", ὅ ἐστι περόναις, ἤγουν κομβίοις, συνέδησε, "φοινικόεσσαν, διπλῆν, ἐκταδίην", ἤτοι [31] ὡς εἰπεῖν ποδηνεκῆ καὶ αὐτήν, ὁποῖος καὶ ὁ παρ' Ἡσιόδῳ τερμιόεις χιτών, "οὔλη δ' ἐπενήνοθε λάχνη", ὅ ἐστιν ἐπῆν δασύτης τριχοειδής. Χειρίζεται δὲ καὶ δόρυ ὁ γέρων εἰς μηδὲν δέον, οἷα πάλαι ποτὲ πολεμικὸς καὶ μὴ ἔχων ἀπομαθεῖν τὸ ἐσθλὸς εἶναι. Φησὶ γὰρ "εἵλετο δ' ἄλκιμον ἔγχος" καὶ ἑξῆς. Καὶ ὅρα κἀνταῦθα ὡς μανδυοειδὴς ἡ χλαῖνα, καθὰ δηλοῖ τὸ ἐπερονήσατο, καὶ ὅτι ἀνέκαθεν τὰ φοινικᾶ τοῖς βασιλεῦσιν ἐπέπρεπον.

(v. 134) Τὸ δὲ "ἐπενήνοθεν" ὅτι κεῖταί ποτε καὶ ἀντὶ τοῦ ἐπέθεε καὶ ἐπέτρεχε, καὶ ἐν τῇ β΄ τῆς Ἰλιάδος ἀκριβῶς εἴρηται. Ἔνθα σημείωσαι ὡς ἀγεννεστέρα ἦν καὶ τῆς οὔλης ταύτης λάχνης ἡ ἐκεῖ ψεδνὴ τοῦ Θερσίτου λάχνη. Τὸ δὲ οὔλη βαρύνεται ἀπὸ τοῦ οὖλος λόγῳ τοιῷδε κατὰ Ἀπίωνα καὶ Ἡρόδωρον. Τὰ εἰς λος δισύλλαβα, μὴ ἔχοντα πρὸ τοῦ λ ἄλλο σύμφωνον, τῷ ο δὲ παραληγόμενα, ἢ μόνῳ ἢ ἐν διφθόγγῳ, βαρύνεται, οἷον πόλος, στόλος, δοῦλος, κοῖλος. οὕτω καὶ οὖλος, ἐξ οὗ καὶ τὸ "οὔλη δ' ἐπενήνοθε λάχνη", καὶ οὐχ' ὡς ἡ κοινὴ συνήθεια οὐλὸς ἄνθρωπος καὶ οὐλὴ κόμη. τὸ μοχλὸς ἔχει πρὸ τοῦ λ ἄλλο σύμφωνον, τὸ θολὸς ἐπὶ σηπίας πρὸς ἀντιδιαστολὴν τοῦ θόλου τοῦ ἐπὶ κτισμάτων ὀξύνεται. καὶ οὕτω μὲν οἱ ῥηθέντες σοφοί. Λάχνη δέ ἐστιν οὐκ αὐτόχρημα θρίξ, ἀλλὰ τρίχωσις, παρὰ τὸ λαχαίνεσθαι, ὡς ἀλλαχοῦ ἐγράφη, ὁποία καὶ ἡ τοῦ Θερσίτου ἦν. Λάχνην δὲ ἔχει καὶ ἀλώπηξ καὶ τὰ τοιαῦτα ζῷα. Ὅτι τὴν συνήθη ποικιλίαν καὶ ἐν ταῖς κατὰ τὴν ῥαψῳδίαν ταύτην ἐγέρσεσι τῶν ἡρώων τηρεῖ Ὅμηρος, ἐκκλίνων κἀνταῦθα τὸ ὁμοειδές. Καὶ τοὺς μὲν δύο μεγάλους βασιλεῖς οἴκοθεν ὀτρυνομένους ποιεῖ, καὶ προεγερθέντα οὐ τὸν εὐρυκρείοντα, ἀλλὰ τὸν μετ' αὐτόν, τὸν δὲ Νέστορα ἔοικεν ὁ τῶν τοῦ βασιλέως ποδῶν κτύπος ἐξεγεῖραι μηδὲ ὑπνοῦντα ἴσως, ὡς καὶ προερρέθη. τὸν δὲ Ὀδυσσέα ἔσω κλισίης ὑπνοῦντα ὁ Νέστωρ ἐξ ὕπνου ἀνέγειρε φθεγξάμενος, ὁ δ' αὐτὸς καὶ τὸν Διομήδην, πλὴν οὐ φθεγξάμενος, λὰξ δὲ ποδὶ κινήσας, τοὺς δὲ ἄλλους ἕτεροι, ὡς δηλωθήσεται. ὁ δὲ βασιλεὺς μόνον ἐγείρας τὸν Νέστορα οὐκέτι πονεῖται, ἀλλὰ ἕπεται. Οὕτω δὲ καὶ τὰ φορήματα τῶν ῥηθέντων ἡρώων ἔχει ποικιλίαν γραφικήν. ὁ μὲν γὰρ βασιλεὺς δαφοινὸν δέρμα λέοντος μεγάλου περίκειται, οὕτω δὲ καὶ Διομήδης. ἐκεῖνος μέντοι καὶ ἔγχος εἷλε. Μενέλαος δὲ παρδαλέῃ καλύπτει τὸ μετάφρενον καὶ στεφάνην ἔχει περὶ τὴν κεφαλὴν καὶ δόρυ ἐν τῇ χειρί. Νέστωρ δὲ ἔχει μὲν περὶ αὐτὸν κείμενα τὰ ὅπλα ἐν τῷ καθεύδειν, ἀνεγερθεὶς δὲ χλαῖναν περονᾶται τὴν ῥηθεῖσαν καὶ ἔγχος λαμβάνει. Ὀδυσσεὺς δὲ ποικίλον ἀμφ' ὤμοισι σάκος [32] ἔθετο. Αἴαντα δὲ καὶ Μέγητα οὐ λέγει πῶς ἐσκευάσθησαν, ἀλλ' ἁπλῶς οὕτω φησίν, ὡς Διομήδης ἀναστήσας ἦγεν αὐτούς, μὴ θέλων ἐνδιατρίβειν οἷς οὐ πάνυ τι ἦν ἀναγκαῖον. Τὸ πᾶν γὰρ εἰπεῖν, τῶν μὲν βασιλέων δέεται ὁ ποιητὴς ἄρτι ἐφ' ᾧ δι' αὐτῶν ἀγεῖραι σύγκλητον, τοῦ δὲ Νέστορος, ἵνα τι βουλεύσηται ἀγαθόν, Ὀδυσσέως δὲ καὶ Διομήδους, ἵνα σκοποὶ γένωνται, ὡς ῥηθήσεται. διὸ τούτων καὶ μόνων πλείω λόγον θέμενος τῶν λοιπῶν οὐχ' οὕτως ἐπέστραπται. Σημείωσαι δὲ καὶ ὅτι προσπαθῶς ἔχων τῷ βασιλεῖ καὶ τῷ Νέστορι ὁ ποιητής, οἷς μὲν αὐτοὶ ποιοῦσι, πλείω χαρίζεται λόγον ἐνταῦθα, τοῖς δὲ τοῦ Διομήδους ἐπιτρέχει ἐπὶ κεφαλαίου λέγων αὐτὰ καὶ μηδέν τι ἐπισημαινόμενος περὶ ὧν ἐκεῖνος ἀνίστησι, τὰ δὲ κατὰ τὸν Μενέλαον πάντῃ σιωπᾷ, ὡς δηλωθήσεται. Ἤρκεσε γὰρ σεμνῦναι αὐτὸν τῷ προεγερθῆναι τοῦ ἀδελφοῦ κατὰ πολλὴν ἐγρήγορσιν. ὅθεν Αἴαντος καὶ Ἰδομενέως, οὓς ἀνέστησεν ὁ Μενέλαος, εἰς τοσοῦτον ὁ ποιητὴς μέμνηται, ὥστε ἀορίστως μνησθῆναι αὐτῶν ἐν τῷ "οἱ δὲ βασιλεῖς ἕποντο, ὅσοι κεκλήατο βουλήν", οἷς καὶ ὁ Αἴας καὶ ὁ Ἰδομενεὺς νοοῦνται συνεισαγόμενοι.

(v. 139) Ὅτι περίφρασις τοῦ ἤκουσε τὸ περιῆλθε τὰς φρένας ἡ φωνή, ὡς δηλοῖ τὸ "τὸν δ' αἶψα περὶ φρένας ἤλυθεν ἰωή", ἀντὶ τοῦ ταχὺ ἤκουσεν. Ἔστι δὲ ἰωὴ ἡ φωνή, τουτέστιν ὁ προφορικὸς λόγος ὁ τοῦ στόματος προϊών. δοκεῖ δὲ ἡ λέξις κεῖσθαι καὶ ἐπὶ ἁπλῶς ἤχου. ὅθεν ἐν Ὀδυσσείᾳ ἰωγή, ἔνθα ἡ τοῦ ἀνέμου ἰωὴ ἄγνυται, ἤτοι κλᾶται. [Ὡς δὲ καὶ ἴαν οἱ παλαιοί φασι τὴν ἐνταῦθα ἰωήν, δηλοῦσιν οἱ τὸν Λοξίαν οὕτω καλεῖσθαι εἰπόντες παρὰ τὸ λοξὴν ἴαν, ὅ ἐστι φωνὴν πέμπειν.]

(v. 141 s.) Ὅτι ἀνάκρισις νυκτερινῆς ὁδοῦ στρατιωτικῆς τὸ "τίφθ' οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε νύκτα δι' ἀμβροσίην, ὅ τι δὴ χρειὼ τόσον ἵκει", τουτέστι τί δήποτε τοσοῦτον χρεία κατείληφεν.

(v. 145) Ὁ δὲ πάσχων μέμψιν ἐφ' οἷς ἄκων μέν, ἀναγκαίως δὲ ὀχλεῖ, προσφυῶς ἂν ἐρεῖ τὸ "μὴ νεμέσα, τοῖον γὰρ ἄχος βεβίηκεν".

(v. 146 s.) Ἐν δὲ τοῖς ἑξῆς συνετοῦ καὶ ῥητορικοῦ ἀνδρὸς δήλωσις τὸ "ὃν ἐπέοικε βουλὰς βουλεύειν" ποιεῖν τόδε ἢ τόδε, οἷον "ἢ φευγέμεν ἠὲ μάχεσθαι". βαρυνομένης δὲ ψυχῆς προθεῖναι τὸ φυγεῖν τοῦ μάχεσθαι, οἷα τῶν Ἀχαιῶν [33] πρὸς τῇ φυγῇ ὄντων.

(v. 149) Ὅτι τοῦ Ὀδυσσέως σάκος, ὡς ἐρρέθη, ἀμφ' ὤμοισι θεμένου ἐν τῇ νυκτεγερσίᾳ, φασὶ δειλίας εἶναι δεῖγμα καὶ τοῦτο. διὰ τί γάρ, φασί, σάκος ἀμφ' ὤμοισιν ἔθετο καὶ οὐ δόρυ εἷλε; λύουσι δὲ τοῦτο πάνυ ἀστείως οἱ σοφοί, λέγοντες ὅτι Νέστορος εἰπόντος χρῆναι καὶ ἄλλον ἐγεῖραι, ὃς βουλεύσεται ἢ φεύγειν, ὡς εἴρηται, ἢ μάχεσθαι, καὶ οὕτω δειλανδρεῖν φαινομένου, Ὀδυσσεὺς σιωπωμένῃ ὑποκρίσει, ὅ ἐστιν ἀποκρίσει, χρᾶται συμβολικῶς πρὸς αὐτόν, μονονουχὶ λέγων, ὡς μενετέον καὶ μαχητέον, ἀλλ' οὐ φευκτέον. δόρυ μὲν γάρ τινες φέρουσι καὶ μὴ μαχόμενοι, ὡς καὶ ὁ τῆς Ὀδυσσείας δηλοῖ Τηλέμαχος καὶ ὁ ἐκεῖ Μέντης, ἀσπὶς δὲ μενόντων ἐστὶ καὶ μαχομένων. Οὕτω ποτὲ καὶ Ἐφεσίων στασιαζόντων περὶ χρημάτων παρελθὼν εἰς τὴν ἐκκλησίαν Ἡράκλειτος καὶ ἐπιπάσας κύλικι ἄλφιτα ἐξέπιε τὸν κυκεῶνα, σιωπῶσαν παραίνεσιν ἐκθεὶς καὶ διδάξας, ὡς δεῖ ζηλοῦν τὴν αὐτάρκειαν. καὶ οὕτω μὲν οἱ τοιοῦτοι σοφοί. Ἔστι δὲ καὶ ἄλλως τὸ ποιηθὲν ἴδιον τῆς Ὁμήρου ποικίλης τέχνης, τοὺς μὲν ἄλλους τῶν ἡρώων σκεπάσαντος ἑτέρως πολυειδῶς, ὡς δεδήλωται, τὸν δὲ Ὀδυσσέα τῇ ἀσπίδι, ὅσγε οὐδὲ τὸ ἀφυπνίζειν αὐτοὺς καθ' ἕνα τινὰ τρόπον ἀλλὰ κατὰ διαφόρους πεποίηκεν, ὡς καὶ τοῦτο εἴρηται.

(v. 150-156) Ὅτι καὶ ὁ Διομήδης ἐκτὸς ἦν κλισίης, αἴθριος δηλαδὴ κοιμώμενος ἐπὶ ῥινοῦ βοός. καὶ οἱ αὐτοῦ δὲ ἑταῖροι ἐν ὑπαίθρῳ ἐκοιμῶντο κύκλῳ αὐτοῦ ‑ στρατιωτικὸν γὰρ τὸ αἰθριοκοιτεῖν ‑ , ὑπὸ δὲ ταῖς κεφαλαῖς εἶχον ἀσπίδας, τοῖς αὐτοῖς δηλαδὴ ὅπλοις εἰς πόλεμόν τε ἀποχρώμενοι καὶ εἰς ἀνάπαυσιν. Τῷ Διομήδει μέντοι ὡς ἐξαίρετον ἦν τι τὸ ὑπὸ τῇ κεφαλῇ τάπητα ἔχειν, ἵνα κἂν γοῦν ἡ κεφαλὴ ἐν ἁπαλῷ μένῃ. Φράζει δ' ἐνταῦθα ὁ ποιητὴς οὕτω· "τὸν δ' ἐκίχανον ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν", οἷα μὴ χειμερίου ὄντος, ὡς πολλαχοῦ φαίνεται, τοῦ καιροῦ. "ἀμφὶ δ' ἑταῖροι εὗδον, ὑπὸ κρασὶ δ' ἔχον ἀσπίδας· ἔγχεα δέ σφιν ὄρθ' ἐπὶ σαυρωτῆρος ἐλήλατο, τῆλε δὲ χαλκὸς λάμπεν ὥστε στεροπὴ Διός", τῷ σκιάζοντι τῆς νυκτὸς ἀντιπεριϊσταμένη, "αὐτὰρ ὅ γ' ἥρως εὗδ', ὑπὸ δ' ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο, αὐτὰρ ὑπὸ κράτεσφι τάπης τετάνυστο φαεινός". Φοβερὸν δέ, φασί, ἐνταῦθα σχῆμα, εἰ οὕτως οἱ ἑταῖροι τρόπον τινὰ περιχαρακοῦσι τὸν ἡγεμόνα. δηλοῖ δὲ τοῦτο καὶ τὴν εἰς μάχην αὐτῶν ἑτοιμότητα. διὸ τοὺς Θρᾷκας μετ' ὀλίγα σκώπτων ἐκ τοῦ ἐναντίου τὰ ὅπλα φησὶν ἐπὶ χθονὶ αὐτοῖς κεῖσθαι εὖ κατὰ κόσμον, ὡς οἷον συμπεπτωκότα τοῖς ἀναπίπτουσιν.

(v. 153) Ἰστέον δὲ ὅτι τὸ ἐπὶ σαυρωτήρων ὀρθὰ πεπηγέναι τὰ ὅπλα ἐξεκόπη χρόνοις πολλοῖς ὕστερον, ἔγχους νύκτωρ [34] καταπεσόντος καὶ πτυρμὸν πολὺν στρατῷ τινι ἐμποιήσαντος. Σαυρωτὴρ δέ ἐστι σιδήριον κοῖλον ἐξ ἄκρου ὀξύ, ᾧ ἐντιθέμενον τὸ ὀπίσω ἄκρον τοῦ δόρατος ὀρθὸν αὐτὸ κατὰ σκόλοπα, ἤγουν σταυρόν, ἑστάναι ποιεῖ πηγνύμενον κατὰ γῆς. ὅθεν καὶ τὴν κλῆσιν ἔσχεν, ὡς οἷα σταυρωτὴρ δόρατος. Οἱ δὲ παλαιοὶ οὕτω συντομώτερον γράφουσι· σαυρωτὴρ τὸ ἐν τῷ ἑτέρῳ ἄκρῳ τοῦ δόρατος ἔσχατον ὀπίσθιον σιδήρειον κέντρον. Ὁ δὲ σαυρωτὴρ καλεῖται παρ' Ὁμήρῳ καὶ οὐρίαχος, ὡς εἴ τις εἴποι τὸ οὐραῖον καὶ ἄκρον τοῦ δόρατος. οὗ παραγωγὴ ὁμοία τῷ νηπίαχος. Ἢ καὶ ἄλλως, οὐρίαχος, ἐξ οὗ ὀρούει ἰαχή, ἐάν τις, ὡς εἰκός, ὑπ' αὐτοῦ βληθείη ποτέ. Παρὰ δὲ ἑτέροις καὶ κρόσφος καλεῖται ἢ γρόσφος διὰ τοῦ γ, εἰ καὶ ἡ πλείων χρῆσις ἑλεπόλεως εἶδος οἶδε τὸν γρόσφον. ἔτι δὲ καὶ στύραξ ὁ σαυρωτὴρ ὀνομάζεται, ἐφ' οὗ δηλαδή ἔστι τὸ δόρυ στῆναι, οἱονεὶ στήραξ καὶ κατὰ τροπὴν στύραξ, ὥσπερ καὶ στῶ στήσω στῆλος καὶ στύλος. χρῆσις τούτου καὶ παρὰ Θουκυδίδῃ, εἰπόντι ἀνοῖξαί τινα τὴν πύλην ἐν Πλαταιαῖς ἀκοντίου στύρακι. [Ὅτι δὲ τῷ εἰρημένῳ στύρακι ἀντίκειται κατὰ θάτερον μέρος τοῦ δόρατος ὁ καὶ παρ' Ὁμήρῳ πόρκης, περὶ οὗ ἐρρέθη ἑτέρωθι πλατύτερον, δηλοῖ καὶ ὁ γράψας οὕτω· πόρκης ἐπιδορατίδος δακτύλιος, ἀφ' οὗ καὶ τὰ στρογγύλα καὶ κρικώδη πορκώδη λέγεται. καὶ τοῦτο μὲν τοιοῦτον.] Τὸ δὲ "ἐπὶ σαυρωτῆρος" προσηγορικῷ λόγῳ ἀντὶ τοῦ ἐπὶ σαυρωτήρων. [35] οὐ γὰρ εἷς ἅπασιν ἦν σαυρωτήρ. ἢ προσλογιστέον τῇ ἐννοίᾳ ἔξωθεν τὸ ἕκαστον, ἵνα λέγῃ ὅτι τὰ ἔγχεα ὀρθὰ ἕκαστον ἐπὶ σαυρωτῆρος ἐλήλατο. Τὸ δὲ "ἐλήλατο" δηλοῖ μὲν τὸ ἐπεπήγει. καὶ ἔστιν ἡ λέξις σύστοιχος τῷ "τεῖχος ἤλασε". πυργηδὸν γὰρ οἷον καὶ τὸ ὀρθὸν ἔγχος ἀνέστηκε. καὶ ἄλλως δὲ τὸ ἐλᾶν ἐνταῦθα τὴν εἰς ὕψος ἀνάτασιν δηλοῖ, ὡς καὶ ἐπὶ τῆς ἐλάτης τοῦ φυτοῦ.

(v. 154) Ἡ δὲ λαμπηδὼν τῆς αἰχμῆς ἀρετὴν δηλοῖ ὅπλου. διὸ ἐπιμελητέα ἦν τοῖς ἥρωσι καὶ ἡ τῶν ὅπλων σμῆξις, ὡς δηλοῖ καὶ τὸ "θωρήκων τε νεοσμήκτων". Τοῦτο δὲ συντελεῖ καὶ εἰς γνῶσιν τοῦ πυρός, ὅπερ ἐν τοῖς φθάσασιν ἐκ τῶν ὅπλων τοῦ Διομήδους ἀνήπτετο. εἰ γὰρ ὡς ἀστραπὴ τῆλε ὁ χαλκὸς τοῦ ἔγχους ἔλαμπε, τοιοῦτόν τι καὶ τὸ ἐκεῖ δαιόμενον πῦρ νοηθήσεται.

(v. 155) Τὸ δὲ "στρῶμα τοῦ βοός" εὐνὴ οὐ μαλακὴ κατὰ τὰς ἤδη ῥηθείσας γεροντικάς, ἀλλὰ νέῳ ἥρωϊ στρατιώτῃ πρέπουσα. εἰ δὲ οἱ ἐν Ὀδυσσείᾳ μνηστῆρες ἐπικάθηνται μόνον βοῶν ῥινοῖς, ἄλλως ἁπαλῶς εὕδοντες, τρυφῆς ἐκεῖνα παίγνια, ταῦτα δὲ σπουδαίας μάχης σκευαί. Ἀγραύλου δὲ βοὸς τὸ δέρμα ὅτι τε, ὡς εἰκός, ἀπὸ λείας πεπόρισται καὶ εἰς ἔνδειξιν τοῦ καὶ στερεῶς ἔχειν διὰ τὴν ἀπὸ γυμνασίας πυκνότητα. Ἐν τούτοις δὲ ὅρα καὶ ὅτι ἀμφιβολίας σχῆμά ἐστιν ἐν τῷ τὸν Διομήδην ἐκτὸς εἶναι κλισίης σὺν τεύχεσιν, ἄδηλον γὰρ εἴτε παράκειται αὐτῷ τὰ ὅπλα εἴτε ἐνδέδυται αὐτά, καὶ ὅτι εἰπὼν περὶ τῶν ἀμφὶ τὸν Διομήδην, ὡς ὑπὸ κρασὶν ἔχον ἀσπίδας, ἐπὶ Διομήδους φησίν, ὅτι ὑπὸ κράτεσφι τάπης τετάνυστο. Καὶ ἐπλήθυνε, καθὰ πρὸ ὀλίγου ἡρωϊκὰ στήθη ἐν τῷ "κραδίη ἔξω στηθέων", καὶ ἀλλαχοῦ τῷ Αἴαντι τὰ πρόσωπα διὰ μεγέθους μεγαλοπρέπειαν, οὕτω καὶ τῷ Διομήδει τὴν κεφαλήν. ὅθεν καὶ τετανύσθαι φησὶ τὸν τάπητα συμμετρούμενον τῷ πολλῷ τῆς κεφαλῆς. Ἐν τούτοις δὲ ὅρα καὶ τὴν ὑπο πρόθεσιν συνήθως τῷ ποιητῇ συνταχθεῖσαν δοτικαῖς.

(v. 156) Φαεινὸς δὲ ὁ ῥηθεὶς τάπης, ἐπείπερ ἐχρῆν λαμπρὸν αὐτὸν εἶναι τῷ ἥρωϊ. ὅπερ οὐ τρυφὴν κατηγορεῖ, ἀλλὰ μεγαλοπρεπές τι καὶ αὐτὸ ὑποδηλοῖ. Σημείωσαι δὲ ὅτι ὁ τάπης καὶ νῦν ἐπὶ προσκεφαλαίου ἐλήφθη. ὅλως γὰρ οἱ τάπητες δοκοῦσιν ὑποκεῖσθαι τοῖς ἀνακεκλιμένοις. Ὅθεν καὶ ἡ λέξις παρὰ τὸ πατεῖσθαι παρῆκται. πάτης γάρ τις ὁ τάπης ἐστὶ κατὰ μετάθεσιν, ὁποίαν πάσχει καὶ ὁ ταπεινός ἐκ τοῦ πάτου παραγόμενος.

(v. 157-159) Ὅτι τὸν Διομήδην, κοιμώμενον βαθὺν ὕπνον [36] διὰ τοὺς μεθ' ἡμέραν κόπους, παραστὰς ὁ Νέστωρ ἀνήγειρε "λὰξ ποδὶ κινήσας, ὤτρυνέ τε νείκεσέ τ' ἄντην", ὅ ἐστιν ἐφιλονείκησεν ἀντικρὺ καί, ὅ φασι, κατὰ πρόσωπον "ἔγρεο, Τυδέος υἱέ, τί πάννυχον ὕπνον ἀωτεῖς", ὃ δὴ ῥαθύμῳ ἀνδρὶ ἐπιλεχθήσεται.

(v. 162) "Ὃ δ' ἐξ ὕπνου μάλα κραιπνῶς ἀνώρουσεν", [οὐκ ἔχων εἰπεῖν παροιμιακῶς καὶ αὐτὸς τὸ "ὥστ' οὐχ' ὕπνῳ γ' εὕδοντά μ' ἐξεγείρεις", ὃ κεῖται παρὰ τῷ Σοφοκλεῖ.] Καὶ ὅρα ὅτι λείπει κἀνταῦθα λέξις. τὸ γὰρ πληρέστατον οὕτως ἂν ἦν· ὤτρυνεν εἰπὼν "ἔγρεο, Τυδέος υἱέ".

(v. 158) Λὰξ δὲ κινεῖ ὁ γέρων τὸν ἥρωα, ὀνειδίζων τρόπον τινὰ τὸ ἀφυλάκτως ὑπνοῦν, καὶ ὡς ἐντεῦθεν οὕτως ἂν ἀνωϊστὶ καὶ πολέμιος ἐπιστὰς αὐτὸν ἔβλαψεν. Ἔστι δὲ τὸ λάξ, ὡς καὶ ἐν Ὀδυσσείᾳ, ποιότητος ἐπίρρημα, καὶ δηλοῖ τὸ ληκτικῶς, ἤγουν τῷ λήγοντι μέρει τοῦ ποδός, ὅ ἐστι τοῖς δακτύλοις ἢ καὶ τῷ πέλματι. καὶ ἔστι τὸ ποδί ἐφερμηνευτικὸν τοῦ λάξ, τεθὲν πρὸς πλείω σαφήνειαν. Ὡς γὰρ ἐκ τοῦ λήγω λήξω λήξ καὶ λάξ, καθὰ καὶ προδεδήλωται, οὕτω καὶ πούς ἀπὸ τοῦ παύσω. ταὐτὸν δὲ λήξω καὶ παύσω εἰπεῖν. ἄλλως μέντοι ἤρκει πρὸς αὐτοτελῆ ἔννοιαν καὶ μόνον τὸ λάξ, ὡς δηλοῖ τὸ "λὰξ ἔνθορ' ἀφραδίῃσιν". Ἰστέον δὲ ὅτι τὸ "λὰξ κινήσας" παρήγαγεν ἐν τῇ τραγῳδίᾳ τὸ λαξπάτητον περὶ οὗ καὶ αὐτοῦ προείρηται. Ἔστι δὲ καὶ ἄλλως λὰξ κατὰ τοὺς παλαιοὺς ἀντὶ τοῦ τῷ ὑποκάτω μέρει τῶν τοῦ ποδὸς δακτύλων. καθ' ἑτέρους δὲ τὸ μόνῳ τῷ μεγάλῳ δακτύλῳ τοῦ ποδός.

(v. 159) Τὸ δὲ "ἀωτεῖς" [37] τί τε δηλοῖ καὶ ὅπως ἐτυμολογεῖται, καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν ἀκριβέστερον εἴρηται. [Νῦν δὲ ῥητέον ἐπιτόμως, ὅτι τῷ ἀωτεῖν οὐκ ἔγκειται τὸ ὦς ὠτός κατά τινας διὰ τὸ τοὺς κοιμωμένους μὴ χρῆσθαι ὠτίοις εἰς ἀκοήν, ἀλλὰ τὸ ἄωτον, ὅπερ ἐστιν ἄνθος, ἵνα ᾖ ἀωτεῖν ὕπνον τὸ ἀπανθίζειν. τοῦτο δὲ διὰ τὸ καθ' ὕπνον ἡδὺ καὶ οἷον ἀνθηρόν, αὐτὸ δὲ διὰ τὸ δοκεῖν ἀνθεῖν καθ' ὑγίειαν τοὺς πάννυχον ὕπνον εὕδοντας. ὡς ὅ γε μὴ τοιοῦτος ὕπνος, ἀλλὰ περικεκομμένος καὶ ἔμφροντις, οὐκ ἂν ἀωτεῖσθαι κυρίως λέγοιτο.] Καὶ οὕτω μὲν ὁ γέρων Νέστωρ πρὸς τὸν Διομήδην. ἐκεῖνος δὲ ταχύ, καθὰ ἐρρέθη, ἀναπηδήσας, ὡς ἔπρεπε, φησὶν ἅπερ ἁρμόττει παντὶ φερεπόνῳ γέροντι

(v. 164 et 167) "Σχέτλιός ἐσσι, γεραιέ· σὺ μὲν πόνου οὔ ποτε λήγεις". ὅπερ παραφράζων κατωτέρω φησὶ "σὺ δ' ἀμήχανός ἐσσι, γεραιέ", ὅ ἐστιν ἀνίκητος, ἀνένδοτος, καθ' οὗ οὐκ ἔστι τι μηχανήσασθαι. ταῦτα δὲ λέγει μὲν ὁ Διομήδης ἀληθῶς. τοιοῦτος γὰρ ὁ Νέστωρ. κατὰ δὲ τοὺς παλαιοὺς εἰώθασι καὶ ἄλλως οἱ ἀμελείας κρινόμενοι πολυπονίαν τοῖς αἰτιωμένοις ἀντεγκαλεῖν, τῷ ἐκείνων ἐπαίνῳ τοὺς οἰκείους ἀπαλείφοντες ψόγους, ὡς μὴ αὐτῶν πονούντων ἧττον τοῦ δέοντος, ἀλλ' ἐκείνων περαιτέρω τοῦ δυνατοῦ καὶ ὑπὲρ φύσιν φιλοπονούντων.

(v. 169) Σημείωσαι δὲ ὅτι ὁ γέρων συναινέσει καὶ αὐτὸς τοῖς τοῦ Διομήδους λόγοις, εἰπὼν "ναὶ δὴ ταῦτά γε πάντα φίλος κατὰ μοῖραν ἔειπες" καὶ ἑξῆς. Γίνεται δὲ τοῦτο οὐ μόνον διὰ τὴν ἀλήθειαν τῶν λαληθέντων, ἀλλὰ καὶ ὑπενδιδόντος τοῦ γέροντος διὰ τὸν οἰκεῖον ἔπαινον, ἐπειδὴ μαλακὸν οὐ μόνον ὁ ὕπνος κατὰ τὸν ποιητήν, ἀλλ' ἤδη καὶ ὁ ἔπαινος. μαλακὸν γὰρ ποιεῖ καὶ αὐτὸς ὡς τὰ πολλὰ καὶ διαχαυνοῖ τὸν φιλέπαινον, χαίροντα φύσει τοῖς ὑπὲρ ἑαυτοῦ λόγοις.

(v. 166) [38] Ὅρα δ' ἐνταῦθα ὅτι τε ἀμήχανος οὐχ' ὡς ἐν ἄλλοις ὁ ἀπορῶν καὶ μὴ ἔχων τί μηχανήσεται, ἀλλ', ὡς ἐρρέθη, ὁ ἀνίκητος, κατὰ πόλιν ἀπολιόρκητον μηχαναῖς ἑλεπόλεων, ὃ δὴ καὶ ἐπὶ Ἥρας που λέγεται, ὅπου καὶ τὸ κακομήχανον ἡ λέξις δηλοῖ.

(v. 164) Καὶ ὅτι τὸ "σχέτλιος" οὐχ' ὑβριστικὴ λέξις, ἀλλὰ καρτερίας, ὅ ἐστι φερεπονίας, σημαντική, ἵνα δηλοῖ τὸν ἀνασχέσθαι καὶ τλῆναι δυνάμενον. διὸ καὶ εἰς ἑρμηνείαν ἐπῆκται τὸ "σὺ μὲν πόνου οὔποτε λήγεις", ὡς ὅμοιον ὂν φάναι σχέτλιον καὶ οὔποτε λήγοντα πόνου. Οἱ δὲ παλαιοὶ καὶ ταῦτά φασι· σχέτλιός ἐστι μὲν καὶ ὁ ἄξια ποιῶν ἀγανακτήσεως, ὅθεν καὶ τὸ σχετλιάζειν. Λέγεται δὲ οὕτω καὶ ὁ καρτερικός, ἤγουν σχετικὸς καὶ ὑπομενετικὸς καί, ὡς εἰπεῖν, οὔποτε πόνου λήγων, καὶ ὁ ἐπέκεινα δὲ τοῦ δέοντος εἴς τι ὁρμῶν καὶ πάνυ δραστήριος, ὃν ἔδει σχέσθαι καὶ τλῆναι. Ἢ καὶ ἄλλως, σχέτλιος ὁ ἐφεκτικὸς καὶ τλητικὸς καὶ μὴ εὐμετακίνητος καὶ εὐπειθής. διὸ καὶ Αἴας τὸν Ἀχιλλέα σχέτλιον εἰπὼν νηλῆ λέγει ἐκεῖνον. Ἢ δὲ νεωτέρα χρῆσις ἐκαινοτόμησε, σχέτλιον ἑρμηνεύσασα τὸν ἄδικον, ὅπερ ἐνταῦθα οὐκ ἂν προσαρμόττοι. οὐ γὰρ ἂν λόγον ἔχοι ἄδικα λέγειν τὸν Νέστορα. εἰπεῖν [39] γὰρ ἀκριβῶς, ἐλεημόνως προσέφη ὁ Διομήδης τὸν γέροντα σχέτλιον, παθαινόμενος, οὐ μὴν ὑβρίζων. καὶ τοῦτο δηλοῖ αὐτὸς ὁ Νέστωρ μετ' ὀλίγα ἐν τῷ "εἴ μ' ἐλεαίρεις". [Ἰστέον δὲ καὶ ὅτι ἐν διαφόρῳ σημασίᾳ ταὐτότης ἐτυμολογίας ἐστὶ τῷ σχετλίῳ καὶ τῇ ἐχέτλῃ. σχέτλιός τε γὰρ παρὰ τὸ σχέσθαι καὶ τλῆναι, ὡς εἴρηται, καὶ ἐχέτλη δέ, ἧς ἔχεται τλητικῶς τις διὰ τὸ κατ' αὐτὴν ἐπίπονον.]

(v. 160) Ἐν τούτῳ δὲ τῷ τόπῳ κεῖται καὶ ἀΐειν τὸ εἰδέναι, ἢ γενικῶς τὸ αἰσθάνεσθαι. καὶ θρῳσμὸς ὁ ὑψηλὸς τόπος καὶ γήλοφος, ὁ οἷον ἀναθρῴσκων καὶ μὴ κατὰ πεδιάδα κείμενος. Φησὶ γὰρ "οὐκ ἀΐεις, ὡς Τρῶες ἐπὶ θρῳσμῷ πεδίοιο κάθηνται ἄγχι νεῶν".

(v. 161) Ὁ καὶ ἑρμηνεύων ἐπάγει "ὀλίγος δέ τε χῶρος ἐρύκει", ὡς ταὐτὸν ὂν τοπικῶς τὸ ἄγχι καὶ τὸ ὀλίγον εἶναι τὸν μεταξὺ τόπον, ὡς εἴπερ ἐπὶ μεταιχμίου τοῦτο εἶπε, πλὴν ὅσον τὸ μὲν ἄγχι μία λέξις ἐστί, τὸ δὲ ἐφεξῆς αὐτοῦ περιπέφρασται. ὅπερ πρὸ ὀλίγου καὶ ἄλλως ἔφρασεν, εἰπὼν "δυσμενέες ἄνδρες σχεδὸν εἵαται".

(v. 160) Σημείωσαι δὲ ὅτι ἔχει τι λεληθυίας ἀστειότητος τὸ "Τρῶες ἐπὶ θρῳσμῷ πεδίοιο κάθηνται", ἵνα λέγῃ ὡς οἷον ἀντιθετικῶς, ὅτι ἐκάθηντο ἔνθα τὸ πεδίον ἀνέθρῳσκε. Δύναται δὲ καὶ ἄλλως θρῳσμὸς λέγεσθαι, ἐφ' οὗπερ οὐχ' ἁπλῶς βαίνει τις ὡς ἐπὶ πεδιάδος, ἀλλ' ἀναθρῴσκων. Ἰστέον δὲ καὶ ὡς εἰς ὄνομα οἱονεὶ κύριον τοῦ ῥηθέντος γεωλόφου κεῖται ὁ ῥηθεὶς Τρωϊκὸς θρῳσμός. εἰ δὲ καὶ ὁ αὐτός ἐστι τῇ ἀλλαχοῦ Καλλικολώνῃ, ζητῆσαι ἄξιον. Δῆλον δὲ ὡς οὐκ ἐξ αὐτοῦ δὴ τοῦ θρῴσκω γίνεται ὁ θρῳσμός. αὐτὸς μὲν γὰρ ὄνομά ἐστι ῥηματικὸν ἐκ τοῦ τέθρωσμαι [40] παθητικοῦ παρακειμένου, τὸ δὲ θρῴσκω καὶ ὅλως τὰ διὰ τοῦ σκ ἐκφερόμενα θέματα μέχρι μόνου παρατατικοῦ κλίνονται καὶ οὐ προβαίνουσιν ἐπέκεινα. Ἔστιν οὖν θόρω, τὸ πηδῶ, καὶ ἐν συγκοπῇ θρῶ κατὰ τρίτην συζυγίαν, οὗ μέλλων θρώσω, καὶ ἡ λοιπὴ καθεξῆς κίνησις, ἐξ ἧς ὁ θρῳσμός.

(v. 165-167) Κεῖται δ' ἐνταῦθα καὶ τὸ "ἔπειτα" περιττὸν ἐν τῷ "οὔ νυ καὶ ἄλλοι ἔασι νεώτεροι υἷες Ἀχαιῶν, οἵ κεν ἔπειτα ἕκαστον ἐγείρειαν πάντῃ ἐποιχόμενοι", ὅπερ λεχθῆναι οἰκεῖον ἐπὶ τῶν ὀφειλόντων ἀναγκαίως ἐγείρειν τινάς. φανερῶς γὰρ ἐν τούτοις τὸ ἕπειτα περιττὴν ἔχει παραπλήρωσιν, ὡς καὶ τὸ ἔχειν ἐν τῷ "τό γε νῦν ἔχον", καὶ ἄλλα πολλά, περὶ ὧν καὶ προγέγραπται. Σημείωσαι δὲ καὶ ὅτι πάνυ δεξιῶς ὁ Νέστωρ τὸν μὲν Ἀγαμέμνονα ἐθάρσυνε τεταπεινωμένον καὶ καταπεπληγμένον ὑπὸ τῆς συμφορᾶς καὶ εὔελπιν ἔθετο, τὸν Διομήδην δὲ ἀμελοῦντα καὶ καθεύδοντα ἐκφοβεῖ. δεῖ γάρ, φασίν, τὸν ἔχοντα νοῦν τοὺς μὲν πεφοβημένους θαρσύνειν, τοὺς δὲ θαρροῦντας συστέλλειν τῷ φόβῳ, ἵνα μήτε τῷ δέει τις ἐκπλήττοιτο μήτε τῷ θάρσει ἀπαράσκευος γίνοιτο.

(v. 170 s.) Ὅτι εὔπαιδι καὶ πολυλάῳ ἄρχοντι πρέπει λεχθῆναι τὸ τοῦ Νέστορος, ἤγουν τὸ "εἰσὶ μέν μοι παῖδες ἀμύμονες, εἰσὶ δὲ λαοὶ καὶ πολέες, τῶν κέν τις ἐποιχόμενος" ποιήσειεν ἂν τόδε τι.

(v. 172) Ἀναγκαίας δὲ χρείας δηλωτικὸν τὸ "ἀλλὰ μάλα μεγάλη χρειὼ βεβίηκεν Ἀχαιούς".

(v. 173) Ὅτι παροιμιῶδες τὸ "νῦν γὰρ δὴ πάντεσσιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς", ἀντὶ τοῦ· νῦν ἐν κινδύνῳ ἐστὶ τὰ καθ' ἡμᾶς καὶ οἷον ἐπ' αὐτῇ τῇ ὀξύτητι καὶ τομῇ τοῦ ξυροῦ. Σοφοκλῆς δὲ παραφράζων αὐτὸ εἶπε "ξυρεῖ γὰρ ἐν χρῷ". ἐλήφθη δὲ ἡ παροιμία ἐκ τραυμάτων, ἃ τομῆς ἤδη δέονται. ἐπεὶ δὲ ὁ ξυρὸς ὡς τὰ πολλὰ ὄργανόν ἐστιν ἢ σαρκῶν τομῆς ἢ τριχῶν, ἐνενοήσαντο μεταλαβόντες οἱ νεώτεροι ἐπὶ κινδύνων ἐξ αὐτοῦ παροιμίας ἑτέρας δύο, ποτὲ μὲν πήματα λέγοντες τομῶντα τὰ τομῆς δεόμενα, ποτὲ δὲ τριχὸς φάσκοντες ἠρτῆσθαι τὰ πράγματα. Ἐξ οὗ παραποιήσας Θεόκριτος ἔφη τὸ "θρὶξ ἀνὰ μέσον". τὸ μέντοι "ξυρὸς εἰς ἀκόνην" ἑτέραν παρὰ τὰ ῥηθέντα ἔχει ἔννοιαν.

(v. 174) Ὅτι δὲ κινδυνώδης ἔννοια τὸ ἐπὶ ξυροῦ ἵστασθαι ἀκμῆς, δηλοῖ Ὅμηρος ἐπαγαγὼν "ἦ μάλα λυγρὸς ὄλεθρος Ἀχαιοῖς [41] ἠὲ βιῶναι", ὁποῖά τινα καὶ τὰ ἐπικινδύνως ξυρώμενα. ὅτι δὲ ἦν τις ξυρὸς καὶ κεφαλὰς τέμνων, αἱ ἱστορίαι δηλοῦσιν.

(v. 173 s.) Ἰστέον δὲ καὶ ὅτι ἐν τῷ "ἐπὶ ξυροῦ ἵσταται" λείπει ὄνομα, ἵνα λέγῃ ὅτι ἐπὶ ξυροῦ ἀκμῆς ἵσταται τὰ ἡμέτερα, ἤγουν τὰ τῶν Ἀχαιῶν, καὶ ὅτι κἀνταῦθα δηλοῦται ὁμοιότης ἀπαρεμφάτων καὶ ὀνομάτων ἐν τῷ "ἦ μάλα λυγρὸς ὄλεθρος ἠὲ βιῶναι". Καὶ γὰρ καὶ ὁ ὄλεθρος δύναται ἀπαρεμφάτως φρασθῆναι, οἷον ὅτι ἀνάγκη ὀλοθρευθῆναι, καὶ τὸ βιῶναι δὲ ἶσον δύναται ὀνόματι, ὡς ἵνα εἴπῃ ὅτι σήμερον ὄλεθρος ἢ βίος τοῖς Ἀχαιοῖς.

(v. 175 s.) Ὅτι οἶδεν ὁ ποιητὴς καὶ τὴν φύσιν τοῦ παρὰ φιλοσόφοις ἐνδόξου λήμματος. ἐνταῦθα γὰρ τοῦ Διομήδους δόξαντος οἰκτείρειν τὸν γέροντα τοῦ πρὸ τῶν νεωτέρων πόνου, λαβὼν τὸν ἐκείνου λόγον ὁ γέρων ὡς ἀληθῆ, ὁρμᾶται ἐκ τοῦ ἐκείνῳ δοκοῦντος ὡς ὁμολογουμένου λήμματος, καὶ στέλλει εἰς Αἴαντα καὶ Μέγητα εἰπὼν "ἄνστησον ἐκείνους, σὺ γάρ ἐσσι νεώτερος, εἴ μ' ἐλεαίρεις", τουτέστιν ἐπειδὴ ἐλεεῖν με φῄς. Ἔνθα ὅρα καὶ τὴν ὀνοματικὴν ἐπίχυσιν. τὸ γὰρ ἐγείρειν καὶ ἀνεγείρειν, ἃ πρὸ τούτου ἐρρέθη, ἀνιστᾶν ἐνταῦθά φησιν ἐν τῷ "Αἴαντα ἄνστησον", καὶ "τοὺς δὲ ἀνστήσας ἄγεν". τὸ δὲ "Αἴαντα ἄνστησον" πρὸ τούτων ἄλλως ἔφρασε "κάλεσον" εἰπών. Τὸ δὲ ἄγειν καὶ ἐνταῦθα ταὐτόν ἐστι τῷ προάγειν καὶ ὁδηγεῖν, ἐξ οὗ καὶ ὁ λοχαγὸς καὶ τὰ ὅμοια.

(v. 179) Ὅρα δ' ἐν τούτοις καὶ τὸ μάλα κραιπνὸν τοῦ Διομήδους. Μενέλαος μὲν γὰρ ἤδη ἔσταλται καλέσων Αἴαντα καὶ Ἰδομενέα, φθάνει δὲ Διομήδης καλῶν τὸν ταχὺν Αἴαντα, ὡς τοῦ Μενελάου τυχὸν εἰς τὸν μέγαν ἐσταλμένου Αἴαντα. εἰ δὲ Μενέλαος ἐποίησε τὸ κελευσθέν, σιωπᾶται κατὰ σχῆμα σύνηθες τῷ ποιητῇ, ὃς καὶ αὐτὸ ἐσίγησε τὸ ἐπανελθεῖν τὸν Μενέλαον.

(v. 180) Ὅτι μιχθῆναι καὶ ἐνταῦθα τὸ ἁπλῶς ὁμοῦ γενέσθαι κατ' ἐντυχίαν, οἷον "οἳ δ' ὅτε δὴ φυλάκεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν".

(v. 181 s.) Ὅτι τοὺς τῶν φυλάκων ἡγήτορας οἱ ἀμφὶ τὸν βασιλέα οὐχ' εὕδοντας εὗρον, "ἀλλὰ ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο", ἤγουν ἐκάθηντο, ἕκαστος. Ἀνακεκλίσθαι μὲν γὰρ οὐκ ἤθελον, μὴ καὶ κατενεχθῶσιν εἰς ὕπνον, τὸ δὲ ἵστασθαι κάματον αὐτοῖς ἔξω καιροῦ ἐνεποίει εἰς οὐδὲν δέον. ὅθεν καθήμενοι ποιοῦσι τὸ μέσον ἀνακλίσεώς τε καὶ στάσεως.

(v. 183-188). Παραβάλλει δὲ αὐτοὺς καὶ πρὸς κύνας φύλακας ποιμνίων, οἷς ὀξυηκόοις τε οὖσι καὶ νύκτωρ ἀκροασαμένοις θηρὸς καὶ προσδοκῶσι τὴν αὐτοῦ ἔφοδον ἔπεισιν ἀγρυπνεῖν, ὡς εἶναι κύνας μὲν ὥσπερ τοὺς Ἀχαιϊκοὺς φύλακας, ποίμνιον δὲ τοὺς ἐν νυκτὶ φυλασσομένους Ἀχαιούς, θῆρα δὲ τὸν Ἕκτορα, ὃν ἐξαίρων κρατερόφρονα καλεῖ. Ἔχει δὲ ἡ παραβολὴ οὕτως "ὡς [42] δὲ κύνες περὶ μῆλα δυσωρήσονται ἐν αὐλῇ, θηρὸς ἀκούσαντες κρατερόφρονος, ὅς τε καθ' ὕλην ἔρχεται δι' ὄρεσφι, πολὺς δ' ὀρυμαγδὸς ἐπ' αὐτῷ ἀνδρῶν ἠδὲ κυνῶν, ἀπό τέ σφισιν ὕπνος ὄλωλεν, ὣς τῶν νήδυμος ὕπνος ἀπὸ βλεφάροισιν ὀλώλει, νύκτα φυλασσομένοισι κακήν". Καὶ ὅρα ὡς ἡ παραβολὴ αὕτη ὅλη ὅλῳ προσαρμόττει τῷ παραβαλλομένῳ πράγματι, ὡς ἀνωτέρω ἔκκειται, καὶ ὅτι οὐχ' ἁπλῶς οἱ φύλακες, ἀλλ' οἱ τούτων ἡγήτορες ἐγρηγορότες εὕρηνται, οἷα πιθανῶς καὶ αὐτοὶ κληθησόμενοι συμμητιάασθαι, ὡς ἐν τοῖς ἑξῆς δηλοῦται, ὅπου καὶ φύλακές τινες συναγείρονται τοῖς κεκλημένοις νῦν εἰς βουλήν, οὓς πάντως καὶ ἐγρηγορέναι χρή. οὐ γὰρ τὸν ἁπλῶς ἀλλὰ τὸν βουληφόρον ἄνδρα εὐλαβεῖσθαι τὸν μακρὸν ὕπνον χρεών. Ὅρα δὲ καὶ τὸν σχηματισμὸν τοῦ "ἀλλ' ἐγρηγορτὶ ἐκάθηντο". ἦν μὲν γὰρ ἀκόλουθον φάναι, ὡς οὐχὶ εὕδοντας εὗρον ἀλλὰ καθημένους, ὁ δὲ ἄλλως ἔφρασεν, οὔτε σολοικίσας, καὶ σχηματίσας δὲ καινότερον.

(v. 183) Μῆλα δὲ καὶ νῦν ὡς ἐκ μέρους τὰ ἁπλῶς θρέμματα λέγει. Τὸ δὲ δυσωρεῖν παρῆκται μὲν ὁμοίως τῷ ἀρκυωρεῖν, ὃ ἐν τοῖς Περὶ προνοίας κεῖται παρὰ τῷ Αἰλιανῷ, ἔχει δὲ ὁμοιότητα συνθέσεως καὶ πρὸς τὸ πολυωρεῖν. Δηλοῖ δὲ τὸ δυσφυλακτεῖν, ἤγουν κακοπαθεῖν ἐν τῷ φυλάσσειν, ὡς ὁ ποιητὴς ἑρμηνεύει παραφράσας ἐν τῷ "νύκτα φυλασσομένοισι κακήν". τὸ μὲν γὰρ δυς ἐπὶ κακοῦ, ὠρεῖν δὲ τὸ φυλάσσειν. ὥστε ταὐτὸν δυσωρεῖν καὶ νύκτα κακὴν φυλάσσεσθαι ἤγουν φυλάσσειν. Τῆς δὲ ῥηθείσης αὐλῆς παράγωγον ἡ ποιμενικὴ αὖλις καὶ ἔπαυλις καὶ τὸ αὔλιον.

(v. 184) Τὸ δὲ "καρτερόφρονος" εὐγενεῖς ὑπογράφει κύνας, οἷς ἔργον περιφρονεῖν μὲν τὰ φαῦλα θηρία, ἐπιστρέφεσθαι δὲ τῶν κρατερῶν. ὁποῖοι καὶ οἱ παρ' Ἰνδοῖς κύνες, οὓς ἄλλοι τε ἱστοροῦσι καὶ ὁ σοφὸς Θεμίστιος, γράψας, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, κύνα Ἰνδὸν λέοντι μὲν ἐπεξιέναι καὶ παρδάλει, λύκους δὲ ὑπερορᾶν καὶ ἀλώπεκας.

(v. 185) Ὁ δὲ ὀρυμαγδός ἐνταῦθα κυριολεκτεῖται εἰς δήλωσιν ὀνοματοποιηθὲν [43] τοῦ ἐν ὄρεσι θορύβου. καθ' ὕλην γὰρ ὑπόκειται τὰ τῆς παραβολῆς. ὃ καὶ ὁ ποιητὴς ἑρμηνεύων φησὶν "ἐν ὄρεσφι". διὸ καί πως παρηχητικῶς ἐσχημάτισται τὸ "ἐν ὄρεσφι πολὺς ὀρυμαγδός".

(v. 186) Τὸ δὲ "ἀπόλωλεν ὕπνος" σώφρων ἐστὶν ὑπερβολή. δηλοῖ γάρ, ὡς οὐδ' εἴπερ ὑπνῶσαι βουληθεῖεν, δυνήσονται διὰ τὸ δυσεύρετον τοῦ ἤδη ἀπολωλότος ὕπνου. Γέγηθε δὲ τῇ λέξει ταύτῃ ὁ ποιητής, διὸ καὶ δὶς αὐτῇ ἐχρήσατο, πρῶτον μὲν φράσας γοργότερον, εἶτα καὶ περιφράσας, ὡς γέγραπται ἀνωτέρω.

(v. 188 s.) Ὅτι προσοχὴν φυλάκων δηλοῖ τὸ "πεδίονδε γὰρ αἰεὶ τετράφατο, ὅτε τινῶν ἀΐοιεν ἰόντων". ὃ καὶ αἴτιον ἀγρυπνίας γίνεται.

(v. 190) Ὅτι προμηθευτικὸν τὸ "τοὺς δ' ὁ γέρων γήθησεν ἰδὼν θάρσυνέ τε μύθῳ".

(v. 192 s.) Ὅτι ἀποδεξάμενος τοὺς φύλακας ὁ γέρων Νέστωρ τῆς ἐγρηγόρσεως θαρσύνει αὐτοὺς εἰπὼν "οὕτω νῦν, φίλα τέκνα, φυλάσσετε, μηδέ τινα ὕπνος αἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσι". Καὶ ὅρα ὅπως τε βραχυλογεῖ ἐν καιρῷ ὁ ἐν ἄλλοις πλατὺς ῥήτωρ, καὶ ὡς τὸ πάντας κυδαίνειν καὶ μὴ μεγαλίζεσθαι πραγματικῶς δεδίδαχεν. Οὐ γὰρ πέπονας οὐδὲ φίλους ἑταίρους ἤ τι τοιοῦτον τοὺς φύλακας καλεῖ, ἀλλὰ φίλα τέκνα, ὃ καὶ Θρασυμήδην ἂν προσεῖπε, τὸν οἰκεῖον υἱὸν τὸν καὶ αὐτὸν συνεπιστατοῦντα τοῖς φύλαξι. Καὶ ὅρα τὸ "φίλα τέκνα φυλάσσετε" παρηχήσει ἐοικός, ἣν Ὅμηρος μὲν οὐκ ἐπετηδεύσατο, ἄλλοι δὲ πρὸ ἔργου ἔσχον, ἐν οἷς καὶ ὁ γράψας τὸ "Φυλέα φίλον θεοῖς", ὡς καὶ ἀλλαχοῦ δηλοῦται πλατύτερον. τοιούτου δέ πως τύπου σὺν ἄλλοις πολλοῖς δεδηλωμένοις καὶ τὸ "τί κοινὸν κυνὶ καὶ βαλανείῳ". Τὸ δὲ "μὴ χάρμα γενώμεθα" ἔμφασιν ἔχει ἐτυμολογικὴν τῆς χάρμης, ὡς τῶν δυσμενῶν χάρμα πασχόντων, εἰ κρατοῦσι μάχης, ἣ χάρμη ἂν εἰκότως διὰ τοῦτο λέγοιτο. Ἔχει δέ τι καὶ ἐλλειπτικὸν ὁ τοιοῦτος λόγος. λείπει γὰρ τὸ ὑπνώσαντες, ἵνα ᾖ τὸ πλῆρες· μὴ καὶ ὑπνώσαντες ἐπίχαρτοι γενώμεθα τοῖς [44] ἐχθροῖς.

(v. 194) Ὅτι ὑπὲρ γεροντικὴν προθυμίαν ὁ Νέστωρ ἑαυτὸν ἐρεθίζων πρῶτος τάφροιο διέσσυτο, ἵνα τῇ τόλμῃ δηλαδὴ καὶ τοὺς φύλακας καὶ τοὺς ἅμα ἑπομένους θαρρύνῃ καὶ τοὺς μετὰ μικρὸν δὲ σταλησομένους εἰς κατασκόπευσιν. οὐ γὰρ ἦν ἀνδρῶδες τὸν ἄλλους εἰς κίνδυνον στέλλοντα ἐντὸς αὐτὸν τάφρου συστέλλεσθαι καὶ μὴ προϊέναι τολμᾶν.

(v. 195 s.) Ὅρα δὲ ὡς γέροντος πονουμένου ὀκνοῦσι μὴ οὕτω ποιεῖν ἀναγκαίως καὶ οἱ νεώτεροι. Νέστορος γὰρ διελθόντος, ὡς ἐρρέθη, τὴν τάφρον, καὶ οἱ λοιποὶ "ἅμ' ἕποντο Ἀργείων βασιλῆες, ὅσοι κεκλήατο βουλήν", οὐ μὴν ἅπαντες, ὅτι μηδὲ ἅπασιν τὸ πρᾶγμα ἔγνωσται. [Ἔστι δὲ τὸ μὲν "κεκλήατο" ὑποκρουστικὸν τοῦ τῆς συγκλήτου ὀνόματος, τὸ δὲ "βουλήν" ἐλλειπτικόν. λέγει γὰρ "ὅσοι κέκληντο εἰς βουλήν".]

(v. 198-200) Ὅτι παραδηλῶν ὁ ποιητὴς πόσον τε ἐγγὺς νηῶν αὖλιν ὁ Ἕκτωρ ἔθετο, καὶ εἰς ὅσον οἱ περὶ τὸν Νέστορα βουλευταὶ παρεξῆλθον τῆς τάφρου, ἔτι δὲ καὶ ὡς κατὰ κράτος ὁ Ἕκτωρ ἐνίκησε, φησὶ "τάφρον δ' ἐκδιαβάντες ὀρυκτὴν ἑδριόωντο ἐν καθαρῷ, ὅθι δὴ νεκύων διεφαίνετο χῶρος πιπτόντων, ὅθεν αὖτις ἀπετράπετο ὄβριμος Ἕκτωρ ὀλλὺς Ἀργείους, ὅτε δὴ περὶ νὺξ ἐκάλυψε", τὴν γῆν δηλαδὴ καὶ τὰ περὶ γῆν. τοῦτο γὰρ νῦν τῇ Ὁμηρικῇ φράσει ἐλλέλειπται, περιφραζούσῃ τὸ νὺξ ἐγένετο. Καὶ ὅρα εἶδος προαναφωνήσεως καινοτέρας, ἣν ἐνταῦθα σιωπηρῶς ὁ ποιητὴς ἐσχημάτισε, διδοὺς νοεῖν ὅτι ὁ οὕτω δαμασάμενος τοὺς Ἀχαιοὺς Ἕκτωρ, καὶ ὥσπερ ἐκεῖνοι τὴν Τροίαν πόρρωθεν, οὕτω μᾶλλον αὐτὸς ἐγγύθεν περικαθίσας τὸ τοῦ ναυστάθμου τεῖχος, οὐκ ἂν εἰς αὔριον τοῦ γενναίως πολιορκεῖν ἀπόσχοιτο. Ὅτι δὲ ὀρυκτὴ τάφρος κατὰ τοὺς παλαιοὺς ἡ χειρόκμητος πρὸς διαστολὴν τῶν ἄλλως χαραδρουμένων τόπων, καὶ ὅτι τὸ "ὅθι νεκύων πιπτόντων διεφαίνετο χῶρος" ἑρμηνευτικόν ἐστι τοῦ "ἐν καθαρῷ" καὶ ἀλλαχοῦ δηλοῦται.

(v. 200) Τὸ δὲ "ἀπετράπετο" διαφορὰν ἔχει τινὰ πρὸς τὸ ἁπλῶς τρέπεσθαι. αὐτὸ μὲν γὰρ ἀκούσιόν ἐστιν ὡς τὰ πολλὰ ἐν πολέμῳ, Ἕκτωρ δὲ ἀβίαστος ἀπετράπετο οἷα καὶ νικῶν, εἰ μὴ ἄρα καὶ αὐτὸν ἡ νὺξ ἄκοντα ἔτρεψε. Τὸ δὲ ἀποτραπέσθαι μετ' ὀλίγα καὶ [45] ἂψ ἀναχωρῆσαι ὁ ποιητὴς ἐρεῖ.

(v. 204-211) Ὅτι οὐ προστακτικῶς κατὰ τοὺς ἀτέχνους στρατηγούς, ἀλλ' ὑποθετικῶς ἐν εἴδει συμβουλῆς ὁ Νέστωρ καὶ ἀπροοιμιάστως, ἐξ αὐτοῦ τοῦ πράγματος ἀρξάμενος ‑ οὐ γὰρ προοιμίου νῦν ἀλλ' ὀξυλαβείας ἔδει τῷ καιρῷ ‑ λέγει "ὦ φίλοι, οὐκ ἂν δή τις ἀνὴρ πεπίθοιτο ἑῷ αὐτοῦ θυμῷ τολμήεντι μετὰ Τρῶας μεγαθύμους ἐλθεῖν, εἴ τινά που δηΐων ἕλοι ἐσχατόωντα, ἤ τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο", καὶ οὕτω μάθοι τί ποτε βουλεύονται οἱ πολέμιοι.

(v. 214-216) Ἐφ' οἷς ὁ γέρων καὶ ἔπαθλον ἐκφωνεῖ, λέγων ἐν σχήμασιν ἀσυνδέτοις "ταῦτά κε πάντα πύθοιτο καὶ ἂψ εἰς ἡμέας ἔλθοι ἀσκηθής. μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη πάντας ἐπ' ἀνθρώπους, καί οἱ δόσις ἔσσεται ἐσθλή· ὅσσοι γὰρ νήεσσιν ἐπικρατέουσιν ἄριστοι, τῶν πάντων οἱ ἕκαστος ὄϊν δώσουσι μέλαιναν, θῆλυν, ὑπόρρηνον", ὅ ἐστιν ἔγκυον ἢ καὶ ἤδη γεννήσασαν, ὕπαρνον, ῥῆνες γάρ οἱ ἄρνες, ἣν καὶ σεμνύνων λέγει "τῇ μέν", ἤγουν ταύτῃ, "κτέρας οὐδὲν ὁμοῖον". Τῷ ὄντι γάρ, φασί, θαυμάσιον ἀνδρὶ φιλοκάλῳ ἀγέλη μελάνων θρεμμάτων διὰ τὸ σπάνιον, καὶ τὸ χρῶμα δὲ τῆς ἀγέλης σύμβολον τῆς ἐν μελαίνῃ νυκτὶ κατορθώσεως, καὶ ἡ διὰ τὴν θηλυγονίαν δέ, φασίν, ἐπιμονὴ τοῦ γένους ἐπὶ μήκιστον ἐκτείνει τὸ κλέος τῆς πράξεως.

(v. 217) Λέγει δὲ ὁ Νέστωρ καὶ ὅτι ὁ τοιοῦτος αἰεὶ ἐν δαίτῃσι καὶ εἰλαπίνῃσι παρέσται, ὃ καὶ αὐτὸ λόγου ἦν ἄξιον παρὰ τοῖς παλαιοῖς. διὸ καὶ ὁ βασιλεύς που ἀναμιμνῄσκει τινὰ εἰπὼν ὡς, εἰ καὶ οἱ λοιποὶ δαιτρὸν πίνουσιν, ἀλλὰ σοὶ πλέων τὸ δέπας ἕστηκε πιεῖν ὥσπερ ἐμοί, καὶ τῷ Ἕκτορι δέ που φίλος τις εὕρηται εἰλαπιναστής. καὶ τοιαῦτα μὲν τὰ τοῦ Νέστορος.

(v. 220-223) Ἐπὶ δὲ τούτοις πάντων ἀκὴν γενομένων σιωπῇ, ὁ Διομήδης εἰπών, ὅτι "Νέστορ, ἔμ' ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ ἀνδρῶν δυσμενέων δῦναι στρατὸν ἐγγὺς ἐόντων", ἐπάγει "ἀλλ' εἴ τίς μοι ἀνὴρ ἕποιτο καὶ ἄλλος, μᾶλλον θαλπωρὴ καὶ θαρσαλεώτερον ἔσται".

(v. 225-227) Καὶ οὕτως ἀναδεξάμενος μὲν τὸν ἀγῶνα, ζητήσας δὲ καὶ τὸν συναγωνισόμενον, ἐπάγει αἰτίαν τῆς ζητήσεως γνωμικὴν ταύτην "σύν τε δύ' ἐρχομένω καί τε πρὸ ὃ τοῦ ἐνόησεν ὅππως κέρδος ἔῃ· μοῦνος δ' εἴ πέρ τε νοήσει, ἀλλά τέ οἱ βράσσων τε νόος, λεπτὴ δέ τε μῆτις", τουτέστι σύνδυο ἐρχομένων, ἢ δύο συνερχομένων ἀνδρῶν, τάχα ἂν οὗτος πρὸ τούτου νοήσῃ τι δέον, μόνος δέ, ἤγουν εἷς, κἂν τυχόν τι νοήσῃ, ἀλλὰ καὶ ὁ νοῦς αὐτῷ βραχὺς καὶ ἡ μῆτις λεπτή. Καὶ ἔστι τὸ πρᾶγμα ὅμοιον σχοίνων πλοκῇ. κἀκεῖ γὰρ ἄλλος ἄλλῳ ἐπισυμπλεκόμενος [46] ἄρρηκτός ἐστιν, ὁ εἷς δὲ οἷα λεπτότερος θᾶττον ῥήγνυται. λέγει δὲ καὶ ἡ παροιμία "εἷς ἀνὴρ οὐδεὶς ἀνήρ". διὸ καὶ ὁ Δόλων μόνος εἰς κατασκοπὴν μετ' ὀλίγα σταλεὶς κινδυνεύσει. καὶ ἡ συμβουλὴ δὲ κοινὴν βουλήν τινα δηλοῖ διὰ τῆς συν προθέσεως. καὶ τοιαῦτα μὲν ταῦτα.

(v. 204) Ὅρα δὲ ὡς ὁ Νέστωρ εἰπὼν "οὐκ ἂν δή τις ἀνὴρ πεπίθοιτο ἑῷ αὐτοῦ θυμῷ" εἰς κοινὸν ἔρριψε τὸν λόγον, οὐκ ἐπιλεξάμενος ἕνα τινά. ἦ γὰρ ἂν καὶ ἐκεῖνον τὸν ἕνα ἐλύπησεν ὡς εἰς κίνδυνον παραβάλλων, καὶ τοὺς ἄλλους δὲ ὡς ἀτόλμους παρευδοκιμουμένους κατῄσχυνε. διὸ αὐθαίρετον ἔριν ἐν τοῖς ἐφεξῆς τοῖς ἀριστεῦσιν ἐνέθετο. Καὶ ἄλλως δέ, οἱονεὶ λέγει, ὡς οὐκ ἔστι τις ἀνάγκη ποθὲν οὐδὲ πεισθήσεται ὁ τοιοῦτος ἑτέρῳ τινί, ἀλλ' ἑαυτῷ διὰ τὸ πάντῃ ἑκούσιον. ᾧ καὶ ὁ Διομήδης ἐπιστήσας φησὶν "ἐμὲ ὀτρύνει κραδίη" καὶ τὰ ἑξῆς. Τὸ δὲ "ἑῷ αὐτοῦ" ἶσόν ἐστι συνθέτῳ ἀντωνυμίᾳ τῇ ἑαυτοῦ, διαλελυμένως ῥηθέν, ὡς καὶ ἀλλαχοῦ πεποίηται.

(v. 220) Τοῦ δὲ "ἑῷ θυμῷ πεπίθοιτο" ἑρμηνευτικὸν τὸ "ἔμ' ὀτρύνει κραδίη", ἤγουν ἐγὼ πείθω ἐμαυτόν.

(v. 205) Τὸ δὲ "τολμήεντι" δηλοῖ, ὡς οὐ μόνον ἀνδρίας, ἀλλὰ καὶ τόλμης μάλιστα τὸ ἔργον δέεται, δι' ἣν Ὀδυσσεὺς ὡς τὸν λόχον τοῦτον τολμήσας τλήμων λέγεται. Διὰ τοῦτο καὶ ὁ Μενέλαος φθάσας δεδιέναι εἶπε "μή ποτε οὔ τις ὑπόσχηται τοῦτο ἔργον", καὶ τὸν τολμήσοντα ἐξεθείασεν, εἰπὼν "μάλα ἂν θρασυκάρδιος εἴη". Καὶ Ἕκτωρ δὲ ἐν τοῖς ἑξῆς ὁμοίως λέγει μέγα δῶρον δώσειν ἀνδρί, ὃς ἂν τλαίη νηῶν ἐγγὺς ἐλθεῖν.

(v. 205) Μεγαθύμους δὲ τοὺς Τρῶας οὐχ' ἁπλῶς ἐπωνόμασεν, ἀλλὰ στρατηγικῶς τὸν λόγον ἀσφαλιζόμενος, ἵνα ἐκφοβήσῃ τοὺς ὑπὲρ τὸ δέον ἀνδριζομένους, οἱονεὶ λέγων ὡς, ἐπείπερ οἱ Τρῶες μεγάθυμοι, χρὴ τὸν κατασκοπήσοντα ἑαυτῷ θαρρεῖν ὡς ἀξιομάχῳ. διὸ καὶ ὁ βασιλεύς, ὡς ῥηθήσεται, δέδοικε περὶ τῷ ἀδελφῷ, μὴ οὐ μεγάθυμος ὢν τολμήσῃ γενέσθαι κατάσκοπος. οὐ γὰρ τόλμης μόνης χρεία ἐν τοῖς τοιούτοις, ἀλλ', ὡς εἴρηται, καὶ ἀνδρίας, ἣν ἐνέφηνε τὸ μεγάθυμον, ταὐτὸν δὲ εἰπεῖν μεγαλόψυχον.

(v. 206) Τὸ δὲ "εἴ τινά που ἕλοι" ἀντὶ τοῦ ὅπως τινὰ κατάσχῃ. καὶ ἔστιν ἐν πολλῇ χρήσει τὸ σχῆμα. εἰώθαμεν γάρ, ὡς καὶ προδεδήλωται, λέγειν· εἴ πως τόδε γένηται ἀντὶ τοῦ ὅπως. Σοφοκλῆς δὲ τὸ εἴ που εἰς τὸ ἐάν που μεταλαβὼν καθ' ὁμοίαν ἔννοιαν φράζει τὸ "φίλτροις ἐάν [47] πως τήνδ' ὑπερβαλούμεθα, μεμηχάνηται τοὖργον", ἤγουν ἐμηχανησάμεθα τόδε, ὅπως τόδε τι ἀνύσωμεν. Ὅρα δ' ἐνταῦθα καὶ ὡς τὸ "τινά που" δὶς εἶπεν ὁ ποιητὴς ἐν τῷ "εἴ τινά που δηΐων", καὶ ἐν τῷ "ἤ τινά που καὶ φῆμιν", οὐκ ἐντραπεὶς οὐδὲ νῦν τὴν καίριον ταυτολογίαν. Τὸ δὲ "ἐσχατόωντα" παραμυθία ἐστὶ τῆς κινδυνώδους ἐπιχειρήσεως, ὡς μὴ χρεὼν δῆθεν ὂν τὸν κατάσκοπον τοῦ βάθους γενέσθαι, ἀλλὰ τοῖς ἄκροις καὶ ἐξωτέρω τοῦ στρατοπέδου ἐπιβαλεῖν. Εἰ καὶ ὁ Διομήδης ἀγήνορι θυμῷ δῦναι λέγει τὸν δυσμενῆ στρατόν, ὅπερ ταὐτόν ἐστι τῷ "ἤθελεν Ὀδυσσεὺς καταδῦναι ὅμιλον Τρώων", καὶ τῷ "κατέδυ Τρώων πόλιν εὐρυάγυιαν", μονονουχὶ λέγων ὁ Διομήδης, ὡς οὐ τοῖς ἐσχάτοις τοῦ στρατοῦ ἐγχειρήσω, ἀλλὰ τῶν βαθυτέρων γενήσομαι.

(v. 207) Τὸ δὲ "φῆμιν" φανερῶς διὰ τοῦ ι γράφεται ἀπὸ τοῦ φημίζω φημίσω, καθὰ τὸ αὖλιν ἐκ τοῦ αὐλίζω. τὸ μέντοι διὰ τοῦ η γραφόμενον οὐ τὴν ἁπλῶς ἀνθρωπίνην δηλοῖ λαλιάν, ἀλλά τινα θειοτέραν δηλωτικὴν τοῦ μέλλοντος, ὁποία καὶ ἡ ὄττα καὶ ἡ κληδὼν καὶ ἡ ὀμφή, καθὰ δηλοῖ σαφῶς καὶ ἡ Ὀδύσσεια, ἐν ᾗ καὶ δήμοιο φῆμις τὸ ἐκ τοῦ λαοῦ ὄνειδος.

(v. 20810) Διὸ καὶ ὁ ποιητὴς ἑρμηνεύων τὴν ἐνταῦθα φῆμιν τὴν διὰ τοῦ ι γραφομένην τίς δή ποτέ ἐστιν, ἐπάγει "ἅσσα τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἠὲ πόλινδε ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γ' Ἀχαιούς", μονονουχὶ λέγων, ὡς τοῦτό ἐστι νῦν φῆμις τὸ πυθέσθαι, ἃ βουλεύονται οἱ Τρῶες.

(v. 211) Διὸ καὶ ἐπιφέρει "ταῦτά κε πάντα πύθοιτο" καὶ ἑξῆς, ὡς προέκκειται. [(v. 210) Ὅρα δ' ἐν τοῖς ῥηθεῖσι [48] καὶ ὅτι τὸ "ἂψ ἀναχωρήσουσιν" ἀσφαλῶς ἐσχημάτισται πρὸς ῥῆμα πληθυντικόν. Ἦν γὰρ οὕτω φράσαι· ἆρα μεμάασιν αὖθι μένειν ἢ ἂψ ἀναχωρῆσαι.]

(v. 211) Τὸ δὲ "πύθοιτο" ἀρχὴ καὶ αὐτὸ τοῦ πευθῆνα τὸν ἐπίσκοπον λέγεσθαι, καθὰ καὶ προγέγραπται. καὶ ἐν τοῖς ἑξῆς δέ φησιν ὁ Ἕκτωρ· τίς ἂν τλαίη νηῶν σχεδὸν ἐλθεῖν ἔκ τε πυθέσθαι, καὶ ὁ Δόλων ὡσαύτως. Τὸ δὲ "ἂψ ἔλθοι" πρὸς ἀκρίβειαν ἐννοίας κεῖται. οὐ γὰρ χάρις τῷ κατασκόπῳ, εἰ μόνον ἀπέλθῃ, ἀλλὰ καὶ εἰ ὀπίσω ἔλθῃ, τουτέστιν, εἰ ἐπανέλθῃ, ὅπερ ὅμοιόν ἐστι τῷ ἀνωτέρω ῥηθέντι παρὰ τοῦ ποιητοῦ, τῷ ἂψ ἀναχωρῆσαι. Ἀκριβέστερον δὲ εἰπεῖν, οὔτε ἐλθὼν ὁ κατάσκοπος δίχα τοῦ πυθέσθαι λήψεται γέρας οὔτε μὴ ἂψ ἐλθών. οὐ γὰρ ψιλῆς χρεία ἐγχειρήσεως, ἀλλὰ τελείας πράξεως.

(v. 211 s.) Τὸ δὲ "εἰς ἡμέας ἔλθοι ἀσκηθής" εἰς ἐντέλειαν τοῦ αὐτοῦ λόγου καὶ αὐτὸ συμβάλλεται. ὡς γὰρ οὐ χάρις τοῦ κατασκοπῆσαι, εἰ μὴ καὶ ἐπανέλθῃ ὁ κατάσκοπος, οὕτως οὐκ εὔχαρι οὐδὲ τὸ ἐπανελθεῖν μὲν εἰς τοὺς ἀποστείλαντας, τυχὸν δὲ βληθέντα ἢ τρωθέντα, ὡς οὕτω μὴ πάνυ διαρθρωθῆναι τὴν κατασκόπησιν. Τὸ δὲ "ἀσκηθής" ἐστι μὲν λέξις οὐκ εὔχρηστος τῇ καταλογάδην γραφῇ, δηλοῖ δὲ τὸν ἀβλαβῆ. ἀπ' αὐτοῦ δὲ κατὰ ἐναλλαγὴν ἀφώνου ἀνακύπτει ὁ ἀσκητής. τὸ δὲ τῆς λέξεως ἔτυμον ζητητέον ἀλλαχοῦ.

(v. 213) Τὸ δὲ "πάντας ἐπ' ἀνθρώπους" διασαφητικόν ἐστι τοῦ ὑπουρανίου κλέους, δηλοῦν ὡς οὐ δήπου καὶ ἐν ταῖς ἀοικήτοις κλεϊσθήσεται, ἀλλ' ὅπου ἄνθρωποι. Ἐσθλὴν δὲ δόσιν λέγει τὴν τοῦ ῥηθέντος ἐπάθλου, διότι κἂν μικρὸν δοκῇ τὸ δῶρον τῷ εἰς τὸν νύκτερον δόλον ἀποθαρρήσαντι, ἀλλὰ τρόπον ἄλλον μέγα κατὰ τοὺς παλαιοὺς ὡς ἐκ μεγίστης προφάσεως, καὶ ὁ λαμβάνων δὲ μέγας, ὡς παρὰ τῶν ἰδίων ἑκόντων γέρας λαμβάνων, οὐκ αὐτὸς ἀπαιτήσας, ὅπερ ὁ Δόλων ποιεῖ, οὐ λαβὼν [49] ὑπόσχεσιν ἀλλ' ἀπαιτήσας αὐτός.

(v. 214) Τὸ δὲ "ὅσσοι γὰρ νήεσσιν ἐπικρατέουσιν ἄριστοι" παρῳδήσας ὁ ποιητὴς ἐν Ὀδυσσείᾳ οὕτω γράφει ἐπὶ τῶν μνηστήρων "ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι", αὐτὸς ἐν τοῖς ἑαυτοῦ διδάσκων καὶ ὅπως χρὴ παρῳδεῖν.

(v. 215) Τὸ δὲ "ἕκαστος δώσουσιν" Ἀττικῶς συντέτακται, ἐπεὶ τὸ ἕκαστος πολλούς τινας δηλοῖ κατὰ διαιρετικὴν ἔννοιαν. καὶ ἔστι ταὐτὸν ἕκαστον καὶ πάντας εἰπεῖν.

(v. 216) Οἱ δὲ ἄρνες οὐ μόνον ῥῆνες, ὡς ἐρρέθη, λέγονται, ἀλλὰ καὶ μᾶλλον ἀρῆνες, ὅθεν οἱ ἄρνες ἐν συγκοπῇ. διὸ καὶ ἀρηνοβοσκὸς ὁ προβατοβοσκὸς κατὰ Παυσανίαν, ἐκ μέρους δηλαδή. ἐν δὲ ἀνωνύμῳ ῥητορικῷ Λεξικῷ καὶ ἐρενοβοσκὸς ὁ αὐτὸς φέρεται διὰ τοῦ ε. Ἰστέον δὲ ὅτι, ὥσπερ διχῶς φέρεται στάχυς καὶ ἄσταχυς καὶ σταφίς καὶ ἀσταφίς, οὕτω καὶ ῥήν καὶ ἀρήν, πλὴν ὅσον τὸ ἄσταχυς καὶ τὸ ἀσταφίς Ἀττικὰ ὄντα ἐκ πλεονασμοῦ ἔχει τὸ α, ἐν δέ γε τῷ ἀρήν δοκεῖ φυσικῶς κεῖσθαι τὸ α παρὰ τὴν ἀράν, ὃ δηλοῖ τὴν εὐχήν. Τὸ δὲ "ταύτῃ οὐδὲν κτέρας ὁμοῖον", [ἀναλογικῶς, καθὰ καὶ ἀλλαχοῦ δηλοῦται, εἰ καὶ οἱ Ἀττικοὶ προπαροξυτόνως ὅμοιον λέγουσιν,] ὑπερβολικῶς εἶπεν ὁ καλὸς ῥήτωρ Νέστωρ, οὐκ ἀληθῶς λέγων, ἀλλὰ πιθανῶς αὔξων τὸ μικρόν. οὐδὲ γὰρ ἡ τοιαύτη ὄϊς ὑπὲρ πᾶν ἂν εἴη κτῆμα. Σκοπητέον δὲ καὶ μήποτε φιλόζῳος ὢν ὁ Διομήδης ἐγείρεται πρὸς τὸ τοιοῦτον κτῆμα. ζῴοις γὰρ ἔοικε γεγηθέναι ἤπερ κειμηλίοις. ἵπποις τε γὰρ χαίρει, ὡς οἴδαμεν. καὶ νῦν καινοπρεπὲς ἀριστεῖον ἀκούσας τὴν ῥηθεῖσαν ὑπόρρηνον μέλαιναν ὄϊν τὴν ἐξ ἑκάστου τῶν ἀρίστων, θαρρεῖ καὶ δι' αὐτὴν ἴσως τὸν μέγαν κίνδυνον. Ἡ μέντοι τύχη ἀνελπίστως καὶ ἕτερον μέγα ἐπιφιλοτιμήσεται ζωϊκὸν φίλτατον γέρας, τοὺς καλοὺς ἵππους τοῦ Ῥήσου ἐν τοῖς ἐφεξῆς.

(v. 214) Ἐνταῦθα δὲ καὶ ζήτημα πολιτικὸν ἐκκύπτει τοῖς σοφισταῖς [50] κατὰ ῥητόν, οἶμαι, καὶ διάνοιαν, ἐκ τοῦ "ὅσσοι ἄριστοι". ζητήσεως γὰρ ἄξιον εἴτε τοὺς βασιλεῖς μόνους νοητέον ἀρίστους εἴτε σὺν αὐτοῖς καὶ τοὺς ἡγεμόνας καὶ μέδοντας, ὡς ἐν τοῖς ἑξῆς τοὺς ἀρίστους ὁ ποιητὴς ἑρμηνεύει εἰπών· "κικλῄσκετο", [ἤγουν ἐκάλει, προσεκαλεῖτο,] "πάντας ἀρίστους, ὅσσοι Τρώων ἡγήτορες ἠδὲ μέδοντες". καὶ ἔστιν ἡ ἀμφιβολία ἐξ ὁμωνυμίας. Σημείωσαι δὲ καὶ σχῆμα ἐν τούτοις τὸ κατὰ τὸ σιωπώμενον. καὶ γὰρ σιγᾷ τοῦ λοιποῦ τὴν τῆς ὑποσχέσεως δόσιν ὁ ποιητὴς εἰς τέλος ἂν πάντως ἐλθοῦσαν. οὐ γὰρ δήπουθεν ἐψεύσαντο οἱ Ἀχαιοὶ τὴν ὑπόσχεσιν. ὥστε συνακτέον καὶ ἐκ τούτου, ὡς τὰ μὴ ἀναγκαῖα παραλείπει λέγειν ὁ ποιητής.

(v. 216) Τὸ δὲ "κτέρας" κατὰ πολυωνυμίαν ταὐτόν ἐστι τῷ κτέαρ καὶ κτῆμα. [(v. 217) Τοῦ δὲ "δαίτῃσιν" εὐθεῖα οὐ συνήθης ἡ δαίτη, ἑλομένου τοῦ ποιητοῦ σκληρότερον οὕτω φράσαι. ἄλλως γάρ, εἴπερ ἤθελεν, εἶχε κοινότερον εἰπεῖν "ἐν δαίτεσσιν".] Ἡ δὲ εἰλαπίνη πόθεν παράγεται, δεδήλωται καλῶς ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. Ἐν δὲ τῷ "παρέσται" λείπει τὸ ἡμῖν ἢ ἄλλο τι ὅμοιον σιγηθὲν διὰ λόγου ἀσφάλειαν. εἰκὸς γὰρ πολλὰς δαῖτας καὶ εἰλαπίνας προβαίνειν, αἷς οὐκ ἂν ὁ τοιοῦτος παρῆν.

(v. 220) Τὸ δὲ "θυμὸς ἀγήνωρ" οὐκ ἔχει ψόγον. οὐ γὰρ ἂν εἰς οὐδὲν δέον ὁ Διομήδης ἑαυτοῦ καταλέγοι, ὁ καὶ τῷ Ὀδυσσεῖ μετ' ὀλίγα πρόφρονα καρδίαν καὶ θυμὸν ἀγήνορα μαρτυρόμενος.

(v. 224) Τὸ δὲ "σύν τε δύ' ἐρχομένω" σολοικοφανῶς ἔχει καὶ εἴρηται ἀλλαχόθι περὶ αὐτοῦ. καὶ εἶχε μὲν ὁ ποιητὴς ἀπροσκόπτως εἰπεῖν· σύν τε δύ' ἐρχομένων, ὅδε πρὸ τούτου ἐνόησεν, εἵλετο δὲ καὶ νῦν τῷ ἐναγωνίῳ τῆς ἐννοίας ὡς οἷα σχεδιάζων συνεξαλλάξαι τὸ σχῆμα καινότερον. ἐπεὶ γὰρ οἱ σύνδυο ἐρχόμενοι οὐχ' ἕν τι δρῶσιν ἐξ ἀνάγκης καὶ τὸ αὐτό, ἀλλ' ὁ μὲν προνοεῖ, ὀξύτερον, ὡς εἰκός, διατεθείς, ὁ δὲ ὕστερον ἐπινοεῖ, ἤρξατο μὲν κἀνταῦθα ἀπὸ εὐθείας σχεδιαστικῶς, ὡς οἷα μέλλων ἕν τι ἔργον εἰπεῖν ἀμφοτέρων, γνοὺς δὲ ὡς οὐ δύναται, ἀφίησιν ἀναγκαίως καὶ νῦν τὸ ὀρθὸν τῆς συντάξεως καὶ πλαγιάζει καινοπρεπέστερον. Ἦ γὰρ οὐκ εἴποις ἂν σολοικίζειν ἐμφανῶς τὸν εἰπόντα· σύν τε δύ' ἐρχόμενοι οὗτος πρὸ τούτου νοεῖ, ὡς καὶ εἴ τις εἴπῃ· οἱ δύο Αἴαντες ὁ ἕτερος μείζων ἦν; ναὶ [51] πάντως, πλὴν ἀλλ' ὁ μὲν Σκύθης, ὁ τὸν τοῦ ἵππου χρεμετισμὸν ἀρίστης μουσικῆς ὑπερθέμενος, δίδωσι τῆς βαρβάρου γνώμης δίκας τοῖς παλαιοῖς, ὁ δὲ οὕτω συμβαρβαρίζειν ἑλόμενος τῷ ποιητῇ μᾶλλον ἤπερ εὐθυρρημονεῖν ἀφελῶς εἴη ἂν ῥητόρων ἄριστος. Τὸ δὲ "πρὸ ὃ τοῦ ἐνόησεν" οὐδ' ἂν ἔχοι μίμησιν πρός τινος, τά τε ἄλλα καὶ τῆς καιριωτάτης γοργότητος ἕνεκεν, ἔτι δὲ καὶ τῆς εὐκαίρου στρυφνῆς δυσφραδείας διὰ τὸ τῶν συνερχομένων δύο προσώπων ἀόριστον. καὶ ἔστι τοιαύτη τις φράσις κεκλασμένη τῷ ῥυθμῷ καὶ ἐν τοῖς ἐφεξῆς που, ἐν τῷ "οὔτε ὃ τὸν δύναται ὑποφεύγειν οὔθ' ὃ διώκειν", περὶ οὗ ἐκεῖσε κατὰ καιρὸν ῥηθήσεται. Ἰστέον δὲ καὶ ὅτι ἐν τῷ "σύν τε δύο" τοῦ τέ συνδέσμου λείψαντος τὸ ἀπομεῖναν σύνδυο γράφουσιν οἱ Ἀττικοὶ καθ' ὁμοιότητα τοῦ σύντρεις. καὶ ὅτι τὸ γνωμικὸν τοῦτο εἰς παροιμίαν πεσὸν καὶ ὅ φασι καταμαξευθέν, οὐδὲ προφέρεται πολλάκις ὅλον, ἀλλ' ἀρκοῦνται οἱ παλαιοὶ μόνον εἰπόντες τὸ "σύν τε δύο" καὶ πλέον οὐδέν, ὡς αὐτίκα τοῦ ἀκροατοῦ συνεπινοοῦντος καὶ τὸ λειπόμενον. Ὁποῖόν τι καὶ ὁ Παραβάτης ποιεῖ ἔν τινι τῶν αὐτοῦ ἐπιστολῶν, ἀρξάμενος οὕτως "τὸν ἐσθλὸν ἄνδρα", καὶ μηδέν τι πλέον πρὸς τελείαν σύνταξιν προσθείς, ὡς πρὸς εἰδότα λαλῶν. ἦν δὲ τὸ πλῆρες ἐκεῖ "τὸν ἐσθλὸν ἄνδρα χρὴ κλύειν τῶν ἐν τέλει".

(v. 225) Τὸ δὲ "ὅπως κέρδος ἔῃ" ὅμοιόν ἐστι τῷ· ὅπως ἂν εἴη κερδαλέον.

(v. 226) Τὸ δὲ "βράσσων" ἅπαξ μὲν ἐνταῦθα εἴρηται τῷ ποιητῇ, δηλοῖ δὲ κατὰ τοὺς Γλωσσογράφους τὸν βραδὺν ἢ τὸν [52] βραχύν, ἀπὸ τοῦ βραδύς βραδίων βράσσων, ἢ ἀπὸ τοῦ βραχύς βραχίων βράσσων, ὡς ἐλαχύς ἐλαχίων ἐλάσσων, παχύς παχίων πάσσων. Κατὰ δὲ ἑτέρους βράσσων ὁ βρασσόμενος καὶ οὐχ' ἑστηκὼς ἐφ' ἑνὸς διὰ τὴν ἀγωνίαν, καὶ μετήνεκται ἡ λέξις ἀπὸ τῶν βρασσομένων ὑδάτων. Εἴτε δὲ βραχὺς εἴτε βραδὺς εἴτε βρασσόμενος ἐκεῖνος ὁ εἷς, τοιοῦτος τῷ ποιητῇ ὁ ῥηθεὶς περὶ ἐκείνου λόγος, συνεξομοιωθεὶς τῷ πράγματι, ὡς καὶ ἐν ἄλλοις πολλοῖς φαίνεται γίνεσθαι. Τὸ δὲ "λεπτὴ μῆτις", ἤγουν ἀσθενής, ἢ ἐκ μεταφορᾶς εἴληπται σχοίνων ἀδρανῶν, ὡς πρὸ βραχέων εἴρηται, ἢ καὶ ἀπὸ λειποσάρκων καὶ οὕτως ἰσχνῶν σωμάτων, ἃ ὡς ἐπὶ πολὺ ἀσθενέστερα τῶν παχυτέρων εἰσίν. Ἰστέον δὲ καὶ ὅτι ἐν τοῖς ῥηθεῖσι στρατηγικὴ ἀνάκρισις περὶ νικησάντων ἐχθρῶν τὸ "ἅσσα μητιόωσι μετὰ σφίσι" καὶ ἑξῆς, ὡς προγέγραπται, καὶ ὅτι τὸ μὲν "μέγα ἂν αὐτῷ ὑπουράνιον κλέος εἴη πάντας ἐπ' ἀνθρώπους" μεγίστην δόξαν δηλοῖ.

(v. 222 s.) Ζήτησις δὲ ἀγαθοῦ συνοδοιπόρου τὸ "εἴ τίς μοι ἕποιτο καὶ ἄλλος, μᾶλλον θαλπωρὴ καὶ θαρσαλεώτερον ἔσται". Ἔνθα ὅρα τὸ θαλπωρή καὶ θαρσαλεώτερον, συγγενῶς ἔχοντα ἐκ πολυωνυμίας, καθότι θαλπωρὴ μὲν ἐκ τοῦ θάλπω, θάρσος δὲ καὶ θαρσαλέος ἐκ τοῦ θέρω θέρσω. ἀμφοῖν δὲ μία σημασία, τοῦ τε θάλπειν δηλαδὴ καὶ τοῦ θέρειν.

(v. 227-231) Ὅτι εὐαρεστηθεὶς ὁ ποιητὴς ἐνταῦθα καιριωτάτῳ ῥήματι τῷ ἐθέλειν ἑξάκις αὐτῷ ἐχρήσατο κατ' ἐπιμονὴν συναπτῶς, πλὴν οὐ μονοειδῶς, ἀλλὰ κατὰ διαφόρους χρόνους καὶ ἀριθμούς, οἷον "οἳ δ' ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι, ἠθελέτην Αἴαντε δύο, ἤθελε Μηριόνης, μάλα δ' ἤθελε Νέστορος υἱός, ἤθελε δὲ Μενέλαος, ἤθελε δ' ὁ τλήμων Ὀδυσσεὺς καταδῦναι ὅμιλον Τρώων".

(v. 232) Εἶτα ἑρμηνεύων, τί δηλοῖ τὸ ὁ τλήμων, φησὶ "αἰεὶ γάρ οἱ" καὶ οὐ νῦν μόνον, "ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα". διὸ μετ' ὀλίγα καὶ πολύτλαν αὐτὸν καλεῖ, ὡς καὶ ἐν τοῖς πρὸ τούτων. Δῆλον δ' ὅτι παρὰ τοῖς ὕστερον τλήμων καὶ ὁ ἐλεεινὸς λέγεται. ὅθεν καὶ τὸ "ἔλεξε πάντων τλημονέστατον λόγον". Τὸ δὲ "ἐτόλμα" καὶ δήλωσίς ἐστι τοῦ τολμήεντα τὸν Ὀδυσσέα εἶναι, ὁποίου χρεία εἰς τὴν τῶν προκειμένων κατασκόπευσιν. Σημείωσαι δὲ ὅτι τὸ "ἐθέλω", καθὰ καὶ ἀλλαχοῦ ἐφάνη, οὐ μόνον παρὰ τῷ ποιητῇ τρισυλλάβως προφέρεται ἀεί, ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις τὸ πλέον μετὰ τοῦ ε, ὡς καὶ Αἴλιος Διονύσιος παρασημειοῦται. Ὅθεν, φησί, καὶ ἐθελοντὴς ὁ αὐθαιρέτως τι [53] ποιῶν. ἐκαλοῦντο δὲ καὶ ἐθελονταὶ διδάσκαλοι, δραμάτων δηλαδή, ὅτε τις μὴ λαβὼν χορὸν μηδὲ χορηγητὴν ἔχων ἑαυτῷ τὰ πάντα παρεῖχε. Ἰστέον δὲ καὶ ὅτι τὸ μάλα ἐθέλειν διὰ τιμὴν τοῦ πατρὸς Νέστορος κατά τι ἐξαίρετον τῷ Νεστορίδῃ ἐπιλέλεκται, καὶ ὅτι μάλιστα τὸν Ὀδυσσέα ἐσέμνυνε, τλήμονα εἰπὼν καὶ ἑξῆς, ὡς τά τε ἄλλα καὶ τὰ τοιαῦτα τλητικόν τε καὶ ἐνεργέστατον. δι' οὗ καὶ ἐνέφηνεν ὁ ποιητὴς ὡς αὐτὸν ἐπιλέξεται εἰς ὀπαδὸν τῷ Διομήδει. Ὅρα δὲ ὅτι τοῖς μὲν ἄλλοις τοῦ ἐθέλειν ῥήμασι τὸ ἕπεσθαι μόνον κατὰ κοινοῦ προσήρμοσεν, εἰς δὲ τὸ "ἤθελεν Ὀδυσσεύς" μεῖζόν τι ἔφη, τὸ καταδῦναι Τρώων ὅμιλον.

(v. 234) Ὅτι τὸ "Διόμηδες, ἐμῷ κεχαρισμένε θυμῷ" ταὐτόν ἐστι τῷ φέρων χάριν, ὅπερ ἐν τῇ πρὸ ταύτης ῥαψῳδίᾳ κεῖται. τῆς αὐτῆς δὲ σημασίας ἐστὶ καὶ τὸ ἦρα φέρων, ὡς προδεδήλωται. Ὅρα δὲ ὅτι Νέστωρ μὲν δημαγωγικῶς "ὦ φίλοι" εἶπεν, οὐκ ἂν δή τις ποιήσῃ τάδε, ὁ δὲ βασιλεύς, ἰδιάσας ἕν τι πρόσωπον, ἀκολούθως φησὶ "Διόμηδες, ἐμῷ κεχαρισμένε θυμῷ", τουτέστι φίλε. Ἕκτωρ μέντοι μεγαλιζόμενος διὰ τὸ βαρβαρικὸν τύραννον οὐδὲν τοιοῦτον ἐν τοῖς ἑξῆς ἐρεῖ, ἀλλὰ ἁπλῶς ἐρωτήσει "τίς ἄν μοι ὑποσχόμενος τελέσειεν;"

(v. 235-239) Ὅτι εἰς ἐπιλογὴν βοηθοῦ κρείττονος ἐκ πολλῶν, καὶ μάλιστα εἴπερ εὐγενεῖς εἰσιν οἱ ἐπικουρεῖν ἐθέλοντες, χρήσιμον τὸ "τὸν μὲν δὴ ἕταρόν γ' αἱρήσεαι, ὅν κ' ἐθέλῃσθα φαινομένων τὸν ἄριστον, ἐπεὶ μεμάασί γε πολλοί. μηδὲ σύ γ' αἰδόμενος σῇσι φρεσὶ τὸν μὲν ἀρείω καλλείπειν, σὺ δὲ χείρονα ὀπάσεαι, αἰδοῖ εἴκων, ἐς γενεὴν ὁρόων μηδ' εἰ βασιλεύτερός ἐστι". Ὁ βασιλεὺς δὲ ταῦτα τῷ Διομήδει λέγει δέει τῷ ἐπὶ τῷ ἀδελφῷ.

(v. 240) Φησὶ γὰρ "ὣς ἔφατ'· ἔδδεισε δὲ περὶ ξανθῷ Μενελάῳ", οἷα, ὡς ἐρρέθη, ἐθέλοντι καὶ αὐτῷ, ὑπεκκλέπτων οἷον ἐκεῖνον τοῦ κινδύνου. Διδάσκει δ' ἐν τούτοις ὁ ποιητής, ὅτι πολλάκις ἡ αἰδὼς τὸν μὴ βουλευόμενον ὀρθῶς ἐκκρούει τοῦ συμφέροντος, καὶ ὅτι δεῖ τὸν ἐθέλοντά τι γενναῖον ποιεῖν τοὺς πρὸς τὰ ἔργα χρησίμους ἐπιλέγεσθαι, οὐ μὴν τοὺς πλουσίους ἢ εὐγενεῖς.

(v. 235) Ὅρα δὲ ὅτι τε διαφέρει τὸ ἐθέλειν τοῦ αἱρεῖσθαι, ὡς δηλοῖ καὶ τὸ [54] "ἕταρον αἱρήσεαι ὅν κ' ἐθέλησθα". τοῦτο μὲν γὰρ ἀντὶ τοῦ "ὃν ἂν βούλῃ καὶ ἐπιθυμῇς", ἐκεῖνο δὲ ἀντὶ τοῦ προκρινεῖς. οὕτω δὲ καὶ ἕτερον τοῦ ἑλέσθαι, τὸ προκρῖναι καὶ ἐπιλέξασθαι.

(v. 237 s.) Καὶ ὅτι τὸ "σύ" ἐνταῦθα δὶς εἶπεν, ὧν τὸ δεύτερον κατὰ τὸ παρέλκον. ἤρκει γὰρ καὶ ἅπαξ ῥηθῆναι. σχεδιασμοῦ δὲ καὶ τοῦτο ἔμφασις. τὸν ὅμοιον τρόπον καὶ παρὰ Σοφοκλεῖ ἐν τῷ "ὥστ' εἴ τις δύο ἢ καὶ πλείους τις ἡμέρας λογίζεται, μάταιός ἐστι" περιττεύει τὸ δεύτερον ἀόριστον ὄνομα. Τὸ δὲ "ὀπάσσεαι" ἦν καὶ ἀπαρεμφάτως εἰπεῖν πρὸς ἀκολουθίαν τοῦ καλλείπειν. ἔστι δὲ νῦν ὀπάζεσθαι οὐ τὸ παρέχειν, ἀλλὰ τὸ προσλαμβάνεσθαι εἰς ὀπαδόν. Τὸ δὲ "αἰδοῖ εἴκων" παράφρασις ἢ περίφρασίς ἐστι τοῦ αἰδόμενος. διὸ καὶ ὥσπερ ἐκεῖ πρόκειται τὸ σύ ἐν τῷ "μὴ σύ γ' αἰδόμενος", οὕτω καὶ ἐνταῦθα "σὺ δὲ αἰδοῖ εἴκων", κατά τι σχῆμα ἐπαναφορᾶς.

(v. 240) Τὸ δὲ "ἔδδεισε περὶ Μενελάῳ" δημοκοπεῖται. δῆλον γὰρ ὡς τὰ τῷ δέει σύστοιχα ῥήματα τὴν περι πρόθεσιν δοτικῇ συντάσσουσιν, οἷον τὸ δειλιᾶν, τὸ δεδιέναι, τὸ δείδω, ἐφ' ὧν ἡ περι πρόθεσις ὡς ἰσοδυναμοῦσα τῇ ἐπι τὴν δοτικὴν ἔχει σύνταξιν.

(v. 242-247) Ὅτι πολλῶν, ὡς ἐρρέθη, ἐθελόντων ἕπεσθαι τῷ Διομήδει, αὐτὸς πεισθεὶς οἷς ὁ εὐρυκρείων εἶπε, τὸν ἀρείω προκρίνει Ὀδυσσέα, εἰπὼν πάνυ πεπαιδευμένως "εἰ μὲν δὴ ἕταρόν γε κελεύετε ἔμ' αὐτὸν ἑλέσθαι", ὡς ὑμεῖς μή, καθὰ δηλαδὴ ὡς ἐπὶ πολὺ γίνεσθαι εἴωθε, ἐπιλεγόμενοι, "πῶς ἂν ἔπειτ' Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην, οὗ πέρι μὲν πρόφρων κραδίη καὶ θυμὸς ἀγήνωρ ἐν πάντεσσι πόνοισι, φιλεῖ δέ ἑ Παλλὰς Ἀθήνη. τούτου γε ἑσπομένοιο καὶ ἐκ πυρὸς αἰθομένοιο ἄμφω νοστήσαιμεν, ἐπεὶ περίοιδε νοῆσαι". Ἃ δὴ δραστήριον καὶ φρόνιμον ἄνδρα χαρακτηρίζει, καὶ τὸ τοῦ Διομήδους δὲ ἦθος ὑπεμφαίνει κατὰ τοὺς παλαιοὺς φιλότιμον καὶ σὺν ἀσφαλείᾳ φιλοκίνδυνον.

[55] Ἐν δὲ τοῖς ῥηθεῖσιν ὅρα καὶ τὸ σεμνὸν καὶ εὐπαίδευτον τοῦ ἥρωος. αὐταρκῶν γὰρ ἑαυτῷ τὰ εἰς ἀνδρίαν οὐχ' ὡς ἀνδρειότερον τῶν ἄλλων ἐπιλέγεσθαι τὸν Ὀδυσσέα φησίν, ἀλλ' ὡς φίλον Ἀθηνᾷ, ἤγουν ὡς φρονιμώτερον, ὃ καὶ οἱ ἄλλοι ἂν ὁμολογήσαιεν Ἕλληνες, καὶ οὐδὲ ὁ Νέστωρ ἀκούων δυσχερανεῖ. Διομήδης γὰρ οὐχ' ἁπλῶς φρόνησιν, ἀλλ' ἔμπρακτον φρόνησιν ἐπιλέγεται, ὁποία ἡ τοῦ Ὀδυσσέως ἐστίν. ὁ μέντοι Νέστωρ ἄκρατος αὐτόχρημα σύνεσις ἦν ἀνδρίας ψιλή. ἀφθονήτως οὖν διὰ σοφίαν φησὶν αἱρεῖσθαι τὸν Ὀδυσσέα, ἧς ἅπαντες εἴκουσι τῷ Ὀδυσσεῖ. Ἔτι μὴν ὁ Διομήδης καὶ ὡς θεοφιλῆ πρὸ τῶν ἄλλων αἱρεῖται τὸν Ὀδυσσέα. τοῦτο γὰρ αἰνίττεται καὶ ἐν τῷ "Ὀδυσσῆος θείοιο", καὶ ἐν τῷ "φιλεῖ δέ ἑ Παλλὰς Ἀθήνη". Ὅτι δὲ τοιοῦτος ὁ Ὀδυσσεύς, ἀλλαχόθεν τε δῆλον, καὶ ἐκ τοῦ, ὡς ἐν Ὀδυσσείᾳ λέγεται, ἀναφανδὰ ὑπὸ θεῶν φιλεῖσθαι αὐτόν. Καὶ σημείωσαι ἐν τούτοις ὅτι ἀληθὴς ὁ ἐν τοῖς κινδύνοις ἔπαινος τὰ πολλὰ ὡς παρωθούμενος πᾶσαν αἰδῶ, καὶ ὅτι αἱρετώτερον ἀνδρίας ἐν κινδύνοις ἡ φρόνησις, καὶ ὅτι ἐν πολλοῖς τὴν ἀνδρίαν τῇ φρονήσει ὁ ποιητὴς ἀναγκαίως συζεύγνυσι καὶ ξυνωρίδα ταύτην τοῖς Ἕλλησιν ἐξαρτύει σωτήριον, ὡς ὅτε τὴν Ἀθηνᾶν εἰς τὸ τοῦ Διομήδους ἀνήγαγεν ἅρμα, αὐτὴν τὴν φρόνησιν πεποιηκὼς τῇ ἀνδρίᾳ συμβαίνουσαν, καὶ ὅτε τὸν Νέστορα ἡνιοχοῦντα τῷ αὐτῷ πεποίηκε τὸν ἐν ἥρωσι φρονιμώτατον. καὶ ἐν ταῖς Λιταῖς δὲ ὁ μὲν τῶν πρέσβεων ἀνδρεῖος, ὁ δὲ λοιπὸς ἐπὶ συνέσει λαμπρός. καὶ νῦν δὲ ὁ Διομήδης τὸν Ὀδυσσέα ὡς τοιοῦτον ἐπιλέγεται. Ὅλως γὰρ τὰ ἐν πολέμοις σεμνὰ δυσὶ ταύταις ἀρεταῖς, ἀνδρίᾳ καὶ φρονήσει, κατεργάζονται.

(v. 243) Ὅρα δὲ καὶ ἐνταῦθα ἐρώτησιν ἁπλῆν δοκοῦσαν ἔχειν τὸ ἄλυτον ἐν τῷ "πῶς ἂν [ἔπειτ' Ὀδυσῆος λαθοίμην". ὡς γὰρ μὴ δυνατὸν ὂν λαθέσθαι ἠρώτηται. Σημείωσαι δέ, ὅτι συμβάλλεταί τι ἐνταῦθα τὸ "θείοιο", οἷα μὴ ἐξὸν ὂν ὥσπερ θεοῦ, οὕτως οὐδὲ θείου ἀνδρὸς λαθέσθαι. καὶ τὸ "λαθοίμην" δὲ συντελεῖ τι ὁμοίως. οὐ γὰρ εἶπε, πῶς ἂν ἑλοίμην τινὰ πρὸ τοῦ Ὀδυσσέως, ἵνα μὴ καὶ φθόνον ὑποκινήσῃ κατὰ τοῦ ἥρωος, [56] ἀλλὰ μετριώτερον ἔφη· πῶς ἂν λαθοίμην τοῦ ἑτάρου. Ἰστέον δὲ καὶ ὅτι καὶ ἐν τῷ στίχῳ τούτῳ κεῖται ἀργὸν μὲν τὸ] ἔπειτα, δι' ἑνὸς δὲ σ τὸ Ὀδυσῆος.

(v. 244) Τὸ δὲ "ἀγήνωρ" ἀριδήλως καὶ ἐνταῦθα ἔπαινον δηλοῖ. οὐ γὰρ ἄν, ὡς καὶ προείρηται, ψέγοι τὸν Ὀδυσσέα εἰπὼν ἀγήνορα ὁ οὕτως αὐτὸν ἐξαίρων, ὥσπερ οὐδὲ ἑαυτὸν ἔψεγε πρὸ ὀλίγων εἰπὼν "ἐμὲ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ", ὅπερ καὶ ὁ Δόλων ἐν τοῖς ἑξῆς ἐρεῖ ἐπὶ ἀνδρίᾳ ἑαυτὸν συνιστῶν.

(v. 246) Τὸ δὲ "τούτου γ' ἑπομένοιο" τῷ ἐξ ἀσυνδέτου ἀποστατικῷ σχήματι ἐνδιάθετον φαίνει τῷ Διομήδει τὸν λόγον κατά τι θαῦμα ἐκπληκτικόν. Πῦρ δὲ αἰθόμενον πρὸς διαστολὴν εἶπεν. Εἰσὶ γὰρ πολλὰ πυρὰ μὴ αἰθόμενα, ὡς τὸ τῆς μάχης καυστηρὸν καὶ δάϊον, ἐξ οὗ καὶ δαΐς λέγεται, καὶ τὸ τοῦ θράσους καὶ θάρρους, ἅπερ ἐκ τοῦ θέρω θέρσω παράγεται, καὶ τὸ παρὰ τοῖς ῥήτορσι καρδιακὸν πῦρ, ὅ ἐστι τὸ κατὰ διάθεσιν ζέον. Οἱονεὶ γοῦν λέγει, ὡς οὐ μόνον τὰ τοιαῦτα πυρὰ φευξούμεθα ἑπομένου τοῦ Ὀδυσσέως, τὰ κατὰ μεταφορὰν δηλαδὴ οὕτω καλούμενα, ἀλλὰ καὶ ἐξ αὐτοῦ νοστήσομεν τοῦ αὐτόχρημα πυρός, εἴπερ εἰς αὐτό πως ἐμπεσούμεθα, τὸ καινότατον. εἰ γὰρ θεῖος ὡς ἐρρέθη, ὁ Ὀδυσσεύς, οὐδ' ἂν καταναλωθείη ῥᾷον πυρί. Ἐν τούτοις δὲ ὅρα καὶ τὰ πάρισα, τὸ "πάντεσσι πόνοισι" καὶ "ἑπομένοιο" καὶ "αἰθομένοιο", ἐπορχουμένου οἷον τοῦ ἥρωος τῇ φράσει διὰ τὸ ἐγκωμιαστικὸν εἶδος.

(v. 247) Τὸ δὲ "περίοιδε νοῆσαι" λεληθότως εἰς ἶσον, εἰ μὴ καὶ μεῖζον τοῦ Νέστορος ἄγει τὸν Ὀδυσσέα. εἰ γὰρ περίοιδε νοῆσαι, ἤγουν περιττῶς οἶδε νοεῖν, οὐκ ἄν τις ῥᾳδίως τοῦ οὕτω περιττοῦ νοεῖν ἔχοι τὸ μεῖζον. Ἐνταῦθα δὲ καὶ ὡς ἐπιστήμην ὑποβάλλει γνῶναι τὴν νόησιν. τὸ γὰρ οἶδε καὶ τὸ εἰδέναι καὶ τὰ τοιαῦτα ἐπιστημονικαὶ [57] λέξεις εἰσί. Κἀκεῖνο δὲ ἰστέον ὅτι τὰ εἰς τὸν Ὀδυσσέα ταῦτα παραφρασθέντα πλατὺν ἐξαρτύσουσιν ἔπαινον ἀνδρὸς ἡρωϊκοῦ.

(v. 249 s.) Ὅτι Χίλων ἢ κατά τινας Πιττακὸς ὁ σοφὸς θρυλούμενον ἀπόφθεγμα ἔφη τὸ "μηδὲν ἄγαν", καὶ ἔστι καλῶς ἀοίδιμον. Πρὸ δέ γε αὐτοῦ καὶ τοῦτο παρέδωκεν ὁ ποιητής, ἐν οἷς ὁ παρ' αὐτῷ λόγιος Ὀδυσσεὺς ἔργοις μᾶλλον ἢ λόγοις τὴν ἀρετὴν ἐπιδείκνυσθαι θέλων πρὸς τὸν Διομήδην ἐπαινοῦντά φησι "Τυδείδη, μήτ' ἄρ με μάλ' αἴνεε, μήτε τι νείκει", μάλα δηλαδή. καὶ αἰτίαν τοῦ λόγου ἐπάγει τὸ "εἰδόσι γάρ τοι ταῦτα μετ' Ἀργείοις ἀγορεύεις". περιττὸς γὰρ ὁ ἐν ἐπηκόῳ τῶν φίλων ἔπαινος, δεῖ δὲ πρὸς ἀγνοοῦντας ἐπαινεῖν. αὐτὸς οὖν Ὀδυσσεὺς ἐν ἀγνοοῦσι περιαυτολογῶν φησι "εἰμὶ Ὀδυσσεὺς Λαερτιάδης, ὃς πᾶσιν ἀνθρώποισι δόλοισι μέλω καί μευ κλέος οὐρανὸν εὐρὺν ἱκάνει". ἐθέλει δὲ καὶ ὁ ἐν Ὀδυσσείᾳ Ποσειδῶν βωμὸν σχεῖν δι' Ὀδυσσέως παρ' ἀνθρώποις, οἳ οὐκ ἴσασι θάλασσαν καὶ διὰ τοῦτο οὐδὲ Ποσειδῶνα θαλάσσιον. Σημειοῦνται δὲ ἐνταῦθα οἱ παλαιοὶ καί, ὅτι ὁ σπουδαῖος θέλει μὲν εὐφημίαν, οὐκ ἀνέχεται δὲ αὐτῆς. Ὅτι δὲ φύσει χαίρουσιν οἱ πλείους τοῖς εἰς ἑαυτοὺς ἐπαίνοις, δηλοῖ καὶ ὁ μετὰ θάνατον στεφανοῦσθαι τὸν ἑαυτοῦ τάφον ἐθέλων τῆς διὰ μακροῦ χάριτος ἕνεκα, ἔτι δὲ καὶ ὁ μήτε χρυσὸν ἐν δόμοις αὐτῷ εἶναι θέλων μήτε Ὀρφέως κάλλιον ὑμνεῖν μέλος, εἰ μὴ ἐπίσημος εἴη τὴν τύχην. Ὡς δὲ καὶ ἠρέμα φιλονεικούμενός τις ἀνέξεταί ποτε, καὶ ὁ Διομήδης μὲν ἐδήλωσέ που φθάσας, παρίστησι δὲ αὐτὸ καὶ ὁ εἰπὼν "ἔλεγχ' ἐλέγχου". Ἰστέον δὲ ὅτι τε χρήσιμον ἐν τῇ ῥηθείσῃ γνώμῃ τοῦ ποιητοῦ εἰς μὲν τὸ "μή με μάλ' αἴνεε" τὸ "βάρος τι κἂν τῷδ' ἐστιν αἰνεῖσθαι λίαν", εἰς δὲ τὸ "μήτε τι νείκει" τὸ "τὰ σκληρὰ γάρ τοι, κἂν ὑπέρδικ' ᾖ, δάκνει", καὶ ὅτι τὸ αἰνεῖν ὁμώνυμός ἐστι λέξις. Ἐν γοῦν τῷ Αἰλίου Διονυσίου Λεξικῷ γράφεται οὕτως· αἰνεῖν, τὸ ἀναδεύειν καὶ ἀνακινεῖν κριθὰς ὕδατι φύροντα. Φερεκράτης "νῦν ἐπιχεῖσθαι τὰς κριθὰς δεῖ, πτίττειν, φρύγειν, ἀναβράττειν, αἰνεῖν". Παυσανίας δὲ ἐν τῷ [58] κατ' αὐτὸν ῥητορικῷ Λεξικῷ οὐ διὰ διφθόγγου γράφων αἰνεῖν ἀλλὰ διὰ μόνου τοῦ α διχρόνου φησίν· ἀνεῖν ‹ἐν› ἐκτάσει ἔχει τὸ α, δηλοῖ δὲ τὸ πτίσσειν, ὡς Ἀριστοφάνης ἐν Εἰρήνῃ δηλοῖ, καὶ Φερεκράτης δέ φησι· "νῦν δ' ἐπικεῖσθαι τὰς κριθὰς δεῖ, πτίσσειν, φρύγειν, ἀποβράττειν, ἄνειν, ἀλλέξαι, μάξαι, τὸ τελευταῖον παραθεῖναι". Λέγει δὲ καὶ ὅτι διαφέρει τὸ πτίσσειν τοῦ ἄνειν. τὸ μὲν γὰρ πτίσσειν γίνεται, ἵνα τὸ πτισσόμενον ἀπολίποι τὸ πιτυρῶδες ἄχυρον, τὸ δὲ ἄνειν ἐπὶ ξηρῶν, ὥσπερ καρύων, ἵνα τὸ ἀχυρῶδες αὐτῶν περικαὲν ἀφαιρεθείη. Ὅτι δὲ ἐκ τοῦ πτίσσειν καὶ ἄνειν τῶν εἰρημένων ἡ πτισσάνη σύγκειται, ἐν τῇ δ΄ ῥαψῳδίᾳ προγέγραπται. Ἐν ἄλλοις δὲ φέρεται καὶ ταῦτα· αἰνεῖν, τὸ ἀναβράττειν ἀληλεσμένον σῖτον, καὶ πτισσάνη παρὰ τὸ πτίσσειν καὶ αἰνεῖν. οἱ δέ· τὸ ἀναποιεῖν ταῖς χερσὶ τὸν σῖτον ὕδατι ῥάναντας. ἴσως δὲ ἀπὸ τοῦ, ὡς εἴρηται, πτίσσειν γίνεται καὶ πίσον τὸ ὄσπριον, ὃ καὶ πίσσος λέγεται. [Ὅτι δέ φαμεν αἰνεῖν καὶ τὸ συγκατατίθεσθαι, ὃ δὴ καὶ συναινεῖν λέγεται, καὶ ἄλλως δὲ αἰνεῖν κατ' εὐφημισμοῦ σχῆμα τὸ ἔρρειν ἐᾶν, ὡς τὸ "νῆ' ὀλίγην αἰνεῖν", ἀντὶ τοῦ ἔρρειν ἔα τὴν μικρὰν νῆα, οἶδεν ἡ ὀρθὴ μάθησις.]

(v. 251) Ὅτι τὴν ὥραν ὑποδεικνὺς Ὅμηρος, καθ' ἣν οἱ Ἑλληνικοὶ σκοποὶ στέλλονται, φησὶν "ἀλλ' ἴομεν, μάλα γὰρ νὺξ ἄνεται, ἐγγύθι δ' ἠώς".

(v. 252 s.) Εἶτα καὶ ἄλλως τὸ αὐτὸ φράζων φησὶν "ἄστρα δὲ δὴ προβέβηκεν", εἶτα καὶ πλατύτερον ἐφερμηνεύων φησὶν "παρῴχηκε δὲ πλέω νὺξ τῶν δύο μοιράων, τριτάτη δ' ἔτι μοῖρα λέλειπται". Σημείωσαι δὲ ὅτι ἐν τούτοις μίαν ἔννοιαν τετραχῶς μετεποίησεν Ὅμηρος. εἰπὼν γὰρ "μάλα νὺξ ἄνεται", ἤγουν τελειοῦται, ἐπήγαγε διασαφητικῶς "ἐγγύθι δ' ἠώς", εἶτα ὁμοίως "ἄστρα δὲ δὴ προβέβηκε", καὶ πάλιν "παρῴχηκε δέ", καὶ ἑξῆς. Οὕτω πολυτελὴς ἐν πολλοῖς τὴν φράσιν ἐστίν, ἐν καιρῷ μέντοι οὐκ αἰδεῖται καὶ ταὐτολογῶν ἀπαραποιήτως. μετ' ὀλίγα τοίνυν τὸ "ὅπλοις ἐνὶ δεινοῖσιν ἐδύτην" δὶς λέγει, δηλῶν ὅτι πῇ μὲν ποικιλτέον τοὺς λόγους, πῇ δὲ τὰ αὐτὰ λαλητέον. Ἰστέον δὲ καὶ ὅτι τριφύλακτον κατὰ τοὺς [59] παλαιοὺς ὁ ποιητὴς βούλεται εἶναι τὴν νύκτα, ὅ ἐστι τριῶν φυλακῶν, τριμερῆ ποιῶν αὐτήν, καθὰ καὶ τὴν ἡμέραν, ὅτε εἴπῃ "ἔσσεται ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ". Ὅρα δὲ καὶ ὅτι φιλοσοφεῖ κἀνταῦθα ὁ πολυμήχανος, ὁ ἐν Ὀδυσσείᾳ Πλειάδας ὁρῶν καὶ Ὑάδας καὶ τὰ ἑξῆς ἄστρα, καὶ ἐκ τῶν ὑπὲρ γῆν νυκτερινῶν ζῳδίων τὴν ὥραν καταμανθάνει, καὶ ἐκ βαλβίδων, ὅ φασιν, αὐτῶν τὴν σοφίαν ἐκφαίνει, δι' ἣν αὐτὸν ὁ Διομήδης ἑταρίζεται. Ἔτι δὲ φιλοσοφεῖ καί, ὡς κυκλοφορίαν οὐρανοῦ ὑποδηλῶν, ἐκ τοῦ τὰ μὲν ἀνίσχειν τῶν ἄστρων, τὰ δὲ καταδύεσθαι. Ὁ δὲ νοῦς τοῦ χωρίου ἀμφίβολός ἐστι κατὰ τριπλῆν ἔννοιαν. ἄδηλον γὰρ εἴτε τῶν δύο μοιρῶν τὴν πλέω μοῖραν παρῴχηκεν ἡ νύξ, ὡς λείπεσθαί τι καὶ αὐτῶν τῶν δύο μοιρῶν καὶ τὸ ὅλον τριτημόριον, ἢ αἱ δύο ὅλαι μοῖραι παρῴχοντο καὶ σὺν αὐταῖς μέρος τι καὶ τῆς τρίτης, ὡς μὴ ὅλην αὐτὴν περιλείπεσθαι, ἢ παρῴχηκε τὰ πλέω, ἤγουν ἡ νὺξ μόνων τῶν δύο μοιρῶν, τὸ δὲ ἔλαττον, τουτέστιν ἡ ὅλη τρίτη μερίς, λέλειπται. Τὸ δὲ "πλέω", εἰ μὲν δίχα τοῦ ν γράφεται, δηλοῖ ἄν, ὡς ἡ νὺξ κατὰ πλέω μοῖραν τῶν δύο παρῆλθεν, ἢ καθ' ὑπερβατόν, ὅτι ἄστρα τὰ πλέω τῶν ἀφ' ἑσπέρας ὑπὲρ γῆν ὄντων τὰ τῶν δύο μοιρῶν ᾤχετο. εἰ δὲ μετὰ τοῦ ν γράφεται, λέγοι ἄν, ὅτι παρῴχετο πλέων νὺξ τῶν δύο μοιρῶν. Ἄριστος δὲ κατασκόποις ὁ τοιοῦτος καιρός, ὅτε εἰκὸς ἐκφροντίζειν τοὺς τῶν ἀπ' ἐναντίας φύλακας καὶ ἀνίεσθαι. διὸ συγκροτῶν Ὅμηρος τὴν τοιαύτην βουλὴν ποιεῖ καὶ τοὺς Τρῶας τηνικαῦτα βουλευσαμένους [60] ὅμοια, ὡς ἐν τοῖς ἑξῆς φανήσεται.

(v. 251) Ἰστέον δὲ ὅτι τε τὸ "ἴομεν" ἐνεστῶτος ὁριστικοῦ δίκην συστέλλει τὴν παραλήγουσαν, καὶ ὅτι τοῦ νύξ ἄνεται, ὅ ἐστι τελειοῦται, διασαφητικόν ἐστι τὸ "ἐγγύθι δὲ ἠώς", ἤγουν ὄρθρος, καὶ ὅτι πρωτότυπον τοῦ ἀνύω τὸ ἄνω κείμενον καὶ ἐν Ὀδυσσείᾳ, καὶ ὅτι Ὅμηρος μέν, ὡς ἐν ῥητορικῷ εὕρηται Λεξικῷ, τῶν δύο φησί, ἀκολούθως δηλαδὴ τῇ Ἀτθίδι καὶ τῇ κοινῇ, Ἴωνες δὲ γενικὴν μὲν δυῶν, δοτικὴν δὲ δυσίν, ἀφ' ἧς τὴν δύεσιν Αἰολεῖς ἐπεξέτειναν. Ἔτι Ὅμηρος τῶν Ἀττικῶν δύω λεγόντων ἐπὶ δυϊκῆς σχέσεως καὶ τὴν πλαγίαν δυοῖν ἀποδιδόντων, ἔστι δὲ ὅτε καὶ δυεῖν, ἀλλ' αὐτὸς οὐ μεταβάλλει τὰς πτώσεις, ἐπεὶ μηδὲ τῷ δύω δυϊκῶς χρῆται, ἤγουν κατὰ ἀναλογίαν δυϊκοῦ τελικοῦ, ἀλλὰ ποιητικῶς κατὰ ἐπέκτασιν μέτρου. οὐ γὰρ μόνον "Ἀτρείδα" φησὶ "μάλιστα δύω κοσμήτορε λαῶν", καὶ "υἷε δύω Μέροπος Περκωσίου", καὶ "ἐν δὲ δύω ποίησε πόλεις", καὶ "δύω χρυσοῖο τάλαντα", ἀλλὰ καὶ ἐπὶ γενικῆς χρῆται τῷ δύω "πέτρη τε ξύνεσίς τε δύω ποταμῶν ἐριμύκων", καὶ ἐπὶ δοτικῆς "δινωτὴν φορέεσκε δύω κανόνεσσ' ἀραρυῖαν". Λέγει δὲ τὸ αὐτὸ Λεξικὸν καί, ὅτι τὸ δυοῖν καὶ ἐπὶ δοτικῆς παρὰ Ἀττικοῖς, οἷον "δυοῖν γυναικοῖν εἷς ἀνὴρ οὐ στέργεται". ἐν ἑτέρῳ δὲ τόπῳ φησὶ καί, ὅτι δύο καὶ ἐν τῷ ω δύω, ἤγουν δύο διὰ τοῦ ο μικροῦ καὶ δύω κατὰ ἔκτασιν, Ἀττικοὶ λέγουσιν ἑκατέρως, δυοῖν τε ἐπὶ γενικῆς καὶ δοτικῆς, τὸ δὲ δυεῖν σπάνιον παρὰ τοῖς παλαιοῖς, ἔστι δ' ὅμως παρὰ Θουκυδίδῃ. λέγουσι δὲ καὶ τῶν δύο καὶ τοῖς δύο. τὸ δὲ δυσί βάρβαρον, φησί, καὶ κατὰ χρῆσιν Ἀττικὴν καὶ κατὰ λόγον γραμματικόν. λέγει δὲ καί, ὅτι νεωτέρων τὸ γράφειν δυεῖν. οὐδὲν γὰρ δυϊκὸν εἰς ειν λήγειν φασὶν οἱ ἀναλογικοί. Ὅμηρος δέ, φησί, ἐπὶ [61] μὲν ὀρθῆς δύο λέγει, οὕτω "δύο δ' αἰὲν ἔχον πατρώϊα ἔργα", ἐπὶ δὲ γενικῆς "τῶν δύο μοιράων", ἐπὶ δὲ αἰτιατικῆς "τὰς δύο χαλκείας", ἐπὶ δὲ κλητικῆς κατὰ ἔκτασιν "δεῦτε δύω μοι ἕπεσθον".

(v. 254 et 272) Ὅτι ταὐτολογεῖ καὶ ἐνταῦθα, εἰπὼν ἐν δυσὶ τόποις, ὡς καὶ προεδηλώθη, τὸ "ὅπλοις ἐνὶ δεινοῖσιν ἐδύτην", ὅ ἐστιν ὡπλίσθησαν. οὕτω δὲ δὶς ἐρεῖ καὶ τὸ "ἀμφὶ δέ οἱ κυνέην κεφαλῇφιν ἔθετο". τοῦτο δὲ παραφράσας μετ' ὀλίγα παρεποίησεν ἐξ αὐτοῦ τὸ "Ὀδυσῆος πύκασε κάρη ἀμφιτεθεῖσα". Γέγονε δὲ καὶ νῦν ἡ ταὐτολογία ἢ πρὸς ἔνδειξιν σχεδιασμοῦ, ἢ διότι παραδέδοται, ὡς οὐκ ἐξ ἀνάγκης μεταποιεῖν χρὴ τὰ φρασθέντα καλῶς. Καὶ ὅρα τὸ "ἐδύτην", οὗ καθ' ὁμοιότητα νοητέον καὶ τὸ "δυσμενέων δῦναι στρατόν", καὶ "καταδῦναι Τρώων ὅμιλον", ἵνα ὥσπερ τὰ ὅπλα, οὕτω καὶ οἱ πολέμιοι κύκλῳ ἀμπέχωσι τὸν ἀριστέα καὶ οἷον ἐνδύωσι. Ταῦτα δὲ συντελεῖ καὶ εἰς τὸ "λάϊνον ἕσσο χιτῶνα". ὡς γὰρ δύεταί τις ὅμιλον Τρώων καὶ πόλιν Τρώων καὶ ὅπλα, οὕτω καὶ λίθους, ὧν ἐντὸς γίνεται. Ὅρα δὲ καὶ ὅτι ἐπὶ πολεμικῶν τευχέων καὶ νῦν τὰ ὅπλα κεῖται, δεινὰ λεχθέντα, ὡς δεινοῦ πολέμου ὄργανα ὄντα, πρὸς διαστολὴν ἑτεροίων ὅπλων τῶν καθ' ἑτέρας τέχνας, [ὧν τὰ ὅπλα οὐχ' οὕτω δεινά. Ὅρα δὲ ὡς τὴν τῶν ὅπλων δεινότητα οἷον ἐγάνωσε γλυκύτητι κάλλους τοῦ ἐκ τῶν παρίσων, ἅπερ εἰσὶ τὸ "ὅπλοισι δεινοῖσι".]

(v. 271) Τὸ δὲ "πύκασε κάρη ἀμφιτεθεῖσα" διαστέλλει καὶ αὐτό. ἔστι γὰρ καὶ ἑτέρα τις κυνῆ, οὐ πυκάζουσα πολέμου νόμῳ κάρη, ἀλλὰ πρὸς ἑτεροίαν διεσκευασμένη φυλακήν, ὁποία τις καὶ παρὰ Σοφοκλεῖ ἐν τῷ "ἡλιοστερὴς κυνῆ πρόσωπα Θεσσαλίς νιν ἀμπέχει", ὅ ἐστι σκέπει τὴν αὐτῆς κεφαλὴν κυνῆ σκιάζουσα τὸν ἥλιον, ὡς μὴ κατακαίειν τὸ πρόσωπον. εἴη δ' ἂν ἴσως αὕτη κατὰ τὸν παρ' Ἡσιόδῳ ἀσκητὸν πῖλον, πλὴν ὅσον ἐκεῖνος μὲν κοινότερον ἐπινενόηται, ἵνα ὄμβρος οὔατα μὴ καταδεύῃ, ταύτην δὲ ὡς ἐξαίρετον ἐσκεύαζον Θετταλοὶ κατὰ ἡλίου καίοντος [πυκάζουσαν, ὅ ἐστι σκέπουσαν. ἐπὶ τοιαύτης γὰρ σημασίας τὸ πυκάζειν κυριολεκτεῖται.]

(v. 255-271) Ὅτι καὶ τὸν ὁπλισμὸν τῶν κατασκόπων παραδιδοὺς Ὅμηρος, ἵνα καὶ δι' αὐτοῦ ποικιλίαν χρησίμην ἐνυφάνῃ τῇ ποιήσει, ἄλλως τε καὶ διὰ παρενθέσεως δὲ ἱστοριῶν, φησί, ὅτι τῷ Διομήδει μὲν ὁ Θρασυμήδης ἔδωκε φάσγανον ἄμφηκες, τὸ δὲ ἑὸν παρὰ νηῒ λέλειπτο, "καὶ σάκος, ἀμφὶ δέ οἱ κυνέην κεφαλῇφιν ἔθηκε ταυρείην, ἄφαλόν τε καὶ ἄλοφον, ἥ τε καταῖτυξ [62] κέκληται, ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν. Μηριόνης δ' Ὀδυσῆϊ δίδου βιὸν ἠδὲ φαρέτρην καὶ ξίφος, ἀμφὶ δέ οἱ κυνέην κεφαλῇφιν ἔθηκε, ῥινοῦ ποιητήν", ἤγουν πεποιημένην ἐκ δέρματος, "πολέσι δ' ἔντοσθεν ἱμᾶσιν ἐνδέδετο στερεῶς, ἔκτοσθε δὲ λευκοὶ ὀδόντες ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθα, εὖ καὶ ἐπισταμένως, μέσσῃ δ' ἐνὶ πῖλος ἀρήρει. τήν ῥά ποτ' ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαο ἐξέλετο Αὐτόλυκος, πυκινὸν δόμον ἀντιτορήσας, Σκάνδειαν δ' ἄρα δῶκε Κυθηρίῳ Ἀμφιδάμαντι". Ἀμφιδάμας δὲ τῷ Κρητικῷ Μόλῳ "δῶκε ξεινήϊον εἶναι, αὐτὰρ ὅ", τουτέστιν ὁ Μόλος, "Μηριόνῃ δῶκεν ᾧ παιδί", τουτέστι τῷ ἰδίῳ υἱῷ, "φορῆναι. δὴ τότ' Ὀδυσσῆος πύκασε κάρη ἀμφιτεθεῖσα", ἤγουν πυκινῶς καὶ στερεῶς ἐκάλυψε τὴν τοῦ ἥρωος κεφαλήν. Καὶ ὅρα καινήν τινα περιπέτειαν πράγματος, πυκάζει γὰρ νῦν προγονικὴ περικεφαλαία τὴν Ὀδυσσέως κεφαλήν, ἐλθοῦσα διὰ πολλῶν. ἣν πάλαι μὲν ὁ κλέπτης πάππος Αὐτόλυκος ὑφείλετο, νῦν δὲ ὁ Μηριόνης εἶχε κτησάμενος ἐκ διαδοχῆς. Ὅρα δὲ καὶ ὡς, καθά που τὸ τοῦ βασιλέως γενεαλογικῶς ἐξέθετο σκῆπτρον, οὕτω κἀνταῦθα τὴν τοῦ Μηριόνου κυνέην, καὶ ὅτι, ὥσπερ ἐκεῖ τῇ λέξει τοῦ ἔδωκεν ἐπλεόνασεν, οὕτω καὶ ἐνταῦθα διὰ τὸ καίριον, καὶ ὅτι ποικιλίαν ἱκανὴν καὶ ὁ παρὼν ἔχει τόπος, ὡς εἴρηται, τόπους τε ἐκτιθείς· τὸν Ἐλεῶνα, τὴν Σκάνδειαν, τὰ Κύθηρα, καὶ ἡρωϊκῶν μεμνημένος προσώπων, καὶ περικεφαλαίας διαφόρους ἐκτιθείς, ὧν ἡ ἑτέρα ξενίζουσα, καὶ οὕτως ἀνεγείρας τὸ τῆς ἀφηγήσεως ὕπτιον, καὶ τὸν ἀκροατὴν ἀφυπνίσας οἷον εἰς ἐναγώνιον. καὶ οὕτω μὲν ταῦτα. Τοῦ δὲ χωρίου τὰ κατὰ μέρος τοιαῦτα.

(v. 256) Φάσγανον μὲν ἀναγκαίως ἤτοι ξίφος, ὡς Ὅμηρος ἑρμηνεύει, ἑκάτερος τῶν κατασκόπων λαμβάνει ἐκ φυλάκων, βιὸν δὲ μόνος Ὀδυσσεύς, ὡς προμηθὴς τοῦ μέλλοντος καὶ εἰδὼς αὐτὸν μάλιστα χρήσιμον ἐν τοῖς κατὰ νύκτα δόλοις. ὁ γὰρ Διομήδης ἴσως ἀπαξιοῖ τὸ ἑκηβόλον ὅπλον οἷα σταδαῖος ὁπλίτης καὶ ἀγχέμαχος. εἰ δὲ δειλιῶν Ὀδυσσεὺς τόξον χειρίζεται, καθά τινες ἐσημειώσαντο, ἐκείνοις ἂν εἴη τοῦτο γνωστόν. Ὅτι δὲ καὶ προκατασκευὴ τοῦτο τῆς ἐν Ὀδυσσείᾳ τοῦ ἥρωος τοξείας, ὡς καὶ ὀϊστεύειν εἰδότος εὖ μάλα, καθὰ καὶ αὐτός φησί που περὶ ἑαυτοῦ, σεσημείωται καὶ αὐτὸ τοῖς παλαιοῖς. Ἀλλότρια δὲ περιδύονται ὅπλα πιθανῶς οἱ σκοποί, ὅτι μὴ ᾔδεισαν εἰς κινδυνῶδες ἔργον σταλήσεσθαι οἷα κατάσκοποι, ἀλλ' ὡς εἰς βουλὴν ἐξῄεσαν.

(v. 257) Ἐν δὲ τῷ "καὶ σάκος" προσυπακουστέον, ὡς τὸ ἑὸν παρὰ νηῒ λέλειπτο. καθὰ γὰρ τὸ φάσγανον, [63] οὕτω καὶ τὸ σάκος ἐλείφθη ἐν ταῖς ναυσί. Τὸ δὲ "κυνέην ταυρείην" φράσιν ἔχει ἀφελείας ἀρχαϊκῆς. οὔτε γὰρ ἡ κυρίως κυνέη ταυρείη ἂν εἴη, οὔτε ἡ ταυρείη κυνέη, ὅτι μηδὲ ταὐτὸν ταῦρος καὶ κύων. ὑπάγεται γοῦν καὶ τὸ τοιοῦτον τῷ σχηματισμῷ τοῦ "νέκταρ ἐῳνοχόει", καὶ "ἵπποι ἐβουκολοῦντο", καὶ τῶν ὁμοίων, περὶ ὧν ἐν ἄλλοις εἴρηται. Ἰστέον δὲ ὅτι, καθάπερ ἡ μὲν περικεφαλαία γενικόν τι ὄνομα, εἰδικὸν δὲ ἡ κυνέη, διαστελλομένη τῆς ἀπὸ χαλκοῦ ὡς αὐτὴ ἀπὸ κυνείας οὖσα δορᾶς, οὕτω διὰ τὸ πολὺ καὶ ἀρχαῖον τῆς χρήσεως ὡς εἰς γένος μὲν ἡ κυνέη ἀπετάχθη, εἴδη δὲ αὐτῆς ἡ ἐνταῦθά τε ταυρείη καὶ ἡ ἀλλαχοῦ ἰκτιδέη κυνέη καὶ ἡ ἐν Ὀδυσσείᾳ αἰγείη κυνέη καὶ ἡ πρὸ βραχέων δηλωθεῖσα ἡλιοστερής. Ἡ δὲ τοιαύτη φράσις καὶ πολυμάθειαν ἔχει. δηλοῖ γάρ, ὡς καὶ ταύρου δορὰ καὶ ἴκτιδος καὶ αἰγὸς περικεφαλαίαν ἀπαρτίζειν δύναται, καθὰ τὴν ἀρχὴν καὶ ἡ τοῦ κυνός. Τὸ δὲ "κεφαλῇφιν ἔθηκεν" ἀφελῶς μὲν ἔχει, ὡς μὴ τοῦ Διομήδους αὐτὴν φορήσαντος, ἀλλ' ἑτέρου θεμένου αὐτῷ περὶ τὴν κεφαλήν, εὐτυχεῖ, ὅ φασι, χειρί, ὃ δὴ καὶ ἐπὶ Ὀδυσσέως γίνεται. ἀρχὴ δέ ἐστι τοῦ τὴν κυνέην περικεφαλαίαν λέγεσθαι.

(v. 258) Ἄφαλον δὲ καὶ ἄλοφον ταυρείην ὁ Διομήδης φορεῖ, ὡς ἄν, φασί, ἔχοι λανθάνειν. οὐ μόνον γὰρ ἀλαμπὴς ἡ τοιαύτη, ἀλλὰ καὶ χθαμαλή, ὡς μὴ ἔχουσα λόφον ἤτοι τρίχωσιν. διὸ καὶ καταῖτυξ καλεῖται παρὰ τὸ κάτω τετύχθαι. Ἡ δὲ ἄφαλος, ἧς ἡ ἄρχουσα ἐκτείνεται, κατὰ τὸ ἀκάματος καὶ ἀθάνατος, εἴη ἄν, φασί, ἐξ ἀνάγκης καὶ ἄλοφος. Φάλος γάρ ἐστι μικρὸς ὀμφαλός, οὗ ἐκδεῖται ὁ λόφος. Οἱ δὲ περὶ Ἀπίωνα καὶ Ἡρόδωρον οὕτω φασί· φάλοι, ὀμφαλοὶ ἀσπίσι μικραῖς παραπλήσιοι, καὶ κεῖνται κατὰ τὸ μέτωπον, ὑπερέχοντες τῶν ὀφρύων, ἀποσκιάζοντες τὴν τοῦ ἡλίου αὐγήν, οἷαι τῶν Παλλαδίων καὶ τῶν Κορυβάντων αἱ κόρυθες. δηλοῖ δὲ καὶ Ὅμηρος λέγων "τὸν δ' ἔβαλε κόρυθος φάλον, ἐν δὲ μετώπῳ πῆξε". Τὸ δὲ "καταῖτυξ" συστέλλει τὴν λήγουσαν κατὰ τοὺς παλαιούς, καθὰ καὶ τὸ κῆρυξ. Ἰστέον δὲ καὶ ὅτι διάφορα περικεφαλαιῶν εἰσιν εἴδη, ὡς καὶ προείρηται, παρὰ τῷ ποιητῇ, οἷον ἡ τρυφάλεια, ἡ ἀμφίφαλος, ἡ τετράφαλος, ἡ πρὸ μικροῦ ῥηθεῖσα στεφάνη, ἡ νῦν λεχθεῖσα καταῖτυξ, ἔτι δὲ καὶ ἡ, ὡς ἂν εἴποι τις, ὀδοντωτή, ἥτις τὴν τοῦ Ὀδυσσέως ἐπύκασε κεφαλήν, ναὶ μὴν καὶ ἡ τὸν Δόλωνα [64] σκεπάσασα κτιδέη κυνέη, καὶ ἡ κυρίως λεγομένη κυνέη, καὶ ἡ ταυρείη, καὶ ἡ αἰγείη, καὶ ἡ ἁπλῶς ῥινοῦ τινος ποιητή. Τινὲς δὲ καὶ τὴν ῥηθεῖσαν σκάνδειαν περικεφαλαίας εἶδος ἐνόησαν. τὸ δ' ἐστὶν οὐ τοιοῦτον, ὡς ῥηθήσεται.

(v. 259) Τὸ δὲ "ῥύεται κάρη" ἔπαινος μέν ἐστι περικεφαλαίας, εἴληπται δὲ πρὸς ἀκρίβειαν ἐννοίας, ἵνα μή τις οἴοιτο τὴν ταυρείην ἀλυσιτελῆ διὰ τὸ ἐκ δέρματος πεποιῆσθαι. Τὸ δὲ "θαλερῶν αἰζηῶν" εἰς ἔνδειξιν πρόσκειται τοῦ νέοις πρέπειν τὸν πόλεμον, οἷς καὶ κλέος τὸ ἐν μάχῃ πεσεῖν, ὥς που ἐν τοῖς ὕστερον ὁ Ὁμηρικὸς ῥητορεύσει Πρίαμος. ὅθεν καὶ ὁπλότερον ἡ ποίησις τὸν νέον λέγει, ὡς ὅπλοις προσήκοντα. Τὸ δὲ "θαλερῶν" ἔοικε πρὸς διαστολὴν εἰρῆσθαι τῶν μηκέτι τοιούτων, ἀλλ' ἤδη φθινόντων, οἷος ὁ παρὰ Ἡσιόδῳ τεσσαρακονταετὴς αἰζηός.

(v. 262) Τὸ δὲ "ῥινοῦ ποιητήν" ἐπίτηδες διὰ λόγου ποικιλίαν ἀσαφῶς ἔχει. ἡ μὲν γὰρ ταυρείη ὥρισται οἵου δέρματος, αὕτη δὲ οὐ δηλοῦται ποίου ἐστίν, οἱ δὲ ἔντοσθεν αὐτῆς ἱμάντες οὐχ' οὕτω διὰ τὸ δυσδιάλυτον ἦσαν ἐκεῖ, ἀλλ' ἵνα μᾶλλον συνδέωσι τοὺς ἔκτοσθεν κατὰ τὴν ἐπιφάνειαν ὀδόντας, τῶν ἄκρων ἐνιεμένων ἐντός, εἰς ὃ καὶ χρεία ἦν τοῦ, ὡς εἴρηται, εὖ καὶ ἐπισταμένως ἔχειν, ἔξω μὲν ἐρειδομένων ἐγγὺς ἀλλήλων τῶν ὀδόντων, ἐντὸς δὲ δεσμουμένων στερεῶς.

(v. 263) Τὸ δὲ "λευκοὶ ὀδόντες ἀργιόδοντος ὑός" ἔχει ἀδολεσχίαν τινὰ σχεδιαστικήν. ἤρκει γὰρ ἢ λευκοὺς ὀδόντας εἰπεῖν ὑὸς ἢ ὀδόντας ἀργιόδοντος ὑός. εἰ γὰρ λευκοὺς ὀδόντας ἐρρέθη ὁ ὗς ἔχειν, περιττῶς ἀργιόδους πάλιν ἐλέχθη, καὶ εἰ ἀργιόδους, παρέλκει τὸ λευκοὺς ἐπ' αὐτοῦ ὀδόντας εἰπεῖν. δοκεῖ δὲ ὅμως εἰρῆσθαι τὸ λευκοὶ ὀδόντες πρὸς ἑρμηνείαν τοῦ ἀργιόδοντος ὑὸς διὰ σαφήνειαν πλείονα. Δῆλον δὲ ὅτι καινή τις ἦν θέα ἡ τοιαύτη κυνέη στεγανουμένη ὀδόντων πυκνότητι καὶ τῇ ἐκεῖθεν λευκότητι γεγανωμένον στίλβουσα καὶ τῷ ἀσυνήθει ἐκπλήττουσα.

(v. 265) Ὁ δὲ περὶ μέσην αὐτὴν ἡρμοσμένος πῖλος ἐκώλυε τὰ τῶν ὀδόντων ἄκρα ἐντὸς προκύπτοντα λυπεῖν τὴν κεφαλήν. Ἰστέον δὲ καὶ ὅτι πάσῃ μὲν περικεφαλαίᾳ κατὰ τοὺς παλαιοὺς συμβέβηκε πῖλον ἔχειν ἐντός, οἱ δὲ νεώτεροι ὡς ἴδιόν τι ἀκούσαντες ἐνταῦθα τὸ τοῦ πίλου ἔπεισαν τοὺς ζωγράφους πιλίον περιτιθέναι τῷ Ὀδυσσεῖ. καὶ τοῦτο πρῶτος, φασίν, ἐποίησεν Ἀπολλόδωρος ὁ σκιαγράφος. Τὸ δὲ "εὖ καὶ ἐπισταμένως" τῆς αὐτῆς μὲν ἐννοίας εἰσί, φιλοσοφώτερον δὲ τοῦ ἐπισταμένως [65] ἐστὶ τὸ εὖ. δῆλον δὲ ὅτι τὸ εὖ τῶν τεχνιτῶν τὸ ἐπισταμένως ἐστίν, ἤγουν τὸ ἐπιστημόνως, ἐνεργεῖν.

(v. 266) Περὶ δὲ Ἐλεῶνος καὶ Ἀμύντορος καὶ ἐν τῇ πρὸ ταύτης μὲν ῥαψῳδίᾳ εἴρηται. νῦν δὲ ἀναμνηστέον ὡς ἐν βραχεῖ, ὅτι Ἐλεὼν μὲν τόπος Βοιωτίας, ὡς ἐν τῷ Καταλόγῳ γέγραπται, Ἀμύντωρ δὲ Ὀρμενίδης ὁμώνυμος τῷ πατρὶ τοῦ Φοίνικος. τινὲς δὲ τοῦτον αὐτὸν ἐκεῖνον εἶναι ἐνόμισαν. Δῆλον δ' ὅτι ὅθεν ὁ Ἀμύντωρ, ἤγουν ἐκ τοῦ ἀμύνειν, ἐκεῖθεν καὶ ὁ παρὰ τοῖς ὕστερον Ἀμύντας καὶ ὁ Ἀμυνίας τὰ κύρια, ἔτι δὲ καὶ ὁ ἀμυνίας θυμὸς παρὰ τῷ Κωμικῷ.

(v. 267) Αὐτόλυκος δέ, υἱὸς Ἑρμοῦ καὶ Τηλαύγης θυγατρὸς Ἑωσφόρου, δῶρον ἔχων παρὰ τοῦ πατρὸς Ἑρμοῦ, οἷα ἐφόρου τῆς κλεπτικῆς, οὐ μόνον τὸ κλέπτειν ἀλλὰ καὶ τὸ ἀμείβειν τὰς τῶν κλεπτομένων ζῴων ἰδέας. Ἀντιτορῆσαι δὲ τὸ μὴ ἁπλῶς ἀλλ' ἀντικρὺ καί, ὡς εἰπεῖν, διαμπὰξ τρυπῆσαι. καὶ ἔστι τὸ τορῆσαι πρωτότυπον τοῦ τρῆσαι, ἀφ' οὗ καὶ τὸ τρύειν, ὅθεν ἡ τρυτάνη καὶ τὸ τρύπανον. Ὡς δὲ κλέπτης ὁ Αὐτόλυκος, καὶ ὡς πανουργότερος αὐτοῦ ὁ Σίσυφος, καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν δεδήλωται. ἀφ' ὧν ἀμφοτέρων δοκεῖ συμβολήν τινα σχεῖν πανουργίας ὁ Ὀδυσσεύς. Εἰ δὲ ὁ τοιοῦτος Αὐτόλυκος παρακινδυνεύσας εἰς κλοπὴν ῥινοῦ ποιητὴν ἐνοσφίσατο κυνέην, συλλογιστέον ἀξίαν ἐκείνην λόγου εἶναι πολλοῦ. διὸ οὐκ εἶπεν ὡς ὑφείλετο, [66] λέξις δὲ αὕτη κυριολεκτουμένη ἐπὶ κλεπτῶν, καθὰ καὶ τὸ ὑφαιρεῖσθαι, ἀλλ' ἐξείλετο αὐτήν, ὅ ἐστιν ὡς ἐξαίρετόν τι ἔλαβε.

(v. 268) Τὸ δὲ Σκάνδειαν λείπεται προθέσεως, ἵνα ᾖ κατὰ Σκάνδειαν. τινὰ δὲ τῶν νεωτέρων ἀντιγράφων καὶ οὐ πάνυ ἀκριβῶν Σκανδείᾳ γράφουσιν ἀντὶ τοῦ ἐν τῇ Σκανδείᾳ. Ἔστι δὲ ἡ Σκάνδεια ἐπίνειον Κυθήρων κατὰ τὸν τὰ Ἐθνικὰ γράψαντα, καθ' ὁμοιότητα τοῦ Ἀθύρα, ὃν ὁ αὐτὸς ἐπίνειόν φησι περὶ τὸ Βυζάντιον. Τὰ δὲ Κύθηρα νῆσος, φασί, πρὸς τῇ Κρήτῃ, ἔχουσα πόλιν ὁμώνυμον, ἀπό τινος Κυθήρου κληθεῖσαν. ἧς παρώνυμος, ὡς ἀλλαχοῦ δηλοῦται, δοκεῖ εἶναι καὶ ἡ Κυθέρεια. ἱστορεῖται δὲ καὶ Πορφυροῦσσα ἡ τοιαύτη νῆσός ποτε κληθῆναι διὰ τὸ κάλλος τῶν ἐν αὐτῇ πορφυρῶν. Καὶ ἔστι πιθανὸν τὸν Κυθήριον ἄνδρα τῷ ἐκ τῆς ἐγγὺς Κρήτης νήσου Μηριόνῃ δοῦναι ξένιον. Ὁ δὲ Μόλος τὸ κύριον ἐκ τοῦ μολεῖν γίνεται, ὅθεν καὶ ὁ Μούλιος, καὶ δηλοῖ τὸν ὁρμητικόν. ἐπὶ μέντοι τοῦ κατὰ μάχην μώλου ἄλλος λόγος ἐκτείνει τὴν παραλήγουσαν.

(v. 270) Τὸ δὲ "φορῆναι" ὡς ἐκ τοῦ φοραίνω ἢ φόρημι γίνεται, προείρηται, ἄτριπτον δέ ἐστι γραφῇ πεζῇ. συνηθέστερον δὲ αὐτοῦ τὸ φορεῖν καὶ ἔτι πλέον τὸ φέρειν, ἐξ οὗ φορά καὶ φόρος καὶ φορός, ἀφ' ὧν τὸ φορῶ, οὐκ ἐκτεῖνον οὐδ' αὐτὸ τὴν ἄρχουσαν, ὥσπερ οὐδὲ τὸ τρέμω τρόμος τρομῶ, ἐξ οὗ τὸ τρομέοντο, κατὰ τὸ τρέπω τρόπος τρωπῶ, στρέφω στρόφος στρωφῶ διὰ τὸ μηδὲ αὐτὸ συζυγίας δευτέρας εἶναι. Ἔτι τὸ μὲν φορῆναι μονάζει καὶ οὐκ ἔχει συστοιχίαν τινά, τὸ δὲ φέρειν εἰς πλάτος κινεῖται μόνον κατὰ ἐνεστῶτας καὶ παρατατικούς, βάθος δὲ οὐκ ἔχει οὐδέν, ὅτι μηδὲ μέλλοντα. Τὸ δὲ φορῶ τὸ καὶ ἐπὶ ἐνδύσεως καὶ βαστάγματος πολυκίνητόν ἐστι. ἔχει γὰρ καὶ μέλλοντα, ἐξ οὗ ἐν τοῖς ἑξῆς τὸ "οἷα ὅπλα οὐδεὶς ὤμοισι φόρησε", καὶ παρακείμενον ἐνεργητικόν, καὶ σύνθετα [67] ῥήματα τὸ συμφορεῖν ἀντὶ τοῦ συνάγειν καὶ τὸ παραφορεῖν χάλικας ἀντὶ τοῦ παρακομίζειν καὶ τὸ διαφορεῖν τό τε παρὰ ἰατροῖς καὶ τὸ κωμικόν, [καὶ τὸ ἐπιφορεῖν χῶμα ἢ μάλιστα χοῦν, ἐξ οὗ τὰ ἱστορούμενα μεγάλα χώματα, καὶ τὸ ἀνωφορεῖσθαι καὶ τὸ δυσφορεῖν ἀντὶ τοῦ δυσανασχετεῖν, καὶ τὸ ἀνάπαλιν αὐτοῦ εὐφορεῖν καὶ τὸ "εὐφόρησε χώρα" καὶ "πόλις εὐφόρησεν ἀγαθῶν ἀνδρῶν".] Ἔχει δὲ καὶ παράγωγον τὸ φορύω, ἀφ' οὗ φορυτός, τὸ πλῆθος. Ἔτι δὲ ἔχει καὶ ὀνοματικὰς παραγωγάς. ἐκ τῶν τοιούτων γὰρ καὶ οἱ παρ' Ὁμήρῳ κηρεσσιφόρητοι, οὓς κῆρες φοροῦσιν, ἤτοι φέρουσι, καὶ ὁ παροιμιώδης περιφόρητος Ἀρτέμων, καὶ ὁ φορητὸς καὶ ὁ ἀφόρητος, καὶ οἱ παιζόμενοι ἀφόρητοι βλαῦται, οἳ δηλοῦσι καινοεργά τινα ὑποδήματα, καὶ ὁ κατ' αἴνιγμα μεταφορητὸς οἶκος, ὃς δηλοῖ τὸ πλοῖον, καὶ ἕτερα.

(v. 273) Ὅτι ἐν τῷ "ἔβησαν ἰέναι, λιπέτην δὲ κατ' αὐτόθι πάντας ἀρίστους", ἢ ταὐτολογία ἐστίν, ὡς ταὐτὸν ὂν εἰπεῖν τὸ ἔβησαν ἀπελθεῖν καὶ τὸ ἀφῆκαν αὐτόθι πάντας, ἢ μᾶλλον λέγει ὅτι ἀπῆλθον οἱ δύο μόνοι, ἵνα ᾖ περίφρασις ἐμφαντικὴ τοῦ "μόνοι" τὸ "κατέλιπον αὐτόθι πάντας". ταῦτα δ' ἐν τοῖς περὶ Δόλωνος παραφράσας συντόμως ὁ ποιητής φησι "βῆ δ' ἰέναι ἀπὸ στρατοῦ".

(v. 274-277) Ὅτι τῷ Ὀδυσσεῖ καὶ τῷ Διομήδει νυκτὸς ἐπιοῦσι κατὰ Τρώων "δεξιὸν ἧκεν", ἤγουν ἔπεμψεν, "ἐρῳδιὸν ἐγγὺς ὁδοῖο Παλλὰς Ἀθηναίη· τοὶ δ' οὐκ ἴδον ὀφθαλμοῖσιν, ἀλλὰ κλάγξαντος ἄκουσαν νύκτα δι' ὀρφναίην. χαῖρε δὲ τῷ ὄρνιθι" ὁ διὰ σοφίαν μάλιστα καὶ ἐπικριθεὶς καὶ νοήσας Ὀδυσσεύς, τουτέστι τῷ σημαντικῷ τοῦ μέλλοντος οἰωνῷ. ἀγαθὸν γὰρ σημεῖον τοῖς ἐνεδρεύουσιν ὁ ἐρῳδιός, ὥς φησιν Ἕρμων. Ἰστέον δὲ ὅτι [68] τὸ ἀκουσθῆναι μὲν τὸν ὄρνιν μὴ ὁραθῆναι δέ, δηλοῖ ὡς καὶ οἱ ἥρωες οὗτοι ὄψει μὲν πολεμίων οὐχ' ὑποπεσοῦνται, ἔκπυστα δὲ δράσουσιν εἰς αὐτούς. Εἰ δὲ μὴ σοφὸς ἦν Ὀδυσσεύς, ἐκώλυσεν ἂν ὁ τοιοῦτος ὄρνις αὐτὸν ὑποπτήξαντα μήποτε φωραθῶσι καὶ οὐ λάθωσι, καθάπερ οὐδὲ ὁ κλάγξας ἐρῳδιὸς ἔλαθε. Νυκτὸς δὲ ἀγρεύει ὁ ἐρῳδιὸς ἐν ὕδασι καὶ ἕλεσι καὶ ἁρπακτικός ἐστι. διὸ οὐ γλαῦκα ἡ Ἀθηνᾶ ἐπιπέμπει τὴν αὐτῇ ἀνακειμένην, ἀλλ' ἐρῳδιόν, οἰκεῖον ὄντα τοῖς περὶ Σκάμανδρον ἑλώδεσι τόποις. Ζώπυρος δὲ ἀντὶ τοῦ Παλλάς πελλὸν γράφει, ὡς ἂν εἴη ὁ φανεὶς οἰωνὸς δηλωτικὸς ἁρπαγῆς. τρία γάρ φησι γένη ἐρῳδιῶν· πελλός, ὃς καὶ ἔστιν ἅρπαξ, πύγαργος, ὃς ἐν συνουσίαις αἱμορραγεῖ δι' ὀφθαλμῶν, καὶ τρίτος ὁ ἀφροδίσιος. Σημείωσαι δὲ καὶ ὅτι κατὰ τὴν ἐν τοῖς χρησμοῖς ἀμφιβολίαν οὕτω λοξότητά τινα ἔχει καὶ ὁ παρὼν ὄρνις. ἦν γὰρ τὸν μὴ ἐπιστήμονα ὑποπτεῦσαι καί, ὅτι καθάπερ ὁ οἰωνὸς κλάγξας οὐ τεθέαται, οὕτω καὶ αὐτοὶ ἀκουσθήσονται μὲν γνωσθέντες τοῖς πολεμίοις, οὐχ' ὁραθήσονται δέ, ἀλλὰ φεύξονται ἀφανεῖς μηδὲν μέγα δράσαντες.

(v. 277-282) Διὸ καὶ ὁ Ὀδυσσεύς, ὑποδεδιὼς ἴσως διὰ τὸ ῥηθὲν ὑπόλοξον, ἀρᾶται πάλιν αὐτοὺς ἐπὶ νῆας εὐκλεῖας, ἤγουν εὐκλεέας, ἀφικέσθαι, ῥέξαντας μέγα ἔργον, κοινοποιησάμενος αὐτὸς τὴν εὐχὴν διὰ τὸ φιλάλληλον. Ἔνθα καὶ ἑρμηνεύων, τί λέγει μέγα ἔργον, ἐπάγει "ὅ κεν Τρώεσσι μελήσει", δηλῶν ὡς μέγα ἔργον οἶδεν ἄρτι, δι' οὗ μερίμνας οἱ ἐχθροὶ ἕξουσι. Δεύτερος δὲ μετ' αὐτὸν εὔχεται Διομήδης ἀφελέστερον ὑπὲρ ἑαυτοῦ μόνου, ὡς ῥηθήσεται, ὑπισχνεῖται δὲ καὶ θυσίαν. Ὁ μέντοι βάρβαρος Δόλων οὐκ εὔξεται, ὡς οὐδὲ ἐν τοῖς πρὸ τούτων ὁ Πάρις. διὸ καὶ δυσπραγήσει.

(v. 281) Ἰστέον δὲ ὅτι τὸ κατὰ συναίρεσιν "εὐκλεῖας" ἀντὶ τοῦ εὐκλεεῖς καὶ ἐν Ὀδυσσείᾳ κεῖται. καὶ οὕτω μὲν ταῦτα.

(v. 274) Τὸ δὲ δεξιόν, ὅτι πρὸς ἀγαθοῦ εἶναι τοῖς παλαιοῖς ἐδόκει, ὥσπερ τὸ ἀριστερὸν ἀνάπαλιν ἀπαίσιον ἐκρίνετο, καθωμιλημένον ἐστί. Τὸ δὲ "ἐγγὺς ὁδοῖο" μὴ παρεκταθῆναι σημαίνει τὸ δεξιὸν ἔργον τοῖς ἥρωσιν. Ἀθηνᾶ δὲ πέμπει τὸ ῥηθὲν δεξιὸν σημεῖον, τουτέστιν ἔμφρων γνῶσις. Εἰ μὴ γὰρ ἐμεσολάβει σοφία ἡρωϊκή, οὐκ ἂν ὁ τοιοῦτος ἐρῳδιὸς ἐνοήθη ὄρνις εἶναι, ὁποῖον ἄλλοι τέ φασι καὶ ὁ εἰπὼν "δέχου τὸν ἄνδρα καὶ τὸν ὄρνιν τοῦ θεοῦ", ἤγουν [69] τὸ μαντικὸν σύμβολον, [ἔτι δὲ σὺν ἄλλοις καὶ Σοφοκλῆς ἐν τῷ "ὄρνιθι αἰσίῳ", τουτέστιν εὐτυχεῖ, ταὐτὸν δὲ εἰπεῖν ἐναισίμῳ, κατὰ τὸ "ἐναίσιμα σήματα φαίνων", ἤγουν αἰσίους οἰωνούς, εἴτ' οὖν ὄρνιθας. ἶσον γὰρ οἰωνὸν τοιοῦτον εἰπεῖν καὶ ὄρνιν καὶ σῆμα καὶ σύμβολον καὶ συμβόλαιον δὲ τετρασυλλάβως. ὡς δὲ καὶ οἱ σύμβολοι ἀρσενικῷ γένει οἱ ἐν συναντήμασι οἰωνοὶ τοιοῦτοί εἰσιν, εὔδηλόν ἐστι.]

(v. 276) Τὸ δὲ "νύκτα δι' ὀρφναίην" δοκεῖ μὲν ἀδόλεσχον εἶναι, ὡς οἱονεὶ φάμενον νύκτα διὰ νυκτερινήν, ἔχει δὲ ἀληθῶς διαστολὴν ἀκριβῆ. Νὺξ μὲν γὰρ ἄλλως καὶ ἡ διὰ νεφῶν καὶ ὁμίχλης καὶ κόνεως ἐπιπρόσθησις τοῦ ἡλιακοῦ φωτός, ὡς πολλαχοῦ φαίνεται διὰ χρήσεων, νὺξ δὲ ὀρφναίη κυρίως ἡ μετὰ δύσιν ἡλίου, μεθ' ἣν ἡ ὄρφνη παρρησιάζεται.

(v. 277) Τὸ δὲ "χαῖρε δὲ τῷ ὄρνιθι Ὀδυσσεύς" οἱ μὲν κατ' ἔκθλιψιν γράφουσι· χαῖρε δὲ τῷ ὄρνιθ' Ὀδυσεύς, πρὸς ἀπαρτισμὸν ἀπαθῆ δακτύλου. οἱ δὲ παλαιοὶ ἐντελῶς, ὡς προέκκειται, γράψαντες παράγουσιν αὐτό, καθά που καὶ προεγράφη, εἰς ἔνδειξιν συνιζήσεως δύο βραχειῶν συλλαβῶν τῆς θι καὶ τῆς ο εἰς μίαν βραχεῖαν. ὃ δὴ σπάνιον μέν, φασίν, εὕρηται δ' ὅμως, ὁποῖον καὶ τὸ "ἀλλὰ τεὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον".

(v. 27880) Ὅτι φιλοσόφως ὁ Ὀδυσσεὺς λέγει, ὡς ἡ Ἀθηνᾶ οἷα θεὰ αἰεὶ ἐν πᾶσι πόνοις παρίσταται αὐτῷ καὶ οὐ λανθάνει αὐτὴν κινύμενος, ὅ ἐστι κατὰ νοῦν κινούμενος καὶ διαλογιζόμενος. οὕτω γὰρ οἱ ἀκριβέστεροι τῶν παλαιῶν λέγουσι. Χρήσιμον δέ ποτε καὶ πρὸς εὐεργέτην λεχθῆναι παρῳδηθὲν τὸ "κλῦθί μευ, ὅς τέ μοι αἰεὶ ἐν πάντεσσι πόνοισι παρίστασαι οὐδέ σε λήθω κινύμενος· νῦν αὖτέ με μάλιστα φῖλαι". Οὕτω δὲ καὶ μετ' ὀλίγα τὸ "νῦν μοι ἐθέλων ἢ ἐθέλουσα παρίστασο καί με φύλασσε". Ἰστέον δὲ ὅτι ἐξ ὧν Ὀδυσσεὺς ἐνταῦθα λέγει λαβὼν καὶ ὁ παρὰ τῷ Σοφοκλεῖ Ὀδυσσεὺς λέγει παραφραστικῶς περὶ Ἀθηνᾶς τὸ "αἰεὶ πάντα τά τ' οὖν πάρος τά τ' εἰσέπειτα σῇ κυβερνῶμαι χειρί".

(v. 280) Τὸ δὲ "κινύμενος" παράγωγόν ἐστι ἀπὸ τοῦ κινῶ κινύω κίνυμι, [οὗ χρῆσις [70] καὶ ἐν τῷ "κίνυντο φάλαγγες".] Ἐκ δέ γε τοῦ κινύω παράγεται τὸ κινύσσω, ἀφ' οὗ κίνυγμα τὸ ἀέριον εἴδωλον [κατὰ τὸ αἰθύσσω αἴθυγμα, πτύσσω πτύγμα, νύσσω νύγμα, ἐξ οὗ καὶ ἡ νυγμή, ὡς πτύγμα πτυγμή καὶ ἀποβολῇ τοῦ ταῦ πυγμή, καὶ ξύσμα ξυσμή.] Τὸ δὲ "φῖλαι" ἀντὶ τοῦ ἀγάπησον χρόνου μέσου ἀορίστου πρώτου κατὰ πολλὰ τῶν παλαιῶν ἀντιγράφων ὡς ἀπὸ τοῦ φίλημι ῥήματος, ὅθεν μέσος πρῶτος ἀόριστος ἄρρητος ἐφιλάμην, οὗ προστακτικὸν φῖλαι. Πολλὰ μέντοι τῶν ἀντιγράφων ψιλογραφοῦσιν αὐτὸ ἀπὸ τοῦ φίλεε κατὰ ἔκθλιψιν τῆς ληγούσης εἰς τὸ ἐπαγόμενον Ὁμηρικῶς α, ἐν τῷ "νῦν αὖτε μάλιστά με φίλε' Ἀθήνη". Ὅτι δὲ ἐκ τοῦ, ὡς ἐρρέθη, ἐφιλάμην καὶ τρίτον ἐστὶ πρόσωπον τὸ ἐφίλατο, ἀλλαχοῦ δηλοῦται.

(v. 281) Τὸ δὲ "δὸς ἀφικέσθαι" κἀνταῦθα εὐχή ἐστιν ἐντελής, ὡς εἶναι δῆλον, ὅτι ἐν τῷ "ὦ Ζεῦ, νικῆσαί με", καὶ ἐν τῷ "μὴ πρὶν ἠέλιον δῦναι", καὶ ἐν τοῖς τοιούτοις λείπει τὸ δός προστακτικὸν πρὸς ἐντέλειαν νοήματος.

(v. 284-291) Ὅτι καὶ ὁ Διομήδης θεοκλυτῶν εὔχεται τῇ Ἀθηνᾷ οὕτω "σπεῖό μοι", τουτέστιν ἐφέπου μοι, "ὡς ὅτε πατρὶ ἅμ' ἕσπεο Τυδέϊ δίῳ ἐς Θήβας, ὅτε πρὸ Ἀχαιῶν ἄγγελος ᾔει. τοὺς δ' ἂρ ἐπ' Ἀσωπῷ λίπε χαλκοχίτωνας Ἀχαιούς, αὐτὰρ ὃ μειλίχιον μῦθον φέρε Καδμείοισι κεῖσε, ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργα σὺν σοὶ δῖα θεά, ὅτε οἱ πρόφρασσα παρέστης", τουτέστι προμηθὴς τὰ ὑπὲρ ἐκείνου φραζομένη καὶ ἐθέλουσα, ὡς αὐτὸς ἑρμηνεύει ἐπαγαγὼν "ὣς νῦν μοι ἐθέλουσα παρίστασο". Καὶ ὅρα πάλιν ἐπεμβολὴν ἱστορίας παλαιᾶς, ἣν καὶ ἐν τῇ δ΄ ῥαψῳδίᾳ ἐξέθετο, καὶ ὡς ταύτην καταμερίσας ἐκεῖ μὲν ἐπλάτυνεν, ἐνταῦθα δὲ ἀπεστένωσε τεχνικῶς, οἷα καὶ πολυρρημονεῖν καίρια εἰδὼς καὶ αὖ πάλιν βραχυλογεῖν· ἐκεῖ μὲν γὰρ ἐν εἴκοσι καὶ τρισὶ στίχοις τὴν ἱστορίαν εἶπεν, ἐνταῦθα δὲ διὰ τὸ ἀπροσκορὲς ἐν μόνοις τέσσαρσιν, εἰωθὼς ἀφανίζειν πολλαχοῦ [71] τὸν ἐν λόγοις κόρον τῷ πολυειδεῖ τῆς μεταχειρίσεως. [(v. 286) Ἰστέον δὲ ὅτι ἐν τῷ "πρὸ Ἀχαιῶν ἄγγελος ᾔει", ἡ προ πρόθεσις ἢ ἀντὶ τῆς ὑπερ νοεῖται, ἵνα λέγῃ ὅτι ὑπὲρ Ἀχαιῶν ἐπρέσβευεν, ἢ τοπικῶς, ἵνα δηλοῖ ὅτι προώδευε τῶν Ἀχαιῶν, καὶ Ὁμηρικῶς εἰπεῖν, πρὸ ὁδοῦ ἐγίνετο, ἀφ' οὗ ὁ φροῦδος γίνεται.]

(v. 288) Μειλίχιον δὲ μῦθον λέγει τὸν εἰρηνικὸν καὶ τὰς λιτάς, ἃς ἤκουον, ὡς ἐκεῖ δηλοῦται, οἱ Θηβαῖοι, δοῦναι κλειτοὺς ἐπικούρους.

(v. 289) Μάλα δὲ μέρμερα ἔργα, ὅσα τε ἐντὸς Θηβῶν ἔδρασεν ὁ Τυδεὺς ἀεθλεύων καὶ νικῶν, καὶ ὅσα ἔξω εἰς τοὺς πεντήκοντα κούρους, ὡς ἐκεῖ γέγραπται. Καὶ ἔστιν ὁ τοιοῦτος λόγος τῷ Διομήδει ἀντιθετικός. λέγει γὰρ ὡς ἐλθὼν μὲν ὁ Τυδεὺς μείλιχα τοῖς Θηβαίοις ἐλάλει, ἀπιὼν δὲ δεινὰ ἐβουλεύσατο, οἷα καρδιώξας ἐφ' οἷς οὐδὲν ἤνυσε πρεσβεύσας εἰς αὐτούς. καὶ οὕτω μὲν ὁ ποιητὴς τὴν ῥηθεῖσαν ἱστορίαν ἐστενολέσχησεν.

(v. 292-294) Ὁ δὲ Διομήδης καὶ βοῦν ὑπισχνεῖται ῥέξειν, ἤνιν, εὐρυμέτωπον, ἀδμήτην, χρυσωθεῖσαν τὰ κέρατα, ὁποία τις καὶ ἐν Ὀδυσσείᾳ ἐξήγηται θύοντος Νέστορος. Ὅρα δὲ εἰ αὐτίκα νῦν ἡ εὐχὴ τῷ Διομήδει τελεῖται. εἰ γὰρ καὶ μὴ αὐτὴ Ἀθηνᾶ ἕπεταί οἱ, ἀλλ' ἔχει τὸν τῇ Ἀθηνᾷ φίλον, ὡς αὐτὸς ἔφη, Ὀδυσσέα ἐφεπόμενον.

(v. 290) Ἰστέον δὲ καὶ ὅτι, ὥσπερ ἐν τῷ "πρόφρασσα" ἡ προ ἀντὶ τῆς ὑπερ εἴληπται, οὕτω καὶ ἐν τῷ "πρὸ Ἀχαιῶν", ὡς εἴρηται. τοιοῦτον δὲ σὺν ἄλλοις καὶ τὸ "πρὸ παίδων καὶ γυναικῶν".

(v. 287) Τὸ δὲ "Ἀχαιούς" οὐ πάνυ ἀναγκαστικῶς ἐπῆκται, κεῖται γὰρ ἐν τῷ προηγουμένῳ ἔπει τὸ "πρὸ Ἀχαιῶν". διὸ ἀρκοῦν ἦν εἰπεῖν μόνον τὸ "τοὺς δ' ἐπ' Ἀσωπῷ λίπε". Χαλκοχίτωνες δὲ οἱ ἀλλαχοῦ χαλκεοθώρηκες. ἔγνωσται γὰρ ὡς χιτῶνι ἀναλογεῖ τῷ ἐξ ὑφάνσεως ὁ πολεμικὸς θώραξ.

(v. 288) Τὸ δὲ "Καδμείοισιν" ἑτερωνύμως ἔχει πρὸς τὴν αὐτῶν πόλιν τὰς Θήβας, κατ' εὐθὺ δὲ ἂν αὐτοὺς ὠνόμασεν, εἰ Θηβαίους εἶπε.

(v. 292) Τὴν δὲ ἦνιν, ὃ δηλοῖ ἐνιαυσιαίαν, ἐν ἐκτάσει τῆς ληγούσης οἴδασιν οἱ παλαιοί.

(v. 297 s.) Ὅτι Διομήδης καὶ Ὀδυσσεὺς εὐξάμενοι πρῶτον, εἶτα ἔβησαν ἀπελθεῖν "ὥστε λέοντε δύω διὰ νύκτα μέλαιναν, ἂν φόνον, ἂν νέκυας, διά τ' ἔντεα καὶ μέλαν [72] αἷμα". Καὶ ὅρα συντομίαν τῆς τε παραβολῆς καὶ τοῦ λοιποῦ λόγου, τεχνασθεῖσαν πρὸς ὁμοιότητα τῆς τῶν ἡρώων ἐπείξεως καὶ ἐντρεχείας. Ὅρα δὲ καὶ τὸ κάλλος τῆς φράσεως, ἐπισκιρτῶντος οἷον τοῦ ποιητοῦ καὶ τῇ τῶν κατασκόπων εὐψυχίᾳ συνεξορμῶντος καὶ μιμουμένου τὸ ἐκείνων εὐθαρσὲς καὶ εὐκίνητον. Οἱ δὲ παλαιοί φασιν καί, ὅτι ἐπαινεῖται τοῦ Ξενοφῶντος τὰ τοιαῦτα "ἐπεὶ δ' ἔληξεν ἡ μάχη, παρῆν ἰδεῖν τὴν μὲν γῆν αἵματι πεφυρμένην, νεκροὺς δὲ κειμένους, δόρατα παρατεθραυσμένα, ἐγχειρίδια γυμνὰ κολεῶν, τὰ μὲν χαμαί, τὰ δὲ σώμασιν ἐμπεπηγότα". ταῦτα δὲ συλλαβών, φασίν, Ὅμηρος ἑνὶ στίχῳ ἀπήγγειλεν. οἱ δ' αὐτοὶ λέγουσι καὶ ὅτι νοητέον κατὰ τὸ σιωπώμενον, ὡς ἐσβέσθησαν τὰ πυρὰ τοῖς Τρωσὶ διὰ τὸ ἤδη, ὡς ἐρρέθη, ἐγγύθι τὸν ὄρθρον εἶναι. εἰ γὰρ ἀνήπτοντο τὰ πολλὰ ἐκεῖνα, ὡς προδεδήλωται, καὶ κατέλαμπον τὰς νῆας, οὐκ ἂν ἐτόλμησαν οἱ κατάσκοποι, καὶ τολμήσαντες δὲ οὐκ ἂν ἔλαθον. Ὅτι τὴν αὐτὴν ὥραν, ἣν Ἀχαιοὶ κατασκόπους ἐπελέγοντο, ἐβουλεύσαντο καὶ οἱ Τρῶες ὅμοια, ὡς εἰκός, καὶ στέλλουσι τὸν Δόλωνα. ἐλθεῖν γὰρ εἰς διαφόρους ὁμοῦ τὸν αὐτὸν λογισμὸν οὐκ ἀδύνατον, ὡς καὶ ἐν τοῖς φθάσασι δέδεικται.

(v. 299-312) Φησὶ γοῦν "οὐδὲ μὲν οὐδὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ εὕδειν, ἀλλ' ἄμυδις κικλήσκετο", ἤγουν ἐκίκλησκε, "πάντας ἀρίστους". ποίους ἐκείνους; "ὅσσοι", φησίν, "ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντες. τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἠρτύνετο βουλήν", κατὰ τὴν τῶν Ἀχαιῶν. "τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειε δώρῳ ἐπὶ μεγάλῳ; μισθὸς δέ οἱ ἄρκιος ἔσται. δώσω γὰρ δίφρον τε", ὃς μέρος ὢν ὅλον ἅρμα δηλοῖ, "δύο τ' ἐριαύχενας ἵππους, οἵ κεν ἀριστεύωσιν", ἢ "ἄριστοι ἔωσι, θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν, ὅς τις κεν τλαίη, οἷ τ' αὐτῷ κῦδος ἄροιτο, νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν ἔκ τε πυθέσθαι, ἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ, ἢ ἤδη χείρεσσιν ὑφ' ἡμετέρῃσι δαμέντες φύξιν βουλεύουσι οὐδ' ἐθέλουσι νύκτα φυλασσέμεναι καμάτῳ ἀδηκότες αἰνῷ".

(v. 313) Σιγώντων δὲ καὶ ἐνταῦθα πάντων, ὡς καὶ ἐν τοῖς φθάσασιν, προπηδᾷ ὁ Δόλων, ὡς δηλωθήσεται, καθὰ καὶ ἐκεῖ ὁ Διομήδης. Καὶ σημείωσαι ὅτι τὴν αὐτὴν ἔννοιαν διττολογήσας ὁ ποιητὴς διαφόρως ἐπὶ Ἀχαιῶν ἔφρασε καὶ ἐπὶ Τρώων. Ἐκεῖ μὲν [γὰρ καταδημαγωγεῖ [73] ὁ γέρων ῥήτωρ τοὺς συμβουλευτάς, "ὦ φίλοι" προσειπών, ἐνταῦθα δὲ ὁ Ἕκτωρ οὐδὲν τοὺς συγκεκλημένους προσφωνεῖ. Καὶ ἐκεῖνος μὲν εὐειδῶς ἐρωτᾷ καὶ σεμνῶς ἐν ἀποφάσει τε καὶ σεμνώματι τοῦ κατασκόπου, εἰπὼν "οὐκ ἂν δή τις ἀνὴρ ἑαυτὸν πείσοι θυμῷ τολμήεντι ἐλθεῖν", καὶ τὰ ἑξῆς. ἔνθα καὶ τὸ ἔργον τοῦ σκοπεύματος μέγα εἶναι ἐμφαίνει. Ἕκτωρ δὲ καὶ ἁπλοϊκῶς ἐρωτᾷ καὶ οὐδὲ τὸ ἔργον ἐξαίρει, εἰπὼν "τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειε;" καὶ ἐκεῖ μὲν] ἄλλως οἱ ἄριστοι συνεκλήθησαν, ἐνταῦθα δὲ ἄλλως, ὡς καὶ εὐθὺς ῥηθὲν φανήσεται. καὶ ὧδε μὲν πάντες οἱ ἄριστοι κικλήσκονται, ἐκεῖ δὲ ὀλίγοι. καὶ ἐνταῦθα μὲν ὁ Ἕκτωρ ἄλλως βασιλικώτερον δοκεῖ συγκαλεῖν τοὺς ἀρίστους, Ἀγαμέμνων δὲ δι' ἑαυτοῦ. κατέβαλε γάρ, φασίν, ἡ δυστυχία τὸ τοῦ βασιλέως ἀξίωμα. καὶ Νέστωρ μὲν ἐκεῖ, ὃ αὐτὸς ἔχει καὶ οἱ ἄλλοι, ἐπαγγέλλεται τῷ Διομήδει καὶ μέτριον, τῷ δὲ Δόλωνι ὁ Ἕκτωρ μέγα καὶ ὃ οὐκ ἔχει. καὶ Νέστωρ μὲν τὸ ἀριστεῖον δόσιν ἐσθλὴν ὠνόμασεν ἐντίμως, Ἕκτωρ δὲ οὐ μόνον δῶρον, ἀλλὰ καὶ μισθόν, οὐ τιμίως ἑρμηνεύσας. καὶ ὁ μὲν ἐσχατόωντά τινα ἑλεῖν ἐθέλει προμηθευτικῶς, Ἕκτωρ δὲ νηῶν σχεδὸν ἐλθεῖν ὀτρύνει. Καὶ τὸ κεφάλαιον δὲ τῆς τιμῆς καὶ τῶν δώρων μετατέτακται. Νέστωρ μὲν γὰρ μετὰ τὸ μέγα ὑπουράνιον κλέος ἐκτίθεται τὴν ἐσθλὴν δόσιν τοῦ μέλανος ποιμνίου, Ἕκτωρ δὲ τὰ δῶρα προεκθείς, ἤγουν τὸ ἅρμα καὶ τοὺς ἀρίστους ἵππους, εἶτα ἐπάγει τὸ "οἷ τ' αὐτῷ κῦδος ἄροιτο". Εἰσὶ δὲ καὶ ἕτεραι πολλαὶ διαφοραὶ ἀμφοτέροις τοῖς λόγοις, ὡς ἔστι τῷ σκεπτομένῳ κατανοεῖν, ἐν αἷς καὶ ἡ τῶν δώρων ὑπόσχεσις. τοῦ Νέστορος μὲν γάρ, εἰ καὶ μικροπρεπὴς ἐδόκει, ἀλλὰ καὶ ἀστεία ἦν, ὡς ἐδηλώθη, καὶ ἀσφαλής. διὸ καὶ δόσις ἐσθλὴ ἐλέχθη. τῷ Ἕκτορι δὲ μέγα μὲν τὸ δῶρον, οὔτε δὲ εὔλογον οὔτε ἀνεπισφαλές. ἀλλότρια γὰρ ὑπισχνεῖται, ὡς εἴρηται, καὶ ὧν οὐκ αὐτὸς κύριος. Σημειωτέον δὲ καὶ ὅτι τὰ τῶν Ἑλληνικῶν κατασκόπων πλατύνας ὁ ποιητὴς διὰ πολλῶν ἐπὶ τῶν Τρώων πάνυ συνέτεμε, μὴ θελήσας δαψιλῆ ῥητορείαν τοῖς βαρβάροις ἐπιμαρτύρασθαι. καὶ ὅτι Νέστωρ μὲν ἐπέκεινα τῆς ἐσθλῆς δόσεως καὶ τοῦ ὑπουρανίου [74] κλέους καὶ τὰς εἰς ἀεὶ δαῖτας καὶ εἰλαπίνας ὑπέσχετο, Ἕκτωρ δὲ οὔ, ὡς οἷα φειδόμενος, καὶ μεγαλοπρεπὴς μὲν ὢν ἐν τοῖς μὴ ἐπ' αὐτῷ, ἐν δὲ τοῖς οἰκείοις γλισχρότατος. Ὅρα δὲ καὶ ὡς δωρητοὶ καὶ παραρρητοὶ γενόμενοι οἱ κατάσκοποι οὕτως κατεπιχειροῦσι τῶν φοβερῶν. εἰ δὲ δύο μὲν ὄντες οἱ τῶν Ἀχαιῶν ἀνύσουσί τι μέγα, εἷς δὲ ὢν ὁ τῶν Τρώων πεσεῖται, ἀλλὰ τοῦτο τῇ τε Ἑλληνικῇ συνέσει ἐπιγραπτέον, καὶ τῇ τῆς παροιμίας δὲ ἀληθείᾳ, καθ' ἣν εἷς ἀνὴρ οὐδεὶς ἀνὴρ λέγεται.

(v. 299) Ἰστέον δὲ καὶ ὅτι τὸ "οὐδὲ μὲν οὐδὲ Τρῶας εἴασεν Ἕκτωρ" ὅμοιόν ἐστι κατὰ σχῆμα τῷ "οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱός", καὶ τοῖς ὁμοίοις, ὅσα ἐκ δύο ἄρχονται ἀποφάσεων.

(v. 300) Τὸ δὲ "ἄμυδις" ὅτι Αἰολικόν ἐστι καὶ διὰ τοῦτο ψιλοῦται, κἂν δηλοῖ τὸ ὁμοῦ, καὶ ὡς καθ' ὁμοιότητα τοῦ ἄλλυδις ἐσχημάτισται, ἀλλαχοῦ δηλοῦται. Τὸ δὲ "κικλήσκετο" σύστοιχόν ἐστι τῷ συγκαλέσας. οὐκ ἐξ αὐτοῦ δέ, ἀλλὰ μάλιστα ἐκ τοῦ συγκαλεῖν παρῆκται ἡ σύγκλητος. Ἐνεργητικῶς δὲ εἶπε τὸ συγκαλέσας, ὡς καὶ τὸ φύξιν βουλεύουσι, τῆς μεθ' Ὅμηρον συνηθείας παθητικῶς λεγούσης καὶ συγκαλέσασθαι καὶ βουλεύσασθαι. πολλὰ δὲ καὶ ἕτερα οὕτω δέδεικται διφορούμενα, ὧν ἐστι καὶ τὸ αὐδᾶν, λεγόμενόν ποτε καὶ παθητικῶς οἷον "ποικίλως αὐδωμένου", καὶ τὸ οἰκτίζειν δὲ κείμενον παρὰ Σοφοκλεῖ παθητικῶς ἡ Ἀτθὶς φράζει, καὶ τὸ κηκίειν δὲ κατὰ πάθος πέφρασται ἐν τῷ "αἱμάδα κηκιομένην", ὃ μετ' ὀλίγα "κηκῖον αἷμα" ἐρρέθη. οὕτω καὶ ἐν θυμῷ βάλλεαι τὸ βάλλεις, καὶ γράφου δὲ φρενῶν ἔσω καὶ γράφε, καὶ ἐναυλίζειν τὸ ἐναυλίζεσθαι, ὡς δηλοῦται ἐν τῷ "ὡς ἐναυλίζοντί τῳ", καὶ "ποθουμένῃ φρενί", τῇ κοινότερον ποθούσῃ, καὶ "εὖ σκοπουμένοις", τοῖς καὶ σκοποῦσι, καὶ "μέγα τι σθένος ἐκφέρεται νίκας", ἤτοι ἐκφέρει, καὶ "δέδοικα τάσδ' ὁρωμένη", ὡς καὶ ὁρῶσα.

(v. 302) Τὸ δὲ "πυκινὴν ἠρτύνετο βουλήν" ἐξακουστέον πάντως καὶ ἐπὶ τῆς Ἑλληνικῆς, εἰ καὶ διὰ συντομίαν σεσίγηται ἐκεῖ. οὐ γὰρ δήπου αὕτη μὲν πυκινὴ ὁμοία οὖσα τῇ Ἑλληνικῇ, ἐκείνη δὲ οὐ πυκινή.

(v. 303) Τὸ δὲ "ὑποσχόμενος τελέσειεν" ἀκριβῶς πέφρασται, ὡς πολλῶν πολλάκις ὑπισχνουμένων μέν, μὴ τελούντων δέ. καὶ ἔστι τοῦτο ἀσφαλέστερον τοῦ "δείδω μὴ οὔ τίς τοι ὑπόσχηται [75] τόδε ἔργον", ὅπερ εἶπε φθάσας ὁ Μενέλαος. Δῆλον δὲ καὶ ὅτι τὸ "τίς ἂν τελέσειε" γοργότερόν ἐστι τῶν τοῦ Νέστορος. ἐκεῖνος γὰρ περιφράζων τὸ τελέσειεν ἔφη "ταῦτά τε πάντα πύθοιτο, καὶ ἂψ ἐς ἡμέας ἔλθοι ἀσκηθής". οὕτω καὶ τὸ τῆς τιμῆς κεφάλαιον Νέστωρ μὲν πλατύτερον ἔφρασεν ἐν τῷ "μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη πάντας ἐπ' ἀνθρώπους", κλέος εἰπὼν οὐ τὴν ἁπλῶς φήμην, ἀλλὰ τὴν κυδίστην.

(v. 307) Ἕκτωρ δὲ ἐστενολέσχησεν, εἰπὼν "οἷ τ' αὐτῷ κῦδος ἄροιτο", ἤγουν ἑ αὐτὸν κυδανεῖ, ὅ ἐστι συνθέτως ἑαυτόν. ἔνθα τὸ "ἄροιτο" ὑψωτικὴ λέξις οὖσα οὐρανίου τινὸς καὶ αὐτὴ κύδους ἐστὶν ἐνδεικτική, ταὐτὸν δ' εἰπεῖν, ὑπουρανίου κλέους, προσκυροῦντος μὲν οὐρανῷ, οὐχ' ὑπὲρ αὐτὸν δὲ ἠρμένου.

(v. 304 s.) Τὸ δὲ "δώρῳ ἐπὶ μεγάλῳ" καὶ τὸ "δώσω γάρ" ἐτυμολογικὸν τρόπον φαίνει. ἐκ τοῦ δώσω γὰρ τὸ δῶρον παράγεται. Ὁ δὲ ἄρκιος μισθός, δι' οὗ μισθαρνῶν ὁ Δόλων ἐστί, τοῦ μεγάλου δώρου ἑρμηνευτικὸν εἶναι δοκεῖ, ὡς καὶ προδεδήλωται. ἔχει δέ τι σμικροπρεπείας, εἰ μὴ βασιλικῶς καὶ ὑπὲρ τὸ ἄρκιον δοθήσεται τῷ οὕτω κινδυνεύσοντι, ἀλλὰ τῇ κατὰ τὸ ἀρκοῦν ἰσότητι ψεύδεται τὸ μεγαλοπρεπές. τοῦ δὲ "μισθὸς ἄρκιος" σεμνότερον τὸ μέγα δῶρον, αὐτὸ δὲ ἶσόν ἐστι τῷ "δόσις ἐσθλή", ὅπερ ὁ Νέστωρ ἔφη. Μισθὸς δὲ κατὰ τοὺς παλαιοὺς μίσους ἀπόθεσις. φιλεῖται γὰρ ὁ μισθαποδότης ὡς φύσει δίκαιος. ἐθέλουσι δὲ οἱ μεθ' Ὅμηρον μισθὸν λέγειν τὸ δῶρον, ᾧπερ στοιχεῖ ὁ στρατευόμενος, διὸ καὶ μισθοφορὰ παρ' αὐτοῖς ἡ ὑπὲρ τοιούτων δώρων δημοσία συνεισφορά. κοινότερον μέντοι ὥσπερ μισθωτοὶ οἱ μὴ προῖκα δουλεύοντες, ἀλλὰ διὰ δώρων λῆψιν, οὕτω καὶ μισθὸς ὁ διδόμενος αὐτοῖς ἐπὶ ἐλευθερίας ἀπεμπολήσει.

(v. 305) Τὸν δὲ δίφρον ὅτι ὁ αὐτὸς τῷ ἅρματί ἐστιν, ἑρμηνεύσει ἐφεξῆς ὁ Δόλων ἐν τῷ "ἵππους τε καὶ ἅρματα, οἳ φορέουσι Πηλείωνα". Ἐριαύχενες δὲ ἵπποι κατά τι ἐξαίρετον πρὸς διαστολὴν ἡμιόνων καὶ ὄνων. οὗτοι γὰρ οὐ τοιοῦτοι. [Εἰ δὲ καὶ δουλιχόδειροι οἱ τοιοῦτοι, ἀλλ' αὐτὸ οὐχ' ἵπποις, κύκνοις δὲ καὶ τοιούτοις ὄρνισιν ἀποκεκλήρωται.] Ἐπὶ εὐγενῶν δὲ ὁμοίως ἵππων καὶ τὸ ὑψαυχενεῖν. καὶ ἄλλως δὲ εἰπεῖν, ἐριαύχενες οἱ μακροτράχηλοι ἢ ὑψαύχενες καὶ γαῦροι τὴν χαίτην.

(v. 307) Τὸ δὲ "ὅς τις ἂν [76] τλαίη" παράφρασίς ἐστι τοῦ "πεπίθοιτο αὑτοῦ θυμῷ τολμήεντι", δι' ὀλίγου φρασθέν, ὥσπερ καὶ τὸ "οἱ αὐτῷ κῦδος ἄροιτο" παραπέφρασται πάνυ στενῶς, ὅθεν προείρηται, ὥσπερ αὖ πάλιν τὸ "ἐπεὶ δαμάσαντο Ἀχαιούς" δι' ὀλίγου προφρασθὲν ἄλλως ἐνταῦθα παραπέφρασται ἐν τῷ "ἤδη χείρεσσιν ὑφ' ἡμετέρῃσι δαμέντες". Ἔνθα καὶ ὅρα τὴν ὑπο πρόθεσιν δοτικῇ συντεταγμένην συνήθως. οὕτω τὰ ἐνταῦθα ἐν πολλοῖς σύμφωνα μὲν τοῖς πρὸ βραχέων Ἑλληνικοῖς, ἄλλως δὲ κατὰ ποικιλίαν τεχνικὴν διάφορα. Τὸ δὲ "κῦδος ἄροιτο" φιλεῖ πολλαχοῦ λέγειν ὁ ποιητής, ὡς ἐν τοῖς ἑξῆς φανήσεται, τοῦ αἴρειν ὄγκον τινὰ δηλοῦντος καὶ ὕψωσιν, καθὰ καὶ ἀνωτέρω δεδήλωται. Ἐπεμβέβληται δὲ περιβλητικῶς τὸ "οἷ τ' αὐτῷ", ἤγουν ἑαυτῷ, "κῦδος ἄροιτο", καὶ διακόπτει τὸ ἐφεξῆς τῆς συντάξεως ὂν τοιοῦτον "ὅς τις ἂν τλαίη νηῶν σχεδὸν ἐλθεῖν", ὧν μέσον πεσὸν τὸ "ἑαυτῷ κῦδος ἄροιτο" περιβολὴν ἐποίησε τῇ ἐπεμβλητικῇ διακοπῇ.

(v. 312) Τὸ δὲ "νύκτα φυλασσέμεναι" τὰς τῆς νυκτὸς ἐποίησε λέγεσθαι φυλακάς. Τὸ δὲ "ἀδηκότες" ἀντὶ τοῦ ἀηδισθέντες, ὡς ἀπὸ τοῦ ἀηδῶ καὶ κατὰ συναίρεσιν ἀδῶ, ἐξ οὗ καὶ τὸ ἀδημονεῖν, ὡς καὶ προγέγραπται. Ἐπὶ πᾶσι τούτοις θεωρητέον ὅτι σκοπὸν θέμενος Ὅμηρος μελετῆσαι τὸ ἐξ ἀμφοῖν στρατοῖν κεφάλαιον τῶν κατασκόπων οὐ πολλοῖς νοήμασι φύσει διοικονομούμενον ἤνυσε τὸ σκοπηθέν, ὡς οὐκ ἂν ἦν βέλτιον. πλοῦτον μὲν οὖν οὐκ ἔχει λαλιᾶς διαφόρου ἐν ἀμφοῖν, τοῖς αὐτοῖς δὲ ἐνδιατρίψας ἑκατέρωθι ἐπλάτυνε μὲν γλαφυρώτερον τὸν λόγον τοῦ Νέστορος, ἀπεστένωσε δὲ βραχύ τι τὰ τοῦ Ἕκτορος, οἷα μὴ κατὰ τὸν γέροντα οἵου τε ὄντος λαλεῖν. διὸ οὕτω γράψαι κυρώσας οὐ τῷ ῥήτορι Ἀντήνορι περιέθετο τὰ κατὰ τὸν Τρωϊκὸν κατάσκοπον, ὃς δὴ Ἀντήνωρ δημογέρων καὶ αὐτὸς ὢν Τρωϊκὸς ἐοικὼς τέττιγι, κάλλιον εἶχεν, ὡς εἰκός, ῥητορεῦσαι ἤπερ ὁ Ἕκτωρ, ἀλλὰ νεωτέρῳ τούτῳ στρατηγῷ τὸ τοιοῦτον προσέπλασε σκέμμα, ἵνα ὥσπερ κατὰ πρόσωπα, οὕτω καὶ κατὰ φράσιν τὴν δι' αὐτῶν διαφοράν τινα σχοίη τὸ ῥηθὲν κεφάλαιον ἐπ' ἀμφοῖν τοῖν μεροῖν. Ὅτι καὶ ἐνταῦθα συνήθει χρᾶται σχήματι διηγήματος ὁ ποιητής, ἀρχόμενος ἀπὸ ῥήματος ὑπαρκτικοῦ, ὡς καὶ ἐν τῷ "ἦν δέ τις ἐν Τρώεσσι Δάρης ἀφνειὸς ἀμύμων".

(v. 314-317) Φησὶ γὰρ "ἦν δέ τις ἐν Τρώεσσι Δόλων, Εὐμήδεος [77] υἱὸς κήρυκος θείοιο, πολύχρυσος, πολύχαλκος, ὃς δή τοι εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκης. αὐτὰρ ὅ", ἤγουν οὗτος, "μοῦνος ἔην μετὰ πέντε κασιγνήτῃσιν", ὅ ἐστιν, ὡς ἐπὶ ἄλλων λέγει, τηλύγετος ἐν πέντε ἀδελφαῖς. οὗ ἀνάπαλιν, ὡς ἐν ἀντιστροφῇ, ἀλλαχοῦ ποιεῖ τὸν Ἰδομενέα τηλύγετον ἐν μάχῃ εἰπών, ὅ ἐστι μόνον, ὡς εἴπερ ἀντέστρεφε τὸ μόνος καὶ τὸ τηλύγετος. καὶ ἔστιν ἀληθῶς τὸ τηλύγετος, εἴπερ πως καινότερον ἐτυμολογηθείη, ταὐτόν ποτε τῷ μεμονωμένος εἴτ' οὖν μόνος. εἰ γὰρ τηλύγετος ῥηθείη ὁ τῶν ἄλλων ἁπλῶς τῆλε γενόμενος, καὶ μεμονωμένος ἂν ὁ τοιοῦτος εἴη. ὃ καὶ Ἰδομενεὺς ἔπαθεν ἐν μάχῃ μονωθείς. ὅμως μέντοι οὐχ' ἁπλῶς ἀεὶ ταὐτίζονται τὸ μόνος καὶ τὸ τηλύγετος, ἀλλ' εἴ που ἐπὶ μοναδικῆς γεννήσεως. ἀλλὰ τοῦτο μὲν τοιοῦτον. Τὸ δὲ ῥηθὲν διήγημα ἐκτίθησιν ὁ ποιητὴς μάλιστα, ἵνα δείξῃ οἷος ὢν ὁ Δόλων οἵοις ἐπιχειρεῖ καὶ οἵων ἀριστείων ἐρᾷ, καὶ οὐ τοσοῦτον, ἵνα γνωρίσῃ αὐτόν, ὅτι μηδὲ ἄσημος ἦν καὶ ἀφανής. τοῖς γὰρ ὑπὸ Ἕκτορος κληθεῖσιν ἀρίστοις εἰς βουλὴν συγκατείλεκτο, καὶ οἶδε τοῦτον καὶ ὁ Διομήδης, ὃς καὶ ἐξ ὀνόματος καλέσει αὐτόν. Ἐπαινεῖται δὲ καὶ ἐνταῦθα τῆς ἐμπεριβόλου συντομίας ὁ ποιητής. Ἐν ὀλίγῳ γὰρ διὰ πιθανότητα τὸ κύριον ὄνομα τοῦ κατασκόπου ἐδήλωσε, τὸ γένος, τὴν τύχην, τὴν ἐκ πατρὸς τέχνην, τὴν μορφήν, τὴν ὠκύτητα. Φασὶ δὲ οἱ παλαιοὶ καί, ὅτι τὸ μὲν κήρυκος γενέσθαι υἱὸν τὸν Δόλωνα εὐπειθῆ τε αὐτὸν τῷ Ἕκτορι τίθησι, καὶ εὔελπιν δέ, ὡς ἐὰν ἁλῷ, αἰδέσονται οἱ ἐχθροὶ αὐτὸν οἷά τι θεῖον γένος. ἄσυλοι γὰρ οἱ κήρυκες. ὁ δὲ πλοῦτος ἐλπίδας αὐτῷ ὑποτείνει, ὡς εἰ μὴ αἰδοῦς τύχοι διὰ τὸ γένος, λύτρα δοὺς λελύσεται. διὸ καὶ ἁλοὺς λέγει "ζωγρεῖτε, αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι, ἔστι γὰρ ἔνδον χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος", προβαλόμενος εἰς πειθὼ τὸ θέλειν τε πολλὰ δοῦναι καὶ τὸ δυνήσεσθαι. Ἔνθα σημείωσαι ὅτι τῷ ἀνωτέρω μνημονευθέντι χρυσῷ καὶ χαλκῷ, ἐν τῷ "πολύχρυσος, πολύχαλκος", συνεπινοεῖται καὶ σίδηρος, ὡς ὁ Δόλων ἐν τοῖς κατ' αὐτὸν διασαφεῖ. Τὸ μέντοι ποδώκη τὸν Δόλωνα εἶναι εἰς σωτηρίας αὐτῷ ἐχέγγυον ἐδόκει. θαρρεῖ γὰρ φυγεῖν φωραθείς. καὶ ὅρα οἷον ἄνδρα ὁ ποιητὴς τοῖς μὴ φίλοις αὐτῷ βαρβάροις πιθανῶς εἰς κατασκοπὴν ἐπελέξατο, οὐκ ἀρετῇ πεποιθότα στρατιωτικῇ, δι' ἧς γενναῖόν τι ἀνύσει, ἀλλ' ἑτέροις τισί, δι' ὧν δυστυχήσας οὐδὲ ἐπανακάμψει τοῖς ἑαυτοῦ. [78] Ἔχει δέ τι ἀστεῖον καὶ τὸ "Δόλων Εὐμήδεος υἱός", ὡς δέον μὲν ὂν εὖ μήδεσθαι, αὐτοῦ δὲ τῷ δόλῳ καὶ μόνῳ θαρρήσαντος.

(v. 315) Ὅτι δέ, ὡς εἰκός, κῆρυξ ἦν κατὰ τὸν πατέρα καὶ ὁ Δόλων, ἡ παλαιὰ συνήθεια δηλοῖ. σύνηθες γὰρ τοῖς παλαιοῖς, ὡς ἱστορεῖ καὶ Ἡρόδοτος, τὰς πατρῴας τέχνας διαδέχεσθαι. αὐλητέω γάρ, φησίν, αὐλητὴς καὶ μαγείρου μάγειρος καὶ κῆρυξ κήρυκος. Ὅτι δὲ θεῖος ἅπας κῆρυξ παρὰ τοῖς παλαιοῖς, πολλαχοῦ δηλοῦται, καὶ πρῶτον ἔνθα Διὸς ἐρρέθησαν οἱ κήρυκες ἄγγελοι. Πάντως δὲ εἰκὸς καὶ θείους καὶ ἱεροὺς εἶναι τοὺς μὴ μόνον Ἑρμαϊκῶς κηρύσσοντας κατὰ τὸ "Ἑρμοῦ τήνδε πομπεύω τέχνην βέβαιον", ὅπερ ὁ παρὰ τῷ Σοφοκλεῖ κῆρυξ Λίχας φησίν, ἀλλὰ καὶ δημηγορίαις καὶ εἰρηναίαις ἐξυπηρετουμένους πρεσβείαις καὶ πολέμων λύσεσι καὶ ὅλως μέσους γινομένους εἰς πᾶν καθῆκον, καὶ οὕτως ἱεροὺς Διΐ τε τῷ καὶ τὰ τοιαῦτα ἐφορῶντι καὶ λογίῳ Ἑρμῇ, ἐξ οὗ δοκοῦσι κατάγεσθαι.

(v. 316) Τὸ δὲ κακός δηλοῖ μὲν τὸν δύσμορφον, ἀντίκειται δὲ τῷ καλῷ ὡς αἰσχρός, καθὰ δηλοῖ καὶ τὸ "διὰ καλῶν γὰρ ὀμμάτων αἴσχιστα Τροίαν εἷλεν". Ὅρα δὲ καὶ μαρτυρίαν τοῦ οὐ πᾶσι πάντα τὸν θεὸν διδόναι οὔτε κακὰ οὔτε καλά. εἰ γοῦν καὶ εἶδος κακὸς ὁ Δόλων, ἀλλὰ ποδώκης. Ὅτι Ἕκτωρ μὲν ἁπλῶς καὶ ἀορίστως ἐπὶ ἄλλῳ τινί, καθὰ εἴρηται, μεγάλῳ δώρῳ, εἴτε καὶ ὡς αὐτὸς ἔφη μισθῷ, ἐθέλει στεῖλαι κατάσκοπον ταῖς ναυσίν, ὅπερ ἦν δίφρος καὶ δυὸ ἐριαύχενες ἵπποι, οἳ ἀριστεύουσιν ἐπὶ νηυσὶν Ἀχαιῶν, ὁ δὲ Δόλων τὸ ἅρμα ζητεῖ καὶ τοὺς ἵππους τοῦ Ἀχιλλέως, ὑψώσας τὸ μέγα δῶρον, καὶ τοὺς ἀρίστους ἵππους αὐτὸς ὁρίσας ὡς οἷον ἑρμηνευτικῶς καὶ ὄντως μεγάλα ζητήσας, ὡς καὶ Ὅμηρος ἐν τοῖς ἑξῆς παρασημηνάμενος ἐπικρίνει, ὅπου Ὀδυσσεὺς ἐπιμειδήσας ἐρεῖ "ἦ δὴ μεγάλων δώρων ἐπεμαίετο θυμός, ἵππων Αἰακίδαο", καὶ τὰ ἑξῆς. Ὁ Ἕκτωρ μέντοι ὑπισχνεῖται καί, ὡς ἐζητήθη, ἀνασχὼν τὸ σκῆπτρον ὀμνύει.

(v. 319327) Ἔχει δὲ τὰ τοῦ Ὁμήρου οὕτως "Ἕκτορ, ἔμ' ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ", ὃ δὴ καὶ Διομήδης φθάσας εἶπε, "νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν ἔκ τε πυθέσθαι. ἀλλ' ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο καί μοι ὄμοσσον ἦ μὲν τούς", ἤγουν τούτους, "ἵππους τε καὶ ἅρματα ποικίλα χαλκῷ δωσέμεν, οἳ φορέουσιν ἀμύμονα Πηλείνα, σοὶ δ' ἐγὼ οὐχ' ἅλιος σκοπὸς ἔσσομαι οὐδ' ἀπὸ δόξης. τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερές, ὄφρ' ἂν ἵκωμαι νῆ' Ἀγαμεμνονέην, ὅθι που μέλλουσιν", ἤγουν ἐοίκασιν, "ἄριστοι βουλὰς βουλεύειν ἢ φευγέμεν ἠὲ μάχεσθαι". οὕτως ὁ Δόλων εἶπε.

(v. 328-332) Καὶ ὁ Ἕκτωρ [79] ἐν χερσὶ σκῆπτρον λάβε καί οἱ ὄμοσσεν· "ἴστω νῦν Ζεὺς αὐτὸς μὴ μὲν τοῖς ἵπποισιν ἀνὴρ ἐποχήσεται ἄλλος Τρώων, ἀλλά σέ φημι διαμπερὲς ἀγλαϊεῖσθαι. ὣς φάτο, καί ῥ' ἐπίορκον ἀπώμοσε, τὸν δ' ὀρόθυνε". Φασὶ δ' ἐνταῦθα οἱ παλαιοὶ μωρότερον εἶναι τοῦ αἰτήσαντος Δόλωνος τὸν ὀμόσαντα Ἕκτορα ὡς ἤδη καὶ τοὺς Ἀχαιοὺς ἑλόντα καὶ τοῦ· Ἀχιλλέως περιγενόμενον καὶ διαιροῦντα τὰ λάφυρα. Αἰτιῶνται δὲ καὶ ὡς τοῦ Νέστορος οὐ ῥιψοκινδύνως βουληθέντος τὸν Ἑλληνικὸν κατάσκοπον ἑλεῖν τινα τῶν ἐν βάθει τοῦ Τρωϊκοῦ στρατοπέδου, ἀλλ', ὡς ἐρρέθη, ἐσχατόωντα καὶ μεμονωμένον τῶν ἄλλων, Ἕκτωρ νηῶν σχεδὸν ἐλθεῖν ἐθέλει καὶ πυθέσθαι, κινδύνῳ παραβάλλων τὸν κατασκοπήσοντα. οὗ τὸ αὔθαδες ὑπεραναβαίνων ὁ Δόλων οὐχ' ἁπλῶς εἰς τὰς νῆας ἐλθεῖν μεγαλαυχεῖ, ἀλλὰ καὶ εἰς αὐτὴν τὴν βασίλειον σκηνήν, ὡς οὐχὶ κινδυνεύσων, φασίν, ἀλλ' ἐπικηρυκεύσων. Σημειοῦνται δὲ καὶ ὡς ὁ μὲν Διομήδης οὔτε ᾐτήσατο δωρεὰν οὔτε ἠλαζονεύσατο ποιῆσαί τι μέγα, εὐχῇ δὲ χρησάμενος θεοῖς ἐπέτρεψεν ἑαυτόν, ὁ δὲ Δόλων αἰτεῖ μὲν ἀδύνατα, ὑπισχνεῖται δὲ πράξειν ὑπέρογκα. καὶ Διομήδης μὲν ἔλαβε συνεργὸν διά τε τὸ ἄλλως νεμεσητὸν καὶ τὸ τοῦ πράγματος ἐπικίνδυνον, διὸ καὶ εὐδοκιμεῖ. ὁ δὲ Δόλων τὸ πρᾶγμα μόνος θαρρεῖ. διὸ καὶ θαυμαστέον, πῶς οὐ προσεῖπεν αὐτὸν ὁ ποιητὴς διὰ ταῦτα νήπιον. Ἔστι δέ, φασί, καὶ ἄπιστος ὁ Δόλων οἷα βάρβαρος. ὅθεν οὐ τρόποις ἀγαθοῖς τὰς πίστεις, ἀλλὰ τῷ διὰ σκήπτρου ὅρκῳ ἐθέλει βεβαιοῦν, καὶ οὐ πιστεύει τὴν δόσιν ὅρκου δίχα. Διομήδης μέντοι οὐδὲ προφέρει τὴν δόσιν ὅλως ἐν μνήμῃ. Ἔτι παρασημαίνονται καὶ ὅτι ὡς ἐν πλούτῳ πολλῷ τεθραμμένος ὁ Δόλων ἄνανδρός ἐστι καὶ δειλὸς καὶ ῥιψοκίνδυνος καί, ὡς εἰπεῖν, θρασύδειλος, ὃς διὰ δειλίαν οὐ μόνον οὐκ ἀνύει τὰ προτεθέντα, ἀλλὰ καὶ προδότης γίνεται τῶν αὑτοῦ, ὡς ἐφεξῆς φανήσεται. ἐπιλέγουσι δὲ συχνὰ τοῖς τοιούτοις οἱ παλαιοί, ὅτι καὶ τοιοῦτος ὢν ὁ Δόλων τῶν Ἀχιλλέως ἵππων ἐρᾷ καὶ οἷος ὢν οἷα θέλει. παρασημειοῦνται δὲ τὸν Δόλωνα καὶ ζηλωτὴν ἱπποτροφίας καὶ φίλιππον τὸ ἦθος, ὃς ἐνταῦθά τε τοῦτο δείκνυσι καὶ ἐν τοῖς ἑξῆς δέ, ὅπου περιττῶς ἐπαινεῖ πρὸς Διομήδην τοὺς τοῦ Ῥήσου ἵππους. τοῦτο δὲ ποιεῖν δοκεῖ μάλιστα διὰ τὸ τὸν Διομήδην εἰδέναι φίλιππον, ᾧ καὶ πορίζει τοὺς νεήλυδας ἵππους, φιλούμενον [80] λάφυρον, εἴπως ὁ Διομήδης περιποιήσοιτο αὐτὸν ὡς τοῦ φιλουμένου πρόξενον, εἰ καὶ ὁ Διομήδης ὡς ἀγεννῆ ἀντεραστὴν αὐτὸν ἀναιρεῖ. Φασὶ δὲ καὶ ὅτι Ἕκτορος εἰπόντος τοὺς ἀρίστους τῶν Ἑλληνικῶν ἵππων δοῦναι αὐτῷ, αὐτὸς ἐκ συλλογισμοῦ τοὺς τοῦ Ἀχιλλέως αἰτεῖ, ἄγων οὕτω πως ἑαυτὸν εἰς ἶσον τῷ Ἀχιλλεῖ. Ἔστι δὲ τοιοῦτός τις ὁ συλλογισμός· σὺ τοὺς ἀρίστους ἔφης δώσειν, ἄριστοι δὲ οἱ τοῦ Ἀχιλλέως. τοὺς τοῦ Ἀχιλλέως ἄρα δώσεις. λαβὼν γὰρ ὡς λῆμμα τὸν τοῦ Ἀχιλλέως λόγον τὸν λέγοντα, ὅτι τοὺς ἀρίστους δώσω, προστίθησιν αὐτὸς παρ' ἑαυτοῦ πρότασιν ὁμολογουμένην τό· ἄριστοι δὲ οἱ τοῦ Ἀχιλλέως. καὶ οὕτω πλέκει ὁ βάρβαρος οὐκ εὔπλοκον ἀλλ' αὑτῷ δοκοῦντα συλλογισμόν.

(v. 321) Τὸ δὲ "ἀνάσχεο" ἀλλαχοῦ μὲν ἀνοχὴν ὑπομενετικὴν δηλοῖ, ὡς τὸ "ἀνάσχεο κηδομένη περ", καὶ πρὸ ὀλίγων τὸ "ἀνὰ δὲ σχέο", ἐνταῦθα δὲ ἀντὶ τοῦ ἀνάτεινον εἴληπται.

(v. 322) Ἅρματα δὲ ποικίλα χαλκῷ τὰ τοῦ Ἀχιλλέως λέγει ὁ Δόλων, ὡς τοιαῦτα ἐκεῖνα ἐκ πυκνῆς πείρας εἰδώς. Καὶ ὅρα ὅτι ὥσπερ ὅπλων, οὕτω καὶ ἅρματος ἐπεμελοῦντο πρὸς κάλλος οἱ ἥρωες. καὶ τὸ μὲν τοῦ Ἀχιλλέως οὕτω σωφρόνως καλλύνεται, τὸ μέντοι τοῦ Ῥήσου ἐν τοῖς ἑξῆς ἁβρότερον ἔχει. χρυσῷ γὰρ καὶ ἀργύρῳ εὖ ἤσκηται, οὗ καὶ τὰ τεύχη χρύσεα, καθά που καὶ τὰ τοῦ Γλαύκου.

(v. 323) Τὸ δὲ "οἳ φορέουσιν" ἔχει τι καινοπρεπές. φορέουσιν μὲν γὰρ καὶ οἱ ἕλκοντες ἵπποι, φορέουσι δὲ καὶ ἅρματα τὰ ἑλκόμενα. Ὅμηρος δὲ πρὸς τὸ ἔμψυχον καὶ ἕλκον ἔκρινεν ἀποδοῦναι τὸ "οἳ φορέουσιν". αὐτὸ δὲ τὸ φορέουσι τὸ παρὰ τοῖς μεθ' Ὅμηρον φορεῖον παράγει. φορέει γὰρ καὶ ἐκεῖνο, ἤτοι ἀνέχει, τοὺς ἐν αὐτῷ, καθὰ καὶ τὸ ἅρμα τὸν ἀναβάτην.

(v. 324) Ἐν δὲ τῷ "οὐχ' ἅλιος σκοπὸς ἔσσομαι" γράφουσιν οἱ περὶ Ἡρόδωρον, ὅτι εὕρομεν ἐν πολλοῖς εἰς τὸ χ ἀπόστροφον. Τοῦτο δὲ παρεσημειωσάμεθα, ὡς ἂν φανείη ὅτι ἐν τῷ "οὐχ' ἅλις" καὶ "οὐχ' οὕτως" καὶ τοῖς ὁμοίοις, ἀμφιβόλως εἶχον οἱ παλαιοί, οἱ μὲν μετὰ ἀποστρόφου καὶ δασείας ποιούμενοι τὴν γραφήν, οἱ δὲ τὸ μὲν πάθος, ἤγουν τὴν ἀπόστροφον, μὴ προσιέμενοι, μόνον δὲ πνευματίζοντες. Τὸ δὲ "οὐδ' ἀπὸ δόξης" ἀντὶ τοῦ οὐ [81] πόρρω τῆς περὶ ἐμοῦ ὑπολήψεως, κεῖται δὲ τοιοῦτόν τι καὶ ἐν Ὀδυσσείᾳ. Καὶ λέγει μὲν ὁ Δόλων αὐτὸ διὰ τὸ ποδῶκες, ὁ δὲ φιλόκαλος θαυμάσεται τῆς δεξιότητος τὸν ποιητὴν οὕτω φράσαντα. τῷ ὄντι γὰρ εἰ οὕτως ἄφρων καὶ ἀγεννὴς ὁ Δόλων, οὐκ ἀπὸ δόξης τοιαύτης τῆς περὶ αὐτοῦ διαπράξεται. [Ἰστέον δὲ ὅτι, ὥσπερ κλέος παρὰ τῷ ποιητῇ οὐ κοινότερον ἡ τιμή, ἀλλὰ ἡ φήμη παρὰ τὸ κλύω, ἵνα, φασίν, ᾖ κλύος καὶ τροπῇ κλέος διὰ τὸ ἀκουστὸν εἶναι, οὕτω καὶ δόξα οὐ κατὰ τοὺς ὕστερον ἐπὶ τιμῆς, ἀλλὰ ἔννοια κατὰ ψυχὴν καὶ δόκησις καὶ οἴησις.]

(v. 325) Τὸ δὲ "ἐς στρατὸν εἶμι" πάνυ στενῶς φρασθὲν ὅμοιόν ἐστι τῷ "ἀνδρῶν δυσμενέων δῦναι στρατὸν ἐγγὺς ἐόντων", ὃ φθάσας ἐπὶ Διομήδους περιφραστικῶς εἶπεν ὁ ποιητής. οὕτω δὲ καὶ τοῦ βουλεύειν ἢ φεύγειν ἢ μάχεσθαι περίφρασις ἦν πρὸ ὀλίγων ἐν στίχοις τέτρασι τὸ "ἠὲ φυλάσσονται νῆες θοαί" καὶ τὰ ἑξῆς.

(v. 328) Ὅρα δὲ καὶ ὅτι διὰ τοῦ σκήπτρου γίνεται καὶ νῦν ὅρκος, καθὰ καὶ ἐν τῇ α΄ ῥαψῳδίᾳ πεποίηται. καὶ ἔστι τοῦτο σεμνὸν καὶ Ὁμηρικῇ ποιήσει πρέπον. ὁ μέντοι εἰπὼν "ἴστω Ζεὺς ὅρκιον δέ μοι ξίφος", ἄλλως ἐποίησε δι' ἑτεροίαν οὐκ ἀνεύλογον περιπέτειαν.

(v. 325 s.) Τοῦ δὲ "διαμπερές" τοπικῶς ἐπιρρηθέντος ἐφερμηνευτικὸν τὸ "ὄφρ' ἂν ἵκωμαι νῆα" τὴν τοῦ Ἀγαμέμνονος, ἔνθα οἱ βουλευταί. ὁ γὰρ ἐκεῖσε ἱκόμενος διαμπερὲς τοῦ Ἀχαιϊκοῦ στρατοῦ ἵκετο.

(v. 331) Τὸ δέ γε "διαμπερὲς ἀγλαϊεῖσθαι" χρονικῶς εἴληπται ἀντὶ τοῦ διόλου, ὅ ἐστι διὰ ζωῆς ὅλης. ἑτεροῖα δὲ ταῦτα πρὸς τὸ βάλλειν ἢ πλήττειν διαμπερές, καὶ πρὸς τὸ "κλήρῳ πεπάλαχθε διαμπερές".

(v. 330) Ἐν δὲ τῷ "μὴ μὲν τοῖς ἵπποις ἀνὴρ ἐποχήσεται ἄλλος" λέγει μὲν κατά τινα βραχεῖαν ἔλλειψιν, ὅτι ἴστω θεός, ὡς οὐ δὴ ἐποχήσεται αὐτοῖς ἀνὴρ ἕτερός τις τῶν Τρώων. οὕτω γὰρ ἂν εἴη ἀσόλοικον, σολοικοφανὲς ἄλλως ὄν. τὸ γὰρ κοινὸν οὕτω· ἴστω νῦν Ζεὺς μὴ δὴ αὐτοῖς ἄνδρα ἐποχήσεσθαι ἄλλον [82] Τρώων. Σημειωτέον δὲ αὐτὸ εἰς σαφήνειαν τοῦ κειμένου ἐν τῇ τ ῥαψῳδίᾳ "μὴ μὲν ἐγὼ Βρισηΐδι χεῖρας ἐπενεγκεῖν". δῆλον γὰρ ἐκ τούτου, ὅτι καὶ ἐκεῖ λείπει τι πρὸς ἐντελῆ τῆς ἐννοίας σαφήνειαν, οἷον ὅτι ἴστω γῆ καὶ ἥλιος, ὡς οὐ δὴ ἐγὼ ἠθέλησα ἢ ἐτόλμησα κούρῃ Βρισηΐδι χεῖρ' ἐπενεῖκαι. Τοῦτο δὲ τὸ τοῦ Ἕκτορος καὶ ἐσχηματισμένως εἴρηται. ὁ μὲν γὰρ πρῶτος στίχος ἀγάλλει ἀκροατὴν φιλέλληνα ὡς ἀληθιζομένου τοῦ Ἕκτορος. ἀληθῶς γὰρ οὐκ ἄλλος τις αὐτοῖς μετὰ τὸν Ἀχιλλέα ἐποχήσεται οὔτε Τρώων οὔτε Ἑλλήνων. ὁ δὲ δεύτερος στίχος ἠχρείωσε τὴν ἔμφασιν, ὁ λέγων τὸ "ἀλλὰ σέ φημι ἀγλαϊεῖσθαι". ὅτι δὲ πολλὰ καὶ οὕτω σχηματίζονται πρὸς λεληθυῖαν ἔμφασιν, δηλοῖ καὶ Ἑρμογένης ἐν τῷ "καὶ τοῦ μοιχοῦ λαβόμενος ἐβόων, ὦ πάτερ, σὺ δὲ ἦς". Μέχρι γὰρ ὧδε ὁ λέγων μοιχὸν τὸν πατέρα δηλοῖ φανερῶς, ἡ δὲ προσθήκη τοῦ "οὐδαμοῦ" ἐν τῷ "σὺ δὲ ἦς οὐδαμοῦ" ἐσκίασε τὸ τῆς σαφηνείας φῶς. ἀλλὰ τοῦτο μέν, ἵνα μὴ ὁ υἱὸς παρανόμως εἰς πατέρα ὑβρίζῃ, τὸ δὲ Ὁμηρικόν, ἵνα μὴ κακοζήλως ὁ ποιητὴς παίζῃ ἐκκαλύπτων διὰ τοῦ ὀμνύοντος Ἕκτορος ὅπερ ἐκεῖνος οὔτε ἐγίνωσκεν οὔτε εἰπεῖν προέθετο.

(v. 332) Τὸ δὲ "ἐπίορκον ἀπώμοσε" γράφουσί τινες ἐπώμοσεν, ἀστείως ποιοῦντες. ἡ μὲν γὰρ ἀπώμοσις, τουτέστιν ἡ ἄρσις, τὸ οὐδεὶς ἐποχήσεται ἄλλος, ἀληθής. Ἀχιλλεὺς γὰρ μόνος. ὃ καὶ Ὀδυσσεὺς μετ' ὀλίγα ἐρεῖ. ἡ δὲ θέσις, ἤγουν ἡ ἐπώμοσις, ψευδής, τὸ ἀλλὰ σὺ ὁ Δόλων. ὥστε ἀπώμοσεν μὲν ὁ Ἕκτωρ ἀληθῶς, ἐπώμοσε δὲ ψευδῶς. δῆλον δὲ καὶ ἐκ τῶν τῆς Ὀδυσσείας, ὅτι ἐπομνῦναι μὲν τὸ καταφατικῶς ὀμνῦναι, οἷον· νὴ τὸ θεῖον ποιήσω τόδε, ἀπομνῦναι δὲ τὸ ἀποφατικῶς ὁρκωμοτεῖν, οἷον· μὰ τὸ θεῖον οὐ ποιήσω τόδε τι. ἐνταῦθα οὖν ὁ Ἕκτωρ ἄμφω ποιεῖ, ἀπομνύμενος μὲν διὰ τὴν ἄρσιν, ἐπομνὺς δὲ διὰ τὴν θέσιν. [Ἰστέον δὲ ὅτι, καθὰ ἐν τῷ Ἑπτὰ ἐπὶ Θήβας, καὶ ἐν τῷ "ἥκεις ἐφ' ἡμᾶς", καὶ ἐν τῷ "δαιμονίη, [83] τί μοι ἐπέχεις", ἡ ἐπι πρόθεσις ἐναντιωματικῶς λαλεῖται ἀντὶ τῆς κατα, οὕτω καὶ ἐν τῷ ἐπίορκος καὶ τοῖς ἐξ αὐτοῦ. ἐπιορκεῖν γὰρ τὸ κατὰ ὅρκου γίνεσθαι τῷ ψεύδει καὶ μὴ κατ' ἀλήθειαν οἰκειοῦσθαι αὐτῷ.]

(v. 334) Ὅτι ῥινόν, ἤγουν δέρμα, πολιοῦ, ὅ ἐστιν λευκανθίζοντος, λύκου ἐνδύει ὁ ποιητὴς τὸν Δόλωνα, ἐπίτηδες καὶ αὐτὸ ὡς ἄφρονα, ἵνα καὶ δι' αὐτοῦ ὑπολεύκου ὄντος κατάφωρος ὁ ἀνόητος γένηται. τεφρῶδες γὰρ τὸ χρῶμα τοῦ λύκου καὶ οὐ βαθὺ προβεβλημένον τὸ μέλαν. ὅθεν καὶ τὸ τῆς νυκτὸς μέρος τὸ ἤδη προσκυροῦν τῇ ἡμέρᾳ ἀμφιλύκη λέγεται νύξ, ἣν ἡ ἀπεριμέριμνος ἰδιωτεία λυκόφως λέγει. Ἴσως δὲ καὶ ᾠκείωται ἡ λυκέη τῷ δολιευομένῳ. διὸ παρὰ Αἰλίῳ Διονυσίῳ κεῖται τὸ λυκοφιλίως ἀντὶ τοῦ ὑπόπτως, ὑπούλως, ὃς φέρει καὶ Μενάνδρου χρῆσιν ταύτην "λυκοφίλιοι μέν εἰσιν αἱ διαλλαγαί". Δῆλον δὲ ὡς ἡ ῥηθεῖσα ἀμφιλύκη καὶ ἐκ τοῦ λύγη γίνεται, ὃ σημαίνει κατὰ τοὺς παλαιοὺς τὴν σκιάν, προσλαβὸν δὲ τὸ η ποιεῖ τὴν ἠλύγην, ὃ δηλοῖ σκέπην, σκιάν. ἐξ οὗ ἐπηλυγασάμενος παρὰ Πλάτωνι ὁ προβαλόμενος καὶ ἐπισκιασάμενος. ὅτι δὲ καὶ νυκτερινοὶ κύνες λέγονται οἱ λύκοι, ἔστιν εὑρεῖν ἐν τοῖς παλαιοῖς.

(v. 333 s.) Ἔστι δὲ ἡ περὶ Δόλωνος Ὁμηρικὴ φράσις αὕτη· "αὐτίκα δ' ἀμφ' ὤμοισιν ἐβάλλετο καμπύλα τόξα, ἕσσατο δ' ἔκτοσθε ῥινὸν πολιοῖο λύκοιο". Καὶ ὅρα ὅτι κἀνταῦθα ἕσσατό φησι δέρμα λύκου, ὡς καὶ πρὸ τούτων ἐπὶ τοῦ βασιλέως "ἕσσατο δέρμα λέοντος". δηλοῖ δὲ καὶ νῦν τὸ ἐπεκάθισεν ἑαυτῷ, περιέθετο.

(v. 335) Διὸ καὶ ἐπὶ περικεφαλαίας αὐτὸ λέγει, ἐπαγαγὼν εὐθὺς τὸ "κρατὶ δ' ἐπὶ κτιδέην κυνέην", ἕσσατο δηλαδή, ὅ ἐστι περιέθετο, καθὰ καὶ ἐπὶ Μενελάου εἶπεν, ὅτι στεφάνην ἐπὶ τῇ κεφαλῇ ἐθήκατο πρὸς ὁμοιότητα τοῦ "ἀμφ' ὤμοις ἐβάλετο τόξα". ταὐτὸν γὰρ εἰπεῖν ἐβάλετο καὶ ἐθήκατο. ἴσως δὲ καινὸν οὐδὲν καὶ ἀντὶ τοῦ ἐνδύσασθαι νοῆσαι τὸ ἕσασθαι, εἴγε τὴν λέξιν τοῦ ἐνδύεσθαι καὶ ἐπὶ πανοπλίας [84] τίθησιν ὁ ποιητής, ὡς ἐδήλωσε τὸ "ὅπλοισιν ἐνὶ δεινοῖσιν ἐδύτην". Ἰστέον δὲ καὶ ὅτι τὸ δέρμα τοῦ λύκου λυκέην ὁ ποιητὴς ἐρεῖ μετ' ὀλίγα πρὸς ὁμοιότητα τοῦ παρδαλέην καὶ τῶν ὁμοίων, καὶ ὅτι τοὺς ἐν τῇ νυκτεγερσίᾳ ἥρωας καινοτρόπως ὁ ποιητὴς ὡπλισμένους ἱστόρησεν, ὡς καὶ προδεδήλωται, τὸν Δόλωνα, τὸν Διομήδην, τὸν Ὀδυσσέα, τοὺς βασιλεῖς, τοὺς λοιπούς. καὶ ὅτι τοῦ ποιητοῦ εἰπόντος "κρατὶ δ' ἐπὶ κτιδέην", ὡς ἐρρέθη, "κυνέην", φασὶν οἱ Ὑπομνηματισταί, ὅτι ἴκτις ἐστὶ ζῷον ὅμοιον κυνιδίῳ Μελιταίῳ, ὀρνιθοφάγον, τοῖς σμήνεσιν ἐπηρεάζον, ἔχον τὸ αἰδοῖον οἷον ὀστοῦν, καὶ ἰᾶται στραγγουριῶντας. τὸν δὲ Ὅμηρον ἀφελεῖν φασὶ τὸ ι, δέον εἰπεῖν ἰκτιδέην κυνέην. Ἰστέον δὲ ὅτι ἐνταῦθα μὲν ἐν τῷ "ἐπὶ κτιδέην" ἀμφίβολόν ἐστιν εἴτε μετὰ συναλιφῆς τῆς προθέσεως ῥητέον ἰκτιδέην τετρασυλλάβως εἴτε τρισυλλάβως κτιδέην ἀσυναλείπτως. ὅτε δὲ ἐν τοῖς ἑξῆς ἐρεῖ "τοῦ δ' ἀπὸ μὲν κτιδέην κυνέην εἵλετο", τὴν ἀμφιβολίαν διέκρινεν ὁ ποιητὴς φανερῶς γράψας κτιδέην ἐν τρισὶ συλλαβαῖς, ὡς ἔφασαν οἱ Ὑπομνηματισταί. Οἱ δὲ καὶ πανοῦργον τὴν ἴκτιν τὸ ζῷον ἱστοροῦσι καὶ μεῖζον μὲν γαλῆς καὶ δασύτερον, ἄλλως δὲ παραπλήσιον. οἱ δὲ ἀγρίαν λέγουσιν εἶναι γαλῆν. καὶ ἑτέρωθεν δὲ εἰκασμὸς τοῦ ζῴου συνάγεται τοιοῦτος. Ταρτησία, φασί, γαλῆ ὅμοιόν τι ἴκτιδι. Εἰ δὲ καὶ ταὐτὸν ἴκτις αὕτη βαρυτόνως καὶ ἰκτίς ὀξυτόνως ἡ παρὰ τῷ Κωμικῷ μεμνημένῳ ἰχθυοφάγου ἰκτίδος, οὐκ ἀναγκαῖον ἄρτι ζητεῖν. Ἐλλιπῶς δὲ εἴρηται τὸ "κρατὶ δ' ἐπὶ κτιδέην κυνέην". ῥήματος γὰρ ἀπὸ κοινοῦ λείπεται ἢ προηγησαμένου ἀνωτέρω, οἷον ἐβάλετο ἢ ἕσσατο, ἢ ἐπαγομένου. Ἐπάγει γὰρ "ἕλε δ' ὀξὺν ἄκοντα", ἵνα ᾖ "κτιδέην ἕλεν". Ἰστέον δὲ καὶ ὅτι, ὅπερ ἐπὶ τοῦ "κυνέην ταυρείην" ἐγράφη, καὶ ἐνταῦθα ἔστιν εἰπεῖν. εἰ γὰρ κτιδέη, πῶς κυνέη; καὶ ἐὰν κυνέη, πῶς κτιδέη; ἔστι δὲ τοῦτο εὐλογώτερον ἐκείνου. ἐπεὶ γὰρ ἡ ἴκτις κυνιδίῳ κατά τινας ἔοικεν, ἐγγὺς ἂν εἴη καὶ ἡ ἰκτιδέη κυριολεκτεῖσθαι εἰς κυνέην. Δῆλον δὲ ὅτι πρὸς ὁμοιότητα τῆς παλαιφάτου κυνέης καὶ ἡ κτιδέη λέγεται. ἀμφότεραι γὰρ ἐκ τῶν καλυπτόντων δερμάτων καλοῦνται, ἡ μὲν τοῦ κυνείου, ἡ δὲ τοῦ ἰκτιδείου.

(v. 336 s.) Ὅτι σχῆμα [85] προαναφωνήσεως τὸ "οὐδ' ἂρ ἔμελλεν" ὁ Δόλων "ἐλθὼν ἐκ νηῶν ἂψ Ἕκτορι μῦθον ἀποίσειν". ἀγωνιῶντι γὰρ ἀκροατῇ καὶ μάλιστα τῷ φιλέλληνι προλαλεῖ τὸ ἀποβησόμενον. οὕτω δὲ προαναφωνητικῶς καὶ τὸν Ἕκτορα ἐπίορκον ὀμόσαι εἶπεν, ἐφ' οἷς περὶ τῶν Ἀχιλλέως ἵππων ὤμοσε τῷ Δόλωνι.

(v. 338) Ὅτι παραφράζων τὸ "λιπέτην δὲ κατ' αὐτόθι πάντας ἀρίστους", ὅπερ ἐπὶ τῶν Ἑλληνικῶν κατασκόπων ἐρρέθη, φησὶ περὶ τοῦ Δόλωνος "ἀλλ' ὅτε δὴ ἵππων τε καὶ ἀνδρῶν κάλλιπεν ὅμιλον".

(v. 339) Ὅτι τοὺς μὲν Ἑλληνικοὺς ἐπισκόπους ἀπερχομένους διὰ παραβολῆς τε ἐσέμνυνεν, εἰκάσας λεόντοιν αὐτοὺς καὶ ἐπωρχήσατο διὰ τῆς φράσεως τῇ ἐκείνων πορείᾳ εἰπὼν "ἂν φόνον, ἂν νέκυας" καὶ ἑξῆς. τὴν μέντοι τοῦ ἀγεννοῦς Δόλωνος πορείαν ἐπιτρέχων οὕτω φησὶ "ἔβη ἂν ὁδὸν μεμαώς".

(v. 339-343) Ὅτι πρῶτος Ὀδυσσεὺς προνοητικώτατα ᾔσθετο τὸν Δόλωνα ἐρχόμενον, καὶ στοχαζόμενος, οἷα εἰκός, ἔφη "οὗτός τοι, Διόμηδες, ἀπὸ στρατοῦ", τῶν Τρώων δηλαδή, "ἔρχεται ἀνήρ, οὐκ οἶδ' ἢ νήεσσιν ἐπίσκοπος ἡμετέρῃσιν ἤ τινα συλήσων νεκύων κατατεθνειώτων".

(v. 344-347) Εἶτα καὶ συμβουλεύει "ἀλλ' ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιο τυτθόν, ἔπειτα δέ κ' αὐτὸν ἐπαΐξαντες ἕλοιμεν καρπαλίμως. εἰ δ' ἄμμε", ἤγουν ἡμᾶς, "παραφθαίῃσι πόδεσσιν, ἀεὶ πρὸς νῆας" αὐτὸν συνέλαυνε. Καὶ ὅρα τὸ ἐνεργὲς τῆς τοῦ Ὀδυσσέως φρονήσεως. αὕτη τε γὰρ ἡ βουλὴ εὐπετῶς ἔσχεν αὐτῷ, καὶ ἡ αἰτία δὲ τῆς τοῦ Δόλωνος ὁδοῦ εὐστόχηται, ὑπενοήθη δὲ καὶ τὸ ποδῶκες τοῦ ἐπισκόπου, ὡς εἰκὸς ὂν τοιοῦτον εἶναι αὐτόν.

(v. 347 s.) Διὸ καὶ τῷ Διομήδει ἐπιτρέπει εἰπὼν "αἰεὶ ποτὶ νῆας" ἢ "προτὶ νῆας, ἀπὸ στρατόφιν", ἤγουν ἀπὸ τοῦ Τρωϊκοῦ στρατοῦ, "προτιειλεῖν" τὸν ἄνδρα, ἤγουν εἴλει καὶ στρέφε, "ἔγχει ἐπαΐσσων, μή πως προτὶ ἄστυ ἀλύξῃ". Ἐνταῦθα δὲ τυχὸν μὲν κολακεύει Ὀδυσσεὺς ἐν δέοντι τὸν Διομήδην ὡς ἑαυτοῦ ποδωκέστερον, τυχὸν δὲ οὐδὲ θαρρεῖ πάνυ οὐδ' ἐνταῦθα τὸν ὠκὺν δρόμον, ὃ καὶ ἐν Ὀδυσσείᾳ ποιεῖ ἀεθλεύων, ἔνθα δεδοικέναι φησὶ οἴοισι πόδεσσι μή τις αὐτὸν παρέλθῃ. οὔκουν ᾔσχυνεν Ὀδυσσεὺς τῷ Διομήδει τὴν ἐπιλογήν, ἐξ αὐτῆς, ὅ φασι, πρώτης γραμμῆς ἀγαθὰ ποιήσας, ὃς καὶ νῦν πρῶτος ᾔσθετο τοῦ πολεμίου ἐπιόντος, καθὰ καὶ ὁ Νέστωρ ἐν τοῖς ἑξῆς πρῶτος τοῦ τῶν ἵππων κτύπου ἀκούσει ἐπανιόντων τῶν κατασκόπων. καὶ οὐκ ἔστιν οὐδὲ τοῦτο κατὰ τοὺς τὸν Ὀδυσσέα [86] ψέγοντας σημεῖον δειλίας, ἀλλὰ προνοίας, ὁποία καὶ ἡ κατὰ τὸν Νέστορα. καὶ ἐν τοῖς ἑξῆς δὲ τὸν Ῥῆσον ὁρᾷ καὶ τοὺς ἐκείνου ἵππους. καὶ ἔστιν ἀληθῶς αὐτὸς ἐπίσκοπος, ἤγουν σκοπευτὴς ἀκριβής. ὅτι γὰρ ἡ ἐπι πρόθεσις καὶ ἀκρίβειάν τινα σημαίνει καὶ ἐπίτασιν ἐνεργείας, δηλοῖ καὶ τὸ ἐπιόψομαι, ὡς ἀλλαχοῦ εἴρηται, ἔτι δὲ καὶ τὸ "ἐπιδραμέτην", κατωτέρω ῥηθὲν ἀντὶ τοῦ μᾶλλον καὶ συντονώτερον ἔδραμον. Ἐν δὲ τοῖς εἰρημένοις ὅρα καὶ ὅτι ἐν συνήθει σχήματι ἀπορίας βιωτικῷ τε καὶ περιουσιάζοντι τὴν ποίησιν ἐκτίθεται ὁ ποιητὴς τὰς ὡς ἐπὶ πολὺ αἰτίας τῆς νυκτερινῆς ἔξω τοῦ στρατοπέδου πορείας τῶν στρατιωτῶν, μονονουχὶ λέγων ὡς ἢ διὰ κατασκόπησιν τοῦτο γίνεται τὴν πρὸ ἔργου ἄρτι τῷ Δόλωνι ἢ διὰ λάφυρα. Οὕτω καὶ μετὰ ταῦτα ἐρωτῶν ὁ Διομήδης τὸν Δόλωνά φησι "πῇ δὴ ἐπὶ νῆας ἀπὸ στρατοῦ ἔρχεαι οἶος" ἐν νυκτί; "ἤ τινα συλήσων νεκύων; ἤ σ' Ἕκτωρ προέηκε διασκοπιάασθαι ἕκαστα" καὶ ἑξῆς. Ἔνθα ὅρα καὶ ὡς περιέφρασε τὸν ἐπίσκοπον, οὐκ αὐτὸν ἀλλὰ ἔργον αὐτοῦ εἰπὼν τὸ διασκοπιᾶσθαι ἕκαστα. τὸ δὲ συλήσων ἀντὶ τοῦ ἐκδύσων κατὰ τοὺς παλαιούς, ἤγουν σῦλα καὶ λάφυρα ληψόμενος. [Ἰστέον δὲ ὅτι ἐκ τοῦ τοιούτου συλᾶν εἴληπται καὶ τὸ ἐπὶ τοῦ κλέπτειν, ἐπειδὴ ὥσπερ ὁ ἐν μάχῃ συλῶν μετὰ δέους ὑφαιρεῖται τὰ σκῦλα, οὕτω πως καὶ ὁ κλέπτων. ἀμφότεροι γάρ, καθὰ καὶ οἱ ληισταί, παραβάλλουσι κινδύνῳ τὰς σφῶν κεφαλάς.] Τοῦ δὲ "νεκύων κατατεθνειώτων" ὅτι θατέρα λέξις περιττῶς κεῖται, πολλαχοῦ φαίνεται, καί που κεῖται καὶ αἰτία τῆς τοιαύτης ἐν φράσει στοιβῆς. Ὁ δὲ παλαιὸς ἀστεῖος ἐκεῖνος, ὁ τοὺς χλωροὺς ἀνθρώπους νεκροὺς ὀνομάσας, εἴποι ἂν ἐντεῦθεν λαβεῖν τὴν ἀρχήν, ὡς τῶν τοιούτων παρ' αὐτῷ νεκρῶν οὐ τεθνεώτων. Ἱστορεῖ γάρ τινα ὁ Ἀθήναιος βαρὺν δοκοῦντα, ὅτι ἔσκωπτε τόπον τινὰ ὡς νοσερόν, φάναι πρὸς τοὺς αἰτιωμένους ἐποίκους, ὡς καὶ πῶς ἂν πόλιν ἐρεῖ νοσώδη, ἔνθα καὶ οἱ νεκροὶ περιπατοῦσιν; [Εἶεν δ' ἂν πρέποντες ἐννοίᾳ τοιαύτῃ κατὰ τούς, ὡς εἴρηται, χλωροὺς καὶ οἱ παρ' ἄλλοις διὰ τὸ κατ' ὄψιν ὠχρὸν πύξινοι.] [87]

(v. 344) Τὸ δὲ "παρεξελθεῖν πεδίοιο" Ὁμηρικώτερόν ἐστι γραφόμενον "παρὲξ ἐλθεῖν" ἐν δυσὶ μέρεσι λόγου, ὁμοίως τῷ "παρὲξ ὁδοῦ", ὃ μετ' ὀλίγα εἰρήσεται.

(v. 346) Τὸ δὲ "παραφθαίῃ πόδεσσιν", ἀντὶ τοῦ προδράμῃ, νικήσει, παρέλθῃ. χωρὶς δέ γε προθέσεως τὸ ἁπλῶς φθάσαι ἡ λέξις δηλοῖ, ὅ ἐστι προλαβεῖν. ἐρεῖ οὖν μετ' ὀλίγα "μή τις φθαίη" ἐπευξάμενος βαλεῖν.

(v. 347 s.) Ὅρα δὲ καὶ ὡς μιᾷ ποιητικῇ προθέσει φιλητῶς ἐνέμεινεν ἐν τῷ "προτὶ νῆας" ἢ "ποτὶ νῆας", καὶ "προτιειλεῖν", καὶ "προτὶ ἄστυ ἀλύξῃ".

(v. 349 s.) Ὅτι Διομήδης καὶ Ὀδυσσεὺς τὸν Τρωϊκὸν κατάσκοπον γνόντες "παρὲξ ὁδοῦ ἐν νεκύεσσι κλινθήτην", ἵνα δηλαδὴ πεδοῖ κείμενοι λάθωσι τὸν Δόλωνα συναναμεμιγμένοι τοῖς νεκροῖς. "ὃ δ' ἂρ ὦκα παρέδραμεν ἀφραδίῃσι". Καὶ ὅρα ὅτι νῦν οὐκ ἐπὶ ψόγῳ εἶπε τὴν ἀφραδίαν ὡς ἐπὶ ἀφροσύνης καὶ κακονοίας, ἀλλ' ἁπλῶς οὕτως ἐπὶ ἀγνοίας καὶ ἀντὶ τοῦ ἀπρονοήτως. τὸ δὲ ὦκα τῆς μαρτυρηθείσης τῷ Δόλωνι ἔνδειξίς ἐστιν ὠκύτητος. Περὶ δὲ τοῦ παρέξ πολλαχοῦ γέγραπται, ὅτι τε βραχεῖαν δηλοῖ διάστασιν. σημαίνει γὰρ διὰ μὲν τῆς παρα ἐγγύτητα, διὰ δὲ τῆς ἐξ ἀπόστασιν, καὶ ὅτι διφορεῖται κατὰ τὴν σύνταξιν, ἐνταῦθα μὲν γενικῇ συνταχθέν, ὡς καὶ ἐν ἄλλοις, μετ' ὀλίγα δὲ αἰτιατικῇ ἐν τῷ "παρὲκ νόον ἤγαγεν Ἕκτωρ".

(v. 352 s.) Ὅτι τὰς ἡμιόνους προφερεστέρας εἶναι τῶν βοῶν ἕλκειν κατὰ νειὸν ἄροτρον γεωργικώτατα λέγει ὁ ποιητής. Φασὶ γὰρ οἱ ἔμπειροι, ὡς ἐν μὲν τῇ πρώτῃ τῆς γῆς ἐργασίᾳ βοῶν δεῖ σχολαιοτέρων ὄντων καὶ γενναιοτέρων, ὡς ἂν βαθεῖα γένηται ἡ τομή, ἐν δὲ τῇ νειῷ ἤδη προεσχισμένῃ χρήσιμον τὸ τῶν ὀρέων γένος μᾶλλον ὡς ὀξύτερον. τοιοῦτον γὰρ τὸ ὀρικὸν ζεῦγος, ὥσπερ αὖ τὸ τῶν βοῶν ἰσχυρότερον. Προφέρει δὲ τὸν λόγον τοῦτον ὁ ποιητής, μετρῶν ὅσον διάστημα τῶν Ἑλληνικῶν κατασκόπων ἦν πρὸς τὸν Δόλωνα, ὅτε διώκοντες ἤγγισαν αὐτῷ. Φησὶ γὰρ "ἀλλ' ὅτε δή ῥ' ἀπέην ὅσσον τ' ἐπὶ οὖρα πέλονται ἡμιόνων. αἳ γάρ τε", ἤγουν αὗται, "βοῶν προφερέστεραί εἰσιν ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον. τὼ μέν", ἤγουν οὗτοι, "ἐπιδραμέτην", καὶ ἑξῆς.

(v. 351) Εἰσὶ δὲ οὖρα ἢ προπαροξυτόνως ἐπίουρα τὰ ὁρμήματα ὡς ἀπὸ τοῦ ὀρούειν, ἢ τὰ μεταξὺ διαστήματα, ὡς ἀπὸ τοῦ οὖρος, ὁ περιορισμός, κατὰ γένους μεταπλασμόν, [ὁποίου τρόπου ἐστὶ καὶ [88] τὰ δάκτυλα καὶ τὰ ταρσά καὶ τὰ λύχνα καὶ τὰ πεσσά δέ, ὡς τὸ "καὶ πεσσὰ πεντάγραμμα καὶ κύβων βολαί".] Ἔστι δὲ ὁ μὲν πρὸς ἡμιόνους εἰκασμὸς τοῦ Δόλωνος, ὁ δὲ πρὸς βόας τῶν διωκόντων Ἑλληνικῶν ἡρώων, εὐγενέστερος ὢν οὗτος πάντως ἐκείνου.

(v. 352) Προφερέστεραι δὲ αἱ ταχύτεραι καὶ ἔμπροσθεν φερόμεναι.

(v. 353) Βαθεῖαν δὲ λέγει νειὸν τὴν ἢ ὀφείλουσαν ἢ δυναμένην εἰς βάθος σχίζεσθαι. Πρωτότυπον δὲ αὐτῆς τὸ νεᾶν, οὗ χρῆσις παρ' Ἡσιόδῳ ἐν τῷ "θέρεος δὲ νεωμένη οὔ σ' ἀπατήσει". ἐξ οὗ καὶ παρὰ Σοφοκλεῖ ἀνανεώσασθαι λόγους τὸ ἀνακινῆσαι, εἰπεῖν δὲ καιριώτερον, ἀναπολῆσαι. Ἀρότρου δὲ πηκτοῦ μνεία καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν, ὅπερ ἐστὶν ἢ τὸ εὐπαγὲς καὶ στερεὸν ἢ ἄλλως τὸ καθ' Ἡσίοδον, ὃ ἀντιδιαστέλλεται πρὸς τὸ αὐτόγυον. ἐνθυμητέον δ' ἐνταῦθα καὶ τὸ πηκτῶν κλιμάκων ἀντὶ τοῦ εὐπαγῶν, ὃ κεῖταί που παρ' Εὐριπίδῃ. δῆλον δ' ὡς ὁ πλεονασμὸς τοῦ ρ ἐν τῇ ληγούσῃ τοῦ "ἄροτρον" διέστειλεν οὕτως αὐτὸ ἐκ τοῦ ἀρότου, ὃς οὐ μόνον τὸ τοῦ ἀροτριᾶν ἔργον δηλοῖ, ἀλλὰ καὶ τὸν ἐνιαυτὸν παρὰ Σοφοκλεῖ, προπαροξυνόμενον ἀναλόγως τῷ ἄμητος.

(v. 354-356) Ἰστέον δὲ καὶ ὅτι τέως μέν, ὅσον ἐρρέθη, ὁ ποδώκης Δόλων διΐσταται τῶν διωκόντων καὶ ποιεῖ τὴν τοῦ πράγματος περιπέτειαν ἐναγώνιον, ἐφεξῆς δέ, ἐπείπερ "οἳ μὲν ἐπιδραμέτην", ὡς εἴρηται, "ὃ δ' ἂρ ἔστη δοῦπον", φησίν, "ἀκούσας ‑ ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρους ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος", ‑ ἄλλως μετρεῖ ὁ ποιητὴς τὸ μεταξὺ τῶν κατασκόπων διάστημα.

(v. 3579) Φησὶ γὰρ "ἀλλ' ὅτε δή ῥ' ἄπεσαν", οἵ τε διώκοντες καὶ ὁ διωκόμενος, "δουρηνεκὲς ἢ καὶ ἔλασσον, γνῶ ῥ' ἄνδρας δηΐους" ὁ Δόλων, "λαιψηρὰ δὲ γούνατ' ἐνώμα φευγέμεναι· τοὶ δ' αἶψα διώκειν ὡρμήθησαν".

(v. 3604) Εἶτα ἐπιπλέκων παραβολὴν λέγει "ὡς δ' ὅτε καρχαρόδοντε δύω κύνε εἰδότε", ἤγουν ἴδμονες, "θήρης ἢ κεμάδα ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεὶ χῶρον ἀν' ὑλήεντα, ὃ δὲ προθέῃσι μεμηκώς", οὕτω τὸν Δόλωνα Διομήδης καὶ Ὀδυσσεὺς "λαοῦ ἀποτμήξαντε διώκετον ἐμμενὲς αἰεί".

(v. 357) [89] Ἰστέον δὲ ὅτι "δουρηνεκές" λέγει τὸ εἰς ὅσον δόρυ φέρεται, ἵνα δηλοῖ βολὴν δορός, ἢ ὅσον μῆκος δουρός. διὸ μετ' ὀλίγα ἐπαΐσσων ὁ Διομήδης φησὶ "ἠὲ μένε ἠέ σε δουρὶ κιχήσομαι", ὅπερ καὶ αὐτὸ διχῶς νοεῖται, ἢ ὡς ἐπαφεὶς τὸ δόρυ περιγενήσομαί σου ἢ αὐτοσχεδὸν τύψας ἕλω σε, ὡς εἰ καί τις ἰχθὺν τριαίνῃ πλήξας κιχήσεται. δοκεῖ δὲ καὶ ἄλλως ἀστείως αὐτὸ εἰρῆσθαι, ἵνα λέγῃ ὡς, ἐπεὶ οὐ δύναμαι κιχήσασθαί σε ποσί, κιχήσομαί σε δουρί. Πρὸς ὁμοιότητα δέ τινα τοῦ διηνεκές καὶ ποδηνεκές συντέθειται τὸ δουρηνεκές, καὶ ἔτι τοῦ κεντρηνεκές. λέγεται γὰρ ἵππος κεντρηνεκὴς ὁ εὐπειθὴς κέντροις. κέντρα δέ φαμεν, ἃ καὶ ἐγκεντρίδας οἱ παλαιοί, ἤγουν τὰ περὶ τὰς πτέρνας, οἷς, φασίν, ἐλαύνονται ἵπποι. καὶ κλέπταις δὲ ἦσαν ἐγκεντρίδες τινές. Κόροιβος οὖν τοιαύτας ἔχων ἀνερριχᾶτο κλεπτικῶς διὰ τῶν τοίχων, ἐλέγετο δὲ καὶ ἰχθύκεντρον κατὰ Παυσανίαν τρίαινα, ᾗ ἐπὶ μεγάλων ἰχθύων χρῶνται.

(v. 357) Τὸ δὲ "ἄπεσαν", ἤγουν ἀπῆσαν, διΐσταντο, οὐ τοὺς διώκοντας μόνους δηλοῖ, ἀλλὰ καὶ τὸν διωκόμενον. οὐ γὰρ αὐτοὶ μόνον ἀπῆσαν ἐκείνου, ἀλλὰ καὶ αὐτὸς ἐκείνων κατὰ τὸ "ἀλλ' ὅτε δή ῥ' ἀπέην", ὁ Δόλων δηλαδή. Ἔνθα ὅρα καὶ ὅτι λείως δυνάμενος ὁ ποιητὴς φράσαι "ἀλλ' ὅτε δὴ ἀπέην", προέκρινε τραχυφωνῆσαι διὰ τῆς τοῦ ῥα ἐπενθέσεως, ὡς καὶ ἐν τῷ "ἀλλ' ὅτε δή ῥ' ἄπεσαν", καὶ ἐν τῷ "γνῶ ῥ' ἄνδρας δηΐους". Τὸ δὲ "δουρηνεκὲς ἢ καὶ ἔλασσον" τὸ φιλάληθες τῆς ἱστορίας δηλοῖ, ὡς ἔστιν ὅτε καὶ ἐνδοιαζούσης πιθανῶς.

(v. 358 s.) Ἐκ δὲ τοῦ "λαιψηρὰ γούνατα ἐνώμα" φεύγειν, παραπέφρασται τὸ ἀντίθετον τὸ "τοὶ δ' αἶψα διώκειν ὡρμήθησαν", οὗ τὸ ἐπίρρημα τὸ αἶψα πρωτόθετόν ἐστι τοῦ λαιψηρά. Θρασύδειλος δέ, ὡς καὶ προερρέθη, ὁ Δόλων, ὃς μετὰ θάρσους τὸν ἆθλον ὑποδὺς εἶτα φεύγει κατὰ κράτος τοὺς πολεμίους ἰδών. οὕτως οὐδὲν οἶδε συντελεῖν ἀρετὴ σώματος, εἰ μὴ ψυχικῷ καλῷ συζευγνύοιτο. τί γὰρ ὤνησεν ἡ τῶν ποδῶν ὠκύτης μόνη τὸν Δόλωνα, ἥτις οὐδ' ἐν γυμνασίῳ δίχα εὐβουλίας ἔχει τὸ ἐνεργόν. ἔοικεν οὖν καὶ αὐτὸς ὁ Δόλων καταγινώσκειν ἑαυτοῦ τὸ μὴ δεῖν κατάσκοπον σταλῆναι, ὃς τῶν πολεμίων ἐπιδιωκόντων ἔστη δοῦπον ἀκούσας. "ἔλπετο γάρ", ὡς εἴρηται, "ἀποστρέψοντας ἑταίρους ἰέναι Ἕκτορος ὀτρύναντος". ἴσως δὲ οὐ μόνον ἔλπεται τοῦτο, ἀλλὰ καὶ εὔχεται. τυχὸν δὲ καὶ τοῦ [90] Ἕκτορος ψεῦδος καταγινώσκει ὁ Δόλων, ὡς οἷα μεταμεληθέντος ἐπὶ τῇ ὑποσχέσει τοῦ μεγάλου δώρου, ὅπερ μεγάλα δῶρα πληθύνων ἐρεῖ Ὀδυσσεύς. Λαιψηρά δὲ ἢ ἐπιρρηματικῶς, ἵνα λέγῃ ὡς λαιψηρῶς ἐνώμα τὰ γόνατα, ἢ ὀνοματικῶς τὰ λαιψηρὰ γούνατα. ποδώκης γὰρ ὁ Δόλων.

(v. 360) Ἐν δὲ τῷ "δύω κύνε" πλεονάζει τὸ δύω, καθὰ καὶ ἐν τῷ "δύω κοσμήτορε Ἀχαιῶν". Τὸ δὲ "εἰδότε θήρης" σημείωσαι, ὡς τοῦ εἰδέναι καὶ γενικῇ συνταχθέντος καὶ ἐπὶ ἀλόγων ζῴων τεθέντος λόγῳ γλυκύτητος.

(v. 361) Κεμάς δὲ κατά τινα γλῶσσαν τὸ τῆς ἐλάφου, φασί, γέννημα, ἧς ἡ ἐτυμολογία εἰρήσεται. Τοῦ δὲ λαγωός ὅτι πρωτότυπον ὁ λαγός διὰ τοῦ ο μικροῦ ἔχων τὴν λήγουσαν ὀξυτόνως, οὗ πρὸς διαστολὴν Λάγος τὸ κύριον, πολλοῖς ἀρέσκει τῶν παλαιῶν. πλεονάζει δὲ πρὸ τῆς ληγούσης τὸ μέγα ω, καθὰ καὶ ἐν τῷ κολωός. καὶ αὐτοῦ γὰρ προϋπόκειται δισύλλαβον ὄνομα, ὅπερ ὁ κόλος βοῦς καὶ τὸ κόλον δόρυ δηλοῖ. Γίνεται δὲ παρὰ τὸ λάειν, ὅ ἐστι βλέπειν, ὁ λαγός. τὸ δὲ λέγειν ὅτι λαγὼς παρὰ τὸ λα ἐπιτατικὸν γίνεται καὶ τὸ ὦς ὠτός, τὸ ὠτίον, ἐξ οὗ δῆθεν ὁ λαγωός, δοκεῖ ἔχειν ἀντιλογίαν διὰ τὴν ὀξυτόνησιν. ἐχρῆν γὰρ ἢ περισπᾶσθαι τὴν τούτου λήγουσαν διὰ τὸ ὦς, ἢ ἀλλὰ βαρύνεσθαι διὰ τὴν σύνθεσιν κατὰ τὸ φῶς ἄφως καὶ λειψίφως, ἤδη δὲ καὶ λυκόφως. [Δοκεῖ δὲ Ἀττικοῖς φίλος εἶναι ὁ ἐν δυσὶ συλλαβαῖς λαγώς, οὗ καὶ ἡ ἑνικὴ γενικὴ τοῦ λαγώ, καθὰ δηλοῖ ὁ γράψας τὸ "λαγὼ βίον ζῇς ὁ πρὶν ἄτρομος λέων", καὶ πληθυντικὴ εὐθεῖα οἱ λαγῴ. ἐκ δὲ τοῦ τοιούτου λαγώς καὶ κρέα λαγῷα παρὰ τῷ Κωμικῷ. μνηστέον δὲ νῦν [91] σοφοῦ εἰπόντος ἐπὶ βασιλεῖ περιελκομένῳ δώροις ὑπό τινος λαγῳοφθάλμου τὸ "ἕλκει λαγὼς λέοντα χρυσίνῳ βρόχῳ".] καὶ τοῦτο μὲν τοιοῦτον. Τὸ δὲ "ἐπείγετον ἐμμενὲς αἰεί" διασαφεῖ ὁ ποιητὴς ἔν τε τῷ "αἶψα διώκειν ὡρμήθησαν", καὶ κατωτέρω ἐν τῷ "διώκετον ἐμμενὲς αἰεί", ἐν οἷς καὶ τὴν ταὐτολογίαν ὅρα, καὶ ὡς οὐ μόνον ἐπείγειν τὸ ἐπισπεύδειν καὶ ἐρεθίζειν, ἀλλ' ἰδοὺ καὶ τὸ διώκειν πολεμικῶς.

(v. 362) Ἐν δὲ τῷ "ὃ δὲ προθέῃσι", τουτέστιν ὁ λαγωός, ὅρα ὅτι προτετίμηται τῆς κεμάδος ὁ λαγωὸς εἰς σύνταξιν κατὰ γένους τιμιότητα, ὡς πολλαχοῦ γίνεται. Τὸ δὲ μηκᾶσθαι, ἀφ' οὗ μέσος παρακείμενος ὁ μεμηκώς, ὑποτρίζειν τινὲς ἡρμηνεύκασι. καὶ ἔστι μίμημα φωνῆς οὐ μόνον αἰγῶν, ὡς πολλαχοῦ φαίνεται, ἀλλὰ καὶ ἐλάφου συλληπτικῶς καὶ λαγωοῦ, ἣν ἀφίησιν οἷον κλαυθμόν τινα, ὅταν διωκόμενος κατάληπτος γίνηται. καὶ ἴσως ἐκ τοῦ τοιούτου ῥήματος καὶ ἡ κεμὰς ὠνόμασται οἱονεὶ κημὰς κατὰ μετάθεσιν καὶ κατὰ συστολὴν κεμάς, ἣν ὁ τὰ μεθ' Ὅμηρον γράψας ἐν δυσὶ μ γράφει διπλάσας τὸ ἀμετάβολον. εἰ δὲ ἀπεμφαίνει τοῦτο, ζητητέον τὸ ἀκριβὲς ἑτέρωθεν.

(v. 364 s.) Ἀποτμῆξαι δὲ λαοῦ τὸ πόρρω ἀπαγαγεῖν, οὗ ἀνάπαλιν τὸ μιγῆναι, οἷον "ἀλλ' ὅτε δὴ τάχ' ἔμελλε μιγήσεσθαι φυλάκεσσιν", ἤγουν ἑνωθῆναι. αἱ δὲ λέξεις αὗται καὶ πολεμικαί ποτέ εἰσιν, ὡς δηλοῖ τὸ "ἀποτμῆξαι κεφαλήν", καὶ τὸ "μιγῆναι ἔγκασι φωτός".

(v. 365) Ὅρα δὲ τὸ "μιγήσεσθαι", οὗ ἐνεστὼς μιγῶ. [Εἰ μὴ ἄρα μᾶλλον ἐκ τοῦ ἐμίγην δευτέρου παθητικοῦ ἀορίστου γίνεται πρὸς ὁμοιότητα τοῦ πρώτου, ἵνα ᾖ ὡς ἐμίχθη μιχθήσεσθαι, οὕτως ἐμίγη μιγήσεσθαι.]

(v. 365-377) Ὅτι φεύγοντος ἐπικρατῶς τοῦ Δόλωνος ‑ ποδώκης γὰρ ἦν, ὡς προείρηται ‑ καὶ μέλλοντος ἤδη μιγήσεσθαι, ὡς ἐρρέθη, τοῖς Ἑλληνικοῖς φύλαξιν, ὁ Διομήδης μένος καὶ νῦν θεόθεν λαβών, "ἵνα μή τις Ἀχαιῶν χαλκοχιτώνων φθαίη ἐπευξάμενος βαλέειν, ὁ δὲ δεύτερος ἔλθῃ", προσέφη "δουρὶ ἐπαΐσσων· ἠὲ μένε, ἠέ σε δουρὶ κιχήσομαι", ὡς καὶ αὐτὸ προδεδήλωται, "οὐδέ σέ φημι δηρὸν ἐμῆς ἀπὸ χειρὸς ἀλύξειν αἰπὺν ὄλεθρον". Ἔφη δὴ "καὶ ἔγχος ἀφῆκε", κατὰ τὸ "ἅμ' ἔπος ἅμ' ἔργον". "ἑκὼν δ' ἡμάρτανε [92] φωτός. δεξιτερὸν δ' ὑπὲρ ὦμον ἐϋξόου δουρὸς ἀκωκὴ ἐν γαίῃ ἐπάγη, ὃ δ' ἂρ ἔστη" λαθόμενος τῆς θρασύτητος, τάρβησέν τε βαμβαίνων, "ἄραβος δὲ διὰ στόμα", ἤγουν κατὰ στόμα, "γίνετ' ὀδόντων χλωρὸς ὑπαὶ δείους· τὼ δ' ἀσθμαίνοντε κιχήτην, χειρῶν δ' ἁψάσθην".

(v. 378-381) Ὁ δὲ ποιεῖ τὰ τοῦ ἀγεννοῦς καὶ δειλοῦ. "Δακρύσας γὰρ ἔπος ηὔδα· ζωγρεῖτε, αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι. ἔστι γὰρ ἔνδον χαλκός τε" καὶ ἑξῆς, ὡς προγέγραπται. Τῶν δὲ εἰρημένων πολλὰ προσαρμόζουσι λογογραφικαῖς ὑποθέσεσι. Τὸ γοῦν "ἵνα μή τις φθαίη" καὶ ἑξῆς, προμάχου τινὸς ποιήσοι ἂν ἔπαινον, ὥσπερ καὶ τὸ "ἠὲ μένε" καὶ ἑξῆς. Τὸ δὲ "οὐδέ σέ φημι δηρόν" καὶ ἑξῆς, ταπεινὸν θροήσει ἄνδρα πρός τινος δυνατοῦ λαληθέν. Τὸ δὲ "ἑκὼν δ' ἡμάρτανε φωτός" εἰς ἐπιείκειαν ῥηθήσεταί ποτε πολεμιστοῦ. καὶ τὰ ἐφεξῆς δὲ ὁμοίως χρήσιμα ἔσονται. Φασὶ δ' ἐνταῦθα οἱ παλαιοί, ὅτι ἐνεργείας μεστὸς ὁ Διομήδης ἐφ' οἷς ποιεῖ. ἐπαινοῦσι δὲ καὶ τὸν Ὀδυσσέα, ὅτι μὴ ἀφῆκε βέλος ἐκ τόξου. τὸ μὲν γὰρ δόρυ ἐπὶ ἐκφοβήσει ἀφεθὲν ὑπὸ τοῦ Διομήδους οὐ λανθάνει διὰ τὸ μέγεθος, ὁ δὲ ὀϊστὸς μάτην ἂν ἀφείθη. ἐλάνθανε γάρ, εἰ μὴ τυχὸν ἐρροίζησεν.

(v. 368) Ἰστέον δὲ ὅτι τὸ "ἐπευξάμενος βαλέειν" ἐναλλαγὴν ἔχει μερῶν λόγου, ὁποία ἐστὶν ἔν τε ἄλλοις, καὶ ἐν τῷ "χασσάμενος πελεμίχθη". κἀνταῦθα γὰρ τὸ ὀρθὸν τοιοῦτον· μή τις φθαίη βαλὼν ἐπεύξασθαι ἤτοι καυχήσασθαι. Εἰπεῖν δὲ ἄλλως κάλλιον, ἐν τῷ "φθαίη ἐπευξάμενος βαλέειν" τρεῖς αὗται λέξεις ἀπροσκόπως δύνανται καὶ εἰς ῥήματα καὶ εἰς μετοχὰς μεταληφθῆναι, οἷον "μή τις φθάσας ἐπεύξηται βαλεῖν", καὶ πάλιν "μή τις φθαίη ἐπεύξασθαι βαλών", καὶ "μή τις φθαίη ἐπευξάμενος βαλεῖν", ὃ δὴ ἔφη ὁ ποιητής. Τὸ δὲ "δεύτερος ἔλθῃ" ἐφερμηνευτικόν ἐστί πως τοῦ φθαίη. δῆλον γὰρ ὡς, εἴ τε φθαίη, οὐκ ἂν δεύτερος ἔλθοι, καὶ ὃς δὲ ἔλθοι δεύτερος, πάντως οὐκ ἔφθη.

(v. 374) Τὸ δὲ "ἐν γαίῃ ἐπάγη" πάνυ [93] θαυμασίως πέπλασται. εἰ γὰρ ἔπεσε περὶ γῆν τὸ δόρυ, ἔλαθεν ἂν τὸν δειλὸν καὶ οὐκ ἂν ὑποδεδιὼς ἐστάθη, παγὲν δὲ εἰς γῆν καὶ ἐφ' ὁποσονοῦν ὀρθούμενον κατά τι φυτὸν ἢ σκόλοπα ἐθεάθη καὶ ἔστησε τὸν ταχὺν φεύγειν θρασύδειλον. Ἰστέον δὲ καὶ ὅτι τὸ "ἔστη τάρβησέν τε" καὶ ἑξῆς, χαρακτήρ ἐστιν ἀνθρώπου πάνυ δειλιάσαντος ἐν κινδύνῳ, καὶ ὅτι οὐχ' ἁπλῶς ἔστη ὁ ποδώκης Δόλων, ἀλλὰ τοῦ τάρβους αὐτὸν οἷον πεδήσαντος.

(v. 374 s.) Καὶ ὅτι τὰ συνεχισθέντα τῇ παραθέσει τὸ ταρβῆσαι καὶ τὸ βαμβαίνειν καὶ ὁ ἄραβος, τὰ ἐξ ὀνοματοποιΐας, τραχεῖαι λέξεις καὶ σκληραί, πλεονάσασαι καιρίως ἐν τόπῳ φοβερῷ καὶ μὴ ἐπιδεχομένῳ κάλλους ῥητορικοῦ ἱλαρότητα, ὧν τὸ μὲν ταρβεῖν ταὐτόν ἐστι τῷ τεταράχθαι τὴν βοήν, οὗ ἀνάπαλιν τὸ εὐρυβόαν εἶναί τινα καὶ βοὴν ἀγαθόν. Τὸ δὲ βαμβαίνειν, ὅ ἐστι συγκρούειν τοὺς ὀδόντας, ἀπὸ τοῦ κατὰ στόμα ψόφου κατὰ τοὺς παλαιοὺς ἐσχημάτισται. καὶ ἔστι, φασί, δυσερμήνευτον. συμβαίνει δὲ τοῖς ῥιγοῦσι καὶ τοῖς ὑποπτήσσουσι καὶ θέλουσι μὲν λαλῆσαί τι, ἀπορουμένοις δὲ καὶ ὑποτρέμουσι καὶ οὕτω τοὺς ὀδόντας συρρήσσουσιν. ὅτι δὲ καὶ ὁ Δόλων ὑπέτρεμε, δηλοῖ μετ' ὀλίγα τὸ "ὑπὸ δ' ἔτρεμε γυῖα". Ἰστέον δὲ ὅτι ἐν ῥητορικῷ τινὶ Λεξικῷ φέρεται βαμβαλίζειν τὸ τρέμειν ὑπὸ ψύχους, ἐν δὲ ἑτέρῳ, ὅτι βαμβαίνων μὲν βήματα βάλλων, κατὰ βῆμα πορευόμενος καὶ παπταίνων, βαμβαλίζων δὲ ῥιγῶν, ἀπολλύμενος. Ὁ δὲ ἄραβος καὶ αὐτὸς τῶν βαμβαινόντων ἐστὶν ἀποτέλεσμα.

(v. 376) Τὸ δὲ "χλωρὸς ὑπαὶ δείους" πρὸς διαστολὴν εἴρηται [οὐ μόνον τοῦ κατὰ ἥβην καὶ νεότητα χλωροῦ καὶ ἐνίκμου, οὐ μὴν αὔου καὶ γεροντικῶς ἀλίβαντος, ᾧ δὴ χλωρῷ σύστοιχον καὶ τὸ χλωρὸν γόνυ παρὰ Θεοκρίτῳ καὶ ὁ ἐν Ὀδυσσείᾳ διερὸς πούς, ἀλλὰ καὶ] τῶν ἄλλως ἢ ὑπὸ νόσου χλωρῶν ἢ κατά τινα φυσικὴν κρᾶσιν, καθ' ἣν ἔσκωπται, ὥς που προγέγραπται, τὸ "οἵη περ φύλλων γενεή, τοιήδε καὶ ἀνδρῶν" εἰς χλωρότητα δηλαδὴ κεχρωσμένων κατὰ φύλλα. Δῆλον δὲ ὡς ὅμοιόν τί ἐστι χλωρὸν ὑπὸ δέους εἰπεῖν καὶ ὠχρόν, ὥστε καὶ ὅτε εἴπῃ Ὅμηρος δέος χλωρόν, [94] τὸ ὠχροποιὸν λέγει. [Ἄλλως μέντοι πρὸς ἀκρίβειαν ἀκατάχρηστον ὁ ὠχρὸς οὐκ ἂν ὀρθῶς πάνυ λέγοιτο χλωρός, κατὰ τὸ ἐν χλωρότητι χρυσίου, ἀλλὰ μάλιστα ὁ πυξοειδῶς κεχρωσμένος, ἀφ' οὗ πύξινός τις ἔσκωπται ἄνθρωπος παρὰ τοῖς παλαιοῖς, καὶ ἄλλως δὲ φράσαι, ὁ κατὰ χρυσοῦν χρῶμα βεβαμμένος τὴν ὄψιν, ὃν καὶ τοῦ χρυσοῦ γένους ἄνθρωπον σκώψοι ἄν τις εὐφυῶς. Χρήσιμα δὲ εἰς νοῦν τοιοῦτον καὶ ἡ καθωμιλημένη ὤχρα, καὶ τὸ ῥηθῆναι ὠχρὸν εἶναι τὸν χρυσὸν διὰ τὸ πολλοὺς ἔχειν τοὺς ἐπιβουλεύοντας.] Ἡ Ὁμηρικὴ δὲ Μοῦσα ὁρᾷ καὶ τήν, ὡς εἰκός, ὑπὸ δέους χλωρότητα τοῦ Δόλωνος καὶ τὸ ἐξ ἐκείνου, ὡς εἰκός, δάκρυον. οἱ γὰρ κατάσκοποι διὰ τὴν νύκτα οὐχ' ὁρῶσιν αὐτά. Γίνεται δὲ χλωρὸς ἀπὸ τοῦ χλόη κατὰ κρᾶσιν τοῦ ο καὶ η, ὁποίαν πάσχει καὶ ἡ σιωπὴ καὶ τὸ δῶμα καὶ ἐν Ὀδυσσείᾳ τὸ βωστρεῖν καὶ παρὰ Ἡροδότῳ τὸ βωθεῖν. Τὸ δὲ "ἀσθμαίνοντε" τὸ πολὺ τοῦ τάχους δηλοῖ τοῦ Δόλωνος, εἴγε καὶ μόλις αὐτὸν ἱστῶσι τοῦ δρόμου οἱ ἥρωες καὶ ἀσθμαίνοντες δὲ καταλαμβάνουσι. Τὸ δὲ "κιχήτην" ἐκ τοῦ κιχησάτην συγκέκοπται. τινὲς δὲ διὰ διφθόγγου τὴν τῆς λέξεως ταύτης ἔγραψαν παραλήγουσαν κατὰ τὸ ποιείτην καὶ τὰ ὅμοια.

(v. 377) Τὸ δὲ ἅψασθαι χειρῶν προμηθείας ἐστὶ στρατιωτικῆς, οὐ μόνον ἵνα μὴ φύγῃ ὁ Δόλων, ἀλλὰ καὶ ἵνα μὴ παραξιφίδα τυχὸν φορῶν ἑλκύσῃ κατ' αὐτῶν, ἴσως δὲ καὶ ἵνα εἰς δεξίωσιν τοῦτο νοήσας θαρρήσῃ σωθῆναι καὶ οὕτως ἐξείπῃ τὴν ἐφ' οἷς ἂν ἐρωτηθείη ἀλήθειαν. Τὸ δὲ δακρῦσαι πάνυ μὲν καὶ αὐτὸ ἀγεννές, θρασυδείλου δὲ ἴδιον.

(v. 378 s.) Περὶ δὲ τοῦ ζωγρεῖν δεδήλωται ἀλλαχοῦ, ὥσπερ καὶ περὶ τοῦ πολύκμητος σίδηρος.

(v. 378-381) Ἰστέον δὲ καὶ ὅτι πλούτου δηλωτικὸν τὸ "ἔστιν ἔνδον χαλκός τε χρυσός τε" καὶ τὸ ἑξῆς, καὶ ὅτι τὸ ζωγρεῖν ὑφερμηνεύων ὁ ποιητὴς ἐπήγαγε τὸ "ὧν ὑμῖν χαρίσαιτο ἂν ὁ πατὴρ [95] πολλά, εἴ κεν ἐμέ", τὸν Δόλωνα δηλαδή, "ζωὸν πεπύθοιτο", ἤγουν ζωγρηθέντα ὑφ' ὑμῶν.

(v. 382 s.) Ὅτι οὐκ ἀπόβλητόν ἐστι σπουδαίῳ ἀνδρὶ τὸ κατὰ καιρὸν σοφίσασθαι καὶ οὕτω πως ψεύσασθαι. Ὀδυσσεὺς οὖν ἐνταῦθα δοκεῖ ψεύδεσθαι, εἰπὼν μὲν τῷ Δόλωνι ὅτι "θάρσει, μηδέ σοι θάνατος καταθύμιος ἔστω", ὅ ἐστιν ἐν ἐνθυμήσει καὶ κατὰ διάνοιαν, οὐκ ἀντιπράξας δὲ τῷ Διομήδει ἀναιροῦντι αὐτόν. Καὶ ὅρα τὴν τοῦ λόγου δεξιότητα μέσως εἰρημένου. οὐ γὰρ ὤμοσεν ἢ ἀπεφήνατο ὡς οὐ τεθνήξῃ, ἀλλὰ προστακτικῶς εἶπε· θάρσει, μηδὲ ἐνθυμοῦ θάνατον, ὅπερ οὐδεμίαν εἶχε πληροφορίαν ζωῆς. αὐτὸς μέντοι οὐκ ἀναιρεῖ αὐτόν, ἴσως μὲν διὰ τὴν ἁπλῶς ἐν ψιλῷ λόγῳ συνθήκην, τάχα δὲ καὶ διότι λόγου ὅλως τῷ Δόλωνι ἐκοινώνησε, μάλιστα δὲ ὅτι τὰ μὲν εἰς χεῖρα τῷ Διομήδει ἀνατίθησι, τὰ δὲ εἰς λόγους ἑαυτῷ. Ὅρα δὲ καὶ ὡς ἡ πολλὴ δειλία ἐξέκρουσε τὸν Δόλωνα τοῦ φρονεῖν. ὁ γὰρ εἰς μηδὲν δέον ἀπαιτήσας ὀμόσαι τὸν Ἕκτορα εὐκόλως ἐνταῦθα καὶ δίχα ὅρκου πείθεται τῷ ἐχθρῷ, λέγοντι "θάρσει" καὶ ἑξῆς.

(v. 3859) Ὅτι ἐρωτήσεις ἐνταῦθα παρὰ τοῦ Ὀδυσσέως πρὸς τὸν Δόλωνα γοργαὶ διὰ τὸ κατεπεῖγον τοῦ καιροῦ τοιαῦται "πῇ δ' οὕτως ἐπὶ νῆας ἀπὸ στρατοῦ ἔρχεαι οἶος νύκτα δι' ὀρφναίην", τὴν καὶ προρρηθεῖσαν, ἧς διασαφητικὸν τὸ "ὅτε θ' εὕδουσι βροτοὶ ἄλλοι. ἤ τινα συλήσων", φησί, "νεκύων", ὡς καὶ προεγράφη, "ἤ σ' Ἕκτωρ προέηκε διασκοπιᾶσθαι ἕκαστα, ἤ σε αὐτὸν θυμὸς ἀνῆκεν", ὅπερ ἐστὶ περίφρασις τοῦ ἢ σὺ προεθυμήθης.

(v. 405-409) Μετ' ὀλίγα δὲ ἔτι γοργότερον φράζων φησὶ κατ' ἐρώτησιν "ἀλλ' ἄγε μοι εἰπέ· ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα ποιμένα λαῶν; ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα, ποῦ δέ οἱ ἵπποι; πῶς δ' αἱ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί, ἄσσα τε μητιόωσι μετὰ σφίσιν", ἀντὶ τοῦ τίνα βουλεύονται;

(v. 409) Διὸ καὶ ψιλοῦται τὸ "ἄσσα" κατὰ τοὺς παλαιούς, ὡς τοῦ δασυνομένου μὴ τὸ τίνα δηλοῦντος, ἀλλὰ τὸ ἅτινα, καθὰ καὶ ἀλλαχοῦ δηλοῦται. Δῆλον δὲ ὅτι τὸ ῥηθὲν ἄσσα, Ἀττικοὶ διὰ δύο τ ἐκφέρουσι, καὶ ὅτι τὸ ἅσσα ἀντὶ τοῦ ἅτινα, ὃ καὶ αὐτὸ Ἀττικῶς ἅττα λέγεται, ἀναγκαίως δασύνεται ὡς ἀπὸ τοῦ ἅ ὑποτακτικοῦ ἄρθρου καὶ τοῦ σα, ὃ δηλοῖ τὸ τινά γλώσσῃ Μεγαρέων, καθά φασιν οἱ παλαιοί. Ἰστέον δὲ καὶ ὅτι οὐ πάνυ εὕρηται χαίρων ὁ ποιητὴς τῇ προφορᾷ τοῦ τ ἀντὶ τοῦ σ κατὰ τοὺς ὕστερον Ἀττικούς, οἳ Ὁμήρου σήμερον λέγοντος τήμερον αὐτοί φασιν, ὡς καὶ τὴν κοινῶς σύρβην τύρβην λέγουσι, καὶ [96] τὸ σεῦτλον τεῦτλον. Αἴλιος δὲ Διονύσιος ἱστορεῖ τοὺς Κωμικοὺς μάλιστα ἐκκλίνειν πᾶν τὸ ἔχον σιγμὸν καὶ ἐξήχησιν καὶ ψόφον, ἃ τῇ τραγῳδίᾳ μάλιστα ἂν ἁρμόττοι. διὸ καὶ διασύροντες τοὺς τραγικοὺς ὡς μὴ τοιούτους προσπαίζουσιν ἐν τῷ "ἔσωσας ἡμᾶς ἐκ τῶν σιγμάτων Εὐριπίδου". λέγει δὲ καὶ ὅτι Περικλέα φασὶ πρῶτον ἐκκλῖναι τὸν διὰ τοῦ σ σχηματισμὸν τοῦ στόματος ὡς ἀπρεπῆ καὶ πλατύν, γυμναζόμενον ἀεὶ πρὸς κάτοπτρον, καὶ ὅτι Θετταλοὶ καὶ Κιτιεῖς, οὐχ' οἱ κατὰ Φοινίκην, ἀλλ' οἱ περὶ Κύπρον, ὧν πόλις Κίτιον, κληθεῖσα οὕτω, φασίν, ἀπὸ Κιτίου γυναικός τινος, θάλατταν ἔλεγον καὶ πίτταν καὶ καρδιώττειν καὶ Ματταλίαν, καὶ τοιαῦτα ὅσα οὐδαμοῦ Ἀττικὰ νομίζονται, ἀλλὰ τῶν γειτόνων, φησί, Βοιωτῶν, τῷ μήτε Ὅμηρον μήτε τραγικοὺς μήτε Θουκυδίδην ἢ Πλάτωνα κεχρῆσθαι αὐτοῖς. Ἐν δὲ τῷ τέλει τοῦ λόγου φησὶν ὁ αὐτὸς οὕτω· καὶ Ὅμηρος δὲ ποιητὴς ὢν καὶ ῥαψῳδῶν προσεῖχεν ἄλλως τῷ ὄγκῳ. διὸ καὶ ἀρχόμενος τῆς ποιήσεως οὐκ ἰωνίζει οὐδὲ θεή λέγει, ἵνα μὴ συστείλας τὰ χείλη στενὸν τὸν ὄγκον ποιοίη.

(v. 406 s.) Ὅρα δὲ ὡς ἐν τῇ δευτέρᾳ συστοιχίᾳ τῶν τοῦ Ὀδυσσέως ἐρωτήσεων, ἃς ἐχρῆν ἐρωτηθῆναι κατάσκοπον, εἴ τις ἐξακριβολογοῖτο δεόντως αὐτόν, περὶ Ἕκτορος πρῶτον ἐρωτᾷ ὁ ἥρως. ἴσως γὰρ ὥσπερ ὁ Δόλων τῆς βασιλικῆς σκηνῆς, οὕτως αὐτοὶ τῆς τοῦ Ἕκτορος ἐφίενται. ἐρωτᾷ δὲ καὶ περὶ τῶν ἐκείνου ὅπλων, μέγα ἡγούμενος εἰ καὶ τοιοῦτόν τι ἀνύσουσι καὶ λαθόντες ὑφέλωνται, εἰ καὶ ἡ εὔπλαστος ἄκρα δειλία τοῦ Δόλωνος ἕτερόν τι μεῖζον ποιεῖ ἀνῦσαι αὐτούς.

(v. 424 s.) Προϊὼν δὲ ὁ Ὀδυσσεὺς μίαν τινὰ ἐπὶ ταῖς ῥηθείσαις ἐρώτησιν περὶ τῶν ἐπικούρων ἐρωτᾷ, τὴν ἀναγκαιοτάτην λαβὼν ἀφορμὴν ἐκ τῶν τοῦ Δόλωνος ἀποκρίσεων, μεθ' ἣν παύει τοὺς πλείονας λόγους. Ἰστέον γὰρ ὅτι τὰ μὲν ἀνδρεῖα, ὡς καὶ ἀνωτέρω ἐρρέθη, ὁ Διομήδης πράττει, ἔνθα δὲ λόγον δοῦναι χρὴ τῷ πολεμίῳ καὶ αὖθις ἀπαιτῆσαι ἀπ' αὐτοῦ, τῷ σοφῷ ἐκεῖνος παραχωρεῖ Ὀδυσσεῖ καὶ γίνεται τῷ μὲν Ὀδυσσεῖ χεὶρ οἷον ὁ Διομήδης δραστικωτάτη, τῷ δὲ Διομήδει ὁ Ὀδυσσεὺς λόγος ἔμπρακτος.

(v. 385) Ἰστέον δὲ ὅτι ἐν τῷ "πῇ δ' οὕτως" ὁ δε σύνδεσμος ἀντὶ τοῦ δη συνήθως εἴληπται.

(v. 386) Τὸ δὲ "βροτοὶ ἄλλοι" πρὸς διαστολὴν εἴρηται ἢ τῶν νῦν ἐγρηγορότων τριῶν ἀνδρῶν ἢ καὶ ἁπλῶς τῶν ἐν τῇ μάχῃ ἀγρυπνούντων ἐπὶ φυλακῇ.

(v. 387-389) Ἐν δὲ τῷ "ἤ τινα συλήσων, ἢ Ἕκτωρ σε προέηκεν, ἤ σε θυμὸς ἀνῆκεν", ἡ συνήθης τῷ ποιητῇ μέθοδος πλατύνει τῇ [97] τοῦ ἐρωτῶντος ἀπορητικῇ ἀγνοίᾳ τὴν ποίησιν, ὡς μυριαχοῦ γίνεται δεξιώτατα.

(v. 388) Τὸ δὲ "διασκοπιᾶσθαι" συνῄρηται ἐκ τοῦ σκοπιάασθαι.

(v. 408) Ἐν δὲ τῷ "φυλακαί τε καὶ εὐναί" φυλακὰς μὲν λέγει τὰς τῶν ἐν ἐγρηγόρσει, εὐνὰς δὲ τὰς τῶν ὑπνούντων.

(v. 407) Ἐν δὲ τῷ "ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα, ποῦ δέ οἱ ἵπποι" ἀπὸ κοινοῦ νοεῖται τὸ κεῖνται, ἵνα λέγῃ· ποῦ δὲ τῷ Ἕκτορι οἱ ἵπποι κεῖνται, ὅ ἐστι κέκλινται, ἤγουν περιέχονται, ὡς πολλαχοῦ δηλοῦται. Ἢ καὶ ἄλλως, λείπει ῥῆμα ὑπαρκτικόν, ἵνα ᾖ· ποῦ δὲ οἱ ἵπποι εἰσίν. Ἀρήϊα δὲ ἔντεα πρὸς διαστολὴν ἑτεροίων ἐντέων εἴρηται, [ὁποῖα καὶ τὰ συμποτικά, κατὰ τὸ "οἳ δ' ἀπεκόσμεον ἔντεα δαιτός".]

(v. 391) Ἔτι ἰστέον καὶ ὅτι ἐν τοῖς ῥηθεῖσι κεῖται ψόγος βλαπτικῆς ὑποσχέσεως τὸ "πολλῇσί μ' ἄτῃσι παρὲκ νόον ἤγαγεν" ὁ δεῖνα, ἤγουν παρεξήγαγέ με τοῦ λογισμοῦ βλαπτικαῖς ὑποσχέσεσι.

(v. 391-393) Τοιαῦται γὰρ αἱ τοῦ Ἕκτορος πρὸς Δόλωνα, ὃς δέον ἑαυτὸν αἰτιᾶσθαι ὡς μέγα δῶρον αἰτήσαντα, ὁ δ' ἀλλὰ τὸν Ἕκτορα ὡς αἴτιον ὑπομέμφεται διὰ τὴν τοῦ αἰτηθέντος δώρου ὑπόσχεσιν, λέγων ὡς "πολλῇσί μ' ἄτῃσι παρὲκ νόον ἤγαγεν Ἕκτωρ, ὅς μοι Πηλείωνος ἀγαυοῦ μώνυχας ἵππους δώσειν κατένευσε" καὶ ἑξῆς. Ἔνθα ὅρα τὸ "κατένευσεν", ἐξ οὗ συνηγορεῖται τὸ προρρηθὲν "ἐπίορκον ἐπώμοσεν", ὡς κάλλιον ὂν οὕτω γράφειν ἤπερ ἀπώμοσεν. ὅμοιον γάρ τι τὸ ἐπώμοσε καὶ τὸ κατένευσε. Ὅρα δὲ καὶ ὅτι οὐδὲ οἱ πολέμιοι αἰδοῦνται δι' ἐπαίνου ἄγειν τὰς τῶν ἐχθρῶν ἀρετάς. Ἕκτωρ τε οὖν πολλαχοῦ τὸν Ἀχιλλέα ἐπαινεῖ, καθὰ καὶ αὐτὸς ἐκεῖνον, καὶ ὁ Δόλων δὲ ἀμύμονα τὸν Ἀχιλλέα εἰπὼν πρὸ βραχέων ἐνταῦθα καὶ ἀγαυὸν λέγει αὐτόν.

(v. 391) Περὶ δὲ τοῦ "παρὲκ νόον ἤγαγεν", ὅτι ταὐτόν ἐστι τῷ παρὲξ νόου, ἤγουν ἐκτὸς λογισμοῦ, καὶ ὅτι τὸ παρέξ καὶ διὰ τοῦ ξ γράφεται καὶ διὰ τοῦ κ, καὶ πότε ταῦτα γίνεται, καὶ ὅτι τὸ τοιοῦτον ἐπίρρημα διφορεῖται κατὰ σύνταξιν, καὶ ἀλλαχοῦ σαφῶς δεδήλωται.

(v. 394) Ὅτι θοὴν ὁ ποιητὴς νύκτα καὶ νῦν λέγει ἢ τὴν τῶν ζῴων καταθετικὴν εἰς ἀνάπαυλαν, ἀπὸ τοῦ θέω θῶ, τὸ τίθημι, ἢ τὴν ταχεῖαν, ὡς ἀπὸ τοῦ θέω, τὸ τρέχω. ἀνεπαισθήτως γὰρ τοῖς ὑπνοῦσιν ἀπερχομένη δοκεῖ ταχυτέρα τῆς ἡμέρας εἶναι. ἢ μάλιστα φιλοσόφως, [98] τὴν κωνοειδῆ καὶ εἰς θοόν, ὅπερ ἐστὶν εἰς ὀξύ, λήγουσαν. ἐπεὶ γάρ, φασίν, ὁ φωτίζων ἥλιος μείζων ἐστὶ τῆς φωτιζομένης γῆς, κωνοειδὴς γίνεται ἡ αὐτόθεν σκιά, ὅ ἐστιν ἡ νύξ. Καθόλου γάρ, εἰ τὸ φωτίζον μεῖζον τοῦ φωτιζομένου, κωνοειδὴς ἀποτελεῖται σκιά, ὥσπερ ἐὰν ἀνάπαλιν, καλαθοειδής, ἐὰν δὲ ἄμφω ἴσα, κυλινδροειδής. Ὁ δέ γε Κράτης καὶ ἐν τῇ τοιαύτῃ φιλοσοφίᾳ τὸ θοή ἐπὶ ταχείας τίθησι, λέγων ὡς ἡ νὺξ σκιὰ τῆς γῆς οὖσα ἰσοταχῶς κινεῖται τῷ ἡλίῳ, διώκουσα οἷον καὶ διωκομένη. διὸ θοὴν εἰπὼν ἄρτι νύκτα μετ' ὀλίγα νῆες θοαί φησιν, εἰς ἔνδειξιν τοῦ ταὐτοσήμου τῶν λέξεων ἐπί τε νυκτὸς ἐπί τε νηῶν. Ἰστέον δὲ καὶ ὅτι ὁ φιλόμηρος Σοφοκλῆς τὸ θοή μεταλαβὼν "αἰόλα νύξ" λέγει οὐ μόνον κατὰ τὸ ἐν ἄστροις ποικίλον αὐτῆς, καθ' ὃ καὶ ποικιλείμων παρ' Αἰσχύλῳ λέγεται, ἀλλὰ καὶ κατὰ τὰς ῥηθείσας Ὁμηρικὰς ἐννοίας.

(v. 395) Ὅτι ἀγαθοῦ κατασκόπου ἐν μάχῃ ἔργον τὸ "ἀνδρῶν δυσμενέων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι" τάδε τινά. Ἔστι δὲ κἀνταῦθα τὸ σχεδόν ἀντὶ τοῦ ἐγγύς, ἀκριβέστερον δὲ εἰπεῖν, ἐχομένως, ὃ καὶ σχέδην λέγεται.

(v. 400-404) Ὅτι Δόλων μέν, ὡς ἐρρέθη, ἄτας πολλὰς ὠνόμασε τὸ ὑπεσχημένον δῶρον ὑπὸ τοῦ Ἕκτορος, τοὺς Ἀχιλλέως ἵππους δηλαδὴ καὶ τὰ ἅρματα, Ὀδυσσεὺς δὲ κατὰ βαρύτητα ἤθους μειδήσας καὶ τὸ μὲν ἅρμα σιωπήσας, τοὺς δὲ ἵππους μεγάλα δῶρα καλέσας καὶ οὕτω τὸ δῶρον πληθυντικῶς μεγεθύνας, σκώπτει τὸν Δόλωνα εἰπὼν "ἦ ῥά νύ τι μεγάλων δώρων ἐπεμαίετο θυμός", ἤγουν ζητητικῶς ἐπεθύμει, "ἵππων Αἰακίδαο δαΐφρονος. οἳ δ' ἀλεγεινοὶ ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδ' ὀχέεσθαι ἄλλῳ γ' ἢ Ἀχιλῆϊ, ὃν ἀθανάτη τέκε μήτηρ". Καὶ ὅρα ὡς κἀνταῦθα εὐμεθόδως μνείαν συνήθως τοῦ Ἀχιλλέως ὁ ποιητὴς παρέρριψε, καὶ ταύτην σεμνὴν διὰ τὸ θεῖον γενεαλόγημα, καὶ ὅτι τὸ "ὃν ἀθανάτη τέκε μήτηρ" οὐχ' ἁπλῶς ἐρρέθη, ἀλλ' ἵνα διασταλθείη τῶν ἁπλῶς θνητῶν ἀνδρῶν ὁ Ἀχιλλεύς. [99]

(v. 401) Τὸ δὲ ἐπιμαίεσθαι νῦν μὲν ἀντὶ τοῦ ἐφίεσθαι κεῖται καὶ γενικῇ συντάσσεται, οἱ δὲ μεθ' Ὅμηρον καὶ μετὰ αἰτιατικῆς αὐτὸ τάσσουσι, λαμβάνοντες ἀντὶ τοῦ ζητεῖν, ὡς δηλοῖ καὶ τὸ "μαιόμενοι βιότοιο κακὴν καὶ ἀεικέα θήρην".

(v. 403) Τὸ δὲ ὀχεῖσθαι ἄλλως μὲν κοινότερον ἐνέργειαν δηλοῖ λαμβανόμενον ἐπὶ τοῦ ἡνιοχεῖν ἢ ἐπιβαίνειν, ἐνταῦθα δὲ πάθος δηλοῖ ληφθὲν ἀντὶ τοῦ ἡνιοχηθῆναι. Ἰστέον δὲ καὶ ὅτι θρασέος καὶ ἀλκίμου ἵππου ἔπαινος τὸ εἶναι ἀλεγεινὸν ἀνδρὶ τῷ τυχόντι δαμασθῆναι καὶ ὀχέεσθαι, ὥς που καὶ ὁ Βουκεφάλας Ἀλέξανδρον μόνον ἤθελε φέρειν ἔποχον.

(v. 404) Τὸ δὲ "ἄλλῳ ἢ Ἀχιλῆϊ" ἀντίκειται τῇ τοῦ Ἕκτορος ἐπιορκίᾳ τῇ λεγούσῃ, ὡς οὐκ ἐποχήσεται τοῖς τοῦ Ἀχιλλέως ἵπποις ἄλλος Τρώων ἀλλὰ ὁ Δόλων. Ἐν τούτοις δὲ ὅρα καὶ ὅτι μνημονικὸς ὁ Δόλων αὐτὰ ἐκεῖνα Ὁμηρικῷ ἔθει φράσας ταὐτολογικῶς τῷ Ὀδυσσεῖ, ὅσα παρήγγελται ὑπὸ τοῦ Ἕκτορος. οὕτω δὲ ταὐτολογεῖ καὶ Ὀδυσσεὺς πρὸς Δόλωνα εἰπὼν αὐτολεξεὶ τὰ τοῦ Νέστορος περὶ κατασκόπου. [Ὅρα δὲ ἐν τῷ "ἄλλῳ γ' ἢ Ἀχιλῆϊ" καὶ τὴν μετὰ συναλιφῆς ἐπένθεσιν τοῦ γε συνδέσμου, ἐμφατικὴν οὖσαν, ὡς οἴδασιν οἱ συνετοί, οὐ μὴν εἰκῇ καὶ δίχα λόγου γενομένην παραπληρωματικῶς.]

(v. 405) Ὅτι εἰ καὶ πολλοῖς ἀπηγόρευται εὑρῆσθαι παρὰ τῷ ποιητῇ κοινότερον τὸ λέγειν ἀντὶ τοῦ λαλεῖν, ἀλλ' ἐνταῦθα, ὥσπερ καὶ ἀλλαχοῦ, συνηγορεῖται τὸ καὶ οὕτως ἔχειν παρ' αὐτῷ τὴν τοιαύτην λέξιν, ἐν τῷ "ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον", ὃ ἀλλαχοῦ ἀτρεκέως ἀγόρευσον λέγει, καὶ τῷ "ἐγώ τοι ταῦτα μάλ' ἀτρεκέως καταλέξω", τουτέστιν ἀπαγγελῶ.

(v. 413) Καὶ ὅρα καὶ νῦν τὴν τοῦ Δόλωνος δειλίαν. Ὀδυσσεὺς μὲν γὰρ ἀπαιτεῖ ἀτρεκέως εἰπεῖν, ὁ δ' ὑπισχνεῖται οὐχ' ἁπλῶς [100] ἀλλὰ μάλ' ἀτρεκέως καταλέξαι.

(v. 414 s.) Ὅτι τοῦ τῆς Ἰλίου οἰκιστοῦ Ἴλου κατὰ μέσον, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, πεδίον τεθαμμένου ἀρχαίῳ ἔθει διὰ τό, ὡς εἰκός, ἐντεῦθεν εὐμνημόνευτον τοῦ ταφέντος παρὰ τῷ ἐκείνου σήματι βουλὰς βουλεύει ὁ Ἕκτωρ σὺν τοῖς ἀμφ' αὐτόν, "ὅσοι", φησί, "βουληφόροι εἰσίν". οὓς φθάσας ὁ ποιητὴς ἀρίστους εἶπε Τρώων ἡγήτορας ἠδὲ μέδοντας. ποιεῖ δὲ τοῦτο ὁ Ἕκτωρ ἢ τιμῶν τὸν τῆς Ἰλίου πολιστὴν πρόγονον ἢ καὶ ὡς διατειχίσματι τῷ σήματι χρώμενος. Ἴσως δὲ οὐκ ἀγαθὸς οἰωνὸς οὐδ' ἐνταῦθα τὸ πρὸς τάφῳ καθήμενον τὸν ἄρχοντα βουλεύειν τὰ τῆς μάχης. οὐ γὰρ αἴσια ἐκ τῶν μνημάτων οἰωνίζοντο οἱ παλαιοί. Καλεῖ δὲ καὶ θεῖον τὸν Ἶλον, ἐπεὶ καὶ τὸ αὐτοῦ πόλισμα ἱερόν, καθότι καὶ ἅπαν τεῖχος καθ' Ὅμηρον.

(v. 416) Ἐνταῦθα δὲ κεῖται καὶ ὁ φλοῖσβος οὐκ ἐπὶ θαλασσίου ἀλλὰ τοῦ ἁπλῶς λαϊκοῦ θορύβου. Φησὶ γὰρ "βουλὰς βουλεύει θείου παρὰ σήματι Ἴλου νόσφιν ἀπὸ φλοίσβοιο".

(v. 417) Κεῖται δὲ καὶ τὸ ῥύεται καὶ τὸ φυλάσσει ὡς ἔχοντά τινα διαφοράν. Φησὶ γὰρ "οὔ τις κεκριμένη ῥύεται στρατιὴ οὐδὲ φυλάσσει". τὸ δέ ἐστιν οὐ τοιοῦτον, ἀλλ' ἀληθῶς μὲν ταὐτὸν τὸ ῥύεται καὶ τὸ φυλάσσει, ὁ δὲ Δόλων δοκεῖ συγχέαι τὴν φράσιν δειλαινόμενος,

(v. 415) ὃς καὶ παρηχεῖ ἐν τῷ "βουλὰς βουλεύει", ἀκαίρως καλλωπίζων τὸν λόγον ὅτε οὐκ ἐχρῆν.

(v. 414) Συμβάλλεται δέ τι ἐτυμολογικῶς τῇ τοιαύτῃ παρηχήσει καὶ τὸ "ὅσοι βουληφόροι".

(v. 415) Ὅρα δὲ κἀνταῦθα τὸ "βουλεύει" λεχθὲν ἐνεργητικῶς. Ὅτι ἐρωτηθεὶς ἤδη ὁ Δόλων ποῦ ὁ Ἕκτωρ, πῶς δὲ αἱ τῶν [101] Τρώων φυλακαὶ καὶ εὐναί, ἄσσα τε μητιόωσι, περὶ τούτου μὲν οὐδὲν ἔφη, περικοπεὶς ὑπὸ ἐρωτήσεως δι' Ὀδυσσέως, περὶ δὲ Ἕκτορος εἰπών, ὡς μετὰ τῶν βουληφόρων βουλεύει, καθὰ προσεχῶς δεδήλωται, καὶ περὶ τῶν φυλακῶν, ὡς οὔ τις αὐτὰς κεκριμένη ῥύεται στρατιά, εἶτα μέλλων διασαφῆσαι, τίνες μὲν φυλάττουσι, τίνες δὲ εὐνάζονται ὡς καὶ εἰς ὕπνον εὕδειν, ἀντὶ τοῦ εἰπεῖν, ὡς φυλάσσουσι τὸν στρατὸν μόνοι ὅσοι Τρῶες ἰθαγενεῖς, ἤγουν ἐγχώριοι, λέγει ὡς οἷον κατ' αἴνιγμα περιφραστικῶς οὕτω

(v. 418) "ὅσσαι γὰρ Τρώων πυρὸς ἐσχάραι" καὶ ἑξῆς, ἀντὶ τοῦ ὅσοι οἰκήτορες Τροίας. Ἑστία γὰρ καὶ ἱστία καὶ ἐσχάρα πυρὸς τὰ αὐτά εἰσιν, ὥστε τὸ ἔχειν ἐσχάρας ταὐτὸν ἂν εἴη τῷ ἔχειν ἑστίας, ἤγουν ὡς ἀπὸ μέρους, οἰκίας. ἔχοντες οὖν ἐσχάρας οἱ ἐφέστιοι, καθὰ καὶ Πορφυρίῳ δοκεῖ, τουτέστι πολῖται, ὥσπερ ἐκ τοῦ ἐναντίου ἀνέστιος ὁ ἄπολις καὶ φυγάς. Τὸ δὲ ἐσχάρα κατὰ τοὺς παλαιοὺς ὡς ὁμώνυμον σημαίνει πολλά. λέγεται γὰρ οὕτω καὶ ὁ βωμός, ὡς παρ' Εὐριπίδῃ ἐν Ἡρακλεῖ, δηλοῖ δέ, φασίν, ἡ λέξις καὶ ῥύπον καὶ καυθὲν ἕλκος καὶ τὴν κυρίως δὲ λεγομένην ἐσχάραν τὴν μὴ ἔχουσαν ὕψος ἀλλ' ἐπὶ γῆς οὖσαν ἢ κοίλην. ὅθεν καὶ τὰ ἐν σώματι κοῖλα ἕλκη ἐσχάραι ἰατρικῶς καλοῦνται. ἡ δὲ κωμῳδία καὶ τὸ γυναικεῖον μόριον οὕτω καλεῖ. Γίνεται δὲ ἡ κατ' οἶκον Ὁμηρικὴ ἐσχάρα ἴσως παρὰ τὸ ἔχειν ἀράς, ὅ ἐστι τὰ δι' ὧν ἀρῶνται τῷ θείῳ οἱ τοῦ οἴκου. ἱερὸν γάρ τι χρῆμα ἡ ἐσχάρα, ἤγουν ἡ ἑστία, ὡς καὶ ἐν Ὀδυσσείᾳ δηλοῦται.

(v. 418-422) Ἰστέον δὲ ὅτι ἐν τῷ "ὅσαι γὰρ Τρώων πυρὸς ἐσχάραι, οἷσιν ἀνάγκη, οἵ τε", ἤγουν οὗτοι, "ἐγρηγόρασι φυλασσέμεναί τε κέλονται ἀλλήλοις· ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι εὕδουσι· Τρωσὶ γὰρ ἐπιτραπέουσι φυλάσσειν· οὐ γάρ σφιν παῖδες σχεδὸν εἵαται οὐδὲ γυναῖκες", ὡς πρὸ αὐτῶν μάχεσθαι κατὰ τοὺς Τρῶας, δύναται καὶ ἄλλως τὸ "Τρώων πυρὸς ἐσχάραι" ἐπὶ τῆς ἔξω φυλακῆς τῶν Τρώων νοηθῆναι, ἵνα λέγῃ ὁ Δόλων, ὅτι ὅσα μὲν πυρὰ Τρωϊκὰ νύκτωρ ἐφαίνοντο τοῖς Ἀχαιοῖς, ἐκεῖνα καὶ φυλακὰς ἔχουσι, τὰ δὲ τῶν ἐπικούρων ἀφύλακτά [102] εἰσιν. οὐ γάρ τις, ὡς ἀνωτέρω ἐρρέθη, κέκριται στρατιὰ φυλάσσειν, ἀλλ' ὁ οἴκοθεν πρόθυμος τοῦτο ποιεῖ. κέλονται γάρ, φησίν, ἀλλήλοις οὗτος καὶ ἐκεῖνος καὶ ἄλλος συγκεχυμένως, οὐ μὴν κεκριμένοι ὡρισμένοι τινές. Τοῦτο δὲ νοῦν ἐμβάλλει τῷ Ὀδυσσεῖ ἀπαγορεῦσαι μὲν ὁρμῆσαι κατὰ Τρώων μεγαθύμων τῶν ἐγρηγορότων, εἴ τινά που ἕλοι, τραπέσθαι δὲ κατὰ τῶν ἐπικούρων, καὶ μάλιστα εἴ πού τινες ἔσχατοι κατὰ τὴν βουλὴν τοῦ Νέστορος. Καὶ ὅρα ὡς ἀστρατήγητον τοῖς Τρωσὶ τὸ ἐπικουρικόν. οὐ γὰρ αὐτοὶ φυλάσσουσιν ἑαυτούς, ἀλλ' ἑτέροις ἐπιτρέπουσι. κατασκευάζεται δὲ τὸ ἀστρατήγητον οὕτως· εἰ γὰρ ὁμοῦ πάντες οἱ ἐπίκουροι φυλάσσουσι, δυοῖν ἔσται τὸ ἕτερον. ἢ γὰρ τυχὸν ἀπορρᾳθυμήσουσι κοπιάσαντες, καὶ ἔσται τις οὕτω αὐτοῖς ἐκ τῶν πολεμίων ἐπιβουλή, ὃ καὶ γέγονεν, ἢ διαμείναντες ἄϋπνοι ἕωθεν ἔσονται ἀσθενεῖς. ἐχρῆν γοῦν αὐτοὺς κεκριμένην ἑαυτοῖς ἐπιστῆσαι φύλακα στρατιάν. Οἱ δὲ παλαιοί φασι καί, ὅτι συμπαθεῖς οἱ Τρῶες καὶ ἐκ τῶν οἴκοι τὴν συμπάθειαν ἔχοντες ὑπερπονοῦσι καὶ τῶν ἀλλοτρίων ἐφ' ὅσον δυνατόν, οὐκ ἐξ ἐπιταγῆς μέντοι ἀλλὰ ἑκόντες. ἐντεῦθεν καὶ οἱ νομοθέται γυναικονόμους ἐν ταῖς πόλεσιν ὥρισαν, οὐ τοὺς ἀγάμους, ἀλλ' ἤδη γάμου πεπειραμένους, καὶ παιδονόμους δὲ ἔταξαν, οὐ τοὺς ἄπαιδας, ἀλλ' οἷς παῖδες ἐγένοντο, ἵνα οἷς αὐτοὶ ἔχουσι συμπαθοῦντες ἐπιμέλωνται καὶ τῶν ἐπιτετραμμένων αὐτοῖς. ὅθεν ἔστιν αἰτιάσασθαι τοὺς Τρῶας, οἳ τοὺς ἐπικούρους ἐπιτετραμμένους αὐτοῖς ἀφυλάκτους εἴασαν.

(v. 418) Ἰστέον δὲ ὅτι τὸ "οἷσιν ἀνάγκη" εἴς τε τὸ "χρειοῖ ἀναγκαίῃ" συντελεῖ. καὶ ἀναγκαίους πολεμιστὰς τοὺς ἐφεστίους Τρῶας λέγει, ἄλλον μέντοι τρόπον παρὰ τοὺς ἐν Ὀδυσσείᾳ, ἐν ᾗ κεῖνταί τινες γέροντες ἀναγκαῖοι πολεμισταί.

(v. 419) Ὅρα δὲ καὶ τὸ "κέλονται". Τρῶες μὲν γὰρ ἀναγκαίως ἀλλήλοις κέλονται, οὐ μὴν οὕτω καὶ οἱ ἐπίκουροι, ἀλλ' ἐπιτρέπουσιν ἑαυτοὺς τοῖς Τρωσὶν εἰς φυλακήν, κατὰ τὸ "σοὶ δὲ χρὴ ταῦτα μέλειν νύκτας τε καὶ ἦμαρ", ὃ δήπου ὠνειδίσθη πρὸς ἐπικούρου ὁ Ἕκτωρ, διὰ τὸ μὴ ἔχειν δῆθεν τὸ ἀναγκάζον ἑαυτοὺς ἀγρυπνεῖν, ἄφρονες, οἷς οὐδὲν μέλει τοῦ ζῆν, ἀλλ' εὕδουσιν ἀφύλακτοι καὶ ἀπεριμέριμνοι, ἐπεὶ οὔ σφιν ἐγγὺς τὰ φίλτατα, ὡς οἷα παρ' οὐδὲν τιθέμενοι ἑαυτούς.

(v. 420) Τὸ δὲ πολυκλήτους εἶναι τοὺς ἐπικούρους καί, ὡς ἀλλαχοῦ ἔφη, ἄνδρας πολλέων ἐκ πολίων, δηλοῦται μὲν σαφῶς ἐν τῷ Καταλόγῳ τῶν νεῶν, ἀφορμὴ δὲ νῦν γίνεται τῷ ποιητῇ ἐνταῦθα τοῦ εὐθὺς μνησθῆναι μετ' ὀλίγα ἐπικούρων τινῶν, Καρῶν δηλαδὴ καὶ Παιόνων καὶ Λελέγων καὶ Καυκώνων καὶ Πελασγῶν, Λυκίων τε καὶ Μυσῶν καὶ Φρυγῶν [103] καὶ Μῃόνων, περὶ ὧν καὶ ἐν τῇ Βοιωτίᾳ γέγραπται καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ δέ, περὶ δὲ Καυκώνων καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν.

(v. 422) Ὅρα δὲ καὶ περὶ ὧν χρὴ κινδυνεύειν ἀνθρώπους πολεμουμένους. οὐ γὰρ περὶ χρημάτων ἀλλὰ παίδων καὶ γυναικῶν, ὧν μὴ παρόντων τοῖς ἐπικούροις ἀκήδεστοι εὕδουσιν αὐτοί, οὔκουν δὲ καὶ οἱ Τρῶες, οἷς παρακάθηνται σχεδὸν τὰ φιλούμενα. [Ἰστέον δὲ ὅτι ἐν τῷ "οὐ παῖδες οὐδὲ γυναῖκες" δόξοι ἂν τοὺς παῖδας οὐκ ἔξω λόγου προθεῖναι, ἀλλ' ὅτι τελικὸν αἴτιον αὐτοὶ τοῦ γάμου, καὶ δι' αὐτοὺς τῷ βίῳ τὸ τῶν γυναικῶν ἐπεισόδιον.]

(v. 421) Τὸ δὲ "ἐπιτραπέουσιν" ἐκ τοῦ τραπῶ δευτέρου ἐνεργητικοῦ μέλλοντος ἀνῆκται εἰς ἐνεστῶτα πρώτης συζυγίας τῶν περισπωμένων, ὁμοίως τῷ τραπέουσιν, ὅπερ ἐν Ὀδυσσείᾳ δίχα προθέσεως ἐπὶ πατήσεως εἴρηται σταφυλῶν, ἐξ ὧν τὸ γλεῦκος. Φυσικὸς δὲ αὐτῶν ἐνεστὼς τὸ τρέπω.

(v. 425) Ὅτι διειπεῖν κατὰ περιττότητα προθέσεως τὸ διασαφῆσαι εἰς μάθησιν. Φησὶ γὰρ "δίειπέ μοι, ὄφρα δαείω".

(v. 424) Κεῖται δ' ἐνταῦθα καὶ τὸ "μεμιγμένοι" ἀντὶ τοῦ συγκεχυμένως καὶ ἀναμὶξ κείμενοι, ὃ ἀνάπαλιν ἔχει πρὸς τὸ κεκριμένοι. Φησὶ γὰρ Ὀδυσσεὺς "πῶς γὰρ νῦν Τρώεσσι μεμιγμένοι εὕδουσιν", οἱ ἐπίκουροι δηλαδή, "ἦ ἀπάνευθεν;" πρὸς ὅπερ ὁ Δόλων ἀποκρινάμενος εἶτα συμβουλεύει κρεῖττόν τι τῷ Ὀδυσσεῖ, ἐχθρὸς ὠφέλιμος αὐτῷ φανεὶς διὰ δειλίαν καὶ τὸ φιλόζῳον. [Οὕτω δὲ καὶ πᾶς ὡς ἐπίπαν προδότης [104] πλείους χορηγεῖ μεθόδους ὧν βουλεύονται οἱ πολυπραγμονοῦντες αὐτόν. ποιεῖ δὲ τοῦτο ἐκεῖνος ἢ φόβου ὑπαγορεύοντος, ὡς ἐνταῦθα γίνεται, ἢ μίσους ἢ κέρδους ἢ εὐνοίας ἢ ἑτέρου τοιοῦδέ τινος πάθους ψυχῆς.]

(v. 428-431) Ὅτι ἐννέα τὰ προσεχῶς εἰρημένα ἔθνη ἐνταῦθα πρὸς ὄνομα ἐκθέμενος ὁ ποιητὴς τὰ μὲν τέσσαρα, οὕτω δόξαν αὐτῷ, ψιλῶς ἐξέθετο, τὰ δὲ πέντε μετὰ σεμνῶν ἐπιθέτων· Παίονες ἀγκυλότοξοι, δῖοι Πελασγοί, Μυσοὶ ἀγέρωχοι, Φρύγες ἱππόδαμοι καὶ Μῄονες ἱπποκορυσταί.

(v. 430) Ἐν αὐτοῖς δὲ μέμνηται καὶ Θύμβρης, ἔνθα ἔλαχον ἄρτι σκηνοῦσθαι οἱ Λύκιοι, εἰπὼν "πρὸς Θύμβρης δ' ἔλαχον Λύκιοι", ἣν ὁ τὰ Ἐθνικὰ συγγράψας πόλιν Τρῳάδος φησί, κτισθεῖσαν ὑπὸ Δαρδάνου ἐπὶ Θύμβρῳ τινὶ φίλῳ αὐτοῦ. εὐθεῖα δὲ ταύτης ἡ Θύμβρα. Λέγει δὲ ὁ αὐτὸς καὶ ποταμὸν αὐτόθι Θύμβριν, ἀφ' οὗ Ἀπόλλωνος Θυμβραίου ἱερόν, ἐν ᾧ ἐτοξεύθη Ἀχιλλεύς. λέγεται δέ, φησί, καὶ διὰ τοῦ ζ, Ζυμβραῖος, ἔτι δὲ καὶ Θύμβριος ἢ κατὰ Ἑλλάνικον Δύμβριος διὰ τοῦ δ. Ὅτι δὲ καὶ Ῥώμης ποταμὸς Θύμβρις, ὁ καὶ Τίβερις, λέγει καὶ ὁ Περιηγητής. Ἰστέον δὲ ὅτι τὸ "πρὸς Θύμβρης", ὥσπερ καὶ ἀνωτέρω τὸ "πρὸς μὲν ἁλὸς Κᾶρες", ἐλλειπτικῶς ἐρρέθη, ἵνα λέγῃ ὅτι πρὸς τῷ μέρει τῆς ἁλὸς καὶ πρὸς τὸ μέρος τῆς Θύμβρης, ἢ ἐγγὺς ἁλὸς καὶ ἐγγὺς Θύμβρης. ἄλλως γὰρ οὐκ εὔθετον συντάξαι αὐτὰ κατὰ τὸ "πρὸς σοῦ εἰμι" καὶ τὰ τοιαῦτα, εἰ μὴ ἄρα καὶ αὐτὸ εἴληπται ἀντὶ τοῦ ἐγγὺς σοῦ εἰμι. [Δοκεῖ δὲ ἡ ῥηθεῖσα Θύμβρα μὴ ἔχειν Ἑλληνίδα ἐτυμολογίαν. εἰ δέ τις αὐτὴν εἰδείη ὅθεν γίνεται, εἴσεται ἴσως καὶ τὰ παρὰ τῷ Κωμικῷ θύμβρα πόθεν παρῆκται, ἀφ' ὧν θυμβρεπίδειπνον ἐκεῖνος ἔφη τὸν εὐτελῶς ἐθέλοντα ζῆν καὶ ἀπέριττον.]

(v. 430) Τὸ δὲ "ἔλαχον" κληρωτὴν ἐμφαίνει τοῖς ἐπικούροις τὴν ῥηθεῖσαν κατάθεσιν διὰ τὸ πάντῃ ἀφιλόνεικον. Ἐπεμερίσθη δὲ τὸ ῥῆμα τοῦτο κατὰ τὸ ἀπὸ κοινοῦ σχῆμα πᾶσι τοῖς ῥηθεῖσιν [105] ἔθνεσιν.

(v. 429) Ὅτι δὲ οἱ Λέλεγες ἀπὸ τοῦ λέγω, τὸ συνάγω, παρήχθησαν. συνειλεγμένοι γάρ, φασίν, ἦσαν ἀπὸ πολλῶν ἐθνῶν, καὶ ὅτι Καρικὸν ἦσαν ἔθνος, ὅθεν καὶ Λελέγων πόλις ἡ τῶν Καρῶν μητρόπολις ἐλέγετο,

(v. 428) καὶ ὅτι ἀγκυλότοξοι οὐ μόνον οἱ χρώμενοι ἀγκύλοις τόξοις, ἤγουν στρεβλοῖς, ἀλλὰ καὶ οἱ ἀγκύλην καὶ τόξον μεταχειριζόμενοι ‑ ἀκοντίου δὲ εἶδος ἡ ἀγκύλη ‑ ,

(v. 431) καὶ ὅτι Μῄονες, οἱ καὶ Μαίονες καὶ Λυδοί, ἐπρώτευον κατὰ τὸ ἱππεύειν. ὅθεν καὶ παροιμία τὸ παρὰ Λύδιον ἅρμα ἐπὶ τῶν πολὺ ὀπίσω λειπομένων, καὶ ὅτι Μυσοὶ καὶ Θρᾷκες οἱ μὲν Ἀσιανοί, οἱ δὲ περὶ Εὐρώπην, ταῦτα δὴ πλατύτερον δηλοῦνται ἀλλαχοῦ.

(v. 432) Ὅτι μέμψις καὶ ἐπιδιόρθωσις ἐρωτήσεως τὸ "ἀλλὰ τιὴ ἐμὲ ταῦτα διεξερέεσθε ἕκαστα;" Δόλωνος δὲ τοῦτο λόγος, μέλλοντος εἰπεῖν κατὰ τῶν ὁμοφύλων χαρτά τινα τῷ Ὀδυσσεῖ καὶ τῷ Διομήδει ὡς οὐκ ἂν αὐτοὶ ἤλπισαν.

(v. 4347) Ὅτι ἐπέρρεον ὡς ἑκάστοτε τῇ Τροίᾳ ἐπίκουροι, ὡς ἀλλαχοῦ τε δηλοῦται καὶ ἐνταῦθα δέ. Θρᾷκες οὖν ἄρτι νεωστὶ ἦλθον ἐπικουρήσοντες, οἳ καὶ ἔσχατοι ἄλλων ἔκειντο καὶ διὰ τοῦτο εὐεπιβούλευτοι ἦσαν, ὡς ὁ Δόλων καταμηνύει εἰπὼν "Θρήϊκες οἵδ' ἀπάνευθε νεήλυδες ἔσχατοι ἄλλων· ἐν δέ σφιν Ῥῆσος βασιλεύς, πάϊς Ἠϊονῆος. τοῦ δὴ καλλίστους ἵππους ἴδον ἠδὲ μεγίστους· λευκότεροι χιόνος, θείειν δ' ἀνέμοισιν ὁμοῖοι".

(v. 437) Ἔνθα φασὶν οἱ παλαιοὶ ὅτι τῶν δύο τούτων ὑπερβολῶν τὴν μὲν ὑπερθετικῶς ἐξέθετο, λευκότεροι χιόνος εἰπών, τὴν δὲ καθ' ὁμοίωσιν προήγαγεν ἐν τῷ "ἀνέμοις ὁμοῖοι", τῷ μὲν ἀδυνάτῳ εἰκάσας, τοῦ δὲ δυνατοῦ μεῖζον ἀποφήνας τὸ συγκρινόμενον. χιόνος μὲν γάρ ἐστί τι λευκότερον ‑ Νέστωρ οὖν ἐν τοῖς ἑξῆς ἀκτίνεσιν ἐοικέναι αὐτοὺς ἡλίου φησίν ‑ , ἀνέμου δὲ θᾶσσον οὐδὲν τῶν ὑπ' οὐρανὸν σωμάτων, ὥστε ἀνέμοις μὲν καὶ ἡλίῳ ἐοίκασι, χιόνος δὲ λευκότεροί εἰσι. Σημείωσαι δὲ καί, ὅτι τῷ θαυμασίῳ τῆς ξυνωρίδος καὶ τὸ σχῆμα τῆς φράσεως συνεξήλλακται. εἰπεῖν γὰρ δυνάμενος ὁμοιοπτώτως καλλίστους ἵππους καὶ μεγίστους λευκοτέρους χιόνος, θείειν δ' ἀνέμοισιν ὁμοίους, καὶ τοῦ μέτρου ἐπιδεχομένου τὴν τοιαύτην σύνταξιν, ὅμως ὁ ποιητὴς κατὰ πτῶσιν εὐθεῖαν καινῶς ἐσχημάτισεν, ἐξομοιώσας τὸ ξενίζον τοῦ λόγου σχῆμα τῇ καινοπρεπείᾳ τοῦ πράγματος καὶ θαυμαστικῶς τῇ μεταβάσει τοῦ σχήματος ἰδίᾳ τὸν τοῦ ζεύγους ἐκφωνήσας ἔπαινον καὶ συμμεταμορφώσας τὸν λόγον τῷ πράγματι καὶ καλῶς εἰπὼν τὸ καλὸν καὶ σχήματι καινοπρεπεῖ ἐξαγγείλας καινότητα πράγματος, ὡς ἂν ὁ ἀκροατὴς ἐπιστραφείη τῷ λόγῳ, [106] καθάπερ ὁ Διομήδης τῷ πράγματι. Λείπει δὲ ἐν τῷ "λευκότεροι χιόνος" τὸ εἰσίν, ὡς καὶ ἐν τῷ "φημὶ κατανεῦσαι Κρονίωνα ἀστράπτων ἐπιδέξια". καὶ ἐκεῖ γὰρ τὸ ἐντελὲς οὕτως· ἀστράπτων ἦν ὁ Κρονίων ἐπιδέξια. χρᾶται δὲ κατὰ τοιοῦτον λόγον καὶ ὁ Νέστωρ ἐπὶ τοῦ αὐτοῦ πράγματος ἐν τοῖς ἑξῆς ὁμοίῳ σχήματι, εἰπὼν "ὅππως τοὺς ἵππους ἐλάβετον, αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο", εἰσὶ δηλαδή. ἄλλως δέ γε ὤφειλεν ἐοικότας εἰπεῖν κατὰ πτῶσιν καὶ αὐτὸς αἰτιατικήν. ἀρετὴ δὲ ἵππων οὐ μόνον τὸ καλλίστους εἶναι, οὐδὲ μόνον τὸ μεγίστους, ἀλλ' ὁμοῦ ἑκάτερα. Ὅρα δὲ καί, ὅπως ὁ κινδυνεύων Δόλων ἐφ' ἵππων δωρεᾷ τοσοῦτον ἀπέσχε τοῦ λαβεῖν ἐκείνους, ὥστε καὶ τοὺς ἐν τῷ Τρωϊκῷ στρατοπέδῳ καλλίστους ἵππους προδίδωσιν.

(v. 438-441) Ὁ δ' αὐτὸς καὶ ὡς περὶ χρυσὸν ἐπτοημένος καὶ διὰ τοῦτο τὰ περὶ τὸν Ῥῆσον περιέργως ἐπιτετηρηκὼς ἐπαινεῖ μετὰ τοὺς ἵππους καὶ τὰ ὅπλα καὶ τὸ τοῦ Ῥήσου ἅρμα, εἰπὼν "ἅρμα δέ οἱ χρυσῷ καὶ ἀργύρῳ εὖ ἤσκηται", τουτέστιν ἐπιστημόνως. τὸ γὰρ εὖ τῶν τεχνῶν τὸ ἐπίστασθαί ἐστι. "Τεύχεά τε", φησί, "χρύσεια πελώρια, θαῦμα ἰδέσθαι, ἤλυθ', ἔχων· τὰ μὲν οὔ τι καταθνητοῖσιν ἔοικεν", ἤγουν πρέπει, "ἄνδρεσσι φορέειν, ἀλλ' ἀθανάτοισι θεοῖσι". ὃ δὴ περίφρασίς ἐστι τοῦ τεύχεα θεῖα. Καὶ ὅρα τὰ συχνὰ πάρισα, τὸ καλλίστους καὶ μεγίστους, καὶ τὸ λευκότεροι καὶ ὁμοῖοι, καὶ τὸ τεύχεα χρύσεια πελώρια, καὶ τὸ θνητοῖσιν ἄνδρεσσιν, ἀθανάτοισι θεοῖσι. μεστοῦται γὰρ ὁ καλὸς τόπος σχήμασι καλοῖς ἐπίτηδες. Ἰστέον δὲ ὅτι τὸ μὲν "καλλίστους ἵππους", καὶ ἑξῆς, ἔπαινος ἵππων, καὶ μάλιστα λευκῶν, ἅρματος δὲ τὸ χρυσῷ καὶ ἀργύρῳ εὖ ἠσκῆσθαι, ὅπλων δὲ τὸ "τεύχεα χρύσεα", καὶ ἑξῆς.

(v. 434) Τὸ δὲ "οἵδ' ἀπάνευθε" πρὸς τὴν τοῦ Ὀδυσσέως ὁ Δόλων εἶπεν ἐρώτησιν, πυθομένου, εἴπερ μεμιγμένοι Τρώεσσιν εὕδουσιν ἢ ἀπάνευθεν οἱ ἐπίκουροι. Τοῦ δέ γε "ἀπάνευθε" διασαφητικὸν τὸ "ἔσχατοι ἄλλων", οἷς καὶ χρὴ ἐγχειρῆσαι κατὰ τὴν βουλὴν τοῦ Νέστορος. Τὸ δὲ "οἵδε" ἴσως μὲν καὶ δακτύλῳ ἀφελῶς δεικνὺς ὁ Δόλων φησίν, εἰ καὶ νὺξ ἦν, μάλιστα δὲ ἀναφορικῶς. ἀναφέρει γὰρ πρὸς τὴν ἐν ἑαυτῷ εἴδησιν περὶ τῶν Θρᾳκῶν. Τὸ δὲ "νεήλυδες" πάνυ χρήσιμον τοῖς κατασκόποις. εὐεπιχείρητοι γὰρ πάντως [107] οἱ τοιοῦτοι ἐπίκουροι, κατάκοποί τε ὄντες, ὡς εἰκός, καὶ οἷοι βαθὺ νύκτωρ ὑπνοῦν καὶ οὐδὲ εἰδότες τι τῶν κατὰ Τροίαν.

(v. 435) Ἐρεθίζει δὲ τοὺς ἥρωας καὶ τὸ "Ῥῆσος βασιλεύς". φιλοτιμήσονται γὰρ ἀριστεῦσαι κατὰ τοιούτου ἀνδρός. ποιεῖ δὲ τοῦτο καὶ πιθανὰ τὰ ὑπὲρ τῶν ἵππων καὶ τοῦ ἅρματος καὶ τῶν τευχέων. βασιλεὺς γὰρ ἔχοι ἄν, ὡς εἰκός, τοιαῦτα.

(v. 436) Τὸ δὲ "ἴδον" εἰς τὸ ἀληθῆ λέγειν λυσιτελεῖ τῷ Δόλωνι. οὐ γάρ, φησίν, ἤκουσα ἢ ἐπυθόμην, ἀλλ' αὐτὸς ἴδον.

(v. 439) Τεύχεα δὲ κατὰ τοὺς πλείους μὲν ἐκ τοῦ τεύχω κατὰ κοινὴν ἐτυμότητα, καινότερον δέ πως ὁ Ἴστρος παράγει. φησὶ γὰρ τὰ πολεμικὰ τεύχη οὕτω κληθῆναι ἀπὸ Τευχίου, Εὐβοϊκοῦ τόπου, ἐν ᾧ, φησί, κατεσκευάσθησαν ὑπὸ Κυκλώπων. Τίνες δὲ οἱ Κύκλωπες οὗτοι, καὶ ὅτι οὐχ' οἱ ἐν τῇ Ὀδυσσείᾳ ἱστορούμενοι, καὶ ὅτι καὶ χαλκὸς ἐν Εὐβοίᾳ ποτὲ ὠρύχθη πολύς, ὅθεν καὶ τὸ ἐκεῖσε ὄρος ἡ Χαλκίς, οὐ τοῦ νῦν λόγου ἐστίν.

(v. 435) Ἰστέον δὲ καὶ ὅτι τὸν ῥηθέντα Ῥῆσον Ὅμηρος μὲν Ἠϊονέως ἱστορεῖ, ὡς δεδήλωται, οἱ νεώτεροι δὲ Στρυμόνος τοῦ κατὰ Θρᾴκην φασὶ ποταμοῦ καὶ Εὐτέρπης Μούσης υἱόν. λέγουσι δὲ καὶ χρησμὸν ἀποκεῖσθαι αὐτῷ, εἰ τῆς ἐν Τροίᾳ βοτάνης φάγοιεν οἱ ἵπποι αὐτῷ καὶ τοῦ ἐκεῖσε πίοιεν ὕδατος, ἀπρόσμαχον αὐτὸν ἔσεσθαι. τὰ δ' οὐκ ἐγένετο. ἅμα γὰρ κατέλαβε, καὶ αὐτονυχὶ ἀνῃρέθη ὑπὸ Διομήδους ὑπνώττων ἀφύλακτος. Πίνδαρον δέ πού φασιν ἱστορεῖν, ὅτι μίαν ἡμέραν πολεμήσας μεγάλα κακὰ τοῖς Ἀχαιοῖς ἐνεδείξατο.

(v. 439) Τὸ δὲ "πελώρια" συλλογιστικῶς εὐμεγέθη τὸν Ῥῆσον εἶναι ὑποδηλοῖ. Κἀκεῖνο δὲ ἰστέον, ὡς ὁ μῦθος οὐ μόνον τὴν ῥηθεῖσαν Μοῦσαν Εὐτέρπην μητέρα ποιεῖ, ἀλλὰ καὶ ἑτέρας. Καλλιόπης μὲν γὰρ ἢ Κλειοῦς Ὀρφεύς, Λῖνος δὲ Τερψιχόρης, Θαλείας Παλαίφατος, Ἐρατοῦς Θάμυρις, Μελπομένης καὶ Ἀχελῴου Σειρῆνες, Πολυμνίας Τριπτόλεμος.

(v. 442-445) Ὅτι ὁ μὲν Δόλων ζωγρηθῆναι θέλων μέθοδον τοῖς Ἑλληνικοῖς κατασκόποις ὑποτείνει διαγνώσεως, ἤγουν τοῦ πειραθῆναι ἠὲ κατ' αἶσαν ἐκεῖνος ἔειπεν ἐν αὐτοῖς ἠὲ καὶ οὐκί, τὸ νηυσὶν αὐτὸν πελάσαι, ἢ ἀλλὰ δήσαντας λιπεῖν αὐτόθι νηλέϊ δεσμῷ.

(v. 446-453) Διομήδης μέντοι τὸν ἄνδρα ὑπόδρα ἰδών, ὡς ἡ Μοῦσα καθορᾷ, ἔφη "μὴ δή [108] μοι φύξιν γε Δόλων ἐμβάλλεο θυμῷ, ἐσθλά περ ἀγγείλας, ἐπεὶ ἵκεο χεῖρας ἐμεῖο", ἢ μᾶλλον χεῖρας ἐς ἁμάς, ἤγουν ἡμετέρας. "εἰ μὲν γὰρ κέ σε νῦν ἀπολύσομεν ἠὲ μεθῶμεν, ἦ τε καὶ ὕστερον εἶσθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν ἠὲ διοπτεύσων ἢ ἀντίβιον πολεμίξων. εἰ δέ κ' ἐμῇς ὑπὸ χερσὶ δαμεὶς ἀπὸ θυμὸν ὀλέσσῃς, οὐκέτ' ἔπειτα σὺ πῆμά ποτ' ἔσσεαι Ἀργείοισι". Καὶ ὅρα ὅπως προμηθὴς τοῦ μέλλοντος καὶ ἐν τοῖς σμικροτάτοις ὁ συνετός, καὶ ὅτι ὁ προδότης, ὡς καὶ ὁ Δημοσθένης που θεωρεῖ, ὑπ' αὐτῶν ἐκείνων μεμίσηται, οἷς τοὺς οἰκείους προδέδωκε, καίτοι ἐσθλὰ τοῖς πολεμίοις ποιήσας. καὶ εἰκότως. ὁ γὰρ τοῖς ἑαυτοῦ τοιοῦτος τίς ἂν τοῖς ἀλλοτρίοις γένοιτο; Καὶ ὅτι ἐκ τούτων ὁρμώμενός τις διαλεκτικῶς ἂν ἐπαγωνίσοιτο, ὡς οὐ πᾶς ὁ ἐσθλὰ ποιῶν ἤδη καὶ ἀγαθός. ὁ γὰρ Δόλων οὐ τοιοῦτός ἐστιν ἐσθλά περ ἀγγείλας. καὶ ὅτι οὐ πᾶς ὁ ὡφελῶν τινα εὐλόγως ἂν φιλοῖτο. καὶ γὰρ ὁ Δόλων λυσιτελεῖ μὲν τοῖς ἐπισκόποις, οὐ φιλεῖται δέ.

(v. 445) Ὅρα δὲ ἐν τοῖς ῥηθεῖσι τὸ "κατ' αἶσαν", οὐ μοῖραν δηλοῦν οὐδὲ τὸ κοινῶς λεγόμενον αἴσιον, ἐξ οὗ καὶ τὸ αἰσυμνᾶν καὶ ὁ αἰσυμνήτης, ἀλλὰ τὸ πρέπον καὶ ἀληθὲς ἤ τι τοιοῦτον.

(v. 447) Καὶ ὅτι φύξις ἢ ἀπὸ τοῦ φεῦξις γίνεται ἀποβολῇ τοῦ ε δι' εὐφωνίαν, ὃ πολλαχοῦ γίνεται, καθὰ καὶ τὸ ἐρυθαίνειν μετ' ὀλίγα ἐρεῖ ἐκ τοῦ ἐρευθαίνειν, ἢ ἀπὸ τοῦ φύγω φύξω, οἷα τοῦ φύγω μετενεχθέντος εἰς ἐνεστῶτα. Τὸ δὲ "ἐμβάλλεο θυμῷ" ταὐτὸν τῷ ἔνθου εἰς νοῦν. [Καὶ ἔοικε πρὸς τὸ "μή σοι θάνατος καταθύμιος ἔστω".]

(v. 448) Τὸ [109] δὲ "ἐσθλὰ ἀγγείλας" ταὐτόν ἐστι τῷ καταλέξας, ὅπερ πρὸ ὀλίγων ὁ Δόλων εἶπε.

(v. 449) Τὸ δὲ "ἀπολύσομεν" περιττὴν ἔχει τὴν πρόθεσιν καὶ αὐτό, καθά που καὶ τὸ ἀπομηνίσομεν. δηλοῖ δὲ τὸ λύτρα λαβόντες ἀφήσομεν, καὶ οὕτω διαφέρει τὸ λῦσαι τοῦ ἁπλῶς ἀφεῖναι δωρεὰν ἤτοι μεθεῖναι καθ' Ὅμηρον. οὕτω δ' ἂν καὶ τὸν Δόλωνα μεθῆκεν Ὀδυσσεύς, εἴπερ ἐτίμησεν οἷα κήρυκος υἱόν.

(v. 450) Τὸ δὲ "εἶσθα" οὐ μόνον διὰ τοῦ η γράφεται συνήθως ἐν ἄλλοις ὡς ῥῆμα ὑπαρκτικόν, ἀλλ' ἰδοὺ καὶ διὰ διφθόγγου ἐνταῦθα, καὶ δηλοῖ τὸ ἔρχῃ, ἤγουν ἀντ' αὐτοῦ κατὰ μετάληψιν χρόνου τὸ ἔλθῃς, ἀπὸ τοῦ εἶμι εἶς. χρῆσις δὲ αὐτοῦ καὶ ἐν Ὀδυσσείᾳ.

(v. 451) Διοπτεύειν δὲ τὸ κατασκοπεῖν. ὅθεν καὶ τὸν τοῦτο ποιοῦντα διοπτῆρα στρατοῦ ἐρεῖ, ὃς καὶ ἀσυνθέτως ὀπτὴρ λέγεται. ἐκ τούτου δὲ καὶ Ζεὺς διόπτης, ὡς δηλοῖ τὸ "ὦ Ζεῦ διόπτα καὶ κατόπτα". Τὸ δὲ "ἀντίβιον πολεμίξων" πολέμιον μὲν εἶναι δηλοῖ καὶ τὸν κατάσκοπον, πλὴν οὐκ ἀντίβιον ἀλλ' ὑπούλως καὶ λαθρηδόν, εἰκὸς δὲ τὸν αὐτὸν καὶ πολεμιστὴν εἶναι. Ἐνταῦθα δὲ ὅρα τὸ "διοπτεύσων" καὶ "πολεμίξων", τὰ γοργὰ πάρισα, δι' ὧν καλλωπίζει εὐκαίρως ὁ Διομήδης, χαίρων ἐφ' οἷς ἀνδραγαθεῖ κατὰ τοῦ Δόλωνος.

(v. 453) Τὸ δὲ "οὐκέτι σὺ πῆμά ποτ' ἔσσεαι" δύο ἐνεργειῶν τοῦ Δόλωνος ἔχεται διὰ τοῦ ποτέ ἐπιρρήματος. λέγει γὰρ ὁ ἥρως ὅτι οὔτε διοπτεύων πημανεῖς τοὺς Ἀργείους οὔτε πολεμῶν.

(v. 454-456) Ὅτι ὁ μὲν Δόλων πτοηθεὶς τὸν Διομήδην "ἔμελλε γενείου χειρὶ παχείῃ ἁψάμενος λίσσεσθαι", ὅ ἐστι περιφραστικῶς ἱκετεῦσαι, "ὃ δ' αὐχένα μέσσον ἔλασσε φασγάνῳ ἀΐξας, ἀπὸ δ' ἄμφω κέρσε τένοντε", ταχὺ ἀνελών. τοῦτο γὰρ δηλοῖ τὸ ἀΐξας, ἵνα μὴ φθάσαντα γονυπετῆσαι ὡς ἱκέτην αἰδέσηται. καὶ ἐχρῆν μὲν δεσμῷ νηλέϊ δῆσαι τὸν Δόλωνα, κατὰ ἐκεῖνον εἰπεῖν τὸν Δόλωνα, ὡς ἂν ἔχῃ δεῖξαι τοῖς Ἀργείοις τὸ θήραμα. δέδιε δέ, μή ποτε κραυγάσας ἐκ τῆς πεδιάδος μηνύσῃ τοὺς πολεμίους τοῖς Τρωσίν. Ὅρα δὲ καὶ ὅτι οὐ πάντα ἐκ τοῦ Δόλωνος πολυπραγμονοῦσι μαθεῖν, ἃ φθάσαντες ἐπετράπησαν, τυχὸν μὲν ἐκλαθόμενοι διὰ τὸ ἐναγώνιον, μᾶλλον δὲ ὡς ἤδη μαθόντες, ὃ ἤθελον. ἐβούλοντο μὲν γὰρ μαθεῖν, ἐὰν οἱ Τρῶες μενοῦσι παρὰ ναυσὶν ἢ ἐς Τροίαν ἀναχωρήσωσι. τοῦτο δὲ ἤδη γινώσκουσιν. ὁ γὰρ στείλας Ἕκτωρ τὸν διοπτεύσοντα, εἰ αἱ νῆες φυλάσσονται, [110] πάντως οὐκ ἀναχωρεῖ, ἀλλὰ μένει. Ὅρα δὲ καὶ ὅτι οὐδὲν πρὸς ἀνδρίαν καθόλου ἡ τῶν ἀκρωτηρίων μεγαλειότης. τί γὰρ ὄφελος ἡ παχεῖα χεὶρ τῷ Δόλωνι;

(v. 456) Τένοντες δὲ καὶ ἐνταῦθα τὰ ὄπισθεν τοῦ τραχήλου παχέα νεῦρα.

(v. 457) Ἐν τούτοις δὲ καὶ τὸ "φθεγγομένου δ' ἄρα τοῦ γε", ἤγουν τοῦ Δόλωνος, "κάρη κονίῃσιν ἐμίχθη", ἤγουν εἰς γῆν ἔπεσεν ἡ κεφαλὴ ἐκείνου, ἀρξαμένου μὲν φωνὴν ἀφιέναι, μήπω δὲ διασαφήσαντος τὸ λεγόμενον, γράφεται μὲν "φθεγγομένη δ' ἄρα τοῦ γε κάρη". οὐχ' Ὁμηρικὴ δὲ ἡ φράσις. οὐ γὰρ ἔστι θηλυκῶς ἡ κάρη παρ' Ὁμήρῳ. Δηλοῖ δὲ ὅμως ἡ τοιαύτη γραφή, ὅτι τὸ πνεῦμα μέχρι τοῦ στόματος ἀνελθὸν καὶ πληρῶσαν αὐτὸ ἐξεχύθη, καίτοι τμηθείσης τῆς κεφαλῆς, ὥστε ἔτι κινουμένης τῆς γλώττης δοκεῖν τὴν κεφαλὴν κάτω κειμένην φθέγγεσθαι. οὕτω, φασί, καὶ σωλῆνα μεστὸν ὕδατος εἰ διατέμοι τις, ἡ μὲν ἐκ τῆς πηγῆς ἐπίρροια εἴργεται, ὃ δὲ ἐντός ἐστι τοῦ σωλῆνος ἐκχεῖται.

(v. 460-464) Ὅτι τὴν ῥηθησομένην τοῦ Δόλωνος πανοπλίαν ἑλὼν Ὀδυσσεὺς εὔξατό τε καὶ ἀνέθηκεν αὐτὴν Ἀθηνᾷ, οὐ γλαυκώπιδι, οὐδὲ ἀτρυτώνῃ, ἀλλὰ ληΐτιδι, ὡς συνεφαψαμένῃ τοῦ ληΐσασθαι, εἰπὼν "χαῖρε θεὰ τοῖσδεσι" καὶ ἑξῆς.

(v. 465 s.) Εἶτα ἔθηκεν ἀνὰ μυρίκην αὐτά, ἐκεῖ που καθ' ὁδὸν πεφυκυῖαν.

(v. 458-463) Φράζει δ' ἐνταῦθα ὁ ποιητὴς οὕτω "τοῦδ' ἀπὸ μὲν κτιδέην κυνέην κεφαλῇφιν ἕλοντο, καὶ λυκέην", τὰ προρρηθέντα, "καὶ τόξα παλίντονα καὶ δόρυ μακρόν· καὶ τά γ' Ἀθηναίῃ ληΐτιδι δῖος Ὀδυσσεὺς ὑψόσ' ἀνέσχεθε χειρὶ καὶ εὐχόμενος ἔπος ηὔδα", [ἵνα καὶ ὡς ἀρητὴρ τῷ Διομήδει χρήσιμος εἴη, οὐ διὰ δειλίαν ἀλλὰ διὰ προμήθειαν.] "Χαῖρε θεὰ τοῖσδεσι· σὲ γὰρ πρώτην ἐν Ὀλύμπῳ ἐπιβωσόμεθα".

(v. 463-468) Εἶτα καὶ περὶ τῶν ἐφεξῆς εὐχόμενος λέγει "ἀλλὰ καὶ αὖτις πέμψον ἐπὶ Θρῃκῶν ἀνδρῶν ἵππους τε καὶ εὐνάς", διὰ τὸν Ῥῆσον δηλαδή. οἷς ἐπιφέρει καὶ ὅτι "ἀπὸ ἕθεν", ἤγουν ἀφ' ἑαυτοῦ, τὰ τοιαῦτα ὅπλα "ὑψόσ' ἀείρας θῆκεν ἀνὰ μυρίκην· δέελον δ' [111] ἐπὶ σῆμα ἔθηκε, συμμάρψας δόνακας μυρίκης τ' ἐριθηλέας ὄζους, μὴ λάθοι αὖτις ἰόντε", ἤγουν ἐπανιόντας, "θοὴν διὰ νύκτα μέλαιναν".

(v. 467) Φασὶ δὲ οἱ παλαιοί, ὅτι τροπαίου σχῆμα ἐνταῦθα μιμεῖται ὁ ποιητὴς τῇ τῶν δονάκων καὶ ὄζων συνδέσει, ὅπερ οἱ ὕστερον τῇ χρήσει διήρθρωσαν, τρόπαια μετὰ τὰς νίκας ἱστῶντες, ὅπου τῶν πολεμίων περιγένοιντο, καὶ ταῦτα ἢ ἐξ ὅπλων σωρείας ἢ ἐκ λίθων, οἷς καὶ γράμματα ἐνεκόλαπτον, ἢ καὶ ἐξ οἱασοῦν ἀναστηλώσεως, ὡς εἶναι τὸ ἱστᾶν τρόπαιον περιφραστικῶς ἶσον τῷ νικᾶν, ὡς ἐκ τοῦ τῆς μάχης ἀποτελέσματος, [καθ' ἣν ἐτρέποντό τινες, ἵνα ᾖ ὡς κεφαλή κεφάλαιον, οὕτω τροπή τρόπαιον, ὅπερ ἀνίστατο Διῒ τροπαίῳ, οὗ εὐθεῖα ὁ τροπαῖος κατὰ τὸ ἀστραπή ἀστραπαῖος.] Μανδάκῃ δὲ ἔοικεν ὁ ῥηθεὶς δεσμὸς τῶν φυτῶν, ὃς δὴ μανδάκης κυρίως, ὥς φησι καὶ ὁ Χοιροβοσκὸς Γεώργιος, δεσμὸν χόρτου δηλοῖ κατά τινα γλῶσσαν. καὶ φυλάσσεται ἡ τοιαύτη λέξις παρὰ τοῖς κατὰ Θρᾴκην. Ὅρα δὲ τὰ πάρισα, τὸ κυνέην, κτιδέην, λυκέην, ἐν χωρίῳ ἐπιχυθέντα, ὃ καλλωπίζων διὰ τοὺς ἥρωας χαίρει ὁ ποιητής.

(v. 459) Περὶ δὲ παλιντόνων τόξων, ὡς διαφοράν τινα τόξου δηλοῖ τὸ παλίντονον, προείρηται. φαίνονται δὲ τοιαῦτα πολλὰ καὶ παρὰ τοῖς νῦν ἔθνεσι.

(v. 460) Τὸ δὲ "ληΐτιδι" ἴσως μὲν ὅμοιόν ἐστι τῇ ἀγελείᾳ, εἴπερ ἐκείνη γίνεται παρὰ τὸ ἄγειν λείαν. [Ἧς μέρος καὶ τὰ λάφυρα εἴτ' οὖν σκῦλα, ἐξ ὧν σκυλήτρια παρὰ Λυκόφρονι Ἀθηνᾶ.] Εἰ δὲ ἀγελεία λέγεται Ἀθηνᾶ παρὰ τὸ ἄγειν λεὼν ἢ παρὰ τὸ ἄγη ἐλαύνειν, διαφέρει οὕτως ἡ ληῗτις καὶ ἡ ἀγελεία.

(v. 461) Τὸ δὲ "ὑψόσε ἀνέσχεθεν", ἤγουν ἀνέτεινε, παρακατιὼν ἄλλως φράζει ἐν τῷ "ὑψόσε ἀείρας", ὡς εἶναι ταὐτὸν ἁπλῶς τὸ ἀνασχέθειν καὶ τὸ ἀείρειν. Εἰ καὶ ἄλλως νῦν τὸ μὲν ἐπὶ τῇ Ἀθηνᾷ ὑψόσε ἀνασχέθειν χρὴ νοῆσαι ὑψηλοτέραν σχεῖν ἀνάτασιν χειρῶν, τὸ δὲ ὑψόσε ἀεῖραι ταπεινοτέραν, εἰς ὅσον ἦν καὶ τὸ τῆς μυρίκης ὕψος. Ἔστι δὲ τὸ οὕτως ὑψόσε ἀνασχεῖν σύμβολον τοῦ μή τινι ἐπιγείῳ, ἀλλ' οὐρανίῳ ἀνατιθέναι τὰ ῥηθέντα ὅπλα. διὸ ἴσως καὶ ὡς μὴ ἔχων ἀναρτῆσαί που συνήθως αὐτὰ λόγῳ ἀναθήματος ἀνὰ μυρίκην ἔθηκεν, ὡς ἂν μὴ πελάζοιεν γῇ.

(v. 466) Ἔνθα καὶ ὅρα τὸ "ἔθηκεν ἀνὰ μυρίκην", ἐξ οὗ κατὰ ἀναστροφὴν τῆς ἀνα προθέσεως εἰλῆφθαι δοκεῖ τὸ ἀνατιθέναι παρὰ τοῖς ὕστερον καὶ τὸ ἐξ αὐτοῦ ἀνάθημα.

(v. 461) Τὸ δὲ "ἀνέσχεθε χειρί" οὐ πρὸς διαστολήν τινα κεῖται, [112] ἀλλ' εἰς ἔνδειξιν τοῦ μεγάλα εἶναι τῷ Ὀδυσσεῖ ὡς ἀνδρείῳ τὰ τῆς χειρὸς ἀκρωτήρια, εἴγε μιᾷ χειρὶ τὰ τοσαῦτα δραξάμενος ἀνέσχεθεν. εἰ δὲ γράφεται "χερσίν", ἀργεῖ τὸ τοιοῦτον παρατήρημα.

(v. 462) Τὸ δὲ "τοῖσδεσιν", εἰ μὲν ἀπὸ τοῦ τοῖσιν, ὅ ἐστι τούτοις γίνεται, καινῶς ἔχει τὴν μέσην λέξιν παρεισπεσοῦσαν, εἰ δὲ ἀπὸ τοῦ τοῖσδε, πάντῃ οὕτω καινόσχημόν ἐστι τὸ μὴ μόνον τὸ ι ἐπεκτατικῶς τεθῆναι, ἀλλὰ ὅλην τὴν σι συλλαβήν. αἴτιον δὲ ἡ δοτικὴ τῶν πληθυντικῶν ἀεὶ πρὸ τοῦ τελικοῦ αὐτῆς ι τὸ σ φιλοῦσα ἔχειν ἢ δυνάμει ἢ ἐνεργείᾳ. ἰστέον δὲ ὅτι τοῦ πλεονάζειν ἐνίοτε καὶ τὴν σι συλλαβὴν δεῖγμα παράγουσί τινες οὐκ ἀκριβὲς καὶ τὸ λάβῃ λάβῃσι, λάχῃ λάχῃσι καὶ τὰ ὅμοια. ἡ δὲ ἐν τῇ τοιαύτῃ λέξει περισπωμένη οὐκ ἂν διὰ τὴν ἐφεξῆς δισυλλαβίαν εὐλόγως εἰς ὀξὺν μεταπέσοι τόνον, ἵνα ᾖ προπαροξύτονον κατὰ τὸ ἀνδραπόδεσσιν. οὐ γὰρ κατὰ φύσιν ἐνταῦθα οὔτε τὸ δε οὔτε τὸ σι. διὸ νικᾷ ὁ τοῦ ἄρθρου τῆς δοτικῆς τῶν πληθυντικῶν περισπασμός.

(v. 463) Τὸ δὲ ἐπιβώσεσθαι ὅτι ἐκ τοῦ βοήσεσθαι κέκραται, πολλαχοῦ δεδήλωται.

(v. 466) Ἐν δὲ τῷ "θῆκεν ἀνὰ μυρίκην, δέελον δ' ἐπὶ σῆμα ἔθηκε" κύκλου σχῆμα φαντάζεται. εἰ δὲ ἦν "ἔθηκεν ἀνὰ μυρίκην" καθαρῶς ἂν ἦν κύκλος ῥητορικός, λήγοντος τοῦ στίχου ὅθεν ἤρξατο. Ἐνταῦθα δὲ ὅρα καὶ τὴν ἀνα πρόθεσιν, τὴν ἄνω μὲν δηλοῦσαν σχέσιν, συντασσομένην δὲ μετὰ αἰτιατικῆς, οὐ μὴν μετὰ δοτικῆς, ὡς ἐν τῷ "ἅρματα δ' ἂν βωμοῖσιν ἔθηκε", καὶ ὅτι τὸ ἔθηκεν ἐν μὲν τῷ "ἀνὰ μυρίκην" τοπικῶς κεῖται, ἐν δὲ τῷ "σῆμα ἔθηκε", τὸ ἐποίησε δηλοῖ. Δέελον δὲ τὸ δῆλον κατὰ διάλυσιν, ἐξ αὐτοῦ δέ, ὡς καὶ ἐν Ὀδυσσείᾳ δηλοῦται, τὸ εὐδείελον ἐπενθέσει [113] τοῦ ι. [Τὸ δὲ ἐνταῦθα κείμενον σῆμα δηλοῖ ἐναργῶς, ὅτι καὶ ὁ τάφος σῆμα λέγεται οἷα σημαίνων καὶ αὐτός τι, τὸ κεῖσθαι δηλαδὴ ἐκεῖσε νεκρόν.]

(v. 467) Δόνακες δὲ εἶδος καλάμου, λεπτοὶ καλαμίσκοι, οὓς οἱ μεθ' Ὅμηρον καλοῦσι δονάκια, παρὰ τὸ ῥᾷον δονεῖσθαι, [δι' οὓς καὶ ποταμός που ἐν τοῖς ἑξῆς δονακεύς. Δῆλον δὲ ὡς οἱ δόνακες καλάμων μὲν λεπτότεροί εἰσιν, ὀρόφων δὲ ἁδρότεροι, καὶ δοκοῦσιν ἐκ δονάκων μὲν σύριγγες γίνεσθαι, αὐλοὶ δὲ ἐκ καλάμων.] Συλλογιστέον δὲ ὡς ἐν ἕλει ὥδευον οἱ κατάσκοποι. ἐν γὰρ τοιούτοις τόποις οἱ δόνακες φύονται, καθὰ καὶ ἡ μυρίκη. ὑδροχαρὴς γὰρ καὶ αὐτή, φυλάσσουσα τὴν κλῆσιν καὶ νῦν, εἰ καὶ κατά τι βαρβαρικῶς παραφθείρεται. ἐδήλου δὲ πρὸ τούτου καὶ ὁ ἐρῳδιὸς τὸ ἔρχεσθαι τοὺς κατασκόπους διὰ τόπων ἑλωδῶν.

(v. 468) Ἐν δὲ τῷ "μὴ λάθοι ἰόντας" λείπει σύνδεσμος αἰτιολογικός, ἵνα λέγῃ κατὰ τὸ πλῆρες· ὄφρα μὴ λάθοι ἤ τι τοιοῦτον. καὶ ἔστι τὸ σχῆμα σύνηθες καὶ τοῖς κοινότερον φράζουσι. Τὸ δὲ "νύκτα μέλαιναν" οὐκ ἀργῶς ἐρρέθη οὐδὲ πρὸς μόνην πιθανὴν αἰτιολογίαν τοῦ ἐπὶ μυρίκης ἀναγκαίως τεθῆναι τὴν τοῦ Δόλωνος πανοπλίαν, ἵνα μὴ λάθῃ, ἀλλὰ καὶ πρὸς παρασημείωσιν τοῦ χρῆναι τοιαύτας νύκτας ἐπιτηρεῖσθαι τοῖς ἐθέλουσι σκοπιᾶσθαι τὰ τῶν πολεμίων.

(v. 470) Ὅτι τέλος καὶ ἐνταῦθα τὸ στρατιωτικὸν τάγμα ἐν τῷ "Θρηίκων ἀνδρῶν τέλος ἷξον ἰόντες". καὶ ἔστιν ἡ λέξις ἀξιωματική, ὡς δῆλον καὶ ἐκ τοῦ "τοῖς ἐν τέλει βεβῶσι πείσομαι". ὅτι δὲ πολυώνυμον τὸ τέλος, λέγουσι σαφῶς οἱ παλαιοί. Δῆλον δὲ ὅτι τὸ "ἷξον", ἤγουν κατέλαβον, φυσικῶς [114] ἔχει τὴν ἐν τῇ ἀρχούσῃ περισπωμένην ὡς χρονικῶς ἐκταθέν. ἄλλως γὰρ ὤφειλε τὸ δίχρονον ὀξύνεσθαι ὡς θέσει μακρὸν διὰ τὸ κεῖσθαι πρὸ συμφώνου διπλοῦ. παρατατικοῦ δὲ χρόνου τὸ ἷξον, ὡς ἀπὸ μέλλοντος τοῦ ἴξω ἀναβιβασθέντος εἰς ἐνεστῶτα.

(v. 471-475) Ὅτι καλὰ καὶ τοῖς τοῦ Ῥήσου τὰ ὅπλα, ὡς καὶ τῷ αὐτῶν ἡγεμόνι, καὶ ὅτι στρατιωτικῶς παρέκειτο καὶ αὐτοῖς εὕδουσιν αὐτά, ὡς καὶ πρὸ ὀλίγων γέγραπται. Φησὶ γοῦν Ὅμηρος οὕτω περὶ τούτων "οἳ δ' εὗδον καμάτῳ ἀδηκότες, ἔντεα δέ σφιν καλὰ παρ' αὐτοῖσιν", ἤγουν ἐγγὺς αὐτῶν, "χθονὶ κέκλιτο εὖ κατὰ κόσμον τριστοιχεί, παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι. Ῥῆσος δ' ἐν μέσῳ εὗδε, παρ' αὐτῷ δ' ὠκέες ἵπποι, ἐξ ἐπιδιφριάδος πυμάτης ἱμᾶσι δέδεντο". Καὶ ὅρα τὸ τοῦ Ῥήσου προμηθές. ἐν μέσῳ γὰρ ἔκειτο διὰ τὸ ἀσφαλὲς οἷα βασιλεύς, ὅθεν καὶ ἔργον ἦν ἀναιρεθῆναι αὐτόν, τριστοιχεὶ κύκλῳ φυλαττόμενον. Διὸ νοοῦσιν οἱ παλαιοί, ὅτι τέσσαρας ἐξ ἑκάστου στίχου ἀνελὼν ὁ Διομήδης, ἤγουν ἄνδρας δώδεκα, καὶ γέφυραν οἷον πολέμου ποιήσας διέβη εἰς τὸν Ῥῆσον καὶ οὕτως αὐτὸν ἀνεῖλε τρισκαιδέκατον καὶ τῶν αὐτοῦ ἵππων ἐκυρίευσε.

(v. 472 s.) Τὸ δὲ "κατὰ κόσμον" ἑρμηνεία εἶναι δοκεῖ τοῦ εὖ, ὥσπερ καὶ τοῦ "παρὰ δέ σφιν" διασαφητικόν ἐστι τὸ "ἑκάστῳ". ταὐτὸν γάρ ἐστι τὸ παρ' αὐτοῖς καὶ τὸ παρὰ ἑκάστῳ. [Ὅμοια δ' ἀλλήλοις κατὰ σχῆμα τὸ παρ' αὐτοῖς καὶ τὸ παρὰ δέ σφιν καὶ τὸ παρ' αὐτῷ, καὶ δηλοῦται ἐγγύτης ἐν τοῖς τρισὶ κατὰ τὸ παρ' ἀλλήλοις κεῖσθαι.]

(v. 473) Δίζυγες δὲ ἵπποι ἀντὶ τοῦ δύο ὑπὸ ἕνα ζυγόν, δι' ὧν ἀποτελεῖται ξυνωρίς.

(v. 471-473) Τὸ δὲ "ἔντεα παρ' αὐτοῖς χθονὶ κέκλιται", καὶ "παρ' ἑκάστῳ δίζυγες ἵπποι", καὶ "παρ' αὐτῷ δ' ὠκέες ἵπποι", θέσιν ἀκολουθητικὴν ἔχει, ὁποίαν τὸ "ποῦ οἱ ἔντεα κεῖται, ποῦ δέ οἱ ἵπποι", περὶ οὗ πρὸ ὀλίγων γέγραπται. Τὸ δὲ "ἵπποι" δὶς ἐν τέλει στίχων κείμενον κάλλος ποιεῖ παρισωτικόν.

(v. 475) Ἐπιδιφριὰς δὲ μέρος ἢ τοῦ δίφρου ἢ τῆς τοῦ ἅρματος ἄντυγος, περὶ ἣν περατοῦται ὁ δίφρος. Σημείωσαι δὲ ὡς καλὰ μὲν τοῖς Θρᾳξὶ τἄλλα, τὸ δὲ ἀφυλάκτως ὑπνοῦν ἐν τοιούτῳ καιρῷ οὐκ ἂν ἐπαινοῖτο. δεινὸν γὰρ σφάλλειν τοῦ ὀρθοῦ καὶ τὸ βραχὺ φαῦλον.

(v. 476-468) Ὅτι καὶ τοὺς ἵππους τοῦ Ῥήσου λάμποντας, ὡς εἰκός, νύκτωρ τῇ ἡλιώδει λευκότητι προπάροιθεν ὁ Ὀδυσσεὺς ἰδών, οὐ διὰ δειλίαν πάντως, ἀλλὰ προμήθειαν, τῷ Διομήδει ἔδειξε, καὶ χαίρων ἀγάλλει τὸν λόγον [115] περικαλλεῖ σχήματι, ἀντιστροφῇ δηλαδὴ πολυπτώτῳ τῇ κατὰ κόμμα, εἰπὼν "οὗτός τοι Διόμηδες ἀνήρ, οὗτοι δέ τοι ἵπποι, οὓς νῶϊ πίφαυσκεν", ἤγουν πρὸς ἡμᾶς ἔφασκε, "Δόλων, ὃν ἐπέφνομεν ἡμεῖς". Καὶ ὅρα κἀνταῦθα περιττὴν λέξιν τὸ ἡμεῖς, ἤρκει γὰρ καὶ μόνον τὸ ἐπέφνομεν. ἐποιήθη δὲ οὕτως, ἵνα τῷ οἷον διπλασιασμῷ τοῦ νοήματος κοινωνὸν ἑαυτὸν δείξῃ τῷ Διομήδει τοῦ καὶ τὸν Δόλωνα ἀνελεῖν. ὃ καὶ ἐκεῖνος ἐνέφηνε δεξιῶς ἐν τῷ "ἐπεὶ ἵκεο χεῖρας ἐς ἀμάς", ἤγουν τάς τε ἐμὰς τάς τε τοῦ Ὀδυσσέως, ὡς ἂν ἐκ τούτου κοινωνὸς εἴη καὶ τῶν ἐφεξῆς φόνων ὁ Ὀδυσσεὺς καὶ τῆς λοιπῆς ἀριστείας, καὶ μὴ ὁ Διομήδης μεῖζόν τι φρονήσῃ ἐξιδιούμενος πράξεις τινάς. Ὅρα δὲ ὅτι κἀνταῦθα ἐλλιπῶς ἔφρασεν Ὅμηρος. μετὰ γὰρ τὸ "Διομήδεϊ δεῖξε" λείπει μετοχὴ τὸ εἰπών ἤ τι τοιοῦτον, ἵνα λέγῃ, ὡς ἔδειξε τῷ Διομήδει εἰπὼν "οὗτός τοι Διόμηδες ἀνήρ".

(v. 479) Ὅτι τὸ ἀνδρίζου, ὦ Διόμηδες, ἢ ἐνέργει περιφράζων φησὶν "ἀλλ' ἄγε δὴ πρόφερε κρατερὸν μένος", ἤγουν φανέρου, διάδηλον ποίει. ὅθεν καὶ παρὰ τοῖς μεθ' Ὅμηρον λόγος προφορικός, ὁ εἰς φανερὸν προαγόμενος καὶ μὴ κατὰ τὸν ἔνδον ἐνδιάθετον ἀφανὴς ὤν.

(v. 479 s.) Τὸ δὲ ἐφεξῆς, ἤγουν τὸ "οὐδέ τί σε χρὴ ἑστάμεναι μέλεον", ἐρεθισμὸς μέν ἐστι καὶ αὐτὸ εἰς ἔργον, καταρριπτεῖ δέ πως τὸ τοῦ Διομήδους ὑψηλόφρον, ὡς οἷα ὀκνοῦντος ἐπὶ τῷ Ῥήσῳ καὶ τοῖς αὐτοῦ, ὃ δὴ κατὰ τὴν τραγῳδίαν φιλεῖ πάσχειν ἀνὴρ πρᾶγμα πράσσων μέγα. Διὸ οὐ μόνον ἐπάγει τὸ "ἀλλὰ λύε ἵππους", ἀλλὰ καὶ τὸ "ἢ σύ γε ἄνδρας ἔναιρε, μελήσουσι δέ μοι ἵπποι", μονονουχὶ λέγων, ὡς οὐκ ἀγεννῶς ἀπέχομαι τοῦ φονεύειν, ἀλλὰ πρῶτα μέν φημι, ὅτι κἂν μὴ ἐξεφώνησα διὰ τὸ ἄκομπον, ὅμως ἑτοίμως ἔχω αὐτὸς ἐναίρειν ἄνδρας, εἰ σὺ θέλεις τοὺς ἵππους λύειν, εἶθ' ὅτι σοὶ αὖθις ἑκόντι παραχωρῶ τοῦ ἔργου τούτου διὰ τὸ ἐμὲ πρὸς ἄλλοις ἀναγκαίοις εἶναι. πάνυ γὰρ ἑαυτὸν ὁ ἥρως συνήγαγε καὶ πρὸς τοῖς πράγμασιν ὅλος γέγονεν, ὡς ἂν ἔργοις πιστώσηται, ὅτι καλῶς ὑπὸ τοῦ Διομήδους ἐξελέγη.

(v. 482-484) Ὅτι δὲ ὁ Διομήδης ἔοικεν ἑστάναι μέλεος οἷα, ὡς εἰκός, ὑποταραχθείς, δηλοῖ καὶ τὸ "ὣς φάτο, τῷ δ' ἔμπνευσε μένος Ἀθήνη", ἡ τοῦ Ὀδυσσέως δηλαδὴ παρακινήσασα σύνεσις, "κτεῖνε δ' ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτ' ἀεικὴς ἄορι θεινομένων, ἐρυθαίνετο δ' αἵματι [116] γαῖα". οὐ γὰρ ἄλλως ὁ Διομήδης ἐναίρειν ἄνδρας ἤρξατο, εἰ μὴ Ὀδυσσεὺς ὀνειδίσας ἠρέθισε προφέρειν κρατερὸν μένος, ὅπερ ἐστὶ φονεύειν τοὺς πρὸ ποδῶν.

(v. 480) Ἰστέον δέ, [ὅτι τε μέλεος ὁ μάταιος λέγεται, καὶ ἐξ αὐτοῦ μέλεον τὸ μάταιον, παρὰ τὸ μέλεσθαι, ὅ ἐστι φροντίδα ἔχειν. Δῆλον γὰρ ὅτι ὁ διηνεκῶς ἔμφροντις καὶ διὰ τὸ οὕτω μέλεσθαι ἀεὶ μέλλων ἀπρακτεῖ καί, κατὰ τὸν ποιητὴν εἰπεῖν, ματᾷ, ὅ ἐστι μάτην ζῇ. ἐπεὶ τὸ μέλλων ἶσον ἀπραξίᾳ ἐστίν, οὗπερ αἴτιον τὸ πάντοτε μέλεσθαι, ἀφ' οὗ ὁ μέλεος.

(v. 481) Καὶ ὅτι] εὕρηται εἰς σκῶμμα παλαιὸν ἐπὶ φαύλων ἀνθρώπων ἰατροῦ τε καὶ ἱπποϊα[τροῦ ἐκφωνηθεὶς ὁ ῥηθεὶς Ὁμηρικὸς στίχος τὸ "ἢ σύ γε ἄνδρας ἔναιρε, μελήσουσι δέ μοι ἵπποι", ὡς τοῦ ἱπποϊα]τροῦ ἀναθέντος μὲν τῷ ἀδελφῷ τὸ τοὺς ἄνδρας Ἄϊδι προϊάπτειν, ἑαυτῷ δὲ ὑποκατασχόντος τὸ τοὺς ἵππους ὀλοθρεύειν.

(v. 483) Τὸ δὲ "ἐπιστροφάδην" ἀντὶ τοῦ ἐνεργῶς, εὐτόνως, σπουδαίως, ἐπεστραμμένως, ὧδε καὶ ὧδε, διὰ τὴν διάφορον θέσιν τῶν κτεινομένων. Ἀεικὴς δὲ στόνος ὁ ἐξ αἰκίας, ἄορι θεινομένων δηλαδή, ἢ ὁ μὴ πρέπων τοιούτοις ἀνδράσιν, οἳ οὐκ ἂν οὕτως ἔπαθον, εἰ ἐφυλάσσοντο.

(v. 485-487) Ὅτι τὸν Διομήδην παραβολικῶς ἐκφαίνων ὁ ποιητής, ὅπως ἀνῄρει τοὺς Θρᾷκάς φησιν "ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθὼν αἴγεσσιν ἢ ὀΐεσσι κακὰ φρονέων ἐνορούσει, ὣς μὲν Θρήϊκας ἄνδρας ἐπῴχετο Τυδέος υἱός". Καὶ ὅρα ὡς ταὐτὸν ἐνταῦθα νοεῖ τὸ φονικῶς ἐνορούειν καὶ τὸ ἐποίχεσθαι.

(v. 485) Μῆλα δὲ εἰ καὶ πάντα νοεῖται ἀλλαχοῦ τὰ θρέμματα, ὅμως ἐνταῦθα ἐπὶ αἰγῶν καὶ προβάτων τὴν λέξιν ὁ ποιητὴς ἐμερίκευσε. τοιαῦτα μὲν γὰρ πυκνὰ λέων βλάψοι ἄν, βόας δὲ οὐκ ἂν οὕτω. Ὅρα δὲ καὶ τὰ τέσσαρα πάρισα, τὸ μήλοισι, τὸ ἀσημάντοισι, τὸ αἴγεσσι, τὸ ὀΐεσσιν, οἷς ἀγλαΐζει τὴν ἡρωϊκὴν παραβολὴν ὁ ποιητής. Ἀσήμαντα δὲ λέγει τὰ ἀπροστάτευτα καὶ ἀποίμαντα, οἷς δηλαδὴ οὐκ ἦν ὁ σημαίνων, [ἤγουν σημεῖόν τι ποιῶν ἢ νοῶν σωτηριῶδες τῷ ποιμνίῳ. ἐξ οὗ δὴ σημαίνειν καὶ οἱ στρατηγοῦντες λαοῦ σημάντορες λέγονται, [117] ἤδη δὲ καὶ οἱ ἄλλως ἄρχοντες, οἷς τέθειται σημεῖά τινα, καθ' ἃ καὶ σημαίνειν λέγονται, ταὐτὸν δ' εἰπεῖν ἄρχειν ἢ ἀρχεύειν ἢ ἀνάσσειν.]

(v. 486) Σημείωσαι δὲ καὶ τὸ "κακὰ φρονέων", ὡς τοῦ φρονεῖν ἀφελῶς καὶ οὕτω γλυκέως ἐπὶ ἀλόγου ζῴου τεθέντος, ὅπερ μετ' ὀλίγα ἐπὶ Ὀδυσσέως ἐρεῖ ἐν τῷ "τὰ φρονέων κατὰ θυμόν".

(v. 489-492) Ὅτι Διομήδους ἐνεργοῦντος περὶ τοὺς Θρᾷκας, ὃν ἂν ἐκεῖνος "ἄορι πλήξειε παραστάς, τὸν δ' Ὀδυσσεὺς μετόπισθε λαβὼν ποδὸς ἐξερύσασκε, τὰ φρονέων κατὰ θυμόν, ὅπως καλλίτριχες ἵπποι ῥεῖα διέλθοιεν".

(v. 492 s.) Εἶτα διασαφῶν τὸ "ῥεῖα διέλθοιεν" ἐπάγει "μηδὲ τρομεοίατο θυμῷ νεκροῖς ἀμβαίνοντες". Μεθ' ὃ δηλῶν τὸ τοῦ τρόμου τοῖς ἵπποις αἴτιόν φησιν "ἀήθεσσον γὰρ ἔτ' αὐτῶν", τουτέστιν ἀήθεις ἦσαν καταπατεῖν νεκρούς. Ποιητικὴ δὲ λέξις τὸ ἀηθέσσειν καὶ δυσέλκυστος εἰς λόγον πεζόν, καινὴ δὲ καὶ ἡ μετὰ γενικῆς αὐτοῦ σύνταξις.

(v. 492) Ἰστέον δὲ [ὅτι τε τὸ "τρομεοίατο", καθὰ καὶ τὸ τρομέονται, ἀπορίαν ἔχει λελυμένην ἀλλαχοῦ, διὰ τί μὴ ἐκτείνουσι τὴν ἄρχουσαν, ἵνα ᾖ ὡς στρέφω στρόφος στρωφῶ, νέμω νόμος νωμῶ, τρέπω τρόπος τρωπῶ, οὕτω καὶ τρέμω τρόμος τρωμῶ διὰ τοῦ ω μεγάλου, ἀλλὰ διὰ τοῦ ο μικροῦ. καὶ ὅτι ὁμοίας ἀπορίας ἐστὶ καὶ τὸ δέμω δόμος δομῶ δομήσω, καὶ] ὅτι οὐ μόνον Ἰωνικῶς, ἀλλὰ καὶ Ἀττικῶς κατὰ τοὺς παλαιοὺς ἀναύξητόν ἐστι τὸ ἀήθεσσον διὰ τὴν κακοφωνίαν τῆς αὐξήσεως τοῦ ἠήθεσσον. οὕτω δὲ καὶ ἀηδίζω ἀήδιζον ἔλεγον διὰ τὴν αὐτὴν αἰτίαν. Τὰ γὰρ [δύο] η κακοφώνως ἔχουσιν, ὡς καὶ ἡ τῆς ει διφθόγγου ἀλλεπαλληλία καὶ τὰ συχνὰ ἰῶτα, καθὰ δηλοῖ καὶ τὸ "Ἴριδι δίῃ." σεσηρέναι γὰρ τὰ χείλη ποιεῖ τὸ ἐν τοῖς τοιούτοις ἀλλεπάλληλον.

(v. 493) Ὅρα δὲ καὶ τὸ ἀναβαίνειν δοτικῇ συνταχθὲν ἐν τῷ "νεκροῖς ἀμβαίνοντες", ὃ καὶ ἀλλαχοῦ ἡ κατὰ [118] μόνας ἀνα πρόθεσις ποιεῖ, ὡς προδεδήλωται, εἰ καὶ ἐν τῷ "ἀνὰ μυρίκην" ἄλλως ἔχει, ὡς πρὸ ὀλίγων εἴρηται. Προμηθὴς δὲ καὶ ἐνταῦθα τοῦ μέλλοντος ὁ Ὀδυσσεὺς καὶ λίαν τῷ Διομήδει λυσιτελὴς καὶ οὐκ αἰσχύνων τὴν ἐκείνου ἐπιλογήν.

(v. 495) Ὅτι δώδεκα Θρᾷκας τούς, ὡς ἐρρέθη, νεήλυδας ἀνελὼν ὁ Διομήδης τρισκαιδέκατον τὸν βασιλέα Ῥῆσον μελιηδέα θυμὸν ἀπηύρα, ὅ ἐστι περιφραστικῶς ἀνεῖλεν ἀσθμαίνοντα.

(v. 496 s.) "Κακὸν γάρ", φησίν, "ὄναρ κεφαλῇφιν ἐπέστη τὴν νύκτα Οἰνείδαο πάϊς", τουτέστιν ὁ τοῦ Τυδέως Διομήδης, "διὰ μῆτιν Ἀθήνης", ἤγουν κατὰ τὴν ἔμφρονα βουλὴν τῶν ἐν Ἀχαιοῖς βουληφόρων. Ἰστέον δὲ ὅτι ἐν τῷ "κακὸν γὰρ ὄναρ κεφαλῇφιν ἐπέστη τὴν νύκτα" ἀστείως μὲν ὁ ποιητὴς καὶ γλυκέως ἔφρασεν, ἤδη δὲ καὶ ἀσφαλῶς, διὰ τὸ καὶ ὑπνοῦντα βαθὺ τὸν Ῥῆσον καὶ ἐν νυκτὶ δὲ τῷ κακῷ ἐντυχεῖν. ἄλλως μέντοι ἀναπτυσσόμενον τολμηρὸν καὶ οὐκ ἀσφαλές ἐστι τὸ νόημα. τὸ μὲν γὰρ ὄναρ ὁρᾶται ὑπὸ τοῦ ὀνειροπολοῦντος, ἐνταῦθα δὲ ὁ οἷον ὀνειροπολούμενος Διομήδης οὐχ' ὁρᾶται, ἀλλ' αὐτὸς τὸν Ῥῆσον ὁρᾷ. εἰ μὴ ἄρα ἡ Μοῦσα πάντα εἰδυῖα οἶδεν, ὅτι καὶ ἐν ὀνείρῳ ταῦτα τῷ Ῥήσῳ ἐφαίνοντο. τοῦτο δὲ λύει μὲν ἀπορίαν, ἀφανίζει δὲ τὴν χάριν τοῦ νοήματος. Ἵνα οὖν εἴποι τις τὸ ἀκριβές, ἐπιφωνηματικόν ἐστι τὸ τοιοῦτον, ἔχον μὲν καὶ ἀσφάλειαν διὰ τὸν ὕπνον καὶ τὸ τῆς ὥρας νύκτερον, ἔχον δὲ καὶ τόλμαν, ὡς εἴρηται, ὅσπερ ἐστὶ νόμος ἐπιφωνήματος ῥητορικοῦ.

(v. 495) Θυμὸν δὲ μελιηδέα εἰπεῖν καὶ φίλον ἦτορ ὁμοίως ἔχει. καὶ ὅρα ὡς οὐ μόνον οἶνος μελιηδὴς καὶ πυρὸς μελιηδής, ἀλλ' ἰδοὺ καὶ θυμός, ἤγουν ψυχή. θυμὸς μέντοι ὁ κατὰ ὀργήν, εἰ καὶ γλυκίων μέλιτος καταλειβομένου τῷ θυμουμένῳ, ἀλλ' οὐκ ἂν ῥηθείη συνθέτως μελιηδής, ὅτι μηδ' ἁρμόττει κακῷ τούτῳ πικροποιῷ τοιοῦτον ἐπίθετον. τὸ δὲ "ἐπέστη τὴν νύκτα", ἤγουν νύκτωρ, κοινῶς τέτριπται εἰς ὁμιλίαν. Ἀττικοὶ δὲ νυκτός φασι.

(v. 498 s.) Ὅτι ἐν τῷ "τόφρα δ' ἂρ ὁ τλήμων Ὀδυσεὺς λύε μώνυχας ἵππους, σὺν δ' ἤειρεν ἱμᾶσι" τὸ τλήμων, περὶ οὗ καὶ προείρηται, οὐ μόνον ἐπαινῶν ὁ ποιητὴς λέγει, ἀλλὰ καὶ συμπαθῶν τῷ ἥρωϊ ὡς τλησιπόνῳ. κοινὸν δὲ πάντως καὶ τῷ Διομήδει τὸ τοιοῦτον καλόν. ἐξὸν γὰρ ἀμφοτέροις ἑλοῦσι τὸν Δόλωνα [119] ἐπανελθεῖν ἀκινδύνως, ἵνα τοῖς Ἀχαιοῖς ἐκεῖνος ἐξείπῃ ἄσσα οἱ Τρῶες μητιόωσιν, οἱ δὲ πάνυ μεγάλου ἑτέρου ἔργου ἐγένοντο. Δηλοῖ δὲ τὸ μεγαλεῖον τῆς ἐνταῦθα πράξεως καὶ ἡ ἐφεξῆς ποιητικὴ πλάσις. ποιεῖ γὰρ τὸν Νέστορα οὐκ ἐρωτῶντα τοὺς κατασκόπους τί ἔχουσι μαθόντες, ἀλλὰ ὅπως τοὺς ἵππους ἔλαβον καὶ τὰ ἑξῆς.

(v. 499) Τὸ δὲ "ἤειρεν" ἀντὶ τοῦ συνέπλεκεν εἴρηται. Ἀείρειν γὰρ νῦν τὸ ὁμοῦ εἴρειν καὶ συμπλέκειν, ἐξ οὗ καὶ τὸ τέτρωρον καὶ ἡ ξυνωρὶς καὶ ὄαρ ἡ γυνή, ὡς ἐν ἄλλοις ἐρρέθη. Σημείωσαι οὖν ὅτι τῶν ἵππων τοῦ Ῥήσου συναερθέντων ὡς εἰς σχῆμα ξυνωρίδος προνοητικῶς διὰ τὸ μὴ ἂν ἴσως κατ' ἰδίαν εἰθίσθαι θέειν, ἄμφω ἐπέβησαν ὅ τε Διομήδης καὶ Ὀδυσσεὺς κελητίζοντες. καὶ δῆλον ἐκ τοῦ εἰκότος. εἰ γὰρ μόνος ὁ Διομήδης ἵππων ἐπεβήσατο κατὰ τὴν Ὁμηρικὴν φράσιν, πῶς εἶχεν Ὀδυσσεὺς ὁδεύων πεζῇ εἰς νῆας τοῖς ἵπποις συνθέειν, οἳ ἐπέτοντο κατὰ τὸν ποιητήν. εἰ μὴ ἄρα ποδήνεμος ἦν καὶ ἀρβυλόπτερος κατὰ τὸν ποιούμενον Περσέα, καὶ ποσὶν Ἁρπύιαις ἶσος κατὰ τὸν εἰπόντα. διὰ τί δὲ καὶ μετ' ὀλίγα χαμᾶζε θορὼν ὁ Διομήδης ἐν χερσὶ τῷ Ὀδυσσεῖ ἐτίθει τὰ ἔναρα φόρτον τῷ πεζῷ, δέον ὂν μᾶλλον ἀνελόμενον αὐτὰ τὸν πεζὸν Ὀδυσσέα καὶ τῷ ἱππότῃ Διομήδει χειρίσαντα, ὁδοιπόρον αὐτὸν εἶναι κοῦφον καὶ εὐσταλῆ. μάλιστα δὲ φαίνεται ὁ λόγος ἀληθής, ἐξ ὧν ὕστερόν φησιν ὁ ποιητής, ὡς οἱ μὲν κατέβησαν ἐπὶ χθόνα.

(v. 513) Οὐκοῦν καὶ ἀμφότεροι τῶν ἵππων ἐπέβησαν, ὥστε ἐν τῷ "καρπαλίμως τῶν ἵππων ἐπεβήσατο" ὁ Διομήδης συνεπινοητέον καὶ τὸν Ὀδυσσέα κατὰ σχῆμα συλλήψεως. Ἔχει δὲ καὶ πάλιν ἀπορίαν. Εἰ γὰρ τῆς ξυνωρίδος ὁ μὲν ἕτερος ἵππος ἦν ὑπὸ τῷ Ὀδυσσεῖ, ὁ δὲ λοιπὸς ἐπὶ τῷ Διομήδει, πῶς ἐν χερσὶν Ὀδυσσέως θεὶς τὰ ὅπλα εἶτα ἐπεβήσατο ἵππων καὶ οὐχὶ ἵππου; ἐρεῖ δέ τις ἴσως καὶ πρὸς τοῦτο ἢ ὡς ἡ δευτέρα φράσις τοῦ κελητισμοῦ τῇ πρώτῃ συνεξηκολούθησεν, ἢ ὅτι καὶ τυχὸν τέτρωρον ἦν τὸ τοῦ Ῥήσου, ὡς δύο μὲν ἵππους εἶναι τῷ Διομήδει, δύο δὲ τῷ Ὀδυσσεῖ. σφάλμα γὰρ ἀντιγράφων αἰτιάσασθαι οὐκ ἔστιν, ὅτι μηδὲ παρεσημήναντο οἱ παλαιοὶ τοιοῦτόν τι. ἀλλὰ ταῦτα μὲν ἐν [120] τοῖς ἑξῆς

(v. 499-501) Ἐνταῦθα δὲ λέγει ὁ ποιητής, ὅτι τοὺς ἵππους τοῦ Ῥήσου λύσας Ὀδυσσεὺς "ἐξήλαυνεν ὁμίλου τόξῳ ἐπιπλήσσων, ἐπεὶ οὐ μάστιγα φαεινὴν ποικίλου ἐκ δίφρου νοήσατο χερσὶν ἑλέσθαι". Καὶ ὅρα ὅπως ὁ συνετώτατος ἐναγώνιος ὢν οὐκ ἔσχε πάντων τῶν δεόντων ἐφικέσθαι. τὴν γὰρ μάστιγα οὐκ ἐνόησεν ἑλέσθαι. μικρὸν δὲ πάντως τὸ μὴ νοηθέν. τῶν μέντοι καιριωτάτων οὐδὲν ἐνέλιπεν. Ἰστέον δὲ ὅτι τὸ ἐπιπλήσσειν καὶ κόπτειν λέγεται.

(v. 513) Φησὶν οὖν Ὀδυσσεὺς μετ' ὀλίγα "κόψε δ' Ὀδυσσεὺς τόξῳ". Ἔτι δὲ καὶ μαστίζειν, ἀφ' οὗ καὶ ἡ μάστιξ.

(v. 530) Ἐρεῖ γοῦν "μάστιξε δ' Ὀδυσσεύς".

(v. 500) Καιριωτάτη δὲ νῦν λέξις τὸ ἐπιπλήσσειν, ὅ ἐστι πλήσσειν, ἀφ' οὗ καὶ τὸ λόγοις ἐπιπλήσσειν εἴληπται. πάσχει δὲ καὶ ἑτεροίας συνθέσεις τὸ πλήττειν, ὁποία καὶ ἡ τοῦ ἐκπλήττειν καὶ ἡ τοῦ καταπλήττειν, ὅθεν ὁ καταπλήξ, καὶ τοῦ ἐμπλήττειν, ἀφ' οὗ ἐν Ὀδυσσείᾳ τὸ ἐμπλήγδην ἐπίρρημα, καὶ ὁ ἀμφιπλὴξ δὲ ἀπὸ ἄλλης γέγονεν ὁμοίας συνθέσεως, ὡς καὶ ὁ παρὰ τῷ Κωμικῷ παραπλὴξ ἄνθρωπος, ἤγουν ὁ ἀπῳδὸς καὶ παράμουσος, ἐκ μεταφορᾶς τῶν παρὰ τὸ δέον πλησσομένων χορδῶν, καὶ αἱ παραπλῆγες δὲ ἀκταὶ παρὰ τῷ ποιητῇ, ὅ ἐστιν αἱ ἐκ πλαγίων πληττόμεναι κύμασι. Φαεινὴ δὲ μάστιξ οὐ μόνον ἡ στιλπνή, ἀλλὰ κατὰ τοὺς παλαιοὺς καὶ ἡ λεπτή, ὡς τοῦ φαεινοῦ καὶ τοῦτο σημαίνοντος, καθὰ καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν γέγραπται.

(v. 501) Ὅρα δὲ καὶ τὸ "νοήσατο" σχηματισθὲν παθητικῶς.

(v. 502 s.) Ὅτι Διομήδης μὲν μερμήριζε μένων, ἵνα τι κύντερον ἕρδοι, ῥοίζησε δ' ἄρα Ὀδυσσεὺς πιφαύσκων Διομήδεϊ δίῳ, ὅ ἐστι δηλῶν, καὶ τῷ ῥοίζῳ σημεῖον διδοὺς τοῦ ἀναχωρῆσαι, ὁ δὲ Ἀθηνᾶς καὶ νῦν ἐγγύθι σταθείσης καὶ τὰ ἐξ Ὀδυσσέως ἢ καὶ τὰ ἐν ἑαυτῷ ὑποθεμένης ὑπήκουσεν.

(v. 509-511) Ἔστι δὲ ὁ τῆς Ἀθηνᾶς λόγος οὗτος "νόστου δὴ μνῆσαι νῆας ἐπὶ γλαφυράς, μὴ καὶ πεφοβημένος ἔλθῃς, μή πού τις καὶ Τρῶας ἐγείρῃσι θεὸς ἄλλος", ὃ δὴ καὶ γίνεται. Προαναφώνησις γάρ τις καὶ τοῦτό ἐστιν.

(v. 515-517) Ἀπόλλων γὰρ μετ' ὀλίγα ὡς ἴδεν Ἀθηναίην μετὰ Τυδέος υἱὸν ἕπουσαν, ἤγουν μεθέπουσαν καὶ ἀμφέπουσαν τὸν Διομήδην, "τῇ κοτέων", ἤγουν αὐτῇ ἐγκοτῶν, ποιεῖ τὰ ῥηθησόμενα. Ἔνθα καὶ ὅρα ὅτι ἄλλως μὲν [121] βλαπτομένους τοὺς Τρῶας Ἀπόλλων ὁρῶν ἠνείχετο, ἡνίκα δὲ ὑπὸ Ἀθηνᾶς, τότε δὴ ζηλοτυπῶν ἐρεθίζεται εἰς ἄμυναν. καὶ πάσχουσιν τοῦτο οἱ ἀντιλαμβανόμενοι ὡς ἐπὶ πολύ, τότε βοηθοῦντες μᾶλλον, ὅτε τις τῶν αὐτοῖς ἐχθρῶν ἀναφανῇ τοῖς βοηθουμένοις προσεπικείμενος. Πιθανῶς δὲ ὁ ποιητὴς ἐμνήσθη Ἀπόλλωνος, ἵνα τε μὴ ἀποστερήσῃ θείας ἐπικουρίας μηδὲ τὸ Τρωϊκὸν φῦλον, καὶ ὅτι καὶ ἀκόλουθον ἦν, [ὡς] εἰκός, οὕτω γενέσθαι. Οὐδὲν δέ τι ἀνύει μέγα ἡ τοῦ Ἀπόλλωνος ὁρμή, ὡς τοῦ ποιητοῦ φιλέλληνός τε ὄντος καὶ ἐν τοῖς τοιούτοις τὸ πλεῖον τῇ φρονήσει Ἀθηνᾷ προσνέμοντος. καὶ τοιαῦτα μὲν ταῦτα.

(v. 503-506) Ὃ δὲ ἐμερμήριζεν ὁ Διομήδης, τοιοῦτον ἦν "ἢ ὅ γε δίφρον ἑλών", τὸν τοῦ Ῥήσου, "ὅθι ποικίλα τεύχε' ἔκειτο, ῥυμοῦ ἐξερύοι", ἑλκυστικῶς δηλαδή, "ἢ ἐκφέροι ὑψόσε ἀείρας, ἢ ἔτι τῶν πλεόνων Θρᾳκῶν ἀπὸ θυμὸν ἕλοιτο", ὃ δὴ καὶ κύντερον ἦν. Τούτων δὲ οὐδέτερον τοῖς κατασκόποις συνέφερε διὰ τὸ ἤδη περατοῦσθαι τὴν νύκτα καὶ μὴ καιρὸν εἶναι πλείονος διατριβῆς, ἀλλὰ σπουδαίου νόστου.

(v. 515) Ἰστέον γὰρ ὅτι πρὸς ἀλήθειαν ἡ τοῦ Ἀπόλλωνος ἐνταῦθα ἐμφάνεια παρουσίαν ἡλίου δηλοῖ, ὡς ἐν τῷ τέλει τοῦ γράμματος τούτου φαίνεται, ἀφυπνίζουσαν μὲν τὸν τοῦ Ῥήσου ἀνεψιὸν μετὰ κόρον ὕπνου, στρέφουσαν δὲ τοὺς κατασκόπους ἀναγκαίως ἐπὶ τὰς νῆας, Ὀδυσσέως ἐπίφρονι βουλῇ, ἣν τῷ ῥοίζῳ ἐκεῖνος ἐσήμανε, προϊδόμενος ἀνατολὴν ἡλίου τῇ, ὡς εἰκός, ἐν τοῖς ἄστροις καὶ νῦν θεωρίᾳ. καὶ οὕτω μὲν τοῦτο.

(v. 503) Περὶ δὲ τοῦ μερμηρίζειν ἀλλαχοῦ μὲν ἄλλα ἐγράφη, ἐνταῦθα δὲ μόνον τοῦτο ῥητέον, ὅτι ἐκ τούτου ἀπομερμηρίσαι παρὰ τοῖς παλαιοῖς τὸ ἀποδαρθεῖν, ὡς τοῦ κοιμωμένου μηδὲν μεριμνῶντος. εἰ δέ τις τόλμαν ἔσχε θεῖναι τὸ ἀπομερμηρίζειν καὶ ἐπὶ τοῦ θανεῖν, ἀσφαλῶς ἂν ἐτόλμησεν. ἐπεὶ καὶ ἡ κοινὴ γλῶσσα ἐντεῦθεν ἴσως λαβοῦσα λέγει ἀπομεριμνᾶν τὸ θνῄσκειν.

(v. 502) Ἰστέον δὲ ὡς, ἐπεὶ τὸ ῥοιζῆσαι σύνθημα φανερῶς ἦν τοῦ Ὀδυσσέως πρὸς τὸν Διομήδην, οὐκ ἀσφαλῶς εἶπον οἱ λέγοντες μὴ εἶναι συνθήματα τοῖς ἥρωσιν. [Οὐκ ἄδηλον δὲ ὅτε τε κυρίως ῥοῖζος ὁ κατὰ τὸ ῥῶ ἦχος λέγεται, καθὰ καὶ σιγμὸς ὁ κατὰ [122] τὸ σ, καὶ ζεῖν καὶ ζέειν ὁ κατὰ τὸ ζ, καὶ βόμβος ὁ κατὰ τὸ β, ὁμοίως δὲ καὶ ἄλλα τινὰ καθ' ἕτερα στοιχεῖα. καὶ ὅτι ὁ ῥοῖζος καὶ ῥοῖβδος λέγεται Αἰωλικώτερον, ὅτε τραχύτερος ὁ ἦχος, κατὰ τὸ "πτερῶν γὰρ ῥοῖβδος οὐκ ἄσημος ἦν". ὅθεν καὶ τὸ ῥοιβδεῖν καὶ ἀναρροιβδεῖν.] Τὸ δὲ πιφαύσκειν δηλοῖ μέν, ὅτι ὡς οἷον ἀντὶ λαλιᾶς ἦν τὸ ῥοίζημα, γίνεται δὲ ἀπὸ τοῦ φάσκειν κατὰ ἀναδιπλασιασμὸν καὶ ἐπένθεσιν τοῦ υ.

(v. 503) Τὸ δὲ "κύντερον" κυρίως μὲν ἀναίδειαν δηλοῖ, ὁποίαν ἔχοι ἂν καὶ κύων, ὡς ἀλλαχοῦ δηλοῦται, νῦν δὲ δεινὸν καὶ θρασὺ ἔργον σημαίνει.

(v. 504 s.) Τὸ δὲ "δίφρον ἑλὼν ῥυμοῦ ἐξερύοι" ὅμοιόν ἐστι τὴν φράσιν τῷ "τὸν δ' Ὀδυσσεὺς λαβὼν ποδὸς ἐξερύσασκε". Τὸ δὲ "ἐκφέροι" φανερῶς ἐπὶ ἀψύχου καὶ ἐνταῦθα κεῖται, ἀφ' οὗ καὶ ἐκφορὰ ἡ ταφή. Ἦν δὲ δεξιότης πολλή, ἐὰν τὰ τεύχεα συνεξέφερεν ὁ ἥρως ὡς ἐν παρέργῳ καὶ συναπήγαγεν ὅλα τὰ τοῦ Ῥήσου σκυλεύσας.

(v. 506) Ἐν δὲ τῷ "τῶν πλεόνων Θρῃκῶν" ἢ περισσὸν τὸ ἄρθρον ἢ ἐμφαντικόν ἐστι τοῦ ἐθέλειν τὸν Διομήδην τοὺς πλείονας τῶν Θρᾳκῶν ἀνελεῖν, ὃ δὴ οὐκέτι κύντερον, ἀλλὰ καὶ κύντατον ἦν.

(v. 508) Ἡ δὲ τῆς Ἀθηνᾶς πρὸς τὸν Διομήδην ἐγγύθεν λαλιά, ἡ σύνεσίς ἐστιν ἡ τῷ Διομήδει ἐγγενομένη ἐκ τοῦ προσεχῶς τὸν Ὀδυσσέα ῥοιζῆσαι. τὴν γὰρ αἰτίαν ἐκεῖνος βαθύτερον διανοησάμενος ἐπαύσατο ὧν ἐποίει [ἀγχινοίας λόγῳ, οὗ δηλωτικὸν τὸ ἐγγύθεν, ὃ ταὐτόν ἐστι τῷ ἄγχι, ἐξ οὗ σύγκειται ἡ ἀγχίνοια, σκέψις οὖσα τοῦ δέοντος ἐν ἀκαρεῖ χρόνῳ, ἤγουν ἐκ τοῦ ἐγγύς.]

(v. 511) Τὸ δὲ "μή που καὶ Τρῶας ἐγείρῃσι θεός" καὶ εἰς παροιμίαν ἔπεσεν ἀντὶ τοῦ· μήποτε τὸν ὑπὸ σοῦ βλαπτόμενον ἐπεγείρῃ σοι ὁ θεός.

(v. 515) [123] Κεῖται δ' ἐν τῷ τόπῳ τούτῳ καὶ ἀλαοσκοπιή, ἡ ματαία κατασκόπευσις, ὡς καὶ ἐν Ὀδυσσείᾳ. Φησὶ γὰρ "οὐδ' ἀλαοσκοπιὴν εἶχεν Ἀπόλλων", ὡς καὶ αὐτοῦ κατασκοποῦντος, οὐχ' ἁπλῶς, ἵνα μή τι πάθωσιν οἱ Τρῶες, ἀλλ' ἵνα μὴ ὑπό τινος τῶν κρειττόνων. Ἔστι δὲ ἀλαός ἐν τούτῳ οὐχ' ὁ μηδ' ὅλως βλέπων ‑ πῶς γὰρ ἂν ὁ τοιοῦτος ἔχοι σκοπιάν; ‑ , ἀλλὰ ὁ κακῶς λάων, ὅ ἐστι βλέπων, καὶ ἑτέρως δὲ εἰπεῖν, τὸ "οὐδ' ἀλαοσκοπιὴν εἶχε" ταὐτόν ἐστι τῷ οὐκ ἐκοιμᾶτο ἐν τῷ φυλάσσειν.

(v. 509) Ἰστέον δὲ ὅτι τὸ μὲν "νόστου δὴ μνῆσαι, μὴ καὶ πεφοβημένος ἔλθῃς" ἀναστολή ἐστι θρασύτητος, τὸ δὲ "οὐδ' ἀλαοσκοπιὴν εἶχεν" ἀκριβῆ δηλοῖ φυλακήν. Τὸ δὲ νόημα τοῦτο προκλητικόν ἐστι τῶν ἐφεξῆς. εὐθὺς γὰρ εὐτάκτως προάγων τὸν λόγον φησὶν ὁ ποιητής, ὡς ὁ Ἀπόλλων ἥλιος ἀφύπνισε τοὺς Θρᾷκας καὶ τοὺς λοιπούς.

(v. 519-525) Ὅτι Ῥήσου ἀνεψιός τις ἐσθλὸς ἐξ ὕπνου, ὡς εἰκός, ἀνορούσας, "ὡς ἴδε χῶρον ἐρῆμον, ὅθι ἕστασαν ὠκέες ἵπποι, ἄνδρας τ' ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσιν, ᾤμωξέν τ' ἂρ ἔπειτα φίλον τ' ὀνόμηνεν ἑταῖρον. Τρώων δὲ κλαγγή τε καὶ ἄσπετος ὦρτο κυδοιμὸς θυνόντων ἄμυδις", ὃ δὴ πολλοῦ θορύβου ἐστὶ δηλωτικόν, χρήσιμον ὂν παραπλακῆναί ποτε καὶ εἰς λόγον πεζόν, "θηεῦντο δὲ μέρμερα ἔργα, ὅσα ἄνδρες ῥέξαντες ἔβησαν". Καὶ ἰστέον ὅτι μέχρι θάμβους ἱστῶσιν οἱ Τρῶες τὰ καθ' ἑαυτοὺς μὴ ἐπιδραμόντες τοῖς ἀνδράσιν. οὕτω γὰρ τοὺς κατασκόπους ἑξαίρων ὠνόμασεν ὁ ποιητὴς ἐν τῷ "ὅσα ἄνδρες ῥέξαντες", ὡς αὐτῶν μὲν ἀνδρισαμένων, γυναικιζομένων δέ πως τῶν ἐν μάχῃ τοιαύτῃ μαλακῶς ὑπνούντων. Ποιοῦσι δὲ οὕτως οἱ Τρῶες τάχα μὲν εὐθυβολώτερον, οἷα εἰδότες, ὡς οὐδὲν ἀνύσουσι διὰ πολλά, τυχὸν δὲ καὶ διὰ βάρβαρον ἦθος, ὅπερ διαγράφει καὶ Εὐριπίδης, ἐν οἷς αἰτιᾶται τοὺς Τρῶας, ὡς μὴ τοῖς φίλοις προσφερομένους καθάπερ ἐχρῆν. ὀκνοῦσι γὰρ ἴσως ὑπερκινδυνεῦσαι τῶν νεηλύδων, ὧν οὐδὲν αὐτοὶ ἀπώναντο. καὶ εἰ τοῦτο, ἄρα συντέθνηκε κατὰ τὴν παροιμίαν ἡ ἐκ τῶν Τρώων χάρις τῷ Ῥήσῳ.

(v. 520) Προπερισπᾶται δὲ καὶ ἐνταῦθα τὸ "ἐρῆμος", καθὰ καὶ ἀλλαχοῦ, καθ' ὁμοιότητα τοῦ ἑτοῖμος.

(v. 521) Φονὰς δὲ λέγει περιεκτικῶς τοὺς τόπους ἔνθα οἱ φόνοι τῶν κειμένων. Γίνεται δὲ ἡ φονή ἐκ τοῦ φόνος, καθὰ ἐκ τοῦ χόλου ἡ χολή.

(v. 522) Ὅτι δὲ τὸ ὀνομαίνειν δηλοῖ μὲν τὸ καλεῖν ἐξ [124] ὀνόματος, διαφέρει δὲ τοῦ ἐξονομάζειν, ἀλλαχοῦ ἐδηλώθη σαφῶς. [(v. 524) Τοῦ δὲ "θηεῦντο", τουτέστιν ἐθαύμαζον, ποιητικοῦ ῥήματος, κοινὸν μὲν τὸ θηοῦντο, κατὰ τὸ ἐποιοῦντο, παράγωγον δὲ τὸ θηητόν. πρωτόθετον δὲ αὐτοῦ ἡ θέα καὶ τὸ θεᾶσθαι, καθὰ καὶ τοῦ θάμβους, θάμβος γὰρ κυρίως, ὃ διὰ θέας ἐμβιβάζεται εἰς ψυχήν. ἄλλως γὰρ οὐκ ἂν οὔτε θηεῖσθαι οὔτε θαμβεῖσθαι λέγοιτ' ἄν τις κυριολεκτικῶς, εἰ μὴ θεώμενος ἐκπλήττοιτο.] Τὸ δὲ "μέρμερα" δηλοῖ μὲν πολλὴν ἔννοιαν ἐν μιᾷ λέξει, ἐκφέρεται δὲ διὰ τῶν δύο ε, ὡς εὐθετούμενον εἰς δάκτυλον. τὸ μέντοι μερμηρίζειν ἀεὶ διὰ τοῦ η λέγεται χάριν σπονδείου. τὸ γὰρ μερμερίζειν διὰ τὸ ἀμφίμακρον ἀσυντελές ἐστι τοῖς ἡρωΐζουσιν.

(v. 530 s.) Ὅτι ἐν τῷ "ἐπέτοντο οἱ ἵπποι νῆας ἐπὶ γλαφυράς, τῇ γὰρ φίλον ἔπλετο θυμῷ" περιττὸν καὶ εἰς οὐδὲν χρειῶδες τὸ "τῇ γὰρ φίλον ἔπλετο θυμῷ", ἤγουν ἐκεῖ γὰρ ἤθελον οἱ ἐλαύνοντες. Καὶ σημείωσαι τοῦτο, ἵνα εὖ εἰδῇς, ὡς οὐ μόνον λέξεις ἐκ περισσοῦ μυριαχοῦ πρὸς ἀπαρτισμὸν ἔπους τίθενται, ἀλλὰ καὶ λόγοι ὅλοι ἀφελέστερον. Ἔστι δὲ καὶ ἄλλως εἰπεῖν, ὅτι πρὸς ἔνδειξιν ἡ τοιαύτη ἔννοια κεῖται τοῦ εὐπειθεῖς καὶ εὐηνίους τοὺς τοῦ Ῥήσου τούτους ἵππους εἶναι καὶ μὴ πλαζομένους ὅπῃ τύχῃ, ἀλλ' ἀπευθυνομένους ἔνθα φίλον τοῖς ἐλαύνουσι. Σημείωσαι δὲ ὡς παρ' Ὁμήρῳ μὲν ἐνταῦθα φίλα φρονεῖτον ἀλλήλοιν Διομήδης καὶ Ὀδυσσεύς, οἱ δὲ παλαιοὶ δόλον οὐκ ἀγαθὸν ἐν ἑτέρῳ καιρῷ προσπλάττουσιν Ὀδυσσεῖ κατὰ τοῦ συναεθλεύσαντος ἥρωος, φάμενοι ὅτι Διομήδης καὶ Ὀδυσσεὺς τὸ Παλλάδιον κλέψαντες νυκτὸς ἐκ Τροίας ἐπανῄεσαν, ἑπόμενος δὲ Ὀδυσσεὺς ἐβουλήθη ἀποκτεῖναι τὸν Διομήδην, κλέψαι τὸν τούτου φόνον προθέμενος, καὶ δὴ καὶ ξίφος ἐγύμνωσεν, οὗ τὴν σκιὰν ἐν τῇ σελήνῃ ὁ Διομήδης ἰδὼν ἐπιστραφεὶς καὶ βιασάμενος τὸν Ὀδυσσέα ἔδησε καὶ προάγειν ἐποίησε παίων τῷ αὐτοῦ ξίφει. ὅθεν καὶ παροιμία διεδόθη τὸ "Διομήδειος ἀνάγκη", ἐπὶ τῶν βίᾳ ἐγχειρούντων ἔργοις, καὶ μάλιστα ὅτε τις ἁλοὺς ἐπίβουλος βίαν πάσχει ἐνεργεῖν τι τῶν μὴ θελητῶν. Καίτοι τινὲς τὴν τοιαύτην παροιμίαν ἀπὸ τοῦ Θρᾳκὸς Διομήδους φασὶν ἐκπεσεῖν, ὃς ἠνάγκαζε τοὺς ξένους αἰσχραῖς οὔσαις ταῖς αὐτοῦ θυγατράσι μίγνυσθαι, ἃς καὶ ἵππους [125] ὁ παλαιὸς λόγος ἀλληγορεῖ, εἶτα καὶ ἀνῄρει τοὺς μὴ ἐθέλοντας γαμβροὺς ὁ αὐτὸς πενθερός, γαμβροκτόνος ὢν καὶ αὐτὸς κατὰ τὸν Οἰνόμαον.

(v. 532-534) Ὅτι ὁ Νέστωρ ἀγωνιῶν ὑπὲρ τῶν κατασκόπων καὶ μονονουχὶ συναποδημῶν ἐκείνοις τῇ ψυχῇ ὡς οἷα πρῶτος γνώμην εἰσενεγκὼν ἐκπεμφθῆναι τοὺς τῶν Ἀργείων ἀρίστους εἰς κατασκοπὴν καὶ οὕτω προσεκτικώτερον διατιθέμενος προαισθάνεται αὐτῶν ἐπανερχομένων καί φησι "ὦ φίλοι, ψεύσομαι ἢ ἔτυμον ἐρέω· κέλεται δέ με θυμός", ὃ πᾶς ἐρεῖ ἂν ὁ μέλλων εἰπεῖν τι στοχαστικῶς.

(v. 535) Εἶτα ἐπάγει "ἵππων μ' ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει", ὅπερ χρήσιμον ῥηθῆναι εἰς ἐλπιζομένην μάχης διασκευὴν καὶ εἰς ἐπέλευσιν πολεμίων ἱππικῶν.

(v. 536 s.) Εἶτα καὶ εὔχεται τοὺς πεμφθέντας κατασκόπους ἥκειν, ἐλάσαντας ἐκ Τρώων ἵππους, ὧν ὁ κτύπος ἀκούεται.

(v. 538 s.) Ἐφ' οἷς καὶ τὸ ἀνάπαλιν εὐλαβούμενος οἷα πολλὰ τοιαῦτα μαθὼν "ἀλλ' αἰνῶς δείδοικα", φησί, "κατὰ φρένα, μή τι πάθωσιν Ἀργείων οἱ ἄριστοι ὑπὸ Τρώων ὀρυμαγδοῦ", καὶ εἰς κίνδυνον τοιούτων ἀνδρῶν ἀποβαίη τὰ τῆς συμβουλῆς. Καὶ σημείωσαι ὅπως ἐν τῷ "ψεύσομαι ἢ ἀληθῶς ἐρῶ" ἐνεχυράζει τὴν γνώμην τῶν ἀκροατῶν, ὡς ἄν, φασίν, ἐπιτυχὼν μὲν ἐπαινεθῇ, ἀποτυχὼν δὲ μὴ ἐλεγχθῇ, καὶ ὅτι οὐ πάντῃ καταφρονητέον τοῦ γήρως, ὅπου καὶ συνέσει πλεονεκτεῖ καὶ αἰσθήσεων ὀξύτητι διὰ προσοχήν.

(v. 540) Ἐπὶ δὲ πᾶσι τούτοις φησὶν ὁ ποιητής, ὡς "οὔ πω πᾶν εἴρητο ἔπος, ὅτ' ἂρ ἤλυθον αὐτοί". ὅπερ χρήσιμον παρῳδηθῆναι μὲν ὅτε τις εὐθὺς ἀληθεύσει ἐφ' οἷς εἶπε στοχασάμενος, ἀπαραποιήτως δὲ ῥηθῆναι ἐπὶ τῶν ἀναφανέντων ἅμα τῇ περὶ αὐτῶν μνήμῃ. Ζητητέον δὲ ὡς, ἐὰν οὔπω πᾶν εἴρητο ἔπος, τί δή ποτέ ἐστι τὸ ἐλλεῖπον τῇ τοῦ ἔπους ὁλότητι. καὶ ῥητέον, ὅτι ἔοικεν ὁ Νέστωρ καὶ ἄλλο τι πλέον, ὧν εἶπε, μέλλειν εἰπεῖν, οἷον μετὰ τὸ "ὀρυγμαγδοῦ" εἰκὸς ἦν ἐπαχθῆναι τὸ φεύγοντες ἢ τὸ διωκόμενοι ἢ τοιοῦτόν τι. Μάλιστα δὲ νοητέον, ὡς ἡ μὲν Ὁμηρικὴ Μοῦσα ἐντελῶς εἶπε διὰ τὸν ἀκροατὴν τὸ πᾶν ἔπος, ὁ δὲ Νέστωρ οὐχ' οὕτως, ἀλλ' ἔτι αὐτοῦ λαλοῦντος τὸ ῥηθὲν νόημα ἦλθον οἱ ἥρωες.

(v. 538 s.) Ἰστέον δὲ ὅτι τὸ "αἰνῶς δείδοικα κατὰ φρένα, μή τι πάθωσιν Ἀργείων οἱ ἄριστοι" φόβον δηλοῖ τὸν ὑπὲρ ἀνδρῶν ἀγαθῶν.

(v. 541 s.) Ὅτι ἐπανελθόντων τῶν ἡρώων οἱ Ἕλληνες "χαρέντες δεξιῇ τε ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισιν", ὅπερ ἐπὶ πάσης ἐπιθυμητῆς ἐπανόδου προσήκει λέγεσθαι. Καὶ ὅρα ὅτι καὶ νῦν, ὡς καὶ ἐν Ὀδυσσείᾳ, τὸ περιπλέκεσθαι καὶ οἷον εἰς ἑαυτὸν σπᾶσθαι ἀσπάζεσθαι λέγεται, καὶ δεικνύουσι τὸ ἔργον ἔτι καὶ νῦν σὺν ἄλλοις ἔθνεσι καὶ Ἴβηρες. [126] περὶ δὲ τῆς διὰ δεξιῶν χειρῶν ἅψεως καὶ τῆς οὕτω δεξιώσεως εἴρηται καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. Σημείωσαι δὲ καὶ ὅτι, ὥσπερ ἐν Ὀδυσσείᾳ κεῖται τὸ "μύθῳ ποτιπτύσσεσθαι", οὕτω καὶ ἐνταῦθα τὸ ἔπεσσι μειλιχίοις ἀσπάζεσθαι. [Ἰστέον δὲ ὅτι τὸ "δεξιῇ τ' ἠσπάζοντο" συνίζησιν ἔπαθε λόγῳ προκεφάλου στίχου. εἰ δὲ γράφεται "δεξιῇ ἠσπάζοντο", ἀπαθής ἐστιν ὡς δάκτυλος ὁ πρῶτος ποὺς τοῦ ἔπους.]

(v. 544-546) Ὅτι μεμνημένος ὁ Νέστωρ οἷα ὁ Διομήδης εἶπεν εἰς ἔπαινον τοῦ Ὀδυσσέως καὶ ἅμα τιμῶν ἀφθονήτως τὸν καὶ γέροντα καὶ ἀριστέα καὶ ῥήτορα, οὐ τὸν Διομήδην ἀλλὰ τὸν Ὀδυσσέα ἐρωτᾷ μετὰ καὶ ἐπαίνου "εἰπὲ ἄγε, ὦ πολύαινε Ὀδυσσεῦ, μέγα κῦδος Ἀχαιῶν, ὅππως τούσδ' ἵππους λάβετον καταδύντε ὅμιλον Τρώων, ἤ τις ὑμῖν πόρε θεὸς ἀντιβολήσας".

(v. 547) Εἶτα εἰπὼν αὐτοὺς ἀκτῖσιν ἐοικέναι ἡλίου, ὡς ἤδη προείρηται, κατασκευάζει, ὡς οὐ μάτην ἐκολάκευσε τοὺς ἥρωας ἐπὶ θεοφιλείᾳ, θεοσδότους εἶναι τοὺς ἵππους πλασάμενος.

(v. 548-550) Καὶ ἅμα καὶ ἑαυτὸν ἀνεπαχθῶς ἐπαινεῖ, λέγων οὕτως "αἰεὶ μὲν Τρώεσσιν ἐπιμίσγομαι οὐδέ τί φημι μιμνάζειν παρὰ νηυσὶ γέρων περ ἐὼν πολεμιστής, ἀλλ' οὔ πω τοίους ἵππους ἴδον οὐδ' ἐνόησα", ἐξ ἀκοῆς δηλαδὴ μαθών.

(v. 551 s.) Ἐξ ὧν συναγαγὼν καὶ πάλιν φησὶν οἴεσθαι θεόν τινα δοῦναι ἀντιάσαντα διὰ τὸ καὶ ἀμφοτέρους ἐκεῖθεν φιλεῖσθαι· Ἀμφοτέρω γάρ, φησί, σφῶϊ φιλεῖ θεός.

(v. 554-558) Ὅτι δὲ οὐ κολακείαν ἁπλῶς ὁ γέρων εἶπεν ἐπὶ ἔργῳ ἀδυνάτῳ γενέσθαι, ὡς ἀδύνατον δῆθεν ὂν θεόθεν δοθῆναι ἵππους, δηλώσει Ὀδυσσεύς, ἐν οἷς ἐπαίνῳ ἀνταμειψάμενος τὸν Νέστορα καὶ εἰπὼν "ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν", ἐπιφέρει "ῥεῖα θεός γ' ἐθέλων καὶ ἀμείνονας ἠέ περ οἵδε ἵππους δωρήσοιτο, ἐπειὴ πολὺ φέρτεροί εἰσιν. ἵπποι δὲ οἵδε νεήλυδες", καὶ τὰ ἑξῆς.

(v. 559-563) Ἐν οἷς, ὡς καὶ ἀλλαχοῦ ἐποίησε, ποιεῖται ἀνακεφαλαίωσιν τῶν προρρηθέντων, ἣν καὶ σημείωσαι. Τὰ γὰρ κατὰ τὸν διοπτῆρα τοῦ στρατοῦ Δόλωνα καὶ τὸν Ῥῆσον καὶ τοὺς αὐτοῦ ἵππους ἐν μόνοις στίχοις ἓξ ἐκεφαλαιώσατο. καὶ ἐν τούτοις μὲν ταῦτα. Ὅτι δὲ ἡ ποίησις καὶ θεοσδότους οἶδεν ἵππους, ὡς ὁ [127] μῦθος συγκροτεῖ, πολλαχοῦ δεδήλωται. τοιοῦτοι γὰρ οἱ Τρώϊοι ἵπποι καὶ οἱ τοῦ Ἀχιλλέως καὶ οἱ τοῦ Οἰνομάου καὶ ἄλλοι.

(v. 547) Ἡ δὲ τῆς τῶν ἵππων λευκότητος παραβολὴ τῷ γέροντι σεμνοτέρα τῆς παρὰ τῷ Δόλωνι, [ᾧ συνέπεσε κατὰ νόημα, ὡς μυριαχοῦ εἴωθε γίνεσθαι], μάλιστα δὲ σαφεστέρα. ἐβούλετο μὲν γὰρ ἴσως καὶ ἐκεῖνος ἀκτῖσιν ἡλίου τὸ ἐκείνων λευκὸν εἰκάσαι, οὐ διεσάφησε δέ, ἀλλ' ἠρκέσθη λευκοτέρους χιόνος εἰπών. ἄλλως δὲ εἰπεῖν, Ὁμηρικῆς δεινότητος καὶ τὸ διαφόροις μὲν ὑπερβολαῖς γνωρίσαι τὸ πρᾶγμα, τὴν κρείττω δὲ ἀναθεῖναι τῷ λογίῳ Νέστορι. Ἰστέον δὲ ὅτι ὁμώνυμον καὶ τὸ ἀκτίς. Παυσανίας γοῦν φησιν, ὅτι ἀκτὶς καὶ οἰκέτου ὄνομα καὶ ἀγγείου δέ, ἐφ' οὗ οἱ ὀβολοὶ ῥιπτοῦνται. Οὕτω δὲ καὶ αἴγλη οὐ μόνον ἡ λαμπηδών, ἀλλὰ καὶ ποπάνου εἶδος κατὰ Παυσανίαν, καὶ θυσία τις πεμπομένη εἰς Δελφοὺς καὶ κυβευτικὸς βόλος. Ἕτερος δέ τίς φησιν, ὅτι αἴγλη ὄνομα κυβευτικοῦ βόλου φαύλου.

(v. 546) Ὅρα δὲ καὶ ὅτι ὁ Νέστωρ, ὅπερ ἐκ τοῦ βασιλέως ἔλαβεν, ἀντιδίδωσι τῷ Ὀδυσσεῖ. Ἐξ ἐκείνου γὰρ ἀκούσας, "ὦ Νέστορ, μέγα κῦδος Ἀχαιῶν", ἔφη αὐτὸς πρὸς Ὀδυσσέα τὸ αὐτό.

(v. 555) Ὀδυσσεὺς δὲ αὖθις μετ' ὀλίγα ὁμοίως ἀντιφωνεῖ τῷ γέροντι, ὅπερ ἤκουσεν ἀπ' αὐτοῦ. εὖ δὲ καὶ ἀπαιτεῖ ὁ ῥήτωρ λόγον ἐκ τοῦ ῥήτορος, ὡς τῆς πράξεως ἀνηκούσης τῷ Διομήδει.

(v. 545 s.) Τὸ δὲ "καταδύντες ὅμιλον Τρώων, ἤ τις πόρε θεός" καινότερον ἐσχημάτισται. τὸ γὰρ κοινὸν τοιοῦτον ἂν ἦν· πῶς τοὺς ἵππους ἐλάβετε; καταδύντες εἰς βάθος τοῦ στρατοῦ, ‑ ὡς ἐπὶ βάθους γὰρ τὸ καταδύνειν λέγεται ‑ ἢ ἐκ θεοῦ λαβόντες;

(v. 548-550) Τὸ δὲ "αἰεὶ μὲν Τρώεσσιν ἐπιμίσγομαι" καὶ ἑξῆς, κατασκευαστικόν τέ ἐστι τοῦ μηδέποτε λήγειν πόνου τὸν γέροντα, ὃ φθάσας ὁ Διομήδης εἶπε πρὸς αὐτόν, καὶ τὸν λόγον δὲ αὐτοῦ βεβαιοῖ, ὡς ἐπ' ἀληθείᾳ οὐ κολακικός ἐστιν. ἐπάγων γὰρ ὁ γέρων αἰτίαν τῆς αὐτοῦ ἀπορίας εὔλογόν φησιν ἐνδημεῖν μὲν ἀεὶ τῷ πολέμῳ, οὔπω δὲ τοιούτους ἵππους ἰδεῖν ἐκεῖ. οὔκουν ἄρα ἐκ Τρώων τούτους ἔσχετε, ἀλλ' ἐκ θεοῦ ἐλάβετε, ὡς δυναμένου καὶ τὰ τοιαῦτα δωρεῖσθαι. Τὸ δὲ "οὐδέ τί φημι μιμνάζειν" διασαφητικόν ἐστι τοῦ "αἰεὶ Τρώεσσιν ἐπιμίσγομαι". εἰ γὰρ μὴ ἐν νηυσὶ μιμνάζει, τοῖς πολεμίοις μίσγεται. Σημείωσαι δ' [128] ἐνταῦθα, ὅτι ὁ φιλαλήθης γέρων ἐπιμίσγεσθαι μὲν ἀεὶ τοῖς Τρωσὶν ἔφη καὶ οὐ μιμνάζειν εἰς ἄδειαν, οὐ μὴν καὶ ἀριστεύειν. ἐψεύσατο γὰρ ἂν οὕτω φάμενος.

(v. 549) Τὸ δὲ "γέρων πολεμιστής" ἶσόν ἐστι τῷ ἐν Ὀδυσσείᾳ ἀναγκαίῳ πολεμιστῇ. γέροντες γὰρ καὶ οἱ ἐκεῖ ῥηθέντες ἀναγκαῖοι πολεμισταί.

(v. 551) Τὸ δὲ "θεὸν ἀντιάσαντα" ἶσόν ἐστι τῷ ἀντιβολήσαντα, ὅπερ ἀνωτέρω κεῖται.

(v. 556) Τὸ δὲ "ἀμείνονας ἠέ περ οἵδε" περίφρασιν ἔχει. τὸ μὲν γὰρ ἁπλοῦν καὶ κοινὸν ἦν εἰπεῖν ἀμείνονας τούτων, τὸ δὲ ἀμείνονας ἤπερ οὗτοι περιπέφρασται.

(v. 557) Ἐν δὲ τῷ "ἐπεὶ πολὺ φέρτεροί εἰσι" διπλῆ ἐκκύπτει ἔννοια. Ἢ γὰρ ὅτι δύνανται τῶν τοῦ Ῥήσου ἵππων καὶ ἕτεροι φέρτεροι εἶναι, εἰ καὶ αἰνῶς, ὅ ἐστι λίαν, ἀκτῖσιν ἐοικότες εἰσὶν ἡλίου, ἢ ἐπεὶ πολὺ φέρτεροι οἱ θεοί, ἵνα τὸ θεός ὡς προσηγορικὸν ἀναλυθείη εἰς πληθυσμὸν κατά τι σχῆμα καινόν. Ἐν δὲ τῇ ῥηθείσῃ ἀνακεφαλαιώσει σημείωσαι, ὡς ἀνέστρεψεν ἐμπεριβόλως τὴν διήγησιν ὁ λαλῶν αὐτὴν ῥήτωρ Ὀδυσσεὺς καὶ ἀπὸ τοῦ τέλους ἀρξάμενος, ἤτοι τῶν ἵππων, ἀνατρέχει εἰς τὰ πρεσβύτερα, ἐπισυνάπτων τὸν Ῥῆσον καὶ τοὺς αὐτοῦ, εἶτα τὸν Δόλωνα καὶ τὸν στείλαντα Ἕκτορα.

(v. 558-563) Φησὶ γάρ, ὅτι ἵπποι οὗτοι νεήλυδες "Θρηΐκιοι, τὸν δέ σφιν ἄνακτα ἀγαθὸς Διομήδης ἔκτανε, πὰρ δ' ἑτάρους δυωκαίδεκα πάντας ἀρίστους, τρισκαιδέκατον δὲ σκοπὸν εἵλομεν", ὃν διοπτῆρα στρατοῦ εἶναι Ἕκτωρ τε προέηκε καὶ ἄλλοι Τρῶες.

(v. 560) Ἔνθα καὶ ὅρα τὸ "πάντας ἀρίστους", ἀμαρτύρως παραρριφὲν εἰς ἀπαρτισμόν τε στίχου καὶ εἰς σέμνωμα τῆς ἡρωϊκῆς πράξεως. Ὅρα δ' ἐνταῦθα καὶ ὅτι πρὸ βραχέων μὲν Ὅμηρος τὸν Δόλωνα προτάξας, εἶτα τοὺς δώδεκα Θρᾷκας ἱστορήσας, τρισκαιδέκατον ἔταξε τὸν Ῥῆσον εἰπὼν "ὃν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα", ὡς εἶναι τὸν Δόλωνα ἐκεῖ τεσσαρεσκαιδέκατον. Ἐνταῦθα δὲ Ὀδυσσεὺς πρῶτον εἰπὼν περὶ Ῥήσου, εἶτα μνησθεὶς τῶν δώδεκα Θρᾳκῶν, τρισκαιδέκατον τὸν Δόλωνα τίθησιν ἀφεὶς τὸν Ῥῆσον νοεῖσθαι τεσσαρεσκαιδέκατον.

(v. 562) Τὸ δὲ "διοπτῆρα στρατοῦ" πρὸς σαφήνειαν ἐτέθη τοῦ σκοπὸν εἵλομεν. οὐ γὰρ ἁπλῶς ὁ σκοπὸς καὶ διοπτήρ ἐστι στρατοῦ. πολλὰ γὰρ καὶ ἡ τοιαύτη λέξις δηλοῖ ὡς ὁμώνυμος.

(v. 563) Τὸ δὲ "καὶ ἄλλοι Τρῶες", ἐστοχασμένως [129] φησὶν ὁ Ὀδυσσεύς, ὡς εἰκὸς ὂν οὕτω γενέσθαι. ἀληθῶς μέντοι οὐ γέγονεν. Ἕκτωρ γὰρ τὸν σκοπὸν προέηκε πείσας δώροις καὶ εἰς ἄτην ἐμβαλών, ὡς ὁ Δόλων αἰτιᾶται, εἰ μὴ ἄρα καὶ οἱ ἄλλοι τότε ἀκὴν γενόμενοι σιωπῇ συγκαταθέσθαι δοκοῦσι τῇ τοῦ Ἕκτορος ἀποστολῇ.

(v. 564 s.) Ὅτι εἰς ταὐτὸν Ὅμηρος ἄγει τὸ καγχαλᾶν καὶ τὸ χαίρειν ἐν τῷ "τάφροιο διήλασεν" Ὀδυσσεὺς "ἵππους καγχαλόων, ἅμα δ' ἄλλοι ἴσαν χαίροντες Ἀχαιοί". ἔστι δ' ὅμως τὸ "καγχαλόων" ἐπιτατικώτερον τοῦ χαίρειν, ὅγε καὶ ἐκ τοῦ χαλᾶν τῇ ἐκλύσει παράγεται. Ὅρα δὲ ὡς χαροποιὸν ἡ νίκη, οὐ τῷ ἀνδραγαθήσαντι μόνον, ἀλλὰ καὶ τοῖς ἑταίροις, οἳ κοινοῦνται τὰ φιλικά.

(v. 5679) Ὅτι τοὺς ἵππους μὲν τοῦ Ῥήσου ὁ φίλιππος Διομήδης ἔσχεν. οὐ γὰρ ἔπρεπον τῷ Ἰθακησίῳ νησιώτῃ, οὗ ἡ πατρὶς αἰγίβοτος, οὐχ' ἱππήλατος, ὡς καὶ ὁ υἱὸς αὐτοῦ Τηλέμαχος ἐν Ὀδυσσείᾳ δηλοῖ, ὁ καὶ παραιτησάμενος ἐκεῖ διὰ τοῦτο φιλικὴν δόσιν ἵππων.

(v. 570 s.) Ὀδυσσεὺς δὲ τὰ τοῦ Δόλωνος ἔχει ὅπλα, οἷς ὁ Διομήδης αὐτὸν ἐδεξιώσατο χαμᾶζε θορών. Οὕτως οἴδασιν ἀλλήλοις εἴκειν οἱ ἄριστοι, οὐ μεγαλείῳ ὕλης, ἀλλὰ πρεσβείῳ φιλίας τὸ πλέον διδόντες. μήποτε δὲ οὐδὲν οὐδ' ὅλως ἐκέρδησεν Ὀδυσσεύς, ὡς μηδὲ φιλοκτήμων ἀλλὰ φιλότιμος. Διομήδης μὲν γὰρ ἤδη ἔχει τοὺς νεήλυδας Θρηϊκίους ἵππους, Ὀδυσσεὺς δὲ τὰ τοῦ Δόλωνος λάφυρα ἀναθήσει τῇ Ἀθηνᾷ. Φησὶ γάρ, ὡς ἔθηκεν Ὀδυσσεὺς αὐτὰ ἐν τῇ νηΐ, ὄφρα ἱερὸν ἑτοιμασαίατο Ἀθήνῃ, ἤτοι ἑτοιμάσαιντο αὐτὰ ὁ Διομήδης τε καὶ αὐτὸς ἱέρωμα τῇ Ἀθηνᾷ ἐν καιρῷ. εἰ δὲ τὸ ὑπεσχημένον μέλαν ποίμνιον ἄμφω ἐδάσαντο, οἶδεν οὐδείς. Ἰστέον δὲ ὅτι καὶ ἐν τούτοις πυρὸν μελιηδέα ἔδειν τοὺς ἵππους φησί.

(v. 567-569) Φράζει γὰρ ἵππων ἐπιμέλειαν οὕτω "ἵππους μὲν δὴ κατέδησαν ἐϋτμήτοισιν ἱμᾶσι φάτνῃ ἐφ' ἱππείῃ, ὅθι καί" ἄλλοι ἵπποι "ἕστασαν ὠκύποδες μελιηδέα πυρὸν ἔδοντες", περὶ οὗ προϊστόρηται. Ἡ δὲ ἱππεία φάτνη πρὸς διαστολὴν ἐρρέθη τῆς τῶν λοιπῶν ζῴων.

(v. 572-579) Ὅτι Ὀδυσσεὺς καὶ Διομήδης ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃ ἐσβάντες, "κνήμας τε ἰδὲ λόφον ἀμφί τε μηρούς. αὐτὰρ ἐπεί σφιν κῦμα θαλάσσης ἱδρῶ πολλὸν νίψεν ἀπὸ χρωτὸς καὶ ἀνέψυχθεν φίλον ἦτορ, ἔς ῥ' ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο. τὼ δέ", ἤγουν οὗτοι, "λοεσσαμένω καὶ ἀλειψαμένω λίπ' ἐλαίῳ δείπνῳ ἐφιζανέτην, ἀπὸ δὲ κρητῆρος Ἀθήνῃ πλείου ἀφυσσάμενοι λεῖβον μελιηδέα οἶνον". Καὶ ὅρα ὅτι τε καλῶς ἤδη ἐπέσχεν [ὡς προνούστερος] ὁ Ὀδυσσεὺς τὸν Διομήδην τοῦ πλείω δρᾶν διὰ τὸ τελειοῦσθαι, ὡς προσεσημείωται, τὴν νύκτα. ταχὺ γοῦν μετὰ τὴν ἐπανέλευσιν τῶν κατασκόπων ἡμέρα γέγονεν, ὡς καὶ δειπνεῖν ἄρτι αὐτούς. καὶ ὅτι δὶς εἶπεν ἐνταῦθα τὸ "ἱδρῶ [130] πολλόν" ταὐτολογῶν συνήθως, ἔνθα μὴ καιρὸς ἁβρύνειν τοὺς λόγους.

(v. 572) Περὶ δὲ τοῦ ἀπονίζεσθαι, ὃ καὶ νίπτεσθαι λέγεται, ὡς δηλοῖ τὸ "νίψεν ἀπὸ χρωτός", φασὶν οἱ παλαιοί, ὡς οἱ Ταραντῖνοι τὰ εἰς ζω λήγοντα ῥήματα βαρύτονα διὰ δύο σίγμα προφέρουσιν, οἷον σαλπίζω σαλπίσσω, λακτίζω λακτίσσω, φράζω φράσσω, ὅπερ ἡ Κόριννα φράττω λέγει Βοιωτικῶς. πάλιν δὲ τὰ παρ' ἡμῖν διὰ δύο σίγμα αὐτοὶ διὰ τοῦ ζ προφέρουσι, τὸ πλάσσω πλάζω λέγοντες καὶ τὸ ἀνάσσω ἀνάζω. καὶ τὸ νίπτω οὖν παρ' Αἰολεῦσι νίσσω λεγόμενον, ὡς πέπτω πέσσω, οἱ Ταραντῖνοι μεταθέσει τῶν δύο σίγμα εἰς τὸ ζ νίζω λέγουσι.

(v. 573) Λόφος δὲ ἐνταῦθα ὁ ἄνω τένων, ἤτοι ὁ περὶ τράχηλον. ὅθεν καὶ τὸ καταλοφάδια ἐν Ὀδυσσείᾳ, καὶ παρὰ Σοφοκλεῖ τὸ "ὑπὸ ζυγῷ νῶτον εὐλόφως φέρειν", ὡς λόφου ἐν τοῖς ζῴοις ὄντος τοῦ κατὰ τὸν τράχηλον μέρους, ᾧ ἐπίκειται ὁ ζυγός. [(v. 574) Ἐν δὲ τῷ "κῦμα θαλάσσης νίψεν" ὅρα ὅτι τε οὐ μόνον χεῖρες νίπτουσι καὶ ἄνθρωποι ἀλλὰ καὶ ὕδατα, καὶ ὅτι ῥύπου μὲν ἀποθετικὸν τὸ ἐν θαλάσσῃ νιφθῆναι, καὶ ἀναψυχῆς δέ τινος αἴτιον. θεραπευτικώτερον δὲ εἰς σῶμα τὸ λουτρὸν κατασκευασθὲν ὑπὸ θεραπόντων κατὰ τὸ σιωπώμενον. Ἐνταῦθα δὲ σοφός τις γράφει, ὅτι κόπον μὲν θαλάττῃ λούοντες ἐθεράπευον, ἣ μάλιστα νεύροις πρόσφορος, ἀναχαλῶντες δὲ ταῖς ἐμβάσεσι τὰς τῶν μυῶν συντάσεις, εἶτα ἐπήλειφον λίπα, πρὸς τὸ μὴ ῥανθέντος ὕδατος κατεσκληρυμμένα γίνεσθαι τὰ σώματα. Οἱ γοῦν ἀπὸ τῆς σκοπῆς, φησίν, ἐπανελθόντες ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃ καὶ ἑξῆς, καὶ οὕτως ἀναψύξαντες ἐς ἀσαμίνθους βάντες λούσαντο καὶ ἀλειψαμένω δείπνῳ ἐφιζανέτην.]

(v. 575) Τὸ δὲ "ἀνέψυχθεν [131] ἦτορ" τὴν ἀπὸ καμάτου καὶ ἱδρῶτος ἀνάκλησιν τοῦ ζωτικοῦ δηλοῖ, ὅπερ ἐν ἄλλοις θυμηγερέειν φησίν. [Εἰ δὲ περιττῶς ἐνταῦθα κεῖσθαι δοκεῖ τὸ ἦτορ, ὡς ἀρκοῦν ὂν τὸ "ἀνέψυχθεν" αὐτὸ δὴ καὶ μόνον, ἀλλ' ἔστιν εἰπεῖν ὅτι πρὸς διαστολὴν αὐτὸ ἐγράφη ψύχους καὶ ψύξεως τῆς κατὰ σῶμα, ἵνα σαφὴς οὕτως ἡ ἔννοια ἐς τὸ παντελὲς εἴη καὶ ἀκατάγνωστος.] Ἰστέον δὲ ὅτι κυρίως ἀναψύχειν, ὡς καὶ ὑπελαλήθη, τὸ ἀνακτᾶσθαι ψυχὴν ἤδη κινδυνεύουσαν οἴχεσθαι, οὗ ἀνάπαλιν ἀποψύχειν τὸ ἀπὸ ψυχῆς γίνεσθαι λειποθυμοῦντα ἢ καὶ θνῄσκοντα. τὸ δέ γε ἐναποψύχειν ὡς οὐκ εὔφημόν ἐστιν, οἶδεν Ἡσίοδος.

(v. 576) Τὸ δὲ "ἔς ῥ' ἀσαμίνθους" ἐπίτηδες καὶ αὐτὸ τραχυφωνεῖται διὰ τῆς ἐπενθέσεως τοῦ ῥα. Ἦν γὰρ ἄλλως φυλάξαι τὸ μέτρον ἐν φωνῇ λείᾳ εἰπόντα· εἰς ἀσαμίνθους βάντες εὐξέστας, περὶ ὧν ἡ Ὀδύσσεια δηλοῖ. ἔνθα δηλοῦται καὶ ὅτι μετὰ λουτρὸν ἐλαίῳ ἠλείφοντο οἱ παλαιοί, καὶ ὅτι τὸ λίπα ἀποκοπὴν ἔπαθεν ἐκ τοῦ λιπαροῦ. Τὸ δὲ εὐξέστας ποιητικόν ἐστιν. ἦν δὲ ἀσφαλὲς καὶ εὐξέστους εἰπεῖν, ὡς καὶ τὰς εὐποιήτας εὐποιήτους, καὶ τὴν ἀσβέστην φλόγα ἄσβεστον.

(v. 578) Τὸ δὲ ἐφιζάνειν διελύθη ἐν τῷ ἐπὶ βλεφάροις ἵζανεν. [Ἔχοι δ' ἂν ἐνταῦθά τις κωμικευόμενος μνησθῆναι τοῦ "κάθιζ' ἐπὶ κώπην", ἤγουν ἅψαι τῆς κώπης ὥστε κωπηλατεῖν. εἰ γὰρ ἐκεῖνο ἔσκωπται, ὡς δηλωτικὸν δῆθεν ὂν τοῦ ἐπικάθισον τῇ κώπῃ, πολλῷ πλέον τὸ δείπνῳ ἐφιζάνειν. ἔσται γάρ ποτε δείπνῳ ἐφιζάνειν καὶ τὸ ἄνω τοῦ δείπνου καθίζεσθαι κατά γε ἀκολουθίαν φράσεως. Ἄλλως μέντοι σπουδαίως οὔτε τὸ ἐπὶ κώπην καθῆσθαι οὔτε τὸ ἐπὶ δεῖπνον ἱζάνειν ἔχει τι παικτικόν. δηλοῦσι γὰρ τὸ καθέσθητι διὰ κωπηλασίαν καὶ διὰ τὸ δειπνῆσαι.

(v. 578 s.) Τὸ δὲ ἀπὸ κρατῆρος πλείου λείβειν ἀπάρχεσθαι λοιβῆς τῆς ἐκ τοῦ δείπνου δηλοῖ καὶ μὴ ἐν δευτέρῳ τοῦ δειπνεῖν αὐτὴν τίθεσθαι. Τοῦ δὲ "ἀφυσάμενοι", ὅ ἐστιν ἀντλήσαντες, ἔστι καὶ ἐνεργητικὴ χρῆσις ἐν τῷ "ἤφυσε χαλκός", καὶ ἐν τῷ "πλοῦτον ἀφύξειν". Ἐκ δὲ τούτων δῆλον, ὅτι [132] διφορεῖται ὁ μέλλων τοῦ ἀφύσσειν. ἀφύξω τε γὰρ ὡς ἁρπάξω, καὶ ἀφύσω, ὡς ἁρπάσω, ἐξ ὧν τὸ ἀφύξειν καὶ τὸ ἤφυσε καὶ τὸ ἀφυσάμενος. Μελιηδὴς δὲ οἶνος ὡς καὶ πυρὸς πρὸ ὀλίγων καὶ ἀλλαχοῦ θυμός, ὅ ἐστι ψυχή.

ΕΚ ΤΩΝ ΤΗΣ ΛΑΜΒΔΑ

  

[133] Ὅτι ἐν τῇ λάμβδα ῥαψῳδίᾳ ὁ βασιλεὺς ἀποκινδυνεύων ἀριστεύει, διὸ καὶ Ἀγαμέμνονος ἀριστεία κατὰ πεζὴν φράσιν τὸ γράμμα τοῦτο ἑρμηνεύεται. ἡ δὲ ἔμμετρος αὐτοῦ ἐπιγραφὴ αὕτη· λάμβδα δ' ἐνὶ προμάχοισι μίγη βασιλεὺς Ἀγαμέμνων. Τὰ μέντοι πρὸ τούτου ὁ τοιοῦτος βασιλεὺς ἀσφαλέστερον μᾶλλον διὰ τὴν ἡγεμονίαν ἢ φιλοκινδυνώτερον ἠγωνίζετο, θαρρῶν ἔτι τοῖς πράγμασι καὶ διὰ τοῦτο μὴ προπετῶς ἐπὶ κινδύνους φερόμενος. Καὶ σημειοῦνται οἱ παλαιοὶ ἐνταῦθα πραγμάτων ἀντιστροφήν. Διομήδης τε γὰρ ὀνειδισθεὶς ὑπὸ τοῦ βασιλέως ἠρίστευσε, καὶ ὁ βασιλεὺς αὖθις ὑπὸ Διομήδους ἔναγχος τὰ ὅμοια παθὼν ἀριστεύσει τὰ μέγιστα, καὶ οὕτως ἀνταπεδόθη τὸ ἶσον τοῖς ἥρωσιν. εἰς τοσοῦτον δὲ ὁ βασιλεὺς εὐδοκιμήσει, ὡς κινδυνεῦσαι τοὺς Τρῶας "ὑπὸ πτόλιν αἰπύ τε τεῖχος ἵξεσθαι", εἰ μὴ ὁ Ζεὺς ἐκώλυσε. τύχαις γάρ, οὐ γνώμαις, ἐλείποντο τῶν Τρώων οἱ Ἕλληνες. τρίτην δὲ τοῦ πολέμου ἡμέραν ταύτην σημειοῦνται οἱ παλαιοί.

(v. 1 s.) Ὅτι περίφρασις ποιητικὴ τὸ "Ἠὼς δ' ἐκ λεχέων παρ' ἀγαυοῦ Τιθωνοῖο ὤρνυτο, ἵνα ἀθανάτοισι φόως φέρῃ ἠδὲ βροτοῖσιν". ἔστι δὲ ὁ νοῦς τῆς περιφράσεως, ὡς ἡμέρα ὑπὸ ἡλίου γέγονε. τὸν δὲ μῦθον τοῦτον καὶ ὁ Λυκόφρων ἐν καταρχῇ τῆς αὐτοῦ ποιήσεως ἐκτίθεται. Δῆλον δὲ ὅτι μίαν ὑπόνοιαν ἀλληγορικὴν ἔχουσιν ὁ Τιτὰν Ἀπόλλων καὶ ὁ Τιθωνός, ὃς καὶ αὐτὸς ἀλληγορεῖται εἰς ἥλιον. ἄμφω γὰρ ἐκ τοῦ τιταίνω, ἵνα καὶ ὁ Τιθωνὸς εἴη Τιτωνὸς διὰ τὸ πανταχοῦ τὸ αὐτοῦ φῶς ἐν ἡμέρᾳ τιταίνεσθαι. ἀὴρ γὰρ ὑπὸ ἡλίου πεφωτισμένος ἡ ἡμέρα ἐστί. Φασὶ δὲ Ἱερώνυμόν τινα ἱστορεῖν, ὅτι Τιθωνὸς ἀδελφὸς Πριάμου ἐς βαθὺ γῆρας ἐλάσας καὶ [134] ζῆν μηκέτι ἐθέλων ᾐτήσατο παρὰ τῆς Ἠοῦς θάνατον, συνοικῶν αὐτῇ κατὰ ἔρωτα. ἡ δὲ ἀδυνατοῦσα ‑ ἤδη γὰρ ἐνεγράφη τοῖς ἀθανάτοις ὁ Τιθωνός ‑ εἰς τέττιγα μετέβαλεν αὐτόν, ὡς ἂν ἥδοιτο τῆς αὐτοῦ φωνῆς ἐς τὸ διηνεκὲς ἀκούουσα. Ἕτεροι δέ φασι τὴν Ἠῶ ἐρασθεῖσαν τοῦ Τιθωνοῦ ἁρπάσαι αὐτὸν καὶ ἐντείλασθαι ζητῆσαι, ὅπερ ἂν βούλοιτο ἀγαθόν, τὸν δὲ προελέσθαι ἀθανασίαν καὶ λαβεῖν μὴ προσεπιζητήσαντα καὶ τὸ ἀεὶ νέον. ἐπεὶ δὲ γηράσοι, τότε δὴ μαθεῖν, ὡς ἀτελῆ ἐζήτησεν, εἶχε γὰρ ἀθάνατον κακὸν τὴν τοῦ γήρως κάκωσιν. ὅθεν αἰτῆσαι τὴν εἰς ἄλογα μετάστασιν καὶ πολλὰ λιτανεύσαντα τυχεῖν τοῦ μεταπεσεῖν εἰς τέττιγα. Διὸ καὶ ψυχρὸς ὁ τέττιξ, ὡς ἐκ Τιθωνοῦ τοῦ πεμπέλου, καὶ πολύφωνος διὰ τὰς πολλὰς λιτὰς τοῦ Τιθωνοῦ, περὶ οὗ, ὥσπερ δὴ καὶ τοῦ κατ' αὐτὸν ἔρωτος, εἴρηται καὶ ἀλλαχοῦ. Ἡ δὲ παροιμία ἐπὶ δυστυχῶν γερόντων τίθησι τὸ τοῦ Τιθωνοῦ ὄνομα, ὡς δηλοῖ ὁ εἰπὼν γέροντα "ἄνδρα Τιθωνὸν σπαράττων καὶ ταράττων καὶ κυκῶν". Ἔστι δὲ τὸ μὲν ἠώς, ὡς καὶ ἀλλαχοῦ δεδήλωται, διαλέκτου Ἰώνων, τὸ δὲ ἕως Ἀττικῶν, Δωριέων δὲ τὸ ἀώς, Αἰολέων δὲ τὸ αὔως. Ἠοῦς δὲ λέχος τῆς κατὰ ἀλληγορίαν αἱ ὑπὸ γῆν τοῦ ἡλίου διατριβαί, καθ' ἃς μηκέτι λάμπουσα δοκεῖ ὡς ἐν ὕπνῳ ἀναπαύεσθαι κατὰ λέχος, ἐξ οὗ αὖθις ἐγειρομένη φέρει φῶς. καὶ ἄλλως δὲ λέχος Ἠοῦς λέγεται τὸ κατὰ νύκτα, οὐ κατ' αὐτήν, ἀλλ' ἐπεὶ ἄνθρωποι τηνικαῦτα ὡς ἐπὶ πολὺ λέγονται, ἤτοι κοιμῶνται. οὕτω δὲ καὶ ἐκ λεχέων ἐγείρεται διὰ τὸ αὐτοὺς μετὰ νύκτα τοῦτο ποιεῖν. διὸ καὶ ἠλέκτωρ ὁ ἥλιος, ὡς μὴ ἐῶν ἐν λέκτρῳ κεῖσθαι, καὶ ὄρθρος δὲ καὶ ἦρ ἡ τῆς ἡμέρας ἀρχὴ διὰ τὸ ὀρθοῦν καὶ αἴρειν εἰς ἔργον. Τὸ δὲ "ὤρνυτο" ἐτυμολογία τοῦ τῆς Ἠοῦς ὄρθρου ἐστί, καθ' ὃν εἰς ἔργον ὀρνύμεθα, ἤτοι ὀρθούμεθα. ταὐτὸν γὰρ ὀρθοῦσθαι καὶ ὄρνυσθαι. καὶ ἄλλως δὲ τὸ ῥῆμα οἰκεῖον τῇ καθ' ἥλιον ἡμέρᾳ διὰ τὸ τὸν ἥλιον ἐκ ταπεινοτέρων ὑψοῦσθαι αἰρόμενον, διὸ καὶ αὔξεσθαι μέχρι μεσημβρίας ἡ ἡμέρα λέγεται. Ἀθανάτους δὲ κἀνταῦθα τὰ ὑπὲρ γῆν στοιχεῖά φησιν, οἷς φῶς ἐκ τοῦ ἡλίου φέρεται, καθὰ καὶ τοῖς ζῴοις, ὧν ἐνταῦθα οἱ βροτοὶ ὡς ἐκ μέρους εἰσὶ δηλωτικοί. Τὸ δὲ "φόως φέρῃ" συντίθησι μὲν τὴν παρὰ τοῖς μεθ' Ὅμηρον φωσφόρον, [135] δηλοῖ δὲ σωματικώτερον ὡς ἔν τινι ζωγραφίᾳ λαμπαδηφορεῖν ὑπουργικῶς τὴν μυθικὴν Ἠῶ τοῖς θεοῖς καὶ ἐξανιστᾶν τοῦ ὕπνου αὐτούς, ἔποχον οὖσαν κατὰ τὸν μῦθον ἢ ξυνωρίδι ἵππων καθ' Ὅμηρον Λάμπου καὶ Φαέθοντος ἢ τῷ Πηγάσῳ κατὰ τοὺς νεωτέρους. Δῆλον δὲ ὅτι ἐκ τοῦ φῶς γίνεται κατὰ πλεονασμὸν τὸ φόως, ἐξ οὗ καὶ τὸ Ξενοφόων, Κτησιφόων καὶ τὰ ὅμοια. Ἰστέον δὲ ὅτι οὐ μόνον τὸν Τιθωνὸν ἀλλὰ καὶ ἄλλους ἡ Τροία ἤνεγκε καλούς, τουτέστι διαφέροντας ἐπὶ κάλλει, Γαννυμήδην, Ἀγχίσην, Βουκολίωνα. θεοειδὴς δὲ καὶ Ἀλέξανδρος, ἔτι δὲ καὶ Δηΐφοβος παρὰ τῷ ποιητῇ, καὶ Πριάμῳ δὲ ὄψις ἀγαθή, καὶ ταῦτα γέροντι ὄντι, καὶ Ἕκτορος δὲ "ἐθηήσαντο φυὴν καὶ εἶδος" οἱ Ἕλληνες, καὶ ταῦθ' ὅτε νεκρὸς ἔκειτο. Καὶ μήποτε διὰ τοῦτο καὶ κάλλους ἐρασταὶ οἱ ἐν τῇ Τροίᾳ διὸ τὴν καλὴν Ἑλένην ἁρπάσαντες τὴν οἰκουμένην ἐκύκησαν.

(v. 3 s.) Ὅτι ποιητικώτερον σωματοποιῶν Ὅμηρος τὴν ἔριν φησὶ "Ζεὺς δ' Ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν ἀργαλέην, πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν", ἤγουν σημεῖόν τι ἐγκεχειρισμένην εἰδωλοπεποιημένον, οἷον βέλος ἢ ξίφος ὡς ἐν σχήματι ὁπλιτικῷ, ἢ ἄλλο τι τερατῶδες. οὐ γὰρ ἁπλῶς ἔρις ἦν αὕτη, ἀλλ' ἔρις ἐπὶ πολέμῳ. Ἕτεροι δὲ πολέμοιο τέρας περιφραστικῶς τὸν πόλεμον ἐνόησαν, ἵνα λέγῃ, ὅτι ἔχουσα σὺν ἑαυτῇ τὸν πόλεμον. Εἰσὶ δὲ καὶ ἄλλως πολέμου τέρατα αἱ μεγάλαι πρὸς πόλεμον συσκευαί, αἱ τῶν στρατηγῶν ἐμβοήσεις καὶ τὰ λοιπά. διὸ καὶ ἐπὶ τῇ τοῦ Ὀδυσσέως ἡ Ἔρις ἔστη μεγακήτεϊ νηῒ καὶ ἐβόησεν, ὡς ῥηθήσεται. Ὅρα δὲ τὸ "ἀργαλέην" πρὸς διαστολὴν τεθὲν τῆς ῥᾴονος ἔριδος, ὥσπερ καὶ τὸ πολέμοιο τέρας ἔχουσαν διασταλτικῶς ἐρρέθη πρὸς ἑτέρας ἔριδας, ἀργαλέας μέν, οὐ πολεμικὰς δέ. Ἀσφαλῶς δὲ οὐκ ἔφη κακὴν τὴν τοιαύτην Ἔριν ὁ ποιητής. οὐ γὰρ ἦν τοιαύτη, ἀλλ' ἀργαλέη, ὡς αὐτός φησιν, ἤτοι ἐργώδης, ἢ ἀλεγεινὴ διὰ τὰ ἐκ μάχης δεινά. Ἰστέον δὲ ὅτι μυθικῶς μὲν σωματοειδὴς ἐνταῦθα πολεμικὴ δαίμων ἡ Ἔρις, ὡς εἴρηται, [136] πρὸς δὲ ἀλήθειαν Ἔρις νοεῖται νῦν ὁ Ἑλληνικὸς ἐρεθισμὸς πρὸς μάχην. οἱ γὰρ νύκτωρ δειλοὶ καὶ φεύγειν ἕτοιμοι καὶ τὴν ἔριν ἀπορρίψαντες νῦν ἀναλαμβάνουσι ταύτην καὶ ὅλοι τοῦ πολέμου γίνονται, ἀλλήλοις κατὰ ζῆλον οὐ φαῦλον ἐρίζοντες. Ἰστέον δὲ καί, ὅτι πᾶσα ἔρις ἀφορῶσα εἰς μέγα κακὸν λεχθείη ἂν καὶ αὐτὴ "ἀργαλέη πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσα".

(v. 5 s.) Ὅτι ἡ τοῦ Ὀδυσσέως ναῦς, ἣν καὶ μεγακήτεα λέγει, τουτέστι μεγάλην κατά τι κῆτος, ἐν μεσσάτῳ ἔσκεν, ἤγουν ἐν μεσαιτάτῳ ἦν τοῦ ναυστάθμου, καθὰ καὶ προεδηλώθη. τοῦτο δὲ ᾠκονόμητο διὰ τὸ πολύχρηστον τοῦ ἥρωος, καὶ ἵνα μέσος ὢν ῥᾳδίως ἔχῃ τοῖς ἑκατέρωθεν ἐπαρκεῖν ἔν τε συμβουλαῖς καὶ ἑτέροις ἔργοις. οὕτω καὶ ἡ καρδία μέσην λαχοῦσα θέσιν ζωογονεῖ ὁμαλῶς τῷ ἰσορρόπῳ τῆς διαστάσεως.

(v. 7-9) Αἱ μέντοι τῶν ἀνδρειοτάτων Αἴαντός τε καὶ Ἀχιλλέως κλισίαι ἐν ἐσχάτῳ ἵσταντο. Φησὶ γὰρ "οἳ ἔσχατα", ἤγουν εἰς τὰ ἄκρα, "νῆας ἐΐσας εἴρυσαν, ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν". Ὧν ἦν χρεία μάλιστα τοῖς ἐν τῷ ἄκρῳ, ἵνα μήτε αὐτοὶ ταῖς τῶν ἐχθρῶν ἐφόδοις βλάπτωνται καὶ τὸ μέσον δὲ συντηρῶσι δεδιότων τῶν ἐχθρῶν τὴν κύκλωσιν. διὸ καὶ τοὺς ἐν τοῖς στρατεύμασι προμαχοῦντάς τε καὶ οὐραγοῦντας ἀνδρείους εἶναι χρεών. Τὴν τοιαύτην δὲ Ὁμηρικὴν τῶν νηῶν στάσιν δηλοῖ καὶ Σοφοκλῆς ἐν τῷ "σκηναῖς ναυτικαῖς Αἴαντος, ἔνθα τάξιν ἐσχάτην ἔχει".

(v. 5) Ἰστέον δὲ [ὅτι τε τὸ "μεγακήτης" ἐκ τοῦ κῆτος κατὰ τὸ μέγεθος εὐμεγέθης καὶ ἦθος εὐήθης ἐσχημάτισται, οὐ μὴν κατὰ τὸ γένος εὐγενής, βέλος ὀξυβελής, ὧν ἑτεροία ἡ τοῦ ὀξέος τόνου αἰτία.

(v. 6) Καὶ ὅτι τὸ "ἐν μεσσάτῳ" ἐλλειπτικῶς ἐρρέθη. λείπει γὰρ τὸ τόπῳ. πρωτότυπον δὲ αὐτοῦ τὸ μέσος. Ὡς γὰρ τρίτος τρίτατος καὶ τὰ ὅμοια, οὕτω καὶ μέσσος μέσσατος. Ναῦς δὲ μεγακήτης ἀσφαλῶς ἐρρέθη οὐ διὰ μόνον μέγεθος ἀλλ' ὅτι καὶ περὶ θάλασσαν πονεῖται.

(v. 9) Τοῦ δὲ "ἠνορέῃ" τοιοῦτόν ἐστι τὸ κατὰ παραγωγὴν σκευώρημα· ἤνωρ ἤνορος ἄρρητον ὄνομα, ἐξ οὗ Ἀντήνωρ καὶ ῥηξήνωρ καὶ ἀγήνωρ. Ἐκεῖθεν κτητικὸν ἠνόρειος, καὶ ἀπελεύσει τοῦ ι ἠνόρεος, καὶ θηλυκὸν ἠνορέη ἰσχύς, ἡ τοῦ ἀνέρος, καὶ κατὰ ἔλλειψιν ὁμοίαν τῷ λυκέη, παρδαλέη καὶ τοῖς τοιούτοις, ἠνορέη ἁπλῶς ἡ ἀνδρία.

(v. 102) [137] Ὅτι στᾶσα ἐπὶ τῆς ῥηθείσης τοῦ Ὀδυσσέως νηὸς ἡ Ἔρις γεγωνέμεν, ἤγουν ὥστε ἐξάκουστον βοᾶν, ἐκεῖθεν ἀμφοτέρωσε, ἤγουν κατὰ τὸν ποιητὴν ἐπ' Αἴαντος κλισίας ἠδ' ἐπ' Ἀχιλλῆος, οἳ ἔσχατα ἐνεώλκησαν τὸν κατ' αὐτοὺς στόλον, ["ἤϋσεν", ἤγουν] ἐφώνησε "μέγα τε δεινόν τε ὄρθια, Ἀχαιοῖσι δὲ μέγα σθένος ἔμβαλ' ἑκάστῳ κραδίῃ ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι". Δηλοῖ δὲ ἡ τοιαύτη τῆς Ἔριδος βοὴ τὰ τῶν στρατηγῶν κατ' ἔριν ἀγαθὴν ἐγκελεύσματα, ὑφ' ὧν εἰς πόλεμον οἱ Ἀχαιοὶ θήγονται ὡς οἷον παρακονώμενοι.

(v. 15) Ὃ καὶ ὡς ἀπὸ μέρους ἐφερμηνεύων ἐπάγει "Ἀτρείδης δ' ἐβόησε" καὶ τὰ ἑξῆς.

(v. 11) Τὸ δὲ "ὄρθια" εἴρηται μὲν Ἀττικῶς ἀντὶ τοῦ ὄρθιον, ὁποῖα καὶ ἄλλα τοιαῦτα προγέγραπται, ἑρμηνεύεται δὲ ὑπὸ τοῦ "μέγα τε δεινόν τε". τοιοῦτος γὰρ ὁ παρὰ τοῖς μουσικοῖς ὄρθιος νόμος, ἤγουν τρόπος ἐκεῖνος ᾠδῆς εἰς πόλεμον ἐρεθιστικός. Τιμόθεος οὖν ὄρθιον ᾄσας τοσούτου τὸν Ἀλέξανδρον Ἄρεος ἔπλησεν, ὡς εἰς τὰ ὅπλα εὐθὺς ἐκεῖνον ἀναπηδῆσαι.

(v. 13 s.) Σαφέστερον δὲ Ὅμηρος ὑποδηλῶν, οἷόν τι ὁ ὄρθιος νόμος, ἐπιφέρει "τοῖσι δ' ἄφαρ πόλεμος γλυκίων γένετ' ἠὲ νέεσθαι φίλην ἐς πατρίδα γαῖαν". Τοῦτο δὲ καὶ ἀλλαχοῦ οἱ αὐτοὶ ἔπαθον λόγοις ὀτρυνθέντες δεινοῦ ῥήτορος. Γλυκαίνει δέ πως τὴν μάχην τοῖς Ἀχαιοῖς ὁ κατὰ Τρώων θυμός. γέμουσι γὰρ τούτου, ὃν ἐν ἄλλοις γλυκύτερον μέλιτος καταλείβεσθαι Ὅμηρος λέγει ἐν τοῖς τοῦ θυμουμένου στήθεσιν. Ἄναρθρος δέ, ἤτοι ἀγράμματος, ἡ ῥηθεῖσα βοὴ τῆς κατὰ μῦθον Ἔριδος, καθάπερ εἰ καὶ σάλπιγγος ἦν. ἴσως δὲ καὶ ἀπλατῆ βοὴν ἐφώνησε, καθὰ καὶ ὁ βασιλεύς, περὶ οὗ φησίν "Ἀτρείδης δ' ἐβόησεν ἰδὲ ζώνυσθαι ἄνωγεν". οὐδὲν γὰρ οὐδ' αὐτὸς ἐλάλησε διεξοδικόν, ὅτι μηδὲ ἐχρῆν παρὰ καιρόν. Σημείωσαι δὲ ὅτι τὴν τοῦ βασιλέως ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ ἀριστείαν πάνυ σεμνύνων Ὅμηρος ἀντὶ κήρυκος μὲν αὐτὴν τὴν Ἔριν προάγει βοῶσαν καὶ ὀτρύνουσαν εἰς μάχην τοὺς Ἀχαιούς, ἀντὶ δὲ σάλπιγγος ἤ τινος ἄλλου τοιούτου ὀργάνου βροντώσας ποιεῖ τὴν Ἥραν καὶ τὴν Ἀθηνᾶν, καὶ βοὴν δὲ ἄσβεστον γενέσθαι λέγει καὶ κυδοιμὸν ἐγερθῆναι κακὸν καὶ δρόσους αἱματοέσσας ὑψόθεν κατενεχθῆναι καὶ πανοπλίαν δὲ τῷ βασιλεῖ περιτίθησιν ἔξαλλον, καὶ ὅλως εἰπεῖν, μυρίαν [138] ποιητικῶς τερατείαν τεχνᾶται, ἐμφῆναι θέλων ὡς μέγας ἔσται, καθὰ καὶ φανεῖται, ὁ σήμερον πόλεμος. Ὅρα δὲ καὶ ἐνταῦθα οἷον ὁ λόγος, ὃς τοὺς Ἕλληνας ἐρεθίσας θανεῖν ἑτοίμους ἐποίησε, καὶ ὅτι προθυμίας ἄκρας τῆς εἰς μάχην δηλωτικὸν τὸ μέγα θάρσος, ὡς ἐρρέθη, ἔχειν καὶ γλυκὺν κρίνειν τὸν πόλεμον.

(v. 11) Τὸ δὲ "Ἀχαιοῖσιν ἑκάστῳ" σύνηθες Ὁμήρῳ σχῆμα, ταὐτὸν ὂν τῷ Ἀχαιῶν ἑκάστῳ.

(v. 15) Ὅτι ὥσπερ ἀπὸ κύρυθος κορύσσω καὶ ἱπποκορυσταί καὶ ἀπὸ θώρακος τὸ θωρήσσω, καὶ ἀπὸ ἀσπίδος οἱ ἀσπισταί, καὶ ἀπὸ αἰχμῆς τὸ αἰχμάζειν καὶ οἱ αἰχμηταί, καὶ ἀπὸ κνημῖδος εὐκνήμιδες, ὡς ἐκ μέρους ἐν τοῖς τοιούτοις δηλουμένης τῆς ὅλης ὁπλίσεως, οὕτω καὶ ἀπὸ ζώματος τοῦ συναπτομένου ἢ συρραπτομένου τῷ στατῷ θώρακι ἢ τῇ μίτρᾳ, ὡς προδεδήλωται, ζώνυσθαί φησιν Ὅμηρος νῦν τὸ ὁπλίζεσθαι, εἰπὼν "Ἀτρείδης δ' ἐβόησεν ἰδὲ ζώνυσθαι ἄνωγεν Ἀργείους", ἑαυτὸν δηλαδὴ προθεὶς παράδειγμα.

(v. 16) Ἐπάγει γὰρ "ἐν δ' αὐτὸς ἐδύσατο νώροπα χαλκόν", ἤγουν λαμπρόν, ὡς πολλαχοῦ φαίνεται.

(v. 16-18) Εἶτα διασαφῶν ἐνδιασκεύως τὸ "ἐδύσατο χαλκόν" φησὶ "κνημῖδας μὲν πρῶτον" καὶ ἑξῆς, ὡς ἐν ἄλλοις ποιεῖ. Ἔνθα καὶ ἀργύρεα ἐπισφύρια οὐ ποδῶν μέρος, ἀλλὰ μέρη κνημίδων τὰ περὶ τὰ σφυρά. ἄλλως γὰρ ἐπὶ ἀνδρὸς ἥρωος εἰπεῖν ἐπισφύρια ἀργυρᾶ οὐ σεμνόν ἐστι, πρέπει δὲ μᾶλλον τοῦτο εἰς ἀργυρόπεζαν Θέτιν καὶ εἴ τις ἑτέρα τοιαύτη. οὕτω δὲ καὶ ἑλίκωπες Ἀχαιοὶ οὐ διὰ τὸ ἐλικόν, ἤτοι μέλαν τὸ ἐν ὀφθαλμοῖς ‑ κόραις γάρ φασι γυναιξὶν αὐτὸ πρέπον ἐπίθετον ‑ , ἀλλὰ διά τι ἄλλο, γραφὲν ἑτέρωθι. [(v. 16) Ἰστέον δὲ ὡς εἰ καὶ νώροπα κοινότερον χαλκὸν λέγουσιν οἱ παλαιοὶ τὸν λαμπρότατον διὰ τὸ στερεῖν τοῦ ὁρᾶν τὴν ὄψιν τῇ ἐξ αὐτοῦ ὡς οἷον ἀστραπαίᾳ στιλπνότητι, ἀλλ' ἡ σκωπτικὴ παράχρησις δύναται καὶ ἄνθρωπον ἐμφῆναι τὸν παρ' ἄλλοις ἰλλόν, εἴτ' οὖν παραβλῶπα καὶ στραβόν, διὰ τὸ ἐστερῆσθαι τοῦ κατὰ ὅρασιν ὀπτικοῦ, ἵνα ᾖ νῶροψ μὲν χαλκὸς ὁ ἀποστερῶν τοῦ ὁρᾶν, νῶροψ δὲ ἄλλως ἀνὴρ ὁ ἐστερημένος τοῦ ὁρᾶν. Ἡ δὲ τὰ τοιαῦτα νομοθετήσασα βλασφημία, ἧς καὶ ἐν τῇ δ΄ ῥαψῳδίᾳ μνήμη κεῖται, καὶ τὸν ἐπαινετῶς ἀρρενωπὸν [139] ἀρρενῶπα ἔφη παρονομήσασα ψογερῶς καὶ οὕτω σκώψασα τὸν ἀνδρόγυνον καί, ὡς εἰπεῖν, ἀρρενοπίπην πρὸς ὁμοιότητα τοῦ παρθενοπίπης καὶ πυρροπίπης. οὕτω δὲ καὶ Αἰσχύλου μάχλον, φασίν, ἄμπελον εἰπόντος τὴν ῥεομένην, ἡ Κωμῳδία μάχλον εἶπε τὸν ὑπὸ καταφερείας δίυγρον. καὶ Πανὸς δὲ λεγομένου τοῦ κατὰ κλῆσιν δαιμονίαν, ἕτεροι ἀπ' ἐκείνου Πᾶνά φασι τὸν καταφερῆ καὶ συνουσιαστικόν, ὅθεν παρὰ Καλλιμάχῳ τὸ "πᾶν τρύπανον αἰπολικόν".]

(v. 20) Ὅτι ὁ Κινύρας κοινῶς ἢ Δωρικῶς ἢ καθ' Ὅμηρον Ἰωνικῶς ὁ Κινύρης Θείαντος ἦν κατά τινας παῖς, βασιλεὺς Κύπρου ζάπλουτος, ὃς παριόντας τοὺς Ἀχαιοὺς ἐξένισεν, ὑποσχόμενος καὶ ἐν Ἰλίῳ πέμψειν τὰ ἀναγκαῖα. φασὶ δὲ αὐτὸν ἀμελήσαντα ἐπικατάρατον γενέσθαι ὑπὸ Ἀγαμέμνονος καὶ αὐτὸν μὲν ἀπολωλέναι ᾠδικῶς ἁμιλλώμενον τῷ Ἀπόλλωνι ὡς οἷα μουσικῆς τεχνίτην. διὸ καὶ Κινύρης ἐκλήθη παρωνύμως τῇ κινύρᾳ. τὰς δὲ θυγατέρας αὐτοῦ πεντήκοντα οὔσας ἁλέσθαι εἰς θάλασσαν καὶ εἰς ἀλκυόνας μεταπεσεῖν. Ἄλλοι δέ φασιν αὐτὸν ἐν Πάφῳ ὀμόσαντα Μενελάῳ πέμψειν πεντήκοντα ναῦς, μίαν μόνην ἀποστεῖλαι, τὰς δὲ λοιπὰς ἐκ γῆς πλάσαντα πέμψαι καὶ γηΐνους ἄνδρας ἐν αὐταῖς, καὶ οὕτω σοφίσασθαι τὸν ὅρκον, ὀστρακίνῳ στόλῳ δεξιωσάμενον. [Παραπηκτέον δὲ τῇ εἰρημένῃ Κυπριακῇ ξενίᾳ τῶν Ἀχαιῶν καὶ τὴν Δηλιακήν, ἣν καὶ ὁ Λυκόφρων ἱστορεῖ, πάνυ λαμπροτέραν οὖσαν τῆς ἐν Κύπρῳ. αὕτη μὲν γὰρ εἰς ἅπαξ γέγονεν, ὁ δὲ ἐν τῇ Δήλῳ ξενίσας τὸ Πανελλήνιον οὐκ ἠρκέσθη δαψιλευσάμενος οἴκοι τὰ εἰς τὸν Ξένιον ἐπὶ μετρίῳ καιρῷ, ἀλλ' ἤθελε παρακατασχεῖν τοὺς Ἀχαιοὺς καὶ εἰς δέκα περιπλομένους ἐνιαυτοὺς καὶ διδόναι ὡς οἷον ἔκ τινος θαλάσσης ἀντλεῖν τὸν ἐκείνου πολύρρουν πλοῦτον ἡσυχῇ μένοντας. Κατὰ δέ τινας καὶ ἐς αὐτὴν Τροίαν τὸ τοιοῦτον ἐκείνοις ζωογόνον [140] ῥεῦμα μετωχέτευσε, δοὺς αὐτοῖς τὰς θυγατέρας τὴν Οἰνώ, τὴν Σπερμὼ καὶ τὴν Ἑλαΐδα, ὧν ἦσαν τρόφιμοι τὸ πᾶν στράτευμα, χορηγεῖν δυναμένων τεραστίως τὰ τρέφοντα, ὡς ‹ὁ› μῦθός φησιν.]

(v. 21) Ἰστέον δὲ ὅτι οὐ φαίνεται εἰδὼς Ὅμηρος ξενίαν Κινύρου, ἀλλὰ σέβας μόνον τὸ ἐξ ἀκοῆς. "Πεύθετο γάρ", φησί, "Κύπρονδε μέγα κλέος" καὶ ἑξῆς. οἵα δὲ ἡ Κύπρος εἰς πλοῦτον καὶ λοιπὴν εὐδαιμονίαν, αἱ ἱστορίαι δηλοῦσιν. ὅτι δὲ καὶ Ἄμασις πρῶτος ἀνθρώπων Κύπρον κατεστρέψατο εἰς φόρου ἀπαγωγήν, Ἡρόδοτος ἱστορεῖ, ἐξ οὗ ἔστι νοῆσαι καὶ ὅτι ὁ Κινύρης Ἰωνικῆς διαλέκτου ἐστίν, ἐπεὶ καὶ ὁ κυματίας ποταμὸς κυματίης παρ' ἐκείνῳ εἴρηται. καὶ ταῦτα μὲν τοιαῦτα.

(v. 20-23) Ὅμηρος δέ φησιν, ὅτι ὁ Κινύρης θώρακα ἔδωκε τῷ βασιλεῖ "ξεινήϊον εἶναι. πεύθετο γὰρ Κύπρονδε μέγα κλέος, οὕνεκ' Ἀχαιοὶ εἰς Τροίην νήεσσιν ἀναπλεύσεσθαι ἔμελλον, τοὔνεκά οἱ τόν", ἤγουν τοῦτον, "δῶκε χαριζόμενος βασιλῆϊ", καὶ δώροις οὕτως οἰκειούμενος τὴν Ἑλληνικὴν φιλίαν καὶ οὐ δήπου διδοὺς εἰς ποινὴν ἀστρατείας, ὡς ὁ τῷ Ἀγαμέμνονι ὑποτελῶν Σικυώνιος Ἐχέπωλος τὴν ὑμνουμένην Αἴθην τὴν τοῦ Ἀγαμέμνονος ἵππον ἐξ ἀνάγκης αὐτῷ ὡς οἰκείῳ βασιλεῖ δέδωκεν, ἵνα μὴ στρατεύσηται.

(v. 24) Εἶτα ἐκφράζων ὁ ποιητὴς τὸν τοιοῦτον θώρακα, ὁποῖος ἂν καὶ ἦν, εἴτε ἁλυσειδωτὸς εἴτε ἐκ φολίδων, τοῦτο γὰρ οὐ παρασημαίνεται, λέγει ὅτι τούτου δέκα οἶμοι, τουτέστιν οἷον ζῶναι, ὁδοί, ῥάβδοι ὀρθαί, "ἔσαν μέλανος κυάνοιο, δώδεκα δὲ χρυσοῖο καὶ εἴκοσι κασσιτέροιο· κυανέοι δὲ δράκοντες ὀρωρέχατο ποτὶ δειρὴν τρεῖς ἑκάτερθεν", ἤγουν οἱ ὅλοι ἕξ, "ἴρισιν ἐοικότες", τῷ κυρτώματι δηλαδή, "ἅς τε Κρονίων ἐν νέφεϊ στήριξε τέρας μερόπων ἀνθρώπων". Ἔνθα φασὶν οἱ παλαιοί, ὡς διδάσκει ὁ ποιητὴς μηδὲ τὰ τυχόντα κατὰ τὸ αὐτόματον γίνεσθαι, εἴγε καὶ τοῦτο τὸ περὶ τὸν ἀέρα πάθος, ἡ ἶρις, οὐχ' οὕτως εἰκῇ συμπίπτει, ἀλλὰ σημαίνει τι τῶν μελλόντων, ὡς καὶ ἐν ἄλλοις δεδήλωται. Ἰστέον δὲ καὶ ὅτι Ξενοφάνους περὶ τῆς ἴριδος ἐν ἡρωϊκοῖς ἔπεσιν οὕτω φράζοντος "ἥν τ' ἶριν καλέουσι, νέφος καὶ τοῦτο πέφυκε πορφύρεον καὶ φοινίκεον καὶ χλωρὸν ἰδέσθαι", οἱ ἀκριβέστεροι ὁρμώμενοι ἐκ τοῦ "ἐν νέφεϊ ἐστήριξε" φασὶν οὐ νέφος εἶναι τὴν ἶριν, ἀλλὰ πάθος περὶ νέφος. πάντως [141] γὰρ ἄλλο ἐστὶ τὸ στηριζόμενον καὶ ἄλλο τὸ ἐν ᾧ στηρίζεται. Ἔστι γὰρ κατὰ τοὺς παλαιοὺς ἡ ἶρις πάθος περὶ τὸν ἀέρα, ἐξ ἡλιακῶν ἀκτίνων τὴν αἰτίαν ἔχουσα, ὑγρῷ νέφει ἐμφαινομένη. καὶ τοιαῦτα μὲν ταῦτα.

(v. 20) Ἐν δὲ τῷ "δῶκε ξένιον" καιριωτάτη λέξις τὸ "δῶκε". διὸ καὶ νῦν ἐπιμένει δὶς αὐτὴν εἰπών. [Τὸ δὲ "δῶκε ξεινήϊον εἶναι" ἢ ἔλλειψιν ἔχει τοῦ ὥστε, ἵνα λέγῃ ὅτι ἔδωκεν ὥστε ξένιον εἶναι, ἢ περιττότητα τοῦ εἶναι, ἧς χρῆσις οὐ μόνον τὸ ἑκὼν εἶναι παρὰ τοῖς παλαιοῖς, ἀλλὰ καὶ τὸ "χρηστὴν ἡμῖν τὸ τήμερον εἶναι τὴν γαλήνην ἐστόρεσε".]

(v. 21) Τὸ δὲ μέγα κλέος τοῦ Ἑλληνικοῦ στόλου ὑποδηλοῦται διὰ τοῦ φθάσαι τοὺς Κυπρίους δῶρα πέμψαι οὐ μετὰ τὸ εἰς Τροίαν πλεῦσαι, ἀλλ' ὅτε ἀναπλεύσεσθαι ἔμελλον.

(v. 22) Καὶ ὅρα τὸ "ἀναπλεύσεσθαι". ἀνάπλους γάρ, ὡς καὶ προεδηλώθη, ὁ ἀπὸ Ἑλλάδος ἐπὶ τὸν Ἑλλήσποντον πλοῦς, καὶ ἀναβάσει ἐοικὼς διὰ τὸν ἐκεῖθεν κατάρρουν. [Τὸ δὲ "μέγα κλέος" ὅτι τὸν παρὰ τοῖς ὕστερον Μεγακλῆν συντίθησι, καθὰ καὶ τὸ εὐρὺ κλέος τὸν Εὐρυκλέα, δῆλόν ἐστι.] Τὸ δέ γε "νήεσσιν ἀναπλεύσεσθαι" ἢ ἐκ περιττοῦ ἔχει τὸ νήεσσιν ἢ βούλεται μεγάλας ἐνταῦθα νῆας νοεῖσθαι, δι' ὧν ἦν πλεῦσαι τοσοῦτον πέλαγος, ὡς ἐντεῦθεν τὰς σχεδίας καὶ τὰς ἁλιάδας μὴ ἁπλῶς νῆας, ἀλλὰ μετά τινος προσθήκης λέγεσθαι, οἷον μικρὰς νῆας ἢ τοιοῦτόν τι, ὥσπερ ἄλλαι μακραὶ λέγονται ἢ φορτηγοὶ ἢ ἄλλως ὁπωσοῦν.

(v. 23) Τὸ δὲ "χαριζόμενος" γενικόν ἐστι τοῦ δωρεῖσθαι. ‑ πᾶν γὰρ δῶρον χάρις ἐστί ‑ καὶ ὡς ὑπὸ γένος αὐτὴν ἀνάγεται.

(v. 24) Αἱ δὲ ῥηθεῖσαι ῥάβδοι ἢ ζῶναι μία παρὰ μίαν ἐοίκασι κεῖσθαι, πλεοναζουσῶν τῶν ἐκ κασσιτέρου τῷ μεταξὺ κεῖσθαι, καὶ οὕτω τῇ παραβολῇ [142] τῶν χρωμάτων πολὺς ὁ κόσμος ἐγίνετο ξενίζων τὸν θεατήν.

(v. 24-26) Τῶν δὲ δώδεκα τοῦ χρυσοῦ ῥάβδων αἱ μὲν δέκα συνεπεμερίζοντο ταῖς κυανέαις, ὡς εἰκός, αἱ δὲ δύο περὶ τὰ προστέρνια παρενεβέβληντο, ὡς ἂν εἴη πλείων ἡ στιλπνότης τοῦ χρυσοῦ πρόσθεν. Τὰς δὲ κασσιτερίνας οἴμους σίδηρον νοητέον ἀλειφόμενον κασσιτέρῳ εἰς ἀργύρου σχῆμα, ὡς καὶ τὰς κυανέας ἔγκαυσιν ἐχούσας ἢ χείμευσιν μέλαιναν τὴν διὰ κυάνου. ἴσως δὲ καὶ αἱ χρυσαῖ σίδηρος ἦσαν χρυσῷ συγκαλυπτόμενος.

(v. 24) Τὸ δὲ "οἶμος" βαρύνεται κανόνι τοιῷδε. Τὰ εἰς ος δισύλλαβα μονογενῆ ἀπὸ τῆς οι ἀρχόμενα φιλεῖ βαρύνεσθαι, ὅτε πρὸ τῆς ος σύμφωνον ἢ σύμφωνα ὑπάρχει, οἷον οἶκος, οἶτος, οἶμος, οἶκτος, οἶστρος. Τὸ Οἰός ‑ δῆμος δέ ἐστιν Ἀττικῆς ‑ ὀξυτόνως οὐκ ἔχει σύμφωνον πρὸ τοῦ ος. Ὁ δὲ ῥηθεὶς Οἰός ἔοικε καὶ Οἴη λέγεσθαι. Διὸ καὶ ὁ ἐκ τοῦ τοιούτου δήμου Οἴηθεν ἐλέγετο καθ' ὁμοιότητα τοῦ Ἀθήνηθεν καὶ Θήβηθεν. εἰ δὲ ἴσως ἄλλος δῆμός ἐστιν ὁ Οἰὸς καὶ ἄλλος ἡ Οἴη, ζητητέον ἑτέρωθεν.

(v. 26) Κύανος δὲ εἶδός τι χρώματος μέλανος, ἐξ οὗ τὸ κυάνειον, καὶ ὑφαιρέσει τοῦ διχρόνου κυάνεον, καὶ ἐν συναιρέσει κυανοῦν, τοιοῦτον δὲ καὶ τὸ χρῶμα τοῦ οὐρανοῦ [143] ἀναγκαίως κατὰ τοὺς Φυσικούς, ὁπηνίκα ἐστὶ πάντῃ ἀνέφελος. Τὸ δὲ "ὀρωρέχατο" Ἰωνικόν, ἔστι μὲν ὅμοιον τῷ ἐπεπλέχατο καὶ τοῖς ὁμοίοις, δηλοῖ δὲ τὸ ἐτέταντο. Καὶ ἔστι σχῆμα δεινὸν καί, ὡς εἰπεῖν, τεράστιον, καταχάσκοντες δειρῇς κυάνεοι δράκοντες. ὡς γὰρ ἐπὶ ἁρπαγῇ ἔχασκον συντεινόμενοι. ἐοίκασι δὲ καὶ ἐπικυρτοῦσθαι τοὺς αὐχένας οἱ τοιοῦτοι δράκοντες κατά τινα κυκλικὴν καμπήν.

(v. 27) Διὸ καὶ ἴριδι ἕκαστος αὐτῶν ἔοικε τοῦτό γε. οὐ γὰρ δήπου κατὰ τὸ χρῶμα. κυάνεοι γὰρ αὐτοί, ἡ δὲ ἶρις οὐ τοιαύτη, ὡς εἴρηται. Ἧς νῦν ἡ ἄρχουσα συνέσταλται, πρὸς διαστολὴν ἴσως τῆς μυθικῆς ἀγγέλου Ἴριδος, ἐκείνης γὰρ τὸ κατάρχον ι ἐκτείνεται. [Τοῦτο δὲ διὰ τὸ δίσημον γίνεται τῶν διχρόνων. διὸ ἐν τῷ "ἴρισιν ἐοικότες" ἡ μὲν ἄρχουσα συνέσταλται, ἡ δὲ μετ' αὐτὴν δευτέρα ἐκτείνεται μεταθέσει χρόνου, ὁποία τις γίνεται καὶ ἐν τῷ Κρονίων Κρονίονος. τινὲς μέντοι τὴν παραλήγουσαν τοῦ "ἴρισι" θέσει μακρὰν ποιοῦσι, διπλάζοντες ἐνταῦθα τὸ σίγμα.]

(v. 28) Τὸ δὲ "τέρας μερόπων ἀνθρώπων" οὐ συνήθως πέφρασται. Διὸς μὲν γὰρ τέρας αἱ ἴριδες ὀρθῶς ἂν ῥηθεῖεν, ἀνθρώπων δὲ οὐκ ἄν. μάλιστα δὲ ἀντιπτωτικῶς τέρας ἀνθρώποις εἰσίν. [(v. 26) Ἐν τούτοις δὲ προσθετέον εἰπεῖν καί, ὡς ἡ ποτι πρόθεσις ποτὲ μὲν φωνήεντος ἐπαγομένου ἐκθλίβει ἀναλόγως τὸ ι, ὡς δῆλον ἐκ τοῦ ποταίνιον, τοῦ ἀλλαχοῦ ῥηθέντος, καὶ ἐκ τοῦ πότωπον, τὸ πρόσωπον, ποτὲ δὲ καὶ συμφώνου ἐπιφερομένου τὸ αὐτὸ πάσχει, ὡς δηλοῦται ἐν τῷ "πὸτ τῶ Διός", ὅ ἐστι πρὸς τοῦ Διός.] Καὶ τοιοῦτος μὲν ὁ θώραξ τῷ βασιλεῖ, ἄλλως μὲν ἐν τῇ βῆτα ῥαψῳδίᾳ σεμνότερον διασκευασθέντι, ἐνταῦθα δὲ καινότερον ὡπλισμένῳ.

(v. 29-31) Τὸ δὲ ξίφος αὐτὸ μὲν ἥλοις χρυσέοις παμφαίνει. Τὸ δὲ κουλεὸν ἦν "ἀργύρεον, χρυσέοισιν [144] ἀορτήρεσσιν ἀρηρός", ὅ ἐστι χρυσοῦς ἔχον ἀορτῆρας, ἤγουν ἀναφορεῖς, καὶ ὡς ἄν τις εἴπῃ δημοτευόμενος, βαστάγια ἢ κρεμαστῆρας, ἀπὸ τοῦ ἀείρω. ἐξ οὗ καὶ πήρας ἀορτήρ.

(v. 32) Τὴν δὲ ἀσπίδα τοῦ βασιλέως ἀμφιβρότην λέγει, πολυδαίδαλον, θοῦριν, καλήν. Ἔνθα σημείωσαι ὅτι τε, ὥσπερ ἀλλαχοῦ θοῦρις ἀλκή ἡ θοῦρόν τινα ποιοῦσα, ὅ ἐστιν ὁρμητίαν, οὕτω καὶ ἀσπὶς θοῦρις, καθὰ καὶ "θοὸς ζυγὸς εἰρεσίας" παρὰ Σοφοκλεῖ ὁ μὴ αὐτὸς ὢν ταχύς, ἀλλ' αἴτιος τοῦ ἐπιταχύνεσθαι νῆα κωπηλάταις.

(v. 33) Καὶ ὅτι τὸ "καλήν" ἐφερμηνευτικόν ἐστι τοῦ πολυδαίδαλον. τὸ γὰρ πολυδαίδαλον εἴη ἂν καὶ καλόν. Τὰ δ' ἐφεξῆς διεξοδικώτερον δηλοῦσι κατὰ διασκευήν, πῶς καὶ πολυδαίδαλος ἦν καὶ καλὴ ἡ ἀσπίς.

(v. 33-35) Φησὶ γὰρ "ἣν πέρι μέν", ἤγουν περὶ ἣν δή, "κύκλοι δέκα χάλκεοι ἦσαν, ἐν δέ οἱ ὀμφαλοί", ὅ ἐστι βοῦλλαι, "ἦσαν ἐείκοσι κασσιτέροιο λευκοί, ἐν δὲ μέσσοισιν ἔην μέλανος κυάνοιο", ὀμφαλὸς δηλαδή. Ταῦτα δὲ μίμημα τοῦ κόσμου εἶναί φασιν οἱ περὶ τὸν Κράτητα. Διὸ πολυδαίδαλός τε εἴρηται διὰ τὴν τῶν κοσμικῶν εἰδῶν ποικιλίαν καὶ τὴν τῶν χρόνων καὶ τῶν καιρῶν, καὶ ἀμφιβρότη δέ, ἐπεὶ τοὺς βροτοὺς περιείληφεν. οἱ δὲ κύκλοι δηλοῦσι τούς τε παραλλήλους, τὸν ἀρκτικόν, τὸν θερινὸν τροπικόν, τὸν ἰσημερινόν, τὸν χειμερινὸν τροπικὸν καὶ τὸν ἀνταρκτικόν, καὶ τοὺς ἀνακεκραμένους κολούρους, καὶ τοὺς δύο λοξούς, τὸν γαλαξίαν καὶ τὸν ζῳδιακόν, ναὶ μὴν καὶ τὸν ὁρίζοντα, οὓς καὶ χαλκοῦς λέγει, ὡς καὶ τὸν οὐρανὸν χάλκεον. οἱ ὀμφαλοὶ δέ, φασί, τοὺς ἀστέρας αἰνίττονται. καὶ τοιαῦτα μὲν οἱ Ἀλληγορηταί, λέγοντες καὶ ὅτι καλῶς οὐρανοῦ φέρει μίμημα ἡ τοῦ βασιλέως ἀσπίς, ὃν φθάσας Ὅμηρος ὄμματα καὶ κεφαλὴν ἴκελον ἔφη τῷ Ὀλυμπίῳ Διΐ.

(v. 36 s.) Ὁ δέ γε ποιητὴς [145] τὰ ἑαυτοῦ ποιῶν λέγει περὶ τῆς ἀσπίδος καὶ ταῦτα "τῇ δ' ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο", ἤγουν κύκλῳ ἦν, "δεινὸν δερκομένη, περὶ δὲ Δεῖμός τε Φόβος τε". Δηλοῖ δὲ διὰ τούτων συμβολικῶς τὸ κατὰ θέαν γοργὸν καὶ δέους ποιητικὸν καὶ φοβερὸν τοῦ ἥρωος, ὡς ἐν ἀλληγορίας λόγῳ, καθὰ καὶ ἐπὶ τῆς αἰγίδος τῆς Ἀθηνᾶς ἐποίησεν. Ἢ καὶ ἄλλως κατὰ τοὺς παλαιούς, τὸ γοργότητος καὶ φόβου πεπληρῶσθαι τὴν ἀσπίδα. Μυθικῶς γὰρ δαιμόνιά τινα ἡ Γοργὼ καὶ ὁ Δεῖμος καὶ ὁ Φόβος, ἅπερ ὁ ποιητὴς περὶ τὴν ῥηθεῖσαν ἀσπίδα χορεύειν φησίν. Ἄρης οὖν αὐτόχρημα ὁ βασιλεύς, εἴγε καὶ αὐτὸν ὁ Δεῖμος καὶ ὁ Φόβος, οἱ τοῦ Ἄρεος ὀπαδοί, ἀμφέποντες περιτρέχουσι καί πως ὑπασπισταὶ αὐτοῦ γίνονται. Εἴ τι δὲ καὶ ἕτερον περὶ Γοργοῦς καὶ Δείμου καὶ Φόβου φασὶν οἱ παλαιοί, καὶ ἀλλαχοῦ μὲν σποράδην δηλοῦνται, οὐκ ἂν δὲ εἴη παρέλκον καὶ νῦν εἰπεῖν, ὅτι δαιμόνιόν τι πλάττεται ἡ Γοργὼ καταπληκτικὸν καὶ ἐκ μόνης ὄψεως, περὶ ἧς δηλοῖ καὶ ἡ Ὀδύσσεια. διὸ καὶ βλοσυρῶπιν αὐτὴν λέγει ὁ ποιητὴς καὶ δεινὰ δερκομένην. οἱ δὲ μεθ' Ὅμηρον καὶ Γοργόνα λέγουσι αὐτήν, οὐ κατὰ τὴν Σαπφώ, ἀλλὰ κατὰ τὴν τρυγόνα κλίνοντες, καὶ ἀπολιθοῦσθαι ὑπ' αὐτῆς τοὺς αὐτὴν ἰδόντας φασί. [Τοῦτο δὲ ἢ διὰ κάλλος ἀμύθητον ἐκπλῆττον τοὺς θεωμένους καὶ καθιστῶν ὡσεὶ καὶ ἀνδριάντας ἀκινήτους ἢ καὶ διὰ φόβον. λέγονται γὰρ αἱ Γοργόνες καὶ φοβεραὶ εἶναι οὕτως, ὡς δοκεῖν καὶ ἀπολιθοῦν μικροῦ δεῖν ὑπὸ δέους τοὺς ἐκείναις ἐμβλέποντας. Τὸ δὲ ἡ Γοργώ καὶ ἡ Γοργών ἔχει ὁμοιούμενα τὸ ἡ ἀηδών καὶ ἡ ἀηδώ, ὅθεν γενικὴ μὲν τὸ ἀηδοῦς, κλητικὴ δὲ τὸ ὦ ἀηδοῖ, ἔτι δὲ καὶ τὸ ἡ χελιδών καὶ ἡ χελιδώ, ἧς κλητικὴ τὸ ὦ χελιδοῖ. μήποτε δὲ καὶ Ὅμηρος οἶδε τὴν τῆς Γοργόνος κλίσιν ἐν τῷ Γοργονείη κεφαλή, καὶ ἐν συγκοπῇ Γοργείη. ἀπὸ γάρ τοι τοῦ ἡ Γοργώ Γοργῴα ὤφειλεν εἶναι, καθάπερ ἐκ τοῦ ἡ Λητώ γίνεται Λητῴα, κατὰ [146] τὸ "κἀκ τοῦδε μηνίσασα Λητῴα κόρη". Γνωστὸν δὲ τοῖς εἰδόσιν, ὅτι κατὰ τὸ Γοργών καὶ Γοργώ, ἀηδών καὶ ἀηδώ, χελιδών καὶ χελιδώ, οὕτω καὶ εἰκών καὶ εἰκώ, ἐξ οὗ εἰκοῦς τὰς εἰκόνας ἔφη ὁ Κωμικὸς πρὸς ἀναλογίαν τοῦ ἡ Σαπφώ τᾶς Σαπφοῦς.]

(v. 35) Ὅρα δὲ ὅτι τε οὐ μάτην τὸ "λευκοί" προσέθηκεν ἐν τῷ "ὀμφαλοὶ κασσιτέρου", ἀλλ' ἵνα δηλώσῃ τὸ ἄκρατον αὐτοῦ καὶ κυάνῳ ἀμιγές. [καὶ ὅτι τὸν κασσίτερον καὶ κασσίτηρον διὰ τοῦ η οἱ μεθ' Ὅμηρόν φασι, καὶ ὅτι ἐν τῇ προκειμένῃ τῶν βασιλικῶν ὅπλων διασκευῇ καὶ εἴκοσι τρισυλλάβως ἔφη ὁ ποιητὴς καὶ τετρασυλλάβως ἐείκοσι.]

(v. 33-36) Καὶ ὅτι ἐπιμένει ὑπαρκτικοῖς ῥήμασι, τῷ ἦσαν καὶ ἔην καὶ ἦν.

(v. 36) Καὶ ὅτι τὸ βλοσυρόν φανερῶς δι' ἑνὸς σ γράφεται, περὶ οὗ ἀλλαχοῦ ἀκριβέστερον εἴρηται, [ἀφ' οὗ ἡ βλοσυρῶπις γίνεται συντεθεῖσά τε κατὰ τὴν γλαυκῶπιν καὶ τὸ αὐτὸ δηλοῦσα νόημα κατὰ τοὺς ἀλληγοροῦντας]. Καὶ τοιαύτη μὲν καὶ ἡ βασιλικὴ ἀσπίς.

(v. 38-40) "Τῆς δ' ἐξ ἀργύρεος", φησί, "τελαμὼν ἦν", ὅ ἐστιν ἱμάς, ἀναφορεύς, "αὐτὰρ ἐπ' αὐτῷ κυάνεος ἐλέλικτο δράκων", προσφυῶς καὶ αὐτός. οὐ γὰρ ἦν δράκοντα χρυσοῦν πλάσασθαι ἢ ἀργυροῦν. Δοκεῖ δὲ οὐ τετανὸς διηνεκῶς εἶναι, ἀλλὰ ἑλικτὸς κατὰ σχῆμα ἕρψεως, ὡς δηλοῖ τὸ "ἐλέλικτο". "Κεφαλαὶ δέ οἱ", φησίν, "ἦσαν τρεῖς ἀμφιστεφέες", ἤγουν κατὰ κύκλον καμπτόμεναι, ἢ ἀμφιστρεφέες, ὅ ἐστιν ἀλλήλαις συμπεπλεγμέναι, "ἑνός", φησίν, "αὐχένος ἐκπεφυυῖαι", [ὃ δὴ ἀνάπαλιν ἔχοι ἂν πρὸς τὸ ἐμπεφυυῖαι, ὡς ἡ Ὀδύσσεια δηλοῖ.] Καὶ οἱ μὲν παλαιοὶ μίμημα τοῦ κόσμου καὶ ταῦτα εἶναί φασιν αἰνιττομένου τοῦ ποιητοῦ. Ὅμηρος δὲ καὶ ἄλλως τοῦ μικροῦ τούτου ἐπαινετέος πάνυ ἐστίν. οὐδὲ γὰρ ἦν ἄλλῳ τινὶ σχήματι καταποικῖλαι τὸν τελαμῶνα εἰς στενὸν συνηγμένον καὶ εἰς μῆκος συρόμενον, εἰ μὴ τῷ τοῦ δράκοντος, [147] ὃς δολιχὸς ἕλκεται καὶ στενός.

(v. 41 s.) Οὕτω δὲ καὶ τὴν βασιλικὴν ὅλην ἀσπίδα σὺν καὶ τῷ κατ' αὐτὴν τελαμῶνι περιεργασάμενος ὁ ποιητής, εἶτα περιτίθησιν αὐτῷ καὶ κυνέην ἀμφίφαλον "τετραφάληρον ἵππουριν. δεινὸν δέ", φησί, "λόφος καθύπερθεν ἔνευε".

(v. 43-45) Δίδωσι δὲ καὶ δύο ἄλκιμα δοῦρα, "ὀξέα", ὧν ὁ χαλκὸς τῆλε ἀπ' αὐτόφιν οὐρανὸν εἴσω ἔλαμπεν.

(v. 45 s.) Ἐφ' οἷς οὐ μόνον ἀνδρεῖον, ἀλλὰ καὶ θεοφιλῆ τὸν βασιλέα παραδεικνὺς ἐπάγει· "ἐπὶ δ' ἐγδούπησαν Ἀθηναίη τε καὶ Ἥρη, τιμῶσαι βασιλῆα πολυχρύσοιο Μυκήνης". Ἐνταῦθα δέ τις εἰπὼν τὸ "τῆλε δὲ χαλκὸς ἀπ' αὐτῶν οὐρανὸν εἴσω ἔλαμπεν" ὅμοιον εἶναί πως τῷ πρὸ ὀλίγου ῥηθέντι τῷ "τῆλε δὲ χαλκὸς ἔλαμπεν ὥστε στεροπὴ Διός", ἤτοι ἀέρος, θαρρήσοι ἂν φάναι καὶ ὅτι τολμήσας ἤδη ὁ ποιητὴς ἀστραπῇ παρεικάσαι τὴν τοῦ ὅπλου αὐγὴν καὶ ῥᾷον παραδεχθεὶς τερατεύεται προσφυῶς ἐνταῦθα καί τινα οἷον ταύτην ἐν μάχῃ βροντήν, εἰπὼν "ἐπὶ δ' ἐγδούπησαν" καὶ ἑξῆς, ὡς προέκκειται, ὡς τοῦ τῆς βροντῆς δούπου τῇ ἀστραπῇ συντρέχοντος. Ἔνθα καὶ ὅρα ὅπως τὸ τῆς βασιλικῆς ὁπλίσεως χωρίον οὐ μόνον καλὸν τῇ ἐκφράσει, ἀλλὰ καὶ φοβερὸν καὶ σεμνὸν δέ, οἷς οὐδὲν ἀφελῶς φράζει, ἀλλὰ τὰ πλείω τερατωδέστερον, καὶ οὐ κοινῶς, ἀλλὰ ποιητικώτερον. Δοκεῖ δὲ ὁ μὲν τῆς Ἥρας δοῦπος βοὴν μεγάλην ἀερίαν σημαίνειν, ὁποία τις καὶ ἡ τῆς Ἔριδος κατὰ τὸ "βοὴ δ' οὐρανὸν ἷκε". διὸ μετ' ὀλίγα καὶ ὁ ἀὴρ Ζεὺς κυδοιμὸν ὦρσε κακόν. ὁ δὲ τῆς Ἀθηνᾶς τὸν ἐκ φρονήσεως στρατηγικῆς καὶ ἐγκελεύσεως γινόμενον ἐπίτηδες ἐπὶ ἐρεθισμῷ πολὺν ἦχον, οἷα εἰκός, καὶ τήν, ὡς ὁ ποιητὴς ἐρεῖ, ἄσβεστον βοήν.

(v. 41) Ἰστέον δὲ καὶ ὅτι τὸ "τετραφάληρον" διασαφητικόν ἐστι τοῦ ἀμφίφαλον. ἡ γὰρ ἀμφοτέρωθεν ἔχουσα φάλους, ἤγουν ἐκ δεξιῶν καὶ ἀριστερῶν, καὶ αὖθις ἔμπροσθεν καὶ ὄπισθεν, κατὰ μὲν τὰς δύο συζυγίας τὴν ἔμπροσθεν ὄπισθεν καὶ τὴν δεξιοαριστεράν, λεχθείη ἂν ἀμφίφαλος, κατὰ δὲ τὴν καθέκαστον τετράδα εἴη ἂν τετραφάληρος. ἡ δὲ τοιαύτη καὶ λοφωτή ἐστιν, εἴγε κατά τινας οἱ φάλοι πρὸς λόφου ἐχρησίμευον ἔκδεσιν, ὡς ἐν τῇ πρὸ ταύτης ῥαψῳδίᾳ εἴρηται.

(v. 42) Διὸ καὶ ἐπήγαγεν "ἵππουριν". εἶτα πλέον σαφηνίζων φησὶ [148] "δεινὸν δὲ λόφος ἔνευεν". ὅτι δὲ δεινὸν ὁ τοιοῦτος νεύει λόφος, προδεδήλωται ἐν τοῖς περὶ Ἀστυάνακτος.

(v. 43) Ἄλκιμα δὲ δοῦρα, ὅ ἐστιν ἀλκιμοποιά, τὰ πολεμικά, πρὸς διαστολὴν ἑτέρων ξύλων τῶν ἁπλῶς, ὡς τὸ "ἑκατὸν δέ τε δούρατ' ἀμάξης", ὅ ἐστι ξύλα. Εἶτα σαφέστερον φράζων φησὶ "κεκορυθμένα χαλκῷ", τουτέστιν ἄνω περὶ τὴν ὡσανεὶ κεφαλὴν τὴν ἀπ' ἐναντίας τῷ κάτω σιδηρέῳ οὐριάχῳ, φοροῦντα σίδηρον, ὡς οἷα καί τινα κόρυθα.

(v. 44) Ὀξέα δὲ τὰ τοιαῦτά φησι πρὸς διαστολὴν τῶν ἐσφαιρωμένων δοράτων, ἐκεῖνα γὰρ οὐ προφαίνει τὴν ὀξύτητα. Ἐνταῦθα δὲ σημείωσαι καὶ ὅτι ἐνδοξότερον ἐπὶ βασιλέως νῦν εἶπεν ὁ ποιητὴς ἤπερ ἐπὶ τοῦ Διομήδους ἀλλαχοῦ. ἐκεῖ μὲν γὰρ εἶπεν ὅτι ἔλαμψεν ὁ χαλκὸς ὡς ἀστραπὴ πατρὸς Διός, ἤτοι ἀέρος, περὶ τὰ κατώτερα δηλαδή, ἐνταῦθα δέ, ὅτι τῆλε χαλκὸς οὐρανὸν εἴσω ἔλαμπεν, ὡς καὶ ἄνω τῆς τοιαύτης λαμπηδόνος ἀνατρεχούσης ἕως καὶ εἰς οὐρανόν.

(v. 45) Τὸ δὲ "ἐγδούπησαν" μεσολαβοῦν ἔσχε τὸ γ διὰ τραχύτητα φωνῆς. πάντως γὰρ οὐκ ἔστι φυσικόν. οὔτε γὰρ ὁ γδοῦπος ἐν ἁπλότητι εὕρηται οὔτε γδουπῶ ῥῆμα. συνθέτως μέντοι ἐρίγδουπος λέγεται. οὐχ' οὕτω δὲ τραχύφωνον τὸ γδουπεῖν ὡς τὸ βροντᾶν, ἔχει δὲ ὅμως τραχύτητος ἰδιότητα καὶ ὁ γδοῦπος, καθὰ καὶ ὁ κτύπος καὶ ὅσα τοιαῦτα.

(v. 46) Περὶ δὲ Μυκήνης, καὶ πῶς πολύχρυσος λέγεται, καὶ ὡς ἠφάνισται τῷ μακρῷ χρόνῳ ἐς τοσοῦτον, ὡς μηδὲ ἴχνος αὐτῆς φαίνεσθαι, προδεδήλωται ἱκανῶς. Σημείωσαι δὲ ὅτι οὐκ ἂν οὕτω πολὺν ἀνάλωσε λόγον ὁ ποιητὴς εἰς τὴν βασιλικὴν ὅπλισιν, εἰ μὴ μεγάλα τινὰ ἔμελλεν ἱστορήσειν περὶ αὐτοῦ. ἐπεὶ μηδὲ ἐχρῆν αἰσχῦναι ἀρετὴν ὅπλων ἔργων φαυλότητι. καὶ ἔστι κἀνταῦθα μάλιστα οἰκεῖον εἰπεῖν, ὡς ἐσθλὰ ἐσθλὸς ἔδυνε. καὶ ἔοικε μὲν καὶ ἄλλοτε τὰ τοιαῦτα τεύχεα πεφορηκέναι ὁ βασιλεύς, Ὁμήρῳ δὲ νῦν ἤρεσεν οὕτως αὐτὸν λαμπρῶς ὁπλίσαι, ὁπηνίκα ἔμελλεν ἀνδραγαθίαις ἐλλάμψεσθαι. Πολλαχοῦ δὲ εἴωθεν ὁ ποιητὴς κατά τινα διαλείμματα φιλοτιμεῖσθαι γραφῆς καινότητας, ἐξεγείρων μεθόδοις τοιαύταις τὸ οἷον ὑπνηλὸν καὶ ὕπτιον τῆς ἀφηγήσεως, ὅσγε καὶ νῦν ἐν τοῖς κατὰ τὸν Κινύραν καὶ τοῖς ἑξῆς θαυμασίαν [149] οἵαν δαιταλουργίαν ῥητορείας ἐσκεύασεν, ἱστορήσας εὐμεθόδως παλαιόν τι, οὐ μὴν ἐκ τοῦ δεκάτου ἔτους, ἐκφράσας καινότερον ὡς οὐδαμοῦ ἐν τοῖς πρὸ τούτων, τερατευσάμενος, ἀλληγορίας ἐμφήνας, καλλιρρημονήσας, εἴτ' οὖν εἰς κάλλος φράσας, καὶ ὅλως εἰπεῖν, ἀλλοιώσας τὸν ἀκροατὴν ἐξ ὧν πολεμικῶς τὰ πρὸ τούτων ἤκουσεν.

(v. 47-50) Ὅτι οὐ πάντες ἔφιπποι τῆς τάφρου ἐξήλασαν ἐπὶ πόλεμον. οἱ γοῦν περὶ τὸν βασιλέα πεζοὶ ἐξῆλθον, ἐπιτάξαντες πρότερον τὰ περὶ εὐκοσμίας ἵππων. Φησὶ γοῦν "ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν ἐπὶ τάφρῳ, αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες ῥώοντο", ἤγουν ἐρρωμένως ἐκινοῦντο "ἄσβεστος δὲ βοὴ γένετο ἠῶθι πρό".

(v. 47) Ἔστι δὲ ἐπιτέλλειν τὸ μετὰ ἑτέρας προθέσεως λεγόμενον ἐντέλλεσθαι, ὅ ἐστιν εἴς τι τέλος ἔργου προκαλεῖσθαι, λέγεται δέ ποτε παθητικῶς καὶ αὐτὸ ἐπιτέλλεσθαι. ἀπὸ δ' αὐτοῦ σπανίως μὲν ἐπιτολή ἡ ἐντολή, ὡς ἐπὶ πολὺ δὲ ἐπιστολή πλεονασμῷ τοῦ σ, ἐπεὶ καὶ αὐτὸ τὸ ἐπιτέλλειν ἐπιστέλλειν εὑρίσκεται.

(v. 48) Τοῦ δὲ "ἐρυκέμεν" πρωτόθετον τὸ ἐρύειν, ὅ ἐστιν ἑλκύειν. ὡς γὰρ ἐπὶ πολὺ ἐρύονται ἵπποι καὶ τὰ τοιαῦτα ἐν τῷ κωλύεσθαι. [Σαφέστερον δὲ εἰπεῖν, τὰ ὁπωσοῦν ἐρυόμενα, ἤγουν ἑλκόμενα, ζῷα ἐπέχονται τοῦ θέειν ἄνετα. ἴσως δὲ καὶ παρὰ τὸ ἐρύω, τὸ φυλάσσω, γίνεται τὸ ἐρύκω, οὗ παράγωγον τὸ ἐρυκάκω καὶ ἐρυκακέω, ὧν χρῆσις πολλαχοῦ.]

(v. 49) Περὶ δὲ πρυλέων, ὅ ἐστι πεζῶν, προγέγραπται. Τὸ δὲ "θωρηχθέντες" διασαφητικόν ἐστι τοῦ "σὺν τεύχεσι" καὶ ὡς οἷον ταὐτολογεῖ.

(v. 50) Ἐν δὲ τῷ "βοὴ ἄσβεστος", εἰ μὲν ἐπὶ κραυγῆς νοήσει τις τὴν βοήν, οὐκ ἀγαθή ἐστιν ἡ τροπή, ἐὰν δὲ μάχη νοηθείη ἡ βοή, ἔχεται λόγου. καυστειρὸς γὰρ καὶ πυρόεις ὁ πόλεμος, ὅθεν καὶ δηΐς, ἡ μάχη, παρὰ τὸ δαίω, τὸ καίω. διὸ καλῶς ὁ ἐπὶ πολὺ ἐκκαιόμενος [150] πόλεμος ἄσβεστος ἂν βοὴ λέγοιτο. Τοῦ δὲ "ἠῶθι πρό", ἤγουν ἐκ πρωΐας, ὁ σχηματισμὸς κατὰ τὸ "Ἰλιόθι πρό", καὶ "οὐρανόθι πρό".

(v. 52-55) Ὅτι κυδοιμόν, ὡς ἀνωτέρω ἐρρέθη, ὄρσας κακὸν ὁ Ζεὺς καθῆκεν ὑψόθεν ἑέρσας, ὅ ἐστι δρόσους, "αἵματι μυδαλέας ἐξ αἰθέρος", δι' ὧν ἐδήλου πολὺν ὄλεθρον καὶ χύσιν αἵματος ἔσεσθαι Τρώων τε καὶ Ἑλλήνων. Φησὶ γοῦν "οὕνεκ' ἔμελλε πολλὰς ἰφθίμους κεφαλὰς Ἄϊδι προϊάψειν", ὅπερ παρῴδηται ἀπὸ τοῦ "πολλὰς δ' ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψε".

(v. 55) Καὶ ὅρα τὸ κεφαλάς, χρήσιμον ὂν εἰς τὸ "Τεῦκρε φίλη κεφαλή", καὶ "τοίην γὰρ κεφαλὴν ποθέω", ὡς ἀδιάφορον ὂν ψυχὴν εἰπεῖν ἢ κεφαλήν. τοῦτο δὲ διὰ τὸ δοκεῖν ἐν κεφαλῇ ἱδρῦσθαι τὸ τῆς ψυχῆς θειότατον. Ἰστέον δὲ ὡς τοιαῦτα ἐρεῖ Ὅμηρος καὶ ἐν τοῖς ἑξῆς, ὅπου τὸν Σαρπηδόνα ὁ Πάτροκλος ἀναιρεῖ, ἔνθα τὸ ἑέρσας αἵματι μυδαλέας ψιάδας αἱματοέσσας ἐρεῖ. Φασὶ δὲ οἱ παλαιοὶ οὐ μόνον τέρας εἶναι τοῦτο, ἀλλὰ καὶ ἄλλως εἰκότως καὶ κατὰ φύσιν γενέσθαι. ἐπεὶ γὰρ ἔπληθον αἵματος οἱ περὶ Τροίαν τόποι, ἀναγκαίως καὶ αἱ δρόσοι αἱματώδεις εἰσὶν ὡς ἐκ τῶν ἐκεῖ οὖσαι ἀναθυμιάσεων. καὶ τοῦτο μὲν τοιοῦτον. Λέγεται δὲ ὑπ' ἄλλων καί τι καινότερον. περὶ γὰρ τὰ Ἀρμένια ὄρη καὶ χιόνες, φασίν, ἐρυθραὶ καταρρήγνυνται διὰ τὸ ἐκ μιλτώδους γῆς ἀναθυμιάσεις τοιαύτας ἀναφερομένας ὅμοιον ἀποτελεῖν τὸν πίπτοντα νιφετόν. καὶ τοιόνδε μὲν καὶ τοῦτο. Τεθεώρηται δὲ οὐ πρὸ πολλοῦ καὶ τῆς Μακεδόνων γῆς περὶ τὸν εἴτε Ἄξιον εἴτε Βαρδάριον καταρραγεῖσα ὕφαιμος ἁδρὰ χάλαζα, [σημαίνουσα, ὡς ἔοικε, δεινά. ὧν ἡ πεῖρα μετ' οὐ πολὺ κατήραξεν ἐπ' ἀπωλείᾳ τῆς γείτονος πόλεως.] Ὡς δὲ καὶ ποταμοί ποτε ἔρρευσαν αἵμασιν, ἱστόρηται καὶ αὐτό. [Οὕτω δὲ καὶ ὅτι οὐ μόνον εἰς αἷμα χρῴζονται ὕδατα πολλάκις, ὡς καὶ τὸ ὕδωρ τῆς ἐν Βαβυλῶνι, φασί, λίμνης ἐρυθρὸν ἐπί τινας ἡμέρας γίνεται, ἀλλὰ καὶ εἰς ἑτεροίας χρόας. αὐχμῶν γοῦν, φασί, γενομένων ποτὲ περὶ τὸν Νεῖλον ἐρρύη τὸ ὕδωρ ἰῶδες καὶ ἦν φαῦλον καὶ αὐτὸ τέρας. πολλοὶ γὰρ τῶν Αἰγυπτίων ἀπώλοντο. Καὶ τὸ τοῦ Βορυσθένους δέ, φασί, κατά τινας χρόνους ἰοβαφὲς ὁρᾶται. Εἰ δέ τισιν ὕδασι καὶ πράσιον ὦπται συμβεβηκὸς χρῶμα, ἀλλ' αὐτὸ οὐ σημεῖον, πάθος δὲ ἀπὸ γῆς φυμάτων τοιουτοχρόων.]

(v. 53) Ἰστέον δὲ ὡς, εἰ κατὰ κοινὴν ἐτυμολογίαν ἔρση, ἡ δρόσος, γίνεται ἀπὸ τοῦ ἄρδω, ἄρσω, ὡς τὰ περὶ γῆν [151] ποτίζουσα, ἢ ἀπὸ τοῦ ἐν τῇ ἔρᾳ σεύεσθαι, ψιλοῖτο ἂν καὶ αὐτὴ καὶ ἡ ἀπ' αὐτῆς κατὰ πλεονασμὸν γινομένη ἐέρση. πρὸς ὅπερ ἀντιφωνεῖ τὸ "λωτόν θ' ἑρσήεντα", καὶ τὸ "χωρὶς δ' αὖθ' ἕρσαι", ὡς ἐν Ὀδυσσείᾳ κεῖται. ἀπὸ τούτων γὰρ δασύνεσθαι ἡ ἕρση δείκνυται. διὸ ἔστιν εἰπεῖν ὡς ἀπὸ τοῦ ῥέζω, τὸ πράττω, γίνεται κατὰ μετάθεσιν ἕρζω, καὶ ἐξ αὐτοῦ ἕρση καὶ ἑέρση, ἡ ἀνυστικὴ καὶ δραστική, ἵνα οὕτω δασύνοιντο διὰ τὴν θεματικὴν δασεῖαν.

(v. 54) Μυδαλέαι δὲ αἱ δίυγροι ὡς ἀπὸ τοῦ ὕδατος, ὅθεν καὶ τὸ μυδᾶν.

(v. 56-60) Ὅτι καὶ τῶν Τρωϊκῶν ἡγεμόνων τοὺς μὲν δίχα ἐπιθέτων προάγει, τοὺς δὲ μετὰ ἐπιθέτων, τὸν μὲν Ἕκτορα μέγαν ὀνομάζων, ἀμύμονα δὲ τὸν Πολυδάμαντα, δῖον δὲ τὸν Ἀγήνορα, τὸν δὲ Ἀκάμαντα ἠΐθεον, ἐπιείκελον ἀθανάτοισι, περὶ δὲ Αἰνείου περιφραστικῶς λέγων, ὅτι Τρωσὶ θεὸς ὣς τίετο δήμῳ, ἤγουν τῷ δήμῳ τῶν Τρώων, οὐ μὴν τοῖς βασιλεῦσιν. οἱ μὲν γὰρ τοῦ δήμου ὡς καὶ ἀγαθὸν καὶ εὐγενῆ καὶ ἀνδρεῖον ἐτίμων αὐτόν, τῷ δὲ βασιλικῷ γένει ζηλοτυπία τις ὑπῆν πρὸς αὐτόν, οἷα μετὰ τοὺς Πριαμίδας βασιλεύσειν ἐλπιζόμενον, ὡς ἐν τοῖς ἑξῆς φανήσεται. Ὅρα δὲ περὶ τοῦ ῥηθέντος Ἀκάμαντος, ὅτι καθ' Ὅμηρον ἠΐθεος ὢν ἔτι, ὅμως μετὰ τῶν ἀριστέων ἦν. Τοῦ δὲ τόπου τούτου ἡ ἔννοια ἐλλιπῶς ἔχει ῥήματος. εἰπὼν γὰρ "Τρῶες δ' αὖθ' ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο, Ἕκτορά τ' ἀμφὶ μέγαν" καὶ ἑξῆς, τέσσαρας ὅλους στίχους ἀφῆκεν ἔκτοσθεν νοῆσαι τὸ "ἦσαν", οἷον· Τρῶες δὲ ἦσαν ἐν τῷ δεῖνι τόπῳ ἀμφὶ τοὺς δεῖνα. ἴσως δὲ καὶ ἐκ τῶν ἀνωτέρω γραφέντων ἢ τὸ ἐκοσμήθησαν εἴληπται κατὰ κοινοῦ ἐκ τοῦ "ἐπὶ τάφρῳ κοσμηθέντες" ἢ τὸ ἐθορύβησαν ἐκ τοῦ "ἐν δὲ κυδοιμὸν ὦρσε κακὸν Κρονίδης".

(v. 61) Ὅτι Ἕκτωρ ἐν πρώτοις ἔφερεν ἀσπίδα πάντοσε ἴσην, ἤγουν προεμάχετο ἐν σταδαίᾳ μάχῃ. παρακατιὼν δὲ παραφράζει τὸ ἐν πρώτοις φέρειν ἀσπίδα, εἰπὼν τὸν Ἕκτορα μετὰ πρώτοισι φαίνεσθαι. ἔνθα πρώτους λέγει, οὓς ἀλλαχοῦ προμάχους ἔφη.

(v. 62-66) Ὅτι τὸν Ἕκτορα ἐπ' ἄλλοτε ἄλλῳ μέρει ὀξέως ἐπιφαινόμενον καὶ ὅτε μὲν προμαχοῦντα καὶ οὕτω προφαινόμενον, ὅτε δὲ ἄλλως ἀποκρυπτόμενον καὶ οὕτω μὴ ὁμοῦ πᾶσι φαινόμενον πανταχοῦ, ἔτι δὲ καὶ τῷ ὁπλισμῷ ἐλλαμπόμενον, ἀστραπῇ τε [152] εἰκάζει καὶ ἀστέρι, ὃς ποτὲ μὲν φαίνεται, ποτὲ δ' ὑπονέφελος γίνεται. Φησὶ γὰρ "οἷος δ' ἐκ νεφέων ἀναφαίνεται οὔλιος ἀστὴρ παμφαίνων, τοτὲ δ' αὖτις ἔδυ νέφεα σκιόεντα, ὣς Ἕκτωρ ὅτε μέν τε μετὰ πρώτοισι φάνεσκεν, ἄλλοτε δ' ἐν πυμάτοισι κελεύων· πᾶς δ' ἄρα χαλκῷ λάμπεν ὥς τε στεροπὴ πατρὸς Διὸς αἰγιόχοιο". ὃ καὶ ἐπὶ τῆς τοῦ Διομήδους αἰχμῆς φθάσας εἶπεν ὁ ποιητής. Ἔνθα ὅρα ὡς τὸν μὲν Ἑλληνικὸν βασιλέα εἰς πλάτος διεξοδικῶς ἐξέφρασεν ὁ ποιητής, ὅπως ὡπλίζετο, ἐπὶ δὲ Ἕκτορος ἠρκέσθη παραβολῇ βραχυτάτῃ τῇ κατὰ τὴν ἀστραπὴν δηλῶσαι τὸ λαμπρὸν τῆς ὁπλίσεως, ἅμα καὶ διδάσκων μὴ χρῆναι ἀεὶ γραφικῶς ἐμπλατύνεσθαι, ἀλλὰ καὶ ἐπιτροχάδην ὅτε δέοι λαλεῖν. Ὅρα δὲ καιρίαν λέξιν ἐπὶ ἀστέρων τὸ φαίνεσθαι, διὸ καὶ ἐπιμόνως εἴρηται "ἀναφαίνεται" καὶ "παμφαίνων" καὶ "φάνεσκεν".

(v. 62) Οὔλιος δὲ ἀστὴρ κατά τινας, ὥς που καὶ ἐν τοῖς ἑξῆς, ὁ τοῦ κυνός, ὡς φθοροποιὸς διὰ τὰ ὑπὸ κύνα ὀλέθρια καύματα. Οἱ δὲ κομήτην τοῦτον ἀστέρα νοοῦσιν, ὃς φθορὰν ὑποσημαίνει φανείς, οἱ δὲ τὸ οὔλιον αὔλιον γράφουσιν, ὅ ἐστιν ἕσπερον, ὃς δηλαδὴ εἰς αὖλιν ἄγει τὰ ζῷα, τουτέστιν αὐλίζεσθαι ποιεῖ. Διαφορὰν δὲ ἀστέρος καὶ ἄστρου, τὴν καὶ ἀλλαχοῦ δηλουμένην, Ἐρρένιος Φίλων φησὶν ἐν τῷ Περὶ διαφόρων σημαινομένων λέγων, ὡς ἀστὴρ μὲν ἕκαστος τῶν ἐν τῷ ζῳδίῳ, καθ' ὅ φαμεν τὴν ἄρκτον ἐξ ἀστέρων τόσων συγκεῖσθαι, ἄστρον δὲ τὸ ὅλον ζῴδιον τὸ ἐκ πολλῶν ἀστέρων συνεστώς.

(v. 63) Τὸ δὲ "ἔδυ νέφεα" ἐντελῶς ῥηθὲν δηλοῖ, ὅτι τὸ "ἔδυ" ἁπλῶς οὕτω λεγόμενον ἐλλιπῶς ἔχει, οἷον "ἔδυ ὁ ἥλιος". λείπει γὰρ ἐνταῦθα τόπος, ἵνα τὸ πλῆρες εἴη· ἔδυ ὁ ἥλιος τὴν γῆν ἢ κατὰ γῆς ἢ ὑπὸ γῆν.

(v. 64) Τὸ δὲ ὁτέ ἀντὶ τοῦ ποτέ οἱ ἀρχαῖοι παροξυτόνως φασίν, ὡς καὶ ἐν τῇ ῥω φανεῖται ῥαψῳδίᾳ. [(v. 65) Τὸ δὲ "ἄλλοτε δ' ἐν πυμάτοισι" φανερῶς παριστᾷ, ὡς καὶ ἐν τῷ "μετὰ πρώτοισι φάνεσκεν" ἡ μετα πρόθεσις τῇ εν ἰσοδυναμεῖ.] Τὸ δὲ "κελεύων" ἀσφαλῶς κεῖται, ἵνα λέγῃ, ὅτι οὐ διὰ δειλίαν πύματος ὁ Ἕκτωρ ἐφαίνετο, ἀλλ' ὀτρύνων στρατηγικῶς τοὺς ὄπισθεν οἷα οὐραγός. [Ἰστέον δὲ ὅτι τὸ κελεύειν οὐ μόνον ἐπιτακτικὸν ἔστιν εἰπεῖν, ἀλλὰ καὶ γενικώτερον ὀτρυντικὸν ἢ ἐπισπευστικὸν ἢ ἐρεθιστικόν. διὸ καὶ οἱ Μηχανικοὶ κελεύειν λέγονται, ὅτε τὰ οἰκεῖα τεχνῶνται, ὁμοίως δὲ καὶ οἱ [153] ναυτικοί, ὡς δηλοῖ καὶ ὁ Κωμικὸς ἐν τῷ "κατακέλευε δή".] Τὸ δὲ "πᾶς χαλκῷ ἔλαμπεν" ἀντὶ τοῦ ὅλος. πολλαχοῦ δὲ οὕτω φράζει ὁ ποιητής, εἰ καὶ κυρίως τὸ πᾶς ἐπὶ πλήθους λαμβάνεται καὶ οὐκ ἐπὶ μιᾶς συνεχοῦς ὁλότητος. Ὅρα δὲ καὶ ὡς πάνυ καίριον τὸ τῆς παραβολῆς. καθὰ γὰρ ἀστὴρ ἐκ νεφέων παμφαίνων αὖθις ἔδυ νέφεα, οὕτω καὶ ὁ Ἕκτωρ ποτὲ μὲν ὡς οἷα νέφει τινὶ ἐκρύπτετο τῇ τοῦ στρατοῦ πυκνότητι δυόμενος εἰς βάθος καὶ ὀτρύνων αὐτούς, ἢ καὶ οὐραγῶν καὶ διὰ τοῦτο τοῖς Ἀχαιοῖς μὴ φαινόμενος πρὸς καιρόν, ποτὲ δὲ ἀνεφαίνετο, ὅτε δηλαδὴ πρόμαχος ἦν, [οὐ λαμπόμενος ἔξωθέν ποθεν, ἀλλ' αὐτὸς λάμπων χαλκῷ καθάπερ εἰ καὶ ἥλιος φωτί.]

(v. 66) Ὅρα δὲ καὶ ὅτι τὴν ἐκ τοῦ ἀστέρος παραβολὴν βραχύ τι πλατύνας τὴν τῆς στεροπῆς ἐπέτεμεν, ἵνα μὴ ῥητορεύσῃ μονοειδῶς, καὶ ὅτι τὸ "Διὸς αἰγιόχοιο" οὐ μάτην δοκεῖ ῥηθῆναι, ἀλλ' εἰς δεῖξιν τοῦ ἐν καιρῷ μάλιστα στεροπῆς αἰγίοχον τὸν Δία εἶναι.

(v. 67-71) Ὅτι οὐκ ἀεὶ μέν, πολλάκις δὲ ὅμως καιροῦ οἱ πάλαι θερισταὶ ἀπὸ περάτων ἀρχόμενοι ληΐου, ὅτε ἴσως μέγα τε εἴη ἐκεῖνο καὶ εὔκαρπον καί, ὡς ὁ ποιητὴς λέγει, μάκαρος ἀνδρὸς καὶ διὰ τοῦτο εὐτυχοῦς, ἐτελεύτων εἰς τὰ μέσα, ἔριν ἀγαθὴν ταύτην ἱστῶντες καὶ ἁμιλλώμενοι τάχιον συντελέσαι τὸ ἔργον. Τοιούτοις θερισταῖς παραβάλλει νῦν τοὺς ἐξ ἀντιπροσώπου μαχομένους ὁ ποιητὴς λέγων "οἳ δ' ὥς τ' ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν ὄγμον ἐλαύνουσιν ἀνδρὸς μάκαρος κατ' ἄρουραν πυρῶν ἢ κριθῶν, τὰ δὲ δράγματα ταρφέα πίπτει, ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπ' ἀλλήλοισι θορόντες δῄουν, οὐδ' ἕτεροι μνώοντ' ὀλοοῖο φόβοιο", ἀλλὰ δηλαδὴ κατὰ τοὺς ῥηθέντας θεριστὰς ἐχώρουν ἀλλήλοις ἀντιμέτωποι. Καὶ ἔστιν καὶ ἡ παραβολὴ αὕτη ἁρμόττουσα ὅλη ὅλῳ τῷ πράγματι, ἐναντίοι γὰρ ἀλλήλοις καὶ οἱ θερισταὶ καὶ οἱ μαχηταί, καὶ ὥσπερ ἐκεῖ συχνὰ πίπτει δράγματα, οὕτως ἐνταῦθα συχνοὶ νεκροί.

(v. 72) Ὅτι δὲ ἡ λεχθεῖσα παραβολὴ ἐνέργειαν ἴσην παραδηλοῖ ἀμφοῖν τοῖν στρατοῖν, μεταλαβὼν ὁ ποιητὴς εὐθὺς ἐπιφέρει "ἴσας δ' ὑσμίνῃ κεφαλὰς ἔχον", ὅ ἐστιν ἰσοψύχως ἐμάχοντο, καί, ὡς κεῖται ἀλλαχοῦ, "ἕνα θυμὸν εἶχον". ἤδη γὰρ πρὸ βραχέων ὅμοιον εἶναι ἐρρέθη κεφαλὴν εἰπεῖν καὶ ψυχήν. Ἐπεὶ δὲ ἡ ῥηθεῖσα παραβολὴ οὐδὲν ἐλάλει ἄγριον καὶ πολέμῳ οἰκεῖον, ἐπάγει ἑτέραν εὐθὺς ταύτην "οἳ δὲ λύκοι ὣς θῦνον", τουτέστιν οὐχ' ἁπλῶς οὕτως ἐναντίοι ἀλλήλοις ἦσαν κατὰ τοὺς ἀμητῆρας, ἀλλ' ὡς οἱ λύκοι πρὸς τὰ ζῷα, καθ' ὧν ἐναντίοι ὁρμῶσιν. [154] Ἐπίτομος δὲ αὕτη παραβολή, ἐπενεχθεῖσα τῇ τῶν ἀμητήρων, διεξοδικωτέρᾳ οὔσῃ, καθὰ καὶ πρὸ ὀλίγων τῇ τοῦ ἀστέρος τὴν τῆς στεροπῆς ἐπήνεγκε, μεστώσας ἐπίτηδες καὶ τὸν παρόντα τόπον παραβολαῖς διὰ συνήθη ἐνάργειαν.

(v. 68) Ὄγμος δὲ ὁ προαροτριαθεὶς τόπος καὶ ἀνοιγεὶς ἑλκυσμῷ ἀρότρου, ὡς ἀπὸ τοῦ οἴγω οἶγμος καὶ ὄγμος κατὰ τοὺς παλαιούς, ἢ ἐκ τοῦ ἕλκω ὅλγμος, καὶ ἀποβολῇ τοῦ λ ὄγμος, ἢ καὶ ἀπὸ τοῦ ἄγω ἄγμος καὶ ὄγμος ἡ ἐπίστιχος ἀγωγή. Σημαίνει γάρ, φασίν, ἐπίστιχον καὶ αὐλακώδη φυτείαν. Βαρύνεται δὲ κανόνι τοιούτῳ. τὰ εἰς ος λήγοντα δισύλλαβα μονογενῆ, ἀρχόμενα ἀπὸ τοῦ ο καὶ ἔχοντα δύο σύμφωνα, βαρύνεται· ὄκνος, ὄμβρος, ὄσσος, ὄρθρος, ὄρφνος, ὄλβος, ὄλμος. οὕτω γοῦν καὶ ὄγμος. Καὶ ὅρα δὲ καὶ ὅτι ἐπὶ βαδίσεως θεριζόντων ἐνταῦθα τὸ ἐλαύνειν τέθειται, γινόμενον ἀπὸ τοῦ ἐλάω πλεονασμῷ τοῦ υ καὶ ἐπενθέσει τοῦ ν. Πεποίηται δὲ ἡ λέξις αὕτη κατὰ Ἡρακλείδην διαλέκτοις τρισί, Βοιωτῶν μὲν γὰρ τὸ ἐλάω, καθὰ καὶ τὸ πεινάω καὶ διψάω καὶ τὰ ὅμοια, Αἰολέων δὲ ἡ προσέλευσις τοῦ υ, ὡς καὶ ἐν τῷ ψαύω, χραύω, αὔω, Δώριος δὲ ὁ πλεονασμὸς τοῦ ν, καθὰ καὶ ἐν τῷ δύνω καὶ θύνω.

(v. 72) Τὸ δὲ ἴσας ὑσμίνῃ κεφαλὰς ἔχειν μετηνέχθη μὲν τροπικῶς ἀπὸ ἀνθρώπων ἐχόντων ἰσότητα μεγέθους. ἔστι δὲ ἀλληγορία ῥητορικὴ καὶ δηλοῖ, ὡς οὐδεὶς τῷ τέως ὑπερεῖχε μαχόμενος, ἀλλ' ἰσοκέφαλος οἷον μέχρι τινὸς ἡ μάχη ἦν διὰ τὸ ἀνυπέροχον καὶ ἰσοπαλές. ἀμφοτέρων γάρ, ὡς ἐρεῖ, τὰ βέλεα ἥπτετο, πίπτε δὲ λαός. εἰπεῖν δὲ καὶ ἄλλως, λέγει ὁ ποιητής, ὅτι κατὰ μὲν τὰ σώματα ὑπερεῖχον ἄλλοι ἄλλων, τῇ δὲ ὑσμίνῃ ἴσας εἶχον κεφαλάς, ἤγουν, ὡς ἐρρέθη, ψυχάς. καὶ νῦν μὲν οὕτως, ἐν δὲ τοῖς ἑξῆς ἄλλως αὐτὸ φράσει δίχα τροπῆς καὶ σαφέστερον εἰπὼν "κατὰ ἶσα μάχην [155] ἐτάνυσε Κρονίων". Καὶ νῦν μὲν ἰσορροποῦσιν οἱ πρὸ μικροῦ τὸ ἔλαττον φερόμενοι, μικρὸν δὲ ὅσον περιέσονται τῶν Τρώων ἀναμαχησάμενοι καὶ τὴν ἧτταν ἀναπαλαίσαντες καὶ ἀρετῇ τὸ μεῖζον ἀπενεγκάμενοι, εἰ καὶ τὰ ἐκ τύχης ἀντιστατεῖ, καὶ οὕτω διὰ μέσης τῆς νῦν ἰσότητος μεταβάντες ἐπὶ τὸ μεῖζον ἐκ τοῦ πρώην ἐλάττονος. ἔχει δὲ τὸ ἀσφαλὲς ἡ τροπὴ ἐκ τοῦ "ὑσμίνῃ", οὐ γὰρ κατὰ μέγεθος ἴσας εἶχον κεφαλάς, ἀλλὰ κατὰ ὑσμίνην. Ἰστέον δὲ καὶ ὅτι καθ' ὁμοιότητα τῆς τῶν λύκων ἐνταῦθα γοργοτάτης παραβολῆς καὶ μετ' ὀλίγα ἐρεῖ "ὦρτο λέων ὣς Ἀτρείδης", καὶ "μεμαὼς ὥς τε λίς", ἀναλόγως τῇ τοῦ καιροῦ ἐντρεχείᾳ συντέμνων καὶ τὰς παραβολὰς καὶ τῇ τῶν ἔργων περισπερχείᾳ συντρέχων τῷ λόγῳ τεχνικῶς.

(v. 68) Τὸ δὲ "ἀνδρὸς μάκαρος" εἰς ἦθος παιδεύει, ὡς τοῖς τοιούτοις καὶ τῆς γῆς λίαν εὐφορούσης καὶ οὕτω θεριζομένης ὑπὸ πολλῶν ἀμητήρων καινότερον.

(v. 69) Πυρῶν δὲ καὶ κριθῶν ἡ παραβολὴ ἐμνήσθη οὐ μόνον διὰ τὸ τῶν σπερμάτων τούτων εὔχρηστον καὶ πολύχρηστον, ἀλλὰ καὶ ὅτι τοιούτοις ἐνευθηνοῦνται οἱ μάκαρες, οἳ καὶ ὄλβιοι, ὡς καὶ ἐν ἄλλοις δηλοῦται, λέγονται, ὡς ἐν ὀλαῖς, ὅ ἐστι κριθαῖς, τοῦ βίου ὄντος αὐτοῖς. Ἐξ ὧν ὀλῶν ὡς μέρους καὶ τἄλλα νοοῦνται γεώργια. Δράγματα δέ, ὧν ἡ χεὶρ δράττεται ἐν τῷ θερίζεσθαι. εἰ δ' αὐτὸ μὲν διὰ τοῦ γ, ἡ δὲ ἐκ τοῦ αὐτοῦ ῥήματος γινομένη δραχμή διὰ τοῦ χ γράφεται, ὁμοίωμα τούτοις πρὸς τὸ βρέγμα καὶ τὸν βρεχμόν καὶ τἄλλα ὅσα τοιαῦτα. [Τὸ δὲ "ταρφέα" καιριώτατα ἐνταῦθα κεῖται. πυκνά τε γὰρ καὶ συχνὰ τὰ πίπτοντα δράγματα, καὶ οἷα δὲ τρέφειν. [156] ἐξ οὗ καὶ τὸ τάρφος, ἤγουν δάσος, γίνεται καὶ τὸ ταρφύ, ὅπερ ἐστὶ δασύ.

(v. 70) Τὸ δὲ "ἐπ' ἀλλήλοισι θορόντες" ἢ καθ' ὑπερβατὸν ἀντὶ τοῦ ἐπεμπηδήσαντες ἀλλήλοις, ἢ καὶ ἑτέρως ἀντὶ τοῦ κατ' ἀλλήλων ὁρμήσαντες, κατὰ μετάληψίν τε προθέσεως καὶ ἀντίπτωσιν. ἔνθα καὶ σημειωτέον τὴν ἐπι πρόθεσιν ληφθεῖσαν ἐπὶ ἐναντιώσεως. καὶ ἔστι χρήσιμον καὶ τοῦτο εἰς τὸ "δαιμονίη, τί μοι ἐπέχεις", ἀντὶ τοῦ κατ' ἐμοῦ ἔχεις, καθ' οἷον λόγον καὶ ἐχθρῷ ἐπιχαίρει τις.

(v. 71) Τὸ δὲ "οὐδ' ἕτεροι μνώοντο φόβου" ἐγγύς ἐστι τοῦ ἑρμηνεύειν τί ἐστι τὸ ἴσας ὑσμίνῃ κεφαλὰς ἔχειν. εἰ γὰρ μηδέτεροι φεύγουσιν, ἐπίσης ἄρα δοκοῦσι μάχεσθαι καὶ οὐ κατὰ ἑτεραλκῆ τινα νίκην. διὸ κατὰ ἄρσιν καὶ θέσιν σχηματίσας ὁμοίας ἐννοίας φησίν· οὐδ' ἕτεροι ἔφευγον, ὡς οἷον ὑποκύψαντες, ἀλλ' ὄρθιοι τὰς κεφαλὰς ἐν ἰσότητι μάχης ἦσαν. [Ἀναγκαίως δὲ τὸ "οὐδ' ἕτεροι" ἐνταῦθα δέχεται ἀπόστροφον. Οὐ γὰρ λογίζεται ὡς ἕν, ἀλλὰ τέμνεται ἰδίᾳ ὁ σύνδεσμος. Φησὶ γὰρ ὅτι οὐδὲ ἐμέμνηντο φυγῆς θάτεροι διὰ τὸ ἑτεραλκὲς τῶν ἑτέρων.]

(v. 73-77) Ὅτι κατὰ σχῆμα προεκθέσεως ἀναφωνῶν ὁ ποιητής, ὡς ἐν τοῖς παροῦσιν οὐ παρενθήσει μυθικὰ ἐπεισόδια, καὶ ἅμα αἰνιττόμενος ὡς ἡ ῥηθεῖσα ἐκ τῶν ἀμητήρων παραβολὴ καὶ ἡ τῶν κεφαλῶν ἰσότης ἐξ Ἔριδος ὥρμηνται μάλα πολλῆς οὔσης ἄρτι κατὰ τὴν μάχην, φησὶν "Ἔρις δ' ἂρ ἔχαιρε πολύστονος εἰσορόωσα. οἴη γὰρ θεῶν παρετύγχανε μαρναμένοισιν. οἳ δ' ἄλλοι οὔ σφιν πάρεσαν", ἤγουν παρῆσαν, "θεοί, ἀλλὰ ἕκηλοι ἐν [σφοῖσιν", ἤγουν ἰδίοις,] "μεγάροις ἐκάθηντο, ἔνθα ἑκάστῳ δώματα καλὰ τέτυκτο κατὰ πτύχας Οὐλύμποιο". Ταῦτα δὲ παραφρασθέντα ἢ παρῳδηθέντα δύνανται προσαρμόττειν ἐνδόξοις προσώποις, ἃ ἐν καιρῷ ἔριδος ἔξω κινδύνου κάθηνται ἡσυχάζοντα. Καὶ ὅρα καὶ νῦν ὅτι τὴν ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ Ἔριν οὐκ εἰς ποιότητα λαμβάνει ὁ ποιητής, ἀλλὰ σωματοειδῆ τινα πλάττει. οὐ μόνον γοῦν ἵσταται, ὡς ἐρρέθη, ἐν νηῒ καὶ μέγα καὶ δεινὸν βοᾷ, ἀλλὰ καὶ χαίρει τοῖς μαχομένοις, οἷα μὴ μόνον πολύστονος, ἀλλ' ἤδη καὶ φιλόστονος. [Φαύλης δὲ τὰ τοιαῦτα ἔριδος ἐπίθετα. ἡ γάρ τοι ἀγαθὴ ἔρις ἀρετὴ οὖσα οὐκ ἂν τοιαύτη λέγοιτο, εἰ καὶ κάματοι ἐπακολουθοῦσιν αὐτῇ, οὓς γλυκεῖς κρίνουσιν οἱ κατ' ἀρετὴν ἐρίζοντες.] Τὸ δὲ "ἔνθα ἑκάστῳ δώματα" καὶ ἑξῆς, ἑρμηνευτικόν ἐστι τοῦ "ἐν μεγάροις", [157] ἵνα δηλώσῃ Ὀλύμπια ταῦτα εἶναι καὶ μὴ ἁπλῶς μέγαρα. οἷα δὲ ταῦτα καὶ ὅτι Ἡφαιστότευκτα, ἐν ἄλλοις δηλοῦται.

(v. 78-81) Ὅτι πάντεσ[, οἱ τοῖς Ἀχαιοῖς δηλαδὴ συμμαχοῦντες θεοί,] "ᾐτιόωντο Δία, οὕνεκ' ἄρα Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι. τῶν μὲν ἂρ οὐκ ἀλέγιζε πατήρ, ὃ δὲ νόσφι λιασθείς", ὅ ἐστι χωρισθείς, "τῶν ἄλλων ἀπάνευθε καθέζετο κύδεϊ γαίων". τοῦτο δὲ περὶ παντὸς ἂν λέγοιτο δυνατοῦ, ὃς τὰ δοκοῦντά οἱ ποιῶν ὀλίγα τῶν λοιπῶν ἐπιστρέφεται. Καὶ ὅρα τὸ "ἐβούλετο κῦδος ὀρέξαι Τρωσί" χρησιμεῦον καὶ αὐτὸ εἰς τὸ "Διὸς δ' ἐτελείετο βουλή". Τὸ δὲ πατήρ ἐν ἁπλότητι ῥηθέν, ὡς καὶ πρὸ βραχέων ἐν τῷ "πατρὸς Διός", ἐλλιπῶς ἔχει, τὸ δὲ πλῆρες ἐν τῷ "πατὴρ ἀνδρῶν τε θεῶν τε".

(v. 82 s.) Ὅτι γοργοτάτη καιρία διασκευὴ μάχης τὸ "εἰσορόων χαλκοῦ τε στεροπὴν ὀλλύντας τ' ὀλλυμένους τε".

(v. 84) Ὅτι καὶ νῦν, ὡς καὶ ἀλλαχοῦ, εἴς τι αὐξήσεως εἶδος τίθησιν ὁ ποιητὴς καὶ τὴν ἐξ ἀνατολῆς καὶ ἠοῦς, ὅ ἐστι πρωΐας, ἀνάβασιν τοῦ ἡλίου, ὡς δηλοῖ τὸ "ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ", ὡς ἔκτοτε φθίνοντος τοῦ ἤματος. διὸ καὶ ἡλίου φθίνασμα τὴν δύσιν ἔφη τις ποιητής. καὶ ἀναλογεῖν δὲ φθινάδι ὥρᾳ τὰ πρὸς δύσιν λέγεται ὥσπερ χειμερινῇ τὰ τῆς νυκτός, ἐαρινῇ δὲ τὰ ἑῷα. ὅθεν καὶ ἦρ ὁ ὄρθρος ὁμοφώνως τῇ ὥρᾳ. Ἱερὸν δὲ ἦμαρ κατὰ μὲν Πορφύριον τὸ μέχρι μεσημβρίας διὰ τὰς καὶ ἑτέρωθι δηλωθείσας τηνικαῦτα θυσίας. δύναται δὲ καὶ ἡ ὅλη νοηθῆναι ἡμέρα, καθὰ καὶ Ἡσίοδος τὰς νύκτας λέγει μακάρων εἶναι. εἰ γὰρ ἱερὸν κνέφας φησί που Ὅμηρος, πολλῷ πλέον τοιοῦτον τὸ ἦμαρ διὰ πολλὰ αἴτια. Ὅρα δὲ ὡς οὐ μετρεῖ ὥραις τὴν ἡμέραν, ἀλλὰ τῇ τοῦ ἡλίου ἄλλως ἁπλούστερον κινήσει, ὡς καὶ ἀλλαχοῦ ἐν τῷ "ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ", ἐξ οὗ ἡ μεσημβρία παρὰ τοῖς ὕστερον σύγκειται. ὡρῶν γάρ, φασί, μέτρησις οὔπω ἠκρίβωτο, ὡς καὶ αὐτίκα φανεῖται,

(v. 86-90) ἐν οἷς ὁ ποιητὴς ἀπὸ δρυτόμου ἐνταῦθα σημειούμενος τὴν μεσημβρινὴν ὥραν, καθ' ἣν μάλιστα κορέννυται κόπου ὁ δενδροτομῶν, φράζει οὕτως "ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὡπλίσατο δεῖπνον οὔρεος ἐν βήσσῃσιν, ἐπεί τ' ἐκορέσσατο [158] χεῖρας, τάμνων δένδρεα μακρά, ἄδος τέ μιν ἵκετο θυμόν, σίτου τε γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ, τῆμος Δαναοί", καὶ τὰ ἑξῆς. Καὶ τοιαύτη μὲν ἡ τοῦ ποιητοῦ φράσις.

(v. 86) Τὸ δὲ δρυτόμος ἐκ μέρους τοῦ δρυός, ὃς τίμιος ἐδόκει τοῖς παλαιοῖς διὰ τὰς πρεσβυτάτας καὶ παλαιφάτους βαλανηφόρους δρύας, τὸν ἁπλῶς ξυλοκόπον καὶ ὑλοτόμον δηλοῖ, ὥσπερ καὶ δρυμά καὶ δρυμών οὐ μόνον ὁ δρύας ἔχων τόπος, ἀλλὰ καὶ λοιπὰ δένδρα. καὶ δρυοκολάπτης, ὁ πᾶν ξύλον κολάπτων ἐπὶ ἀνευρέσει οὗ ζητεῖ. ὁ δ' αὐτὸς τρόπος καὶ ἐπὶ [τοῦ προειρημένου] δρυφάκτου καὶ ἐπὶ δρυκάρπων, ἅπερ εἰσὶ ξύλων καρποὶ καὶ τῶν ὁμοίων. διὸ καὶ ὁ ποιητὴς δρυτόμον εἰπὼν ἐπάγει "τάμνων δένδρεα", οὐ μὴν δρῦς μόνους, ὡς εἶναι ταὐτὸν τὸ τάμνειν δένδρεα καὶ τὸ δρυτομεῖν καὶ τὸ δενδροτόμον καὶ δρυτόμον. [Ἰστέον δὲ ὅτι, ὥσπερ δρῦς ἅπαν δένδρον, ἤδη δὲ καὶ πεύκη, ὡς καὶ Εὐριπίδης δηλοῖ ἐν τῷ "τὴν ἐν Ἴδῃ πεύκην", οὕτω καὶ δόρυ οὐ μόνον ἰδίως λόγῳ μέρους τὸ πολεμικὸν ξύλον, ἀλλὰ καὶ ἅπαν, ὡς δῆλον ἐκ τοῦ "δούρατα μακρὰ ταμών", καὶ "ὅς τ' εἶσι διὰ δουρὸς ὑπ' ἀνέρος", καὶ "οὐ γάρ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης".] Τὸ δὲ "ὡπλίσατο" ἀντὶ τοῦ ἐσκεύασεν. ὅπλα γὰρ οὐ τὰ πολεμικὰ μόνον, ἀλλὰ καὶ τὰ παντὸς ἔργου καὶ ἁπάσης τέχνης ὄργανα. Ὅρα δὲ καὶ μέχρι πότε βούλεται ὁ ποιητὴς διήκειν τὸ δεῖπνον. ἕωθεν γὰρ ἄχρι καὶ μέσης ἡμέρας, ὅτε καὶ ὁ δρυτόμος μάλιστα κάμνει τάμνων δένδρεα οὐχ' ἁπλῶς, ἀλλὰ καὶ μακρά. Ὅτι δὲ τὸ δεῖπνον ἀορισταίνει, δῆλον. ὧδε μὲν γὰρ τὸ περὶ μεσημβρίαν δηλοῖ, ἀλλαχοῦ δὲ πολλαχοῦ τὸ πρωΐθεν, ἐν δὲ τῷ τέλει τῆς Κ ῥαψῳδίας τὸ ἅμα τῇ ἕῳ, ἔνθα δειπνῆσαι εἰπὼν τοὺς κατασκόπους, ἐπάγει "Ἠὼς δ' ἐκ λεχέων" καὶ τὰ ἑξῆς. ἴσως δὲ δεῖπνον ἄρτι τὸ περὶ μεσημβρίαν, διότι τηνικαῦτα δεῖ, τουτέστιν ἐλλείπει, τοῦ πονεῖν ὁ ἐργάτης, κορεννύμενος τὰς χεῖρας κατὰ τὸν ποιητὴν καὶ ἄδος πάσχων. οὗπερ ἀνάπαλιν δεῖπνον τὸ ἑωθινόν, ἐπεὶ τότε, ὡς καὶ ἄλλοθι δηλοῦται, δεῖ, ὅ ἐστι [159] χρεία ἐστί, πόνου τοῖς ἐργατικοῖς.

(v. 87) Τὸ "χεῖρας" ἔλλειψιν προθέσεως ἔχει, ἵνα ᾖ, ὅτι ἐκορέσατο κατὰ χεῖρας, πρὸς διαστολὴν τοῦ κατὰ ψυχὴν ἢ προθυμίαν. κατ' αὐτὰ γὰρ ἴσως οὐκ ἐκορέσατο. ἔχει δὲ καὶ τὸ "κορέσσατο" ἔλλειψίν τινα, ἵνα λέγῃ, ὡς ἐκορέσατο κόπου ἢ πόνου, ἢ μᾶλλον τοῦ δενδροτομεῖν. οὔκουν ἐπὶ μόνων βρωμάτων τὸ κορέσασθαι. κόρος γὰρ κοπή τίς ἐστιν, ὡς ἡ ἐτυμολογία δηλοῖ, διὸ ἐγκόπτει ἐπὶ βρώσεως μὲν τὸ φαγεῖν, ἐπὶ δὲ ἐργατῶν τὸν ἐν ἔργοις κάματον. Ὕπεστι δ' ἐνταῦθα καί τι ἀστεῖον τοιοῦτον. κορεσάμενος γὰρ χεῖρας ὁ δρυτόμος ὁπλίζεται καὶ ἄλλως γαστέρα κορέσασθαι. οὐκ ἐξετύπωσε δὲ τὸ τοιοῦτον ὁ ποιητὴς νόημα, ἵνα μὴ ἀφῇ λαλεῖν σεμνῶς, ἀστεϊσάμενος οὐ κατὰ καιρόν.

(v. 88) Τὸ δὲ "ἄδος", ὅ ἐστι κόρος, ἡρμήνευται ἤδη διὰ τοῦ κορέσσατο, ζητητέον δ' αὐτοῦ τὸ γένος. Σημείωσαι δὲ ὅτι τε ψιλοῦται ἡ τῆς λέξεως ταύτης ἄρχουσα, καὶ ὅτι ἐν ἑνὶ δέλτα γράφεται καὶ ὅτι συστέλλεται τὸ κατάρχον α, εἰ καὶ ἐν τῷ "καμάτῳ ἀδηκότες", ἤτοι κορεσθέντες, ἐκτείνεται τὸ ἐν ἀρχῇ τῆς μετοχῆς δίχρονον. ὥστε τὸ ἄδην, ὅ ἐστι δαψιλῶς, οἷα συστοιχοῦν τούτοις καλῶς ἂν δι' ἑνὸς δέλτα ἐκφέροιτο, ἐπεί τοι καὶ τὸ ἀδηκότες οὕτω γράφεται. [Καὶ τὸ ἀδημονεῖν δέ, οὗ πρωτότυπον ἀδήμων ἀδήμονος, ὁ ἐκ λύπης ὡς οἷα καί τινος κόρου, ὃς ἄδος λέγεται, ἀναπεπτωκώς.]

(v. 89) Τὸ δὲ "περὶ φρένας", ἤγουν περισσῶς τὰς φρένας, "ἵμερος αἱρεῖ" πρὸς ὁμοιότητά τινα εἴρηται τοῦ κορέσσατο χεῖρας. ὁ γὰρ δρυτόμος καμάτου μὲν κατὰ χεῖρας κορέννυται, βρώσεως δὲ κατὰ φρένας ἱμείρεται. Εἰς δὲ τὸ μετὰ κάματον ἐφίεσθαι τροφῆς τὸν δρυτόμον παραπηγνύουσιν οἱ παλαιοὶ καὶ τὴν κατὰ Σωκράτην ἱστορίαν, ὃς πολλά ποτε περιπατήσας ἑσπέρας πρὸς τὸν πυθόμενον "τί τηνικάδε, ὦ Σώκρατες;" ἔφη ὄψον ζητεῖν. καὶ ὁ μὲν [160] ἀκούσας ᾤετο τὸν φιλόσοφον προσόψημά τι ἐθέλειν, ὁ δὲ ἐδήλου, ὡς κοπιῶ, ἵνα ἡδέως φάγοιμι. ἔστι γὰρ ὄντως ὁ γυμναστικὸς πόνος βρώσεως ὄψον, καὶ οὐδὲν οὕτως ἡδὺ ὄψον ὡς τὸ μετὰ πόνον φαγεῖν. τοῦτο οὖν καὶ Ὅμηρος ἐνδεικνύμενός φησι τὸν δρυτόμον γλυκὺ σῖτον προσφέρεσθαι μετὰ κάματον, διδάσκων μετὰ πόνους ἐμφορεῖσθαι σιτίων πρὸς τὸ εὐόρεκτον.

(v. 90) Ὅτι ἔπαινος Ἑλλήνων τὸ "σφῇ ἀρετῇ ῥήξαντο φάλαγγας", εἰ καὶ ἄλλως δηλαδὴ ἡ τύχη ἐκώλυε. λέγει δὲ ῥήξασθαι τὸ διακόψαι συνασπισμὸν ἀντιμάχων, ὅπερ ὁ κατορθῶν δι' ἀνδρίας ῥηξήνωρ κατὰ τοὺς παλαιοὺς ἦν. Ἔστι δὲ τὸ "σφῇ ἀρετῇ" ὅμοιον πρὸς τὸ ὑπὲρ αἶσαν καὶ ὑπὲρ μόρον, ἤγουν ὑπὲρ τὸ πεπρωμένον. Ζεὺς μὲν γὰρ Τρώεσι βούλετο νίκην, Ἕλληνες δὲ νικῶσιν ἄρτι τῇ κατὰ αὐτοὺς ἀνδρίᾳ. Ἐνταῦθα δὲ δηλοῖ ὁ ποιητὴς καί, ὡς σωτήριον ἐν τοῖς δεινοῖς τὸ φιλάλληλον. φησὶ γάρ, ὅτι "Δαναοὶ ῥήξαντο φάλαγγας, κεκλόμενοι ἑτάροισι κατὰ στίχας". καὶ τοῦτό ἐστιν, ὃ ἐν ἄλλοις λέγει "συμφερτὴ δ' ἀρετὴ πέλει ἀνδρῶν".

(v. 91 s.) Ἱστορεῖ δὲ καὶ ὅτι πρῶτος ὁ βασιλεὺς ἕλεν ἄνδρα τὸν δεῖνα. οὐδὲ γὰρ ἐχρῆν τὸν οὕτω σεμνῶς φρασθέντα μὴ μέγα τι ποιῆσαι.

(v. 94) Κεῖται δ' ἐν τούτοις καὶ τὸ σπουδαίως πεζεῦσαι καταπηδῆσαι ἵππου. Φησὶ γὰρ "ἐξ ἵππων κατεπάλμενος ἀντίος ἔστη". Αἰολικῶς δὲ ψιλοῦται τὸ κατεπάλμενος.

(v. 95) Λέγει δὲ καὶ μετώπιον ἢ τὸ μέτωπον καθ' ὁμοιότητα τοῦ ἐνώπιον ἢ τὸ μεσόφρυον, ὡς καὶ μεταμάζιον τὸ μεταξὺ τῶν μαζῶν, καὶ μεταίχμιον τὸ μεταξὺ δύο στρατῶν. Φησὶ γὰρ "μετώπιον ὀξέϊ δουρὶ ἔνυξε". Καθὰ δὲ τὸ ἴχνος ἴχνιον οὐκ ἔστι παρ' Ὁμήρῳ ὑποκοριστικόν, οὕτως οὐδὲ τὸ μετώπιον. Σημειοῦνται γὰρ οἱ παλαιοί, ὡς καὶ ἐν Ὀδυσσείᾳ εἴρηται, μὴ εἶναι παρ' Ὁμήρῳ ὑποκορισμὸν διὰ τὸ μεγαλοπρεπὲς τῆς κατ' αὐτὸν ποιήσεως, εἰ μὴ ἄρα, φασίν, ἐν τῷ "μάλα γὰρ μέγα θηρίον ἦεν", ὅπερ ἐκ τῆς ὑποκοριστικῆς χθαμαλότητος ἐγήγερται διά τε τοῦ μάλα καὶ διὰ τοῦ μέγα.

(v. 96) Μέμνηται δ' ἐνταῦθα καὶ στεφάνης ὁ ποιητής, ὥς που καὶ πρὸ τούτων, εἰπὼν "δορὶ νύξεν, οὐδὲ στεφάνη οἱ δόρυ σχέθε χαλκοβάρεια". Ἔνθα ὅρα ὡς ἡ τῆς συνθέσεως φύσις ἴσχυσε προπαροξῦναι καὶ τὸ βαρεῖα, καθὰ καὶ τὸ δασεῖα, μετὰ σύνθεσιν. ἔφη γάρ που κυνέην ἱπποδάσειαν. ταῦτα δ' ἴσως διὰ τὸ καὶ τὰ ἀρσενικὰ αὐτῶν [161] προπαροξυνθῆναι ὁμοίως τῷ τραχύς ἄτραχυς, ὀξύς κάτοξυς, θῆλυς ἄθηλυς. ὡς γὰρ αὐτά, οὕτω καὶ χαλκόβαρυς, ὡς εἰκός, καὶ ἱππόδασυς. ὅθεν χαλκοβάρεια καὶ ἱπποδάσεια ὁμοίως τῷ ἡμίσεια, θήλεια.

(v. 968) Ἰστέον δὲ καὶ ὅτι γενναίαν πληγὴν δηλοῖ δόρατος τὸ "ἔνυξεν οὐδὲ στεφάνη δόρυ σχέθεν, ἀλλὰ δι' αὐτῆς ἦλθε καὶ ὀστέου, ἐγκέφαλος δὲ ἔνδον ἅπας πεπάλακτο, δάμασσε δέ μιν μεμαῶτα".

(v. 99 s.) Ὅτι σκώπτων τινὰς ὁ ποιητὴς συμβολικῶς ἅμα καὶ ἀστείως ἐπὶ σκιατραφίᾳ φησίν, ὅτι τοὺς μὲν ἀνελὼν ὁ βασιλεὺς "λίπεν αὖθι στήθεσι παμφαίνοντας, ἐπεὶ περίδυσε χιτῶνας". τοιούτων γὰρ ἀνδρῶν ἴδιον ἡ πολλὴ οὕτω λευκότης θαλαμευομένων καὶ γυναικιζομένων ὡς τὰ πολλά. Περιδύειν δὲ τὸ ὅλον ἐκδύειν δηλοῖ, πάντως δὲ ὕπτιοι κεῖνται οἱ οὕτω στήθεσι παμφαίνοντες. Σημείωσαι δὲ ὅτι, ὥσπερ ταπεινὸν τὸ παμφαίνειν στήθεσιν, οὕτω λαμπρὸν τὸ παμφαίνειν ὅπλοις. διὸ καὶ Ἕκτωρ χαλκῷ λάμπει ὡς ἀστραπή, καὶ τῷ στρατῷ δὲ ἀστραπὴ χαλκοῦ ἀπεπάλλετο, καθὰ εἶπε πρὸ βραχέων ὁ ποιητής.

(v. 104 s.) Ὅτι φανερῶς καὶ ἐνταῦθα δίδωσιν ὁ ποιητὴς διαφορὰν ἡνιόχου καὶ παραιβάτου ἐν τῷ "ὃ μὲν ἡνιόχευεν, ὃ δὲ παρέβασκεν", ἀφ' οὗ καὶ ὁ ἐπὶ τοῦ στρατιωτικοῦ ἅρματος παραιβάτης, ᾧ ἐῴκει παρὰ τοῖς μεθ' Ὅμηρον ὁ ἐν τοῖς γάμοις λεγόμενος πάροχος. Φησὶ γὰρ Παυσανίας, ὅτι ἐν γάμοις τρεῖς ἐπὶ ἁμάξης ἐκάθηντο, μέση ἡ νύμφη, ἑκάτερθε δὲ ὁ νυμφίος καὶ ὁ πάροχος, φίλος οὗτος ἢ συγγενὴς ὁ μάλιστα τιμώμενος καὶ ἀγαπώμενος. Ἔνθα σημείωσαι ἐπὶ οἵου σημαινομένου ὁ πάροχος ἔκειτο. οὐ γὰρ ἐπὶ τοῦ νῦν συνήθους, ὃς ἐκ τοῦ παρέχειν γίνεται, ἀλλ' ἐπὶ τοῦ, ὡς εἴρηται, παροχουμένου καὶ ὡσανεὶ παραιβάτου. Ἰστέον δὲ ὅτι νῦν μὲν ὁ βασιλεὺς τῶν Ἀχαιῶν ξυνωρίδας τινὰς ἵππων ζημιοῖ τῇ πτώσει τῶν ἐπ' αὐτοῖς ὀχουμένων, προϊὼν δὲ πολλοὺς ἵππους κενὰ ὄχεα κροταλίζειν ἀφίησιν, ἐμπίπτων αὐτοῖς ὡς πῦρ ὕλῃ δασείᾳ κατὰ τὸν ποιητήν. Εἰσὶ δὲ οὓς νῦν ἀναιρεῖ κατὰ συζυγίας· Βιήνωρ καί τις Ὀϊλεὺς [162] Τρωϊκός, ὁμώνυμος τῷ πατρὶ τοῦ Λοκροῦ Αἴαντος, ἔτι δὲ Ἶσος καὶ Ἄντιφος, υἱοὶ Πριάμου, καὶ Πείσανδρος καὶ Ἱππόλοχος, υἱοὶ Ἀντιμάχου.

(v. 101) Ἐν οἷς ὅρα ὅτι ὁ Ἶσος μὲν ἅπαξ ἐρρέθη ἐν τῷ "βῆ ῥ' Ἶσόν τε καὶ Ἄντιφον ἐξεναρίζων", ὁ δὲ Ἄντιφος τρίς. καὶ ἔοικε σιωπᾶν τὸν Ἶσον ὁ ποιητὴς διὰ τὴν ἐξ ὁμωνυμίας ἀσάφειαν. οὔτε γὰρ ὄγκον ἡ λέξις ἔχει καὶ πάνυ δὲ ἂν ἐπλάνα τὸν ἀκροατήν, εἰπών· Ἶσος ἡνιόχευε, καὶ Ἶσον ἔβαλε δουρί. διὸ καὶ ἐπιτηδευσάμενος ἅπαξ αὐτὸν εἰπεῖν τοῦ λοιποῦ σιωπᾷ, γνωρίζων αὐτὸν ἐκ τοῦ συζυγοῦντος Ἀντίφου.

(v. 102-104) Φησὶ γὰρ "υἷε δύω Πριάμοιο, νόθον καὶ γνήσιον· ὁ μὲν νόθος ἡνιόχευεν, Ἄντιφος αὖ παρέβασκε".

(v. 108 s.) Καὶ πάλιν "τὸν μὲν ὁ βασιλεὺς ἔβαλε δουρί, Ἄντιφον αὖ παρὰ οὖς ἔλασε ξίφει, ἐκ δ' ἔβαλ' ἵππων", ἤγουν ἐξέρριψε τοῦ ἅρματος, ὃ μετ' ὀλίγα "ἀφ' ἵππων ὦσε" φησίν.

(v. 101) Ὅρα δ' ἐν τοῖς ῥηθεῖσι καὶ ὅτι τὸ "αὐτὰρ ὃ βῆ ῥ' Ἶσόν τε καὶ Ἄντιφον ἐξεναρίζων" σχεδικῆς τερθρείας καὶ τοῦ κατὰ αὐτὴν λαβυρίνθου κεῖται λεληθότως ἀφορμὴ τοῖς ὕστερον, ὁποῖα καὶ ἄλλα παρὰ τῷ ποιητῇ, τεθέντα μὲν ἀπραγματεύτως κατὰ συνθήκην συνήθη, παρελκυσθέντα δὲ τοῖς γραμματικοῖς εἰς μίμησιν. προβέβληται μὲν γὰρ ἐνταῦθα ἐν τῷ "βῆ ῥ' Ἶσον" Ῥήσου δῆθέν τινος ἀπήχησις, ὁποῖος ὁ προϊστορηθεὶς Θρᾷξ ἥρως. ὁ δὲ ὀρθὸς νοῦς ἐν δυσὶ μέρεσι λόγου διαλελυμένως νοεῖ τὸ "βῆ ῥ' Ἶσον" ἤγουν ἔβη δὴ τὸν Ἶσον ἐξεναρίζων. οὐ ζηλωτέα οὖν ἡ τοιαύτη φράσις ἐν λόγῳ πεζῷ. τὸ μέντοι μέτρον ἐνευκαιρεῖ καὶ τοιούτοις, ποτὲ μὲν κατ' ἀνάγκην τινά, ποτὲ δὲ χάριν ὄγκου, ὡς καὶ ἐνταῦθα. δυνάμενος γὰρ ὁ ποιητὴς εἰπεῖν "αὐτὰρ ὃ βῆ Ἶσον ἐξεναρίζων", ἐπενέβαλε τὸν ῥα σύνδεσμον συναλειπτικῶς πρὸς θεραπείαν τε χασμῳδίας οὐκ εὐγενοῦς καὶ ἵνα τῷ ῥοίζῳ τοῦ ἀμεταβόλου ὀγκώσῃ τὴν φράσιν διὰ σεμνότητα.

(v. 102 s.) Ἔτι ἰστέον καὶ ὅτι καὶ ἐν τῷ "υἷε δύω, νόθον καὶ γνήσιον, ἄμφω εἰν ἑνὶ δίφρῳ ἐόντας" παρέλκει τὸ δύω συνήθως. καὶ χωρὶς γὰρ αὐτοῦ νοεῖται τὸ δυϊκὸν ἐκ τοῦ υἷε καὶ τοῦ νόθον καὶ γνήσιον, ἅπερ ἀντίκεινται καὶ πρὸς διαστολὴν ἀλλήλων λέγονται. Τὸ δὲ "ἄμφω εἰν ἑνὶ δίφρῳ" ἔχει τι ἀντιθετικὸν κατὰ τὸ δύο περὶ ἕνα. Ἐν δὲ τῷ "ὁ μὲν νόθος ἡνιόχευε" τὸ σχῆμα καὶ ἀσυνδέτως ἔχει καὶ ἐξήλλακται διὰ ποικιλίαν. ἦν δ' ἂν τὸ κοινὸν καὶ ὀρθὸν [163] οὕτω· δύω ἐν ἑνὶ δίφρῳ ἐόντας, τὸν μὲν ἡνιοχεύοντα, τὸν δὲ παραβάσκοντα. Τὸ δὲ ἡνιοχεύειν ἐκ τοῦ ἡνιοχέειν γίνεται πλεονασμῷ τοῦ υ Αἰολικῶς, ὡς καὶ τὸ ζητέω ζητεύω παρ' Ἡσιόδῳ καὶ ὅσα τοιαῦτα. ἐκ δὲ τοῦ ἡνιοχεύειν καὶ ἡ ἡνιοχεία καὶ ὁ ἡνιοχεὺς γίνεται.

(v. 104-106) Ὅτι καὶ νῦν Ὅμηρος Ἀχιλλέως τε μνήμην συνήθως παρεντιθεὶς καὶ ἱστορίαν παλαιοτέραν τῆς τοῦ Ἀχιλλέως μήνιδος παρεμβάλλων, δι' ἧς τόν τε Ἀχιλλέα σεμνύνει καὶ τὴν ποίησιν καταποικίλλει, λέγει δύο τινὰς Πριαμίδας ὑπὸ τῷ βασιλεῖ πεσεῖν ἐν ἑνὶ ὄντας, ὡς προσεχῶς εἴρηται, δίφρῳ, "οὕς ποτ' Ἀχιλλεὺς Ἴδης", φησίν, "ἐν κνημοῖσι δίδη μόσχοισι λύγοισι ποιμαίνοντ' ἐπ' ὀΐεσσι λαβὼν καὶ ἔλυσεν ἀποίνων". Καὶ τοῦτο μὲν οὕτω πλατύτερον ἐρρέθη. μετ' ὀλίγα δὲ πάνυ γοργῶς φράζει οὕτως "ὅτ' ἐξ Ἴδης ἤγαγε πόδας ὠκὺς Ἀχιλλεύς". Ἔνθα σημείωσαι ὡς οὕτω θερμῶς ἐξέχεται τοῦ Ἀχιλλέως ἡ Ὁμηρικὴ Μοῦσα, ὡς μὴ ἐθέλειν ἐν τῇ κατ' ἐκεῖνον μνήμῃ ῥᾳδίως ἀποσχέσθαι αὐτοῦ. ἐν τούτοις γοῦν ὁ ποιητὴς εἰπὼν ἀνδραγάθημά τι Ἀχίλλειον, εἶτα τοῦ βασιλέως μνησθείς, πάλιν εὐθὺς μετὰ πέντε στίχους μέμνηται τῆς αὐτῆς τοῦ Ἀχιλλέως ἀνδραγαθίας ἐπὶ βραχὺ καὶ αὖθις ἐπισυνάπτει τὸ βασιλικὸν ἀρίστευμα, εἰκάζων καὶ διὰ παραβολῆς τὰ κατὰ τοὺς ῥηθέντας Πριαμίδας.

(v. 113-121) Φησὶ γὰρ "ὡς δὲ λέων ἐλάφοιο ταχείης νήπια τέκνα ῥηϊδίως συνέαξε λαβὼν κρατεροῖσιν ὀδοῦσιν, ἐλθὼν εἰς εὐνήν, ἁπαλόν τέ σφ' ἦτορ ἀπηῦρα. ἣ δ' εἴ πέρ τε τύχῃσι μάλα σχεδόν, οὐ δύναταί σφιν χραισμεῖν· αὐτὴν γάρ μιν ὑπὸ τρόμος αἰνὸς ἱκάνει· καρπαλίμως δ' ἤϊξε διὰ δρυμὰ πυκνὰ καὶ ὕλην, σπεύδουσ', ἱδρώουσα, κραταιοῦ θηρὸς ὑφ' ὁρμῆς, ὣς ἄρα τοῖς οὔ τις δύνατο χραισμῆσαι ὄλεθρον Τρώων, ἀλλὰ καὶ αὐτοὶ ὑπ' Ἀργείοισι φέβοντο", καθὰ καὶ μήτηρ ἔλαφος παροῦσα μὲν τῷ φόνῳ τῶν νεογνῶν, μὴ ἔχουσα δὲ ἀμύνειν, ἀλλὰ καὶ μᾶλλον φεύγουσα. Καὶ οὕτω μὲν ἐμβραδύνει τοῖς ὑπὸ τῷ βασιλεῖ πίπτουσιν ὁ ποιητής, [οἷα] λόγου πλείονος ἀξίοις, ἀποσεμνύνων καὶ οὕτως αὐτόν. ὃ δὴ καὶ ἐφεξῆς ποιήσει εὐθὺς ἐπὶ τῶν τοῦ Ἀντιμάχου παίδων, καίτοι δυνάμενος ἐν ὀλιγίστῳ δηλῶσαι ὡς ἀνῃρέθησαν, καθὰ καὶ ἐπὶ ἑτέρων μυρίων ποιεῖ.

(v. 105) Κνημοὶ δὲ Ἴδης οἱ μετὰ τοὺς πρόποδας ἐκ μεταφορᾶς τῶν ζωϊκῶν μετὰ πόδας κνημῶν, ὡς καὶ προδεδήλωται. εἰ δέ τινες δασεῖς τόπους ἑρμηνεύουσι τοὺς κνημούς, καλῶς φασι καὶ αὐτοί, ὡς τῶν ταπεινοτέρων τόπων ἐν τοῖς ὄρεσι δασυτέρων ὄντων διὰ τὸ ἐκεῖ συλλείβεσθαι τὰ ὕδατα. Τὸ δὲ "δίδη" δηλοῖ μὲν τὸ ἐδέσμει, ἔστι [164] δὲ ὅμοιον τῷ ἵστη. ὡς γὰρ αὐτὸ ἀπὸ τοῦ ἱστῶ ἵστημι, οὕτω τὸ δίδη ἀπὸ τοῦ διδῶ δίδημι, ὅπερ οὕτω φράζεται πρὸς διαστολὴν τοῦ διδῶ δίδωμι, ὃ δηλοῖ τὸ δωροῦμαι. [Ἰστέον γὰρ ὅτι, ὥσπερ ἐκ τοῦ δῶ δώσω, ἐξ οὗ τὸ δῶρον, γίνεται τὸ δίδωμι, οὕτως ἐκ τοῦ δῶ, οὗ μέλλων δήσω καὶ δέσω, παρῆκται τὸ δίδημι.] Μόσχους δὲ λύγους τοὺς ἁπαλοὺς δηλοῖ καὶ τρυφερούς. Καί φασιν οἱ περὶ Ἀπίωνα καὶ Ἡρόδωρον ἀπὸ τῶν ἔτι ἁπαλῶν βοῶν, ὅ ἐστι μόσχων, μετηνέχθαι τὴν λέξιν ἐπὶ τὰ τρυφερὰ καὶ λυγώδη φυτά. δῆλον δὲ ὅτι ἐκ τούτου καὶ τὸ μοσχεύειν, ἡ γεωργικὴ λέξις, ἐστίν. Οἱ δ' αὐτοὶ καὶ λύγον φασὶν οὐχ' ἁπλῶς τὸν τοῦ τυχόντος δένδρου ἁπαλὸν κλάδον, ἀλλὰ φυτὸν ἱμαντῶδες καὶ ἁπαλόν, ὃ καὶ οἶσον καλοῦσιν, ἐξ οὗ καὶ οἰσόκαρπον, τὸ κατά τινας ἀγνόκοκκον, ἐπεὶ ὁ λύγος καὶ ἄγνος καλεῖται οἱονεὶ ἄγονος. ὁ γὰρ αὐτοῦ καρπός, φασίν, ἐσθιόμενος ἀφανιστικός ἐστι τῆς γονῆς, διὸ καὶ οἱ ἱερεῖς κόμας τοῦ φυτοῦ τούτου ὑπετίθεντο τῇ στρωμνῇ ὡς φυσικήν τινα δύναμιν εἰς τὸ ἁγνεύειν ἐχούσας. Ἐκ δὲ τοῦ τοιούτου λύγου καὶ τὸ λυγίζειν [καὶ οἱ κωμῳδούμενοι ἐν φαύλαις ὀρχήσεσι λυγισμοί.] Λέγεται δὲ λυγέα ἰδιωτικῶς, ἧς οἱ ἁπαλοὶ ἀκρέμονες καὶ μᾶλλον αἱ παραφυάδες καὶ εἰς πλέγμα συστρέφονται καὶ εἰς δεσμοὺς κατά τινας σχοίνους τε καὶ ἱμάντας. Ὅρα δὲ ὅπως ἀγεννῶς τοὺς Πριαμίδας ὁ ἀστεῖος Ἀχιλλεὺς ἐδέσμησεν. οὐ γὰρ ἱμᾶσιν ἀλλὰ λύγοις, ὑφ' ὧν καὶ βόες συνδούμενοι [165] ἕλκονται ἰλλάσιν, ὥς πού φησιν ὁ ποιητής, [ἤγουν συνεστραμμένοις δεσμοῖς, ὡς ἀπὸ τοῦ ἴλλω ῥήματος, ἐξ οὗ καὶ ἰλλὸς ὁ στραβός, ἢ ἀπὸ τοῦ εἰλῶ, ἀφ' οὗ καὶ ἴλη ἡ τάξις καὶ τὰ παρ' αὐτήν.]

(v. 106) Ποιμαίνουσι δὲ κἀνταῦθα παῖδες εὐγενεῖς, ἐπεὶ κατὰ τὴν ἱστορίαν ἔθος τοῖς παλαιοῖς κατὰ τὴν πρώτην ἡλικίαν βουκολεῖν ἢ ἱπποφορβεῖν ἢ ποιμνίοις ἐπιστατεῖν καρτερίας καὶ ἀσκήσεως χάριν, τὴν ἀνθρωπικὴν ποιμαντικὴν ἀσκουμένοις ἐν τῇ τῶν ἀλόγων ἐπιμελείᾳ, δι' ἣν καὶ ποιμένες λαῶν ἐλέγοντο. Κυριολεκτεῖται δ' ἐνταῦθα τὸ ποιμαίνειν ἐπὶ προβάτων, ἐπεὶ καὶ ποιμὴν κυρίως ὁ τῶν ὀΐων ἐπιμελητής, παρὰ τὸ ὄϊς καὶ τὸ μῶ, τὸ ζητῶ, ὡς οἷον ὀϊμήν τις ὢν ἤγουν ὄϊς ζητῶν, καὶ ἐν συναιρέσει οἰμήν, καὶ πλεονασμῷ ποιμήν, καθ' ὁμοιότητα τοῦ ἤγανον πήγανον, ὃ ἐν τῷ μεγάλῳ Ἐτυμολογικῷ κεῖται. [Ἔτι δὲ καὶ τοῦ μῆλα ἦλα, ὡς καὶ ἀλλαχοῦ σεσημείωται, ἴσως δὲ καὶ τοῦ γίννος ἴννος, ὧν τὸ μὲν παρὰ Ἀριστοτέλει κεῖται καί τισιν ἄλλοις, τὸ δὲ ἐν τῷ κατὰ στοιχεῖον μεγάλῳ βιβλίῳ τοῦ Σουΐδα, δηλοῦντα ζωΐδια, οἷον ὄνους ἤ τινα τοιαῦτα εὐτελέστατα.] Καὶ τὰ "ἄποινα" δὲ ἐνταῦθα καὶ τὸ "ἔλυσε" πάνυ κυρίως εἴρηνται, δι' ὧν δηλοῦνται λύτρα ἐκ φόνου. τὸ δὲ ἔλυσεν ἀποίνων ἐλλειπτικῶς μὲν εἴρηται ἀντὶ τοῦ ἀπέλυσε διὰ δώρων καθ' ὁμοιότητα τοῦ ὠνήσατο χρυσοῦ καὶ ἐδούλευσε μισθοῦ καὶ ἐπώλησε πολλοῦ. χρηματίζεσθαι δὲ τοὺς Ἀχαιοὺς δηλοῖ ἐξ ὧν ἐληΐζοντο καὶ τὴν περιουσίαν συνιστᾷ, ἣν ἐν τοῖς πρὸ τούτου ἐκ Τροίας περιεῖναι εἶπεν αὐτῷ Ἀχιλλεύς. Ἐν δὲ τῷ χωρίῳ τούτῳ κεῖνται καὶ καλλοποιά τινα τὸ "ἐπὶ ὀΐεσσι λαβών", [166] καὶ "ὑπὲρ μαζοῖο βάλε", καὶ "ἐκ δ' ἔβαλ' ἵππων". παρηχοῦσι γάρ πως αἱ τοιαῦται λέξεις, καὶ γίνεται οὕτω κοινῶς κάλλος φράσεως, ἰδίως δὲ ἐν τῷ "λαβὼν καὶ βάλε". ἀναγραμματισθὲν γὰρ τὸ λαβεῖν ποιεῖ τὸ βαλεῖν.

(v. 109) Αὐτὸ δὲ τὸ "ἔκβαλεν ἵππων" ἐμφαίνει βάθος τι τὸν δίφρον ἔχειν, οὗ ἐξεβλήθη ὁ Ἄντιφος, τὸ δ' αὐτὸ καὶ ἐν ἄλλοις φαίνεται.

(v. 114) Τὸ δὲ "συνέαξεν", ὅ ἐστι συνέκλασε, συνέτριψε, δηλοῖ ὅπως οἶδεν ὁ λέων δάκνειν κραταιῶς κρατεροῖς ὀδοῦσι.

(v. 115) Τὸ δὲ "ἐλθὼν εἰς εὐνήν" τὸ πάντῃ ἀβοήθητον τῶν, ὡς ἐρρέθη, κειμένων δηλοῖ. ὡς γὰρ νεβροὶ ἐν εὐνῇ κείμενοι ῥᾴονές εἰσιν εἰς ἐπιβουλήν, οὕτω καὶ οὗτοι. Ἐν δὲ τῷ "ἁπαλὸν ἦτορ" φασὶν οἱ παλαιοί, ὅτι Ἀντίπατρος ὁ ἰατρὸς συλλογίζεται τὴν ψυχὴν τῷ σώματι συνδιατίθεσθαι, ὡς καὶ συναύξεσθαι αὐτῷ καὶ συμμειοῦσθαι, ἁπαλοῦ μὲν ὄντος τοιαύτην οὖσαν, τελείῳ δὲ ὄντι συντελειουμένην καὶ συμφθίνουσαν φθίνοντι. [Ἰστέον δὲ ὅτι ἐκ μεταφορᾶς τῆς κατὰ τὸ ἁπτὸν σῶμα, ἐξ οὗ παρῆκται καὶ ὁ ἁπαλός, οὐ μόνον ἦτορ ἁπαλόν, ἀλλὰ καὶ ἁπαλαὶ φρένες. ὡς δὲ αὐτά, οὕτω καὶ τὸ μαλακόν πολύτροπόν ἐστιν. οὐ γὰρ μόνον τὸ κοινὸν καὶ σύνηθες ἀλλὰ καὶ ἑτέρως μαλακόν τε κῶμα καὶ πῦρ δὲ μαλακὸν τὸ μὴ ἐξαρθὲν εἰς ἀξιόλογον φλόγα ὡς ταχὺ σκληρύνειν τὰ πελάζοντα, καὶ ἀὴρ δὲ μαλακὸς κατὰ τὸν εἰπόντα τὸ "περὶ Αἴγυπτον ὅπου μαλακώτερος ὁ ἀήρ", καὶ λόγοι δὲ μαλακοί, οἱ προσηνεῖς, ὧν ἀνάπαλιν οἱ σκληροί, ὧν πρὸς ὁμοιότητα καὶ σκληρὰ τροπή παρὰ τοῖς ῥήτορσιν ἡ καὶ ἀτηρά, καὶ λέξεις σκληραὶ αἱ τραχεῖαι καὶ ἀντικείμεναι ταῖς λεγομέναις λείαις. λέγεται δέ τινα καὶ ὕδατα σκληρά, οἷον τὰ ἄγονα, ὁ δὲ ἁπαλὸς οἶνος καθωμίληται.]

(v. 117) Τὸ δὲ "αὐτήν μιν" οὐ σύνθετον ἀντωνυμίαν δηλοῖ ὡς τὸ "αὐτόν μιν πληγῇσι δαμάσας", ἀντὶ τοῦ ἑαυτόν. ἐκ παραλλήλου δὲ συνήθως κεῖνται κατά τινα στοιβὴν αἱ δύο ἀντωνυμίαι πρὸς ἔμφασιν τοῦ μηκέτι τέκνων φροντίζειν ἀλλὰ μόνης ἑαυτῆς. καὶ ἄλλως δὲ εἰπεῖν, τὸ "αὐτήν μιν" ταὐτόν ἐστι τῷ "αὐτὴν ἐκείνην" κατά τινα τρόπον ἐξοχῆς.

(v. 118) Τὸ [167] δὲ "διὰ δρυμὰ πυκνὰ καὶ ὕλην" περιφραστικῶς κεῖται ἀντὶ τοῦ κατὰ τὸ δάσος. Ἔνθα ὅρα ὅτι τε τὸ δρυμά μεταπλασμὸν ἔπαθε γένους, ὡς καὶ τὸ κέλευθον καὶ τὸ ζυγόν καὶ τὸ ναύσταθμον καὶ τὸ κουλεόν, καὶ ὅτι ταὐτὸν δρυμόν καὶ ὕλην εἰπεῖν, ὡς καὶ πρὸ ὀλίγων εἴρηται, [καὶ ὅτι ὡς τὸ δρυμόν καὶ ὁ δρυμός καὶ τὰ ἄλλα, οὕτω διγενὲς καὶ τὸ μόρον, καὶ ἀρσενικὸν μὲν αὐτοῦ ἐν τῷ "πρῶτον μὲν ὄψει λευκὸν ἀνθοῦντα στάχυν, ἔπειτα φοινίξαντα στρογγύλον μόρον", ὃ δηλοῖ συκαμίνου καρπόν. τοῦ δὲ οὐδετέρου χρῆσις ἐν τῷ "τὰ δὲ συκάμινα, ἃ καὶ μόρα λέγεται", καὶ "τὸ μόρον τὸ βατῶδες ξηρανθείσης τῆς σφαίρας τῆς συκαμινώδους", καὶ ἑξῆς. καὶ σημείωσαι, ὅτι καὶ τὰ τῆς βάτου μόρα λέγεται δι' ὁμοιότητα.]

(v. 119) Τὸ δὲ "σπεύδουσα, ἱδρώουσα" τῷ ἀσυνδέτῳ καὶ γοργῷ τοῦ σχήματος τὸ περισπερχὲς τῆς φευγούσης ἐλάφου δηλοῖ. ὅμοιον σχῆμα καὶ ἑξῆς ἐν τῷ "βῆ δὲ Ἶρις εἰς Ἴλιον, εὗρεν υἱὸν Πριάμοιο". [Ζητητέον δὲ ἢ διά τι τὸ ἱδρώουσα μὴ γράφεται κατὰ τὸ ἡβώωσα ἢ τὸ ἀνάπαλιν.] Κραταιὸν δὲ θῆρα τὸν λέοντα ὡς οἷα βασιλέα φησί.

(v. 120) Τὸ δὲ "χραισμῆσαι ὄλεθρον" ἐντελῶς εἴρηται, ὥστε ἀνωτέρω ἐν τῷ "οὐ δύναται χραισμεῖν" λείπει τὸ ὄλεθρον.

(v. 121) Τὸ δὲ "ὑπ' Ἀργείοισιν" ἀντιπτωτικῶς εἴρηται ἀντὶ τοῦ ὑπὸ τῶν Ἀργείων.

(v. 123-125) Ὅτι Ἀντήνωρ μέν, καθὰ προϊστόρηται, φίλος ἦν Ἕλλησιν ὡς πρόξενος, Ἀντίμαχος δὲ διὰ δωροληψίαν ἔχθιστος, ὃς δὴ "μάλιστα χρυσόν", φησίν, "Ἀλεξάνδροιο δεδεγμένος ἀγλαὰ δῶρα, οὐκ εἴα Ἑλένην δόμεναι ξανθῷ Μενελάῳ". καὶ τοῦτο μὲν φορητότερον αὐτὸς λέγει ὁ ποιητής, ὁ δὲ βασιλεύς φησι προϊών, ὅτι ὁ Ἀντίμαχός "ποτε ἐν Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσσῆϊ αὖθι κατακτεῖναι, μηδὲ ἐξέμεν ἂψ ἐς Ἀχαιούς". τοῦ τοιούτου τοίνυν Ἀντιμάχου τοὺς υἱοὺς ὁ βασιλεὺς ἔλαβε σήμερον ἐν ἑνὶ καὶ αὐτοὺς δίφρῳ ἐόντας, καθὰ καὶ τοὺς προσεχῶς εἰρημένους Πριαμίδας.

(v. 12632) "Ὁμοῦ δ' ἔχον", φησίν, ἤγουν ἤλαυνον, "ὠκέας ἵππους. ἐκ γάρ σφεας χειρῶν φύγον ἡνία σιγαλόεντα. τὼ δέ", ἤγουν οἱ ἵπποι, "κυκηθήτην· ὃ δ' ἐναντίον ὦρτο λέων ὥς, Ἀτρείδης· [168] τὼ δ' αὖτ' ἐκ δίφρου γουναζέσθην· ζώγρει Ἀτρέος υἱέ, σὺ δ' ἄξια δέξαι ἄποινα, πολλὰ δ' ἐν Ἀντιμάχοιο δόμοις κειμήλια κεῖται χαλκός τε" καὶ ἑξῆς, ὡς καὶ ὁ Δόλων φθάσας ἔφραζε. Καὶ αὐτοὶ μὲν οὕτως ἀγεννῶς κλαίοντες ἔλεγον μειλιχίοις ἐπέεσσιν, ὅπερ οὐδεὶς Ἑλλήνων ποιήσας εὕρηται ‑ τοιοῦτοι γὰρ ὡς τὰ πολλὰ οἱ πλουτοτραφεῖς ‑ , "ἀμείλικτον δ' ὄπ' ἄκουσαν".

(v. 138-142) Ἡ δὲ ἦν τοιαύτη· "εἰ μὲν δὴ Ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστόν, ὅς ποτε" ἐν Τρωσὶν ἄνωγε τὰ πρὸ βραχέων ῥηθέντα, "νῦν μὲν δὴ τοῦ πατρὸς ἀεικέα τίσετε λώβην", ἤγουν τὴν μετὰ αἰκίας ποινήν, ἣν ἐκεῖνον ἔδει παθεῖν.

(v. 143-147) Καὶ αὐτίκα "τὸν μὲν ἀφ' ἵππων ὦσε χαμᾶζε δουρὶ βαλὼν πρὸς στῆθος", ὅπερ πρὸ ὀλίγου "ἐξέβαλεν ἵππων" ἔφη, τὸν δὲ ἕτερον "χαμαὶ ἐξενάριξε χεῖρας ἀπὸ ξίφεϊ τμήξας ἀπό τ' αὐχένα κόψας, ὄλμον δ' ὣς ἔσσευε κυλίνδεσθαι δι' ὁμίλου", ἤγουν ἀφῆκε κυλίεσθαι ἐν μέσῳ οἷα ὄλμον, ὃς λίθος ἐστὶ στρογγύλος κυλινδροειδὴς ἢ σκεῦος κοῖλον ἐκ λίθου ἢ καὶ ξύλου, ἐν ᾧ πτίσσονται κοπτόμενα ὄσπρια ἢ ἕτερά τινα. ᾧ εὐφυῶς εἰκάζει ὁ ποιητὴς τὸ ἀπὸ τραχήλου μέχρις αἰδοίων κύτος τοῦ σώματος δίχα τῶν χειρῶν, ὃ καὶ θώρακά τινες καλοῦσιν, ἕτεροι δὲ κορμὸν ἰδιωτικῶς. Καὶ ὅρα καὶ ἐν τούτοις, ὅπως ἱστορίαν δεξιῶς παρέπλεξε τὴν περὶ ἀγγελίας Μενελάου καὶ Ὀδυσσέως, οὐ τοῦ δεκάτου ἔτους, ἀλλὰ τῆς τοῦ πολέμου ἀρχῆς οὖσαν. καὶ ὡς οὐ μάτην ὁ βασιλεὺς ἔφη τοὺς παῖδας τὴν τοῦ πατρὸς τῖσαι λώβην. τὸν μὲν γὰρ ἕνα οὐκ ἔχει ποινηλατῆσαι ὡς ἅμα βληθέντα καὶ θανόντα, τὸν δὲ λοιπὸν οἰκείως τῷ τοῦ πατρὸς ἀδικήματι κολάζει, κεφαλήν τε ἀποτεμών, ὡς αὐτὴν τὴν τοῦ πατρὸς Ἀντιμάχου τὴν φθεγξαμένην ἐν τῇ Τρωϊκῇ ἀγορᾷ γνώμην κατὰ τῶν πρέσβεων οὐκ ἀγαθήν, καὶ χεῖρας αἷς τὸν χρυσὸν ἔλαβεν ἐκεῖνος. Ἢ συντομώτερον εἰπεῖν κατὰ τοὺς παλαιούς, οἰκεία ἡ κόλασις κατὰ τοῦ λαλήσαντος ἄδικα ἡ τοῦ υἱοῦ κεφαλή, κατὰ τοῦ λαβόντος χρυσὸν αἱ χεῖρες. Οὕτω καὶ Ποδῆς εἰλαπιναστής, Ἕκτορος παράσιτος, ποιεῖταί που τιτρωσκόμενος οἰκείως ὑπὸ Μενελάου κατὰ γαστέρα, ὡς καὶ Πάνδαρος, φασί, διὰ τὸ ἐπιωρκηκέναι, κατὰ γλώσσης. Λέγουσι δὲ οἱ παλαιοὶ καί, ὅτι Νεμέσεως ἔργον τὸ τοὺς παῖδας τοῦ ἀδικήσαντος περιπεσεῖν τῷ τοῦ ἀδικηθέντος ἀδελφῷ, ὃς διὰ φιλαδελφίαν οἰκτρῶς κολάζει τοὺς ἐπιβούλους τοῦ ἀδελφοῦ. οἱ δ' αὐτοὶ καὶ τὴν δίκην θαυμάζοντες, ὡς τὸν πατέρα [169] τῶν κληρονόμων παίδων ἐστέρησε, δι' οὓς ἐκεῖνος οὐκ ἐν δίκῃ συνήγαγε τὸν χρυσόν, φασὶ καί, ὡς ἀνόητοι οἱ παῖδες, ὑπομιμνῄσκοντες τὸν βασιλέα χρυσοῦ, ὃν ὁ πατὴρ κατὰ Μενελάου ἔλαβε.

(v. 138) Σημειοῦνται δὲ καί, ὅτι δαΐφρονα ὁ βασιλεύς, ὡς καὶ πρὸ αὐτοῦ ὁ ποιητής, καλεῖ τὸν Ἀντίμαχον, εἰρωνευόμενος ἐν βαρύτητι καὶ καταφερόμενος αὐτοῦ, εἴγε δαΐφρων ὤν, ἤτοι συνετός, φαύλην γνώμην εἰσήνεγκεν, ἢ καὶ ἄλλως δαΐφρων ὤν, τουτέστιν ἀνδρεῖος, ἐδόκει γενναῖόν τι ποιεῖν κτείνων τὸν ἐπὶ εἰρήνῃ ἐλθόντα. τὸ δὲ "μάλιστα" κατὰ τὸ εἰκὸς κεῖται, ὡς καὶ ἄλλων μὲν ἐν Τροίᾳ δῶρά τε λαβόντων Ἀλεξάνδρου καὶ κωλυόντων, μάλιστα δὲ τοῦ Ἀντιμάχου.

(v. 124) Τὸ δὲ "δῶρα δεδεγμένος" συντεθὲν τὴν δωροδοκίαν ποιεῖ. ταὐτὸν δὲ πάντως ἐνταῦθα χρυσὸν εἰπεῖν καὶ δῶρα, πρὸς ἑρμηνείαν γὰρ ἐπῆκται τὸ δῶρα. Τὸ δὲ "ἀγλαὰ δῶρα" καὶ ἔπαινον χρυσοῦ ἔχει καὶ πλῆθος δὲ αὐτοῦ ἐμφαίνει τῷ πτωτικῷ πληθυσμῷ.

(v. 128) Τὸ δὲ "ἐκ χειρῶν φύγον" ἀστείως τὸ πολὺ τοῦ φόβου δηλοῖ, δι' ὃν ἀκρατεῖς ἡνίων ἦσαν οἱ ἐπὶ τοῦ δίφρου. τοῦτο δὲ καὶ συλληπτικοῦ σχήματός ἐστιν. οὐ γὰρ οἱ δύο εἶχον τὰ ἡνία, οὐδ' ἀμφοτέρους ἐκ χειρῶν αὐτὰ ἔφυγον, ἀλλὰ τῷ ἑνὶ συνεκδοχικῶς, εἴτ' οὖν κατὰ σύλληψιν, συνεπινοεῖται καὶ ὁ ἕτερος. Ὅρα δὲ καὶ ὡς νῦν μὲν διὰ φόβον ἐκ χειρῶν φεύγει τὰ ἡνία, ἑτέρωθι δὲ ἄλλως ἔπος φεύγει ἐκ στόματος. γλυκὺ δ' ὁμοίως ἐν ἀμφοῖν τὸ φεύγειν ὡς ἐπί τινων ἐμψύχων λεχθέν.

(v. 130) Τὸ δὲ "γουναζέσθην" οὐ κυριολεκτεῖται οὐδ' ἐνταῦθα. οὐ γὰρ δήπουθεν γούνων ἥπτοντο οἱ ἐκ δίφρου λαλοῦντες, εἰ μὴ ἄρα τῇ κατὰ νοῦν μόνῃ προθυμίᾳ. διὸ καὶ ὁ ποιητὴς ἐπιστήσας διασαφεῖ τὴν λέξιν, ἐπαγαγὼν "ζώγρει" καὶ ἑξῆς, μονονουχὶ ἑρμηνεύων ὡς γουναζέσθην, ὅ ἐστι γουναστικῶς καὶ ἱκετευτικῶς ἔλεγον "ζώγρει, Ἀτρέος υἱέ". εἰ μὴ ἄρα εἴπῃ τις λείπειν ἐνταῦθα μετοχήν τινα, οἷον φάμενοι ἢ εἰπόντες "ζώγρει". Σημείωσαι δ' ἐνταῦθα καὶ ὅτι στίχου ὁλοσπονδείου κειμένου τοῦ "Ἀτρείδης, τὼ δ' αὖτ' ἐκ δίφρου γουναζέσθην", τὰ τοιαῦτα ἔπη εὐτελῆ φασιν εἶναι οἱ παλαιοὶ τῇ τῆς στιχοποιΐας κατασκευῇ διὰ τὸ ὀλιγοσύλλαβον. δωδεκασύλλαβοι γὰρ ἐξ ἀνάγκης εἰσί, τούς γε μὴν ὁλοδακτύλους ἢ πολυδακτύλους [170] μεγαλοπρεπεστέρους κρίνουσι. δῆλον δ' ὅτι σπάνιοι παρὰ τῷ ποιητῇ οἱ ὁλοσπόνδειοι, ὁποῖος καὶ ἐν Ὀδυσσείᾳ ἐκεῖνος "τὼ δ' ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοϊν". [(v. 129) Τὸ δὲ "κυκηθήτην", ὅ ἐστιν ἐταράχθησαν, μετήνεκται. κυρίως γὰρ κυκᾶν ἐπὶ ὑγρῶν, ὡς καὶ ἐν τοῖς ἑξῆς που φανεῖται, καὶ οὐχ' ἥκιστα ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν.] Τὸ δὲ "ὦρτο λέων ὥς" συντέμνει τὴν παραβολικὴν ὁμοιότητα νῦν ἀναλόγως τῇ σπουδῇ τοῦ ἥρωος, διὰ τὸ ἤδη φθάσαι πρὸ βραχέων πλατῦναι τὴν ἐκ τοῦ λέοντος παραβολήν.

(v. 131) Τὸ δὲ ἄξιον ὅτι καὶ ἀντάξιον Ὅμηρος λέγει, προδεδήλωται, οἱ δὲ ὕστερον Ἀττικοὶ ἄξιον καὶ τὸ εὔωνον εἶπον, καθὰ δηλοῖ καὶ ὁ Κωμικός. σημαίνει δέ ποτε ἡ λέξις καὶ τιμιότητα, ὡς δῆλον καὶ ἐκ τῶν ἐν ἀξίαις, ὅ ἐστι τῶν ἐν ἀξιώμασι. τοιοῦτον δέ τι καὶ ‹τὸ› τῆς παροιμίας τὸ ἐξ ἀξίου ξύλου καὶ ἀπάγξασθαι. Γίνεται δὲ τὸ ἄξιον ἐκ τοῦ ἄγω ἄξω, οἱονεὶ τὸ ἐπαγωγὸν ὡς ἡδύ. ὡς δὲ καὶ ὄνομα ποταμοῦ ὁ Ἄξιος, οὐκ ἄδηλόν ἐστι.

(v. 132) Τὸ δὲ "πολλὰ δ' ἐν Ἀντιμάχοιο δόμοις κειμήλια κεῖται" γράφεται καὶ "πολλὰ δ' ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται", ῥηθὲν κατ' ἔλλειψιν Ἀττικῶς ἀντὶ τοῦ ἐν τῷ οἴκῳ τοῦ πατρός. ἐτυμολογικοῦ δὲ τρόπου καὶ νῦν τὸ κειμήλια κεῖται.

(v. 137) Τὸ δὲ ἀντιθετικῶς ῥηθὲν "ἀμείλικτον" διὰ μέτρον ἐγράφη, ἄλλως γὰρ ἦν ἀμείλιχον εἰπεῖν πρὸς ἀκολουθίαν τοῦ "μειλιχίοις".

(v. 140) Ἀγγελίαν δὲ τὴν ἐξ ἀποστολῆς πρεσβείαν λέγει, ὡς καὶ ἐν τῇ ε΄ ῥαψῳδίᾳ. ἡ δ' αὐτὴ καὶ ἐξεσία παρὰ τῷ ποιητῇ ἀλλαχοῦ, ἀπὸ τοῦ ἐξίημι ῥήματος, ὅ ἐστιν ἐκπέμπω, ἐπεὶ ἐκπέμπονται οἱ στελλόμενοι πρέσβεις. ὅθεν ἐξεῖναι τὸ ἐκπέμψαι, ὅπερ ἐξέμεν ἐνταῦθα λέγει ὁ ποιητὴς κατὰ παραγωγὴν συνήθη τοιαύτην. Ἵημι, οὗ δεύτερος ἀόριστος ἧν, ἡ μετοχὴ αὐτοῦ εἵς ἕντος, ἀπαρέμφατον εἷναι μετὰ δασείας, ὡς κεῖται καὶ παρὰ τῷ Κωμικῷ ἐν Βατράχοις, [171] ἐξ οὗ τὸ ἀφεῖναι καὶ μεθεῖναι. τοῦτο τὸ εἷναι κατὰ ἐπένθεσιν Δωρικὴν τῆς με συλλαβῆς γίνεται εἵμεναι, καὶ Ἰωνικῇ ἀπελεύσει τοῦ ι ἕμεναι, καὶ μετὰ προθέσεως ἐξέμεναι, καὶ κατὰ ἀποκοπὴν Αἰολικὴν ἐξέμεν.

(v. 140) Τὸ δὲ "σὺν ἀντιθέῳ Ὀδυσῆϊ" ἀμφιβολίαν παρεισάγει. ἄδηλον γὰρ εἴτε λέγει, ὡς ὁ Μενέλαος εἰς ἀγγελίην ἦλθε σὺν Ὀδυσσεῖ, εἴτε ὅτι Ἀντίμαχος συνεβούλευε κτεῖναι τὸν Μενέλαον σὺν τῷ Ὀδυσσεῖ.

(v. 141) Τοῦ δὲ "αὖθι", τουτέστιν αὐτόθι, "κατακτεῖναι" διασαφητικὸν τὸ "μηδὲ ἐξέμεν ἄψ", αὐτοῦ δὲ πάλιν τὸ "ἐς Ἀχαιούς". ὁ γὰρ αὐτόθι ἐν Τροίᾳ φονευθεὶς οὐκ ἐξεπέμφθη ἄψ, ὅ ἐστιν ἔμπαλιν, εἰς Ἀχαιούς.

(v. 138 et 142) Τὸ δὲ "εἰ μὲν δὴ Ἀντιμάχου υἱοί ἐστε", καὶ "νῦν μὲν δὴ τοῦ πατρὸς τίσετε λώβην", σχεδιαστικῶς ταὐτολογεῖ τοῖς αὐτοῖς συνδέσμοις. ἄλλως γὰρ οὐκ ἂν σκεψάμενος ῥήτωρ ἕλοιτ' ἂν οὕτω γράψαι, δυνατὸν ὂν εἰπεῖν "ἦ τ' ἂν δὴ τοῦ πατρὸς τίσετε λώβην" ἢ τοιοῦτόν τι.

(v. 143) Τὸ δὲ "ἀφ' ἵππων ὦσε χαμᾶζε" ἀντὶ τοῦ ἀπὸ τοῦ ἅρματος, οὗ μέρος οἷον οἱ ἵπποι. ἐκεῖθεν γὰρ πάντως ὕπτιος εἰς γῆν ἔπεσεν ὁ δουρὶ βληθεὶς τὸ στῆθος. Τὸ δὲ "ἀπόρουσε" καὶ "ἐξενάριξε" καὶ "χεῖρας ἀποτμήξας" καὶ "αὐχένα ἀποκόψας" περικαλλῶς παρισώθη ἁβρυνομένου τοῦ ποιητοῦ, ἐφ' οἷς τὸ κακὸν γένος ἔπαθεν.

(v. 147) Ὁ δὲ ἀνωτέρω ἑρμηνευθεὶς ὄλμος, οὗ πολλαχοῦ χρῆσις, γίνεται παρὰ τὸ ὄλλειν καὶ μειοῦν τὰ ἐν αὐτῷ πτισσόμενα. περὶ τοῦ τοιούτου ὄλμου λόγος ἦν, ὡς οἱ κοιμώμενοι ἐν αὐτῷ μαντικοὶ ἐγίνοντο. Παυσανίας οὖν φησιν παροιμιακῶς· ἐν ὄλμῳ ἐκοιμήσω, ἤγουν μαντικὸς ἐγένου. διὰ τί δὲ [172] βαρύνεται, ἐν τοῖς περὶ τοῦ ὄγμου δηλοῦται. Τὸ δὲ "ἔσσευεν" ἀλλοπαθῶς εἴρηται ἀντὶ τοῦ κινηθῆναι ἐποίησε, καὶ ὡς εἰπεῖν, παρώρμησε. Τὸ δὲ "κυλίνδεσθαι" τοῦ κυλίνδω ἐξώρμηται βαρυτόνου θέματος. τὸ γὰρ κυλινδεῖσθαι τῶν μεθ' Ὅμηρόν ἐστιν, ὥσπερ καὶ τὸ καλινδεῖσθαι, οἷς ὅμοιον τὸ ἀλινδεῖσθαι, [ἀφ' οὗ ἡ ἀλινδήθρα, ὅπερ ἐστὶ κονίστρα. Προϋπάρχει δὲ ἀμφοῖν τὸ ἁλίζειν, ὧν χρῆσις παρὰ τῷ Κωμικῷ ἐν τῷ "ἀλινδήθρας ἐπῶν", ἤγουν κονίστρας, παλαίστρας, καὶ ἐν τῷ "τὸν ἵππον ἐξαλίσας", ἤγουν κυλισθῆναι ποιήσας.]

(v. 128) Ἰστέον δὲ καὶ ὅτι φόβον μὲν ἡνιόχου δηλοῖ τὸ "ἐκ χειρῶν φύγον ἡνία" καὶ ἑξῆς.

(v. 136) Ἀνδρὶ δὲ δυσωποῦντι μὲν ἱλαρῶς, ἀκούσαντι δὲ δεινά, ἐπιλεχθήσεται τὸ "ὣς ὃ μὲν κλαίων προσηύδα μειλιχίοις" καὶ ἑξῆς.

(v. 138 et 142) Παῖδες δὲ ἀντὶ ἐχθροῦ πατρὸς τιμωρούμενοι ἀκούσειαν ἂν εὐφυῶς τὸ "εἰ μὲν δὴ Ἀντιμάχου υἱοί ἐστε, νῦν μὲν δὴ τοῦ πατρὸς ἀεικέα τίσετε λώβην".

(v. 148 s.) Ὅτι ἀνδρίας παραστατικὸν τὸ "τοὺς μὲν ἔασ', ὃ δ' ὅθι πλεῖσται κλονέοντο φάλαγγες ἐνόρουσε."

(v. 150-153) Πολέμου δὲ δεινότητα φράζει τὸ "πεζοὶ μὲν πεζοὺς ὄλεκον φεύγοντας ἀνάγκῃ, ἱππεῖς δ' ἱππῆας, ὑπὸ δέ σφισιν ὦρτο κονίη ἐκ πεδίου, τήν", ἤγουν ἥντινα, "ὦρσαν ἐρίγδουποι πόδες ἵππων χαλκῷ δηϊόωντες", ἤτοι δαίοντες, μερίζοντες, κόπτοντες, ἐπειδὴ καὶ ἡ κονία καὶ ἡ κόνις ἐκ τοῦ καίνω καὶ κατὰ συγκοπὴν κνῶ, τὸ κόπτω, γίνεσθαι λέγεται, ἀφ' οὗ καὶ κνῆστις ἡ διακοπτικὴ μάχαιρα.

(v. 150) Τὸ δὲ "φεύγοντας ἀνάγκῃ" διὰ τοὺς μὴ οὕτω φεύγοντας εἴρηται. τοιοῦτοι δὲ σὺν ἄλλοις καὶ οἱ προσποίητοι τὴν φυγήν, καὶ οἱ μὴ προτροπάδην αὐτὴν ποιούμενοι, καὶ οἱ κατὰ ἀπάτην δὲ φεύγοντες.

(v. 151) Τὸ δὲ "ὦρτο κονίη" συντίθησι παρὰ τοῖς ὕστερον τὸν κονιορτόν.

(v. 152) Τὸ δὲ "ὦσαν" κυριολεκτεῖται νῦν, ὡς καὶ ἐν Ὀδυσσείᾳ τὸ "λᾶαν ἄνω ὤθεσκεν". Ὅρα δὲ καὶ ὅτι τὸ ἐρίγδουποι καὶ ἐπὶ ποδῶν ἵππων λέγεται. [Εἰ δὲ τὸ σεμνὸν τοῦ ἐριγδούπου Διὸς εἰς πόδας ἵππων κατήνεκται, ὑπερλαλείτω ἑαυτῆς ἡ ποίησις.]

(v. 153) Χαλκὸν δὲ νῦν λέγει τὰ σεληναῖα τὰ ὑπὸ τοῖς ποσὶ τῶν ἵππων, οἷς διακόπτονται εἰς πλέον τὰ πατούμενα.

(v. 153 s.) Ὅτι περὶ τοῦ βασιλέως εἰπὼν ἐπαινετικῶς, ὡς [173] αἰὲν ἀποκτείνων ἕπετο Ἀργείοισι κελεύων, προϊών φησιν ἐντελέστερον, ὅτι ἔφεπεν αἰὲν ἀποκτείνων τὸν ὀπίστατον, ὅπερ συγκέκοπται ἐκ τοῦ ὀπισθότατον. αὐτὸ δὲ τὸ "ἕπετο Ἀργείοισι κελεύων" μετ' ὀλίγα οὕτω φράζει "ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων", ἤγουν σπευδανόν, σπευστικόν, καὶ "ὃ δὲ κεκληγὼς ἕπετο αἰεί".

(v. 155-158) Εἶτα παραδεικνὺς καὶ διὰ παραβολῆς τὸ τοῦ ἥρωος ἐνεργόν φησιν "ὡς δ' ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ, πάντῃ τ' εἰλυφόων ἄνεμος φέρει, οἱ δέ τε θάμνοι πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ, ὣς ἂρ ὑπ' Ἀτρείδῃ Ἀγαμέμνονι πίπτε κάρηνα Τρώων φευγόντων".

(v. 159-162) Ἐφ' οἷς διασκευάζων καὶ τά, ὡς εἰκός, ἐντεῦθεν συμβαίνοντά φησι "πολλοὶ δ' ἐριαύχενες ἵπποι κείν' ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας, ἡνιόχους ποθέοντες ἀμύμονας. οἳ δ' ἐπὶ γαίῃ κείατο", ἤγουν ἔκειντο, "γύπεσσι πολὺ φίλτεροι ἢ ἀλόχοισιν" ὅπερ ἐλλιπῶς ῥηθὲν ἔχει τι καὶ ἀστειότητος, λέγοντος τοῦ ποιητοῦ ὡς πολὺ φίλτεροι νῦν ἦσαν τοῖς οἰωνοῖς ἢ ταῖς ἀλόχοις, ὁπηνίκα ἔζων. Καὶ ἔστι κατὰ τοὺς παλαιοὺς ἀρχαιοπρεπὴς ἡ φράσις αὕτη καὶ ἀστεία μετὰ σεμνότητος, παραμιγνύντος κἀνταῦθα τοῦ ποιητοῦ τοῖς πικροῖς ἀστειότητα νοήματος, ᾧ συνεπιπλέκει καὶ σχῆμα κάλλους τὸ κατὰ ἐπαναφορὰν κομματικήν, ἐπορχούμενος οἷον τῷ ῥυθμῷ καὶ συγκροαίνων τῷ Ἕκτορι σῳζομένῳ καὶ συνεξαλλόμενος ἐκείνῳ τὴν μάχην ἐκκλίνοντι.

(v. 163 s.) Φησὶ γὰρ "Ἕκτορα δ' ἐκ βελέων ὕπαγε Ζεὺς ἔκ τε κονίης ἔκ τ' ἀνδροκτασίης ἔκ θ' αἵματος ἔκ τε κυδοιμοῦ". καὶ ὅρα τὸ "ὕπαγεν" ἀντὶ τοῦ ὑπεξῆγεν. Ἰστέον δέ, ὡς, εἰ καὶ λίαν καὶ ἐνταῦθα καὶ ἐν τοῖς ἑξῆς ὁ ποιητὴς τὸν βασιλέα σεμνύνει, ὅμως οὐδὲ τοῦ πιθανοῦ ἀπέχεται, ἀλλ' εἰπών, ὅτι "ὅθι πλεῖσται κλονέοντο φάλαγγες, τῇ ῥ' ἐνόρουσεν", ἤγουν ἐνταῦθα δὴ ὥρμησεν, ἐπήγαγεν "ἅμα δ' ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί", καὶ πάλιν "αἰὲν ἀποκτείνων ἕπετο Ἀργείοισι κελεύων", καὶ "σφεδανὸν Δαναοῖσι κελεύων", δι' ὧν δηλοῖ, ὡς ἐποίει μὲν μεγάλα ὁ βασιλεύς, οὐκ ἄνευ μέντοι τῶν ὑπ' αὐτόν, ὧν τοῖς ἐθνικοῖς ἐγκροαίνων Ἀχαιούς τε καὶ Ἀργείους καὶ Δαναοὺς ἐνταῦθα ὠνόμασε. καὶ οὕτω μὲν τοῦτο.

(v. 155) Ἀΐδηλον δὲ καὶ νῦν πῦρ, τὸ οἱονεὶ ἄστατον καί, ὡς εἰπεῖν, ἀΐζηλον καὶ μὴ [174] ἵζον καὶ μένον ἐπὶ ἑνὸς τόπου, ὅτε δηλαδὴ ἄνεμος εἰλυφόων φέρει, τραπέντος τοῦ ζ εἰς δ, ὡς καὶ ἀλλαχοῦ πολλαχοῦ γίνεται, καθὰ προεσημάνθη. ἔνθα παραπηκτέον καὶ τὸ κατὰ μὲν Ὦρον τὸν γραμματικὸν ζήτρειον προπαροξυτόνως, κατὰ δὲ ἑτέρους ζητρεῖον προπερισπωμένως, ὃ δηλοῖ, φασί, δούλων δεσμωτήριον, ἤγουν μύλωνα, ἐκεῖ γὰρ ἐδεσμοῦντο οἱ δοῦλοι. αὐτὸ γὰρ κατά τινας παρὰ τὸ δεῖν, ὅ ἐστι δεσμεύειν, καὶ τὸ τρεῖν, ἤγουν φοβεῖσθαι, συντεθὲν εἰς δήτρειον, ζήτρειον γέγονε, μεταπεσόντος τοῦ δ εἰς ζ. Οὕτω δέ, φασί, καὶ ζεῖρα ἐξ ὁμοίας τροπῆς ἐγένετο, συγκειμένη καὶ αὐτὴ παρὰ τὸ δεῖν, ἤτοι δεσμεῖν, καὶ τὸ εἴρειν. σημαίνει δέ, φασί, ζώνην καὶ χιτῶνα καὶ χλαμύδα, ἣν μέχρι καὶ ἐς ἄρτι παραφθείροντες οἱ Λυκιακοὶ ἡμίζαρον λέγουσιν. Ἄξυλος δὲ ὕλη ἢ δασεῖα καὶ πολύξυλος κατὰ ἐπίτασιν, ἢ κατὰ Πορφύριον, ἀφ' ἧς οὐδεὶς ἐξυλεύσατο, ἣν ξύλοχον λέγει ἐν ἄλλοις διὰ τὴν ἐν αὐτῇ πυκνὴν τῶν ξύλων συνέχειαν. εἴη δ' ἂν πάντως καὶ ἡ ἀξύλευτος πολύξυλος, εἰσαγούσης τῆς στερήσεως ἐπίτασιν καί, ὡς εἰπεῖν, πλουτιζούσης τῇ ἐνδείᾳ. Τὸ δὲ "ἐμπέσῃ" τόν[, ὡς εἰκός,] κατὰ τύχην ἐμπρησμὸν τῆς ὀρεινῆς ὕλης δηλοῖ.

(v. 156) "Εἰλυφόων" δὲ κατὰ παραγωγὴν ὁ εἰλῶν καὶ στρέφων πανταχοῦ, ἢ καὶ κατὰ σύνθεσιν ὁ ἐνταῦθα καὶ ἐκεῖ εἰλῶν τὸ φαῖνον πῦρ, ἢ καὶ ἄλλως, ὁ εἰλῶν καὶ φαίνειν ποιῶν, τοῦτο δὲ καὶ εἰλυφάζειν λέγεται. Τὸ δὲ "ἄνεμος φέρει" γράφεται καὶ ἄνεμος στρέφει. καὶ ἔστιν ἡ γραφὴ αὕτη προσφυεστέρα τῷ εἰλυφόων. Θάμνος δὲ ἀρσενικῶς μὲν ἐνταῦθα εἴρηται, εἶδος δέ ἐστι χαμαιζήλου [175] φυτοῦ καὶ πολυκλάδου, παρὰ τὸ θαμά ἐτυμολογούμενος. οὐ γὰρ μονοστέλεχος κατὰ τὸ δένδρον ἄνεισιν, ἀλλὰ πυκνὸς ὁ θάμνος καὶ πολυστέλεχος εὐθύς ἐστιν ἐκ ῥιζῶν. θάμνοι δὲ ῥᾷον οὕτω πυρὶ πίπτουσιν. οὐ γὰρ δήπου μεγάλα δένδρα. ἡ δὲ πτῶσις διὰ τὸν ἄνεμον καὶ διὰ τὸ πολὺ πῦρ ἐξικμάζον τὴν συνεκτικὴν τῶν λεπτῶν θάμνων ὑγρότητα. [Ἴσως δὲ οὐ κυριολεκτεῖται τὸ πίπτειν ἐνταῦθα, οὐ γὰρ θάμνους, ἀλλὰ δένδρα ὁ ἄνεμος βλάπτει ῥίπτων αὐτῇσι ῥίζῃσιν, ἀλλ' ἔστι πίπτειν ἐν τούτοις τὸ ταπεινοῦσθαι πυρὶ καὶ ἀπόλλυσθαι μεταφορικῶς. διὸ οὐδὲ τὸ πρόρριζοι ταὐτὸν ἂν εἴη τῷ σύρριζοι, ἀλλ' ὥσπερ τὸ πρὸ θυρῶν ἐστιν ἀντὶ τοῦ ἐγγὺς ἔξω θυρῶν, οὕτω καὶ τὸ πρὸ ῥιζῶν, ἐξ οὗ συνετέθη τὸ πρόρριζον.]

(v. 157) Τὸ δὲ "ἐπειγόμενοι" ὡς ἐπὶ ἐμψύχων μὲν τῶν θάμνων εἴρηται, πιπτόντων ἐν τῷ ὠθεῖσθαι καὶ οἷον ἐπείγεσθαι. ἀμφιβολίαν δὲ ἔχει, εἴτε παθητικῶς ἑρμηνευθήσεται, εἴτε κατ' ἐνέργειαν. Τοῦ δὲ ἐπείγω ἡ διὰ διφθόγγου γραφή, δυσχερῆ αἰτιολογίαν ἔχουσα, παραδίδοται ὑπὸ τῶν τεχνικῶν οὕτω γράφεσθαι διὰ τὸ δοκεῖν ἐξ αὐτοῦ γίνεσθαι τὸ οἴγω, ὅ ἐστιν ἀνοίγω. διὸ καὶ ὡς ἀναφαινομένου ἐνταῦθα τοῦ ο σὺν τῷ ι φαίνεται τὸ ἐπείγω προέχειν τὸ ε μετὰ τοῦ ι, ἵνα ᾖ ἐπείγειν καὶ ἔπειξις τὸ οἴγειν οἷόν τινα ὄγμον, ὁδόν, εἰς ἔργον.

(v. 158) Ὅρα δὲ καί, ὡς μετὰ δοτικῆς ἡ ὑπο κἀνταῦθα κεῖται πρόθεσις ἐν τῷ "ὑπ' Ἀτρείδῃ", ὡς καὶ μετ' ὀλίγα ἐν τῷ "ἔκπεσον ἵππων Ἀτρείδεω ὑπὸ χερσίν". Ἐν δὲ τῷ "ἔπιπτε κάρηνα Τρώων" ἢ ἄνδρας ὑπερέχοντας νοητέον, οὓς κεφαλὰς τῶν ἀρχομένων καλεῖν εἰώθαμεν, ἢ περιφραστικῶς τοὺς Τρῶας, κατὰ τὸ "Τεῦκρε, φίλη κεφαλή".

(v. 159) Τὸ "ἐριαύχενες" δὲ ὅτι ἔπαινός ἐστιν ἵππων, καὶ οἷαί τινες αἱ τοῦ πολέμου γέφυραι, καὶ ἀλλαχοῦ δεδήλωται. [Ἰστέον δὲ ὅτι τε ταὐτὸν ἐριαύχενα εἰπεῖν καὶ δουλιχόδειρον, εἰ [176] καὶ τὸ μὲν ἵπποις, τὸ δὲ κύκνοις δεδόσθαι δοκεῖ, καὶ ὅτι τῷ ἐριαύχενι ὁ βυσσαύχην ἀντίκειται. ἄλλως μέντοι τροπικώτερον ὁ βυσσαύχην ψόγον δηλοῖ. σημαίνει γὰρ τὸν ἐπιβουλευτικόν, ὥς φασιν οἱ παλαιοί. καὶ ἴσως φυσιογνωμονικῶς ἐρρέθη ὡς ἀπὸ ζῴων, ὅσα λοχῶντα ἢ ἄλλως θυμούμενα σιμοῦσι τοὺς αὐχένας ἐν τῷ μέλλειν ἐμπηδᾶν.]

(v. 160) Κενὰ δὲ ὄχεα ὡς ἐπί τινος ἀγγείου περιοχῆς εἴρηται, μὴ ἐχούσης τι ἔνδον στεγόμενον. Τὸ δὲ "κροταλίζειν" ὠνοματοπεποίηται, καθὰ καὶ τὸ κροτεῖν, οὗ παράγωγον τὸ κροταλίζειν. Ἔστι γὰρ κροτῶ, ἀφ' οὗ κροτίζω, ὡς νεμεσῶ νεμεσίζω, καὶ πλεονασμῷ κροταλίζω, καθ' ὁμοιότητα τοῦ ἐγγυαλίζω. ἐκ δὲ τοῦ κροταλίζειν καὶ κρόταλον, οὗ χρῆσις καὶ παρὰ τῷ Κωμικῷ. σκεύη δέ τινα τὰ κρόταλα, ἐξ ὀστράκου τυχὸν ἢ ξύλου ἢ χαλκοῦ, ἃ ἐν χερσὶ κροτούμενα θορυβεῖ. ἀπ' αὐτῶν δὲ καὶ ὁ στωμύλος καὶ παρὰ τὸ δέον ἐν λαλιαῖς ὀχληρὸς εἰς κρόταλον παροιμιάζεται.

(v. 161) Τὸ δὲ "ἡνιόχους ποθέοντες" ὡς ἐπὶ λογικῶν καὶ ἐμφρόνων τῶν ἵππων εἴρηται. τοιοῦτον δὲ καὶ τὸ "γύπεσσι πολὺ φίλτεροι", περὶ οὗ ἔστιν εἰπεῖν καί, ὅτι καθ' Ὅμηρον οἱ ἄρτι πεφονευμένοι πολὺ μᾶλλον φιλοῦνται ὑπὸ γυπῶν ἤπερ ὑπὸ τῶν ποτε ἀλόχων. αἱ μὲν γὰρ οὐκ ἂν θέλοιεν ἰδεῖν τούτους νεκρούς, οἱ δὲ χαίρουσι κειμένους βλέποντες.

(v. 166) Ὅτι σῆμα, ὡς καὶ προδεδήλωται, Ἴλου (47) παλαιοῦ Δαρδανίδαο κατὰ μέσον τὸ πεδίον ἦν, ὅπου τὴν προσεχῆ νύκτα βουλὰς ἐβούλευεν Ἕκτωρ, ὡς ὁ Δόλων κατεμήνυσεν.

(v. 1668) Ἐνταῦθα παρ' ἐρινεόν, Ἀγαμέμνονος διώκοντος, φεύγουσι Τρῶες, ἱέμενοι, τουτέστιν ἐφιέμενοι, πόλεως. Καὶ ὅρα πολέμου τε ἀδηλίαν καὶ ὡς ἀμφιρρεπὴς ὁ κατ' αὐτὴν Ἄρης ἐστὶ καὶ ἀλλοπρόσαλλος καὶ τὸν "κτανέοντα κατέκτα". ‑ ὁ γὰρ αὐτὸς τόπος πρὸ ὀλίγου μὲν εἶχε τοὺς Τρῶας περὶ τῆς τῶν Ἑλλήνων σκεπτομένους φυγῆς, νῦν δὲ τοῖς Τρωσὶν ὑφήπλωται φεύγουσι ‑ , καὶ ὡς οὐκ ἀγαθὸς ἦν οἰωνός, καθὰ καὶ ἀλλαχοῦ ἐγράφη, τὸ παρὰ νεκροῦ βουλεύεσθαι μνήματι. Ὅτι δέ, καθάπερ ἐν Ὀδυσσείᾳ ὁ ἀσφοδελός, οὕτω κἀνταῦθα ὁ ἐρινεὸς περιεκτικοῦ [177] τύπου ἐστίν ‑ οὐ γὰρ ἕν τι φυτὸν ἡ λέξις ἐνταῦθα δηλοῖ, ἀλλὰ τόπον ἐρινεώδη ‑ , καὶ ὅτι ἐξ αὐτοῦ ἀναβατὸν ἦν τὸ Τρωϊκὸν τεῖχος, προδεδήλωται.

(v. 168 s.) Ὅτι δραστηριότητα φράζει στρατιωτικὴν τὸ "ὃ δὲ κεκληγὼς ἕπετο αἰεί, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους".

(v. 171 s.) Σύγχυσιν δὲ στρατιᾶς δηλοῖ τὸ "ἔνθ' ἄρα δὴ ἵσταντο καὶ ἀλλήλους ἀνέμιμνον. οἳ δ' ἔτι κὰμ μέσον πεδίον φοβέοντο".

(v. 17981) Ἀριστέως δὲ φραστικὸν τὸ "ἔφεπεν αἰὲν ἀποκτείνων τὸν ὀπίστατον, οἳ δὲ φέβοντο· πολλοὶ δὲ πρηνεῖς τε καὶ ὕπτιοι ἔκπεσον ἵππων" ὑπὸ χερσὶ τοῦ δεῖνος, "περὶ πρὸ γὰρ ἔγχεϊ θῦε". Περὶ Ἀγαμέμνονος δὲ ταῦτα.

(v. 1728) Ὃν καὶ διὰ παραβολῆς ὁ ποιητὴς σεμνύνων φησίν, ὅτι φοβέοντο ὑπ' αὐτῷ οἱ Τρῶες "βόες ὥς, ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγῷ, πάσας· τῇ δέ τ' ἰῇ", ἤγουν μιᾷ δέ, "ἀναφαίνεται αἰπὺς ὄλεθρος· τῆς δ' ἐξ αὐχένα ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι πρῶτον, ἔπειτα δέ θ' αἷμα καὶ ἔγκατα πάντα λαφύσσει, ὣς Ἀτρείδης ἔφεπε κτείνων", ὡς ἀνωτέρω ἐλέχθη, "οἳ δὲ φέβοντο", ὅ ἐστιν ἔφευγον. ὃ φοβέοντο ἔφη ἀνωτέρω, φιλοτιμησάμενος φράσιν διάφορον, ἧς χάριν καὶ τὸ κατὰ μέσον πεδίον ἐν τοῖς ἀνωτέρω μὲν ἔφη "μέσσον κὰπ πεδίον παρ' ἐρινέον", ὑποκαταβὰς δὲ "κὰμ μέσον πεδίον φοβέοντο".

(v. 172 s.) Ὅρα δὲ ὅτι θηλυκῶς κἀνταῦθα εἶπε τὰς βόας ὡς καὶ τὰς ὄϊς καὶ τὰς ἵππους. ἁπλῶς δὲ πᾶσαν ἀγέλην ἐκθηλύνουσιν Ἴωνες τῇ προφορᾷ.

(v. 168) Ἰστέον δὲ καὶ ὅτι τὸ "κεκληγώς" ἄναρθρον δηλοῖ φωνήν, ἐξ ἀετοῦ πρεπόντως τῷ βασιλεῖ ἐνταῦθα ληφθὲν ἢ τοιοῦδέ τινος. καὶ οὐκ ἔστι κατὰ τὸ κελεύειν, ἐκεῖνο γὰρ παρακέλευσιν ἐδήλου τὴν δι' ἀνθρωπίνης φωνῆς.

(v. 169) Τὸ δὲ "λύθρον" μιασμὸν δηλοῖ τὸν ἐξ αἵματος, καὶ γίνεται ἀπὸ τοῦ λύω, ἀφ' οὗ καὶ λῦμα, τὸ κάθαρμα, καὶ ἄλλως δὲ φράσαι, λύθρον ἐστὶν ἀκαθαρσία αἵματος μετὰ κόνεως, δεομένη λύματος, ἤγουν καθάρσεως. γράφεται δὲ διὰ τοῦ θ πρὸς διαστολὴν τοῦ λύτρου, ὃ ἐπὶ αἰχμαλώτων τίθεται. Περὶ δὲ τοῦ "παλάσσετο", εἴτ' οὖν ἐμολύνετο, ἐξ οὗ καὶ ὁ πηλός, καὶ τίνες ἄαπτοι χεῖρες, προδεδήλωται.

(v. 173) Ἀμολγὸς δὲ νυκτός, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, καθ' ὃν οὐδεὶς μολεῖ ἢ μογεῖ, ἢ ὅτε ἀμέλγονται ζῷα ἐκ νομῆς ἐλθόντα ἢ εἰς νομὴν ἀπιόντα, ἢ καὶ τὸ ἀκμαῖον καὶ μέσον τῆς νυκτός, ὡς βούλονται νοεῖν [178] καὶ οἱ τὴν παρ' Ἡσιόδῳ ἀμολγαίην μάζαν ἑρμηνεύοντες. Ἰστέον δὲ ὅτι τε εἰ νοηθείη ἀμολγὸς κατὰ στέρησιν τοῦ μολεῖν, ἀντιθετικὸς οὕτω τρόπος ἐνταῦθα ἐμφαίνεται, ἵνα λέγῃ ὅτι μολὼν ὁ λέων, ὅτε οὐδεὶς μολεῖ, καὶ ὅτι Παυσανίας φησίν, ὡς ἀμολγοὶ ἐλέγοντο καὶ οἱ ἀμέλγοντες τὰ κοινὰ ῥήτορες καὶ διαφοροῦντες τὰ δημόσια. οἱ δ' αὐτοί, φασί, καὶ μοργοί ἢ ἀμοργοί ἐκ τοῦ ἀμέργειν ἤγουν καρπολογεῖν, οἷον "ὁ μέν τις ἀμπέλους τρυγῶν ἄν, ὁ δ' ἀμέργων ἐλάας".

(v. 178) Τὸ δὲ πάσας μὲν φέβεσθαι, μίαν δὲ ὄλλυσθαι, ἄριστα δηλοῖ τὴν ἐν πολλοῖς ἀριστείαν τοῦ ἑνός, ὃς τρέπει μὲν πολλούς, ἕκαστον δὲ δεδιότα περὶ ἑαυτῷ. καὶ ἔστι τοῦτο ἀληθῶς αἴτιον καθόλου τῆς προτροπάδην φυγῆς.

(v. 175) Τὸ δὲ "αὐχένα ἔαξεν" ἰδιότης καὶ νῦν λέοντος, ὃς βοὸς δραξάμενος καταγνύει πρῶτον τὸν αὐχένα δέει τῶν κεράτων, εἶτα λαφύσσει. ὅπερ ὀνοματοποιΐας τρόπῳ τὸ ῥαγδαίως καταπίνειν δηλοῖ, γενόμενον ἐκ τοῦ λάπτω λάψω λέλαφα, ὅθεν καὶ λάφυρον, ὥσπερ ἐκ τοῦ λέλαπα μέσου παρακειμένου, ἢ τοῦ ἔλαπον δευτέρου ἀορίστου, γίνεται λαπάρα καὶ λάπαθον καὶ λαπάζειν, ὃ διὰ τοῦ α ὡς ἐπὶ πλέον λέγεται ἀλαπάζειν. οὕτω δὲ ἴσως καὶ ἀπὸ τοῦ λέλαμμαι ἡ Λάμια.

(v. 178) Ὁ δὲ αἰεὶ κτεινόμενος ὀπίστατος εἰς στίχας κορυφοῦται, οἷς καθ' Ἡσίοδον εἰπεῖν σμικρὸν ἐπὶ σμικρῷ κατατίθεται τὸ πίπτον. διὸ μετ' ὀλίγα στίχας ἀνδρῶν ἐναίρειν ὁ βασιλεὺς λέγεται, ὅπου καὶ ὁ ποιητὴς Μούσας ἐπικαλεῖται εἰπεῖν ὅπερ αὐτὸς ἐθέλει. Γίνεται δὲ ὀπίστατος ἤ, ὡς προερρέθη, ἐκ τοῦ ὀπισθότατος κατὰ συγκοπήν, ἢ μᾶλλον ἐκ τοῦ ὀπίσω, ὀπίστερος, καὶ τὸ ὑπερθετικὸν ὀπίστατος.

(v. 179) Ἐν δὲ τῷ "πρηνεῖς τε καὶ ὕπτιοι" πρηνεῖς μὲν κεῖνται πάντως οἱ φεύγοντες, ὕπτιοι δὲ οἱ ἀντιστάντες τῷ βασιλεῖ. οὕτω γάρ τις καὶ πρὸ βραχέων βληθεὶς τὸ στῆθος ὕπτιος ἔπεσε.

(v. 180) Τὸ δὲ "περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν" ἀντὶ τοῦ περισσῶς προώρμα τῶν ἄλλων δόρατι προμαχόμενος.

(v. 183) Ὅτι ἀλλαχοῦ μὲν πολυπίδακα τὴν Ἴδην λέγει διὰ [179] τὸ πολύϋδρον τοῦ ὄρους, ὡς ἐκεῖ ἐρρέθη, ἐνταῦθα δὲ καθ' ὅμοιον λόγον πιδήεσσαν, οἱονεὶ πιδακόεσσαν, κατὰ συγκοπὴν καὶ τροπὴν τοῦ α εἰς η. Φησὶ γὰρ "Ἴδης ἐν κορυφῇσι καθέζετο πιδηέσσης, οὐρανόθεν καταβάς", ὁ Ζεὺς δηλαδή. ὃς καὶ εἰς τὸν ἀνωτάτω αἰθέρα ὑπονοεῖται, καὶ εἰς τὸν πρὸς τοῖς ὄρεσιν, ἤδη δὲ καὶ εἰς τὸν περιπέζιον, καὶ οὐ μόνον, ἀλλὰ καὶ εἰς τὸν ὑπὸ γῆν, ὡς πολλαχοῦ φαίνεται.

(v. 184) Ὅτι ἀστραπὴν οἷά τι βέλος ἔχειν ὁ Ζεὺς ἐν χερσὶ λέγεται, ὡς καὶ εἰς ἀέρος φύσιν ἀλληγορούμενος. διὸ οὕτως ἡ μετάληψις καὶ τὸν κεραυνὸν αὐτῷ δίδωσι καὶ τὰς αἰγίδας, καὶ τερπικέραυνον αὐτὸν καλεῖ καὶ αἰγίοχον. Μυθικῶς μέντοι καθάπερ ἡ Ἶρις πολέμοιο τέρας μετὰ χερσὶν εἶχε πρὸ τούτων, οὕτω καὶ ὁ Ζεὺς νῦν ἔχει στεροπὴν μετὰ χερσὶ καθὰ καί τι βέλος. ᾧ λόγῳ καὶ ἐγχεικέραυνον αὐτὸν ἡ λυρικὴ Μοῦσα καλεῖ, [ὡς οἷα καὶ δόρατι χρώμενον αὐτῷ, καθὰ δηλοῖ καὶ ὁ φράσας ὅτι ἐναγκοινεῖται ὁ Ζεὺς κεραυνόν, ὡς ἐν σχήματι αἰχμητοῦ πολεμησείοντος.]

(v. 185) Ὅτι ἄγγελος κἀνταῦθα Διός, ἤγουν ἀέρος, ἡ Ἶρις, καὶ χρυσόπτερος δέ, ὡς μὴ μόνον λαμπρά, ἀλλὰ καὶ ὠκεῖα. ὧν λαμπρότητος μὲν ἐμφαντικὸν ὁ χρυσός, ὠκύτητος δὲ τὸ πτερόν. διὸ καὶ ταχεῖαν αὐτὴν ἡ ποίησις καλεῖ καὶ ποδήνεμον.

(v. 185 s.) Ἔστι δὲ ὁ περὶ αὐτῆς καὶ νῦν Ὁμηρικὸς λόγος οὗτος "Ἶριν δ' ὤτρυνε χρυσόπτερον ἀγγελέουσαν, βάσκ' ἴθι Ἶρι ταχεῖα" καὶ ἑξῆς. Ὅτι τῇ λεγομένῃ προπαρασκευῇ καὶ προεκθέσει καὶ ὑποσχέσει καὶ προαναφωνήσει χρῆται καὶ ἐνταῦθα ἐκφανέστατα ὁ ποιητής, προεκτιθέμενος ἐν ὀλιγίστῳ καὶ προαναφωνῶν εἰς ψυχαγωγίαν φιλοπευθοῦς ἀκροατοῦ τὰ ἐν τοῖς ἑξῆς ῥηθησόμενα.

(v. 187-194) Πλάττει οὖν τὸν Διὰ λέγοντα τῷ Ἕκτορι διὰ τῆς Ἴριδος οὕτω "ὄφρ' ἂν μὲν θύνῃ ἐν προμάχοις", ἤγουν προμάχηται ὁ βασιλεύς, "ἐναίρων στίχας ἀνδρῶν, τόφρα" ὁ Ἕκτωρ ἀναχωρείτω, "τὸν δ' ἄλλον λαὸν ἀνώχθω μάρνασθαι". Ἐπειδὰν δὲ "ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ εἰς ἵππους ἅλεται" ὁ βασιλεύς, τότε δοθήσεται κράτος τῷ Ἕκτορι "κτείνειν, εἰς ὅ κε νῆας ἀφίκηται, δύῃ τ' ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ", ἤγουν ἐπέλθῃ νύξ.

(v. 191) Καὶ ὅρα καὶ νῦν ἀρίδηλον διαφορὰν τοῦ τυπῆναι καὶ τοῦ βληθῆναι, σεσημειωμένην καὶ ἀλλαχοῦ. Ἰστέον δὲ ὅτι ὁ Ἕκτωρ ἄρτι διὰ τὸ ἐπὶ τῷ βασιλεῖ δέος ἀργὸς ἑστὼς ἔν τε ἅρμασι καὶ ἵπποισι κολλητοῖς, ὡς οἷα τεθαμβημένος, μήτ' αὐτὸς [180] πολεμῶν μήτε τοῖς φεύγουσιν ἐγκελευόμενός τι, ὀψὲ δέ ποτε Διὸς ἀγγελίαν λαβών, ὅ ἐστιν εἰς νοῦν ἐλθών ‑ Ζεὺς γὰρ μυριαχοῦ καὶ ὁ νοῦς ‑ , κρίνει δέον εἶναι ὑποείκειν τῆς μάχης καὶ φυλάξασθαι τὸν κίνδυνον, συννοούμενος, ὡς εἰκός, οὐκ ἐπὶ μακρὸν ἀνθέξειν τὸν βασιλέα μαχόμενον, τῷ δ' ἄλλῳ λαῷ ἐγκελεύεται μάχεσθαι. καὶ ταῦτ' ἦν, ἃ διὰ τῆς Ἴριδος ὁ Ζεὺς ἐμήνυσεν Ἕκτορι.

(v. 192) Τὸ δὲ ἅλεται ἀπὸ αὐθυποτάκτου μέσου ἀορίστου ἀνήχθη ὡς εἰς ἐνεστῶτα, διὸ καὶ τῷ ε παραλήγεται, εἰ καὶ δι' ἑνὸς λ γράφεται. ἄλλως δέ γε ἅληται λέγεται κοινῶς τε καὶ Ἀττικῶς.

(v. 194) Πῶς δὲ ἱερὸν τὸ κνέφας πρὸ ὀλίγων εἴρηται. τινὲς δέ φασι κνέφας ἱερὸν τὸ βαθὺ καὶ μέγα σκότος, ἐπεὶ καὶ ἐπὶ μεγάλου πολλάκις τὸ ἱερὸν τίθεται, ὡς ἀλλαχοῦ δηλοῦται.

(v. 189) Ὅρα δὲ ὡς ἐπὶ Ἕκτορος μὲν τὸ φεύγειν ἀναχωρεῖν Ὅμηρος εἶπε σεμνῶς φράσας, ἐπὶ δὲ τοῦ βασιλέως ἔτι σεμνότερον εἰς ἵππους ἅλεσθαι. πεζὸς γὰρ μαχόμενος, εἶτα βληθείς, ἀναχωρήσει ἀναβὰς εἰς ἅρμα, οὐχ' ἁπλῶς, ἀλλὰ συντόνως. ἅλλεται γάρ.

(v. 196 s.) Ἐνταῦθα δὲ κεῖται καὶ σχῆμα γοργὸν ἀσύνδετον τὸ "βῆ δὲ ὠκέα Ἶρις εἰς Ἴλιον, εὗρεν υἱὸν Πριάμοιο Ἕκτορα", ἵνα ἡ ὠκεῖα πέτεσθαι καὶ ὠκέως φράζοιτο.

(v. 198) Ἐν δὲ τῷ "ἅρμασι κολλητοῖς" λείπει τὸ εὖ, ὡς καὶ ἐν τῷ τάφρος ὀρυκτή κατά τινας, καὶ ἐν τῷ δῶμα ποιητόν, ὃ ἐντελῶς ῥηθὲν εὖ ποιητόν ἶσόν ἐστι τῷ εὔπηκτον μέγαρον.

(v. 201) Ἐν τούτοις δὲ κεῖται καὶ Δωρικὴ ἀντωνυμία τὸ τεΐν ἀντὶ τοῦ σοί, ὁποῖον παρ' ἄλλοις καὶ τὸ ἐμίν ἀντὶ τοῦ ἐμοί, ἀσυντελῆ ταῦτα λόγῳ πεζῷ.

(v. 211-216) Ὅτι ἀντιπαρατάξεως ἐκφραστικὸν τὸ "ἐξ ὀχέων", εἴποι δ' ἄν τις καὶ ἐξ ἵππων, "σὺν τεύχεσιν ἆλτο χαμᾶζε· πάλλων δ' ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν. οἳ δ' ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν", οἱ δ' ἀντίμαχοι "ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας. ἀρτύνθη δὲ μάχη, στὰν δ' ἀντίοι", ὃ ἀνωτέρω ἐναντίοι ἔσταν ἔφη. Καὶ ὅρα ὡς ἰσχύων ὁ ποιητὴς παρισώσεις ποιῆσαι ἀπὸ τοῦ ὀτρύνειν καὶ καρτύνειν καὶ ἀρτύνειν, ὃ πλεονασμῷ τοῦ ν ἀπὸ τοῦ ἀρτύειν γίνεται, οὐκ ἠθέλησε διὰ τοῦ τοιούτου σχήματος προσπαίζειν ἐναγωνίῳ δυσχερείᾳ πράγματος.

(v. 216) Ἀρτύνεσθαι [181] δὲ μάχην λέγει τὸ τοὺς στρατιώτας, ὡς ἔφη, στῆναι καὶ οὕτως ἄρτιον καὶ ἀραρότα γίνεσθαι τὸν στρατόν. τὸ γὰρ φεύγειν οὐ μάχην ἀρτύει, ἀλλὰ φυγὴν ἔχει καὶ δίωξιν.

(v. 213) Τὸ δὲ "ἔγειρεν" ὡς ἐπί τινος ὑπνοῦντος ἢ κειμένου φησὶν ἢ μάλιστα καθημένου, ὁποῖός που καὶ ὁ Ἄρης πλάττεται.

(v. 218-220) Ὅτι ἀκμαιοτέραν ποιῶν τὴν προσοχὴν τῷ ἀκροατῇ ὁ ποιητὴς καὶ ἅμα θαυμάζων τὸν βασιλέα τῆς ἀριστείας, ὃς ἀρτυνθείσης νῦν, ὡς ἐρρέθη, τῆς μάχης πρῶτος ὤρουσεν, ἔθελε δὲ πολὺ προμάχεσθαι ἁπάντων, ὃ δὴ ἀριστέως ἔπαινός ἐστιν, ἐρωτᾷ ὡς ἐρῶν καινότερόν τι οὐ μίαν Μοῦσαν ὡς ἐν ἀρχῇ τοῦ βιβλίου, ἀλλὰ τὰς ὅλας, καί φησιν· "ἔσπετε νῦν μοι Μοῦσαι, Ὀλύμπια δώματ' ἔχουσαι, ὅς τις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίον ἦλθεν ἢ αὐτῶν Τρώων ἢ ἐπικούρων. [Ἔνθα τὸ "αὐτῶν" ἐξοχήν τινα δηλοῖ, ἐπειδὴ καὶ τὸ πᾶν τοῦ πολέμου τοῖς Τρωσὶν ἔγκειται.

(v. 221-230) Εἶτα ἐν σχήματι ἀποστατικῷ ἐπάγει ὡς οἷα ἐμπνευσθεὶς ὑπὸ Μουσῶν ἢ καὶ ὡς ὑποφητεύων αὐταῖς. "Ἰφιδάμας Ἀντηνορίδης, ἠΰς τε μέγας τε", ἀντίος δηλαδὴ τοῦ βασιλέως ἦλθεν, "ὃς τράφη ἐν Θρῄκῃ ἐριβώλακι μητέρι μήλων. Κισσῆς τόν γ' ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα, μητροπάτωρ, ὃς τίκτε Θεανὼ καλλιπάρῃον. αὐτὰρ ἐπεί ῥ' ἥβης ἐρικυδέος ἵκετο μέτρον, αὐτοῦ μιν κατέρυκε, δίδου δ' ὅ γε", ἤγουν οὗτος, "θυγατέρα ἥν", ἀδελφὴν δηλαδὴ Θεανοῦς, τῆς τοῦ Ἰφιδάμαντος μητρός. "γήμας δ' ἐκ θαλάμοιο μετὰ κλέος ἵκετ' Ἀχαιῶν". ὃ δὴ κλέος καὶ τοῖς περὶ Κινύραν ἐν Κύπρῳ ἤκουστο. ἦλθε δὲ σὺν δυοκαίδεκα, φησί, "ναυσίν, αἵ οἱ ἕποντο". τὰς μὲν περί που τὴν Λαμψακηνῶν ἀφῆκε χώραν ‑ αὐτόθι γὰρ ἡ Περκώπη, πόλις οὖσα Τρῳάδος ‑ , αὐτὸς δὲ πεζὸς ὢν εἰς Ἴλιον εἰληλούθει. Καὶ νῦν μὲν ἄχρι τούτων ὁ Ὅμηρος τὴν ἱστορίαν ἱστᾷ, μετ' ὀλίγα δὲ καὶ ἕδνα λέγει διὰ πιθανότητα ἱστορικήν, ὧν τὰ μὲν δέδωκεν ὁ Ἰφιδάμας τῇ γυναικί, Τροίηθεν δηλαδὴ ἔχων αὐτὰ ἐκ τῶν πατρῴων, τὰ δ' ὑπέστη, τουτέστιν ὑπέσχετο. Καὶ ὅρα ὅπως ἱστορίαις κἀνταῦθα Ὅμηρος πυκάζει τὴν ποίησιν ποικίλαις, ἐκκλίνων τὸ ὁμοειδὲς διὰ τὸ προσκορές, ἐν αἷς καὶ τοπογραφεῖ καὶ γενεαλογεῖ καὶ πολλὰ ἕτερα κατορθοῖ, μερίζων διαφόροις τόποις αὐτάς.

(v. 222 s.) Ἰστέον δὲ ὅτι τὸ "τράφη ἐν Θρῄκῃ" τοπικῶς μὲν σαφὲς ὄν, ἀορισταῖνον [182] δὲ κατὰ τὸ θρεψάμενον πρόσωπον, διασαφεῖ ὁ ποιητὴς ἐπαγαγὼν "Κισσῆς τόν γ' ἔθρεψεν". ἐπεὶ δὲ καὶ τὸ ἔθρεψεν ἀσαφῶς ἔχει ‑ τρέφει γὰρ καὶ ὁ ἁπλῶς ἐμβρωματίζων κατὰ ξενίαν ἢ καὶ ἄλλως ἐκ παρόδου τινά ‑ , ἑρμηνεύει τὴν λέξιν διὰ τοῦ "τυτθὸν ἐόντα", ἵνα λέγῃ ὅτι ἐκ μικροῦ ἀνεθρέψατο. Ἐστάλη γάρ, ὡς εἰκός, ὁ Ἰφιδάμας ἐκ Τροίας εἰς Θρᾴκην ἔτι νεώτατος ὤν, καθὰ καὶ Πολύδωρος εἰς Πολυμήστορα, ἵνα ἐν εἰρηνικοῖς χωρίοις ἐκτρέφηται. Τὸ δὲ "μητέρι μήλων" ὅμοιον ὡσεὶ καὶ πολύμηλον ἔφη τὴν Θρᾴκην, καθά που καὶ τὸν Ὀρχομενόν, τοιαύτη γὰρ ἦν καὶ αὐτή. Εἰ δέ τις, ὥς που καὶ ἀλλαχοῦ ἐτέθη, καὶ χώρα, ἐν ᾗ πολλὴ ὀπώρα τὰ μῆλα φέρεται, μητέρα μήλων ἐρεῖ, ὁποία καὶ ἡ τῶν Παφλαγόνων, ἀστείως ἂν προσενεχθείη τῷ ἀκροατῇ ἐκ τοῦ Ὁμηρικοῦ κήπου δρεψάμενος. ὁ δὲ μητέρα γῆν τινα εἰπὼν καλῶς ἂν καὶ μαστὸν αὐτῇ δώσει, ὡς ἐν τῷ "οὖθαρ ἀρούρης".

(v. 223) Τὸ δὲ "Κισσῆς" πάθος ἔχει συναιρέσεως. ἀπὸ γὰρ τοῦ Κισσέας συνείληπται, φασίν, ὁμοίως τῷ Ἑρμέας Ἑρμῆς, Ποδέας Ποδῆς. Εἴτε δὲ ὁ τοιοῦτος Κισσέας ὁ αὐτός ἐστι τῷ Κισσεῖ, οὗ Εὐριπίδης μέμνηται, εἴτε καὶ ἕτερος, ὅθεν καθ' ἕτερον σχηματισμὸν ἡ τοιούτου Κισσέως Κισσηίς θυγάτηρ Κισσῇς λέγοιτ' ἂν κατὰ συναίρεσιν ἐν προ‹ς›γεγραμμένῳ τῷ ι, ὁμοίως τῷ Νηρηίς Νηρῇς καὶ τοῖς ὁμοίοις, οὐ καιρὸς ἄρτι πολυπραγμονεῖν. Μητροπάτωρ δὲ ὁ πρὸς μητρὸς πάππος. διὸ ἑρμηνεύων φησὶ "ὃς τίκτε Θεανώ". εἰ γὰρ Ἰφιδάμας υἱὸς ἦν Ἀντήνορος καὶ Θεανοῦς, τίκτει δὲ Κισσέας τὴν Θεανώ, μητροπάτωρ πάντως ἐστὶν οὕτως, ὡς ἐρρέθη, τῷ Ἰφιδάμαντι. ὁ δὲ μήτρως ἄλλως λέγεται καθ' ὁμοιότητα τοῦ πάτρως. Θεανοῦς δὲ τῆς ἐνταῦθα κειμένης ἐμνήσθη που καὶ πρὸ τούτων ὁ ποιητής.

(v. 225) Ἐν δὲ τῷ "ἥβης μέτρον" τὸν καίριον γάμον δηλοῖ, ὅτε δηλαδὴ φίλτατος ἂν εἴη τῇ νύμφῃ ὁ γαμέτης καὶ ἡδὺς ἐν τοῖς στρώμασιν, οὗπερ κατὰ τὸν Ὅμηρον χαριεστάτη ἡ ἥβη καὶ ἡδεῖα, ὡς τὸ τῆς λέξεως δηλοῖ ἔτυμον. ἀπὸ τοῦ ἥδω γὰρ ἡ ἥβη κατὰ τοὺς παλαιούς. Μέτρον δὲ τὴν ἡλικίαν λέγει, καθ' ἣν χρονικῶς μετρεῖται τὰ ἡλικιούμενα ζῷα. δῆλον δὲ καὶ ὅτι τὸ "ἥβης ἐρικυδέος ἵκετο μέτρον" περίφρασίς ἐστι τοῦ ἥβησεν. Ἐνταῦθα δὲ σημειοῦνται οἱ παλαιοὶ καί, ὅτι ὅμοιος ὁ γάμος τοῦ τε Διομήδους καὶ τοῦ νεήλυδος τούτου Ἰφιδάμαντος, ἀμφότεροι γὰρ μητρὸς ἔγημαν ἀδελφάς. Ὅρα δὲ καὶ [183] ἐν τῷ "ἐπεί ῥ' ἥβης" τὴν τοῦ ῥα συνδέσμου παρένθεσιν, οὐκ ἀναγκαίαν οὖσαν, ὅτι μὴ μόνον διὰ θεραπείαν σεσηρότος χασμήματος.

(v. 227) Τὸ δὲ "ἐκ θαλάμοιο" δηλοῖ μὲν τὴν εἰς Τροίαν ἐξ ὑπογύου μετὰ γάμον αὐτίκα ἔλευσιν, ἄγει δέ πως τὸν Ἰφιδάμαντα εἰς ὅμοιόν τι τῷ ἐν τῇ Βοιωτίᾳ ἱστορουμένῳ Πρωτεσιλάῳ. [Ὅτι δὲ θάλαμος καὶ ὁ κοιτὼν λέγεται, καθωμίληται.]

(v. 228) Αἱ δὲ ιβ΄ νῆες καὶ δύναμιν καὶ πλοῦτον τῷ Κισσέᾳ μαρτύρονται καὶ παραλίαν εἶναι τὴν ὑπ' αὐτὸν χώραν δηλοῦσι. Τὸ δὲ "αἵ οἱ ἕποντο" δεσπότην τῶν ιβ΄ νηῶν εἶναι δηλοῖ τὸν νέηλυν, ἵνα λέγῃ, ὅτι σὺν ιβ΄ νηυσὶν οἰκείαις. [(v. 229) Ἡ δὲ Περκώπη αὕτη ἑτέρα ἐστὶ παρὰ τὴν διὰ τοῦ τ, ὡς ἀλλαχοῦ κεῖται, γραφομένην Περκώτην, περὶ ἧς ἱστόρηται ὅτι, καθὰ Κῦρος ὁ μέγας Πυθάρχῳ τῷ Κυζικηνῷ φίλῳ ὄντι πόλεις ἑπτὰ ἐχαρίσατο, ὧν μία καὶ ἡ Ὁμηρικὴ Πήδασος, οὕτω καὶ τῷ Θεμιστοκλεῖ Πέρσης βασιλεὺς τὴν εἰρημένην Περκώτην καὶ τὴν Παλαίσκηψιν δέδωκε στρωμνῆς χάριν καὶ ἱματισμοῦ, κελεύσας ἐκείνῳ στολὴν φορεῖν βαρβαρικήν. Δοκεῖ δὲ ἡ δεδηλωμένη Παλαίσκηψις διαστολὴν ἔχειν πρὸς νεωτέραν Σκῆψιν, ἧς ὁ πολίτης Σκήψιος.]

(v. 230) Τὸ δὲ "εἰληλούθει" καὶ πρὸ αὐτοῦ τὸ "εἰλήλουθα", ὅσαις κατὰ τὸν Ἀλεξανδρέα Ἡρακλείδην διαλέκτοις πεποίηται, προδεδήλωται σαφῶς. Ἐν τούτοις δὲ σημείωσαι, ὡς οὐδὲν ὤνησεν οὔτε νῦν τὸν Ἰφιδάμαντα οὔτε μετ' ὀλίγα τὸν ἀδελφὸν Κόωνα, εἴπερ Ἀντήνορος παῖδές εἰσι, τοῦ, ὡς δεδήλωται, προξένου τῶν Ἀχαιῶν καὶ διὰ τοῦτο φίλου. πολέμιοι γὰρ ἐπεξιόντες τῷ βασιλεῖ τῶν ἴσων μετέχουσι, καὶ τοῦ φιλεῖν ἐπίπροσθεν τὸ πολεμεῖν θέμενοι ἀντιπολεμοῦνται, ὃ καὶ Γλαῦκος, εἰ τῷ Διομήδει ἀντισταίη, πάθοι ἄν. καὶ ῥίπτειν ἐθέλοντες πίπτουσι, καὶ οὐδὲ ὁ ἀνελὼν αὐτοὺς παρανομεῖ. οὐ γὰρ μιαρός, φασίν, ὁ ἐν πολέμῳ φόνος. Σημείωσαι δὲ ὡς τὸ κατὰ τὴν γενεαλογίαν τοῦ Ἰφιδάμαντος χωρίον ἀσάφειάν τινα ἔχει, οὐ μόνον διὰ τὸ συντόμως φρασθῆναι, ἀλλὰ καὶ διὰ τὴν τῶν πραγμάτων περιβολῆς νόμῳ μετάταξιν. Τὸ δέ γε κατὰ φύσιν ἔχει οὕτως. Ἀντήνορος τοῦ Τρωϊκοῦ γυνὴ ἡ Θεανὼ ἐκ Θρῄκης. ταύτης πατὴρ ὁ Κισσῆς, οἰκῶν ἐν Θρᾴκῃ, πρὸς ὃν σταλεὶς ὁ ἔγγονος Ἀντηνορίδης Ἰφιδάμας ὡς μητροπάτορα καὶ τραφεὶς ἐκεῖ, ἔγημε θυγατέρα ἐκείνου.

(v. 233-237) Ὅτι διὰ πιθανότητα πλάττων ὁ ποιητὴς τὸν βασιλέα καὶ ἀποτυγχάνοντά ποτέ φησιν "Ἀτρείδης μὲν ἥμαρτε, παραὶ δέ οἱ ἐτράπετ' ἔγχος. Ἰφιδάμας δέ", ὁ προσεχῶς ἱστορηθείς, "κατὰ ζώνην θώρηκος ἔνερθε νύξεν, ἐπὶ δ' αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας. οὐδ' ἔτορε ζωστῆρα παναίολον, ἀλλὰ πολὺ πρὶν ἀργύρῳ ἀντομένη μόλιβος ὣς ἐτράπετ' αἰχμή".

(v. 238-240) Ἐφ' οἷς τὸ βασιλικὸν [184] ἄτρεστόν τε καὶ γενναῖον ὑποδεικνύς φησι "καὶ τό γε χειρὶ λαβών" ὁ βασιλεύς, "ἕλκ' ἐπὶ οἷ", ἤγουν εἷλκεν ἐφ' ἑαυτῷ, "μεμαὼς ὥς τε λίς, ἐκ δ' ἄρα χειρὸς σπάσατο" καὶ ἑξῆς. Καὶ ὅρα ὅπως ἠρέμα προβιβάζει τὸν λόγον ὁ ποιητὴς εἰς τὸ τὸν βασιλέα τῆς μάχης ἀπαγαγεῖν. Ἰφιδάμας μὲν γάρ, εἰ καὶ μὴ κρατερῶς, ἔτρωσε δ' ὅμως, ὁ δὲ ἀδελφὸς Κόων εὐθὺς μετ' αὐτὸν ἔνυξε δουρὶ ἐνεργέστατα. Σημείωσαι δὲ καὶ ὅτι οὐ μικρὸν εἰς δυστυχίαν μάχης ὅπλων ἀμέλεια. ἰδοὺ γὰρ δόρυ οὐκ εὖ ἐστομωμένον οὐδὲν ὤνησε τὸν ἔχοντα, ζώνη μέντοι βασιλική, ἀργύρῳ οὐ μόνον κοσμουμένη, ἀλλὰ καὶ στερεουμένη, ὠφέλησε τὸν βασιλέα.

(v. 233) Ἰστέον δὲ ὅτι τὸ "παρετράπετο ἔγχος" ἐφερμηνευτικόν ἐστι τοῦ "ἅμαρτε".

(v. 237) Τὸ μέντοι "ἐτράπετο αἰχμή" οὐ τοιοῦτόν ἐστιν, ἀλλ' ἀντὶ τοῦ ἐκάμφθη κεῖται. τέτραπται δὲ μεταφορικῶς τὸ "παρετράπετο ἔγχος" ἐκ τῶν ἐν ὁδῷ παρατρεπομένων τῆς κατ' εὐθεῖαν ἀτραπιτοῦ.

(v. 235) Τὸ δὲ "ἔρεισε βαρείῃ χειρὶ πιθήσας" ἀντὶ τοῦ ὤθησε τὸ ἔγχος θαρρήσας τῇ ῥωμαλεότητι. καὶ ἔστι τὸ ἔρεισεν ἐπίτασις τοῦ ἔνυξεν, ὃ ἰσοδυναμεῖ τῷ οὔτησεν, ἔτρωσε.

(v. 236) Τὸ δὲ "ἔτορε" δεύτερός ἐστιν ἀόριστος, συγκοπεὶς ἀπὸ τοῦ ἐτόρησε, κατὰ τὸ ἐχραίσμησεν ἔχραισμεν, ἐδούπησεν ἔδουπεν, ἐκτύπησεν ἔκτυπεν. [Ὠνοματοπεποίηται δὲ τὸ "ἔτορεν" ὥσπερ καὶ τὸ θέμα αὐτοῦ, ἐξ οὗ κατὰ συγκοπὴν τὸ τρῶ τρήσω. ἀπὸ δὲ τοῦ τορεῖν καὶ φώνημα τορόν, καὶ τορύνη σκεῦος μαγειρικόν, καὶ τόρος ὁ καὶ τόρνος, ὅθεν καὶ ῥῆμα τορεύω, καὶ [185] ἕτερον τορνῶ, ὡς τὸ "τορνώσαντο δὲ σῆμα". ἴσως δὲ καὶ ἡ Τορώνη κύριον, ᾗ πόλις Θρᾳκικὴ ὁμώνυμος, περιᾳδομένη καὶ νῦν.]

(v. 236) Ζωστήρ δὲ κατὰ πολυωνυμίας λόγον ὁ αὐτὸς τῇ ἀνωτέρω ῥηθείσῃ ζώνῃ, ἣν καὶ θωρακοζώνην φασί τινες, λέγοντες ὅτι ἔνυξεν εἰς τὰ κάτω τῆς θωρακοζώνης. Παναίολος δὲ ζωστὴρ ὁ ῥηθεὶς τῇ κατὰ τὸν περὶ αὐτὸν ἄργυρον ποικιλίᾳ.

(v. 237) Τὸ δὲ "μόλιβος ὥς" τῇ παραβολικῇ συντομίᾳ τὸ ἀχρεῖον δηλοῖ τῆς βαφῆς τοῦ σιδήρου, ἤτοι τῆς ἐπιδορατίδος, ἣ μολίβου δίκην ἐτράπη, ὡς ἐρρέθη, ἐν τῷ ἀπαμβλυνθῆναι. Τὸ δὲ "ἀργύρῳ ἀντομένη" γλυκέως εἴρηται ὡς ἐπὶ ἐμψύχου τινός. Ὅτι δὲ τοῦ ἀντομένη βαρύτονον θέμα τὸ ἄντω, καὶ ὅτι ὁ μόλιβος καὶ διὰ τοῦ δ ἔστιν οὗ γράφεται, πολλαχοῦ δηλοῦται, [καθὰ καὶ ἡ τροπὴ τοῦ ι εἰς υ ἐν τῷ μόλυβδος καὶ μολύβδαινα, ὡς καὶ ἐν τῷ ἁλυβδήσασα, ὃ κεῖται παρὰ τῷ Λυκόφρονι.]

(v. 239) Τὸ δὲ "ἕλκεν ἐπὶ οἷ" ἀντιπτωτικῶς εἴρηται ἀντὶ τοῦ εἷλκεν ἐφ' ἑαυτόν. Εἰς δὲ τὸ "ἕλκεν ὥστε λίς" φασὶν οἱ παλαιοὶ ὡς οἱ λέοντες ὑφαρπάζουσι τῶν κυνηγετῶν τὰ δόρατα καὶ λανθάνουσιν ἐπισπώμενοι τὸν σφαγέα. καὶ τοῦτο δηλοῦν φαίνεται καὶ ὁ ποιητὴς ἐν τῷ εἰπεῖν πάνυ γοργῶς, ὅτι καθὰ λέων ἕλκει δόρυ, οὕτω καὶ τῷ Ἰφιδάμαντι ἐπίσπαστρον οἷον εἰς ὄλεθρον τὸ οἰκεῖον δόρυ γέγονεν. ἀφραίνει ἄρα ὁ ῥηθεὶς πρωθήβης, μὴ ἀφιεὶς τὸ δόρυ, ἀλλ' ἐφελκόμενος δι' αὐτοῦ εἰς θάνατον. Τὸ δὲ λίς κατὰ μὲν Ἀρίσταρχον, [186] ὥς φασιν οἱ περὶ Ἀπίωνα καὶ Ἡρόδωρον, ὀξύνεται, συνεξομοιούμενον τῷ χαρακτῆρι τοῦ κίς κιός, ἔτι δὲ καὶ τῷ τίς καὶ θίς καὶ ῥίς, εἰ καὶ διαφόρως ταῦτα κλίνεται πρὸς τὸ λίς. ὁ Αἰσχρίων δέ, φασί, περισπᾷ διὰ τὸ καὶ τὴν αἰτιατικὴν περισπᾶσθαι. ὡς γὰρ μῦς μῦν, δρῦς δρῦν, οὕτω καὶ λῖς λῖν. εἰ δὲ μηδὲν τῶν εἰς ις περισπᾶται, ἀλλ' ὁ Αἰσχρίων τοῦτο ἐποίει, ἐκφεύγων θηλυκὸν ἐπίθετον ὀξύτονον τὸ "λὶς πέτρη", ἐν Ὀδυσσείᾳ ῥηθέν. καὶ οὕτω μὲν ἐκεῖνος τὸ λίς, ὁ λέων, περιέσπα πρὸς διαστολὴν τοῦ ἐπιθετικοῦ, ἀλλ' ἡ παράδοσίς, φασί, τῷ Ἀριστάρχῳ πείθεται.

(v. 241-245) Ὅτι ἐν τῷ "ὣς ὃ μὲν αὖθι πεσὼν κοιμήσατο χάλκεον ὕπνον οἰκτρὸς ἄπο μνηστῆς ἀλόχου, ἀστοῖσιν ἀρήγων, κουριδίης, ἧς οὔτι χάριν ἴδε, πολλὰ δ' ἔδωκε. πρῶθ' ἑκατὸν βοῦς δῶκεν, ἔπειτα δὲ χίλι' ὑπέστη", αἶγας ὁμοῦ καὶ ὄϊς, "τά οἱ ἄσπετα ποιμαίνοντο" χάλκεον μὲν ὕπνον ἢ τὸν ἐκ σιδήρου φησὶ ἢ τὸν στερρὸν διὰ τὸ ἀνέγερτον, ὥς που καὶ χάλκεον ἔφη δεσμὸν καὶ οὐρανόν, ἢ καὶ τὸν οὐ μαλακόν, ὁποῖον καὶ τὸ ἀλλαχοῦ μαλακὸν κῶμα, ἀλλὰ σκληρόν.

(v. 242) Τὸ δὲ "οἰκτρός", ὅ ἐστιν οἴκτου ἄξιος, δηλοῖ ὡς οἰκτίζεται τὸν Ἰφιδάμαντα καὶ ὁ ποιητής, οὕτω νέον καὶ ἀπὸ θαλάμου ἐξ ὑπογύου, ὡς ἐρρέθη, μετὰ κλέος Ἀχαιῶν ἐλθόντα διὰ τὸ φύσει φιλοπόλεμον. τοιοῦτοι γὰρ οἱ νέοι, ὡς καὶ Πίνδαρος δηλοῖ λέγων "γλυκὺς ἀπείρῳ πόλεμος. πεπειραμένων δέ τις ταρβεῖ προσιόντα". Φαίνεται δ' ἐν τοῖς πρὸ τούτου ὁ ποιητὴς καὶ τὸν Πρωτεσίλαον ὁμοίως οἰκτισάμενος. Ἀστοῖς δὲ ἀρήγων, τοῖς ἑαυτοῦ δηλαδή, τοῖς Τρωσίν. αὐτοὶ γὰρ ἀστοὶ τῷ Ἰφιδάμαντι, εἰ καὶ ἀσαφῶς ἔχειν δοκεῖ διὰ τὸ τῆς μετρικῆς συνθήκης ὑπερβατόν.

(v. 243) Τὸ γὰρ "κουριδίης" οὐ συντάσσεται τοῖς ἀστοῖς, ἀλλ' ὑπερβατῶς μετὰ τὸ "ἄπο μνηστῆς ἀλόχου" ὕστερον ἐπίτηδες κεῖται, ἵνα εὐθὺς ἐπισυνάψῃ συνεχῶς τὴν περὶ τῆς ἀλόχου ἱστορίαν. Τὸ δὲ "ἧς οὔτι χάριν ἴδε" συλλαμβάνεται μέν τι καὶ πρὸς τὸ ἐν τοῖς ἑξῆς που ῥηθησόμενον χαριέστατον τῆς ἥβης, βοηθεῖ δὲ καὶ εἰς τὴν τραγικὴν τῶν ἐν εὐνῇ φιλτάτων ἀσπασμάτων χάριν. Μάλιστα δὲ χάρις ἐνταῦθά ἐστι ἐκ τεκνοποιΐας καὶ μακρᾶς συμβιώσεως καλόν, ὧν στερηθεὶς ὁ Ἰφιδάμας, ὡς πρὸ ὥρας θανών, ἡμιτελῆ τὸν δόμον καὶ αὐτὸς ἔλιπεν. [Ἰστέον δὲ ὅτι τὸ "ἧς χάριν", τοῦτο δὴ τὸ Ὁμηρικόν, ἐνάγει νοεῖν, ὅτι τὸ χάριν ἀντὶ τοῦ ἕνεκεν ὄνομα ὂν ἐπιρρηματικὸν ἐντεῦθέν ποθεν εἴληπται. ὁ γὰρ εἰπών, ὅτι σοῦ χάριν τάδε ποιῶ ἢ ὑπομένω, δηλοῖ πάντως τὸ διὰ σὴν χάριν, ἵνα σοι [187] χαρίσωμαι. διαφέρει δὲ τὸ τοιοῦτον αἰτιολογικὸν τοῦ ἕνεκεν, ὅτι αὐτὸ μὲν ἐπὶ μόνων χαρίτων τίθεται τῶν ὑπέρ τινων, τὸ δὲ ἕνεκεν ἁπλῶς αἰτιολογεῖ πλατύτερον, οἷον ἕνεκά σου ὁπλίζομαι, ἤγουν κατὰ σοῦ, ὡς πολεμήσων σοι, οὐ μὴν χάριν σοῦ.] Τὸ δὲ "ἔδωκε" δὶς ῥηθὲν ἐν τέλει ἐννοιῶν κατὰ σχῆμα κάλλους ἀνάγει καὶ τὰ ἕδνα εἰς τὸ δῶρον καθάπερ εἴς τι γένος.

(v. 244) Τὸ δὲ "ἑκατὸν βοῦς ἔδωκεν" ἐξηγητικόν πώς ἐστι τοῦ γυνὴ ἀλφεσίβοια, αἱ γὰρ τοιαῦτα ἕδνα λαμβάνουσαι εἶεν ἂν ἀλφεσίβοιαι. [Ὅτι δὲ οὐ ταὐτὸν τὸ ἑκατὸν βοῦς καὶ τὸ ἑκατόμβοιον, πολλαχοῦ φαίνεται. οὕτω δὲ οὐδὲ ἡ ἑκατόμβη ταὐτίζεται τούτοις.] Ἐν δὲ τῷ τόπῳ τούτῳ δηλοῦται καί, ὡς ἐν οὐ πολυτιμήτοις τισὶ παρὰ τοῖς παλαιοῖς ἦν ἡ τῶν ἕδνων μεγαλοπρέπεια. ἐν θρέμμασι γὰρ ὡς τὰ πολλά. [Θρέμματα δ' ἔφαμεν ἄρτι τὰ τετράποδα, οὐ μὴν ἑτεροῖά τινα, ὁποῖον καὶ αἱ περιστεραί, ἃς ὁ Λιβάνιος θρέμμα φησὶ δεινὸν καταδουλώσασθαι νέους.]

(v. 244 s.) Τὸ δὲ "χίλια ὑπέστη", ἤγουν ὑπέσχετο, "αἶγας ὁμοῦ καὶ ὄϊς" καινοπρεπῶς μὲν ἐσχημάτισται, λόγου δὲ ὅμως ἔχεται. τὸ γὰρ χίλια, ὥσπερ καὶ τὸ πολλά, οὐδετέρως λεχθὲν ὡς πρὸς γενικόν τι νοεῖται τὸ ζῷα ἢ θρέμματα ἢ κτήματα. διὸ καὶ ἐλλειπτικῶς εἰρῆσθαι δοκεῖ, ὡς ἐν τῷ χίλια λείποντος τοῦ ζῷα ἢ τοιούτου τινός, καθὰ καὶ ἐν τῷ "πολλὰ δ' ἔδωκε", καὶ ἐν τῷ "τά οἱ ἄσπετα ποιμαίνοντο". ἔστι δὲ καὶ Ἀττικὸν τὸ κατὰ γένους ὑπαλλαγὴν εἰπεῖν χίλια αἶγας ὁμοῦ καὶ ὄϊς, ἃ ἐποιμαίνοντο. Ἐν δὲ τῷ ἐποιμαίνοντο οὐ μόνον τὸ κυριολεκτούμενον αἱ ὄϊς, ἀλλὰ καὶ βόες καὶ αἶγες συνεισάγονται καταχρηστικῶς, [ἤδη δὲ καὶ συνεκδοχικῶς, ἤγουν κατὰ σύλληψιν, ὡς τῇ ποιμάνσει συλλαμβανομένου καὶ τοῦ βουκολεῖν καὶ αἰπολεῖν.] Ὅρα δ' ἐν τούτοις καὶ τὸν Τρωϊκὸν ἐν ζῴοις περιουσιασμόν, εἴπερ ὁ Ἰφιδάμας τοσαῦτα εἶχεν, ὧν μέρος τὰ ῥηθέντα πολλὰ ἕδνα. εἰ δὲ καὶ νῆες Θρᾳκικαὶ τοῖς Τρωσὶν ἐπικουρίαν ἔστελλον, σημείωσαι ὡς οὐκ ἠσχολοῦντο θαλασσοκρατεῖν οἱ Ἀχαιοί, ἑνὸς καὶ μόνου γινόμενοι τοῦ περὶ τὴν Τροίαν πονεῖσθαι διὰ τὸ ἀπὸ χρησμοῦ δέκατον [188] ἔτος τῆς ἀλώσεως.

(v. 247) Ὅτι λαφυραγωγοῦ ἀριστέως τὸ "βῆ δὲ φέρων ἂν ὅμιλον Ἀχαιῶν τεύχεα καλά".

(v. 248) Ὅτι καθὰ καὶ ἀλλαχοῦ ἐφάνη, ὥσπερ τὸ κορυφαῖος, οὕτω καὶ τὸ δῖος καὶ τὸ ἀριδείκετος διὰ τὴν φύσιν τῆς αὐτῶν σημασίας γενικῇ συντάσσονται ὡς οἷα ὑπερθετικά. Φησὶ γοῦν "Κόων ἀριδείκετος ἀνδρῶν", ὥσπερ καὶ "δῖα γυναικῶν", τέτριπται δὲ καὶ τὸ "κορυφαῖος τῶνδέ τινων". ἡ γὰρ ἐπίτασις τοῦ ἀρι μορίου, καὶ ἡ παρωνυμία τῆς ἐξεχούσης κορυφῆς καὶ τοῦ εὐρυμέδοντος Διός, δύναμιν ὑπερθετικὴν τοῖς ῥηθεῖσιν ὀνόμασιν ἐπορίσαντο. Σεμνύνει δὲ Ὅμηρος τὸν Κόωνα εἰπὼν ἀριδείκετον ἐπὶ αὐξήσει τοῦ κατὰ τὸν βασιλέα ἔργου, ὃς τὸν οὕτω μέγαν ἔρριψεν. [Ἰστέον δὲ ὅτι τὸ μὲν ἀριδείκετος καὶ κορυφαῖος καὶ δῖος εὔλογον ἔχουσι τὴν ὑπερθετικὴν μετὰ γενικῆς σύνταξιν, ἐν δὲ τῷ "νικᾷ γὰρ ἡ ἀρετή με τῆς ἔχθρας πολύ" καινῶς τὸ πολὺ ἀντὶ τοῦ πλέον ληφθὲν γενικῇ συντέτακται. τὸ δέ γε "μεταβολὴ πάντων γλυκύ" ἀλλοῖόν τι παρὰ ταῦτά ἐστιν.]

(v. 248-256) Ὅτι κινδυνεύει ὁ πρεσβυγενὴς Ἀντηνορίδης Κόων διὰ τὸν ἀδελφὸν Ἰφιδάμαντα. ὡς γὰρ ἐνόησε τὸν ἀδελφὸν πεσόντα, "κρατερόν ῥά ἑ", ἤγουν αὐτόν, "πένθος ὀφθαλμοὺς ἐκάλυψεν", ὅ ἐστι περιφραστικῶς ἀντὶ τοῦ ἐλυπήθη, "στῆ δ' εὐρὰξ σὺν δουρὶ λαθὼν Ἀγαμέμνονα δῖον", καὶ κλέψας οὕτω τὴν νίκην, "νύξε δέ μιν κατὰ χεῖρα μέσην ἀγκῶνος ἔνερθε", κατὰ δέ τινας ὕπερθεν, "ἀντικρὺ δὲ διέσχε φαεινοῦ δουρὸς ἀκωκή. ῥίγησε δ' ἄρ' ἔπειτα" ὁ βασιλεύς, "ἀλλ' οὐδ' ὣς ἀπέληγε μάχης ἠδὲ πτολέμοιο, ἀλλ' ἐπόρουσε Κόωνι ἔχων [189] ἀνεμοτρεφὲς ἔγχος".

(v. 257-261) Καὶ ὁ μὲν Κόων "Ἰφιδάμαντα κασίγνητον καὶ ὄπατρον ἕλκε ποδός", ἐπιβοώμενος πάντας ἀρίστους. ἤδη γὰρ αὐτὸν ὑποτρέχει δειλία καὶ οὐ θαρρεῖ μόνος ἕλκειν. ὁ δὲ βασιλεὺς ῥίψας καὶ αὐτὸν ἐπ' Ἰφιδάμαντι "κάρη ἀπέκοψε παραστάς", ἤγουν ἔτεμε τὴν αὐτοῦ κεφαλὴν θεὶς ἄνω τοῦ Ἰφιδάμαντος, καὶ ὥσπερ ἐπιξήνῳ μακελλικῶς τῷ ὑποκειμένῳ νεκρῷ χρησάμενος. καὶ οὕτω κακὸν ἐπὶ κακῷ κεῖται, τὸ παροιμιῶδες, καὶ ἔχει ἀστεϊσμόν τε καὶ βαρύτητα ἡρωϊκὴν ἡ πρᾶξις αὕτη.

(v. 262 s.) Εἶτα συμπληρῶν Ὅμηρος τὸ νόημά φησιν· ὣς οἱ μὲν Ἀντηνορίδαι ὑπὸ τῷ βασιλεῖ "πότμον ἀναπλήσαντες ἔδυν δόμον Ἄϊδος εἴσω", ὁ δὲ ἐποίει τὰ ῥηθησόμενα. Ἔστι δὲ τὸ "πότμον ἀναπλήσαντες" ἀντὶ τοῦ ἐντελῶς θανόντες καὶ μὴ κατὰ ἡμιθανεῖς διατεθέντες, ἢ καὶ ἄλλως ἀντὶ τοῦ τὴν τύχην πληρώσαντες. εὐποτμίαις γὰρ καὶ δυσποτμίαις οἱ τεθνεῶτες οὐχ' ὑπόκεινται, οὕτω καὶ μοῖραν ἀναπλῆσαι βιότου τὸ πληρῶσαι τὴν ζωήν. τὰ δὲ τοιαῦτα περίφρασίς ἐστι τοῦ θανεῖν. Ὅρα δὲ ἐν τοῖς ῥηθεῖσι καὶ ὡς ἀτυχίαν μὲν ἐνταῦθα, οὐ μὴν ἀνανδρίαν ἔστι τοῦ βασιλέως αἰτιάσασθαι, ὃς ἀριστεύων ἐκ πλαγίου τιτρώσκεται λεληθότως, οὐ μὴν προτροπάδην φεύγων κατὰ νώτων, ἀλλ' οὐδὲ κατὰ στέρνου, ὧν οὐδέτερον ἡρωϊκῆς ἦν ἀνδρίας. Σημειοῦνται δὲ οἱ παλαιοί, ὡς τὴν ἀριστερὰν ἐβλήθη χεῖρα ὁ βασιλεύς, ἀπὸ τοῦ ἐν τῷ ἐπιταφίῳ ἀγῶνι ἐθέλειν ἀθλῆσαι ἄκοντι. οὐ γὰρ ἂν ἀκοντίσειν ἠθέλησεν ἐναγώνια, εἰ τὴν δεξιὰν ἐτέτρωτο, πλὴν εἰ μή που ἦν ἀμφιδέξιος.

(v. 251) Τὸ δὲ "εὐράξ" δηλοῖ μὲν τὸ ἐκ πλαγίου, γίνεται δέ, φασίν, ἀπὸ τοῦ πλευράξ. Ὀξύνεται δὲ κανόνι τοιούτῳ. τὰ εἰς αξ ἐπιρρήματα ὀξύνεται πλὴν τοῦ ἅπαξ. Ἢ καὶ ἄλλως καθολικώτερον· τὰ εἰς ξ λήγοντα ἐπιρρήματα ὀξύνονται· ἀπρίξ, ὑποδράξ, διαμπάξ, πύξ, γνύξ, πλὴν τοῦ ἅπαξ [190] καὶ πέριξ. τὸ παρέξ διφορεῖται, καὶ παρ' Ὁμήρῳ μὲν ὀξύνεται, παρὰ δὲ τοῖς ὕστερον βαρύνεται. Ἰστέον δὲ ὅτι καθ' Ἡρακλείδην διαλέκτου Ἰωνικῆς καὶ Αἰολικῆς ἐστι τὸ εὐράξ. Ἡ γὰρ τῶν Ἰώνων καὶ Αἰολέων, φησί, διάλεκτος τὰ πρῶτα σύμφωνα αἴρειν εἴωθεν, ἄν τε ἓν ᾖ, ἄν τε καὶ δύο τύχῃ, ἓν μὲν ὡς ἐπὶ τοῦ λαιψηρός αἰψηρός, πήγανον ἤγανον, δεινόν αἰνόν, δύο δὲ ὡς ἐπὶ τοῦ πλάνη. ἀπελθόντων γὰρ τῶν ἐξ ἀρχῆς δύο συμφώνων γίνεται ἄνη καὶ κατὰ ἀντίθεσιν τοῦ ν εἰς τὸ λ ἄλη. οὕτω δὲ καὶ ἐκ τοῦ πλανᾶ[σθαι, φησί, τὸ ἀλᾶσθαι, καὶ ἐκ τοῦ φθείρω δὲ ἀπελθόντων τῶν ἐν ἀρχῇ κειμένων δασέων τὸ ἔρρω φησὶ γίνεσθαι] καθ' ὁμοιότητα τοῦ κείρω κέρρω Αἰολικοῦ. ὁμοίως οὖν καὶ ἐκ τοῦ πλευράξ ἀφῄρηνται τὰ κατάρχοντα δύο σύμφωνα, καὶ λέλειπται τὸ εὐράξ, ὃ κεῖται καὶ παρὰ Λυκόφρονι. [Τοῖς δὲ τὸ κατ' ἀρχὴν ἓν σύμφωνον ἀποβάλλουσι συντακτέον καὶ τὸ σῦς ὗς, σμικρός μικρός, καὶ τἄλλα ὅσα ἑτέρωθι κεῖται, ἐν οἷς καὶ τὸ σιαγών ὑαγών τὸ καινότατον, καὶ τὸ σμάραγδος μάραγδος, οἷον "μάραγδον εἶναι ταῦτ' ἔδει καὶ σάρδια". ὅτι δὲ τὴν εἰρημένην ὑαγόνα κατὰ ἀναλογίαν φασὶν εἶναι ἀπὸ τοῦ ὗς ὑός, εἴσεται ὁ τῷ εἰπόντι περιτυχών.]

(v. 253) Τὸ δὲ "διέσχε" καὶ νῦν ἀντὶ τοῦ διέσχισε, διῆλθε, διήλασε. τοιοῦτον καὶ τὸ "διασχὼν τὴν νεφέλην", καὶ κεῖται ἡ λέξις παρὰ πολλοῖς. Ὁ δὲ Κωμικὸς δίχα προθέσεώς φησιν "οὐκ ἔσχον τὴν γαστέρα", ἤγουν ὀπτωμένην οὐκ ἔσχασα, καὶ ἔστι τοῦτο πρωτότυπον τοῦ σχάζω. Ἔχει δὲ πολλὴν διαφορὰν τὸ ἔσχον καὶ τὸ διέσχον. τὸ μὲν γὰρ ἁπλῶς δηλοῖ σχίσμα, τὸ δὲ διασχεῖν πλέον τι σημαίνει. τὸ διαμπερὲς γάρ. διὸ καὶ ὁ ποιητής φησιν "ἀντικρὺ δὲ διέσχε". Φαεινὸν [191] δὲ δόρυ τὸ δι' ἐπιμέλειαν ἠκονημένον καὶ ἐσμηγμένον καὶ διὰ τοῦτο λαμπρόν.

(v. 254) Τὸ δὲ "ῥίγησεν" ὡς διαφέρει τοῦ ἐρρίγωσεν, ἀλλαχοῦ εἴρηται.

(v. 255) Ὅρα δ' ἐνταῦθα τὸ γενναῖον τοῦ βασιλέως, εἰ καὶ ῥιγήσας μετὰ πληγὴν ὅμως οὐκ ἀπέληγε μάχης. ῥιγῆσαι μὲν γὰρ ἐπὶ πληγῇ ἀνθρώπινον, ἀνδρεῖον δὲ τὸ ὑποστῆναι καὶ οὕτω μάχην. Τὸ δὲ "μάχης ἠδὲ πτολέμοιο", εἴτε διαφοράν τινα ὑποδηλοῖ τοῦ μάχεσθαι καὶ πολεμεῖν, εἴτε ταὐτίζονται, προδεδήλωται. Ὁ δὲ πτόλεμος Κυπρίων καὶ Ἀττικῶν λέξις καθ' Ἡρακλείδην ἐστί, καθὰ καὶ ἡ πτόλις, ὧν ἴδιον παρεντιθέναι ῥήμασι καὶ ὀνόμασι τὸ τ. ἔνθεν, φησί, καὶ ἡ ἄνακτος καὶ νυκτὸς γενικὴ ἔχει τὸ τ. τῶν αὐτῶν δὲ καὶ τὸ ἀνύω ἀνύτω, καὶ ἀρύω ἀρύτω, ἐξ οὗ καὶ ἡ παρὰ τῷ Κωμικῷ ἀρύταινα.

(v. 256) Ἀνεμοτρεφὲς δὲ ἔγχος τὸ τραφὲν καὶ ἐγγυμνασθὲν τὰς ἶνας ἀνέμῳ καὶ διὰ τοῦτο στερρὸν καὶ οὐκ εὔθραυστον, ἀλλὰ εὔτονον, ὁποῖα τὰ ἐν εὐηνέμοις χωρίοις τρεφόμενα φυτά. διὸ καὶ ἡ τοῦ Ἀχιλλέως μελία κατὰ τὸν ποιητὴν Πηλίου ἐκ κορυφῆς τέτμηται, ὅπου μάλιστα ἦν ἀνέμοις εὐγύμναστος. Ἕτεροι δὲ ἀνεμοτρεφὲς ἔγχος νοοῦσι τὸ οἷον ἀνεμοτρεπὲς καὶ ἀντιτασσόμενον ἀνέμοις διὰ στεριφότητα, καὶ οὐ τοιοῦτον οἷον ἂν ἐξαπίνης ἄνεμος βόθρου τ' ἐκστρέψῃ καὶ τανύσῃ ἐπὶ γῆν, ὃ περὶ ἔρνους νεοθηλοῦς λέγει που ὁ ποιητής. Ἄλλοι δὲ ἀνεμοτρεφές φασι τὸ κοῦφον καὶ εὐκίνητον. [Καὶ τοιοῦτον μὲν τὸ ἀνεμοτρεφὲς ἔγχος. κῦμα δέ που ἀνεμοτρεφές, ὅπερ ἀνέμῳ αὔξεται τρεφόμενον, ἤγουν πηγνύμενον καὶ συνιστάμενον, ὡς κορυφοῦσθαι καὶ μὴ δίκην ἐπιπέδου ὡς ἐν νηνεμίᾳ ἡπλῶσθαι.]

(v. 257) Ἐν δὲ τῷ "κασίγνητον καὶ ὄπατρον" γενικὴ μὲν λέξις ὁ κασίγνητος, εἰδικὴ δὲ ὁ ὄπατρος, λεχθεῖσα πρὸς διαστολὴν τῶν μὴ τοιούτων. δύναται δὲ καὶ ἐκ περισσοῦ κεῖσθαι ὁ και σύνδεσμος. Ἔστι δὲ ὄπατρος ὁ ὁμόπατρος, ἀντιδιαιρούμενος τῷ ὁμομητρίῳ. Εἰ δὲ ὤφειλεν οὕτω δασύνεσθαι ἡ ἄρχουσα ἐκ τοῦ ὁμοῦ, ἀλλὰ ψιλοῦται ἄλλως, διότι τὸ ο πρὸ τοῦ π οὕτω πάσχει, εἰ μὴ κατὰ ἀναφορικὴν ἔννοιαν εἴη, σεσημειωμένου τοῦ ὁπλή καὶ ὅπλον καὶ τῶν παρ' αὐτά. ἀναφορικὰ δέ εἰσι τὸ ὁποῖος, ὁπόσος, ὁπηλίκος καὶ [192] τὰ τοιαῦτα. παραδείγματα δὲ τοῦ κανόνος, ὀπιπεύω, ὀπή, ὀπώρα, ὀπάων, παρὰ τὸ ἕπω τὸ δασυνόμενον. οὕτως Ἀπίων καὶ Ἡρόδωρος. τὸ δὲ λέγειν ὡς ἡ συγκοπὴ ἐψίλωσεν αὐτὸ οὐ πάνυ ἀσφαλές, οὐ γὰρ πάντα δι' αὐτὴν ψιλοῦνται, ἀλλ' ἔστιν ἃ μένουσι δασυνόμενα, ὡς καὶ τὸ ἑστήκαμεν ἕσταμεν.

(v. 264 s.) Ὅτι ἀνδρικοῦ στρατιώτου ἔργον τὸ "αὐτὰρ ὅ", ἤγουν οὗτος, "τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν ἔγχεΐ τ' ἄορί τε μεγάλοισί τε χερμαδίοισι". Καὶ ὅρα τὸ "μεγάλοισι", δι' οὗ ὑψοῦται τὸ ταπεινὸν τῆς τῶν χερμαδίων ὑποκορίσεως, ὃ καὶ ἡ Ὀδύσσεια ποιεῖ ἐν τῷ "μάλα γὰρ μέγα θηρίον ἦεν". Ὡς δὲ τὸ ἐπιπωλεῖσθαι καὶ ἡ ἐπιπώλησις καὶ ὅλως τὸ πωλεῖται, ὡς τὸ "πωλεῖταί τις δεῦρο γέρων ἅλιος", μεγεθύνεται παρὰ τῷ ποιητῇ, δῆλόν ἐστιν.

(v. 264-266) Ὅτι ὄφρα μὲν τῷ βασιλεῖ "αἷμα ἔτι θερμὸν ἀνήνοθεν", ἤτοι ἀνεφέρετο, "ἐξ ὠτειλῆς", ἣν ὑπὸ Κόωνος ἔπαθεν, "ἐπεπωλεῖτο στίχας ἀνδρῶν", ἤτοι μετήρχετο τοὺς πολεμίους "ἔγχεΐ τε" καὶ ἑξῆς, ὡς προσεχῶς ἐρρέθη. Ἔνθα ὅρα τὸ μένος καὶ τὸ θάρσος τοῦ ἥρωος.

(v. 267 s.) "Αὐτὰρ ἐπεί", φησί, "τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δ' αἷμα, ὀξεῖαι δ' ὀδύναι δῦνον μένος Ἀτρείδαο", διὰ τὸ ἤδη φλεγμαίνειν τὸ τραῦμα καὶ οὕτω νύττεσθαι αὐτὸν ὑπὸ ἐγκοπτικῆς ἀλγηδόνος, ὡς οἷα ὑπὸ κέντρου ὀξέος τινός. καὶ ἔστι καιριωτάτη λέξις ἐνταῦθα τὸ ὀξεῖα καὶ δυσμετάληπτος, ἤγουν δυσερμήνευτος, καὶ μόνοις τοῖς πεπειραμένοις τοιούτου νύγματος δῆλον τὸ ταύτης καίριον γίνεται.

(v. 269-272) Εἶτα διδάσκει παραβολικῶς, ποίᾳ ὀξύτητι ἔοικεν ἡ τοιαύτη ὀδύνη, ὅτι δηλαδὴ τῇ ἐν ταῖς ὠδῖσι τῶν τικτουσῶν, ἣν καὶ βέλος ὀξὺ καλεῖ καὶ δριμύ, ἔτι δέ πως καὶ πικρὸν ἐν τῷ πικρὰς ὠδῖνας εἰπεῖν. Φησὶ γὰρ "ὡς δ' ὅτ' ἂν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα δριμύ, τό τε", ἤγουν ὅπερ, "προϊεῖσι μογοστόκοι Εἰλείθυιαι Ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι, ὣς ὀξεῖαι ὀδύναι δῦνον μένος Ἀτρείδαο". Καὶ ὅρα ὅτι τε ἀποδεξάμενος τὸ "ὀδύναι δῦνον" δὶς αὐτῷ ἐχρήσατο, περὶ οὗ ἐφεξῆς ῥηθήσεται, καὶ ὅτι κύκλου σχῆμά τι ὁ τόπος ἔχει. ὁ γὰρ πρὸ τῆς παραβολῆς στίχος καὶ ἡ παραβολικὴ ἀπόδοσις παρὰ μίαν λέξιν ταὐτίζονται κατὰ πάντα, οἷα τοῦ ποιητοῦ ἐπίτηδες τὴν πικρὰν ἐνταῦθα ἔννοιαν γλυκάναντος σχήμασι καλοῖς. αἴτιον δ' ὅτι οὔτε τὸ δριμὺ οὔτε τὸ πικρὸν οἰκεῖον ταῖς ὠδῖσιν, ὡς τὸ ὀξύ φασιν οἱ παλαιοί. διὸ ἐκ τοῦ ὀξεῖαι ἀρξάμενος Ὅμηρος εἰς αὐτὸ [193] πάλιν κατέληξε διὰ τὸ τῆς λέξεως καίριον.

(v. 266) Τὸ δὲ "ἀνήνοθεν" ἀγωγὴν μὲν ἔχει, ὁποίαν ἐν τῇ βῆτα ῥαψῳδίᾳ τὸ ἐνήνοθεν. ἐκ τοῦ ἔθω γὰρ ἢ ὤθω γίνεται, ταὐτὸν δέ ἐστι τῷ ἀνηκόντιζεν, ὅπερ ἀλλαχοῦ κεῖται.

(v. 267) Ἕλκος δὲ φιλοσόφως λέγει οὐ τὸ ἤδη ἔμπυον, ἀλλὰ τὴν τῆς συνεχείας λύσιν, διὰ τὸ παρειλκύσθαι τῆς κατὰ φύσιν θέσεως. διότι δὲ τὰ παρελκυσθέντα οὐ πελάζει, διὰ τοῦτο ἐτόλμησέ τις καὶ ἄπελος τὸ ἕλκος εἰπεῖν διὰ στέρησιν τοῦ πελάζειν. Τέρσεσθαι δὲ τὸ ξηραίνεσθαι καὶ τέρσω τὸ ξηραίνω, ἐξ οὗ τὸ τερσαίνειν καὶ ὁ τῶν τυροποιούντων ταρσός, καλαθίσκος δηλαδή, ἐν ᾧ τυρὸς τέρσεται, καὶ ὁ τοῦ ποδός, [κατὰ δέ τινας καὶ ἡ τῶν Κιλίκων Ταρσός. Ὅτι δὲ ὁ τῆς τυροποιΐας ταρσὸς καὶ ταρρὸς λέγεται κατὰ τὸ πυρσός πυρρός καὶ τὰ ὅμοια, δηλοῖ ὁ Κωμικὸς ἐν τῷ "ἀπὸ ταρροῦ τοὺς θεοὺς ὑπερφρονεῖς".] Τὸ δὲ "παύσατο δ' αἷμα" ἑρμηνεία ἐστι τοῦ ἐτέρσετο. Οὕτω καὶ Ταρσὸς ἡ πόλις ἐκλήθη, ὡς καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ δηλοῦται, παυσαμένης τῆς τῶν ὑδάτων ἐπιρροίας ἐπ' αὐτήν. Εἰ δὲ καί, ἄλλως εἰπεῖν, πρωθύστερον κἀνταῦθα σχῆμά ἐστι, καὶ προηγεῖται μὲν φύσει τὸ "παύσατο αἷμα", ἕπεται δὲ τὸ "ἐτέρσετο ἕλκος", οὐκ ἂν εἴη τὸ "παύσατο αἷμα" ἐφερμηνευτικὸν τοῦ "ἕλκος ἐτέρσετο".

(v. 268) Τὸ δὲ "ὀδύναι δῦνον" οὐ μόνον παρήχησίς ἐστι σώφρων, ἀλλὰ καὶ ἐτυμολογία τῆς ὀδύνης, οὕτω λεγομένης διὰ τὸ εἰς βάθος δύνειν. Ὅρα δὲ ὡς τὸ μὲν δύνειν ἐκτείνει τὴν παραλήγουσαν, τὸ δὲ ἐξ αὐτοῦ ἡ ὀδύνη βραχείᾳ παραλήγεται. Καιρία δὲ λέξις ἐπὶ τῶν τοιούτων ἡ ὀδύνη, διὸ ἐπιμένει καὶ αὐτῇ, ὡς ἐρρέθη, ὁ ποιητής.

(v. 269) Τὸ δὲ "ὠδίνουσαν" παρακείμενον ταῖς ὀδύναις παρήχησιν [194] ἐμφαίνει παρερριμμένην ἁπλῶς οὕτω καὶ εἰκῇ καὶ ἀπραγματεύτως εἰς ὁμοιότητα μόνης ἐξηχήσεως, οὐ μὴν καὶ γραφῆς, ὁποῖαι καὶ ἄλλαι καινόφωνοι προεγράφησαν. ἴσως δὲ καὶ ἐτυμολογικῶς παράκεινται ταῖς ὀδύναις αἱ ὠδῖνες. δοκεῖ γὰρ ἐκ τῆς ὀδύνης γίνεσθαι ἡ ὠδὶν κατὰ ἔκτασιν τῆς ἀρχούσης καὶ τροπὴν τοῦ υ εἰς ι. Ἔστι δὲ κυρίως ὠδίνειν τὸ ἐπὶ τόκῳ ἀλγεῖν. εἰ δέ ποτε καὶ τὸ γεννᾶν οὕτω λέγεται, ἀπὸ τοῦ παρακολουθοῦντος λέγεται, ἤγουν ἐκ τῶν ὠδίνων, αἳ ταῖς τικτούσαις ἕπονται. ἡ δὲ τοῦ Σοφοκλέους Τέκμησσα ἐν τῷ "ὥστε μ' ὠδίνειν τί φής" τὸ ὑπερβολικῶς λυπεῖσθαι ὠδίνειν εἰποῦσα ἔχει συγγνώμην ὡς γυναικικῶς ἐκ πείρας φράσασα. Τὸ δὲ "βέλος ἔχῃ" κάτοχον ὀδύναις βούλεται εἶναι τὴν ὠδίνουσαν, καὶ οὐκ ἔστι φράσαι κάλλιον. ἐντεῦθεν καὶ θυμῷ κάτοχος λέγεταί τις καὶ λύπῃ καὶ Ἄρεϊ καὶ τοῖς ὁμοίοις. Δῆλον δ' ὅτι σωματικώτερον ἡ ποίησις ὄργανόν τι ταῖς Εἰλειθυίαις δίδωσι τηλεβόλον, ἐξ οὗ βέλος ὀξὺ ταῖς τικτούσαις προΐεται ὡς ἐκ τόξου ὀϊστός, ἵνα ὥσπερ ἡ Ἔρις εἶχέ τι τέρας πολέμου ἐν χερσὶ καὶ ὁ Ζεὺς δὲ ἀστραπήν, οὕτω καὶ τὰς ὠδῖνας αἱ Εἰλείθυιαι, ἃς καὶ προϊεῖσι βέλους δίκην κατὰ τῶν τικτουσῶν.

(v. 270) Ἔστι δὲ τὸ "προϊεῖσιν" ὅμοιον τῷ τιθέασι τιθεῖσιν. ὡς γὰρ ἐκεῖνο τῇ πληθυντικῇ δοτικῇ ὁμοφωνεῖ τῆς οἰκείας μετοχῆς, οὕτω καὶ τοῦτο. Τὸ δὲ "μογοστόκοι Εἰλείθυιαι" παροξύνεται ὁμοίως τῷ πρωτοτόκοι γυναῖκες ὡς ἐνέργειαν δηλοῦν τὴν κατὰ τῶν τικτουσῶν. τὰ γὰρ τοιαῦτα τῶν συνθέτων, ὥς φασιν οἱ παλαιοί, ἐνέργειαν ὑπισχνούμενα, παροξύνονται, εἰ μὴ κανὼν ἄλλος κωλύει, χωρὶς τοῦ ἱππόδαμοι. αὐτὸ γὰρ ἄντικρυς τῷ κανόνι μάχεται. ἐνεργητικὸν γὰρ ὂν καὶ κανόνα μὴ ἔχον κωλύοντα προπαροξύνεται. Πλεονασμὸν δὲ τοῦ σ ἡ μογοστόκος ἔχει, ὡς ἂν οὕτως εὐχρηστηθείη πρὸς μέτρον. οὕτω καὶ ἐν τῷ θέσφατον καὶ θεσπέσιον καὶ θεόσδοτον καὶ τοῖς ὁμοίοις τὸ σ δι' ὁμοίαν αἰτίαν ἐπλεόνασε.

(v. 271) Θυγατέρες δὲ Ἥρας γαμηλίου μυθικῶς αἱ μογοστόκοι [195] Εἰλείθυιαι ὡς ἐπιστατοῦσαι τόκοις καὶ ἐν τῷ ποιεῖν τὰ ἔμβρυα εἰς φῶς ἐλεύθειν μόγους ταῖς τικτούσαις ἐκ τῶν ὀδυνῶν ἐπάγουσαι, ὡς εἰ καὶ βέλη ἔπεμπον. καὶ ἴσως τοιούτῳ λόγῳ τοξικὴ καὶ ἡ Ἄρτεμις ὡς τοῖς τόκοις οὕτως ἐπιστατοῦσα καὶ αὐτή. διὸ καὶ λοχεία ἐπονομάζεται. Λέγονται δὲ Εἰλείθυιαι παρὰ τὸ ἐλεύθειν, ὡς εἴρηται. διὸ καὶ γράφεται ἡ μὲν ἄρχουσα διὰ διφθόγγου, ὡς ἐπεντεθέντος τοῦ ι εἰς τὴν τοῦ ἐλεύθω καταρχήν. ἡ δὲ μετὰ τὴν ἄρχουσαν ἔχει τοιοῦτον δίφθογγον καὶ αὐτὴν ἐκ τοῦ ἐλεύθω μεταθέσει τοῦ διχρόνου υ συνήθως εἰς τὸ ι δίχρονον. ἡ δὲ παραλήγουσα τὸ διὰ τοῦ υ καὶ ι δίφθογγον ἔχει, διότι τὰ εἰς α θηλυκὰ ἐθέλουσιν ὡς τὰ πολλὰ τῷ ι παραλήγεσθαι ἢ μόνῳ ἢ μετὰ καὶ ἄλλου φωνήεντος κατὰ λόγον διφθόγγου, μόνῳ μέν, ὡς κοιλία καρδία καὶ ἄλλα μυρία, μετὰ δὲ ἄλλου φωνήεντος, ἢ τοῦ α, ὡς μαῖα γαῖα, ἢ τοῦ ε, οἷον εὐσέβεια Ἀδράστεια, ἢ τοῦ μικροῦ ο, οἷον εὔροια σύρροια, ἢ μετὰ τοῦ ω μεγάλου, ὁποῖον ἡ ᾦα τοῦ ἐνδύματος, ἢ μετὰ τοῦ υ, ὡς ἐν τῷ μυῖα καὶ Ἅρπυια, οἷς συντρέχει καὶ τὸ Εἰλείθυια, ὡς μὴ δυνατὸν ὂν μετὰ τοῦ ο ἐνταῦθα συγκροτηθῆναι τὴν δίφθογγον. οὐ γὰρ προϋπόκειται τῆς Εἰλειθυίας ὄνομα, ᾧ ἔγκειται ο μικρόν, ἵνα ἐκεῖθεν ἡ οι δίφθογγος γεννηθῇ, ὥσπερ ἡ [196] σύρροια ἔχει τὸ ῥόος προϋποκείμενον καὶ τὸ νόος ἡ ἔννοια καὶ τὸν βόα ἡ Εὔβοια καὶ τὸν χρόα ἡ εὔχροια. ἐξ ἀνάγκης οὖν τὸ Εἰλείθυια συνεξηκολούθησε τῷ κυνάμυια, Ὠρείθυια, Ἅρπυια. [Διασταλτέον δὲ τοῦ εἰρημένου κανόνος τὸ μῶα καὶ τὸ πᾶα, ὧν σημασία τὸ μοῦσα, πᾶσα. ταῦτα γάρ, καὶ εἴ τι δὲ ἕτερον κατ' αὐτά, οὐ παραλήγονται τῷ ἰῶτα τῆς παλαιοτάτης Δωρίδος ὄντα.] Καὶ οὕτω μὲν ὁ γέρων μῦθος καὶ ἡ πρεσβυτάτη γραμματικὴ μαιοῦνται τὴν Εἰλείθυιαν. ἡ δὲ φιλοσοφία ἐκδεξαμένη τελεσφορεῖ πρὸς ἀλήθειαν, λέγουσα θυγατέρας Ἥρας τὰς Εἰλειθυίας, ἐπειδὴ τηνικαῦτα τὸ βρέφος εἰς φῶς ἐλεύθει, ὅταν τὰ ἐκ τῆς Ἥρας αὐτὸ προκαλέσηται. τότε γὰρ τὸ ἔμβρυον ἐκκύπτει πρὸς γέννησιν ἱκανῶς ἔνδον θαλαμευθέν, ὅταν καὶ ὁλκῆς ἀέρος καὶ τῆς ἔξω ζωῆς ἐξ ἀνάγκης προσδέηται. εἶεν ἂν οὖν Εἰλείθυιαι, ὡς μὲν ἓν ἀνθ' ἑνὸς φράσαι, ἐλεύσεις, σαφέστερον δὲ εἰπεῖν, αἱ εἰς φῶς ἐλεύσεις καὶ προαγωγαὶ τῶν κυοφορουμένων. οὐ μόνον δὲ πληθυντικῶς Εἰλείθυιαι παρ' Ὁμήρῳ, ἀλλὰ καὶ ἑνικῶς, ὡς τὸ "ὅθι σπέος Εἰλειθυίας". Σημείωσαι δὲ καί, ὅτι διαφερόντων φύσει τοῦ πικροῦ καὶ τοῦ ὀξέος ὅμως ἀμφοτέρων ἔμφασιν αἱ ὠδῖνες ἔχειν λέγονται. [Ἰστέον δὲ καὶ ὡς οἱ μεθ' Ὅμηρον ῥήτορες τὸ δριμὺ μετεσκεύασαν εἰς ἡδύ τι, ἐννοίας δριμείας λέγοντες, ἐν αἷς γλυκύτης ἐπιτείνεται, καὶ λέξεις δὲ δριμείας ὁμοίως.]

(v. 274-279) Ὅτι ἀναχωρεῖ τῆς μάχης ὁ βασιλεὺς ἐλαύνων νηυσὶν ἐπὶ γλαφυραῖς, οὐχ' ἁπλῶς, ἀλλὰ διαπρύσιον ἐγκελευσάμενος τοῖς ἀρίστοις νηυσὶν ἀμύνειν φύλοπιν ἀργαλέην. ἐπεί, φησίν, οὐκ ἐμὲ θεὸς εἴασε πανημέριον πολεμίζειν. Καὶ ὅρα κατὰ τοὺς παλαιούς, ὡς οὐ τὸ τραυματισθῆναι τὸν βασιλέα λυπεῖ, ἀλλ' ὅτι πανημέριος κεκώλυται μάχεσθαι. ἀναφωνεῖ δὲ τοῖς ἀρίστοις τὸ τῆς ὑποχωρήσεως αἴτιον, ἵνα μὴ κακόν τι, φασί, μέγα περὶ αὐτοῦ ὑπονοήσαντες τὴν τάξιν λύσωσι.

(v. 274) Καὶ ὅρα τὸ ἐπὶ νηυσὶν ἐλαύνειν συνήθως τῷ Ὁμήρῳ ῥηθέν, ἀντὶ τοῦ ἐπὶ νῆας, ὡς καὶ προϊών φησιν "ἵμασεν ἵππους ἐπὶ νῆας γλαφυράς".

[197] ἡ δὲ ῥηθεῖσα ἔννοια καὶ μετ' ὀλίγα ἐπὶ Διομήδους ἀπαραλλάκτως αὐταῖς λέξεσιν ἐν δυσὶ καὶ ἐκεῖ στίχοις κεῖται.

(v. 277) Τὸ δὲ "νηυσὶν ἀμύνετε φύλοπιν" ἐντελῶς καὶ νῦν πέφρασται, ἄλλως δέ γε ἤρκει καθ' ἑαυτὸ ἐλλιπῶς καὶ μόνον τὸ ἀμύνετε οἷα σύνηθες γεγονός.

(v. 274) Κεῖται δὲ ἐν τούτοις καὶ τὸ "ἤχθετο κῆρ" πρὸς διαστολὴν σωματικοῦ ἄχθους.

(v. 280-283) Ἐν τούτοις δὲ καὶ τοὺς τοῦ βασιλέως ἵππους σεμνολογῶν Ὅμηρος ἐπὶ ταχυτῆτι καὶ δρόμῳ ἐναγωνίῳ φησὶν "ἡνίοχος δ' ἵμασσε καλλίτριχας ἵππους· τὼ δ' οὐκ ἄκοντε πετέσθην· ἄφρεον δὲ στήθεα, ῥαίνοντο δὲ νέρθε κονίῃ, τειρόμενον βασιλῆα μάχης ἀπάνευθε φέροντες".

(v. 282) Καὶ ὅρα τὸ "ἄφρεον" ὡς ἀπὸ θέματος τοῦ ἀφρέω, ἐξ οὗ τὸ ἀφρίζω, καθὰ καὶ ἐκ τοῦ ὁπλέω τὸ ὁπλίζω.

(v. 281) Τὸ δὲ "πετέσθην" ἐπὶ ἁπλῶς ἵππων λεγόμενον διὰ τὸ πάνυ πολὺ τοῦ τάχους, οὗ χάριν καὶ ἡλίῳ ἵππος ἀνάκειται καθ' Ἡρόδοτον, τὸν τοῦ πτερωτοῦ Πηγάσου μῦθον συγκροτεῖ παρὰ τοῖς μεθ' Ὅμηρον. [Συντελεῖ δὲ καὶ εἰς τὴν τοῦ ἵππου ἐτυμολογίαν. ἵππος γὰρ λέγεται παρὰ τὸ ἵπτασθαι ποσί. διὸ καὶ ἐν δυσὶ πι γράφεται, οὐ μὴν ἐν ἑνὶ κατὰ τὸ ἶπος, ἡ παγὶς τῶν μυῶν.]

(v. 282) Σημείωσαι δὲ καὶ τὸ "ῥαίνοντο" οὐκ ἐπὶ ὑγροῦ ἀλλὰ κόνεως ῥηθέν. [(v. 275) Τίς δὲ ἡ διαπρύσιος βοή καὶ πόθεν γίνεται, δεδήλωται ἀλλαχοῦ.]

(v. 284-290) Ὅτι Ἕκτωρ, ὡς ἐνόησε τὸν βασιλέα νόσφι κιόντα, ἐνεκελεύσατο τοῖς περὶ αὐτὸν συνήθως ἀνδρείους τε εἶναι καὶ μνησθῆναι ἀλκῆς, ἧς ἐξελάθοντο, σεμνολογήσας καὶ τὸν βασιλέα ἐν τῷ εἰπεῖν, ὡς οἴχεται ἀνὴρ ᾤριστος, ἐμοὶ δὲ μέγα εὖχος ἔδωκε θεός, οὐχ' ὅτι αὐτὸς τὸν βασιλέα ἔβλαψέ τι, ἀλλ' ὅτι αὐτὸς ἀνδραγαθήσει τοῦ τηλικοῦδε βασιλέως ἀπελθόντος. Πιστὸς δὲ ὁ διὰ τὸν βασιλέα λόγος τοῦ πολεμίου προσειπόντος ἐκεῖνον ὑπερθετικῶς μετὰ καὶ ἄρθρου τὸν ἄριστον ἄνδρα. Εἶτα ἐπάγων ὁ Ἕκτωρ ἀξίωσιν ὀτρυντικὴν εἰς ἔριν φησὶν "ἀλλ' ἰθὺς ἐλαύνετε μώνυχας ἵππους Δαναῶν, ἵνα ὑπέρτερον εὖχος ἄρησθε", νικήσαντες δηλαδή.

(v. 291) Καὶ οὕτως εἰπὼν "ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου". Ἐνεργὸς γὰρ παρὰ τῷ ποιητῇ καὶ δραστήριος καὶ τῷ ὄντι ἀνυστικὸς πᾶς λόγος στρατηγικὸς διδάσκοντι τοῖς ἄρχουσιν ὑπακούειν.

(v. 284) Τὸ δὲ "νόσφι κιόντα" εὐφήμως ῥηθὲν ἐπὶ ἀναχωρήσεως ταὐτόν ἐστι τῷ οἰχόμενον, διὸ ἐπήγαγε τὸ "οἴχετ' ἀνὴρ ὤριστος". ἡ δὲ λέξις αὕτη καὶ ἐν ἄλλοις κεῖται. [198] Τὸ δὲ "νόσφι" μάχης ἄνευθεν ἀνωτέρω ἔφη. Τὸ δὲ εὖχος ὡς καίριον δὶς εἴρηται, ταὐτὸν ὂν τῷ κῦδος. διὸ ἐνταῦθα μὲν "εὖχος ἄρησθε" φησὶν "ὑπέρτερον", ἀλλαχοῦ δὲ "ἠράμεθα μέγα κῦδος".

(v. 289 s.) Ἐν δὲ τῷ "ἵππους Δαναῶν" τὸ μέτρον ταράσσει τὴν σαφήνειαν. τὸ γὰρ ὀρθόν· ἀλλὰ τοὺς ἵππους ἡμῶν ἐλαύνετε ἰθὺς Δαναῶν, ἀντὶ τοῦ ἐπ' εὐθείας καὶ ἀντικρύ, ὅπερ ἀλλαχοῦ καὶ δίχα τοῦ σ ἰθὺ λέγεται.

(v. 292-298) Ὅτι "ὡς ὅτε πού τις θηρητὴρ κύνας ἀργιόδοντας σεύῃ ἐπ' ἀγροτέρῳ συῒ καπρίῳ ἠὲ λέοντι, ὣς ἐπ' Ἀχαιοῖσι σεῦε Τρῶας μεγαθύμους Ἕκτωρ Πριαμίδης βροτολοιγῷ ἶσος Ἄρηϊ. αὐτὸς δ' ἐν πρώτοισι μέγα φρονέων ἐβεβήκει", ὅ ἐστι περιφραστικῶς προεμάχετο, "ἐν δ' ἔπεσ' ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ, ἥ τε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει". Καὶ ὅρα, ὡς οὐκ ἄλλως ὁ Ἕκτωρ ἠρίστευσεν, εἰ μὴ ὁ Ἀγαμέμνων ᾤχετο. καὶ ὅτι οὐκ ἐπὶ ἀνδρίᾳ τοὺς Τρῶας, ἀλλὰ θρασύτητι ἐξαίρει. οὐ γὰρ αὐτοὶ λέοντες ἢ ἀγρότεροι σύες, ἀλλὰ ταῦτα μὲν οἱ φεύγοντες Ἀχαιοί, οἱ Τρῶες δέ, ὡς καὶ ἐν τοῖς ἑξῆς μετ' ὀλίγα ἑτέρα δηλώσει παραβολὴ "κύνες ἀναιδεῖς".

(v. 293) Ἀργιόδοντες δὲ οἱ ὀξυόδοντες, οἷς ἀργοὶ ὀδόντες, ὅ ἐστι ταχεῖς, θοοί, καὶ μεταληπτικῶς ὀξεῖς.

(v. 293) Σεύειν δὲ τὸ παρακινεῖν καὶ παρορμᾶν, ἤδη δὲ καὶ ὀρίνειν. καιρία δὲ αὕτη λέξις ὡς ἐν ποιήσει, διὸ καὶ δὶς ἐνταῦθα κεῖται. Τὸ δὲ "ἐπ' ἀγροτέρῳ συΐ" ἀσφαλὲς ἦν καὶ κατὰ αἰτιατικὴν εἰπεῖν ἀγρότερον σῦν, ὅ ἐστιν ἄγριον, ὅν, ὡς καὶ προεδηλώθη, συνθέτως οἱ νεώτεροι σύαγρόν φασιν ὡς ὄναγρον. ὥσπερ δὲ Αἰτωλός Αἰτώλιος ἐπὶ τοῦ αὐτοῦ σημαινομένου καὶ ἄμφω, οὕτω καὶ κάπρος κάπριος, ὁ πρὸς θήλειαν σῦν διαστελλόμενος.

(v. 294) Τὸ δὲ "ἐπ' Ἀχαιοῖσι σεῦε Τρῶας", ἀντὶ τοῦ ἐφώρμησε τοῖς Ἕλλησι καὶ κατ' αὐτῶν ἐκίνησε. πολλαχοῦ γὰρ ἡ ἐπι πρόθεσις ἰσοδυναμεῖ τῇ κατα.

(v. 296) Πρώτους δὲ κἀνταῦθα τοὺς πρωταγωνιστὰς καὶ προμάχους λέγει. Τὸ δὲ "μέγα φρονέων" μετ' ὀλίγα καὶ ἐπὶ κάπρων ἐρεῖ κατὰ ἰδέαν γλυκύτητος.

(v. 297 s.) Ἡ δὲ κατὰ τὴν ἄελλαν παραβολὴ [πάνυ σεμνοτέρα οὖσα ἤπερ ἡ κατὰ τοὺς Τρῶας] τὸ τοῦ Ἕκτορος ὀξυκίνητον εἰς μάχην παραδηλοῖ [καὶ τὴν ἄνωθεν ἐκ Διὸς ὑπὲρ αὐτοῦ ῥοπήν, δι' ἥν, ὡς ἐκεῖθεν καθαλλόμενος, οὐ φορητὸς [199] ἐνσκήπτει τοῖς Ἀχαιοῖς.] Τὸ δὲ ἐνέπεσεν ἀντὶ τοῦ ἐνέβαλε, συνέμιξε, καὶ ἐν τοῖς ἑξῆς δὲ ὁμοίως καθ' ὑπερβατὸν κείσεταί τι τοιοῦτον. τὸ μέντοι μετ' ὀλίγα "ἐν νήεσσι πέσον Ἀχαιοί" οὐ τοιοῦτόν ἐστιν, ἀλλ' ἀντὶ τοῦ ἀπέθανον λέγεται. Ἄελλαν δὲ ὑπεραέα οὐ μόνον τὴν ἄγαν πνέουσαν λέγει, ἀλλὰ καὶ τὴν ὕπερθεν, ὅ ἐστιν ὑψόθεν, ὁποῖός τις καὶ ὁ βορρᾶς ἐξ ὑψηλοῦ καταπνέων καὶ αὐτός. Ἢ καὶ ἄλλως εἰπεῖν, ὑπεραής, ἡ ἄνωθεν ὡς ἐν καθέτῳ καθαλλομένη, ὅ ἐστι καταφερομένη τῆς γῆς, σφοδρὰ οὖσα καὶ ἀπαραφύλακτος, ὁποῖοί τινες καὶ οἱ στρόβιλοι. διὸ καὶ τὸ ἐνέπεσε θαυμασίως εἴρηται καὶ τὸ καθαλλομένη. [Τὸ δὲ ἶσος οὐδ' ἐνταῦθα ποσότητα δηλοῖ, ἀλλὰ πολλὴν ὁμοιότητα, εἴληπται γὰρ φανερῶς ἀντὶ τοῦ ὅμοιος.] Πόντος δὲ ἰοειδὴς οὐ μόνον ὁ μέλας καὶ ἄνθους ἴου εἶδος ἔχων, ἀλλὰ καὶ ὁ πλατὺς καὶ ἀνεπιπρόσθητος τῇ ὄψει, δι' οὗ ἔστιν ἰέναι ἀκωλύτως τὸ βλέπειν, ὡς ἔν τινι παραβολῆς νοήματι δηλοῖ ὁ ποιητής. Ἐκ δέ γε τοῦ ῥηθέντος ἄνθους τοῦ χαμαιΐου καὶ νεφέλη κατά τινα ποιητὴν ἕτερον ἰοειδής, ἤτοι μέλαινα.

(v. 299 s.) Ὅτι ἐπὶ μὲν Ἀγαμέμνονος ἀριστεύοντος Μούσας ῥητῶς ἐκάλεσεν εἰς ἀφήγησιν τῶν πιπτόντων, καθὰ προγέγραπται, ὡς ἐπὶ μεγάλῳ τινὶ ἔργῳ. ἐνταῦθα δ' ἐπὶ Ἕκτορος ἑαυτὸν ἐρωτᾶν δοκῶν ὁ μουσοτραφὴς ποιητής φησιν "ἔνθα τίνα πρῶτον, τίνα δ' ὕστατον ἐξενάριξεν Ἕκτωρ, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκε", τουτέστιν, ὅτε κατὰ τὸ εἱμαρμένον εὐτυχῶς ἔσχε. Τοῦτο δὲ λέγει καταβάλλων τὸ τοῦ Ἕκτορος τρόπαιον καὶ τρόπον τινὰ οὐ φύσει λέγων αὐτὸν ἀριστεύειν, ἀλλὰ νόθοις ἐκ τοῦ μοιριδίου ἀγλαΐζεσθαι ἀριστεύμασιν.

(v. 301-303) Ὅρα δὲ καὶ ὅτι ἀκριβῶς φιλέλλην ὢν ὁ ποιητὴς τοὺς μὲν ὑφ' Ἕκτορος ἀναιρουμένους Ἀχαιοὺς ἐπιτρέχει ὡσεὶ καὶ τυχόντας ἀνθρώπους καὶ οὐ πολυλογεῖ ἐπ' αὐτοῖς, ἀλλὰ μόνον ἐξονομάζει αὐτούς, ὡς ἂν τῇ βραχυλογίᾳ τὸ τῶν Ἑλλήνων ὄνειδος ἐπικρύπτοιτο, ἐπὶ δέ γε τοῦ Ἑλληνικοῦ βασιλέως πολὺν λόγον κατέτεινεν, ἄλλα τέ τινα ποιῶν καὶ γενεαλογῶν δὲ τοὺς ὑπ' ἐκείνῳ πίπτοντας, οἷον τοὺς Πριαμίδας, τοὺς Ἀντηνορίδας, τοὺς Ἀντιμαχίδας.

(v. 303) Ἐν οἷς ὅρα καὶ ὅτι ἀναιρεῖ μὲν καὶ ὁ Ἕκτωρ ἡγεμόνας ἐνταῦθα πλὴν οὐ σύνδυο κατ' ἐκεῖνον, ἵνα κἀν τούτῳ ποικιλίαν τινὰ ἔχῃ ἡ ποίησις. οὐ γὰρ καθ' ἕνα ὁ βασιλεύς, ἀλλὰ τοὺς πλείους κατὰ ξυνωρίδας ἀνεῖλε, καὶ αὐτοὺς ἀδελφούς. εἰ δὲ καὶ ἡγεμόνων ἐννέα πεσόντων ὑπὸ τῷ [200] Ἕκτορι ἕνα μόνον ὁ ποιητὴς μετ' ἐπιθέτου προήγαγεν εἰπὼν "μενεχάρμην Ἱππόνοον", εἴη ἂν οὐδὲ τοῦτο δηλωτικὸν τοῦ περιφανεῖς τοὺς πεσόντας εἶναι. Ὧν ἐστι καὶ Δόλοψ, ὁμωνυμῶν τῷ παρ' Ἕλλησιν ἐθνικῷ, καὶ Ὀφέλτιος τετρασυλλάβως πρὸς διαστολὴν ἴσως τοῦ Ὀφέλτης, ὃ τοπικόν ἐστιν, ὡς καὶ παρὰ Λυκόφρονι, καὶ Αἴσυμνος, ἐξ οὗ συγκρότησίς τίς ἐστι τῷ αἰσυμνήτης. ὁ δὲ Ἀγέλαος τῷ ἐν Ὀδυσσείᾳ μνηστῆρι ὁμωνυμεῖ, ὁ δὲ Ὦρος τῷ παρὰ τοῖς μεθ' Ὅμηρον Ἀπόλλωνι, ὁ δὲ Ἀσαῖος οὐκ ἂν ἔχοι τὴν αὐτὴν παραγωγὴν Ἀσίῳ τῷ Τρωϊκῷ. ἡ ἆσις μὲν γὰρ ἴσως παράγει τὸν Ἄσιον ἢ ὁ Ἄσιος λειμών, ἡ ἄση δὲ τὸν Ἀσαῖον.

(v. 299) Σημείωσαι δὲ καὶ ὅτι τὸ "τίνα πρῶτον, τίνα δ' ὕστατον" ἀπειρίαν τινὰ ὑποδηλοῖ, ὡς μήτε ἀρχῆς μήτε πέρατος ὑπεμφαινομένων τῷ τῶν πιπτόντων ἀριθμῷ, καὶ ὡς ταὐτόν ἐστι κατ' ἀλληγορίαν τὸ τὸν ποιητὴν τῆς Μούσης πυθέσθαι καὶ τὸ ἑαυτὸν ἐρωτῆσαι, εἴπερ Μοῦσα ἡ παρὰ τῷ ποιητῇ γνῶσις ὑπονοεῖται, καὶ ὅτι πλείων ἡ τοῦ Ἕκτορος ἀριστεία κατά τε τῶν ἡγεμόνων καὶ τοῦ ὁμίλου, εἰ καὶ Ὅμηρος τῇ μεθόδῳ σεμνότερον τὸν βασιλέα ποιεῖ. δῆλον γὰρ ὡς ἡγεμόνας μὲν ὁ Ἕκτωρ οὐκ ἐλάττους τῶν ὑπὸ τῷ βασιλεῖ πεσόντων ἀναιρεῖ, πληθὺν δὲ πλείονα. Εἰ δὲ χρὴ καὶ ἄλλως ἀκριβέστερον ἐπιβαλεῖν, εἰς μὲν τὴν τῶν ἀρίστων ἀναίρεσιν μᾶλλον τὸν βασιλέα σεμνύνει ὁ ποιητὴς ἤπερ τὸν Ἕκτορα. τοὺς μὲν γὰρ τοῦ βασιλέως διερρητόρευσε καὶ πλατικῶς ἔφρασε, τοὺς δὲ ὑφ' Ἕκτορι πεσόντας ἡγεμόνας γοργότατα ἔφρασε πρὸς μόνον ὄνομα, ἐπὶ δέ γε τῆς πληθύος μᾶλλον ἐσέμνυνε τὸν Ἕκτορα, εἴπερ ἐπὶ μὲν τοῦ βασιλέως εἶπεν ἁπλῶς ὅτι ἐπεπωλεῖτο στίχας ἀνδρῶν ἔγχεϊ καὶ ξίφει καὶ χερμαδίοις μὴ προσθεὶς καί, εἰ ἐφόνευσέ τινας,

(v. 305) ἐπὶ δὲ τοῦ Ἕκτορος ἔφη, ὅτι πληθὺν εἷλεν, ἤγουν ἀνεῖλεν, "ὡς ὅτε νέφεα Ζέφυρος στυφελίζει" καὶ ἑξῆς, ὡς μετ' ὀλίγα κεῖται. σεμνὼ οὖν ἄμφω τὼ ἄνδρε καὶ οὐκ ἔστι ῥᾳδίως δοῦναι θατέρῳ τὴν κατὰ θατέρου ἐνταῦθα ὑπεροχήν.

(v. 299) Ἰστέον δὲ καὶ ὅτι τὸ "ἔνθα τίνα πρῶτον, τίνα δ' ὕστατον ἐξενάριξεν Ἕκτωρ" σεμνότερόν ἐστι κατ' ἔννοιαν τοῦ "τίς δὴ πρῶτος Ἀγαμέμνονος ἀντίον ἦλθεν".

(v. 305-309) Ὅτι ἡγεμόνας μὲν Δαναῶν ἠριθμημένους τινὰς εἷλεν, ὅ ἐστιν ἀνεῖλεν, ὁ Ἕκτωρ, ἐννέα γάρ, ὡς προσεχῶς δεδήλωται, "αὐτὰρ ἔπειτα πληθύν, ὡς ὁπότε νέφεα Ζέφυρος στυφελίξει, ἀργεστᾶο Νότοιο βαθείῃ λαίλαπι τύπτων, πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται, ὑψόσε δ' ἄχνη σκίδναται ἐξ ἀνέμοιο [201] πολυπλάγκτοιο ἰωῆς. ὣς ἄρα πυκνὰ καρήατα ὑφ' Ἕκτορι δάμνατο λαῶν". Καὶ ὅρα ὅπως τε τὸ δεινὸν τῆς παραβολικῆς ἐννοίας τραχείαις διόλου ὁ ποιητὴς ἔφρασε λέξεσι, καὶ ὅτι, καθάπερ εἰ ἐκ θαλάσσης ἦν ἡ παραβολή, κύμασιν ἂν ἐμέτρει τὸ τῆς πληθύος πυκνόν, οὕτως ἄνωθεν λαβὼν παραβολήν, ἐκεῖθεν καὶ τὸ πλῆθος ἐμέτρησε, παραβαλὼν αὐτὸ νεφῶν πυκνότητι.

(v. 305) Ἰστέον δὲ ὅτι τὸ "στυφελίξει" ποιητικὴ μὲν λέξις ἐστίν, ἐκ τῶν κάτω δὲ ἄνω μετῆκται. δηλοῖ δὲ τὸ στρυφνῶς ἢ ἐστυμμένως, ὅ ἐστι στυφέως, ἑλίσσειν.

(v. 306) Τὸ δὲ "ἀργέσταο", εἰ μέν ἐστι κύριον ἀνέμου, προπαροξύνεται, ὡς τὸ Ἀτρείδαο, Αἰήταο, ἀπὸ εὐθείας τῆς, ὁ Ἀργέστης, εἰ δὲ ἐπίθετον Νότου ἐστί, προπερισπᾶται ὡς ἀπὸ τοῦ ἀργεστής. καὶ δηλοῖ τὸν ταχὺν ἢ τὸν λευκὸν Νότον, ὃν καὶ συνθέτως οἱ σοφοὶ Λευκόνοτόν φασι. Παρασημειοῦνται δὲ οἱ παλαιοί, ὡς οὐ δύναται παρ' Ὁμήρῳ τὸ ἀργέστης ἀνέμου κύριον εἶναι, οὐ μόνον διὰ τὸ κακοσύντακτον, ἀλλὰ καὶ διὰ τὸ τέσσαρας ἀνέμους εἰδέναι μόνους τὸν Ὅμηρον, Νότον, Εὖρον, Βορέαν καὶ Ζέφυρον. Ὁ δὲ Γεωγράφος φανερῶς ἄνεμον καὶ τὸν Ἀργέστην οἶδεν, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη. φησὶ γοῦν ὅτι ἐναντίος ὁ Ἀργέστης τῷ Εὔρῳ ἀπὸ χειμερινῶν ὄντι ἀνατολῶν. ἀλλαχοῦ δὲ ἀπ' ἐναντίας τοῖς ἐνταῦθα λεχθεῖσιν εἰς ταὐτὸν ἄγει Ζεφύρῳ τὸν Ἀργέστην, λέγων δυσαῆ Ζέφυρον λέγεσθαι τὸν ὑφ' ἡμῶν καλούμενον Ἀργέστην. ὑφ' οὗ τὰ συναγόμενα νέφη, ἀσθενῆ ὄντα, ὁ Ζέφυρος εἴωθε διασκιδνάναι. Ὅρα δὲ ὥσπερ ἐπὶ νεφῶν τὸ στυφελίζειν, οὕτω τὸ τύπτειν ἐπὶ λαίλαπος ἐλέχθη ἐμπιπτούσης ὕδατι βιαίως, ἣν βαθεῖάν φησιν ἢ ὡς βυσσόθεν ταράσσουσαν τὸ τυπτόμενον, ἢ μᾶλλον οἷα πολὺν ἀέρα ταράττουσαν καὶ εἰς βάθος ἱκνουμένην αὐτοῦ.

(v. 307) Πολλὸν δὲ κῦμα τὸ μέγα, οὐ γὰρ ἐπὶ ἀριθμοῦ νῦν κεῖται ἡ λέξις ἀλλ' ἐπὶ μεγέθους, ὁποῖον καὶ τὸ "πολλὸς γάρ τις ἔκειτο", ἀντὶ τοῦ μέγας. Τὸ δὲ "τρόφι" ἀντὶ τοῦ τρόφιμον, ἤτοι στάσιμον, πεπηγός, ὡς καὶ τοῦ τρέφειν, καθὰ καὶ προεδηλώθη, [202] ἐπὶ τοιαύτης τιθεμένου σημασίας, ἐπειδὴ συνέχει τὸ σῶμα καὶ συμπήγνυσιν ἡ τροφή. Ἀποκοπὴν δὲ ἔχει τὸ τρόφι ἐκ τοῦ τρόφιμον ὡς ἀπὸ τοῦ κρίμνου τὸ κρῖ. Ἄλλως γὰρ οὐδὲν ὄνομα οὐδέτερον Ἑλληνικὸν εἰς ἰῶτα λήγει δίχα τοῦ μέλι καὶ τοῦ τί. [Πρόσκειται τὸ Ἑλληνικὸν διὰ τὸ πέπερι καὶ τὸ σίνηπι καὶ τὸ σέσελι καὶ τὸ κόμμι καὶ τὸ κοῖφι. ταῦτα γὰρ οὐχ' Ἑλληνικά, ξενικὰ δέ, ὥς φασιν οἱ παλαιοί.] Ἰστέον δὲ καὶ ὅτι οἱ μεθ' Ὅμηρον ῥήτορες ἄλλως τρόφιμον καὶ τρόφιν τὸν ὑπό τινος ἐκτραφέντα φασίν, ὃν καὶ θρεπτόν τινες ὀνομάζουσι. τοιοῦτον τὸ λόγου εἰπεῖν τινα ἢ Μουσῶν τρόφιμον καὶ "ἱερὸν τρόφιν Ἐννοσιγαίου" καὶ τὰ τοιαῦτα. [Εἰσὶ δὲ αὐτὰ ἐλευθέρων, δοῦλοι μέντοι τραφέντες ἐν οἰκίαις δεσποτῶν οὐ τρόφιμοι καλοῦνται, ἀλλὰ δεσπόσυνοι ἢ δεσπόσιοι, ὡς ὑπὸ τῶν παλαιῶν παραδέδοται.] Τὸ δὲ "κυλίνδεται" σύνηθες ἐπὶ κυμάτων λέγεσθαι, ἅπερ ὁ τῷ Ζεφύρῳ οἰκεῖος Βορρᾶς κινεῖ. ἐκεῖνος γὰρ ταῦτα κυλίει, ὥσπερ ὁ Νότος ὠθεῖ, καθὰ δηλοῖ καὶ ἡ Ὀδύσσεια. Πρωτότυπον δὲ κυλίνδρου τὸ κυλίνδειν ἐστίν. Ἀεὶ δέ, ὡς καὶ προεφάνη, τὸ κυλίνδω παρ' Ὁμήρῳ βαρύνεται, καθὰ καὶ τὰ τούτου σύστοιχα. τῶν τινες δὲ μεθ' Ὅμηρον κυλινδῶ περισπωμένως λέγοντες ἀκόλουθον καὶ τὴν ἐξ αὐτοῦ ποιοῦνται κίνησιν. Ἄχνη δὲ καὶ νῦν τὸ λεπτότατον τοῦ κύματος, ἤγουν ὁ ἀφρός, ἐκ τοῦ α στερητικοῦ καὶ τοῦ ἔχειν, ἡ μὴ συνεχὴς ἀλλὰ σκορπιζομένη, ὡς δηλοῖ τὸ "ὑψόσε δ' ἄχνη σκίδναται". [Ἀναλογοῦσι δὲ πρὸς τὸ ἄχνη ἡ πάχνη, ἡ λάχνη, σὺν ἄλλοις δὲ καὶ ἡ μυσάχνη, ταὐτὸν δ' εἰπεῖν, ἡ μυσαρά, ὡς ἀπὸ τοῦ μυσάττω, οὗ παρακείμενος μεμύσαχα, ὅθεν μυσάχνη πλεονασμῷ συνήθει τοῦ νυ.]

(v. 308) Πολύπλαγκτος δὲ ἄνεμος ὁ μὴ ἀεὶ μένων ἐν ταὐτῷ. διὸ καὶ τοὺς κατὰ νοῦν [203] ἀστάτους ἀνεμιαίους φαμέν. Ἐκ δὲ τῆς ἐνταῦθα ἰωῆς, ὅ ἐστι πνοῆς, ᾗ καὶ αὐτῇ δύναται συμβιβάζεσθαι τὸ πολύπλαγκτος, γίνεται ἡ ἐν Ὀδυσσείᾳ ἰωγή. Σημείωσαι δὲ καὶ ὅτι ἐν τῇ ῥηθείσῃ παραβολῇ δεξιῶς ὁ ποιητὴς νέφεσιν εἴκασε τοὺς Ἀχαιούς, οἳ τῷ βασιλεῖ μὲν οἷά τινι Νότῳ θετέον ἢ ἑτέρῳ τινὶ ἀνέμῳ συνάγονται πυκνούμενοι, ὡς ἂν εἴη ἐκεῖνος καὶ νεφεληγερέτης τρόπον τινὰ καὶ ὅμοιος καὶ κατὰ τοῦτο Διΐ, Ζεφύρῳ δὲ ὥσπερ τῷ ὑψόθεν δυναμουμένῳ καὶ ἐκ τῆς ὑψηλῆς Τροίας ἰόντι Ἕκτορι σκεδάννυνται. Διὸ καὶ ἐν τοῖς ἑξῆς πῆμα τοῖς Ἕλλησι κυλίνδεσθαι λέγεται ὁ Ἕκτωρ, ὃν πρὸ βραχέων ἀέλλῃ εἴκασεν ὑπεραέϊ ὑψόθεν καθαλλομένῃ κατά τινα, ὡς προερρέθη, Βορρᾶν. ἐξ ὑψηλοῦ γὰρ πνέει καὶ αὐτός, καθὰ καὶ ὁ Ζέφυρος ὁ καί, διὰ τὸ ἀντιπνέειν τῷ Νότῳ, σκεδάζων ἅπερ ἐκεῖνος νέφη συνήγαγε.

(v. 309) Τὸ δὲ "πυκνὰ καρήατα δάμνατο ἀνδρῶν" περίφρασίς ἐστι τοῦ "πολλοὶ ἐφονεύοντο". Τοῦ δὲ καρήατα εὐθεῖα τὸ κάρηαρ.

(v. 310-312) Ὅτι ἐπὶ κινδύνου καλῶς ἔχει ῥηθῆναι τὸ "ἔνθα κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο, εἰ μή" ὁ δεῖνα τόδε πεποίηκεν, οἷον εἰ μὴ Τυδείδην Ὀδυσσεὺς ἠρέθισεν εἰπὼν τὰ ῥηθησόμενα. Ὅτι πρὸ ὀλίγων μὲν ἐνέπεσεν ὁ Ἕκτωρ τῇ ὑσμίνῃ ἀέλλης δίκην, ἐνταῦθα δέ φησιν Ὅμηρος, ὡς μικροῦ ἂν ἐν νήεσι πέσον φεύγοντες Ἀχαιοί, εἰ μὴ τῷ Διομήδει ἐνεκελεύσατο ἀνδρίσασθαι ὁ Ὀδυσσεύς. Καὶ σημείωσαι, ὡς καὶ προεδηλώθη, δύο ταῦτα σημαινόμενα τοῦ ἐμπεσεῖν, τὸ μὲν δραστικόν, ὡς ἐπὶ Ἕκτορος, τὸ δὲ κατὰ πάθος φόβου, ὡς νῦν ἐπὶ τῶν φευγόντων Ἀχαιῶν.

(v. 313) Ὅτι Ὀδυσσεὺς τῷ Διομήδει κέκλετο ἀμῦναι φεύγουσι τοῖς Ἀχαιοῖς, εἰπὼν "Τυδείδη, τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς", εἰς ὃ δηλαδὴ καὶ ἔστιν ἀκοῦσαί ποθεν ἡμᾶς τὸ "μνήσασθε θούριδος ἀλκῆς",

(v. 314 s.) "ἀλλά γε δεῦρο πέπον, παρ' ἔμ' ἵστασο. δὴ γὰρ ἔλεγχος ἔσσεται, εἴ κεν ἕλῃ νῆας κορυθαιόλος Ἕκτωρ". καὶ δείκνυται καὶ νῦν συμφερτὴν εἶναι τὴν τῶν ἀνδρῶν ἀρετήν. Καὶ ὅρα ὅτι τε πρὸ καιροῦ μὲν ἀλογίστως ὁρμῶντα τὸν Διομήδην καὶ τοῖς ἐκ Διὸς κεραυνοῖς ἀντιβαίνοντα ὁ σοφὸς Νέστωρ ἀνέκοπτεν, ἐνταῦθα δὲ ὀκνοῦντα τὴν μάχην ὁ συνετὸς Ὀδυσσεὺς παρορμᾷ, καὶ ὅτι ἀνταπεδόθη τὸ ἶσον. ὡς γὰρ πρὸ τούτου τῷ Διομήδει ἐδέησε τοῦ Ὀδυσσέως, οὕτω νῦν Ὀδυσσεὺς ἐρεθίσας εἰς μάχην ἐκεῖνον προσεταιρίζεται. συζεύγνυται δὲ κἀνταῦθα ἀνδρία καὶ φρόνησις. Κομανὸς δέ, φασί, λέγει καθ' ὑπεροχὴν ἐπαινεῖσθαι τὸν Ὀδυσσέα ἐνταῦθα ὑπὸ τοῦ [204] ποιητοῦ, εἴγε ὡς ἥττονι τῷ Διομήδει ἐπιτάσσει. Ἰστέον δὲ καὶ ὅτι τὸ μὲν "τί παθόντε λελάσμεθα" καὶ ἑξῆς, ἐρεθισμός ἐστιν εἰς ἔργον σπουδαῖον.

(v. 317 s.) Τὸ δὲ "ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι, ἀλλὰ μίνυνθα ἡμῶν ἔσσεται ἦδος", ὅπερ ὁ Διομήδης πρὸς τὸν Ὀδυσσέα φησί, ῥηθήσεταί ποτε ἐπὶ τῶν ἑτοίμων μὲν βοηθεῖν, οὐ θαρρούντων δέ τι ἀνῦσαι, καὶ μάλιστα εἰ τὸ θεῖον κωλύει. οὗ δηλωτικὸν τὸ "ἐπεὶ θεὸς Τρωσὶ δὴ βούλεται δοῦναι κράτος". τὸ δὲ σχῆμα προαναφώνησις τῶν μελλόντων ἐστί. Διδάσκει δὲ ὁ λόγος, ὡς χρή τινα πράττειν τὰ παρ' ἑαυτοῦ, εἰ καὶ τὰ τῆς τύχης ἀπ' ἐναντίας χωρεῖ.

(v. 313) Ὅρα δὲ καὶ ὡς ὁ συνετὸς Ὀδυσσεὺς οὐκ ἀπαρακαλύπτως ὠνείδισε τὸν ἑταῖρον, ἀλλὰ κατὰ κοινότητα. οὐ γὰρ εἶπε "Τυδείδη, τί δὴ παθὼν ἐπιλέλησαι ἀλκῆς", ἀλλὰ τί παθόντες λελάσμεθα, ὃ δὴ λειότερον τῆς ἰδιαιτάτης ἐστὶν ἐπιτιμήσεως. καὶ ἄλλως δὲ καλῶς ἔχει τὸ "τί παθόντε λελάσμεθα", καθότι ἄμφω τοῦτο ἔπασχον.

(v. 317) Καὶ ὅτι μὲν ἀνεχώρει ὁ Διομήδης, αὐτὸς ἐκεῖνος βεβαιοῖ ἐν τῷ "ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι", οἷα νῦν γε μὴ μένων, ἀλλὰ ἀναποδίζων. ὅτι δὲ καὶ ἀμφότεροι ἀνεχώρουν τῆς μάχης, δηλοῖ μετ' ὀλίγα τὸ "ὤλεκον Τρῶας πάλιν ὀρμένω", τουτέστιν ὀπίσω ὁρμήσαντες καὶ ἀντὶ νώτων τὰ στέρνα δείξαντες. χάρις δ' ἐνταῦθα πλείων τῷ Ὀδυσσεῖ, ἑαυτόν τε καὶ τὸν Διομήδην προκαλεσαμένῳ ἀναμαχήσασθαι.

(v. 314) Ἔλεγχος δὲ ἐπὶ αἰσχύνης νῦν τέθειται, καθὰ καὶ ἡ ἐλεγχεία ἐν τῷ "ἐλεγχείην καταχεύει". καὶ τὸ ἐλέγχειν δὲ ἀντὶ τοῦ αἰσχύνειν ἐν τῷ "μὴ σύ γε μῦθον ἐλέγξῃς".

(v. 317) Τὸ δὲ "τλήσομαι" παρετυμολογεῖ πως τὸν τλήμονα, ἵνα λέγῃ ὁ Διομήδης, ὅτι ἔσομαί σοι ὅμοιος τῷ τλήμονι Ὀδυσσεῖ. [Τὸ δὲ "μενέω καὶ τλήσομαι" ἢ ἐκ παραλλήλου ταὐτὸ νοοῦσιν, ἢ διαφοράν τινα ἔχουσιν. ἔστι γὰρ μεῖναι μέν τινα, μὴ τλῆναι δέ. πολλοὶ γὰρ μένουσι μὲν πρὸ κακοῦ τινος, ἐπελθὸν δὲ τλῆναι οὐ δύνανται, μάλιστα δὲ τοιοῦτοι, ὅσοι κατὰ τὸν Πάτροκλον θελχθέντες ἵστανται πάσχοντες, τάλανες μὲν ἀληθῶς ἐκεῖνοι, τλήμονες δὲ οὔ.]

(v. 318 s.) Δύσελπις δὲ ὁ Διομήδης ἐστίν, οὐχ' ὅτι τὸν Ἕκτορα δέδιεν, ἀλλ' ὅτι ὁ Ζεύς, ὅ ἐστιν ἡ μοῖρα, Τρωσὶ βούλεται δοῦναι κράτος. Ἔνθα ὅρα καὶ τὸ "Ζεὺς Τρωσὶ δὴ βούλεται δοῦναι κράτος ἠέ περ ἡμῖν". συντελεῖ γάρ τι καὶ αὐτὸ εἰς τὸ "Διὸς δ' ἐτελείετο βουλή.

(v. 322) Ὅτι πίπτει ἐνταῦθα ὑπὸ τῷ Ὀδυσσεῖ Μολίων τις ὁμώνυμος τῷ παλαιῷ Ἑλληνικῷ ἥρωϊ, καὶ Ἱππόδαμος δέ τις καὶ Ὑπείροχος, [205] ἢ φερωνύμως πρὸς ἀλήθειαν ὄντες τοιοῦτοι, ἢ καὶ ἐξ ἐπιθέτων εἰς κύρια ἑλκόμενοι κατὰ πλάσμα, ὁποῖα, ὡς εἰκός, καὶ ἕτερά εἰσι πολλὰ παρὰ τῷ ποιητῇ ἀνιστόρητα ὀνόματα τῆς κοινότητος.

(v. 323) Ὅτι περιφράζων τὸ ἀνεῖλόν φησιν "ἐπεὶ πολέμου ἀπέπαυσαν".

(v. 324-326) Ὅτι ὡς πρὸ βραχέων κυσὶ τοὺς Τρῶας, κάπρῳ δὲ τοὺς Ἕλληνας εἴκασεν, οὕτω πως καὶ νῦν ποιεῖ. Φησὶ γὰρ περὶ Διομήδους καὶ Ὀδυσσέως "τὼ δ' ἂν ὅμιλον ἰόντε κυδοίμεον, ὡς ὅτε κάπρω ἐν κυσὶ θηρευτῇσι μέγα φρονέοντε πέσητον", ἤγουν ἐμπέσωσιν, ὡς προγέγραπται, "ὣς ὤλεκον Τρῶας πάλιν ὀρμένω", τουτέστιν, ὡς καὶ αὐτὸ ἐρρέθη, ἐκ τοῦ φεύγειν στραφέντες, ὃ δὴ καὶ σῦς ἐν τῷ φεύγειν διωκόμενος ποιεῖ. Ἀνάπαλιν δὲ ἡ παραβολὴ αὕτη πέφρασται τῇ πρὸ ὀλίγων ῥηθείσῃ. ἐκεῖ μὲν γὰρ οἱ Τρῶες ὡς κύνες ἐπὶ συῒ καπρίῳ, ἐνταῦθα δὲ οἱ ἥρωες ὡς κάπροι ἐν κυσί. Καὶ ἄλλως δὲ εἰπεῖν, διαφορὰ τῆς παραβολῆς ταύτης πρὸς ἐκείνην, ὡς ἐκεῖ μὲν θηρητὴρ κύνας ἐποτρύνει τῷ ζῴῳ, ἐνταῦθα δὲ κάπροι διωκόμενοι κυσὶν ἐμπίπτουσι, καὶ ἐκεῖ μὲν κάπρος καὶ λέων, ἐνταῦθα δὲ δύο μόνοι κάπροι. ἔχει δέ τι καὶ σαφέστερον τῶν ἐκεῖ τὸ θηρευτὰς κύνας εἰπεῖν. τοιοῦτοι γὰρ κάπρους διώκουσιν, ὅπερ ἐκεῖ ἀξυμφανῶς διὰ τοῦ θηρητῆρος ἐσήμαινεν, ὡς τοῦ τοιούτου τοιούτους κύνας ἄγοντος.

(v. 324) Ἐκεῖ δὲ σαφέστερον τὸ "συῒ ἀγροτέρῳ καπρίῳ" ἤπερ ἐνταῦθα τὸ ἁπλῶς κάπρους εἰπεῖν. Ὅρα δὲ καὶ ὡς κάπριον ἐκεῖ τρισυλλάβως εἰπὼν δισυλλάβως ἐνταῦθα τὴν λέξιν προήγαγε, καὶ ὅτι τὸ κυδοίμεον ὡς ἀπὸ θέματος τοῦ κυδοιμῶ. ποιητικὴ λέξις αὕτη οὐ πάνυ ἑλκυστέα εἰς λόγον πεζόν.

(v. 325) Καὶ ὅτι τὸ μέγα φρονεῖν, ὡς καὶ προεσημειώθη, ἐπὶ ἀλόγων ἄρτι ζῴων ἔθετο κατὰ ἰδέαν γλυκύτητος, εἰ μή τις αὐτὸ ἴσως πρὸς τὸν Ὀδυσσέα καὶ τὸν Διομήδην συμβιβάσει ἐν ὑπερβατῷ σχήματι.

(v. 327) Ὅτι Ὀδυσσέως καὶ Διομήδους ὑπομεινάντων τὴν μάχην, ἥτις αὐτοῖς ἄρτι ἐγκέκλιται μόνοις, "Ἀχαιοὶ ἀσπασίως φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον". Τὸ δὲ ἀσπασίως προσφυῶς ἔχει καὶ πρὸς τὸ ἀνέπνεον καὶ πρὸς τὸ φεύγοντες τὸν Ἕκτορα. τὸ δὲ ἀνέπνεον ἐπιλιπούσης πνοῆς ἀνάληψιν δηλοῖ, ὡς καὶ ἡ ἀναψυχὴ ψυχῆς ἀνάκτησιν ἐκ λειποθυμίας. οὕτω καὶ Ἕκτωρ μετ' ὀλίγα ἐκφυγὼν καιρίαν πληγὴν ἄμπνυτο, τοιοῦτον καὶ τὸ "Τρῶες ἀνέπνευσαν κακότητος".

(v. 328) Ὅτι ἄνδρας δήμου τοὺς τῆς κοινότητος λέγει πρὸς διαστολὴν τῶν ἡγεμόνων. οἱ δὲ τοιοῦτοι καὶ ὁμίλου ἄνδρες καὶ πληθύος λέγοιντο ἂν κατὰ τὸ "μίκτο δ' ὁμίλῳ", καὶ "ἐξέλασεν ἐς πληθύν", καὶ "πληθὺν ταρβήσας", ἃ μετ' ὀλίγα κεῖνται παρὰ τῷ ποιητῇ. Δῆλον δ' ὡς καὶ ἐν τοῖς τοιούτοις εἰσί τινες ἀγαθοί.

(v. 328 s.) Διὸ καὶ Ὅμηρος ἐνταῦθά φησιν "ἀνέρε [206] δήμου ἀρίστω υἷε δύω Μέροπος Περκωσίου". [Ἰστέον δὲ ὅτι τοῦτο διχῶς ἔστιν ἀναγνῶναι. ἢ γὰρ ἀνέρε δήμου μετὰ ὑποστιγμῆς, κατὰ τὸ "ὃν δ' ἂν δήμου τ' ἄνδρα ἴδοι", ἢ ἀνέρε κατὰ μόνας, εἶτα δήμου ἀρίστω, ἤγουν ἀρίστους οὐκ ἐν βουλευταῖς ἀλλ' ἐν δημόταις. Ὅτι δὲ δῆμος καὶ ὁ δημότης καινότερον λέγεται, φανεῖται ἐν τῷ "οὐ μὲν ἔοικε δῆμον ἐόντα παρὲξ ἀγορεύειν".]

(v. 329-332) Ὅτι ὁ ῥηθεὶς Περκώσιος Μέροψ "περὶ πάντων ᾔδεε μαντοσύνας", ἤγουν μαντικώτατος ἦν, "οὐδὲ ἑοὺς παῖδας ἔασκε στείχειν ἐς πόλεμον φθισήνορα. τὼ δέ οἱ οὔ τι πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο".

(v. 333 s.) Οὓς καὶ ἐσκύλευσε Διομήδης, "θυμοῦ", φησί, "καὶ ψυχῆς κεκαδών", ὅ ἐστι περιφραστικῶς ἀνελών. Διδάσκει δέ, φασίν, ὁ ποιητὴς διὰ τούτων μήτε πατράσι δεῖν εἶναι ἀπειθεῖν μήτε μαντικῆς καταφρονεῖν θανάτῳ κολάσας τοὺς ἀπειθοῦντας.

(v. 329) Ὅρα δέ, ὥς που καὶ προερρέθη, τὸ Μέροψ ὡς ἐξ ἐπιθέτου κοινοῦ κυριολογεῖται. ὅθεν ληφθείσης ἀρχῆς τοῖς μεθ' Ὅμηρον καὶ Ὀλυμπιονίκης τις κατὰ κυριωνυμίαν ἐκλήθη Ἄνθρωπος. οὕτω καὶ Παίων τις μετ' ὀλίγα εὕρηται τὸ ἐθνικὸν ἰδιωσάμενος ὄνομα. Τὸ δὲ "περὶ πάντων" ἀντὶ τοῦ ὑπὲρ πάντας, περιττότερον πάντων μάντεων. εἰπεῖν γὰρ ὡς περὶ πάντων πραγμάτων ὁ Μέροψ ἐμαντεύετο, οὐκ ἂν εἴη οὔτε Ὁμηρικὸν οὔτε σπουδαῖον.

(v. 332) Τὸ δὲ "κῆρες θανάτου" ἢ πρὸς ἐντέλειαν φράσεως εἴρηται ‑ ἄλλως γὰρ ἡ κὴρ ἐλλιπῶς ἔχει μονάζουσα ‑ ἢ καὶ πρὸς διαστολήν. εἰσὶ γὰρ καὶ κῆρες νόσου καὶ ἑτέρων κακῶν.

(v. 334) Ἐν δὲ τῷ "θυμοῦ καὶ ψυχῆς κεκαδών", ὅ ἐστι στερήσας, μᾶλλον δὲ ὑποχωρῆσαι ποιήσας, ἐκ παραλλήλου ταὐτὸ δηλοῖ ὁ θυμὸς καὶ ἡ ψυχή. Τὸ δὲ "κεκαδών" ἀχρεῖον μέν ἐστι λόγῳ πεζῷ, χρόνου δέ ἐστιν ἀορίστου δευτέρου ἐκ τοῦ χάζω ἔχαδον χαδών, καὶ Ἰωνικῶς κεκαδών, ὡς τὸ λελαχών καὶ λελαβών καὶ τὰ ὅμοια.

(v. 336) Ὅτι τὸ "ἴσας δ' ὑσμίνῃ κεφαλὰς εἶχον" παραφράζων ἅμα καὶ διασαφῶν γοργῶς ὁ ποιητὴς ἐνταῦθά φησιν "ἔνθα σφιν κατὰ ἶσα μάχην ἐτάνυσε θεός", καθὰ καὶ προείρηται. Καὶ ὅρα ὅτι, ὥσπερ ἐκεῖ μετὰ τὴν ἰσότητα, ἥτις ἦν τὸ μηδετέρους μεμνῆσθαι [207] φόβου, ὡς ὁ ποιητὴς ἡρμήνευσεν, ἡ τῶν Τρώων ἧττα γέγονεν, οὕτως ἐνταῦθα τῆς μάχης εἰς ἶσα τανυσθείσης εἶτα μετ' ὀλίγα φευξοῦνται Ἀχαιοί.

(v. 337) Σημείωσαι δὲ ὅτι τὸ κατὰ ἶσα τανυσθῆναι τὴν μάχην ἐφερμηνεύων εὐθὺς ὁ ποιητὴς ἐπάγει "τοὶ δ' ἀλλήλους ἐνάριζον". οἱ γὰρ ἀλλήλους ἐναρίζοντες αὐτοὶ καὶ μάχην κατὰ ἶσα τετανυσμένην ἔχουσι, καὶ τὰς κεφαλὰς οἱ τοιοῦτοι ἐξισοῦνται κατὰ λόγον φιλόσοφον, εἴτε ἄνισοι πρὸς ἀλλήλους ἔφθασαν εἶναι εἴτε καὶ ἶσοι. τῇ γὰρ ἑκατέρωθεν ἀφαιρέσει τῶν ἴσων κεφαλῶν φυλάττεται ἐν ὁμοιότητι ἡ πρώην ἀναλογία τῶν στρατευμάτων. καὶ ἔστι πως καὶ τοῦτο ὁμοίϊος [ἤγουν ὅμοιος] πόλεμος, τὸ ἀλλήλους ἐναρίζειν καὶ μὴ ἑτεραλκῶς ἔχειν. Αὐτὸ γὰρ ἄνισον καὶ οὐχ' ὅμοιον οἷα νίκης ἔργον. Τὸ δὲ "ἐτάνυσεν" ὡς ἐκ μεταφορᾶς εἴρηται σχοινίου, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, ὅπου πεῖραρ πολέμου ἐπαλλάσσεται κατά τινα σχοίνου πέρατα.

(v. 341 s.) Ὅτι ἐπὶ πεζῷ προμάχῳ πεσόντι ἐρεῖ τις τὸ "πεζὸς θῦνε διὰ προμάχων εἵως", ἤγουν ἕως, "φίλον ὤλεσε θυμόν". Ὅμηρος δέ γε ψεκτικῶς αὐτὸ λέγει περὶ τοῦ Παιονίδου Ἀγαστρόφου, ὃς δέον ὂν φυγεῖν οὐκ εἶχεν ἵππους.

(v. 33942) "Οὐ γάρ οἱ ἵπποι ἐγγύς", φησίν, "ἔσαν προφυγεῖν, ἀάσατο δὲ μέγα θυμῷ. τοὺς μὲν γὰρ θεράπων ἀπάνευθεν ἔχεν, αὐτὰρ ὃ πεζὸς θῦνε" καὶ ἑξῆς, ὡς ἐξετέθη.

(v. 338) Ἰστέον δὲ ὡς ἐν μὲν τῷ "ἀγάννιφον Ὄλυμπον" φυλάττεται τὸ ἀμετάβολον τοῦ ἄγαν ἐπιρρήματος, ἤδη δέ πως καὶ ἐν τῷ "ἀγάρροον Ἑλλήσποντον", ὁ δέ γε Ἀγάστροφος τὸ κύριον, ὡς εὐφωνεῖσθαι θέλων, ἀπέβαλεν αὐτό, γινόμενος καὶ αὐτὸς ἐκ τοῦ ἄγαν ὡς οἱονεὶ ἄγαν εὔστροφος. Εἰ μὴ ἄρα ἐκ τοῦ ἀγάω γίνεται ἢ ἐκ τοῦ ἀγαίω, τὸ ἐκπλήττω, ἀποβολῇ τοῦ ἰῶτα. [Τοιοῦτον δέ τι νοητέον καὶ ἐπὶ τοῦ Ἀγαμέμνων καὶ Ἀγαμήδης καὶ τῶν ὁμοίων.] Ὅρα δ' ἐν τοῖς περὶ τοῦδε τοῦ Ἀγαστρόφου πλοκὴν γραφῆς. μνησθεὶς γὰρ ὁ ποιητὴς αὐτοῦ νῦν ὡς οὐτηθέντος, εἶτα εἰπών τι περὶ Ἕκτορος, καὶ μετὰ στίχους πολλοὺς φάμενος, ὡς τὸν Ἀγάστροφον ὁ Διομήδης ἐξενάριξε σκυλευτικῶς καὶ εὐθὺς ἐπισυνάψας τέσσαρα ἔπη περὶ τοῦ Πάριδος, ἐπάνεισιν αὖθις εἰς τὸ σκύλευμα τοῦ Ἀγαστρόφου, ὃ ἐνεργῶν ὁ Διομήδης βάλλεται ὑπὸ Πάριδος.

(v. 343-348) Ὅτι ἐπεὶ Ἕκτωρ ὀξὺ νόησεν, ὦρτο δὲ κεκληγὼς ἑπομένων καὶ Τρώων, "ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης, αἶψα δ' Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα· νῶϊν δὴ τόδε πῆμα [208] κυλίνδεται ὄβριμος Ἕκτωρ. ἀλλ' ἄγε δὴ στέομεν καὶ ἀλεξώμεσθα μένοντες". ὃ δὴ πᾶς ἂν εἴποι ἑταιριζόμενός τινα κατὰ κοινοῦ ἐχθροῦ. Καὶ ὅρα καὶ νῦν ἀνταπόδοσιν ἀσφαλείας. Ὀδυσσέα γὰρ φθάσαντα ὀτρῦναι αὖθις ὁ Διομήδης ἀντερεθίζει πρὸς μάχην.

(v. 345) Τὸ δὲ "βοὴν ἀγαθός" δεξιῶς παράκειται τῷ "ἐρρίγησεν", ἵνα μὴ δι' ἀνανδρίαν ὁ ἀγαθὸς μάχεσθαι Διομήδης ῥιγῆσαι φαίνοιτο, ἀλλ', ὡς ἐρρέθη, διὰ τὴν πρὸ ὀλίγου ῥηθεῖσαν βουλὴν τοῦ Διός. Ἰστέον δὲ ὅτι σαφήνεια ἐν τοῖς ἑξῆς τοῦ ῥιγῆσαι φαίνεται τὸ "ῥίγιον αἴ κεν ἁλώω", ῥηθὲν παρὰ Διομήδους, καὶ ὅτι τὸ "ἰδὼν ῥίγησε" γράφοντές τινες "ἰδὼν ἐνόησε" φασίν, ὡς οὐ διὰ δειλίαν πρῶτος εἶδεν ὁ ἥρως ἐπελθόντα τὸν Ἕκτορα, διὰ προσοχὴν δὲ καιριωτάτην, ὡς οὐδὲ Ὀδυσσεὺς δειλός ἐστι, τὸν Δόλωνα καὶ τὸν Ῥῆσον προσκεψάμενος.

(v. 347) Περὶ δὲ τοῦ κυλίνδεται εἰ καὶ προερρέθη, ὅμως οὐ περιττὸν εἰπεῖν καὶ νῦν, ὡς ἀστείως ἔχει ἄρτι ῥηθὲν ὡς ἐπὶ κύματος, ὃ κυλίει Βορρᾶς ὑψόθεν καταπνέων. καὶ γὰρ καὶ Ἕκτωρ ἐξ ὑψηλοτέρων ἔρχεται, ὡς καὶ προδιείληπται, εἴπερ ἠνεμόεσσα ἡ Τροία ἐστί, καὶ ἄλλως δέ, ὑψόθεν ὡς οὐρανόθεν ἐκ Διὸς ἐπιών. οὕτω πάντοθεν ἀσφαλὲς τὸ νόημα. Σημείωσαι οὖν, ὅτι ἀέλλῃ τὸν Ἕκτορα φθάσας εἰκάσαι ὑπεραέϊ καὶ ἑρμηνεύσας τὴν ἄελλαν ταύτην ἐν τῷ εἰκάσαι Ζεφύρῳ, ὑφ' οὗ κῦμα κυλίνδεται, λαβὼν ἐντεῦθεν ἀρχὴν μετέλαβε τὸ κῦμα κυλίνδεται εἰς τὸ πῆμα κυλίνδεται, μονονουχὶ λέγων, ὅτι τὸ παραβολικῶς κυλιόμενον κῦμα τὸ τοῖς Ἀχαιοῖς ἐπικυλιόμενον πῆμα δηλοῖ. [(v. 348) Τὸ δὲ "στέομεν" πρωτότυπος ἐνεστὼς ποιητικῶς κατὰ τὸ ποιέομεν καὶ τὰ ὅμοια. ἐξ οὗ ἐπενθέσει τοῦ υ στεύω, παθητικὸν στεύομαι στεύεται, καὶ συγκοπῇ στεῦται, ὅπερ ἐστὶν ὑφίσταται, ἤγουν ὑπισχνεῖται, ὡς πολλαχοῦ ἐφάνη.]

(v. 349-353) Ὅτι συστήσας εἰς θάρρος ἑαυτὸν ὁ Διομήδης καὶ ἀφεὶς ἔγχος ἔβαλε τὸν Ἕκτορα καταστοχαζόμενος "κεφαλῇφιν, ἄκρην κὰκ κόρυθα· πλάγχθη δ' ἀπὸ χαλκόφι χαλκός, οὐδ' ἵκετο χρόα καλόν. ἐρύκακε γὰρ τρυφάλεια τρίπτυχος αὐλῶπις, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων".

(v. 354-356) Καὶ ὁ Ἕκτωρ πολὺ ἀνεχώρησεν. Ὦκα γάρ, φησί, "ἀπέλεθρον ἀνέδραμε, μίκτο δ' ὁμίλῳ", καὶ σκοτωθείς ‑ τοῦτο γὰρ δηλοῖ τὸ ὀφθαλμοὺς κελαινὴ νὺξ ἐκάλυψεν ‑ "ἔστη γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ γαίης", ἤγουν ἐπὶ γῆς.

(v. 359 s.) Μετὰ δὲ μικρὸν ἐν ὅσῳ Διομήδης ᾤχετο λήψεσθαι τὸ ἀφεθὲν δόρυ, "τόφρα Ἕκτωρ ἄμπνυτο, καὶ ἂψ ἐς δίφρον ὀρούσας ἐξέλασεν ἐς πληθύν" καὶ ἀπῆλθε, παρὰ βραχὺ πελάσας θανάτῳ. [209] Καὶ λαλεῖ μὲν ὁ Διομήδης τὰ εἰρησόμενα. Ἕκτωρ δ' οὐκ ἐπιστρέφεται, ἀγαπῶν εἰ καὶ σέσωσται.

(v. 350) Ἰστέον δ' ὅτι τὸ ἔβαλεν ἑρμηνεύων ὁ ποιητής, ὡς μὴ δηλοῦν ἁπλῶς βέλους ἄφεσιν ἀλλὰ καὶ ἐπιτυχίαν φησὶν "οὐδ' ἀφάμαρτε", στοχασάμενος γὰρ τῆς κεφαλῆς ἔτυχεν. Οὕτω καὶ μετ' ὀλίγα ἐρεῖ "βάλεν, οὐδ' ἅλιον βέλος ἔκφυγε χειρός". οὕτω καὶ τὸ "πλάγχθη δ' ἀπὸ χαλκόφι χαλκός" διασαφῶν ἐπήγαγε τὸ "οὐδ' ἵκετο χρόα καλόν", ὁμοίως καὶ τὸ "μίκτο δ' ὁμίλῳ" ἑρμηνεύει ἐν τῷ "ἐξέλασεν ἐς πληθύν". Τὸ δὲ καταστοχαζόμενος τιτυσκόμενος λέγει, ὡς οὐκ ἂν φωνήσοι Καλλιόπη πεζική. Οὗ θέμα, ὡς καὶ προδιείληπται, ἀμετάβατον εἰς μέλλοντα τύκω, καὶ πλεονασμῷ τύσκω, καὶ ἀναδιπλασιασμῷ τιτύσκω. Τὸ δὲ "κεφαλῇφιν" ὁμωνυμίαν ἔφηνε. βάλλεται γάρ τις κεφαλῇφιν οὐ μόνον, ὅταν αὐτὴν ἐκείνην βληθῇ, ἀλλὰ καὶ ὅτε τὸ περὶ αὐτήν, ὡς ἐνταῦθα ἡ κυνέη.

(v. 351) Τὸ δὲ "ἄκρην κατὰ κόρυθα" πρὸς πιθανότητα εἴρηται. εἰ γὰρ περὶ τὸ κύτος ἐνέσκηψε, διέσχεν ἂν τὸ δόρυ, ὡς ἀντερειδούσης ἔσωθεν τῆς τοῦ Ἕκτορος κεφαλῆς. Τὸ δὲ "πλάγχθη χαλκός" ἀντὶ τοῦ ἐξεκρούσθη καὶ διεξέπεσε τοῦ σκοποῦ. γλυκέως δὲ εἴρηται τὸ "πλάγχθη" ὡς ἐπί τινος ἐμψύχου.

(v. 353) Τρίπτυχος δὲ ἡ τρεῖς πτύχας ἤτοι θέσεις ἔχουσα καὶ ὡς εἰπεῖν τριθέλυμνος διὰ στερρότητα πρὸς ἀσφάλειαν. ἔστι δὲ ἡ ταύτης παραγωγὴ ὁμοία πως πρὸς τὸ δίπτυχα, οἷον "δίπτυχα ποιήσαντες". Αὐλῶπις δὲ ἡ ὡς εἰς αὐλὸν ἀνήκουσα, ὅ ἐστιν εἰς στενὸν καὶ μακρὸν ἀπολήγουσα. κεῖται γάρ ποτε καὶ ἐπὶ τοιούτου ὁ αὐλός, ὡς ἐν τῷ "αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθε". [Πάνυ δὲ κατακέχρηται, εἰ καὶ τροπικῶς, ὁ αὐλὸς ἐνταῦθα, καθὰ καὶ ἐν τῷ αὖλαξ. καὶ αὐτὴ γὰρ διὰ τὸ στενοεπίμηκες ἐκ τοῦ αὐλοῦ παρωνόμασται. καὶ μὴν αὐτὴ ἔχει τι καὶ κοιλότητος ἐκ τῆς τοῦ ἀρότρου τομῆς καί πως ἐγγίζει τῷ αὐλῷ διὰ τοῦτο μᾶλλον ἤπερ ἡ αὐλῶπις τρυφάλεια, εἰ μὴ ἄρα καὶ αὐτῇ βοηθεῖ εἰς τροπὴν ἡ κατ' αὐτὴν κοιλότης. ὁ μέντοι ῥηθεὶς "παχὺς αὐλὸς ἀνὰ ῥῖνας" σκληρότερον τέτραπται.] Τὸ δὲ "τήν οἱ πόρε Φοῖβος Ἀπόλλων" θεόθεν εἶναι καὶ τὰ καλὰ ὅπλα δηλοῖ. Καὶ παρῴδηται τὸ "τρυφάλεια" καὶ ἑξῆς ἐκ τοῦ κατὰ τὸν Κάλχαντα στίχου, ὃς θεόσδοτον ἐκείνῳ τὴν μαντικὴν εἶναι δηλοῖ. Ὅρα δ' ἐνταῦθα ὡς τῆς κυνέης [210] ἀποσιωπηθείσης ἀνεπλήρωσε τὸ αὐτῆς Ὅμηρος ὄνομα τρισὶν ἐπιθέτοις εἰπὼν "τρυφάλεια τρίπτυχος αὐλῶπις".

(v. 354) Πέλεθρον δὲ ἤτοι πλέθρον μέτρον γῆς ποδῶν ρκ΄. ὅθεν ὡς καὶ ἀλλαχοῦ δηλοῦται, ἀπέλεθρον τὸ μὴ ὑποπῖπτον πελέθρῳ κατὰ στέρησιν, ἢ τὸ πολυπέλεθρον κατ' ἐπίτασιν. Τὸ δὲ "ἀνέδραμε" ταὐτὸν ἐνταῦθα τῷ ἀνεπόδισεν, ἀνεχώρησε, καὶ οὐ κοινῶς ἀντὶ τοῦ ἀνέβη κατὰ τὸ "ὃ δ' ἀνέδραμεν ἔρνεϊ ἶσος". Τὸ δὲ "μίκτο δ' ὁμίλῳ" ἀστείως ἔχει. Διομήδης μὲν γὰρ ἑνὶ τῷ Ὀδυσσεῖ ἔμικτο καὶ οὕτω τὸν Ἕκτορα ἔβλαψεν εἰς κίνδυνον, Ἕκτωρ δὲ οὐκ ἔχει σωθῆναι, εἰ μὴ τῷ ὁμίλῳ μιχθεὶς ἐξελάσει εἰς πληθὺν ἀναδραμών. καὶ ἄλλως δὲ μυκτηρίζει, ἐὰν ὁ ἄριστος καὶ ὅλων Τρώων ἐξέχων οὕτως ἀγεννῶς ὁμίλῳ ἐμίγη.

(v. 355) Τὸ δὲ "στῆ δὲ γνὺξ ἐριπών", ὡς μέσον ἐστὶ πτώσεως καὶ στάσεως καὶ ἀλλαχοῦ δηλοῦται. Τὸ δὲ "χειρὶ παχείῃ" ἐνταῦθα μάλιστά ἐστι καίριον. ἐχρῆν γὰρ τοιαύτῃ χειρὶ τὸν πίπτοντα ἥρωα ἐπερείσασθαι, καθὰ καί τι βάρος κίονι στερρῷ.

(v. 356) Νὺξ δὲ καὶ νῦν συνήθως Ὁμήρῳ ἡ μὴ κατὰ πᾶσαν γῆν, ἀλλ' ἡ καλύπτουσα τοῦδέ τινος ὄψιν σκότωσις. λέγεται δέ ποτε οὕτω καὶ ἡ ἐκ νεφῶν περὶ ἥλιον ζόφωσις. [Ὅλως δὲ εἰπεῖν, νὺξ παρὰ τῷ ποιητῇ οὐ μόνον ἡ σωματικὴ δαίμων τοῦ μύθου, ἀλλὰ καὶ ἡ κοινῶς οὕτω λεγομένη, ἔτι δὲ καὶ ἡ σκοτεινὴ ἐκ νεφῶν κατάστασις ἐν ἀέρι, ναὶ μὴν καὶ ὁ τῶν ὀμμάτων σκοτισμός, ὡς καὶ ἐν τῷ περὶ Κιμμερίων λόγῳ κεῖται.]

(v. 361-366) Ὅτι Διομήδης φεύγοντος, ὡς ἐρρέθη, τοῦ Ἕκτορος δουρὶ ἐπαΐσσων προσέφη "ἐξ αὖ νῦν ἔφυγες θάνατον, κύον· ἦ τέ τοι ἄγχι ἦλθε κακόν· νῦν αὖτέ σ' ἐρύσατο θεός, ᾧ μέλλεις εὔχεσθαι, ἰὼν ἐς δοῦπον ἀκόντων. ἦ θήν σ' ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας, εἴ που καὶ ἔμοιγε θεὸς ἐπιτάρροθός ἐστι". Ταῦτα δὲ εἴποι ἂν ἅπας ἡττώμενος μέν, ἀναπαλαῖσαι δὲ ὅμως ἐλπίζων καὶ καταβαλεῖν τὸν ἀντίπαλον. Καὶ ὅρα ὅπως καιρίως ὁ Διομήδης ἀνθυβρίζει τὸν ἦν ὅτε ὑβρίσαντα. Ἕκτωρ μὲν γάρ ποτε κακὴν γλήνην προσεῖπεν αὐτόν, ὁ δὲ ἄρτι φεύγοντα ἐκεῖνον ἰδὼν κύνα ὠνόμασεν, οὐ λυσσητῆρα καὶ δραστήριον, ὁποῖος ἐν ἄλλοις φαίνεται, ἀλλ' ἐξ ἐκείνων δηλαδή, οἳ πτώσσουσιν ὑπὸ λέοντι.

(v. 363) Τὸ δὲ "ἐρύσατο" οὐκ αὔξησιν ἔχει ὡς ἀπὸ τοῦ ῥύω, ἀλλὰ φυσικῶς ἐρρέθη ἐκ τοῦ ἐρύω, τὸ φυλάσσω.

(v. 364) Τὸ δὲ "μέλλεις εὔχεσθαι" στοχαστικῶς εἴρηται, [211] οὐ γὰρ εἶπεν ᾧ εὔχῃ, ἀλλ' ᾧ μέλλεις, ἤγουν ἔοικας, εὔχεσθαι. ἄλλος γὰρ ἄλλῳ θεῶν αἰειγενετάων καὶ ῥέζει καὶ εὔχεται. δύναται δὲ εἶναι καὶ ἀντὶ τοῦ ὀφείλεις, ὡς καὶ ἑτέρωθι. Δοῦπος δὲ ἀκόντων ἐκ μέρους ἡ ἁπλῶς μάχη, μέρους δὲ τοῦ ἐν ὅπλοις πάντως κρείττονος. ἐπαινετέοι γὰρ μάλιστα οἱ αἰχμηταί, ταὐτὸν δ' εἰπεῖν ἀκοντισταί. ἔστι δὲ δοῦπος ἀκόντων ὁ πόλεμος πρὸς διαστολὴν ἄλλων δούπων.

(v. 365) Τὸ δὲ "ἐξανύω" ἀντὶ μέλλοντος τοῦ τελειώσω, δηλοῖ γὰρ τὸ εἰς τελευτὴν ἀγάγω.

(v. 366) Τὸ δὲ "ἐπιτάρροθος" ὅτι πλεονασμὸν ἔχει τῆς ταρ συλλαβῆς ‑ ἐπίρροθος γὰρ ὁ σπουδαῖος ἐπίκουρος καὶ μετὰ ῥόθου βοηθῶν ‑ καὶ ἀλλαχοῦ δηλοῦται.

(v. 367) Ὅτι τὸ "ἐπιείσομαι" ἀντὶ τοῦ ἐπιπορεύσομαι, ἐπελεύσομαι, ἀπὸ ἐνεστῶτός ἐστι τοῦ εἴω, καθὰ καὶ πρὸ βραχέων τὸ "ὅθι καταείσατο γῆς", ἤγουν ὅπου γῆς τὸ τοῦ Διομήδους δόρυ κατῆλθεν. ἐκ δὲ τοῦ τοιούτου εἴω, οὗ καὶ χρῆσις προσεσημείωταί που, καὶ τὸ ᾔειν ἀντὶ τοῦ ἦλθον, μέσος ὑπερσυντέλικος ἀπὸ τοῦ ἤϊα μέσου παρακειμένου. Ἰστέον δὲ ὅτι ἐν τῷ "νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὃν ἂν κιχείω", ‑ Λέγει δὲ αὐτὸ Διομήδης ‑ σχήματι συνήθει ἐμερίκευσεν Ὅμηρος τὸ καθόλου, καὶ ἔστιν ὅμοιον τῷ "ἀνθρώπους τίνυσθον, ὅς τις ἐπίορκον ὀμόσσει". τὸ μέντοι κοινὸν οὕτω "τῶν ἄλλων, ὃν ἂν κιχείω, καὶ "ἀνθρώπων, ὃς ἐπίορκον ὀμόσει". πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα παρὰ τῷ ποιητῇ.

(v. 369-372) Ὅτι "Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο" ἐπὶ τῷ Διομήδει σκυλεύοντι τὸν προειρημένον Ἀγάστροφον "τόξα τιταίνετο, στήλῃ κεκλιμένος", ὅ ἐστι περιεχόμενος καὶ κρυπτόμενος "ἀνδροκμήτῳ ἐπὶ τύμβῳ Ἵλου Δαρδανίδαο παλαιοῦ δημογέροντος". Καὶ ὅρα ὅτι καὶ νῦν Ὅμηρος μνήμην τῆς ἡρωΐδος Ἑλένης παραρριπτεῖ. Σημειοῦνται γάρ οἱ παλαιοί, ὡς πολλάκις τῷ τοῦ Ἀλεξάνδρου ὀνόματι εἰς οὐδὲν κατεπεῖγον καὶ τὴν Ἑλένην προστίθησιν, ἀναμιμνήσκων τῆς αὐτοῦ ἀσελγείας τοὺς ἀκροατάς, ἢ καὶ θέλων συχνὰ μεμνῆσθαι αὐτῆς τὸν ἀκροατήν, ὡς καὶ τοῦ Ἀχιλλέως. οὐ γὰρ ἔχει Ὅμηρος μὴ φιλεῖν καὶ αὐτήν, οὐχ' οὕτω τοῦ γένους [212] οὐδὲ τοῦ κάλλους οὐδὲ τῶν λοιπῶν, ἃ τὴν Στησιχόρειον παλινῳδίαν πεποίηκε, ἀλλὰ καὶ ὅτι μετάμελον ἐκείνη σωφρόνως πάσχει, ἐφ' οἷς οὐκ εὖ πεποίηκε, καὶ ὅτι ἀφορμὴ ἐπιδείξεως αὕτη μεγάλης τῷ ποιητῇ γέγονε συγκροτήσασα τηλικαύτην πραγματείαν αὐτῷ. Ὅρα δὲ καὶ ὡς ὑπεξαγαγὼν ὁ ποιητὴς τὸν βασιλέα διὰ τοῦ Κόωνος ἀπάγει νῦν καὶ τὸν Διομήδην διὰ τοῦ Πάριδος, εἶτα τὸν Ὀδυσσέα διὰ τοῦ Σώκου, καὶ ἄλλως τοὺς λοιπούς. καὶ οὕτω τῶν ἀρίστων ἀπόντων, ῥᾴων ἡ νίκη τῷ Ἕκτορι γίνεται πελάσαντι κατὰ τὴν βουλὴν τοῦ Διὸς ταῖς ναυσί.

(v. 370) Τόξα δὲ πληθυντικῶς καὶ νῦν τὸ κατωτέρω ἑνικῶς τόξον, ὥσπερ ἀλλαχοῦ τὸ ἅρμα ἅρματα. [Τὸ δὲ "τιταίνω" πρωτότυπόν ἐστι τοῦ Τιτάν Τιτᾶνος, τοῦ τε κατὰ μῦθον λαμβανομένου καὶ τοῦ κατὰ σκῶμμα, ὅπερ ἐνέφηνε καὶ ὁ κατὰ τοὺς παλαιοὺς εἰπεῖν ἄστυτος γέρων ἢ Ἀστυάναξ, ὃς δηλαδὴ οὐκ εἶχε στύεσθαι τριέμβολον, καθὰ παίζει ὁ Κωμικός. εἰ γὰρ ἐκεῖνος οὐκ εἶχε τανύσαι, ὁ ἄρα τανύσαι δυνάμενος κατὰ τὸν νοῦν ἐκείνου εἴη ἂν Τιτάν.]

(v. 371) Τὸ δὲ στήλῃ περιέχεσθαι κρύβδην τὸν Πάριν ἄοπλον ἐλλοχῶντα ἔχει τι κατὰ τοὺς παλαιοὺς ἀστεῖον σκῶμμα, εἰ νεκρὸν ἀντὶ ἀσπίδος προβέβληται, καὶ ὡς οἷά τις τὰ εἰς μάχην ἄψυχος παρὰ νεκροῦ στήλῃ ἑστὼς ποιεῖ, ἅπερ ποιεῖ. Ὅτι δὲ πρὸ τούτου καὶ ὁ Ἕκτωρ ὑπὸ τῇ αὐτῇ ἦν προγονικῇ στήλῃ, προϊστόρηται. Ἀνδρόκμητος δὲ στήλη ἡ ἐπὶ ἀνδρὶ οὐ ζῶντι, ἀλλὰ καμόντι, ὅ ἐστι θανόντι. εἰπεῖν γὰρ περὶ ἣν ἄνδρες ἔκαμον, ἀβαθές ἐστι καὶ ἀπερινόητον. ἔχει δὲ ἀμφιβολίαν εἴτε στήλῃ ἀνδροκμήτῳ συντακτέον εἴτε ἀνδροκμήτῳ ἐπὶ τύμβῳ. Στήλη δὲ κυρίως ἡ ἐκ λίθου ὡς ἀπὸ τοῦ στῶ στήσω [213] καὶ τοῦ λᾶς ὁ λίθος, ὁ ἐκ λίθου δηλαδὴ ἀνεστηκὼς ἀνδριάς. [Ἐκ δὲ τῆς τοιαύτης στήλης οὐ μόνον στηλίτης ἄρρητον ὄνομα, ἐξ οὗ στηλιτεύειν σκωπτικῶς τὸ στήλαις ἐγγράφειν τὰ κατά τινων, ἀλλὰ καὶ ὁ στῦλος τροπῇ ὁποία γίνεται καὶ ἐν τῷ ἅλμη ἁλμυρός, καὶ τηρῶ τυρός.] Τὸ δὲ "κεκλιμένος", ἀντὶ τοῦ περιεχόμενος, ὡς καὶ ἐν τῷ "λίμνῃ κεκλιμένος Κηφισίδι", ἢ ἀντὶ τοῦ κρυπτόμενος. διὸ βαλὼν τὸν Διομήδην ἐκ λόχου ἀνεπήδησεν ἐκφήνας ἑαυτόν.

(v. 372) Δημογέρων δὲ Ἴλος οὐχ' ἁπλῶς γέρων τοῦ δήμου, ἤγουν ὁ τυχὼν γέρων, κατὰ τὸ "δῆμον ἐόντα", ἤγουν δημότην καὶ ἕνα τῶν πολλῶν καὶ "δήμου ἀρίστους", ἤγουν ὁμίλου, ἀλλὰ κατὰ τοὺς ἀλλαχοῦ ἐπὶ τοῦ Τρωϊκοῦ ὄντας τείχους. Ἐλέγοντο γὰρ οὕτω καὶ οἱ βασιλεῖς ὡς παρὰ τοῦ δήμου γέρας ἔχοντες, ἤγουν παρὰ τῷ δήμῳ γεραροί. καὶ ἔστιν ἡ λέξις αὕτη οὐ ταπεινή, ἀλλὰ σεμνὴ καὶ βασιλική, ὡς δηλοῦσι καὶ οἱ ἐν τῇ γάμμα ῥαψῳδίᾳ δημογέροντες. Ὅρα δὲ καὶ ὅτι Διομήδης καὶ Ὀδυσσεὺς ἕως καὶ παρ' Ἴλου σῆμα τοὺς Τρῶας ἐτρέψαντο, ἔνθα καὶ Ἀγαμέμνων πρὸ ὀλίγου αὐτοὺς ἀνέστειλε. Τὸ δ' ἐντεῦθεν δυστυχοῦσιν Ἀχαιοὶ Διομήδους βληθέντος, ὡς καὶ ἐκεῖ τοῦ βασιλέως τρωθέντος.

(v. 373-375) Φράζει δὲ ὁ ποιητὴς τὸ τοῦ Διομήδους δυστύχημα οὕτω "ἤτοι ὃ μέν", ἤγουν ὁ Διομήδης, "θώρηκα Ἀγαστρόφου ἰφθίμοιο αἴνυτο", τουτέστιν ἀφῃρεῖτο, "ἀπὸ στήθεσφι παναίολον ἀσπίδα τ' ὤμων καὶ κόρυθα βριαρήν". Ἀλέξανδρος δὲ προθέμενος ἀριστεύοντα τὸν Διομήδην βαλεῖν "τόξου πῆχυν ἀνεῖλκε καὶ βάλεν, οὐδ' ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός, ταρσὸν δεξιτεροῖο ποδός· διὰ δ' ἀμπερὲς ἴος ἐν γαίῃ κατέπηκτο· ὃ δὲ μάλα ἡδὺ γελάσας ἐκ λόχου ἀμπήδησε καὶ εὐχόμενος ἔπος ηὔδα· βέβληαι οὐδ' ἅλιον βέλος ἔκφυγεν· ὡς ὄφελόν τοι νείατον ἐς κενεῶνα βαλὼν ἐκ θυμὸν ὀλέσσαι", ἢ μᾶλλον ἑλέσθαι. "οὕτω κεν καὶ Τρῶες ἀνέπνευσαν κακότητος, οἵ τέ σε πεφρίκασι λέονθ' ὡς μηκάδες αἶγες". Καὶ ὅρα ὅπως ἀνόητος ὁ Πάρις κατὰ τοὺς παλαιοὺς οὕτως εἰκῇ ἐκκαλύπτων τοῖς πολεμίοις τὰ τῶν πολιτῶν ἐλαττώματα, ὅτι δηλαδὴ τὸν Διομήδην ὑπερλίαν πεφρίκασι, καὶ ὡς ἀσχημονεῖ ἐφ' οἷς οὐδέν τι μέγα πράξας μεγάλα φρονεῖ, ὃς ἀλλαχοῦ τε φευγόντων Ἀχαιῶν ὀϊστεύσας ἵππον βάλλει μόνον, καὶ αὐτὸν τοῦ πρεσβυτάτου Νέστορος, καὶ νῦν δὲ λοχήσας καὶ [214] βαλὼν ἕνα τινὰ οὐ μόνον οὐκ ἀναιρεῖ, ἀλλ' οὐδ' ἐν καιρίῳ βάλλει. Δῆλον δ' ὅτι ὡς τὰ πολλὰ τῷ σκυλευμῷ ἀπεχθάνεται ὁ ποιητής. οὐ μόνον γὰρ νῦν ὁ Διομήδης δι' αὐτὸν τιτρώσκεται, ἀλλὰ καὶ μετ' ὀλίγα ὁ Εὐρύπυλος, πρὸ δ' αὐτῶν ὁ βασιλεὺς φέρων ἀν' ὅμιλον τὰ τοῦ Ἰφιδάμαντος ὅπλα τιτρώσκεται ὑπὸ τοῦ ἀδελφοῦ Κόωνος. καὶ Ἐλεφήνωρ δὲ πρὸ τούτων ἐν τῇ τῆς μάχης καταρχῇ σκυλεύων πίπτει. ὅθεν καὶ ὁ σοφὸς Νέστωρ συμβουλὴν εἰσήγαγε μήτινα ἐνάρων ἐπιβάλλεσθαι, ἵνα ὕστερον ἥσυχοι συλᾶν ἔχωσιν αὐτά.

(v. 373 s.) Ὅρα δὲ Ὁμηρικὸν θέλημα καὶ ἐν τῷ "θώρηκα παναίολον" καὶ "κόρυθα βριαρήν". αὐτὰ γὰρ σὺν ἐπιθέτοις ἐκθεὶς τὴν ἀσπίδα ψιλῶς ἔφρασε.

(v. 375) Τόξου δὲ πῆχυς ἢ περιφραστικῶς τὸ τόξον ὅλον, ὅπερ χεὶρ οἷον τῷ τοξότῃ ἐστίν, ἢ τὸ ἄνω καὶ τὸ κάτω τῆς τοῦ τόξου λαβῆς, ἤγουν κέρατα ἐξ ὧν τὸ τόξον συμβέβληται, ἀφ' ὧν πάλιν τὸ ὅλον τόξον δηλοῦται. Εἴρηται δὲ καὶ τοῦτο μεταφορικῶς κατά τινα ὁμοιότητα τῶν ἀνθρωπίνων πήχεων. ὡς γὰρ ὁ ἡμέτερος πῆχυς εἰς τὸ πλατὺ τῆς χειρὸς τελευτᾷ, οὕτως ἑκάτερα τοῦ τόξου τὰ μέρη τὸ θέναρ τῆς κρατούσης χειρὸς καὶ τοὺς δακτύλους ἔχουσιν ἀντερείδοντας ὅτε καιρὸς μεταχειρίσεως, [ὡς εἶναι πῆχυν οἱονεὶ τῆς χειρὸς τοῦ τοξότου τὸ ἄνω κυρτὸν τοῦ τόξου καὶ τὸ κάτω. καὶ ἄλλως δέ, εἴγε δάκτυλοι τόξου τολμηθῶσι λεχθῆναι τὰ περὶ ἑκατέραν κορώνην, εἶεν ἂν πήχεις τὰ μετὰ τοὺς δακτύλους τούτους.] Τὸ δὲ ἀνεῖλκεν ἢ περιττὴν ἔχει τὴν πρόθεσιν. οὐ γὰρ πάνυ δηλοῖ τὸν ἄνω ἑλκυσμόν, ὡς ὅτε τις ἱμονιᾷ ὕδωρ ἀνέλκει ἢ ἰχθὺν ἀγκύστρῳ, ἢ καὶ ἠρεμαίαν τινα δηλοῖ ἄνω ἕλκυσιν ὡς οἷα μὴ κατακύψαντος τοῦ Πάριδος ἐν τῷ ἑλκυσμῷ. μάλιστα δὲ ἀνέλκει ὡς ἄνωθεν ἐκ τοῦ τύμβου διοϊστεύσας κατὰ Διομήδους ταπεινοτέρου ὄντος, διὸ καὶ ὁ τοῦ ποδὸς ταρσὸς ἐκείνου βέβληται. Καὶ ἄλλως δέ, ὃς μὲν λόχον ἐσίζεται ἀνδρῶν, ἕλκει τόξον, ὃς δὲ λόχου ἀναπηδήσει κατὰ τὸν Πάριν, ἀνέλκειν αὐτὸ λέγοιτ' ἄν.

(v. 376) Τὸ δὲ "καὶ βάλεν οὐδ' ἄρα μιν ἅλιον βέλος ἔκφυγεν" ἀποδεξάμενος τῆς φράσεως ὁ ποιητὴς ἢ καὶ ὡς ἐν σχεδιασμῷ διττολογῶν, παρακατιὼν πάλιν ὁμοίως ἔφρασεν ἐν τῷ "βέβληαι οὐδ' ἅλιον" καὶ ἐφεξῆς, ὡς ἀνωτέρω κεῖται, οὐκ ἀπαξιώσας πλάσαι τὸν Πάριν λαλοῦντα, ὡς καὶ αὐτὸς δὴ Ὅμηρος ἔφρασεν, ἀλλὰ δείξας κἀνταῦθα, ὡς δυνατόν ἐστι τὴν αὐτὴν καὶ ἔννοιαν καὶ φράσιν εἰς διαφόρους ἔρχεσθαι.

(v. 377) Ταρσὸς δὲ ποδὸς τὸ κάτω πλατύ, ἀπὸ τοῦ τέρσω, [215] τὸ ξηραίνω. τοιοῦτον γὰρ τὸ μέρος ὀστῶδες ὄν. ὅτι δὲ καὶ ἐπὶ πτέρυγος ὀρνέων ἡ λέξις αὕτη κεῖται καὶ ἐπὶ μέρους τριήρεων, σημαίνει δέ ποτε καὶ πόλιν καὶ τάλαρον δὲ τυρῷ χρήσιμον, ἐν ἄλλοις εἴρηται. ὧν πάντων πρὸς διαστολὴν πέφρασται ταρσὸς ποδός. Δεξιτερὸς δὲ πλάττεται ποὺς πρὸς ἱστορικὴν πιθανότητα. Γίνεται δὲ τὸ δεξιτερόν ἀπὸ τοῦ δεξιά πλεονασμῷ τοῦ τ, ἵνα ἐξομοιωθῇ πρὸς τὸ ἀντίθετον ἀριστερόν. ὡς γὰρ ἐκ τοῦ ἀρίστου ἀριστερόν, οὕτως ἐκ τοῦ δεξιοῦ δεξιτερόν.

(v. 378) Τὸ δὲ "ἐν γαίῃ κατέπηκτο" ἑρμηνεία ἐστὶ τοῦ διαμπερές, τὸ γὰρ ἄνω μὲν ἐνσκῆψαν, καταπηχθὲν δὲ εἰς γῆν, διαμπερὲς βέβληκε. Τὸ δὲ "μάλα ἡδὺ γελάσας" ὡς ἐν λόγῳ σκώμματος κεῖται. οὐ γὰρ μειδιᾷ ἡρωϊκῶς καί, ὡς εἰπεῖν, κατὰ τὸν Αἴαντα βλοσυροῖς προσώποις, ἢ καὶ ὡς Ὀδυσσεὺς πρὸ μικροῦ ἐπὶ Δόλωνος, ἀλλὰ ἐκλύτως γελᾷ. Καὶ ὅρα τὴν αὔξησιν. οὐ γὰρ μειδήσας ἔφη, ἀλλὰ γελάσας, καὶ οὐχ' ἁπλῶς γελάσας, ἀλλὰ καὶ ἡδὺ γελάσας, καὶ οὐ μόνον, ἀλλὰ καὶ μάλα ἡδύ, καγχαλόων ὁ ἄφρων ἐφ' οἷς, ὡς ἐρρέθη, οὐδὲν μέγα ἤνυσε. τί γὰρ μέγα, εἴπερ ἐκ λόχου ἕνα τοῦτον βαλὼν οὐ μόνον οὐκ ἀνεῖλεν, ἀλλ' οὐδὲ ἐν καιρίῳ ἔβλαψεν;

(v. 379) Ἐν δὲ τῷ "ἐκ λόχου ἀμπηδήσας" ἑρμηνεύεται τὸ "στήλῃ κεκλιμένος", ὅπερ ἦν περιεχόμενος ὡς οἷον ἑτέρα στήλη ἔμψυχος τῇ παλαιᾷ συνιστάμενος. Ἴσως δὲ καὶ αὐτὸ τοῦτο κεκλιμένος ἐν αὐτῇ κατὰ νόμον λόχου, ὡς δηλοῖ τὸ ἀνεπήδησε διὰ τῆς ἀνα προθέσεως. ὁ γὰρ ἀναπηδῶν ἐξ ὑφιζήσεως ἀναπηδᾶν ἔοικε. [Δοκεῖ δὲ τὸ "ἐκ λόχου ἀμπήδησε" καὶ ὡς οἷον ἐτυμολογικόν τι τοῦ λόχου εἶναι. ὁ γὰρ ἀναπηδήσας δῆλον ὅτι ἐλέγετό πως, ἤγουν ἔκειτο ἢ ἐκάθητο, ὡς παρῆχθαι τὸν λόχον ἐκ τοῦ τοιούτου ῥήματος, ἵνα ᾖ λοχᾶν τὸ ὑποκαθῆσθαι ἐνεδρευτικῶς.]

(v. 380) Τὸ δὲ "βέβληαι οὐδ' ἅλιον βέλος ἔκφυγεν" ἐλλιπῶς ἔχει τοῦ χειρός, οἷα τοῦ Πάριδος ἐπιτρέχοντος οἷς λέγει. ἀνωτέρω δ' ἐντελῶς ἔχει τὸ "οὐδ' ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός". Τὸ δὲ "ὡς ὄφελόν τοι" καὶ ἑξῆς, ὁμολογία ἐστὶ τοῦ Πάριδος, ὡς προθεμένου μὲν ἀνελεῖν τὸν ἥρωα, οὐκ εὐστοχήσαντος δέ, ὥς που καὶ ἄλλοτε φευγόντων Ἑλλήνων ἵππον ἐρρέθη ἀντὶ ἀνδρὸς βαλεῖν οὐκ ἐπιτυχῶς.

(v. 381) Τὸ δὲ "ἐξελέσθαι θυμόν" ἢ ἀντὶ τοῦ ἁπλῶς ἐκβαλεῖν καὶ ἀφελεῖν, ἢ καὶ ἀντὶ τοῦ τὸ ἐξαίρετον ἐν ἀνθρώποις λαβεῖν. Εἰ δὲ γράφεται "ἐκ θυμὸν ὀλέσσαι" συγκροτεῖ τὴν γραφὴν Εὐριπίδης ἐν τῷ "Ἕκτορός τ' ἀπόλλυται ψυχή".

(v. 382) Τὸ δὲ "καὶ Τρῶες" ἢ περιττὸν ἔχει τὸν σύνδεσμον ἢ κοινοποιεῖται καὶ αὐτὸ τὴν κακότητα. Τὸ δὲ "ἀνέπνευσαν" πολλὴν ἀγωνίαν τῶν [216] Τρώων δηλοῖ κακῶς διακειμένων, ὡς μηδὲ δύνασθαι ἀναπνεῦσαι, καθὰ πρὸ μικροῦ Ἕλληνες φεύγοντες ἀνέπνεον.

(v. 383) Καὶ ἡ ῥηθεῖσα δὲ παραβολὴ τὸ "φρίσσουσιν ὡς λέοντα αἶγες" πάνυ πολλὴν ἑρμηνεύει ἀγωνίαν Τρωϊκήν. Ἔστι δὲ καὶ νῦν τὸ ἀνέπνευσαν ἀντὶ τοῦ ἀνεζωώθησαν, πνοὴν πάλιν σχόντες, καθὰ καὶ προγέγραπται. [Τὸ δὲ "κακότητος" ἀσφαλείας χάριν κεῖται, ἵνα λέγῃ ὅτι εἰς καθαρὰν ἀναπνοὴν κατέστησαν οἱ κακῶς ἔχοντες. ἄλλως γὰρ καὶ οἱ εὐτυχῶς ζῶντες ἐξ ἅπαντος ἀναπνέουσι.] Τὸ δὲ "λέοντα ὡς μηκάδες αἶγες" γοργῶς ἐφράσθη, ὡς ὁ καιρὸς ἐπεμέτρει. Τὸ δὲ "μηκάδες" μίμημα ὂν φωνῆς ἁρμόζει οὐ μόνον ἐπὶ αἰγῶν, ἀλλὰ καὶ ἐπὶ κεμάδος, ὡς προερρέθη, καὶ λαγῳοῦ.

(v. 384-395) Ὅτι καὶ βληθεὶς ὁ Διομήδης ὑπὸ Πάριδος καὶ ἀκούσας, ἃ ἤκουσεν, ὅμως γενναῖα φρονεῖ καὶ τὸ ἐκείνου καταβάλλει φρόνημα λαλήσας ἑαυτοῦ ἄξια. εἰ δὲ ὕστερον ὑποχωρεῖ τῆς μάχης, καινὸν οὐδέν, ἤχθετο γὰρ κῆρ ἐπειγούσης ὀδύνης. Φησὶ γοῦν ὁ ποιητὴς "τὸν δ' οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης· τοξότα λωβητήρ, κέρᾳ ἀγλαὲ παρθενοπῖπα· εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης, οὐκ ἄν τοι χραίσμῃσι βιὸς καὶ ταρφέες ἰοί. νῦν δέ μ' ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὕτως. οὐκ ἀλέγω, ὡς εἴ με γυνὴ βάλοι ἢ πάϊς ἄφρων. κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο. ἦ τ' ἄλλως ὑπ' ἐμεῖο καὶ εἴ κ' ὀλίγον περ ἐπαύρῃ, ὀξὺ βέλος πέλεται καὶ ἀκήριον αἶψα τίθησι. τοῦ δὲ γυναικὸς μὲν ἀμφίδρυφοί εἰσι παρειαὶ παῖδες δ' ὀρφανικοί. ὃ δὲ αἵματι γαῖαν ἐρεύθων πύθεται, οἰωνοὶ δὲ περὶ πλέες ἠὲ γυναῖκες". ὃ παράφρασις διασαφητική ἐστι τοῦ ἐν ἄλλοις ῥηθέντος, ὡς οἱ ἐν πολέμῳ κείμενοι οἰωνοῖς ἦσαν φίλτεροι ἠὲ γυναιξί. Καὶ τοιοῦτον μὲν τὸ κατὰ τὸν Διομήδην χωρίον, ἐν ᾧ μεγαλόφρων ὁ ἥρως φαίνεται καὶ ἀληθῶς κρατερός, ὃς οὔτε πληγὴν τὸ περὶ αὐτὸν τραῦμα καλεῖ, καὶ ἐν ἀκμῇ δὲ τοῦ πάσχειν ὢν πειραθῆναι σὺν τεύχεσιν ἐθέλει τοῦ πολεμίου, καὶ τρόπον τινὰ προκαλεῖται τὸν βαλόντα εἰς τὸν κατὰ συστάδην πόλεμον, ὡς οἷα λογισμὸν καὶ αὐτὸς ἔχων ὁποῖον ὁ ῥηθησόμενος Ἀγαμέμνων παρὰ τῷ Σοφοκλεῖ. Τῶν δὲ τοῦ ῥηθέντος χωρίου νοημάτων τὸ "εἰ μὲν δὴ ἀντίβιον πειραθείης, οὐκ ἄν τοι χραίσμῃ βιός" ῥηθείη ἂν παρά τινος πρὸς τὸν πόρρωθεν λοιδοροῦντα ἢ ἄλλως κακουργοῦντα. Ὁ δὲ ὑβριζόμενος πρός τινος ἢ βλαπτόμενος, μὴ ἐπιστρεφόμενος δέ, εἴποι ἂν τὸ "οὐκ ἀλέγω ὡς [217] εἴ με γυνὴ βάλῃ ἢ πάϊς ἄφρων· κωφὸν γὰρ βέλος" καὶ ἑξῆς, ὃ δὴ καὶ ὡς γνωμικόν ἐστι. Τὸ δὲ "ἀμφίδρυφοι παρειαί" καὶ ἑξῆς, οἰκεῖον ἐπὶ ἀνδρὸς ἀριστέως ἐν μάχῃ πεσόντος, ᾧ γυνή τε ἦσαν καὶ παῖδες. καὶ τοιαῦτα μὲν ταῦτα.

(v. 385) Τὸ δὲ "τοξότα λωβητήρ" οὐχ' ἁπλῶς ὕβρις ἐστί. τοξότης γὰρ καὶ Ἀπόλλων καὶ Ἄρτεμις καὶ τῶν ἡρώων οἱ κράτιστοι, Ἡρακλῆς, Ἴδας, Εὔρυτος, καὶ κατὰ Τροίαν Φιλοκτήτης, Τεῦκρος, Μηριόνης. ἀλλ' ὑφ' ἓν νοητέον "τοξότα λωβητήρ", ἵνα λέγῃ ὦ φαῦλε τοξότα, [ταὐτὸν δὲ εἰπεῖν, ὦ ἀχρειῶν τὴν τοξικήν, καὶ κατὰ τὸν λόγιον Κωμικὸν φάναι, "λωβητὰ τέχνης", τῆς εἰρημένης δηλαδή.] Τοιαῦτα δὲ καὶ ἕτερα παρὰ τῷ ποιητῇ προεφάνη ἐν παραθέσει λέξεων ἔχοντα τὴν ὑφέν. Τινὲς δὲ ἰδίᾳ λέγοντες τὸ "τοξότα" φασὶν οὐκ ἐν γενναίοις τίθεσθαι τοὺς παλαιοὺς τὸν τοξότην. διὸ καὶ ᾔδεσαν μὲν τοξεύειν οἱ ἄριστοι, προετιμῶντο δὲ τὴν σταδαίαν μάχην. ὁ γοῦν Ὀδυσσεὺς διὰ πάσης τῆς Ἰλιάδος τόξον ἅπαξ χειρίζεται κατὰ τὴν νυκτεγερσίαν. Τὸ δὲ "κέρᾳ ἀγλαέ" οἱ μὲν ἀντὶ τοῦ τόξοις ἀγλαϊζόμενε, ἵνα λέγῃ κέρατα τοὺς προρρηθέντας πήχεις τοῦ τόξου, οἵπερ εἰσίν, ὡς ἐδηλώθη, συμβεβλημένα κέρατα. Οἱ δέ φασι τὸ "κέρα ἀγλαέ", ἀντὶ τοῦ κάλλιστε τὴν τρίχα, καὶ τοῦτο οὐχ' ἁπλῶς, ἀλλ' ἐπὶ ἀπάτῃ παρθένων. ἄλλως γὰρ καθ' αὑτὸ οὐδὲ τὸ κομᾶν κακόν, ὡς οὐδὲ τὸ τοξεύειν, εἴγε καὶ οἱ Ἕλληνες καρηκομόωντες γράφονται καὶ ὁ Ἀπόλλων ἀκερσεκόμης καὶ τὸ τῶν γυναικῶν δὲ ἠΰκομον εἰς ἐπαίνου λόγον ἐστὶν αὐταῖς. Διὸ καθάπερ τὸ "τοξότα λωβητήρ", οὕτω καὶ τοῦτο ὑφ' ἓν ἀναγινώσκουσι "κέρα ἀγλαὲ παρθενοπῖπα", ἤγουν κομῶν ἐπὶ τῷ παρθένους ὑπάγεσθαι. ὅτι δὲ καλὴ κόμη τῷ Ἀλεξάνδρῳ καὶ ἐπαφρόδιτος προμεμαρτύρηται. Οἱ δὲ ταῦτα οὕτω λέγοντές φασι καί, ὡς κέρας ἐστὶν ἡ ἐμπλοκὴ τῶν τριχῶν, καθὰ παρ' Ἀθηναίοις ὁ κρωβύλος, ὃς τῶν εὐγενῶν καὶ ἰθαγενῶν ἦν δεῖγμα. Ἡρῳδιανὸς δὲ λέγει, ὅτι κέρας ἐπὶ τριχὸς μάλιστα ἐπὶ βοῶν καὶ ἄλλων θηρίων λέγεται. καὶ ἕτεροι δὲ σπανίως φασὶν ἐπὶ τριχὸς ἀνθρώπου τὸ κέρας λέγεσθαι, κυρίως δὲ κόμην καὶ τρίχα καὶ πλοχμὸν καὶ ἔθειραν. Οἱ δὲ περὶ Ἡρόδωρον καὶ Ἀπίωνα καὶ τοιαῦτά φασιν· ἐμπλοκῆς τι γένος εἰς κέρατος τύπον ἀνεπλέκοντο οἱ παλαιοί, καὶ διὰ τοῦτο οὕτως ἐκάλουν αὐτό. καὶ ἄλλα δὲ ἦσαν τριχῶν κοσμήματα. ὁ γοῦν Σώφρων φησί που, "κορώνας ἀναδούμενοι", καὶ Ἀθηναῖοι τέττιγας [218] ἀνεπλέκοντο, καὶ παρ' Ὁμήρῳ πλοχμοί τινες χρυσῷ καὶ ἀργύρῳ ἐσφήκωντο. Ἀριστοτέλης δέ, φασί, κέρᾳ ἀγλαὸν εἶπεν ἀντὶ τοῦ αἰδοίῳ σεμνυνόμενον, ἐπὶ τοιούτου σημαινομένου τὴν λέξιν ἐκεῖνος νοήσας. Καὶ ἔοικεν ὁ σκορπιώδης τὴν γλῶσσαν Ἀρχίλοχος ἁπαλὸν κέρας τὸ αἰδοῖον εἰπὼν ἐντεῦθεν τὴν λέξιν πορίσασθαι. Παρθενοπίπης δὲ ὁ τὰς παρθένους ὀπιπτεύων, ὅ ἐστιν ἐπιτηρῶν οἷα γυναιμανής, ὡς προέσκωπται, ὡς καὶ γυναικοπίπης ὁ τὰς γυναῖκας. πρὸς ὃ παίζων ὁ Κωμικὸς πυρροπίπην σκώπτει τινὰ ὡς ὀπιπτεύοντα τοὺς πυρρούς. Τινὲς δέ φασιν καὶ ὅτι παρθενοπίπην τὸν Πάριν εἰπὼν πικρῶς κατηγόρησεν, εἴπερ μὴ μόνον γυναιμανής ἐστιν, ἀλλὰ καὶ μέχρι τῶν κατακλείστων παρθένων τῇ ἀπάτῃ φθάνει. Ἕτεροι δὲ παρθενοπῖα γράφουσιν, ὅ ἐστι παρθένοις ἐοικὼς τὴν ὄψιν. ἐπαφρόδιτος γὰρ ὁ Πάρις, ὡς εἴρηται, καί, ὡς ὁ ποιητής φησι, θεοειδής.

(v. 386) Τὸ δὲ "εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης" καὶ ἑξῆς, παραφράζων ὁ φιλόμηρος Σοφοκλῆς ἐν τοῖς τοῦ Ἀγαμέμνονος πρὸς τὸν Τεῦκρόν φησι τὸ "μέγ' ἄν τι κομπάσειας ἀσπίδ' εἰ λάβῃς". ὃς καὶ τὸν τοξότην ἐξευτελίζων Ὁμηρικῷ ζήλῳ, ἦν δὲ ὁ τοξότης ὁ Τεῦκρος, φησὶν "ὁ τοξότης ἔοικεν οὐ σμικρὰ φρονεῖν", οὐ λωβητῆρα τοξότην προσειπών, ἀλλ' ἀρκοῦν εἰς ὕβριν λογισάμενος τὸ μόνον τοξότην ἐκεῖνον προσειπεῖν.

(v. 387) Τὸ δὲ "ταρφέες ἰοί" οὐ μόνον σκωπτικῶς πλῆθος δηλοῖ, ὡς οἷα θάμνων τινῶν τούτων ταρφέων προσπεφυκότων τῷ Πάριδι, ἀλλὰ καὶ τὴν εἰς τὸ τοξεύειν ἐμφαίνει γοργότητα, ὡς πυκνοτοξότου ὄντος τοῦ Πάριδος. Ἐπεὶ δὲ τοῦ ταρφέος ἡ ἐτυμολογία ἐκ τοῦ τρέφειν ἐστίν, εἴποι ἄν τις ἀστείως ἐνταῦθα, ὡς τῶν ταρφέων ὀϊστῶν ἡ μὲν ἐκφώνησις θρεπτική, τὸ δὲ ἔργον φθοροποιόν, ὁποῖόν τι καὶ ἐπὶ τοῦ βιοῦ φασιν οἱ παλαιοί, ὡς τῇ μὲν προφορᾷ τὸ βιοῦν δηλοῦντος, ἀποτέλεσμα δὲ [219] ἔχοντος τὸ θανατοῦν. δῆλον δὲ ὅτι πολλοὶ ἐκ τοῦ βιοῦ παράγουσι τὸν βίον, ὡς τῶν ἀρχαίων ἐκ τοῦ τοξεύειν ζώντων.

(v. 388) Ἐν δὲ τῷ "ἐπιγράψας" οὐ πληγὴν τὸ τραῦμα εἰπών, ἀλλ' ἐπιγραφήν, ψεύδεται καιρίως ὁ ἀριστεύς. γέγονε μὲν γὰρ ἡ κατ' αὐτοῦ βολὴ διαμπερὲς τὸν τοῦ ποδὸς διασχοῦσα ταρσὸν καὶ τὸ βέλος ἐν γαίῃ κατέπηκτο. αὐτὸς δ' ἐπιγραφῆναι λέγει τὸν ταρσόν, ὅ ἐστι ξέσιν παθεῖν ἐπιπολῆς, ὅθεν καὶ οὐκ ἀλέγειν φησὶ τῆς βολῆς, ἐπικρύπτων τῷ ἐχθρῷ τὸ οἰκεῖον δυστύχημα καὶ λανθάνειν καθάπαξ βουλόμενος. διὸ καὶ τοῦ Ὀδυσσέως ἔμπροσθεν στάντος, ὡς ῥηθήσεται, ἐξέλκει τὸ βέλος. καὶ Διομήδης μὲν οὕτως οὐκ ἀληθεύει, Ἀλέξανδρος μέντοι, ὡς καὶ προείρηται, ἀνοήτως ἀληθεύει, τὰ τῶν οἰκείων ἐκκαλύπτων κακά. Ἰστέον δὲ ὅτι τὸ καὶ προδηλωθὲν γράφειν, ὅ ἐστι ξέειν, ἐξ οὗ καὶ τὸ γράβδην ἐπίρρημα, ἔστι μὲν ὀνοματοποιΐα, παράγεται δέ, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, ἀπὸ τραχυφώνου ῥήματος τοῦ γρῶ, τὸ ἐσθίω, ἐξ οὗ καὶ ἡ παρὰ τῷ Λυκόφρονι γρώνη πέτρα καὶ ἡ γραῦς καὶ ἡ τοῖς ζῴοις φίλη γράστις. λειότερον δὲ αὐτοῦ τὸ γλάφειν, ὡς ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν εἴρηται σαφῶς. [Ἐκ δὲ τοῦ γράφειν καὶ ἄλλα μὲν παράγονται, ὡς καὶ προπέφανται, σὺν ἐκείνοις δὲ καὶ ὁ κατάγραπτος, ἤγουν, ὡς ἡ κοινὴ ὁμιλία λαλεῖ, γραμμιστός, ὃ καὶ αὐτὸ ἐκ τοῦ γράφειν γίνεται καθὰ καὶ ὁ γραπτός καὶ ἡ ἐν Ὀδυσσείᾳ Ὁμηρικὴ γραπτύς. Χρῆσις δὲ τοῦ κατάγραπτος παρὰ Ἀθηναίῳ ἐν τῷ ἀτταγᾶς, μείζων πέρδικος, ὅλος κατάγραπτος τὰ περὶ τὸν νῶτον, κεραμεοῦς τὴν χροίαν, ὑποπυρρίζων, κονιστικός, πολύτεκνος, σπερμολόγος. ὅτι δὲ ἐκ τοῦ εἰρημένου γράφειν καὶ ἡ γραμμὴ γίνεται καὶ ὁ ἐξ αὐτῆς διαγραμμισμός, δῆλόν ἐστιν. οὕτω δὲ καὶ ἡ εὐγραμμία, οἷον "ψιλαὶ Περσικαὶ ἀκριβῆ τὴν εὐγραμμίαν τῶν ἐνυφασμένων ἔχουσαι ζῴων.] Τὸ δὲ "εὔχεαι αὕτως" πρὸς διαστολὴν κεῖται αὐχημάτων ἑτέρων, ἃ μὴ μάτην γίνεται.

(v. 389) Τὸ δὲ "οὐκ ἀλέγω" ἀσυνδέτως ῥηθὲν κατὰ θυμὸν ἐνταῦθα καὶ ἀγωνίαν οὕτω προήνεκται. ἐκ γυναικὸς δὲ καὶ παιδὸς φαυλίζει ὁ Διομήδης τὴν βολήν, καθά που καὶ ὁ [220] Νέστωρ τὴν τοῦ Ὀδυσσέως συμβουλήν, ὡς προγέγραπται.

(v. 390) "Κωφὸν δὲ βέλος", ὡς εἴπερ ἔμψυχον ἦν, καθὰ ἔθος Ὁμήρῳ ποιεῖν, τὸ μὴ ἔχον αἴσθησιν, ἢ καὶ ἄλλως, οὗ οὐκ ἄν τις αἴσθησιν λάβῃ ἁπτικήν. γέγονε γὰρ κατὰ τοὺς παλαιοὺς ἡ μεταφορὰ ἐκ τῶν κατὰ τὴν ἀκοὴν εἰς τὴν ἁφήν. καὶ ἄλλως δέ, εἰ καλῶς ἵπποι λέγονται πληγῆς ἀΐειν, τουτέστιν αἰσθάνεσθαι, ὀρθῶς λέγοιτ' ἂν ἐξ ἐναντίου βέλος κωφὸν τὸ ἀνεπαισθήτως ἐπελθὸν καὶ δίχα ῥοίζου, ὡς μηδὲ ἀκουσθῆναι μηδὲ ἀέρα κινῆσαι πολύν. τούτῳ δὲ τῷ λόγῳ καὶ κῦμά που λέγει κωφόν. [Ἔνθα σημειοῦνται οἱ παλαιοί, ὅτι κωφὸν οὐδέποτε Ὅμηρος ἐπὶ ἐμψύχου τίθησι.] Τὸ δὲ "οὐτιδανοῖο" εἰς ψόγον ἀνανδρίας ὁ ἀνδρεῖος Διομήδης φησίν, ὡς τοῦ ἀνάλκιδος ἤδη καὶ οὐτιδανοῦ ὄντος. καὶ ἄλλως δέ, ὁ μὲν ἄναλκις εἴη ἄν τις, ὁ δὲ οὐτιδανὸς οὔτις ἐστίν, ὡς μηδέν τι ὤν. Πλεονάζειν δὲ δοκεῖ ἡ δα συλλαβὴ ἐν τῷ οὐτιδανός. εἰ δὲ καὶ ἐκ τοῦ οὖτις οὔτιδος παρωνόμασται, εἰδείη ἂν Ὅμηρος ὁ τὸν ἐν Ὀδυσσείᾳ Οὖτιν παρονομάσας.

(v. 391) Τὸ δὲ "εἴ κ' ὀλίγον", ἀντὶ τοῦ ἐὰν ὀλίγον, διασαφεῖ [καὶ αὐτὸ] τὴν τοῦ ἐάν συνδέσμου σύνθεσιν φανερῶς, ὃς ἀπὸ τοῦ ει γέγονε καὶ τοῦ αν, τοῦ ἰσοδυναμοῦντος τῷ κεν, εἰαν, καὶ ἀπελεύσει τοῦ ἰῶτα ἐάν. ὁ αὐτὸς δὲ καὶ ὁ αἴκε σύνδεσμος τῷ εἴκεν, ὥστε ταὐτὸν τὸ ἐὰν καὶ εἴκεν καὶ αἴκεν. Τὸ δὲ "ἐπαύρῃ" δηλοῖ μὲν τὸ ἐπαπολαύσει, ψαύσει, γεύσεται. πλὴν εἰ μὲν ἐπὶ βέλους ἡ λέξις κεῖται ὡς οἷα τοῦ κατὰ τὸν Πάριν βέλους ἀψύχου ὄντος, γλυκέως εἴρηται ὡς ἐπὶ ἐμψύχου, καθάπερ Ὁμήρῳ σύνηθες, ὅτε καὶ τὸ ἄλλως ἐκτείνεται ὡς ἐπίρρημα. εἰ δὲ ἐπὶ ἀνθρώπου ἡ λέξις ληφθῇ, ἔχει μέν τι καὶ τόλμης ὁ νοῦς κατὰ τὸ ἀπολαύειν κακοῦ ὁμοίως τῷ "ἐπαύρωνται βασιλῆος". συστέλλεται δὲ καὶ τὸ ἄλλος ὡς ἀντωνυμία, ἵνα [221] λέγῃ ὅτι καὶ μὴν ἄλλως, εἰ καὶ ὀλίγον ἐπαύρῃ, ὀξὺ τὸ βέλος ἐστί, οὐ μὴν δηλαδὴ ἀμβλύ, καθὰ τὸ τοῦ Ἀλεξάνδρου. οὕτω γὰρ ὁ Διομήδης αὐτὸ λογίζεται. Καὶ ἄλλως δὲ βέλος ὀξὺ τὸ καίριον καὶ βλαπτικόν, ὡς καὶ πρὸ ὀλίγων βέλος ὀξὺ τὸ τῶν ὠδίνων ἐρρέθη.

(v. 392) Διὸ εἰπὼν "βέλος ὀξὺ πέτεται", ἐπάγει πρὸς ἑρμηνείαν τὸ "καὶ ἀκήριον αἶψα τίθησιν", ἤγουν ὀξέως θανατοῖ. ὁ ἀκήριος γὰρ ἶσος εἶναι τῷ νεκρῷ δέδεικται, καὶ τὴν αὐτὴν ἐτυμολογίαν ἔχει, στέρησις γὰρ ἐν ἀμφοτέροις ψυχῆς. Ἐν δὲ ῥητορικῷ Λεξικῷ φέρεται, ὡς ὁ ἀκήριος οὐ μόνον ἄψυχος, ἀλλὰ καὶ ἄνοσος, ὑγιής, ἀθάνατος, μὴ ὑποκείμενος δηλονότι κηρί, ὁποῖος καὶ ὁ ἀκήρατος, ὁ ἐστερημένος δηλαδὴ κηρὸς καὶ ἄτης. ὁμώνυμος οὖν λέξις τὸ ἀκήριος, τὸ μέντοι ἀκηράσιον ποτὸν ἄλλης ἑρμηνείας ἐστί.

(v. 393) Τὸ δὲ "ἀμφίδρυφοι" πάθους ὑπερβολή, ὅτε οὐ μία παρειὰ δρύπτεται, ἀλλ' ἀμφότεραι. ἀπὸ δρυῶν δὲ τὸ δρύπτω, ὅ ἐστι ξύλων, ἃ λέπονται τοῦ φλοιοῦ.

(v. 395) Τὸ δὲ "πλέες" Ἰωνικὴ συγκοπὴ τοῦ ο καὶ τοῦ νῦ ἐκ τοῦ πλέονες. τὸ μέντοι κοινὸν τὸ πλείους τὸ νῦ μόνον ἐξέθλιψεν, εἶτα συνεῖλε τὸ λειφθέν, ὡς καὶ τὸ μείζους καὶ κρείττους καὶ τὰ λοιπά. Τὸ δὲ "περὶ πλέες" λείπεται ἀντωνυμίας, δηλοῦν τὸ περὶ αὐτὸν πλέονες οἰωνοί.

(v. 396-400) Ὅτι Ὀδυσσεὺς ἄλλο μέν τι συντελέσαι οὐ φαίνεται τῷ προκληθέντι Διομήδει, ὅτε δ' ὑπ' Ἀλεξάνδρου ἐβλήθη, "ἐγγύθεν ἐλθὼν ἔστη πρόσθεν. ὃ δ' ὄπισθε καθεζόμενος βέλος ὀξύ", ἢ ὠκύ, "ἐκ ποδὸς εἷλκεν, ὀδύνη δὲ διὰ χροὸς ἦλθ' ἀλεγεινή". Καὶ οὕτως ἐς δίφρον ἀνορούσας ἐπὶ νηυσὶν ἤλαυνεν, ἤγουν ἐπὶ νῆας, οὐκ ἄλλως ἀπελθών, εἰ μὴ κατεπονήθη τῇ ὀδύνῃ, ὡς δηλοῖ ἐπαχθὲν τὸ "ἤχθετο γὰρ κῆρ", ὀδυνώμενος μέν, οὐ ταρβήσας δέ, ὡς προείρηται. ἔχει δέ τινα γλυκύτητα, [222] εἰ καὶ ἀμυδράν, τὸ "εἷλκε" καὶ τὸ "ἦλθεν" ἀλλήλοις παρακείμενα.

(v. 401 s.) Ὅτι Διομήδους οἰχομένου οἰώθη Ὀδυσσεύς, ὅπερ ἑρμηνεύων ὁ ποιητὴς ἐπάγει "οὐδέ τις αὐτῷ Ἀργείων παρέμιμνε", διὸ μεμόνωται. Εἶτα αἰτίαν ἐπάγων φησὶν "ἐπεὶ φόβος ἔλλαβε πάντας", ἤγουν φυγή. Ἐν τούτοις δὲ διασαφεῖται καὶ τὸ "οἰώθη δὲ μάχη", τὸ προγραφέν, ὅ ἐστιν αὐτὴ μόνη γέγονεν οὐδενὸς ἄλλου τῶν κατ' αὐτὴν δαιμόνων παρόντος, ὥσπερ καὶ Ὀδυσσεὺς οὐ πάντων μονοῦται, τῶν γὰρ Τρώων πάντως οὐκ ἐμονοῦτο, ἐπεὶ μηδὲ ἔφευγον, ἀλλὰ μάλιστα ἤγγιζον αὐτῷ. μόνων οὖν μονοῦται τῶν φίλων Ἑλλήνων, ὡς τῶν ἄλλων Δαναῶν, καθὰ μετ' ὀλίγα ἐρεῖ, φοβηθέντων.

(v. 403-406) Ἐφ' οἷς ἐπάγει κατὰ σχῆμα λόγου, οἷον καὶ ἐν Ὀδυσσείᾳ κεῖται, ὅπου Ὀδυσσεὺς κινδύνῳ θαλασσίῳ ἐναπείληπτο, ὅτι "ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· ὤμοι, ἐγὼ τί πάθω; μέγα μὲν κακὸν αἴ κε φέβωμαι πληθὺν ταρβήσας, τὸ δὲ ῥίγιον, αἴ κεν ἁλώω μόνος", καὶ τὰ ἑξῆς.

(v. 407-410) Εἶτα ἐπιρρωνύων ἑαυτὸν καὶ πείσας μένειν, ἐπάγει γνωμικῶς "ἀλλὰ τιή μοι ταῦτα φίλος διελέξατο θυμός; οἶδα γὰρ ὅτι κακοὶ μὲν ἀποίχονται πολέμοιο, ὃς δέ κ' ἀριστεύῃσι μάχῃ ἔνι, τὸν δὲ μάλα χρεὼ ἑστάμεναι κρατερῶς, ἤ τ' ἔβλητ' ἤ τ' ἔβαλ' ἄλλον". Ὃ δὴ κόμμα διά τε τὰς ἐκθλίψεις καὶ διὰ τὴν ἐπένθεσιν τοῦ τε συνδέσμου πολλὴν δυσφράδειαν ἔχει, ἐπιτετηδευμένην μέντοι διὰ τραχυφωνίαν ποιητικήν. ἄλλως γὰρ εἶχεν εἰπεῖν "ἢ ἔβλητ' ἢ ἔβαλ' ἄλλον".

(v. 411-413) Τοῖς δὲ ῥηθεῖσιν ἐπάγει ὁ ποιητὴς καὶ ὅτι ἕως Ὀδυσσεὺς ταῦθ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, "τόφρα δέ", ἤγουν ἐν τοσούτῳ δή, ἐπῆλθον οἱ Τρῶες, "ἔλσαν δ' ἐν μέσσοισι μετά σφισι πῆμα τιθέντες", τουτέστιν ἤλασαν ἢ εἴλησαν, ὅ ἐστι συνέκλεισαν μέσον τὸν ἥρωα, ὡς μηδέ, εἰ θέλει, ὑποχωρεῖν ἐξεῖναι αὐτῷ. Διδάσκει δέ, φασίν, ἐνταῦθα ὁ ποιητής, ὡς οὐ μανιωδῶς ὁρμητέον ἐπὶ τὰ δεινά, ἀλλὰ σκεψαμένους πρότερον καὶ κρίναντας δέον εἶναι τὸ μεῖναι. Καὶ ὅρα καὶ νῦν πραγματικῶς τλήμονα τὸν Ὀδυσσέα, ὃς πάντων φευγόντων μένει, καὶ ὅτι τὸ μὲν φυγεῖν μέγα κακὸν ἔφη, ῥίγιον δὲ τὸ ἁλῶναι μονωθέντα, μεῖζον τοῦτο ἐκείνου θέμενος ὡς καὶ ἐπικινδυνότερον.

(v. 405) Ἀναλογία δὲ τοῦ "ἁλώω" κατὰ τὸ ἱδρώω [223] καὶ ὅσα τοιαῦτα.

(v. 406) Ἐν τούτοις δὲ κεῖται καὶ τὸ "Κρονίων" μετὰ ἐκτάσεως τῆς παραληγούσης. φησὶ γὰρ "τοὺς δ' ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων".

(v. 407) Ὅρα δὲ καὶ τὸ "διελέξατο" μήποτε ἀντὶ τοῦ εἶπε κεῖται, εἰ καί τινες ἀπεῖπον τὴν τοῦ λέγειν χρῆσιν εἶναι παρὰ τῷ ποιητῇ. τὸ γὰρ "διελέξατο θυμός" οὐκ ἂν ἔχοι τις εἰπεῖν, ὡς οὐκ ἔστιν ἶσον τῷ "εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν", ἤγουν διελογίσατο.

(v. 404) Ἰστέον δὲ ὅτι τὸ "ὤμοι ἐγώ" καὶ ἑξῆς, μεταποιηθὲν οἷον "μέγα μὲν κακόν, αἴ κε τόδε γένηται, ῥίγιον δέ, ἐὰν τόδε", εἴποι ἂν ὁ ἐν κινδύνῳ διχογνωμονῶν. εἰ δὲ στήσει τὴν διχόνοιαν εἰς ἕν, ἐρεῖ ἂν προσφυῶς τό· ἀλλὰ τί μοι ταῦτα φίλος διελέξατο θυμός; ποιητέον τόδε τι.

(v. 407) Ἔστι δὲ τὸ "φίλος θυμός" ὅμοιον τῷ φίλον ἦτορ καὶ φίλη χείρ καὶ φίλα γυῖα καὶ φίλα γούνατα.

(v. 408) Τὸ δὲ "οἶδα" Αἰολικῶς πεποιῆσθαι ὁ Ἡρακλείδης φησί, ὡς καὶ τὸ δέδοικα, λέλοιπα, πέποιθα. τὰ γὰρ κοινὰ τῇ διὰ τοῦ ε καὶ ι διφθόγγῳ παραλήγεσθαι βούλεται. Ὁ δὲ σύνδεσμος ἐν τῷ "οἶδα γὰρ ὅτι κακοί" καὶ ἑξῆς, δοκεῖ μὲν παρέλκειν, συμβιβάζεται δὲ ὅμως δι' ἐλλείψεως. εἰπὼν γὰρ Ὀδυσσεὺς "ἀλλὰ τί μοι ταῦτα" καὶ ἑξῆς, καὶ κατὰ νοῦν σιωπηρῶς οἷον ἐνθυμηθεὶς ὡς ἀνάγκη μένειν, ἐξεφώνησε γνωμικῶς τὸ "οἶδα γάρ" καὶ τὰ ἑξῆς. Κακοὺς δὲ τοὺς δειλοὺς καὶ νῦν ἔφη παρὰ τὸ χάζεσθαι, ὅπερ ἐναντίον ἐστὶ τῷ ἑστάναι κρατερῶς.

(v. 409) Αὐτὸ γὰρ ἔργον ἐστὶν ἀριστέως, οὗ περίφρασις τὸ "ὃς ἀριστεύει ἐν μάχῃ".

(v. 410) Τὸ δὲ "ἔβλητο ἢ ἔβαλεν ἄλλον" σημείωσαι ὡς οὐ τὴν πόρρωθεν εἰδικῶς μόνην δηλοῦσι βολὴν κατὰ κυριολεξίαν, ἀλλὰ γενικῶς πᾶσαν αἰτίαν τραύματος. ὁ γὰρ κρατερῶς ἑστὼς ἐν μάχῃ οὐ μόνον βάλλει οὐδὲ μόνον τύπτει, ἀλλ' ἁπλῶς ἕλκος ἐμποιεῖ τοῖς ἐχθροῖς, ὅπως ἂν δύναιτο.

(v. 413) Τὸ δὲ "μετά σφισι πῆμα τιθέντες" [ἀμφίβολον ἔχει ἔννοιαν. δηλοῖ γὰρ ἢ ὅτι ἔλσαν ἔν σφισι τὸν Ὀδυσσέα πῆμα τιθέντες αὐτῷ, ἢ ὅτι ἔλσαν αὐτὸν πῆμα τιθέντες] σφίσιν αὐτοῖς. Καὶ ἔστι σεμνὸς ὁ λόγος οὗτος καὶ ὑψηλός, ὡς κρεῖττον ὂν τοῖς Τρωσὶν ἀφεῖναι αὐτὸν ἀκύκλωτον εἰς διέκδυσιν ἤπερ κύκλῳ περιλαβεῖν καὶ κακὸν ἑαυτοῖς ἐπίσπαστον [224] φυλάξαι ἄφυκτον. πολλοὺς γὰρ ἀνεῖλε τῶν κυκλωσάντων.

(v. 414-420) Ὅτι κἀνταῦθα ὁ τὴν γλῶτταν πολύστροφος ποιητὴς ἀπὸ κυνῶν καὶ κάπρου παραβολὴν φράζων φησὶ "ὡς δ' ὅτε κάπριον ἀμφὶ κύνες θαλεροί τ' αἰζηοὶ σεύωνται, ὃ δέ τ' εἶσι βαθείης ἐκ ξυλόχοιο θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσιν, ἀμφί τ' ἀΐσσονται, ὑπαὶ δέ τε κόμπος ὀδόντων γίνεται, οἳ δὲ μένουσιν ἄφαρ δεινόν περ ἐόντα, ὥς ῥα τότ' ἀμφ' Ὀδυσῆα Διῒ φίλον ἐσσεύοντο Τρῶες". Καὶ προσαρμόττει καὶ ἡ παραβολὴ αὕτη ὅλη τῷ πράγματι, καὶ μάλιστα κατὰ τὸ "ἀμφαΐσσονται", ὃ ταὐτόν ἐστι τῷ κύκλῳ ὁρμῶσιν, οὗ πρὸς ὁμοιότητα εἶπε καὶ τὸ "ἀμφ' Ὀδυσῆα ἐσεύοντο". [(v. 414) Παράγωγον δὲ τοῦ κάπρος τὸ κάπριος, ὡς καὶ τοῦ Αἰτωλός καὶ μείλιχος τὸ Αἰτώλιος καὶ μειλίχιος. Ὡς δὲ καπρᾶν ἐκ τοῦ κάπρου λέγεται τὸ ἀσελγαίνειν, ὅθεν καὶ γυνὴ καπρῶσα ἡ ἀσελγής, δηλοῦσιν οἱ παλαιοί. διὸ καὶ τῇ Ἀφροδίτῃ ὗς ἐθύετο καὶ μάλιστα παρ' Ἀργείοις, παρ' οἷς καὶ ἑορτὴ Ἀφροδίτης τὰ Ὑστήρια. Ἱστορεῖται δὲ καὶ εἶδος ἰχθύος εὐδοκιμοῦντος ἐν Ἄργει κάπρος εἶναι, ὡς δηλοῖ καὶ τὸ "ἐξ Ἀττικῆς γλαυκίσκον, ἐξ Ἄργους κάπρον". ὅτι δὲ τὸ καπρᾶν καὶ καπρῴζειν λέγεται, δηλοῦται ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν.] Τὸ δὲ "θαλεροί" τὸ γενναῖόν τε τοῦ καπρίου ἐμφαίνει, ὡς τοιούτων δεομένου ἀντιμάχων, καὶ διδάσκει ὡς νεωτέροις ᾠκείωται τὰ τοιαῦτα μᾶλλον ἤπερ γέρουσι.

(v. 415) Τὸ δὲ "ξυλόχοιο" φανερῶς θηλυκὸν ἐνταῦθα, ὡς δηλοῖ τὸ βαθείης.

(v. 416) Λευκὸν δὲ ὀδόντα φησὶν οὐ πρὸς διαστολήν, ἀλλ' ὅτι ὀδόντος ἀπαθοῦς ἴδιον ἡ λευκότης, [παρ' ἣν καὶ ἀργιόδους λέγεται σῦς, ὡς πολλαχοῦ φαίνεται, οὗ τῶν ὀδόντων λευκὴ προλάμπει χρόα, οὐ μὴν καὶ ἑτεροία τις, ὃ δὴ πάσχειν ἡ μαργαρῖτις οἶδε λίθος, περὶ ἧς φέρεται, ὅτι τε καὶ ἀρσενικῶς προφέρεται καὶ ὅτι ἀπὸ τοῦ μαίρειν γίνεται, καθὰ καὶ ὁ παρὰ Μενάνδρῳ δίχα τοῦ σ μάραγδος, καὶ ὅτι ἡ μέν ἐστι χρυσοειδὴς σφόδρα, ὥστε μὴ ῥᾴδιον εἶναι διαγνῶναι αὐτήν, εἰ παρατεθῇ χρυσίῳ, ἡ δὲ ἀργυροειδής, ἡ δὲ τελείως λευκή, ὁμοία ἰχθύων ὀφθαλμοῖς. γίνεται δέ, φασίν, ἐν σαρκὶ ὀστρέου, καθὰ ἐν ὑείοις κρέασιν αἱ χάλαζαι. ἀφ' ὧν ῥῆμα τὸ χαλαζᾶν, ἃς δὴ χαλάζας ὀρόβους οἱ ἰδιῶταί φασι. διαφέρει δέ, φασίν, εἰς διαύγειαν καὶ καθαρότητα καὶ μέγεθος ὁ ἐκ τῆς ἐμβυθίου πίννης [225] μάργαρος. ὡς δὲ καὶ ἑτεροῖον ὄστρακον χαλαζᾷ κατὰ τὸν Κωμικὸν εἰπεῖν χαλάζαις τοιαύταις, καὶ ὅτι βέρβερι παρὰ Ἰνδοῖς ἐκεῖνο καλεῖται ἀλλαχοῦ δηλοῦται σαφῶς. καὶ τοῦτο μὲν οὕτω.] Τὸ δὲ "γναμπτῇσι γένυσιν" ἐτυμολογία ἐστὶ τοῦ γαμφηλαί, ἵνα ἐμφήνῃ, ὡς αἱ γένυς καὶ γαμφηλαί εἰσι, καὶ ἔστι καὶ τοῦτο γοργότητος μέθοδος. [Ἐκ τοῦ γνάμπτω δὲ ἡ γναμπτή, ὅ ἐστιν ἡ καμπτή. Ὃ δὴ γνάμπτω πλεονασμὸν ἔσχε τοῦ μῦ πρὸς διαστολὴν τοῦ γνάπτω, ὡς βάπτω, τοῦ καὶ κνάπτω λεγομένου, ὧν ἐκ τοῦ γνάπτω μὲν τὸ γναφεύειν κοινότερον καὶ ὁ γναφεύς, ἐκ δὲ τοῦ κνάπτειν τὸ κναφεύειν καὶ ὁ κναφεὺς τῶν ὑφαινομένων ἢ πλεκομένων, ἤδη δὲ καὶ ὁ ὁμώνυμος αὐτῷ ἰχθύς. Ἱστορεῖται γὰρ ἰχθὺς κναφεύς, οὗ τὸ ἐκ τῆς ἑψήσεως ὑγρόν φασι πάντα σπῖλον καθαίρει.]

(v. 417) Τὸ δὲ κτύπον, ὃν ὁ κάπρος ἀποτελεῖ θήγων ὀδόντα, πάνυ ἐπιτυχῶς ὀνοματοποιήσας κόμπον εἶπεν. ἐντεῦθεν δὲ κατὰ μεταφορὰν καὶ ἐπὶ φλυαρίας ἀλαζονικῆς ὁ κόμπος καὶ τὸ κομπάζειν καὶ τὸ κομπεῖν λέγεται. Ἐπαινεῖται δ' ἐνταῦθα πρὸς τῶν παλαιῶν καὶ ἡ φράσις τοῦ θήγων λευκὸν ὀδόντα ἐν γένυσι καὶ ἑξῆς. φασὶ γὰρ ὡς οὐκ ἐπὶ τὸ δακεῖν ὁρμᾷ, ἵνα διὰ τοῦτο ἀναστέλλῃ τὰς γένυς ἀλλὰ παρατρίβει αὐτάς, μόνῃ τῇ ἐμβολῇ ἀμυνόμενος. τινὲς δὲ καὶ τὸ "ἀμφί τ' ἀΐσσονται" οὐκ ἐπὶ τῶν κυνῶν καὶ τῶν αἰζῃῶν ἐνόησαν, ἀλλ' ἐπὶ τῶν γενύων, ἴσως δὲ τοῦτο οὐ πάνυ ὀρθῶς. σκοπητέον δέ, εἴπερ οἱ τὰ τοῦ Ὁμηρικοῦ καπρίου ποιοῦντες ὀδοντομάχαι σύες ἐλέγοντο παρὰ τοῖς παλαιοῖς. Τῶν δὲ ὀδόντων κοινὴ μὲν εὐθεῖα ὁ ὀδούς, εὕρηται δὲ καὶ ὁ ὀδών. ἐξ οὗ καὶ προόδων κατὰ Παυσανίαν ὁ τοὺς ὀδόντας ἐξωτέρω ἔχων τοῦ δέοντος, καὶ ὁ χαυλιόδων, καὶ ὁ ἀμφόδων, καὶ ὁ χαλκόδων, καὶ τὰ τοιαῦτα. Ἰακὸν δέ [226] φασιν ὁ ὀδών, ὅθεν καὶ ὀδόντισμα διάλεκτος αὐλητικὴ ἢ κροῦμά τι.

(v. 418) Τὸ δὲ "ἄφαρ" ὅτι τε ἀπὸ τοῦ ἅπτω γίνεται, ἤγουν ἐκ τοῦ ἐκεῖθεν ἧφα παρακειμένου, καὶ ὅτι ὡς Αἰολικὸν ψιλοῦται, καὶ ὅτι τέσσαρα σημαινόμενα δηλοῖ, ἔστιν εὑρεῖν παρὰ τοῖς παλαιοῖς.

(v. 419) Τὸ δὲ "Διῒ φίλον" ἀναφωνεῖ δεξιῶς, ὡς οὐ πεσεῖται ἄρτι Ὀδυσσεὺς διὰ τὸν φίλον Δία.

(v. 424) Ὅτι πρότμησιν οἱ μὲν αὐτόν φασι τὸν ὀμφαλόν, ὡς οἱ περὶ Παρμενίσκον, διὰ τὸ πρῶτον τέμνεσθαι γεννωμένου τοῦ βρέφους, ἢ ἐπεὶ κατ' αὐτὸν εἰς δύο τέμνεται μέσος ὁ ἄνθρωπος. Ἕτεροι δέ, ὡς καὶ οἱ περὶ Ἀρίσταρχον, πρότμησίν φασι τὸν ἀπὸ τῆς ἥβης τόπον ἄχρι τοῦ ὀμφαλοῦ, ὃν καὶ ἦτρον καλοῦμεν. Ὁ δὲ Θρᾷξ Διονύσιος τὴν ὀσφὺν οὕτω καλεῖ, ὅν φασιν οἱ παλαιοὶ ἐκπίπτειν τοῦ ὀρθοῦ, διότι οὐδαμοῦ ὀσφὺν ὁ ποιητὴς τιτρώσκει, ἐπειδὴ θεοῖς ἱέρωται ὡς ζωογονίας αἰτία καὶ σπέρματος.

(v. 423-425) Ἔστι δὲ ἡ λέξις τῶν ἅπαξ εἰρημένων τῷ ποιητῇ, εἰπόντι ὡς ἔνυξέ τινα Χερσιδάμαντα Ὀδυσσεὺς "δουρὶ κατὰ πρότμησιν, ὃ δ' ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ", τουτέστιν ἀγκῶνι κατά τινας, μάλιστα δὲ καθ' ἑτέρους τῷ πλατεῖ τῆς χειρός, ἤγουν τῇ δρακί. κρεῖττον γάρ, φασί, τὴν δράκα οὕτω νοεῖν, ἔνθα περιάγονται τὰ ὀστᾶ τῶν δακτύλων ἢ ἄγνυνται κατὰ τὰς σκυταλίδας καμπτομένων. ἀγκῶνι γὰρ οὐδεὶς δράττεται. [(v. 423) Ἰστέον δὲ ὅτι ὁ Χερσιδάμας, καθὰ καὶ ὁ Πολυδάμας καὶ ὁ Ἀδάμας καὶ ὁ Ἀκάμας καὶ ὁ Ἀθάμας, κανόνι βαρύνεται τοιούτῳ. Τὰ εἰς ας λήγοντα ἐκτεταμένον ὑπὲρ δύο συλλαβὰς ὅτε ἔχει τὸ α παραλῆγον, βαρύνεται. παρὰ τὸν ὀρθὸν οὖν, φασίν, λόγον περισπῶσιν οἱ Ἀττικοὶ τὸ ἀτταγᾶς, ὃς ἀτταγὴν κοινότερον λέγεται, κλινόμενος ἀτταγῆνος. διὸ καὶ τὸ παλαιὸν ἀτταγαὶ μὲν Ἀττικῶς, ἀτταγῆνες δὲ κοινῶς.]

(v. 426-437) Ὅτι καὶ Ὀδυσσεὺς ἀδελφοῖς στρατιώταις ἐπιχειρήσας ἐν μάχῃ ὅμως οὐ κατὰ τὸν βασιλέα κατορθοῖ, ἀλλὰ βλάπτεται βληθείς. οὔτασε μὲν γὰρ δουρὶ Χάροπα Σώκου εὐηγενέος αὐτοκασίγνητον. "τῷ [227] δ' ἐπαλεξήσων ἦλθε Σῶκος ἰσόθεος φώς, στῆ δὲ μάλ' ἐγγὺς ἰών", καὶ εἰπὼν "ὦ Ὀδυσσεῦ πολύαινε, δόλων ἆτε ἠδὲ πόνοιο, σήμερον ἢ δοιοῖσιν ἐπεύξεαι Ἱππασίδῃσι τοιώδε ἄνδρε κατακτείνας καὶ τεύχε' ἀπούρας" καὶ ἑξῆς, "οὔτησε κατ' ἀσπίδα", καὶ τὸ ἔγχος διὰ τῆς ἀσπίδος ἐλθὸν καὶ διὰ τοῦ θώρακος ἐρεισθέν, ἃ καὶ ἀλλαχοῦ κεῖνται, "πάντα ἀπὸ πλευρῶν χρόα ἔργαθεν", ἤγουν ἀπεῖρξεν, ἀπήγαγεν, ἀπεκόλλησε τῶν πλευρῶν τὴν ἐπιπολήν, οἷα μὴ προκύψαν εἰς βάθος.

(v. 437 s.) Διὸ καὶ ἐπάγει, ὡς οὐκ εἴασεν ἡ Ἀθηνᾶ μιχθήμεναι ἔγκασι φωτός. ἴσως γὰρ κατὰ Ἀθηνᾶν, ὅ ἐστι σύνεσιν, σχηματίσας ἑαυτὸν ὁ Ὀδυσσεὺς καὶ παρεκκλίνας οἷα καὶ δόλων ἆτος, ὅ ἐστιν ἀκόρεστος, κατὰ τὸν τοῦ Σώκου λόγον, οὐκ εἴασεν ἐμβαθῦναι ταῖς πλευραῖς τὸ ἔγχος.

(v. 439-445) Γνῶ δ' Ὀδυσσεύς, ὅ, ἤγουν ὅτι, "οὔ οἱ βέλος κατὰ καίριον ἦλθεν, ἃψ δ' ἀναχωρήσας Σῶκον πρὸς μῦθον ἔειπεν· ἆ δεῖλ' ἦ", ἤγουν ὦ δειλὲ ὄντως, "μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος. ἤτοι μέν ῥ' ἐμέ", ἤγουν ἐμὲ μὲν δή, "ἔπαυσας ἐπὶ Τρώεσσιν", ἤγουν κατὰ Τρώων, "μάχεσθαι. σοὶ δ' ἐγὼν ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν ἤματι τῷδ' ἔσεσθαι, ἐμῷ δ' ὑπὸ δουρὶ δαμέντα εὖχος ἐμοὶ δώσειν, ψυχὴν δ' Ἄϊδι κλυτοπώλῳ".

(v. 446-455) Καὶ γέγονεν οὕτω. καὶ ὁ μὲν Σῶκος φύγαδε αὖτις ὑποστρέψας ἐβεβήκει, Ὀδυσσεὺς δὲ "μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε", καὶ ἐπευξάμενός φησιν "ὦ Σῶκε, Ἱππάσου υἱὲ δαΐφρονος ἱπποδάμοιο, φθῆ σε τέλος θανάτοιο κιχήμενον οὐδ' ὑπάλυξας. ἆ δειλέ", ὡς καὶ ἀνωτέρω κεῖται, "οὐ μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ ὄσσε καθαιρήσουσι θανόντι περ, ἀλλ' οἰωνοὶ ὠμησταὶ ἐρύουσι περὶ πτερὰ πυκνὰ βαλόντες. αὐτὰρ ἐπεί κε θάνω, κτεριοῦσι με δῖοι Ἀχαιοί". Καὶ ὅρα τὸ ἐπαγωγὸν τῆς ἐντίμου ταφῆς, οὗ χάριν οἱ πλείους θαρροῦσι τὸν θάνατον, καὶ ὅτι οὐδ' ἐν τοῖς δεινοῖς οἱ ἀνδρεῖοι, ὡς πολλαχοῦ φαίνεται, ἀπέχονται τοῦ βαρέως ἀστεΐζεσθαι. Ὀδυσσεὺς οὖν πολλὰ νῦν ἀστεῖά φησι.

(v. 445) Τὸ γοῦν "εὖχος ἐμοὶ δώσειν, ψυχὴν δέ" τῷ Ἅιδῃ, ἀστείως εἴρηται ὡς ἐπὶ δωρεᾶς ἐπιτελευτίου.

(v. 451) Ὁμοίως καὶ τὸ "φθῆ σε τέλος θανάτοιο κιχήμενον". λέγει γάρ, ὡς εἰ καὶ ὠκὺς ἦσθα φυγεῖν, ἀλλ' ὁ θάνατος κατέλαβέ σε. διὸ καὶ σαφηνίζων ἐπάγει "οὐδ' ὑπάλυξας".

(v. 454) Οὕτω δὲ καὶ τὸ "περὶ πτερὰ πυκνὰ βαλόντες" περιμάχητον αὐτὸν ἔσεσθαι δηλοῖ τοῖς κρεωφάγοις οἰωνοῖς, ὡς ἐπ' αὐτῷ κατακοπτομένους πτερὰ πυκνὰ ῥίπτειν κατὰ ἔριν, ἅ, [228] καθὰ καί τις χυτὴ γῆ, ἀφοσιώσονται τῷ Σώκῳ κειμένῳ ταφήν. Τοῦτο δὲ καὶ ἄλλως σχηματίζει γραφικῶς, οἰωνοὺς πονουμένους περὶ σαρκοφαγίαν, οἳ περιβάλλουσι τὸ σπαραττόμενον ἁπλοῦντες τὰ πτερὰ οὐχ' οὕτω πρὸς τὸ καλύψαι, ὅσον πρὸς ἀντέρεισιν, ἵνα μὴ καταπίπτοιεν. Ὑπογράφει δ' ἐν τούτοις καὶ θρασύδειλον ὁ ποιητὴς τὸν Σῶκον, ὃς ἔβη μὲν γενναῖόν τι δράσων καὶ δὴ καὶ πεποίηκεν, ἀπειλῇ δὲ μόνῃ τραυματίου ἀνδρὸς εἰς φυγὴν ὥρμησε. καὶ ἐντρέχειαν δὲ τοῦ Ὀδυσσέως δηλοῖ, ὃς ἀκμὴν ἐμπεπηγότος ταῖς πλευραῖς τοῦ δόρατος ἔρριψε τὸν πολέμιον, καὶ ἀταραξίαν δὲ πολλὴν τοῦ ἥρωος παραδίδωσιν, ὃς καὶ τὸ ἔγχος μετ' ὀλίγα ἔξω χροὸς εἷλκε καὶ ἀσπίδος, καὶ πληγεὶς διέγνω ὡς τὸ βέλος οὐ κατὰ καίριον ἦλθεν, ὅπερ ἀλλαχοῦ οὕτως ἔφρασεν "οὐκ ἐν καιρίῳ ὀξὺ πάγη βέλος". Ἀχιλλεὺς μέντοι ἐν τοῖς ἑξῆς μηδὲν δεινὸν παθὼν ὅμως τὸ ἡφαιστότευκτον σάκος ἀφ' ἑαυτοῦ ἔσχετο, ταρβήσας ἐπὶ ἔγχει ἀφεθέντι κατ' αὐτοῦ. Ὅτι δὲ φιλάδελφος ὁ Σῶκος, καθὰ καὶ πρὸ μικροῦ ὁ Κόων, καὶ ὅτι ἀλαζών, ὡς δηλοῖ τὸ "ἐπεύξεαι τοιώδε ἄνδρε κατακτείνας", δῆλον ἤδη ἐστί.

(v. 431) Κεῖται δ' ἐνταῦθα καὶ φήμη ἀγαθή, ὁποίαν ζητήσας ὁ Ὀδυσσεὺς θεόθεν ἐν τῷ τῆς μνηστηροκτονίας καιρῷ ἔλαβεν ὑπὸ γραὸς δουλίδος ῥηθεῖσαν, ὡς ἐκεῖ δηλοῦται. Κἀνταῦθα γὰρ τὸ "σήμερον δοιοῖς ἐπεύξεαι ἀδελφοῖς" εὐτυχῶς τῷ Ὀδυσσεῖ ὁ Σῶκος προὐβάλετο τοῦ λόγου. αὐχήσει γὰρ Ὀδυσσεὺς ἀμφοτέρους ἀνελών. καὶ τοιαῦτα μὲν ταῦτα.

(v. 427) Τὸ δὲ "εὐηγενέος", ἀντὶ τοῦ εὐγενοῦς, πλεονασμὸν ἔχει τοῦ η, καθὰ σὺν ἄλλοις καὶ τὸ ἐπήβολος καὶ ἐπηετανός καὶ ὑπερήφανος. Ὁ δὲ Σῶκος ὁμωνυμεῖται τῷ Ἑρμῇ. ἀναπτύσσεται δὲ ἡ λέξις αὕτη ἀπὸ τοῦ σῴζειν, ἢ καὶ ἄλλως ἀπὸ τοῦ σωκῶ, ὃ παρὰ τῷ Σοφοκλεῖ ἀντὶ τοῦ ἰσχύω κεῖται, ἢ παρὰ τὸ σάειν οἶκον, ὅ ἐστι σῴζειν, ὅπερ οὐκ ἀποδέχονται οἱ παλαιοί, ὡς μηδὲ προσγράφοντες τὸ ἰῶτα ἐν τῷ Σῶκος.

(v. 430) Τὸ δὲ "πολύαινε" ἢ ἐπὶ ἐπαίνῳ εἴρηται ‑ πιστὸς δὲ ὁ ἐκ τῶν πολεμίων [229] ἔπαινος, εἰ μή που πρὸς εἰρωνείαν λαλεῖται, ‑ ἢ ἀντὶ τοῦ στωμύλε, μυθολόγε. Αἶνος γὰρ ἔστιν οὗ καὶ ὁ μυθώδης λόγος, ὡς καὶ παρ' Ἡσιόδῳ "αἶνον βασιλεῦσιν ἐρέω", ἤτοι μυθώδη παραίνεσιν. Περὶ οὗ δὴ αἴνου καὶ τοιαῦτά φασιν οἱ παλαιοί. Αἶνος καὶ παροιμία διαφέρουσι, καθὸ ὁ μὲν αἶνος λόγος ἐστὶ μυθικὸς ἐκφερόμενος ἀπὸ ἀλόγων ζῴων ἢ φυτῶν πρὸς ἀνθρώπων παραίνεσιν, ὥς φησι Λούκιλλος ὁ Ταρραῖος ἐν πρώτῳ Περὶ παροιμιῶν· ἀπὸ μὲν ἀλόγων, ὡς παρὰ Ἀρχιλόχῳ "αἶνός τις ἀνθρώπων ὡς ἄρ' ἀλώπηξ καὶ ἀετὸς ξυνωνίην ἔθεντο", καὶ Ἡσίοδος "νῦν δ' αἶνον βασιλεῦσ' ἐρέω. ὧδ' ἵρηξ προσέειπεν ἀηδόνα", ἀπὸ δὲ φυτῶν, ὡς παρὰ Καλλιμάχῳ "ἄκουε δὴ τὸν αἶνον, ἔν κοτε Πύλῳ δάφνην" καὶ τὰ ἑξῆς. καὶ ἔστιν ὁ αἶνος ἐξηπλωμένη παροιμία. καὶ οὕτω μὲν καὶ τοῦτο κατεστρωμένον οὕτω ῥητῶς ἐν τοῖς Ἐρεννίου Φίλωνος. Ἆτος δὲ ὁ ἀκόρεστος ἀπὸ δύο ἄλφα τοῦ α στερητικοῦ καὶ τοῦ ἆσαι, τὸ κορέσαι, κέκραται, λέξις οὐ χρηστὴ μὲν πεζογραφοῦσιν, ἀξιωθεῖσα δὲ νῦν λόγου διὰ τὸ ἐν τῇ παρεκβολῇ κεῖσθαι. Τὸ δὲ "δόλων ἆτε ἠδὲ πόνοιο" σχῆμα μὲν ἔχει ὅμοιον τῷ μόθου ἢ μάχης ἢ πολέμου ἀκόρεστος, δεδίχασται δὲ κατὰ νοῦν καὶ αὐτό. ἢ γὰρ ἐπαινεῖ τὸν Ὀδυσσέα, ὅς που ὁμολογεῖ δόλοισι μέλεσθαι, ἢ ψέγει κατὰ τὸ "καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε". οὕτω δὲ καὶ τὸ "πόνοιο" διχῇ νοεῖται. δηλοῖ γὰρ ἢ τὸν ἐνεργέστατον, [ὡς ἔχειν ἀκοῦσαί ποθεν καὶ αὐτὸν τὸ "σὺ μὲν πόνου οὔποτε λήγεις"], ἢ τὸν ἄλλως πονηρὸν καὶ περιπόνηρον.

(v. 431) Τὸ δὲ "σήμερον ἐπεύξεαι" προϊὼν παραφράζει "ἤματι τῷδε εὖχος δώσεις".

(v. 432) Τὸ δὲ "τοιώδε ἄνδρε" ἀρετὴν μεγάλην ὑπολαλεῖ. καὶ ἔστι σύνηθες Ὁμήρῳ καὶ οὕτως ἀορίστως ἐπαινεῖν, ὡς δηλοῖ καὶ τὸ "τοιόνδε τοσόνδε τε λαόν". Τὸ δὲ "τεύχε' ἀπούρας", ὅ ἐστιν ἀφελόμενος, περίφρασίς ἐστι τοῦ σκυλεύσας.

(v. 438) Τὸ δὲ "ἔγκασι" καινῶς καὶ αὐτὸ μεταπέπλασται ἀπὸ τοῦ ἐγκάτοις, ὡς ἀλλαχοῦ [230] τὸ προσώπασιν ἀντὶ τοῦ προσώποις.

(v. 441) Ἐν δὲ τῷ "ἆ δειλέ", ὅ ἐστιν "ὦ δείλαιε", κλητικὸν ἐπίρρημά ἐστι τὸ ἆ ἢ μᾶλλον προσφωνητικόν. διαφέρει δὲ τῆς διὰ τοῦ ω προσφωνήσεως, ὅτι τοῦτο μὲν ψυχῆς ἀπαθοῦς, τὸ δὲ ἆ πάθος ταραχῶδες δηλοῖ ψυχικόν, ὡς ἔστιν εὑρεῖν πολλαχοῦ, οἷον ἢ σχετλιασμὸν ἢ ὄνειδος ἢ ἀγανάκτησιν, ὡς ἐνταῦθα, ἢ ἔλεον, ὡς κατωτέρω ἐν τῷ "ἆ δειλέ, οὐ μέν σοί γε πατήρ" καὶ ἑξῆς. διὰ γὰρ τὸ καίριον δεδίσσευται νῦν ἡ τοιαύτη πρόσρησις. Ἰστέον δὲ ὅτι εὕρηται παρὰ τοῖς παλαιοῖς τὸ α καὶ μετὰ δασέος τόνου καὶ ὀξείας προφερόμενον. καὶ κεῖται ἐν Ἐπιλογῇ λέξεων ἀρχαίᾳ, ὅτι ἃ ἃ δασυνθὲν γέλωτα δηλοῖ. οὕτω καὶ βᾶ ἐπίρρημα παρὰ Ἑρμίππῳ, ὅπερ εἰώθαμεν ἀντεμβοῶντες λέγειν, ὡς καὶ τοῦτό φασιν οἱ παλαιοί. Καὶ ταῦτα μὲν πρός τι, τουτέστιν ἀπό τινος φωνοῦντος πρός τινα ἕτερον. Εἰσὶ δὲ καί τινες μιμητικαὶ φωναὶ αὐταὶ κατὰ αὐτοὺς τοὺς φωνοῦντας, ὡς τὸ ἀρῦ ἐπίφθεγμα, φασί, κωπηλατῶν, καὶ τὸ ὦ ὄψ φθέγμα τῶν ἀφιέντων τινὰς ἅμα τρέχειν, καὶ τὸ ὦ ὄπ ναυτικόν, πολλὰ δὲ καὶ ἄλλα, ἐν οἷς καὶ τὸ μᾶ παρὰ Θεοκρίτῳ, καὶ τὸ ψό ποιμενικόν, καὶ τὸ βή, περὶ οὗ ἀλλαχοῦ δηλοῦται, καὶ τὸ χύρρε συβοτικόν, ὡς ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν δεδήλωται, [καὶ τὸ φίττα δηλωτικόν, φασί, τάχους, οἷον "φίττα μαλιάδες", "φίττα ῥοιαί". ‑ Νυμφῶν δέ, φασί, ταῦτα ἐπωνυμίαι ‑ , ἔτι δὲ καὶ τὸ σίττα, οἷον "σίττ' ἀμνίδες".]

(v. 443) Τὸ δὲ [231] "σοὶ δ' ἐγώ φημι φόνον" καὶ ἑξῆς, οὐ διστακτικῶς ἀλλ' ἀξιωματικῶς εἴρηται κατ' ἀπόφανσιν, ὃ καὶ ἐν ἄλλοις γίνεται.

(v. 445) Τὸ δὲ "κλυτοπώλῳ", καθὰ καὶ ἀλλαχοῦ δηλοῦται, ἢ ἀντὶ τοῦ εὐίππῳ διὰ τὸ πανταχοῦ φθάνειν τὸν θάνατον, ἢ οὗ κλυτὴ ἡ ἐπιπώλησις, ἤγουν ἐπέλευσις, διὰ τὸ ἐξάκουστον τῶν θρηνούντων ἐπιθανάτια.

(v. 446) Τὸ δὲ "φύγαδε" καθ' ὁμοιότητά ἐστι τοῦ οἴκαδε, καὶ μεταπέπλασται ἐκ τῆς φυγῆς, ἵνα ᾖ φυγήν φύγα, ὡς ἰωκήν ἰῶκα. Τὸ δὲ "ὑποστρέψαι" ὅτι ταὐτόν ἐστι τῷ μεταστρεφθῆναι, τὸ Ὁμηρικὸν ὕφος δηλοῖ, ὥσπερ καὶ ὅτι μετάφρενόν ἐστι τὸ μεσσηγὺς ὤμων, ὅ τις πλήξας διὰ στήθεσφι τὸ βέλος ἤλασε.

(v. 450) Τὸ δὲ "ὦ Σῶκε, Ἱππάσου υἱέ" καὶ ἑξῆς, ὡς προέκκειται, ἔπαινός ἐστι τοῦ κειμένου, ῥηθεὶς οὐκ ἐξ ὀρθοῦ παρὰ τοῦ ἀνδρείου ῥήτορος Ὀδυσσέως, ἀλλὰ κατά τινα σαρκασμόν.

(v. 453) Τὸ δὲ "ὄσσε", περὶ οὗ ἱκανῶς ἐν ἄλλοις δηλοῦται, οὐχ' ὥρισται κατὰ τὸ γένος, ὡς καὶ αὐτὸ προείρηται. φέρεται γὰρ ἐν ῥητορικῷ Λεξικῷ, ὅτι ὄσσος ὁ ὀφθαλμὸς ἀρσενικῶς ἐν τῇ τραγῳδίᾳ, παρ' Ὁμήρῳ δὲ οὐδετέρως. Τὸ δὲ "καθαιρήσουσιν" ἀντὶ τοῦ καθελοῦσι τὰ βλέφαρα καὶ οὕτω μῦσαι ποιήσουσι τοὺς ὀφθαλμοὺς καλύψαντες. Ὅλον δὲ τὸ "οὒ σοὶ πατὴρ καὶ μήτηρ θανόντι ὄσσε καθαιρήσουσι, ἀλλ' οἰωνοὶ ὠμησταὶ ἐρύουσι" καὶ παραφράζει ἅμα καὶ σαφηνίζει τὸ "οἰωνοῖς φίλτεροι ἠὲ γυναιξί", καὶ τὸ "οἰωνοὶ περὶ πλέες ἠὲ γυναῖκες", πλὴν ὅσον ἀντὶ γυναικῶν γονεῖς ἐνταῦθα κεῖνται.

(v. 454) Τὸ δὲ "ὠμησταί" ὁ μὲν Τυραννίων ἐβάρυνεν ὡς σύνθετον ἐκ τοῦ ὠμὰ ἐσθίειν, Ἀρίσταρχος δὲ ὀξύνει κανόνι τοιούτῳ. Τὰ εἰς στης τῷ η παραληγόμενα, ἔχοντα πρὸ τοῦ τ τὸ σίγμα, ὑπὲρ δύο συλλαβάς, ὀξύνονται, ἑρπηστής, ὀρχηστής, [ὠμηστής.] Ὅτι δὲ ὠμηστὴς ἐκ τοῦ ὠμὰ ἐσθίειν γίνεται, τραπέντος Ἰωνικῶς τοῦ δασέος θ εἰς ψιλὸν τὸ τ, Ὅμηρος μετ' ὀλίγα δηλοῖ θῶας εἰπὼν ὠμοφάγους, ὃ ταὐτόν ἐστι τῷ ὠμηστάς. [Τὸ δὲ "πτερά" ἢ συστολὴν ἔπαθεν ἐκ τοῦ πτῶ, πτήσω, καθὰ καὶ τὸ ἰδιωτικῶς λεγόμενον [232] πτενόν, ἢ παρῆκται κατὰ τὸ ἐν Ὀδυσσείᾳ ξερόν, ἵνα ᾖ ὥσπερ ξέω ξερόν, οὕτω καὶ πέτω πετερόν καὶ ἐν συγκοπῇ πτερόν. Ἐξ οὗ δὴ πέτω καὶ ποτήρια ἐκπέταλα λέγεται τὰ καὶ πλατέα καί, ὡς εἰκός, κοῦφα δι' ἐλαφρότητα, ἔτι δὲ καὶ πέτηλα τὰ φύλλα. ἐξ ὧν εἴπερ γίνεται τὰ πτίλα, ἔχοι ἂν πολλὴν ἀπορίαν ἡ διὰ τοῦ ἰῶτα γραφὴ τοῦ πτίλου.]

(v. 457) Τὸ δὲ "ἔξω χροὸς εἷλκεν" ἀργίαν δηλοῖ τῇ χρονικῇ παρατάσει. οὐ γὰρ εἰκὸς εὐχερῶς οὕτως ἐξελκυσθῆναι τὸ βέλος ἐληλαμένον διὰ χροὸς καὶ ἀσπίδος. ἄλλως μέντοι ἠδύνατο "εἷλξεν" εἰπεῖν. Ἔτι ἰστέον καὶ ὅτι ἐκ τῶν ῥηθέντων τὸ μὲν "ἆ δειλέ, ἦ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος" στρατιώτου θυμικοῦ ἐστιν ἀπειλή. Ἀριστέως δὲ λόγος πρὸς ἀντίπαλον τὸ "εὖχος ἐμοὶ δώσεις, ψυχὴν δ' Ἄϊδι κλυτοπώλῳ".

(v. 452) Ἰστέον δὲ καὶ ὅτι τὸ "δειλός", ὁ δεδιὼς τὰς ἴλας, ὁ καὶ φύξηλις, ἐξ οὗ καὶ ἡ δειλία καὶ τὸ δειλαίνεσθαι, παρὰ τοῖς μεθ' Ὅμηρον μάλιστα ἐπλεόνασεν. ἀφ' οὗ σύνθετα πρὸς ἄλλοις καὶ ὁ θρασύδειλος καὶ ὁ χερσαῖος κροκόδειλος, ὃς κρόκον δεδιὼς δι' αὐτοῦ ἀποσοβεῖται τῶν σίμβλων, ὥς φασιν οἱ εἰδότες, ἔτι δὲ καὶ ὁ ἔνυδρος κροκόδειλος, τὰς κρόκας δειλιῶν αὐτός, ὅ ἐστι τὰς αἰγιαλίτιδας ἄμμους, αἳ λέγονται καὶ κροκάλαι. χαίρει γὰρ τῇ καθ' ὕδωρ διαίτῃ μάλιστα. εἰ δὲ καὶ ὁ κροκύδειλος προπαροξυτόνως ἢ κροκυδειλός ὀξυτόνως, μικρὸν αὐτός, φασί, ζωΰφιον παρ' Ἱππώνακτι, τοιαύτην τινὰ ἐτυμολογίαν ἔχει, εἰδεῖεν ἂν οἱ παλαιοί.

(v. 458-460) Ὅτι τοῦ ἔγχους ἑλκυσθέντος τῷ Ὀδυσσεῖ ἐκ τῶν αὐτοῦ πλευρῶν αἷμα ἠκοντίσθη, ὃ καὶ ἐθάρρυνε κατ' αὐτοῦ τοὺς Τρῶας. Φησὶ γὰρ "αἷμα δέ οἱ σπασθέντος ἀνέσσυτο, κῆδε δὲ θυμόν. Τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον αἷμ' Ὀδυσῆος, κεκλόμενοι καθ' ὅμιλον ἐπ' αὐτῷ πάντες ἔβησαν". Καλῶς οὖν, φασί, Λυκοῦργος ἐνομοθέτησε Λακεδαιμονίοις ἐσθῆτα φοινικῆν ἐν πολέμῳ φορεῖν, ὡς ἂν εἰ τρωθείη τις, λανθάνῃ διὰ τὸ τῆς τοιαύτης χλαμύδος ὁμόχρουν πρὸς αἵματος ἐρυθρότητα.

(v. 458) Ἐν δὲ τῷ "σπασθέντος" λείπει πρόθεσις, ὡς δηλοῖ πρὸ ὀλίγων ῥηθὲν τὸ "ἐκ δ' ἄρα χειρὸς σπάσατο", ἤγουν ἐξέσπασε. [233] Τὸ δὲ "κῆδεν" ἐνεργητικῶς ῥηθὲν ἀντὶ τοῦ ἔβλαπτε καὶ ἐλύπει κεῖται, ἀφ' οὗ καὶ κῆδος ἡ βλάβη. Ἰστέον δὲ ὅτι ἐν ἄλλοις τὴν ἐκ τραύματος ἀνάδοσιν τοῦ αἵματος ἄλλως φράζει, οἷον "αἷμα δ' ἀνεκήκιε", καὶ "αἷμα δ' ἀνηκόντιζε", καὶ "αἷμα θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς".

(v. 462-464) Ὅτι τῶν Τρώων, ὡς ἐρρέθη, ἐπελθόντων, ὀπίσω ἀνεχάζετο Ὀδυσσεύς. "τρὶς μὲν ἔπειτ' ἤϋσεν", ὅ ἐστιν ἐβόησεν, "ὅσον κεφαλὴ χάδε φωτός". ‑ εὐρυβόας γὰρ καὶ αὐτὸς καὶ ὄπα μεγάλην ἐκ στήθεος πέμπων, ὡς ἀλλαχοῦ εἴρηται. ‑ "Τρὶς δ' ἄϊεν ἰάχοντος ἀρηΐφιλος Μενέλαος", καὶ τάχυ τὸν μέγαν Αἴαντα προσεφώνει ἐγγὺς ἐόντα. Οὐ γὰρ ἦν αὐτὸς ἀξιόμαχος μόνος ἀντιστῆναι τοσούτοις, ὁ καὶ ἄλλως μαλθακὸς πολεμιστής.

(v. 465-471) Ἡ δὲ προσφώνησις, μεθ' ἣν ἡ ἀξιώσις πατρόθεν ἐκ γενεῆς, ὡς ὑπὸ τοῦ ἀδελφοῦ βασιλέως παρήγγελται. Φησὶ γὰρ "Αἶαν διογενές, Τελαμώνιε, κοίρανε λαῶν, ἀμφί μ' Ὀδυσσῆος ταλασίφρονος ἵκετο φωνὴ τῷ ἰκέλη, ὡς εἴ περ αὐτὸν βιῴατο μοῦνον ἐόντα Τρῶες ἀποτμήξαντες ἐνὶ κρατερῇ ὑσμίνῃ. ἀλλ' ἴομεν καθ' ὅμιλον, ἀλεξέμεναι γὰρ ἄμεινον. δείδω μή τι πάθῃσιν ἐνὶ Τρώεσσιν", ἢ μετὰ Τρώεσσι, "μονωθείς, ἐσθλὸς ἐών, μεγάλη δὲ ποθὴ Δαναοῖσι γένηται". Καὶ οὕτω μὲν ὁ Μενέλαος.

(v. 472-486) Αἴας δὲ μηδὲν ἀμειψάμενος διὰ τὸ τοῦ καιροῦ κατεπεῖγον, οἷα μηδὲ λαλεῖν μακρὰ εἰδώς, ὡς ἡ πρεσβεία ἔδειξε, πείθεται εἰς ἔργον. Καὶ Μενέλαος μὲν ἦρχεν, "ὃ δ' ἅμ' ἕσπετο ἰσόθεος φώς. εὗρον ἔπειτ' Ὀδυσῆα Διῒ φίλον. ἀμφὶ δ' ἂρ αὐτὸν Τρῶες ἕπονθ' ὡς εἴ τε δαφοινοὶ θῶες ὄρεσφιν ἀμφ' ἔλαφον κεραὸν βεβλημένον, ὅν τ' ἔβαλ' ἀνὴρ ἰῷ ἀπὸ νευρῆς. τὸν μέν τ' ἤλυξε πόδεσσι φεύγων, ὄφρ' αἷμα λιαρὸν καὶ γούνατ' ὀρώρῃ. αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστός, ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσιν ἐν νέμεϊ σκιερῷ, ἐπί τε λῖν ἤγαγε δαίμων σίντην, θῶες μέν τε διέτρεσαν, αὐτὰρ ὃ δάπτει. ὥς ῥα τότ' ἀμφ' Ὀδυσῆα δαΐφρονα ποικιλομήτην Τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι, ὃ δὲ ἀΐσσων ἠμύνετο ἔγχει νηλεὲς ἦμαρ. Αἴας δ' ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον, στῆ δὲ παρέξ. Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος".

(v. 487 s.) Καὶ Ὀδυσσέα μὲν "Μενέλαος ἀρήϊος ἔξαγ' ὁμίλου χειρὸς ἔχων, εἵως θεράπων σχεδὸν ἤλασεν ἵππους. Αἴας δὲ Τρώεσσιν ἐπάλμενος" ἐποίει, ἃ ἐφεξῆς λέγει ὁ ποιητής. Καὶ ὅρα ὅτι σῶστρα Ὀδυσσεὺς ὀφείλει τῷ Αἴαντι κινδύνου περισωσαμένῳ αὐτόν, ὡς καὶ ὁ Διομήδης ἐν τοῖς πρὸ τούτων ὀφειλέτης ἦν χαρίτων τῷ Νέστορι. Ὅρα δὲ καὶ τὴν παραβολὴν μὴ μόνον οὐ δι' ὅλου ἡρμοσμένην τῷ πράγματι, οὗ χάριν παρελήφθη, ἀλλὰ καὶ πάντῃ ἐναντιουμένην ἐν μέρει, [234] τουτέστι κατὰ τὸ ἀκροτελεύτιον αὐτῆς τὸ "αὐτὰρ ὃ δάπτει". Τὰ μὲν γὰρ λοιπὰ καλῶς ἔχει. ἔλαφος μὲν γὰρ οἷον ὁ βληθεὶς Ὀδυσσεύς, θῶες δὲ περὶ αὐτὸν οἱ Τρῶες, λέων δὲ ὁ Αἴας, οὗ ἐλθόντος οἱ θῶες φεύγουσι καὶ σῴζεται Ὀδυσσεύς, οὐ μὴν ὑπὸ τοῦ λέοντος δάπτεται.

(v. 481) Οὐκοῦν διὰ τὸ τῆς ἱστορίας ἐντελὲς ἐνταῦθα πρὸς ἀναπλήρωσιν συνήθη παραβολικῆς ἐννοίας κεῖται περιττῶς τὸ "αὐτὰρ ὃ δάπτει"; Ἐπεὶ οὐ πᾶσα παραβολὴ ὅλη διόλου κολλᾶται τῷ πράγματι, ἀλλ' ἔστιν ὅτε καί τινα ἔχει ἀνόμοια, ὧν ἀμελητέον ἐπιλεγομένους μόνα τὰ ὅμοια. ὡς καὶ ἐνταῦθα τὸ μὲν "αὐτὰρ ὃ δάπτει" οὐ προσλογιστέον τῷ πράγματι, μόνον δὲ συμβιβαστέον τὸ ὡς θῶας ἀπελαύνει λέων ἐπιφανείς, οὕτω τοὺς Τρῶας Αἴας. Δῆλον δὲ ὡς οὐ διὰ δειλίαν ἐλάφῳ εἰκάζεται Ὀδυσσεύς, ὥς που Ἀλέξανδρος, ἀλλὰ διὰ πάθους ὁμοιότητα, καθ' ἣν πρὸ βραχέων ὁ αὐτὸς καὶ κάπρῳ εἰκάσθη, ὃν κυκλοῦσι κύνες τε καὶ θαλεροὶ αἰζηοί, ὅτε οὔπω τρωθεὶς κατεπονεῖτο τῇ ῥύσει τοῦ αἵματος. Ἔχει δὲ καὶ ἐθάδα πολυμάθειαν ἡ ῥηθεῖσα παραβολὴ ἐξ ἱστορίας ζωϊκῆς βληθέντος τε ζῴου ἰδιότητα ἱστοροῦσα, τὸ μετὰ τὴν βολὴν εἰς δάσος, εἴ που καὶ παρατύχοι, φεύγειν καὶ τὸ τοὺς θῶας δαφοινούς τε εἶναι καὶ ἐχθροὺς λέοντι οὓς λυκοειδῆ ζῷα εἶναί φασιν οἱ παλαιοί. διὸ καὶ τὴν τῶν λυκοπανθήρων κλῆσιν ἐντεῦθεν ἴσως εὗρον οἱ πολλοί. καὶ Ἀριστοτέλης μὲν θῶας πολεμίους εἶναι λέοντι ὕστερον ἱστόρησε, πρὸ δὲ ἐκείνου Ὅμηρος οἶδεν αὐτό. Πάνυ δὲ καὶ φίλος ἀγαθὸς καὶ προσεκτικὸς ἐν τοῖς ῥηθεῖσιν ὁ Μενέλαος, εἴπερ τρὶς ἰάχοντος Ὀδυσσέως καὶ ἤκουσε καὶ οὕτως ἐνδιαθέτως ἐπεστράφη. οὐκ ἐστέρηται δὲ οὐδὲ τοῦ μένος καὶ θάρσος ἔχειν, διὸ καὶ ἀρηΐφιλον αὐτὸν ἔφη ὁ ποιητὴς καὶ ἀρήϊον. Ἀφθόνητος δὲ καὶ ὁ Αἴας, εἴπερ ἐπαίνους τοῦ Ὀδυσσέως ἐκ Μενελάου ἀκούσας οὔτε ἀντιφωνεῖ καὶ ἅμα ἕπεται βοηθήσων.

(v. 461) Ἰστέον δὲ ὅτι τὸ "ἐξοπίσω ἀναχάζεσθαι" φθάσας ὁ ποιητὴς ἀναχωρεῖν εἶπε, καὶ ὅτι ἐκ περισσοῦ κεῖται τὸ ὀπίσω. ἤρκει γὰρ ἀντ' αὐτοῦ ἡ ἀνα πρόθεσις, κειμένου δὲ τοῦ ἐξοπίσω περιττεύει ἡ ἀνα. εἰπεῖν δὲ καὶ ἄλλως, περιτταὶ καὶ αἱ δύο προθέσεις εἰσί. Τοῦ δὲ "αὔειν", ὅ [235] ἐστι φωνεῖν, ἡ διάλυσις, ἤγουν τὸ ἀΰειν, ἐξ οὗ ἡ ἀϋτή, γεννητικόν ἐστι τοῦ ἤϋσεν, ὃ εὐθὺς ἐπήγαγεν ἐν τῷ "τρὶς ἤϋσε".

(v. 462) Τὸ δὲ "κεφαλὴ χάδεν", ἀντὶ τοῦ ἐχώρησε, χρόνου ἀορίστου δευτέρου ῥῆμα ἐκ τοῦ χῶ, χάζω, τὸ χωρῶ, καθὰ παράγεται καὶ τὸ χάζω, τὸ ὑποχωρῶ. Κεφαλὴ δὲ φωτὸς περιφραστικῶς ἀντὶ τοῦ ἀνήρ, ἵνα λέγῃ, ὅσον ἐχώρει ἀνὴρ εὐρυφωνότερος ὢν γυναικός. δύναται δὲ καὶ ἄλλως ἐπ' αὐτῆς δὴ κεφαλῆς εὐοδωθῆναι ἡ ἔννοια, ὡς καὶ τῆς περὶ στόμα εὐρύτητος καὶ ἑτέρας ποιᾶς διαθέσεως συλλαμβανομένης εἰς τὸ μεγαλόφωνον. [(v. 463) Τὸ δὲ "ἄϊεν", οὗ θέμα τὸ ἀΐω, τουτέστιν ἀκούω, ὀνόματος Πυθαγορικοῦ ἐστὶ παραγωγόν, ὥσπερ καὶ τὸ ἀκούειν. ὡς γὰρ ἐξ αὐτοῦ ὁμακόϊον τὸ ἄθροισμα τῶν ἀκροωμένων, οὕτω καὶ ὁμάϊον τὸ αὐτὸ παρὰ τὸ ὁμοῦ ἀΐειν, ὅπερ ἐστὶν ἀκούειν.]

(v. 465) Τὸ δὲ "Αἶαν διογενές" καὶ ἑξῆς, Ὅμηρος τῷ Μενελέῳ εἰπεῖν ἀναθεὶς τὸν κρείττω ἔπαινον ἑαυτῷ ἐταμιεύσατο ἐν τῷ "ἕσπετο ἰσόθεος φώς", ὃ φθάσας καὶ περὶ Σώκου εἶπε.

(v. 466) Ταλασίφρονα δὲ Ὀδυσσέα εἰπεῖν, ὡς καὶ ἐν τῇ Ὀδυσσείᾳ, ταὐτόν ἐστι τῷ τλήμονα. ἴσως δὲ καὶ κατὰ διπλόην ἐπαίνου τλήμονα καὶ φρόνιμον ἡ λέξις ἄνδρα δηλοῖ καθ' ὁμοιότητα τοῦ δαΐφρων, ὅτε δάϊον σημαίνει καὶ φρόνιμον. κατεπύκνωσε δὲ αὐτὸν ἐπίτηδες ὡς ἀριστέα ἐνταῦθα ἐπαίνοις ὁ ποιητής, ταλασίφρονά τε καλέσας καὶ ἐσθλὸν καὶ μάλα ποθεινὸν Ἀχαιοῖς καὶ δαΐφρονα καὶ ποικιλομήτην. [236] [(v. 467) Τὸ δὲ "τῷ ἰκέλη", εἰ μὲν ἀρσενικοῦ γένους ἐστί, λέγοι ἄν, ὅτι τούτῳ, ἤγουν τοιούτῳ, Ὀδυσσεῖ ὁμοία ἦν ἡ φωνή, ὡς εἴπερ μόνος ὢν ἔπαθε βίαν. εἰ δὲ οὐδετέρως προῆκται, νοεῖ ὡς τοιούτῳ πράγματι ἔοικεν ἡ φωνή, καθάπερ ἂν εἴ τινες τὸν Ὀδυσσέα βιάζοιντο.] Τὸ δὲ "βιῴατο" δευτέρας συζυγίας εἶναι ῥῆμα φαίνεται, τὸ κοινὸν γὰρ βιῷντο, ὡς βοῷντο. ἐμφαίνει δὲ ἀλλόκοτόν τινα φωνῆς τρόπον ἐκβοῆσαι τὸν Ὀδυσσέα, δι' ἧς ἡ βία ἐξεφάνη. Ἔνθα καὶ ὅρα πραγματικῶς, ὡς δεῖ τοὺς στρατηγούς, ἤδη δὲ καὶ πάντας τοὺς ἐν τῇ μάχῃ, βοὴν ἀγαθοὺς εἶναι αὑτῶν τε χάριν καὶ ἑτέρων. διὸ καὶ ἔσπευδον οἱ παλαιοὶ μεγάλα φωνεῖν, ὡς δηλοῖ καὶ ὁ περὶ Περσῶν ἱστορήσας, ὅτι τε ἀπαιτοῦσι λόγον ἑκάστου μαθήματος καὶ ὡς μεγαλοφωνίαν ἀσκοῦσι.

(v. 468) Τὸ δὲ "μόνον ἐόντα" ἶσον ἐστὶ τῷ μονωθέντα, ὡς δηλοῖ καὶ τὸ "ἐν Τρώεσσι μονωθείς". εἰς ταῦτα δὲ συντελεῖ καὶ τὸ "Τρῶες ἀποτμήξαντες". δῆλον γάρ, ὡς ἀποκοπεὶς τῶν ἑαυτοῦ μεμόνωται. Τὸ δὲ "κρατερῇ ὑσμίνῃ" παρατετηρημένως ἐρρέθη, ὡς τοῦ Ὀδυσσέως μὴ ἂν ἄλλως ἐκ δειλανδρίας φωνήσαντος, εἰ μὴ κρατερὰ ἦν ἡ μάχη.

(v. 469) Τὸ δὲ "ἀλλ' ἴομεν καθ' ὅμιλον" καὶ ἑξῆς, φίλος ἂν εἴποι ἐρεθίζων ἑαυτὸν ἀμῦναι καταπονουμένῳ ἑταίρῳ. Ἔστι δὲ "καθ' ὅμιλον" τὸ μέσον τοῦ τῶν μαχομένων ὄχλου.

(v. 473) Τὸ δὲ Ὀδυσῆα Διῒ φίλον ἀστείως κεῖται ἀντὶ τοῦ τῷ μοιριδίῳ φίλον καὶ μὴ δυστυχῆ κατὰ τὸν ἔλαφον, ᾧ ἐπὶ λῖν ἤγαγε δαίμων, ὅ ἐστιν οὐκ ἀγαθή τις τύχη. λίαν γὰρ εὐτυχῶς τῷ Ὀδυσσεῖ ὁ Μενέλαός τε φωνοῦντος ἀκούει καὶ ὁ Αἴας ἐγγὺς ὢν καλεῖται καὶ τὴν μάχην θαρρεῖ.

(v. 474) Τὸ δὲ "Τρῶες" καὶ "θῶες" ὁμοιοκαταληκτοῦνται κατὰ καιρίαν παρίσωσιν. Τὸ δὲ "ἀμφὶ αὐτὸν ἕποντο" ἢ ἀντὶ τοῦ ἀμφηκολούθουν, ἢ ἀντὶ τοῦ ἀμφεῖπον, ὃ ταὐτόν ἐστι τῷ "ἀμφεπένοντο". διόπερ ὑποκαταβὰς ἔφη "ἀμφ' Ὀδυσῆα Τρῶες ἕπον", ἤγουν ἀμφεῖπον ἐκεῖνον.

(v. 475) Τὸ δὲ "ὃν ἔβαλεν ἀνὴρ ἰῷ" καὶ ἑξῆς, οὐ πρὸς σαφήνειαν ἐπῆκται τοῦ βεβλημένον ‑ αὐτὸ γὰρ πάνυ σαφές ‑ , ἀλλ' ἵνα καὶ τὸ βέλος δηλωθῇ, ὡς εἰκός, ἤγουν ὁ ἰός, καὶ ὡς κυνηγετικῶς τὸ ζῷον βέβληται καὶ οὐ πρὸς ἄμυνάν τινα οἷα βλαπτικόν. ἴσως δὲ καὶ πρὸς διαστολὴν κεῖται διασαφητικῶς, ἐπείπερ ἐνίοτε γενικῶς λέγεται [237] πολλαχοῦ τὸ βάλλειν ἁπλῶς ἀντὶ τοῦ πλήττειν.

(v. 476) Τὸ δὲ "ἀπὸ νευρῆς" περισσὸν καὶ αὐτό, καθὰ καὶ πρὸ ὀλίγου τὸ ἐξοπίσω, ἤρκει γὰρ καὶ αὐτοῦ δίχα εἰπεῖν, "ὃν ἔβαλ' ἀνὴρ ἰῷ". σχεδιασμοῦ δὲ καὶ ταῦτα ἴδια.

(v. 477) Ἐν δὲ τῷ "ὄφρ' αἷμα" λείπει τὸ "ἐστίν" ἢ "ἔνεστιν". Αἷμα δὲ λιαρόν, ὃ πρὸ ὀλίγου θερμὸν εἶπεν ἐν τῷ "ὄφρα αἷμα ἔτι θερμόν". [Ἰστέον δὲ ὅτι πολλῶν ὄντων κατὰ τὸ χλιαρόν λιαρόν, πήγανον ἤγανον, ὡς ἀλλαχοῦ κεῖται, τακτέον σὺν αὐτοῖς καὶ τὸ σμῖλαξ, καὶ δίχα δὲ τοῦ σ μῖλαξ, οἷον "ἐστεφανοῦτο μίλακι καὶ ἀμπέλῳ καὶ κισσῷ", ἔτι δὲ καὶ τὸ σμύραινα καὶ μύραινα δὲ ὡς ἐπὶ πολύ, καὶ τὸ καπάνη, ἀπάνη, ὅ ἐστιν ἀπήνη. Θετταλοὶ γάρ, ὡς ἐν τοῖς τοῦ Ἀθηναίου φέρεται, τὰς ἀπήνας καπάνας ἔλεγον. ὅθεν καὶ καπανικὰ παρ' αὐτοῖς τὰ ἁμαξιαῖα, ὡς δηλοῖ, φησίν, Ἀριστοφάνης ἐν τῷ "Λυδῶν δεῖπνα καὶ Θετταλῶν, ὧν τὰ Θετταλικὰ πολὺ καπανικώτερα". τοῦτο δὲ ἐρρέθη ὡς τῶν Θετταλῶν μεγάλα κρέα τεμνόντων. ὅθεν ἔφη τις καὶ χειροβαρὲς σαρκὸς ὑείας Θετταλότμητον κρέας. Ὅτι δὲ πολυφάγοι οἱ Θετταλοί, διαβεβόηται, ἀφ' ὧν καὶ Θετταλικὴ ἔνθεσις ἡ μεγάλη τροφή.] Τὸ δὲ "ὀρώρῃ" οὐχ' ὑπερσυντέλικος, ἀλλὰ παρακείμενος κἀνταῦθα ὑποτακτικὸς ἐκ τοῦ ὄρωρα.

(v. 479) Τὸ δὲ "ὠμοφάγοι" ὡς ταὐτόν ἐστι τῷ ὠμησταί, πρὸ βραχέων εἴρηται. Τὸ δὲ "δαρδάπτειν" παράγωγόν ἐστι τοῦ ἐξ ἁπλοῦ τοῦ δάπτειν, ὃ κατωτέρω αὐτοῦ κεῖται. παρῆκται δὲ καθ' ὁμοιότητα τοῦ μαίρω μαρμαίρω καὶ τῶν ὁμοίων.

(v. 480) Νέμος δὲ σκιερόν πρὸς διαστολὴν λειμῶνος, αὐτὸς γὰρ ἡλίῳ ἔκκειται ὡς ἐπὶ πολύ. τόπος δέ ἐστι δασὺς τὸ νέμος, ἐπιτήδειος εἰς νομήν. [Ἰστέον δὲ ὅτι ἐκ τῆς πρωτοτυπίας τοῦ σκιεροῦ, ὅπερ ἐστὶν ἡ σκιά, γίνεται καὶ ἡ σκιάς, ἧς ὑποκοριστικὸν τὸ σκιάδιον. Γράφει γοῦν τις, ὅτι ἀγάλματι Διονύσου πομπεύοντι περιέκειτο καὶ σκιὰς ἐκ κισσοῦ [238] καὶ ἀμπέλου.] Τὸ δὲ "λῖν" οἱ μὲν περὶ Ἀρίσταρχον ὀξύνουσιν ὡς καὶ τὴν ὀρθήν, ἤδη γὰρ δεδήλωται ὅτι τὸ λίς ὠξύνετο παρ' αὐτοῖς. Ἕτεροι δὲ περισπῶσι, κανονίζοντες, ὡς πᾶσα αἰτιατικὴ μονοσύλλαβος εἰς νυ λήγουσα περισπᾶται· μνᾶν, μῦν, δρῦν, κλεῖν, καίτοι τῆς εὐθείας τούτου ὀξυνομένης, ὀξύνεται γὰρ ἡ κλείς. Τινὲς δὲ ἐτόλμησαν ἐνταῦθα τὸ λῖν δισυλλάβως εἰπεῖν, [λέγοντες, ὅτι τὸ πλῆρες λῖνά ἐστι Δωρικῶς, ὡς τὸν θῖνα, ὥστε κατ' αὐτοὺς δικατάληκτόν ἐστιν ὁ λίν καὶ ὁ λίς.] Ὅτι δὲ ἐκ τοῦ λάω, τὸ βλέπω, γίνεται, ὥσπερ ὁ λέων, οὕτω καὶ ὁ λίς κατὰ τὸν γραμματικὸν Ὦρον ὡς ὀξυδερκής, καὶ ὅτι, ὥς φησι Μανέθων ἐν τοῖς πρὸς Ἡρόδοτον, οὐ καθεύδει ὁ λέων, ὅπερ ἀπίθανον ‑ οὐ γὰρ ἂν ἀεὶ ἐγρηγόροι ‑ ἀλλὰ κατὰ δορκάδα τὴν ἐκ τοῦ δέρκω παρηγμένην καὶ κατὰ λαγὼν τὸν ἐκ τοῦ λάω, ἀνεῳγότας καθεύδων ἔχει τοὺς ὀφθαλμούς, οἱ παλαιοί φασιν. Εἰ δὲ προαναφαινομένου τοῦ ἄλφα ἐν τῷ λάειν, ὅθεν καὶ ἀλαός, ὁ τυφλός, τὸ λίς καινότερον διὰ τοῦ ι γράφεται, ὑπερλαλείτωσαν οἱ, ὡς ἐρρέθη, τὸν λῖν ἐτυμολογήσαντες.

(v. 481) Τὸ δὲ "σίντην" ἤρεσεν Ὁμήρῳ οἰκειῶσαι τῷ λέοντι διὰ τὸ αὐτοῦ βίαιον, ᾧ λόγῳ καί τινες ἄνδρες ἐλέγοντο καθ' Ὅμηρον Σίντιες, ἄλλως ἐκεῖνοι κλινόμενοι, ὁμοία δέ τις ἔννοια καὶ λῃστὴν τὸν Σίνιν παρήγαγε. Τὸ δὲ "διέτρεσαν" δὶς ἐν τοῖς ῥηθεῖσι κείμενον τὴν μετὰ δέους φυγὴν δηλοῖ. [Ἰστέον δὲ ὅτι ἐμφαντικώτερον δειλίας τὸ διέτρεσαν ἤπερ τὸ ἔτρεσαν. ἡ γὰρ δια πρόθεσις καὶ σκεδασμὸν δηλοῖ τῶν τρεσάντων. Φύσις γὰρ αὕτη τῆς προθέσεως ταύτης πολλαχοῦ, διχασμὸν ὑποδηλούσης καὶ σκεδασμὸν καὶ διαίρεσιν, ὡς δῆλον καὶ ἐκ τοῦ "διασχὼν τὴν νεφέλην" καὶ ἐκ τοῦ διαφωνεῖν, ὅπερ ἐστὶν ἐναντιοῦσθαι κατὰ φωνὴν καί, ὡς εἰπεῖν, ἀντιλογεῖν [239] ἢ ἀμφιλογεῖν. ὅμοιον δέ τι καὶ τὸ διείπασθαι καὶ τὸ "δίειπέ μοι ὄφρα δαείω", ἤγουν εἰς πλάτος λάλησον, ὡς διαιρεῖσθαι τὸ ἔπος εἰς πολλὰ μέρη λόγου. οὕτω καὶ τὸ διακρίνειν μερισμὸν δηλοῖ σαφέστερον ἤπερ τὸ κρίνειν, καὶ τὸ διανέμειν μᾶλλον τοῦ νέμειν. Τοῦ δὲ δάπτειν δοκεῖ προϋπεῖναι ἄρρητον θέμα τὸ δῶ, ἵνα ᾖ ὡς βῶ βάπτω, ῥῶ ῥάπτω, οὕτω καὶ δῶ δάπτω. ἐκ δὲ τοῦ τοιούτου δῶ καὶ τὸ δαίω, ἤγουν μερίζω, ἐξ αὐτῶν δὲ καὶ τὸ δακεῖν καὶ ὅσα τοιαῦτα.]

(v. 485) Τὸ δὲ τοῦ Αἴαντος σάκος ὡς μέγα ἦν, καθωμίληται, καὶ ὅτι εὐρύ. ὅθεν καὶ προϊών φησιν "εὐρὺ γὰρ ἀμφ' ὤμοισιν ἔχει σάκος". ἐξ οὗ καὶ Εὐρυσάκης αὐτῷ παῖς ὠνόμασται. τὸ δὲ καὶ πύργον αὐτὸ εἰπεῖν ὑπερβολῆς τρόπος ἐστὶν ἐμφαίνων συλλογιστικῶς καὶ τὸ τοῦ ἥρωος μέγεθος, ὃς διὰ τοῦτο καὶ ἕρκος λέγεταί που Ἀχαιῶν.

(v. 486) Ὅρα δὲ καὶ τὸ παρέξ, ἀπολύτως τε ῥηθὲν δίχα τινὸς συντάξεως, καὶ μετὰ τοῦ ξι καὶ ταῦτα συμφώνου ἐπιφερομένου, οὐ μὴν διὰ τοῦ κ ὡς ἐν τῷ "παρὲκ νόον ἤγαγε". σημαίνει δὲ καὶ ἐνταῦθα ἡ λέξις τὸ ὀλίγον τι ἐκτός, ἄλλως δὲ ὅμως ἐγγύς, ὡς δηλοῖ τὸ "Αἴας δ' ἐγγύθεν ἦλθε" καὶ ἑξῆς.

(v. 488) Χειρὸς δὲ τὸν Ὀδυσσέα ἔχει Μενέλαος, καθά που καὶ αὐτὸν βληθέντα ὁ βασιλεὺς ἀδελφός. Καὶ ὅρα καὶ νῦν ὅπως εὐμεθόδως τοὺς ἀριστεῖς ἀπάγει τῆς μάχης ὁ ποιητὴς πιθανολογῶν τὴν Ἑλληνικὴν ἧτταν. πρῶτα μὲν γὰρ τὸν πρώτιστον Ἀγαμέμνονα, εἶτα τὸν Διομήδην, ἄρτι δὲ τὸν Ὀδυσσέα, ἐφεξῆς δὲ καὶ ἑτέρους, καθὰ δηλωθήσεται, ὡς μὴ ἄλλως δυνατὸν ὂν καταπονηθῆναι τοὺς Ἀχαιούς, εἰ μὴ προέπαθον οἱ ἀριστεῖς.

(v. 489 s.) Ὅτι ἐν τῷ Αἴας "εἷλε Δόρυκλον, Πριαμίδην νόθον υἱόν" δοκεῖ ἀδολεσχία τις εἶναι τὸ υἱόν. ἔγκειται γὰρ ὁ υἱός δυνάμει ἐν τῷ Πριαμίδης καὶ συννοεῖται. φασὶ γὰρ οἱ παλαιοί, ὅτι τοῖς μὲν κτητικοῖς προστίθεται καθ' ἑρμηνείαν τὸ ὑπὸ κτῆσιν ἐρχόμενον, οἷον Αἰάντειος τὸ κτητικόν, ᾧ δεῖ προσθεῖναι τὸ οἶκος ἢ υἱός ἤ τι τοιοῦτον, ἐν δὲ πατρωνυμικοῖς [οὐχ' οὕτως, ἀλλ'] ἐμπεριέχεται τὸ γέννημα τῇ τοῦ πατρὸς φωνῇ, ὥστε ὁ λέγων Πριαμίδην Πριάμου φησὶν υἱόν. διόπερ ὁ ἐπαγαγὼν καὶ εἰπὼν Πριαμίδην νόθον υἱόν, δὶς τρόπον τινὰ λέγει τὸ αὐτὸ καὶ [240] ἀδολεσχεῖ, ὡς οἷα εἰπὼν Πριάμου υἱὸν υἱόν. Τοιοῦτόν τι δεδήλωται εἶναι καὶ τὸ "Ἀτρείδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν", ὅμοιον δέ τι ἔστι νοῆσαι καὶ ἐν τῷ "μεγαλήτορα θυμόν", καὶ ἄλλα δὲ τοιαῦτα παρατετήρηνται. Οἱ δέ γε παλαιοὶ ἐν τῷ "Πριαμίδην νόθον υἱόν" τελείαν στίζοντες εἰς τὸ "Πριαμίδην" τὸ "νόθον υἱόν" ἐπανάληψίν τινα εἶναί φασι πρὸς σαφήνειαν, ὡς ἂν δηλωθῇ, ὅτι οὐ γνήσιος ἦν Πριαμίδης.

(v. 490 s.) Ἐνταῦθα δὲ κεῖται καὶ σχῆμα κάλλους ἐπαναστρεπτικὸν διὰ ποιητικῆς λέξεως ἐν τῷ "Πάνδοκον οὔτα, οὔτα δὲ Λύσανδρον", κοσμοῦντος κομματικῶς Ὁμήρου τὴν ἀριστείαν τοῦ μεγάλου Αἴαντος. ὡς δὲ τὸ "οὔτα" συστέλλει τὴν λήγουσαν, ἀποκοπὴν παθὸν ἐκ τοῦ οὔτασε, πολλαχοῦ δηλοῦται. Κεῖται δ' ἐν τούτοις καὶ Πυλάρτης κύριον, ὅπερ ἐν ἄλλοις Ἅιδου ἐστὶν ἐπίθετον.

(v. 492-497) Ὅτι ὡς πρὸ τούτων τὸν Διομήδην, οὕτω καὶ νῦν τὸν Αἴαντα πλήθοντι ποταμῷ εἰκάζει ποιοῦντι δεινά. Καὶ συγκλείει τὴν παραβολὴν εἰς τὸ οὕτω κλονεῖν τότε τὸν Αἴαντα ὅσοις ἐνέπιπτε, δηλῶν ὅτι νῦν ἀναγκαίως εἰς μάχην ἑαυτὸν ὁ Αἴας ἀνάπτει, τὸν ἄλλον καιρὸν οὐκ εὐκίνητος ἢ ὀξυκίνητος ὤν. διὸ καὶ προστέθειται τὸ "τότε". ἔστι γὰρ ἡ προσθήκη πρὸς τὰ πρὸ τούτου, ὅτε ὁμαλῶς καὶ οἷον νωθρότερον ὁ Αἴας ἐμάχετο. Ἔχει δὲ ἡ παραβολὴ οὕτω "ὡς δ' ὅτε πλήθων ποταμὸς πεδίονδε κάτεισι χειμάρρους κατ' ὄρεσφιν, ὀπαζόμενος Διὸς ὄμβρῳ, πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύκας ἐσφέρεται, πολλὸν δέ τ' ἀφυσγετὸν εἰς ἅλα βάλλει, ὣς ἔφεπε κλονέων πεδίον", ἤτοι κατὰ τὴν πεδιάδα, "τότε φαίδιμος Αἴας, δαΐζων ἵππους τε καὶ ἀνέρας". Ὃ προσφυὲς ἐπὶ ἀριστεύματι πεζομάχου τινός.

(v. 492 s.) Ὅρα δὲ ὅτι ἐπὶ χειμάρρου ἔθετο τὸ πλήθων ποταμός. ὁ μὲν γὰρ ἀένναος οὐ δέεται τοῦ πλήθειν, ὁ δὲ χείμαρρος, κενὸς ὢν ἐν ἀνομβρίᾳ, πλήθει, τουτέστι πλήρης γίνεται, ὅτε Διός, ὅ ἐστιν ἀέρος, ὄμβρον καταρρίψαντος εἰς τὰς πεδιάδας ἀναχεθῇ ἐξ ὀρέων ῥέων. Ἔστι δὲ γενικὸν μέν τι ὁ ποταμός, εἰδικὸν δὲ ὁ χειμάρρους, ὃς γίνεται μὲν ἐκ τοῦ χειμάρροος. ἐξ οὗ κατὰ συγκοπὴν καὶ ἀνάδοσιν τόνου ὁ χείμαρρος, ἑρμηνεύει δὲ τὸ πλήθων ποταμός. τοιοῦτος γάρ, ὡς ἐρρέθη, ὁ χείμαρρος. Δῆλον δ' ὅτι καὶ πλοίου περὶ τὸ ἔδαφος πάσσαλος χείμαρρος λέγεται, ὁ ἰδιωτικώτερον καλούμενος ἴβδης, ὃς ἐξαιρούμενος ὅτε ὁρμίζεται, οὐκ ἐᾷ ἐκεῖνο πύθεσθαι Διὸς ὄμβρῳ κατὰ Ἡσίοδον. Αἴλιος δὲ [241] Διονύσιος συντόμως οὕτω φησί· χειμάρρους τρῆμα νεὼς ἢ θηλυκῶς τρήμη ὡς πλήμη, ὅθεν ἡ ἀντλία ἐκρεῖ. Τὸ δὲ "ὀπαζόμενος" ἀντὶ τοῦ ἐπειγόμενος, ὅ ἐστι κατόπιν ἐλαυνόμενος τῷ ἐξ ἀέρος ὄμβρῳ.

(v. 494) Δρῦς δὲ ἀζαλέας ἢ ἁπλῶς εἶπε τὰς ἐκ τοῦ παρατυχόντος ἐκσπασθείσας καὶ χρόνῳ ἀφαυανθείσας καὶ οὕτω εὑρεθείσας ἐλαφρὰς χειμάρρῳ παρασύρεσθαι, ἢ τὰς ἐκ προνοίας ἀνθρωπίνης, ὡς εἰκός, ὃ δὴ πολλαχοῦ γίνεσθαι οἴδαμεν, παραβληθείσας μετὰ ὑγρὰν ὑλοτομίαν ἐγγὺς χειμάρρου, ἵνα ὅτε ξηρανθῶσι, κατασύρῃ αὐτὰς ὅπῃ χρεών. καὶ ἔστι καὶ τοῦτο χρηστομάθεια βιωτικὴ ἐν παραβολῇ. Ἰστέον δὲ ὡς ἤρκει μὲν εἰπεῖν δρῦς ἀζαλέας εἰς δήλωσιν ξύλου παντός, ὡς καὶ προδεδήλωται, ὁ δὲ ποιητὴς καὶ πεύκας προσθέμενος ὅμως καὶ οὕτω πᾶν ξύλον ὡς ἐκ μέρους ἐδήλωσε, καὶ μάλισθ' ὅτι τοιούτων ξύλων μέλησις τοῖς προνοουμένοις ὕδατι πιστεύειν αὐτὰ ὥστε κατασυρῆναι.

(v. 495) Τὸ δὲ "ἐσφέρεται" πλήθοντος χειμάρρου ἔργον, ὃς ὑπερχυθεὶς καὶ ἁρπάσας εἰσφέρει πολλὴν ὕλην. Τὸ δὲ "ἀφυσγετόν" Τυραννίων μὲν βαρύνει ὡς τὸ ἀτρύγετος, Ἀρίσταρχος δὲ ὀξύνει ὡς τὸ Ἰαπετός. δηλοῖ δὲ ἡ λέξις τὸν ἰλυώδη συρφετόν, ὠνοματοπεποιημένον ὡς ἀπὸ τοῦ ἀφύσσω, ὃ καὶ αὐτὸ ὀνοματοποιΐας τρόπος ἐστί. Τὸ δὲ "εἰς ἅλα βάλλει" βούλεται οὐ μόνον ἐκβολὴν κατὰ τὴν μακρὰν χρῆσιν, ἀλλὰ καὶ εἰσβολὴν ποταμοῦ λέγεσθαι τὸν τόπον, ἔνθα τὸ ποτάμιον ὕδωρ εἰς θάλασσαν ἐρεύγεται, ὃς δὴ τόπος διὰ τοῦτο καὶ στόμα ποταμοῦ καὶ στόμιον λέγεται. [Ὀρθότατα δὲ πέφρασται ὡς πεύκας μὲν φέρεται, ἤγουν φέρει, ἀφυσγετὸν δὲ βάλλει εἰς ἅλα ὁ ποταμός. πεῦκαι μὲν γὰρ φορτίου δίκην ἐπ' αὐτοῦ ὀχοῦνται, ἀφυσγετὸς δὲ οὐχ' οὕτω φέρεται, ἀλλὰ δι' ὅλου αὐτοῦ ἀναμὶξ ἥκων ῥιπτεῖται εἰς θάλασσαν.]

(v. 496) Τὸ δὲ "φαίδιμος Αἴας" δύναται μὲν καὶ μετὰ τοῦ τότε νοηθῆναι, ἵνα λέγῃ ὅτι ὁ τότε φαίδιμος Αἴας, δύναται δὲ καὶ αὐτὸ καθ' αὑτὸ εἶναι, ἵνα νοηθείη ὅτι ἔφεπε τότε κλονέων ὁ ἀεὶ περιφανὴς Αἴας. Τὸ δὲ "ἔφεπεν" ἔστι μὲν νοῆσαι καὶ ἀντὶ τοῦ ἐδίωκεν ἁπλῶς ἀκολουθῶν, ὡς καὶ πρὸ ὀλίγου ἀμφ' Ὀδυσῆα [242] ἕπον Τρῶες, κάλλιον δὲ ἐπὶ βλάβης νοῆσαι τὴν λέξιν. φέρεται οὖν ἐν παλαιῷ κατὰ στοιχεῖον Λεξικῷ, ὅτι ἕπειν Ἴωνές φασι τὸ κακοῦν καὶ περιελαύνειν, ὡς τὸ "Τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι".

(v. 497 s.) Ὅτι καθὰ ὁ Ἄρης ἀλλαχοῦ ἐπ' ἀριστερὰ μάχης ἐνήργει, οὕτω κἀνταῦθα ὁ Ἕκτωρ "μάχης ἐπ' ἀριστερὰ μάρνατο πάσης".

(v. 499) Εἶτα ἑρμηνεύων τὰ τῆς μάχης νῦν ἀριστερά φησιν "ὄχθας πὰρ ποταμοῖο Σκαμάνδρου", δηλῶν, ὡς μάχης ἀριστερὰ τοὺς περὶ Σκάμανδρον τόπους ἔφη, ὃ καὶ ἐσχατιὰν πολέμου δυσηχέος ἐρεῖ.

(v. 499 s.) Τούτοις δὲ ἐπιπλέκει εὐθὺς καὶ ἃ ἐγίνετο ἐκεῖ ὁμιλοῦντος Ἕκτορος τοῖς ἀριστεῦσι, διασκευὴν ἐν ὀλίγῳ φράζων μεγάλου πολέμου ταύτην "ἔνθα μάλιστα ἀνδρῶν πίπτε κάρηνα, βοὴ δ' ἄσβεστος ὀρώρει", ὃ καὶ πρὸ τούτων ἐγράφη.

(v. 502 s.) Εἶτα ἐπάγει στρατηγικὸν ἔπαινον τὸ αὐτὸς "μὲν μετὰ τοῖσιν ὁμίλει μέρμερα ῥέζων ἔγχεΐ τε ἱπποσύνῃ τε", ἤγουν τῇ τοῦ ἱππεύειν ἀρετῇ, "νέων δ' ἀλάπαζε φάλαγγας". Ἔστι δὲ καὶ νῦν ὁμιλεῖν κυριολεκτικῶς τὸ ὁμοῦ ταῖς στρατιωτικαῖς ἴλαις γίνεσθαι, ὡς καὶ μετ' ὀλίγα ἐν τῷ "ὁμιλέομεν Δαναοῖσιν". οὗ περίφρασις τὸ "δῦναι ὅμιλον".

(v. 504-507) Ὅτι ἐξαίρων ὁ ποιητὴς καὶ τὸν ἰατρὸν Μαχάονα ὡς φερωνύμως ἀριστέα φησὶν "οὐδ' ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοί, εἰ μὴ Ἀλέξανδρος, Ἑλένης πόσις ἠϋκόμοιο, παῦσεν ἀριστεύοντα Μαχάονα ποιμένα λαῶν, ἰῷ τριγλώχινι βαλὼν κατὰ δεξιὸν ὦμον", ἔνθα βληθεὶς οὐκέτι ἀριστεύειν εἶχε.

(v. 504) Καὶ ὅρα τὸ "κελεύθου", δηλοῦν οὔτε τὴν διὰ θαλάσσης, ἀλλ' οὐδὲ τὴν ἁπλῶς ὁδόν, τὴν κατὰ πόλεμον δέ. Τὸ δὲ "οὐδ' ἄν πω χάζοντο" καθ' ὑπερβατὸν ἀντὶ τοῦ "οὔπω δὲ ἂν χάζοντο". Καὶ σημείωσαι ἐν τῷ "οὐδ' ἄν πω" τὸ πω, δίχα τόνου τεθὲν ἐγκλιτικῶς. ὅθεν συνακτέον ὡς οὐκ ἂν ἀλόγως τὸ πώποτε προπαροξύνοιτ' ἄν, ὡς καὶ ἐν ἄλλοις παρεσημάνθη.

(v. 506) Ὁ δὲ Μαχάων ἐκτείνει τὴν παραλήγουσαν. διὸ καὶ συστέλλει ἐν ταῖς πλαγίαις τὸ ο. Καθόλου γάρ, φασί, τὰ εἰς ων βαρύτονα ὑπὲρ δύο συλλαβὰς διχρόνῳ παραληγόμενα, εἰ μὲν βραχὺ τὸ δίχρονον ἔχουσι, φυλάττουσι τὸ ω καὶ ἐπὶ γενικῆς, οἷον Ἀμφιτρύωνος, Δευκαλίωνος, εἰ δὲ μακρῷ διχρόνῳ παραλήγονται, συστολὴν πάσχει τὸ ω τῆς εὐθείας ἐν τῇ γενικῇ, οἷον Ἰξίονος, Μαχάονος, Ἰάσονος.

(v. 508 s.) Ἰστέον δὲ καὶ ὅτι πάνυ τὸν Μαχάονα ἐφίλουν οἱ Ἀχαιοί, ὡς ἐνταῦθα δηλοῖ ὁ ποιητής. διὸ καί, καθὰ πρὸ βραχέων Ὀδυσσεὺς περὶ τῷ Αἴαντι, οὕτω νῦν περὶ τῷ ἰατρῷ δείσαντες "μένεα πνέοντες Ἀχαιοί, μή πως πολέμοιο μετακλιθέντος", ἤτοι ῥέψαντος καὶ τροπὴν δεξαμένου, [243] ἕλοιεν αὐτόν, οἱ Τρῶες δηλαδή, οὓς ἐπισπεύδων τῇ φράσει ἐσίγησεν ὁ ποιητής, ἔσπευσαν καταγαγεῖν ἐς τὰς νῆας. ἐφιλεῖτο δὲ ὡς μὴ μόνον τοὺς πολεμίους ἀναιρῶν, ἀλλὰ καὶ τοὺς ὑπ' ἐκείνων βλαπτομένους ἀνακομιζόμενος ἰατρικῶς. Ἔτι ἰστέον καὶ ὅτι τὸ "περίδδεισαν μένεα πνέοντες Ἀχαιοί" ἐσχημάτισται μὲν ἀντιθετικῶς, δηλοῖ δέ, ὡς μένος πνέοντες ὅμως ἔδεισαν περὶ τῷ ἥρωϊ. Ὅτι εὐμεθόδως ἐνταῦθα κατὰ συμβουλὴν Ἰδομενέως ἀπέρχονται τῆς μάχης Νέστωρ τε ὁ πρὸ βραχέων εἰς αὐτὴν ἐλθὼν καὶ Μαχάων, οὗτος μὲν βληθείς, ὡς ἐρρέθη, καὶ μηκέτι πολεμεῖν ἔχων, ἐκεῖνος δὲ ἀπάγων αὐτὸν ἐς νῆας, ἵνα καὶ οὕτως ἐνδεὴς εἴη ἀριστέων ἡ κατὰ τοὺς Ἀχαιοὺς μάχη.

(v. 512 s.) Κεῖται δ' ἐνταῦθα καὶ τὸ παραβαίνειν, οὔτε ἐπὶ ὁπλίτου, καθὰ σύνηθες, οὔτε ἐπὶ ἡνιόχου, ἀλλ' ἁπλῶς ἐπὶ τοῦ ἀναβῆναι εἴς τινος ἅρμα καὶ παρ' ἐκείνῳ εἶναι. οὕτω γὰρ ὁ Μαχάων ἄρτι βεβλημένος παραβαίνει ἐν τῷ τοῦ Νέστορος ἅρματι, ὡς δηλοῖ τὸ "ἄγρει, σῶν ὀχέων ἐπιβήσεο, πὰρ δὲ Μαχάων βαινέτω", καὶ "πὰρ δὲ Μαχάων βαῖνεν". εὐθὺς δὲ ἐν τῷ "ἐς νῆας δὲ τάχιστα ἔχε μώνυχας ἵππους" ἔχειν τὸ ἐλαύνειν ἐστί. καὶ σημείωσαι ὅτι κατὰ τὸ "ἔπεχε σκοπῷ τόξον", οὕτω νοεῖται καὶ τὸ "ἐς νῆας ἔχε ἵππους".

(v. 514 s.) Ὅτι τὸ "ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων ἰούς τ' ἐκτάμνειν ἐπί τ' ἤπια φάρμακα πάσσειν" οἱ πλείους μὲν γνωμικῶς νοοῦσι, τινὲς δὲ μερικῶς αὐτὸ εἰρῆσθαί φασι καὶ οὐ καθόλου κατὰ τὴν τῆς γνώμης φύσιν, λέγοντες· ἰητρὸς γάρ ἐστιν ὁ προσεχῶς ῥηθεὶς Μαχάων, ἀνὴρ πολλῶν ἀντάξιος διὰ τὰ καὶ τά. [Ἴσως δὲ οὕτω τὸν Μαχάονα σεμνολογεῖ ὁ ποιητής, ἐπειδὴ τοῖς μὴ σοφοῖς ἡ τῶν ἰατρῶν, φασί, βαθύτης καὶ λεπτολογία φορτικὴ ἐδόκει καὶ ἐγγὺς τοῦ μὴ φρονεῖν. ἀξύνετα γὰρ λαλοῦσι τοῖς μὴ φρονοῦσιν. οὕτω δὲ ὁμοίας ἁλίσκονται ἀβελτηρίας παρὰ τοιούτοις ἀνδράσι καὶ οἱ γραμματικοί, ὡς δηλοῖ Ἀθήναιος ἐν τῷ "εἰ μὴ ἰατροὶ ἦσαν, οὐδὲν ἂν ἦν τῶν γραμματικῶν μωρότερον".] Ὅρα δὲ ὅτι περὶ τραύματα εἶχεν ὁ καλὸς οὗτος Ἑλληνικὸς ἰατρός, διαίτης δὲ οὐ μέμνηται ὁ ποιητής. Φασὶ γὰρ τὸ χειρουργικὸν καὶ φαρμακευτικὸν οὔπω εὑρῆσθαι παρὰ τοῖς παλαιοῖς, τοῦ δὲ διαιτητικοῦ Ἱπποκράτην μὲν κατάρξαι, Ἡρόδικον δὲ συντελέσαι καὶ Πραξαγόραν καὶ Χρύσιππον. τινὲς δὲ τὸν Μαχάονα μὲν χειρουργεῖν [244] ἐθέλουσι, Ποδαλείριον δέ, στρατιώτην ὄντα καὶ αὐτόν, ὡς ἀλλαχοῦ δηλώσει ὁ ποιητής, ἀσκεῖν τὰ περὶ δίαιταν. τεκμήριον δὲ ὁ βασιλεὺς εἰς θεραπείαν τοῦ Μενελάου βληθέντος καλέσας τὸν Μαχάονα, οὐ μὴν τὸν Ποδαλείριον. μαρτυρεῖ δὲ καὶ τὰ ἱστορούμενα ἔπη τὰ ἐπὶ τῇ Τρωϊκῇ πορθήσει, ἐν οἷς φέρεται περὶ Ποδαλειρίου καὶ Μαχάονος, ὡς ἄμφω μὲν Ποσειδῶνος ἦσαν, "ἕτερον δ' ἑτέρου κυδίον' ἔθηκεν", ὁ Ποσειδῶν δηλαδή, "τῷ μὲν κουφοτέρας χεῖρας πόρεν ἔκ τε βέλεμνα σαρκὸς ἑλεῖν τμῆξαί τε καὶ ἕλκεα πάντ' ἀκέσασθαι, τῷ δ' ἄρ' ἀκριβέα πάντ' ἐνὶ στήθεσσιν ἔθηκεν ἄσκοπά τε γνῶναι καὶ ἀναλθέ' ὀΐσασθαι, ὅς ῥα καὶ Αἴαντος πρῶτος μάθε χωομένοιο ὄμματ' ἀστράπτοντα βαρυνόμενόν τε νόημα". Φασὶ δὲ τὸν ποιητὴν καὶ διὰ τὸ ἀπρεπὲς σιγῆσαι τὴν κατὰ δίαιταν θεραπείαν. τί γάρ, φασίν, ἔδει παραβαλεῖν πυρέττοντά τινα ἥρωα ἢ προποτιζόμενον ἢ κενούμενον τὴν γαστέρα. κωμικώτερα γὰρ ταῦτα. γελοῖος οὖν, φασί, καὶ Διονύσιος, ᾧ πεποίηται νοσῶν Ἡρακλῆς καὶ Σιληνὸς κλύζειν αὐτὸν πειρώμενος. Ἰστέον δὲ καὶ ὅτι τὸν ἰητῆρα οἱ μεθ' Ὅμηρον ἰητρόν τε λέγουσι καὶ ἰατρόν, καὶ ὅτι οὐ μόνον κατὰ γένος ἀρρενικὸν ἰατρός, ἀλλὰ καὶ θηλυκῶς. Φησὶ γοῦν Αἴλιος Διονύσιος ἰατρὸν γυναῖκα, Ἄλεξις δὲ ἰάτριαν. ἡ δὲ ἰατρίνη οὐχ' Ἑλληνικόν, φησί. παρὰ δὲ τοῖς Τεχνικοῖς κεῖται καί, ὅτι ὁ μὲν Ὦρος οὐχ' Ἑλληνικὴν λέξιν τὴν ἰατρίνην εἶναί φησιν, Ἀλέξανδρος δὲ ὁ Κοττυαεύς, πρὸς ἀκρίβειαν λαλῶν, μὴ Ἀττικὴν εἶναι αὐτὴν λέγει.

(v. 515) Τὸ δὲ "ἰοὺς ἐκτάμνειν" κινδυνώδεις βολὰς δηλοῖ, οὐ γὰρ ἐξ ἀνάγκης πάντες ἰοὶ ἐκτέμνονται, ἀλλ' οἱ πλείους ἐξέλκονται σῶοι. εἰ μὴ ἄρα διὰ τοῦ ἰοῦ τὸ ἐξ αὐτοῦ τραῦμα δηλοῦται. καὶ ὅμως οὐδὲ πᾶν τραῦμα ἐκτάμνεται. Τὸ δὲ "ἤπια", εἰ καὶ ἀπὸ τοῦ ἥδω γίνεται κατά τινας, ἀλλὰ ψιλοῦται, ὡς καὶ ἡ συναλιφὴ δηλοῖ τὸ "ἐπί τ' ἤπια φάρμακα", καὶ ἴσως μὲν ὡς Αἰολικόν, ἴσως δὲ καὶ καθ' ὁμοιότητα τοῦ ἠπεροπευτής, ἠπεδανός, ἠπύτα κῆρυξ καὶ τῶν ὁμοίων. εἰ δέ [245] τις φιλονεικοίη γράφων, "ἐπί θ' ἥπια", ἵνα δασύνῃ τὸ ἤπιος, ἴστω πρὸς τὴν τῶν παλαιῶν ἀντιγράφων ἀκρίβειαν ἀπομαχόμενος, αἰδείσθω δὲ καὶ τὸ "ὀδύναι κατηπιόωντο βαρεῖαι". Ὅρα δὲ καὶ τὸ φάρμακα πάσσειν. δηλοῖ γὰρ οὐκ ἀλείμματα, πάσματα δὲ ἀπὸ ῥιζῶν ἢ ὅλως φυτῶν τρίψεως, ὡς καὶ ἀλλαχοῦ φανήσεται. Ὅτι δὲ καὶ πατρῴα τέχνη τῷ Μαχάονι τὸ ἰατρεύειν, καὶ ὅτι εὐγενὴς ὁ ἀνήρ, ἢ καὶ κατὰ μῦθον θεῖον γένος ὡς Ἀσκληπιάδης, δηλοῖ μετ' ὀλίγα ὁ ποιητής, εἰπὼν αὐτὸν "Ἀσκληπιοῦ υἱόν, ἀμύμονος ἰητῆρος". [Καινὸν δ' οὐδὲν θεογενῆ, ὡς ἂν Σοφοκλῆς εἴποι, νομισθῆναι τὸν Μαχάονα καὶ πρὸ αὐτοῦ τὸν πατέρα τὸν Ἀσκληπιόν. τὸ γὰρ τῆς ἰατρικῆς χρήσιμον τοιούτους νοεῖσθαι ὑπέβαλε τοὺς ἰητῆρας. Μενεκράτης οὖν, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, ὁ Συρακούσιος, Ζεὺς ἤθελεν ἐπιλέγεσθαι, ὡς οἷα μόνος αἴτιος τοῦ ζῆν διὰ τὸ εὖ ἰατρεύειν. ὃς καὶ Φιλίππῳ ἐπιστείλας προέγραψε "Μενεκράτης Ζεὺς Φιλίππῳ χαίρειν", καὶ ἀλαζονευσάμενος σὺν ἄλλοις ῥήμασι καὶ ὅτι Ζεὺς ἐγὼ ἀνθρώποις βίον παρέχων, ἐσκώφθη εὐφυῶς, ἐπιστείλαντος Φιλίππου καὶ προσφωνήσαντος ὡς μελαγχολῶντα τὸ "Φίλιππος Μενεκράτει ὑγιαίνειν", ἤγουν φρονεῖν. Ἔπαιξε δὲ κατ' αὐτοῦ ὁ βασιλεὺς καὶ ἐν δείπνῳ τὸ περιᾳδόμενον, οὐ παραθεὶς ἐδώδιμα, καθὰ τοῖς ἄλλοις, ἀλλὰ θυμιῶν διὰ τῶν παίδων καὶ σπένδων ὅσα καί τινι θεῷ. Καὶ θεραπεύων δέ, φασίν, ἱερὰς νόσους ἠνάγκαζε τοὺς ὑγιαζομένους κατατίθεσθαι, ὡς ὑπακούσονται αὐτῷ οἷα δοῦλοι περισωθέντες. καὶ τοίνυν ἠκολούθουν, ὁ μέν τις Ἡρακλέους σκευὴν ἔχων καὶ καλούμενος Ἡρακλῆς, ἄλλος δὲ χλαμύδα εἶχε καὶ κηρύκειον καὶ πτερὰ ὡς Ἑρμῆς, καί τις θεραπευθεὶς Ἀπόλλων ἦν. ἐν δὲ τοῖς καὶ Ἀσκληπιοῦ τις ἀναλαβὼν στολὴν συμπεριεφθείρετο, φασίν. αὐτὸς δ' ὁ Ζεύς, πορφύραν ἠμφιεσμένος καὶ στέφανον χρυσοῦν φορῶν καὶ σκῆπτρον κρατῶν, περιῄει μετὰ τοῦ θείου χοροῦ. καὶ οὕτω μὲν ταῦτα.]

(v. 518) Ὡς δὲ ὁ μῦθος θεοῖς ἐντάττει τὸν Ἀσκληπιόν, καὶ ὡς Ἤπιος τὰ πρῶτα καλούμενος Ἀσκληπιὸς μετεκλήθη, καὶ διὰ τί τοῦτο, καὶ ὡς καινότερον ὀξύνεται ὁ Ἀσκληπιός ἐν τῇ συνθέσει, ὁ πρὸ ταύτης ἐν τῷ Ἤπιος ὀξυτονούμενος, ἀλλαχοῦ δεδήλωται. Περὶ δὲ τοῦ "ἀμύμονος" φασὶν οἱ παλαιοί, ὡς τὸ τοιοῦτον ἐπίθετον θνητοῖς ὁ ποιητὴς ἐπιλέγει. διὸ καὶ τὸν παρῄορον Πήδασον, τὸν τοῦ Ἀχιλλέως ἵππον, ὡς θνητὸν ἀμύμονα λέγει, διαστέλλων αὐτὸν τῶν ζυγιτῶν, οὓς ὁ μῦθος [246] ἀθανάτους ληρεῖ. Ὅρα δὲ ὅτι τὸ "Ἀσκληπιοῦ υἱός" καὶ ἑξῆς, ἐξὸν ὂν προσκολληθῆναι τοῖς ἄνω, ὅμως μεμέρισται κατωτέρω, ἴσως μὲν κατὰ σχεδιασμόν, μάλιστα δὲ κατ' ἔθος Ὁμήρου, εἰωθότος διαφόροις τόποις μερίζειν τὰς ἱστορικὰς ἀκολουθίας. [(v. 519 s.) Ὅτι ἐν τῷ "μάστιξε δ' ἐλάαν, τὼ δ' οὐκ ἄκοντε πετέσθην νῆας ἐπὶ γλαφυράς. τῇ γὰρ φίλον ἔπλετο θυμῷ" τὸ μὲν πετέσθην ὑπερβολῆς τρόπῳ τάχος ἵππων δηλοῖ, ὧν καὶ τοὔνομα παρὰ τὸ ἵπτασθαι ποσί, τὸ δὲ "οὐκ ἄκοντε" ἀρετή ἐστιν ἵππων. οὐ γὰρ ἀτεχνῶς κεντρηνεκέες εἰσίν, ἀλλ' εἰ καὶ μαστίζονται, ὅμως ἄλλως ἀκέντητον δέμας ἔχειν δοκοῦσι κατά γε τὸ εὐψύχως θέειν. Τὸ δὲ "τῇ γάρ", ἤγουν ἐνταῦθα, "φίλον ἔπλετο θυμῷ" εὐπειθεῖς ἐμφαίνει τοὺς ἵππους εἶναι, ὡς εὐστοχοῦντας τοῦ ποθουμένου τῷ ἡνιοχοῦντι, καὶ ἅμα καὶ τεχνίτην εἶναι ἡνιοχείας ὑποσημαίνει τὸν γέροντα, ὡς ἀπευθύνοντα τὸ ἅρμα ὅποι φίλον αὐτῷ. Καὶ ὅρα ὡς τὸ ῥηθὲν κόμμα δεξιῶς ὁ ποιητὴς παρέθετο, νοῦν τε ἔχον ἀγαθὸν καὶ ἀναπληροῦν ἔπους ὁλότητα. Δῆλον δ' ὅτι τὸ "μάστιξε δ' ἐλάαν" παρῴδησε Διογένης, παρωσάμενος μὲν προκειμένας ἐλάας, ἤγουν καρποὺς ἐλαίας, ἁψάμενος δὲ ὄψου πολυτελοῦς.]

(v. 521 s.) Ὅτι δηλῶν Ὅμηρος, ὡς καὶ ἐπὶ ἡνιόχου λέγεται τὸ παραβεβηκέναι, φησὶ "Κεβριόνης Ἕκτορι παρβεβαώς". καὶ φαίνεται οὐκ ἀλλόκοτόν τι εἶναι παραβάτην καὶ τοῦτον κληθῆναι, ἴσως μὲν διότι καὶ αὐτὸς καθ' ἑαυτὸν ὁ Κεβριόνης παραβάτης ἦν ἐν ἅρματι ἄλλῳ στρατιωτικῶς, εἰ καὶ νῦν διὰ τὸν Ἕκτορα ἡνιόχευε, μάλιστα δὲ διότι ὁ ἐν πολέμῳ ἀγαθὸς ἡνίοχος οὐδὲν ἂν ἐλάττων εἴη παραιβάτου. ὥσπερ οὖν καὶ ὁ παραιβάτης κρείττων ἂν εἴη, ἐὰν καὶ ἡνιοχεῖν εἰδείη. διὰ τοῦτο γάρ, ὡς ἀλλαχοῦ εἴρηται, καὶ ἐπαλλάσσουσιν ἀλλήλοις τὰ ὀνόματα ὡς ἐνδεχόμενα συνυπάρχειν. καὶ νῦν μὲν ὁ ἡνίοχος παραβεβηκέναι λέγεται, ἐν δὲ ἄλλοις ὁ Ἕκτωρ ἐν παραιβάταις ἄριστος ὢν ὅμως, ὡς καὶ ἱππόδαμος, θρασὺς ἡνίοχος λέγεται.

(v. 524) Ὅτι ἐσχατιὰν φανερῶς ἐνταῦθα ὁ ποιητὴς τὸ ἁπλῶς ἔσχατον μέρος λέγει ἐν τῷ "ὁμιλέομεν Δαναοῖς ἐσχατιῇ πολέμοιο". οὔκουν ἐπὶ ἀγροτικῆς μόνης ἐσχατιᾶς κυριολεκτεῖται κατὰ τοὺς ὕστερον, καὶ μάλιστα τῆς ἀπῳκισμένης, ὡς ἐκείνοις δοκεῖ.

(v. 524-530) Ὅτι φράσις ἐναγωνίου πολέμου τὸ "οἳ δὲ δὴ ἄλλοι ὀρίνονται ἐπιμὶξ ἵπποι τε καὶ αὐτοί", ὁ δεῖνα δέ, ὡς ἐνταῦθα ὁ Αἴας, "κλονέει, εὖ δέ μιν ἔγνων· εὐρὺ γὰρ ἀμφ' ὤμοισιν ἔχει σάκος. ἀλλὰ καὶ ἡμεῖς κεῖσε ἵππους ἰθύνομεν, ἔνθα μάλιστα ἱππῆες πεζοί τε κακὴν ἔριδα προβαλόντες ἀλλήλους ὀλέκουσι, βοὴ δ' ἄσβεστος ὄρωρεν", ἡ καὶ προρρηθεῖσα.

(v. 529) Ὅρα δέ, ὅτι τὸ "ἱππῆες πεζοί τε" ἶσόν ἐστι τῷ ἀνωτέρω [247] ῥηθέντι "ἵπποι τε καὶ αὐτοί".

(v. 525) Τὸ δὲ "ὀρίνονται" ταὐτόν ἐστι τῷ κλονοῦνται, ὡς δηλοῖ ἐπαχθὲν τὸ "Αἴας δὲ κλονέει", ἵνα νοῆται καὶ νῦν ὡς ὁ κλονέων ὀρινομένους κλονεῖ, ὅ ἐστι κλονουμένους.

(v. 526) Ἐν δὲ τῷ "εὖ δέ μιν ἔγνων" καὶ ἑξῆς, ὅρα ὡς ἀπὸ τῆς ἀσπίδος ὁ ἥρως γνωρίζεται, καθά που καὶ ἄλλοι ἐκ τῶν ὅπλων εἰσὶν ἐπίσημοι, ὡς καὶ ὁ Νέστωρ ἐκ τῆς χρυσῆς ἀσπίδος.

(v. 529) Τὸ δὲ "ἔριδα προβαλόντες", ἀντὶ τοῦ [προρρίψαντες,] προθέμενοι, ἐκφήναντες, καὶ ἐκ τοῦ δυνάμει προαγαγόντες εἰς ἐνέργειαν.

(v. 532 s.) Ὅτι σπουδῆς ἡνιοχικῆς δηλωτικὸν τὸ "ἵμασε καλλίτριχας ἵππους μάστιγι λιγυρῇ".

(v. 532 s.) Τί δὲ ὄφελος τῆς λιγυρᾶς μάστιγος, ἐμφαίνει ἐπάγων "οἳ δὲ πληγῆς ἀΐοντες ῥίμφα ἔφερον ἅρμα". Ἐκφοβεῖ γὰρ ἵππους μάστιξ λιγὺ κλάζουσα. Πάνυ δὲ γοργὸν τὸ "πληγῆς ἀΐοντες", οἷα ξυνεξακουομένου τῇ ἀκοῇ καὶ τοῦ ἐκ τῆς πληγῆς ἄλγους. Σημείωσαι δὲ ὅτι ἐν ῥητορικῷ Λεξικῷ εὕρηται ῥητῶς ταῦτα· λιγαίνειν τὸ τύπτειν, ὥσπερ ἡμεῖς, φησί, τὸ ξαίνειν. ἀφ' οὗ κατ' ἄλλον Λεξιγράφον ξάνιον τὸ κτένιον. εἴη ἂν οὖν λιγυρὰ μάστιξ καὶ τὸ κατ' αὐτὴν λιγὺ ὅμοιά τινα πρὸς τὸ τοιοῦτον λιγαίνειν.

(v. 534-537) Ὅτι ἀλλαχοῦ περὶ ἀνδρῶν εἰπών, ὡς ἔβησαν "ἂν φόνον ἂν νέκυας διά τ' ἔντεα καὶ μέλαν αἷμα", ἐνταῦθα οὕτω φράζει περὶ ἵππων "στείβοντες νέκυάς τε καὶ ἀσπίδας. αἵματι δ' ἄξων νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον, ἃς ἄρ' ἀφ' ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον, αἵ τ' ἀπ' ἐπισσώτρων", τῶν καὶ ἀλλαχοῦ κειμένων.

(v. 537-539) Θάρσους δὲ ἀνδρείου δηλωτικὸν τὸ "ὃ δέ", οἷον ὁ Ἕκτωρ, "ἵετο δῦναι ὅμιλον ἀνδρόμεον, ῥῆξαί τε μετάλμενος, ἐν δὲ κυδοιμὸν ἧκε κακόν, μίνυνθα δὲ χάζετο δουρός", οἷα δηλαδὴ ταχὺ ἐπιφανεὶς εἰς μάχην.

(v. 534) Ἰστέον δὲ ὅτι ἐν τῷ "στείβοντες νέκυας" καὶ ἑξῆς, ὡς εἴρηται, σχῆμά ἐστι συλλογισμός. ἔνθα γὰρ τοιαῦτα γίνεται, συλλογιστέον, ὅσοι ἔκειντο νεκροί. ἐμφαίνεται γὰρ τὸ πλῆθος ἐκ τοῦ μὴ γῆν στείβεσθαι, ἀλλὰ νεκροὺς καὶ ὅπλα. Στείβειν δὲ καὶ νῦν τὸ πατεῖν, ἐξ οὗ καὶ στίβος ὁ πάτος, ἤγουν ἡ ὁδός, καὶ στιβὰς κυρίως ἡ πεπιλημένη καὶ οἷον καταπεπατημένη στρωμνή.

(v. 535) Τὸ δὲ "αἳ περὶ δίφρον" διαστέλλει αὐτὰς τῶν περὶ τοὺς τροχούς.

(v. 536) Ῥαθάμιγγες δὲ ποιητικῶς λεπταὶ σταγόνες, μικροὶ αἱματηροὶ θρόμβοι, παρὰ τὸ ῥᾷον θαμίζειν. καὶ τοιοῦτον μὲν αἱ ῥαθάμιγγες, ὧν ἴσως [248] ῥῆμα τὸ ῥαθαμίζειν, ἕτερον παντελῶς ὂν παρὰ τὸ ῥαθαπυγίζειν. ἐκεῖνο γὰρ οὐκ ἀπέοικε τοῦ "λὰξ ποδὶ κινεῖν" ὅπερ ἐν Ὀδυσσείᾳ κεῖται. Ἔστι γάρ, φασί, σκινθαρίζειν μὲν τὸ τῷ μέσῳ δακτύλῳ παίειν μυκτῆρά τινος, ῥαθαπυγίζειν δὲ τὸ σιμῷ τῷ ποδὶ τὸν γλουτὸν παίειν. οὗ χρῆσις παρὰ τῷ Κωμικῷ ἐν τῷ "τὰς πρεσβείας ἀπελαύνεις ἐκ τῆς πόλεως ῥαθαπυγίζων".]

(v. 537 s.) Τὸ δὲ "δῦναι ὅμιλον ῥῆξαί τε" πρωθύστερον σχῆμά ἐστι. δεῖ γὰρ πρῶτον ῥῆξαι ὅμιλον, εἶτα δῦναι αὐτόν. Τὸ δὲ "ὅμιλον ἀνδρόμεον ῥῆξαι" ῥηξήνορα ἑρμηνεύει ἄνδρα, τὸ ῥῆξαι γὰρ καὶ τὸ ἀνδρόμεον τὴν τοῦ ῥηξήνορος χορηγοῦσι σύνθεσιν. Ὅρα δὲ ὡς οὐ μόνον ἀνδρόμεον ἐν Ὀδυσσείᾳ κρέας, ἀλλ' ἰδοὺ καὶ ἀνδρόμεος ὅμιλος.

(v. 540-542) Ὅτι καθὰ πρὸ μικροῦ ὁ Ἀγαμέμνων, οὕτω νῦν ὁ Ἕκτωρ τὰς τῶν ἀνδρῶν στίχας ἐπεπωλεῖτο "ἔγχεΐ τ' ἄορί τε μεγάλοισί τε χερμαδίοισιν. Αἴαντος δ' ἀλέεινε μάχην Τελαμωνιάδαο", εἰδὼς ἑαυτόν, κἂν ἄλλως τῇ εὐτυχίᾳ ἐξῄρετο. Καὶ ὅμως ὁ ποιητὴς τρέψει ἀναγκαίως εὐθύς, καθὰ καὶ τοὺς ἄλλους, οὕτω καὶ τὸν τηλικοῦτον Αἴαντα εἰς εὐσχήμονα φυγήν, ὡς δηλωθήσεται.

(v. 541) Ὅρα δὲ καὶ ἐνταῦθα καίρια πάρισα ἐν τῷ "ἔγχεϊ" καὶ "ἄορι" καὶ "μεγάλοισι χερμαδίοισι", καλῶς τὸ καλὸν φράζοντος τοῦ ποιητοῦ. οὕτω δὲ πάρισα μετ' ὀλίγα καὶ τὸ "τύπτουσι ῥοπάλοισι, βίη δέ τε νηπίη αὐτῶν". Τὸ δὲ "μεγάλοις" ἔχει τι καὶ αὐτὸ συλλογισμοῦ. μεγάλη γὰρ χεὶρ ἡ τὸ μέγα χωροῦσα χερμάδιον.

(v. 542) Τὸν δὲ νῦν Τελαμωνιάδην ἀναλύων ὁ ποιητὴς μετ' ὀλίγα Τελαμώνιον υἱὸν λέγει.

(v. 544-547) Ὅτι σεμνύνων τὴν τοῦ Αἴαντος φυγὴν ὁ ποιητὴς οὔτε προτροπάδην αὐτὸν ποιεῖ φεύγοντα, καὶ οὐδὲ ὑπὸ ἀνδρὸς ἀλλὰ Διὸς τραπέντα. Φησὶ γοῦν "Ζεὺς δὲ πατὴρ Αἴαντι ὑψίζυγος ἐν φόβον ὦρσε. στῆ δὲ ταφών. ὄπιθε δὲ σάκος βάλεν ἑπταβόειον", ἤγουν ἑπτάβυρσον, ἑπτάπτυχον, τὸ πολυλάλητον. "τρέσσε δὲ παπτήνας ἐφ' ὁμίλου, θηρὶ ἐοικὼς ἐντροπαλιζόμενος ὀλίγον γόνυ γουνὸς ἀμείβων".

(v. 548-557) Εἶτα πλατύνων τὸ "θηρὶ ἐοικώς" καὶ ἅμα καὶ ἑρμηνεύων, ὅτι θῆρα τὸν λέοντα κατ' ἐξοχὴν εἶπεν, ἐπάγει παραβολὴν ταύτην "ὡς δ' αἴθωνᾳ λέοντα βοῶν ἀπὸ μεσαύλοιο ἐσσεύοντο", τουτέστι μετῆλθον, ἐδίωξαν, "κύνες τε καὶ ἀνέρες ἀγροιῶται, οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι, πάννυχοι ἐγρήσσοντες, ὃ δὲ κρειῶν ἐρατίζων ἰθύει, ἀλλ' οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες ἀντίοι ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ. ἠῶθεν δ' ἀπὸ νόσφιν ἔβη τετιηότι θυμῷ. ὣς Αἴας τότε ἀπὸ Τρώων τετιημένος ἦτορ ἤϊε", τουτέστιν ἀπῄει, "πολλ' ἀέκων". διὰ τί; "περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν", ἤγουν περιττῶς ἐδεδίει ὑπὲρ τῶν νηῶν. Καὶ ὅρα καὶ ταύτην τὴν παραβολὴν παρ' ὀλίγον ὅλην ὅλῳ ἡρμοσμένην τῷ πράγματι. δίχα γὰρ τοῦ ἐπαφιεμένου [249] πυρὸς τῷ λέοντι τὰ λοιπὰ ἥρμοσται, καὶ μάλιστα καθότι ἐκεῖνος καὶ οὗτος τετιημένῃ ψυχῇ ἀπέρχονται. Σημείωσαι δὲ καὶ ὅτι οὐχ' ἁπλῶς εἴκασε τὸν Αἴαντα λέοντι, ἀλλὰ πεινῶντι. [Τὸ γὰρ "κρειῶν ἐρατίζων" ταὐτόν ἐστι τῷ πεινῶν".] Ὃν ἀνδρῶν πολυχειρία μόλις ἐξεφόβησε, καὶ ὅτι σωτήριος Ἀχαιοῖς ἡ τοῦ Αἴαντος ἀναχώρησις, φεύγουσιν ἐν ἀδείᾳ. ἦν γὰρ τότε, ὡς ῥηθήσεται, τοὺς μὲν Τρῶας κωλύων ἐμπίπτειν ταῖς ναυσί, τοὺς δὲ Ἕλληνας ἀναχωρεῖν προτρεπόμενος.

(v. 558-563) Καὶ ὅτι δευτέραν ἐπιφέρων παραβολὴν τὸν λέοντα Αἴαντα ὄνῳ εἰκάζει, ὃν ληΐῳ ἐπιθέμενον μόλις παῖδες πολλὰ τύψαντες ἐξήλασαν μετὰ κόρον. Παρείληπται δὲ κατὰ τοὺς παλαιοὺς ὁ μὲν λέων πρὸς τὸ γενναῖον τῆς πράξεως, ὁ δὲ πληγῶν ἐθὰς ὄνος πρὸς τὴν ὑπομονήν. φονεύει μὲν γὰρ ὁ Αἴας ὡς λέων, ὑποχωρεῖ δὲ ὀκνῶν ὡς ὄνος, περιφρονῶν τοὺς Τρῶας ὡς παῖδας, ὥστε παραλαμβανομένων ὡς ἐπὶ πολὺ τῶν παραβολῶν, ὥς φασιν οἱ παλαιοί, τριῶν ἕνεκεν, αὐξήσεως, ἐνεργείας, σαφηνείας, ἡ μὲν τοῦ λέοντος παραβολὴ δι' αὔξησιν παρείληπται, ἡ δὲ τοῦ ὄνου καὶ τὴν ἡρωϊκὴν ἐνέργειαν παρασημαίνει καὶ διασαφεῖ δὲ τὸ τοῦ ἥρωος βέβαιον καὶ ἀνένδοτον. Καὶ ἄλλως δέ, ἡ μὲν πρώτη παραβολὴ λέοντι τὸν Αἴαντα εἴκασεν ἐπιθυμοῦντι μὲν κρεῶν, οὐδὲν δὲ πράξαντι, ἡ δὲ δευτέρα ὄνῳ ἐξελαθέντι μέν, πλὴν ἐπειδὰν ἐκορέσατο. Ἔχει δὲ ἡ κατὰ τὸν ὄνον παραβολὴ οὕτως "ὡς δ' ὅτ' ὄνος παρ' ἄρουραν ἰὼν ἐβιήσατο παῖδας νωθής, ᾧ δὴ πολλὰ περὶ ῥόπαλ' ἀμφὶς ἐάγη, κείρει τ' εἰσελθὼν βαθὺ λήϊον· οἱ δέ τε παῖδες τύπτουσι ῥοπάλοισι, βίη δέ τε νηπίη αὐτῶν. σπουδῇ τ' ἐξήλασαν ἐπεί τ' ἐκορέσσατο φορβῆς· ὣς τότ' ἔπειτ' Αἴαντα μέγαν Τελαμώνιον υἱὸν Τρῶες καὶ ἐπίκουροι νύσσοντες ξυστοῖσι μέσον σάκος αἰὲν ἕποντο". Καὶ τοιαύτη μὲν καὶ ἡ παραβολὴ αὕτη, ληφθεῖσα πρὸς τὸ τοῦ ἥρωος νωθὲς εἰς φυγήν, ὥσπερ ἡ πρὸ αὐτῆς πρὸς τὸ ἐκείνου θρασὺ καὶ ἀνδρεῖον εἴληπται.

(v. 566-568). Τὰ δὲ ἐφεξῆς γραφησόμενα κέκραται κατὰ τὰς ῥηθείσας παραβολάς. Τὸ μὲν γὰρ μεμνῆσθαί ποτε ἀλκῆς τὸν Αἴαντα ὑποστρεφθέντα, λεοντῶδές ἐστι. Τὸ δὲ αὖθις τροπᾶσθαί που φεύγειν, ὡς μετ' ὀλίγα ῥηθήσεται, καὶ ὄνος ἂν πάθοι.

(v. 544) Τῶν δὲ ῥηθέντων τὸ μὲν "ὑψίζυγος", καθὰ καὶ ἀλλαχοῦ δηλοῦται, τὸ τοῦ Διός, ἤγουν τῆς εἱμαρμένης, ἀμφιρρεπὲς δηλοῖ, ὡς ἀπὸ τῶν ταλαντιαίων ζυγῶν, ἃ τιταίνει ὁ τοιοῦτος Ζεύς, ὡς ἐν ἄλλοις φράζει ὁ ποιητής.

(v. 545) Τὸ δὲ ταφών οὐχ' ἁπλῶς δειλίαν κατηγορεῖ τοῦ Αἴαντος, ἀλλὰ θάμβος ἐκείνου δηλοῖ καὶ οἷον θελκτικὴν ἔκ‹ς›τασιν, ὃς καὶ σάκος ὄπιθε βάλλει, ὅ ἐστι [250] τίθησιν ἢ ῥίπτει, φυλάττων τὸ μετάφρενον. [Δίχα δὲ τοῦ σίγμα κἀνταῦθα, ὡς καὶ ἐν ἄλλοις τὸ "ὄπιθεν".]

(v. 546) Τρέσσε δὲ τὸ τρόμον ἔπαθε. Παπταίνειν δὲ τὸ πάντῃ διαπεταννύειν, ἤγουν ὧδε καὶ ἐκεῖ, τὴν θέαν.

(v. 547) Ἐντροπαλιζόμενος δὲ ὁ συχνὰ ἐπιστρεφόμενος, ὡς μετ' ὀλίγα ἑρμηνεύσει ὁ ποιητής, καὶ προνοούμενος, μὴ ἐκ τῶν ὄπισθεν πάθοι πληγήν. ἢ ὁ εἰς ἑκάτερα τρεπόμενος, ἤγουν στρεφόμενος, εἴς τε τὸ φεύγειν καὶ εἰς τὸ ὁρμᾶν. οὕτω δέ φασι καὶ τὸν λέοντα φεύγειν μετὰ φρονήματος, ὃς καὶ αὐτὸς ὀλίγον γόνυ γουνὸς ἀμείβει οὐκ ἐπιτρέπων ἑαυτὸν τοῖς ποσίν. Ἔστι δὲ ἀμείβειν γόνυ γουνὸς τὸ βραχὺ προποδίζειν καὶ μὴ μακρὰ βιβάζειν κατὰ τοὺς ἢ θρασέως διώκοντας ἢ ἀμεταστρεπτὶ φεύγοντας. Φύσει δὲ στάσιμος ὁ Αἴας καὶ οὐ ποδώκης διὰ τὸ πάνυ πολὺ τοῦ μεγέθους, διὸ καὶ ὄνῳ εἴκασται καὶ βουγάϊός που σκώπτεται. Σημείωσαι δὲ καὶ ὅτι τὸ μὲν προϊέναι ἠρέμα ὀλίγον γόνυ γουνὸς ἀμείβειν εἶπεν Ὅμηρος, τὸ δὲ οὕτως ἀναποδίζειν ἐπὶ σκέλος χωρεῖν ἢ ἀνάγειν εἶπον οἱ μετ' αὐτόν, ἤγουν ἠρέμα ὀπίσω χωρεῖν. ἐν δὲ κατὰ στοιχεῖον Λεξικῷ καὶ ὀπισαμβώ εὕρηται ἡ εἰς τοὐπίσω ἀναχώρησις.

(v. 548) Αἴθων δὲ λέων, ὡς πολλαχοῦ δηλοῦται, ὁ διάπυρος. εἴ τί που δὲ καὶ ἄλλο χρήσιμον εἰς τοῦτο, προείρηται. [Παρὰ δὲ τοῖς παλαιοῖς φέρεται καὶ ταῦτα· αἴθων βοῦς, καὶ σίδηρος αἴθων, καὶ ἄνθρωπος δέ ποτε, καὶ λέων. ἐρρέθη δὲ ἰδίως Αἴθων καὶ Ἐρυσίχθων ὁ Μυρμιδόνος διὰ τὸ εἶναι, φασί, βορᾶς ἄπληστος, καὶ αἴθειν, ὅ ἐστι κατακαίειν. ὅθεν καί τις ἕτερος πολυφάγος κεραυνὸς ἐκαλεῖτο, ἐπεὶ κατά τινα ποιητὴν ἀβάτους ἐποίει τὰς τραπέζας κατασκήπτων αὐταῖς τῇ γνάθῳ. Ὅρα δὲ ὡς αἴθωνες μὲν οἱ εἰρημένοι, αἶθοψ δὲ οὐδεὶς αὐτῶν λέγοιτ' ἄν, ἀλλὰ τοὔνομα τοῦτο οἴνῳ μέλανι ἐπιτίθεται πρὸς ἔπαινον. δυναμικώτατος γάρ, φασίν, ὁ μέλας οἶνός ἐστι, καὶ μένων ἐν ταῖς ἕξεσι τῶν πινόντων πλεῖστον χρόνον, ὁ δὲ λευκὸς ἀσθενής ἐστι καὶ λεπτός, ὁ μέντοι κιρρός, ξηραντικὸς ὤν, πέττει ῥᾷον. Ὡς δὲ μέλας οἶνος παρὰ Χίοις πρώτοις ἐγένετο, οἳ καὶ φυτεύειν καὶ θεραπεύειν τοιαύτας ἀμπέλους πρῶτοι ἐπέβαλον, μαθόντες παρὰ Οἰνοπίωνος υἱοῦ Διονύσου, [251] καὶ τοῖς ἄλλοις ἀνθρώποις μετέδωκαν, Θεόπομπος, φασίν, ἱστορεῖ.] Μέσαυλον δὲ ἡ καὶ αὐλὴ καὶ ἔπαυλις καὶ αὖλις. λέγεται δὲ καὶ ἐπὶ ἀνθρωπίνης οἰκήσεως, ὡς δηλοῖ τὸ "ὅτε οἱ μέσαυλον ἵκοντο". οἱ δὲ παλαιοὶ σημειοῦνται, ὡς Ἀττικοὶ μὲν τὴν μέσην θύραν μέσαυλόν φασι, μάλιστα μὲν οὖν τὴν μέσην δυοῖν αὐλαῖν, ὥς φησιν Αἴλιος Διονύσιος, ἣν καὶ μέταυλον αὐτὸς λέγει πρὸς ὁμοιότητα τοῦ μεθόριον καὶ μεταίχμιον. παρὰ δὲ τῷ ποιητῇ μέσαυλος ἐπὶ ἀγροικικῆς λέγεται κατοικίας ἤτοι ἐπαύλεως ἢ μάνδρας. ἐπὶ δὲ μὴ τοιούτου καταλύματος τάξις αὕτη, ὡς καὶ ἀλλαχοῦ φαίνεται, ἑρκίον, αὐλή, αἴθουσα, πρόδομος, δόμος, καὶ τὸ ἐνδοτάτω, θάλαμος. ἦν δέ, φασί, καὶ μεσαύλιον, κροῦμά τι μεταξὺ τῆς αὐλῆς αὐλούμενον.

(v. 549) Τὸ δὲ "ἀγροιῶται" ἀπὸ τοῦ ἀγρόται γίνεται κατὰ διπλῆν ἐπένθεσιν τοῦ τε ι καὶ τοῦ ω μεγάλου, δοκεῖ δὲ ὑποκρίνασθαι τοῦτο ἀναλογίαν τῶν προπαραληγομένων μόνῳ τῷ ι οἷον Στρατιώτης, Ἀμβρακιώτης, Μασσαλιώτης. [(v. 550) Ἐν δὲ τῷ "οὐκ εἰῶσιν" ἀναγκαία εἰς μέτρον ἡ τοῦ ι ἐπένθεσις, ὡς καὶ ἐν τῷ εἰρύω καὶ εἰρωτῶ καὶ τοῖς ὁμοίοις.] Τὸ δὲ "βοῶν ἐκ πῖαρ ἑλέσθαι", ἤγουν ἐκλέξασθαι, ἰδιότητα θηρίων ἐμφαίνει, ὡς ἐπιλεγομένων τὸ ἐν τοῖς ἀγρευομένοις πιότερον, καθὰ δηλοῖ καὶ τὸ "μήλων αἱρεύμενος", ἤγουν τὸ ἐξαίρετον ἁρπάζων.

(v. 551) Τὸ δὲ "ἐγρήσσειν" ἐκ τοῦ ἔγρω παράγεται, ὡς ἐκ τοῦ ῥῶ τὸ ῥήσσω, αὐτὸ δὲ τὸ ἔγρω ἐκ τοῦ ἐγείρω [252] συγκέκοπται. ἀγρυπνούντων δὲ τὸ "παννύχιοι ἐγρήσσοντες". Τῷ δὲ ἐρατίζειν σύστοιχα ὁ ἐρατός καὶ ὁ ἐρατεινός, ὡς καὶ τοῦ ἰθύειν ὁ ἰθύς καὶ τὸ ἰθύ καὶ ἡ ἰθεῖα καὶ τὸ ἰθύνειν καὶ ὁ ἰθαγενής καὶ τὸ κύριον ὁ Ἰθαιμένης.

(v. 553) Θρασείας δὲ χεῖρας λέγει τὰς τῶν ἀφιέντων κατὰ τοῦ λέοντος.

(v. 554) Δεταὶ δὲ δεσμοὶ δᾴδων, τουτέστιν λαμπάδων, ἃς ὁ λέων πτοεῖται. Τοῦ δὲ τοιούτου φόβου φασὶν αἴτιον τὸ ἔνθερμον αὐτοῦ καὶ οἷον πυρῶδες, διὸ καὶ δέδιε τὸ πῦρ. διὰ τοῦτο δέ, φασίν, οὐδὲ μύει κοιμώμενος, ὡς δὲ Δημόκριτός φησιν, οὐδὲ τικτόμενος. μόνος γάρ, φασί, γεννᾶται ὁρῶν. διὰ δὲ τὴν τοιαύτην θερμότητα καὶ αἴθων, ὡς προσεχῶς ἐρρέθη, καλεῖται, καὶ οὐ μόνον, ἀλλὰ καὶ διότι τὰ ὀστᾶ αὐτοῦ πάνυ πυκνὰ καὶ στερρὰ ὄντα πῦρ ἀφιᾶσι τῇ προστρίψει, καθὰ καὶ τὰ πυρεῖα. Οὐχ' ἁπλῶς δὲ αἱ λαμπάδες δεταί, ἀλλὰ ὁμοῦ αἱ καιόμεναι δεταί. ἄλλως γὰρ κατὰ τοὺς παλαιοὺς δεταὶ αἱ συνδεδεμέναι φρυγανίδες, αἳ ῥᾳδίως ἐξαπτόμεναι καὶ ἐπιρριπτόμεναι φοβοῦσι τὸν λέοντα.

(v. 555) Τὸ δὲ "ἠῶθεν" ἰδιότητα θηρίων δηλοῖ, ἅπερ ὁλονύκτια παρρησιασάμενα μεθ' ἡμέραν οἴχονται.

(v. 557) Τὸ δὲ "πόλλ' ἀέκων" ἀντὶ τοῦ λίαν πάνυ ἀκουσιαζόμενος, ὡς μὴ ἀρκοῦν ὂν εἰπεῖν ἀέκων, εἰ μὴ προστεθείη καὶ τὸ πολλά. οὗ αἴτιον τὸ περὶ ταῖς ναυσίν, ὡς εἴρηται, δεδιέναι. τοῦτο δὲ καὶ προκλητικόν ἐστι τῆς τοῦ ὄνου παραβολῆς. ὃς γὰρ πόλλ' ἀέκων ἔβη ἐκ μάχης, δοκεῖ νωθρεύεσθαι κατὰ ὄνον τοῦτό γε.

(v. 558) Ὄνος δὲ κοινῶς μὲν τὸ ζῷον, [τό τε χερσαῖον καὶ ὁ ἰχθύς, ὁ καὶ ὀνίσκος καὶ βάκχος.] Ἡ δὲ ὁμωνυμία καί τι σκεῦος αὐτὸ οἶδε παρὰ τοῖς Ἀριστοτελικοῖς. καὶ ἔστιν ἀπ' αὐτοῦ ὀνεύειν ῥῆμα, περὶ οὗ Αἴλιος Διονύσιος γράφων φησίν· ὤνευον παρὰ Θουκυδίδῃ τὸ ἐκίνουν καὶ [253] περιῆγον. ὄνος γὰρ τοῦ μύλου τὸ κινούμενον, καὶ αἱ τοιαῦται μηχαναὶ ὄνος.

(v. 559) Τὸ δὲ νωθής, ὥσπερ τὸ ταχὺς ἐπὶ ἵππου, οὕτως αὐτὸ ἐπίθετον οἰκεῖον ὄνῳ, ὡς ἀργῷ φύσει καὶ ἐστερημένῳ τοῦ θέειν. ἐξ οὗ ὥσπερ ὁ νωθής, [οὕτω πως] καὶ ὁ νωθρὸς γίνεται, ὡς ἐστερημένοι τοῦ θορεῖν, ὅ ἐστι πηδᾶν. [Ἰστέον δὲ ὅτι καὶ ἕτερα μὲν ὀνόματα ἐκ τοῦ νωθής παράγονται, ἐν δὲ τοῖς καὶ κωμικὴ λέξις ὁ νώθουρος, ἤγουν ὁ νωθὴν ἔχων τὴν οὐράν, φασίν, ἐν τῷ συγγίνεσθαι. οὕτω γὰρ ἔλεγον τὸ κατ' ἄνδρας αἰδοῖον. ὁ δὲ τοιοῦτος ἀνὴρ καὶ ἄστυτος ἐλέγετο, καθὰ καὶ οἶκος ἄστυτος ὁ μὴ ἔχων ἄνδρα, ὃς ἔχοι ἂν λέγειν τὸ "στύομαι τριέμβολον", ἀλλὰ μᾶλλον τὸ Ἀστυάναξ γέγονα. ἡ δὲ εἰρημένη οὐρὰ καὶ ἀπομύζουριν παρήγαγε γυναῖκα τὴν αἰσχροποιόν, παρὰ τὸ μυζοῦν, ἤγουν θηλάζειν, οὐράν. εἰ δὲ καὶ πανδοσία ἡ τοιαύτη ἐλέγετο πρὸς παίγνιον τῆς Πανδώρας, καὶ βορβορόπη δὲ ὡς ἀκάθαρτος, παρὰ τὸν βόρβορον καὶ τὴν ὀπήν, ἄλλου ταῦτα λόγου.] Παρακείμενον δὲ τὸ "νωθής" μετὰ τὸ "παῖδας", "ἐβιήσατο" γάρ, φησί, "παῖδας νωθής", φιλοῖτο ἂν ὑπὸ τῶν ἐκδιδόντων ἄρτι τοὺς σχεδικοὺς γρίφους ὡς ἀπατήλιον τοῖς παισί.

(v. 559) Τὰ δὲ ῥόπαλα καιρία λέξις, διὸ καὶ δὶς αὐτῇ χρᾶται. γίνεται δὲ παρὰ τὸ ῥέπω διὰ τὸ μὴ ὀρθὰ εἶναι, [ἀλλά που κατὰ τὸν ἐν τῇ Τραγῳδίᾳ "σκολιὸν σκίπωνα χειρός".] ἐντεῦθεν καὶ τὴν καλαύροπα οἱ παλαιοί, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, παράγουσι, [καὶ τὸ τῆς θύρας ῥόπτρον, περὶ οὗ ἑτέρωθι δηλοῦται,] καὶ τὸ ῥοικὸν δὲ λαγωβόλον. παρείληπται δὲ τὰ ἐαγότα ῥόπαλα πρὸς ἔνδειξιν τῆς πολλῆς τοῦ ὄνου νωθείας. Τὸ δὲ "ἀμφὶς ἐάγη" ἀντὶ τοῦ κύκλῳ, πάντοθεν, [οὕτω που] καὶ ἐν τοῖς ἑξῆς τὸ "πολλοὶ ὄρχατοι ἀμφίς", ἀντὶ τοῦ ὧδε καὶ ἐκεῖ καὶ μὴ περὶ ἕνα τόπον.

(v. 560) Τὸ δὲ κείρει λήϊον, ἀντὶ τοῦ εἰς κόρον ἐσθίει, ὃς δὴ κόρος ἐκ τοῦ τοιούτου κείρειν γίνεται.

(v. 562) Διὸ καὶ ἐπῆκται τὸ "ἐπεὶ κορέσσατο φορβῆς". ἐκ τούτου δὲ καὶ τὸ κεραΐζειν, ὅπερ ἐπί τε ἄλλων καὶ ἐπὶ λέοντος δέ που εἴρηται.

(v. 560) Βαθὺ δὲ λήϊον τὸ ὑψηλὸν καὶ εὐτραφεῖς ἔχον στάχυας. Ἰστέον δὲ ὅτι τὸ λήϊον, τρέψαν [254] μὲν τὸ η εἰς α καὶ συναιρεθέν, λαῖον εὕρηται παρὰ Θεοκρίτῳ. ἄλλως δὲ κατὰ συναίρεσιν λῇον αὐτὸ παραδιδόασιν οἱ τεχνικοί. [Εἰκὸς δὲ καὶ τὸ Λάϊος τὸ κύριον ἐκ τούτου παρωνομάσθαι.]

(v. 559-561) Τὸ δὲ "παῖδες τύπτουσι ῥοπάλοις" διὰ σαφήνειαν εἴρηται τοῦ "ᾧ πολλὰ περὶ ῥόπαλα ἐάγη", ἵνα μὴ ὑπ' ἀνδρῶν ὁ ὄνος ἐνταῦθα νοηθείη ῥοπαλίζεσθαι, ἀλλ' ὑπὸ παίδων τῶν καὶ ἐν τῇ ἀρχῇ τῆς παραβολῆς κειμένων. οὕτω καὶ πρὸ ὀλίγων ἔλαφον βεβλημένον ὁ ποιητὴς εἰπὼν ἡρμήνευσε τὸ σαφὲς ἔτι σαφέστερον εἰπὼν "ὃν ἔβαλεν ἀνὴρ ἰῷ ἀπὸ νευρῆς" καὶ ἑξῆς.

(v. 561) Τὸ δὲ "νηπίη" ἐν ἄλλοις μὲν ἡλικίας ὄνομα, ἐνταῦθα δὲ ἀδυναμίαν δηλοῖ, ἵνα λέγῃ ὅτι ἡ τῶν παίδων βία οὐ κατὰ τὴν τοῦ ὄνου ἦν ἰσχύν ‑ ἐκεῖνος γὰρ γενναίως ἐβιήσατο παῖδας ‑ , ἀλλὰ νηπία ἐστίν, ὃ ἐστὶν ἀσθενὴς καὶ νηπίοις πρέπουσα, ὃ δὴ ἑτέρωθι "νηπιέη" ἔφη λόγῳ κτητικῷ.

(v. 562) Τὸ δὲ "σπουδῇ ἐξήλασαν" ἀντὶ τοῦ ἐν δυσχερείᾳ ἐδίωξαν, ὅθεν ἀλλαχοῦ ἀσπουδεὶ ἔφη τὸ δίχα πολλῆς ἀγωνίας καὶ δυσχερείας. Φορβὴν δὲ τὴν τῶν ἀλόγων λέγει τροφήν, [ὡς τῆς ἡμέρου ἀποκληρωσαμένης μάλιστα τὸ βρῶσις καὶ ἐδητύς καὶ ἐδωδή. πρωτότυπον δὲ φορβῆς τὸ φέρβειν, ἐξ οὗ καὶ γῆ φορβάς καὶ Φόρβας κύριον καὶ ἄλλα, ὧν ἑτέρωθι κεῖται δήλωσις.]

(v. 564) Ξυστὰ δὲ καὶ νῦν τὰ δόρατα ἀπὸ τοῦ περὶ αὐτὰ δευτέρου πόνου. τμηθέντα γάρ, εἶτα τὸ μὲν πρῶτον ἐκδέρονται, ὅθεν καὶ δόρατα λέγονται, τὸ δὲ δεύτερον ξύονται δι' ἐλαφρότητα καὶ ὀρθότητα. ἴσως δὲ ξυστὰ λέγονται καὶ ὡς αὐτὰ μόνα τῶν πολεμικῶν πλείονος δεόμενα ξέσεως ἢ καὶ ὡς εὔξεστα. [Πρωτότυπον δὲ τοῦ ξυστοῦ τὸ ξύειν, ἀφ' οὗ καὶ τὸ ξύλον καὶ ἡ ξυσμή. τοῦ δὲ τοιούτου ἔχεται καὶ παροιμία τὸ ξύειν τὸν ἀντιξύοντα. ἐκ τοῦ ξύω δὲ ξύσω καὶ ξύς καὶ πλεονασμῷ [255] τοῦ ο ὀξύς, ὁ θυμικός, οὗ σύνθετον πάροξυς, οἷον "οὐ μάχιμος οὐ πάροξυς οὐδὲ βάσκανος".]

(v. 565) Τὸ δὲ "αἰὲν ἕποντο" εὐφήμως εἴρηται ἀντὶ τοῦ ἐδίωκον.

(v. 566-568) Ὅτι ὁ μέγας Αἴας "ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκῆς αὖτις ὑποστρεφθεὶς καὶ ἐρητύσασκε φάλαγγας Τρώων, ὁτὲ δὲ τρωπάσκετο φεύγειν" ἢ φεύγων.

(v. 569) Εἶτα διασαφῶν τὸ "ἐρητύσασκε φάλαγγας Τρώων" φησὶ "πάντας δὲ προέεργε θοὰς ἐπὶ νῆας ὁδεύειν". Ἔνθα τὸ "πάντας" κολλητέον ἢ εἰς τὰ "προέεργεν", ἵνα λέγῃ ὅτι πάντας Τρῶας εἶργεν εἰς νῆας ὁδεύειν, ἢ μετὰ τοῦ "ὁδεύειν" συντακτέον αὐτό, ἵνα ᾖ ὁ νοῦς, ὡς εἶργεν ἐπιέναι πάντας ταῖς ναυσίν, ὃ καὶ κρεῖττον. εἴργεσθαι γὰρ ἄλλως ἐκ τῶν νηῶν οὔ τινας Τρῶας ἀλλὰ πάντας ὑφ' ἑνός, ἀπίθανον.

(v. 570 s.) Ἐπὶ δὲ τούτοις φησὶν ὁ ποιητὴς περὶ Αἴαντος τὸ "αὐτὸς δὲ Τρώων καὶ Ἀχαιῶν θῦνε μεσηγύ, ἱστάμενος", οὐ μὴν δηλαδὴ φεύγων.

(v. 571-574) Εἶτα μεγεθύνων κακὸν τὸ περὶ τὸν ἥρωά φησι "τὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν ἄλλα μὲν ἐν σάκεϊ μεγάλῳ πάγεν ὄρμενα πρόσσω, πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα λευκὸν ἐπαυρεῖν ἐν γαίῃ ἵστατο λιλαιόμενα χροὸς ἆσαι". Καὶ ταῦτα μὲν διεξοδικῶς νῦν περὶ Αἴαντός φησιν ὁ ποιητής. ἀλλαχοῦ δὲ ἐπιφωνηματικῶς φράζων φησὶ "σάκος δ' ἀνεδέξατο πολλά". Τὸ δὲ ῥηθὲν ὅλον χωρίον οἰκεῖον ἐπὶ ἀριστέως μεγάλῳ ἐναπειλημμένου κινδύνῳ. Ὅρα δὲ τὰ πάρισα τὸ "μνησάσκετο" καὶ "τρωπάσκετο", ποιητικὰ μὲν ὄντα, πρέποντα δὲ ὡς καλὰ τῷ λαμπρῷ Αἴαντι.

(v. 567) Τὸ δὲ "αὖτις ὑποστρεφθείς", ἤγουν μεταστρεφθείς, ὡς μετ' ὀλίγα φησί, διασαφητικόν ἐστι τοῦ ἐντροπαλιζόμενος. ὃ φθάσας ἔφη ὁ ποιητής, λέοντος ὂν ἴδιον. ἐκείνου γὰρ τὸ ἄλλοτε μὲν ὑποστρέφεσθαι πρὸς ἔνστασιν, ὁτὲ δὲ φεύγειν. Ὅρα δὲ ὡς ὑποστρεφθεὶς ὁ Αἴας γενναῖον μὲν εἶχε ποιεῖν οὐδέν, εὐώδου δὲ μόνον τοὺς Ἀχαιοὺς εἰς φυγήν, ἐρητύων φάλαγγας Τρώων, ὡς προέκκειται, [οὐ μὴν ῥηγνὺς αὐτάς, ὅτι μηδὲ δύναται ἄρτι ῥηξήνωρ εἶναι.]

(v. 568) Ὅτι δὲ τὸ τρωπᾶν ἐκτείνει τὴν ἄρχουσαν ὡς τὸ στρωφᾶν καὶ τρωχᾶν, δηλοῦται σαφῶς [256] ἀλλαχοῦ. ἐκ δὲ τοῦ ῥηθέντος "τρωπάσκετο" τὸ προτροπάδην φεύγειν παρὰ τοῖς ὕστερον.

(v. 572) Τὸ δὲ "σάκεϊ μεγάλῳ" συλλογιστικῶς εἴρηται, δηλοῦν τὸν αὐτὸ φέροντα μέγαν Τελαμώνιον υἱόν. Τὸ δὲ "ὄρμενα πρόσσω" πρὸς ἀσφάλειαν μὲν ἐρρέθη τῆς τῶν δοράτων ἐμπήξεως, οὐ γὰρ ἂν ἐνεπήγνυντο μὴ πρόσω ἱέμενα. πέφρασται δὲ τερατωδέστερον ὡς ἐπὶ ἐμψύχων, καθὰ καὶ τὸ "χρόα ἐπαυρεῖν" καὶ τὸ "ἵσταντο" καὶ τὸ "λιλαιόμενα χροὸς ἆσαι", περὶ ὧν εἰ καὶ ἀλλαχοῦ δηλοῦται πλατύτερον, ἀλλὰ καὶ νῦν εἰπεῖν ἀρκέσει, ὡς οὐχ' ἁπλῶς Ὅμηρος ψυχοῦν ἐθέλει τὰ βέλη, ἀλλὰ τὰ τῶν στρατιωτῶν ἐπὶ τὰ ὅπλα μετάγει, καὶ ἅπερ ἐκεῖνοι βούλονται, ταῦτα τοῖς ὅπλοις περιτίθησι.

(v. 573) Χρόα δὲ λευκόν κατὰ φύσιν λέγει ἐκ τοῦ πλεονάζοντος, λευκὸς γὰρ ὁ ἔσω χροῦς ὡς τὰ πολλά. συμφωνεῖ δὲ τῇ λέξει ταύτῃ καὶ ὁ λειριόεις χροῦς, ὃν ὁ Ἕκτωρ ἐπισκώπτει τῷ Αἴαντι, [καὶ μάλιστα ἡ κατὰ τὸν Μενέλαον λευκότης, οὗ οἱ μηροὶ πρὸς ἐλέφαντος ὀστᾶ εἰκάσθησαν, εἰ καὶ ἄλλως τὸ λευκὸν ἐλοιδορεῖτο τοῖς παλαιοῖς. Ὅθεν, φασί, καὶ Ἄλεξις ὁ κωμικὸς λευκόπυγον ἔφη τὸν ἄνανδρον, οὗ ἔμπαλιν μελαμπύγους τοὺς ἀνδρείους ἔλεγον. ὅθεν καὶ παροιμία τὸ "οὔπω μελαμπύγῳ ἐνέτυχες", ὁποῖός τις ἐν ἱστορίαις φέρεται καὶ ὁ Ἡρακλῆς. καὶ τοιάδε μὲν καὶ τάδε.] Εἰ δὲ γράφεται "χρόα χαλκὸν ἐπαυρεῖν", ἀργεῖ τὰ τοῦ λευκοῦ. [(v. 571) Ἰστέον δὲ ὅτι τε τὸ "θρασειάων ἀπὸ χειρῶν" οὐδ' αὐτὸ ψόγον ἔχει διττολογηθὲν ἐν τοῖς εἰρημένοις. ἡ τε γὰρ παραβολὴ τοῦ λέοντος ἔχει αὐτὸ καὶ ὁ περὶ τῶν Τρώων λόγος.

(v. 567) Καὶ ὅτι τὸ "ὑποστρεφθείς" εὐχρηστότερόν ἐστιν Ὁμήρῳ τοῦ ὑποστραφείς, πρός τε χρείαν μέτρου καὶ πρὸς ὄγκον φράσεως, καθὰ καὶ τὸ βλαφθείς τοῦ βλαβείς. τοιοῦτον δέ τι καὶ τὸ βαφθείς. προκρίνεται γάρ που καὶ αὐτὸ τοῦ βαφείς, ὡς δηλοῖ καὶ ὁ γράψας τὸ "ἅλμῃ ἀπεβάφθη".]

(v. 575-577) Ὅτι ὡς ἐνόησεν Εὐρύπυλος πυκινοῖσι βιαζόμενον βελέεσσι τὸν Αἴαντα, "ἔστη παρ' αὐτὸν ἰών", οὐκ ἐπίκλητος, ἀλλ' αὐτόματος ἐλθὼν βοηθός. οὐ γὰρ Αἴαντι πρέπει προκαλεῖσθαι τὸν ἐπικουρήσοντα, ὅπερ Ὀδυσσεύς που ποιεῖ καὶ Μενέλαος. καὶ Ἀχαιοὶ δὲ μετὰ μικρὸν ἐπὶ τῷ Αἴαντι συνασπίσαντες οὐκ αὐτοῦ καλέσαντος ἦλθον.

(v. 586-590) Οὕτω δὲ στὰς ὁ Εὐρύπυλος, εἶτα βληθείς, ὡς ἐφεξῆς εἰρήσεται, καὶ οὕτω καὶ αὐτὸς τῆς μάχης ἀπιών, "ἤϋσεν", ὅ ἐστιν ἐβόησε, "διαπρύσιον, Δαναοῖσι γεγωνώς· ὦ φίλοι, στῆτ' ἐλελιχθέντες καὶ ἀμύνετε νηλεὲς ἦμαρ Αἴαντι, ὃς βελέεσσι βιάζεται· [257] οὐδέ ἕ φημι φεύξεσθαι ἐκ πολέμοιο δυσηχέος".

(v. 590 s.) Διπλάζων δὲ τὴν ἀξίωσιν παραφραστικῶς ἐπάγει "ἀλλὰ μάλ' ἄντην ἵστασθ' ἀμφ' Αἴαντα", εἰπὼν ἄντην στῆναι, ὅπερ ἀνωτέρω ἐλελιχθῆναι εἶπεν. οὕτω φιλάλληλοι μὲν οἱ Ἕλληνες, ἀνδρεῖος δὲ ὁ Αἴας καὶ μεγαλόφρων καὶ φιλοκίνδυνος.

(v. 589) Ὅρα δὲ ὅτι τε βέλη συνήθως λέγει καὶ νῦν τὰ ἐπαφιέμενα δόρατα, καὶ ὅτι παθητικῶς τὸ βιάζεσθαι φράζει, ὃ παρὰ τοῖς ὕστερον καὶ ἐνεργητικῶς λαμβάνεται, καὶ ὅτι ἀρεσθεὶς τῇ φράσει τοῦ "βιάζεσθαι βέλεσι" δὶς τὸ τοιοῦτον ἔφη νόημα.

(v. 575) Τὸ δὲ "ὡς ἐνόησε" καὶ ὑποκαταβὰς πάλιν φησὶν ἐν τῷ "τὸν δ' ὡς οὖν ἐνόησεν Ἀλέξανδρος" καὶ ἑξῆς.

(v. 579) Πρὸ δ' αὐτοῦ εἰπόντος Ὁμήρου, ὡς ὁ Εὐρύπυλος ἔβαλέ τινα ἧπαρ ὑπὸ πραπίδων, τουτέστι φρενῶν, ‑ ταὐτὸ γὰρ πραπίδες καὶ φρένες, τὸ μὲν ποιητικῶς, τὸ δὲ κοινῶς φραζόμενον ‑ φασὶν οἱ παλαιοί, ὅτι φρένες οὐ μόνον ἡ δύναμις, καθ' ἣν νοοῦμεν, ἀλλὰ καί τι σπλάγχνον, ὡς καὶ ἀλλαχοῦ προεδηλώθη, ὅπερ διάφραγμα οἱ περὶ Πλάτωνα πρῶτοι ὠνόμασαν. Ἔστι δὲ νευρώδης ὑμὴν τὰ σπλάγχνα διεζωκώς, ᾧ ὡς νευρώδει συμπάσχει φλεγμαίνοντι καὶ ὁ ἐγκέφαλος καὶ παραφρονεῖν ποιεῖ, πηγὴ ὢν τοῦ νευρώδους, ὡς ἀρτηριῶν ἡ καρδία, καὶ τὸ ἧπαρ φλεβῶν. Ἕτεροι δέ φασιν, ὅτι φρένες εἰσὶν αἱ διεζωκυῖαι τὸν ὑπὸ τῷ πνεύμονι καὶ τῇ καρδίᾳ τόπον, ὃς διάφραγμα λέγεται, ἄλλοι δὲ οὕτω· φρένες τὸ διάζευγμα. ἔστι δὲ ἐπίπλους διαιρῶν τὸν θώρακα τοῦ πνεύμονος. ὅτι δὲ ὑποκάτω τῶν φρενῶν τὸ ἧπαρ, δηλοῖ, φασίν, ὁ ποιητὴς εἰπὼν "ἧπαρ ὑπὸ πραπίδων".

(v. 581-586) Ἰστέον δὲ ὅτι καὶ ὁ Εὐρύπυλος δυστυχεῖ ἄρτι ἐν τῷ σκυλεύειν ὃν βέβληκεν. ὡς γὰρ ἐνόησεν αὐτὸν Ἀλέξανδρος σκυλεύοντα, ἔβαλεν ὀϊστῷ, καὶ ἡ βολὴ συνέπεσε κατὰ μηρὸν δεξιόν "ἐκλάσθη δὲ δόναξ, ἐβάρυνε δὲ μηρόν". διὸ ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο καὶ αὐτὸς καὶ ἤϋσε διαπρύσιον τὰ προειρημένα. Καὶ ἰδοὺ πάλιν μονοῦται ὁ Αἴας, μᾶλλον δ' εἰπεῖν ἡ μάχη, τῶν Ἑλληνικῶν ἀριστέων, ἵνα ἡ [258] κατὰ κράτος τῶν Ἀχαιῶν τροπὴ πιθανολογηθείη. χάζεται γοῦν καὶ ὁ Εὐρύπυλος. μετ' ὀλίγα δὲ καὶ οἱ ἐκ προκλήσεως τοῦ Εὐρυπύλου βοηθήσαντες τῷ Αἴαντι Ἀχαιοὶ "νηυσὶν ἐπὶ γλαφυραῖς ἐεργμένοι ἰσχανόωνται", ἤγουν ἐπέχονται. καὶ οὕτω πιθανῶς ἡ πρὸς τῷ ναυστάθμῳ τειχομαχία συνίσταται, ἣν πρὸ ἔργου μάλιστα τίθεται ὁ ποιητής, ἵνα μὴ τοσοῦτον ἀρτύσας καὶ ἱστορήσας πόλεμον ἀμαθῆ τε τοιᾶσδε μάχης ἐάσῃ τὸν φιλομαθῆ ἀκροατὴν καὶ οὐδ' αὐτὸς ἰδέᾳ τοιαύτῃ ἐνευδοκιμήσῃ γραφῆς.

(v. 584) Δόναξ δὲ ὁ τοῦ βέλους ἄτρακτος, εἴτε ἀπὸ κάλου ἐσκεύασται, ὅ ἐστι ξύλου, ὅτε καὶ κυρίως κῆλον τὸ βέλος λέγεται, εἴτε, ὥς τινές φασιν, ἐκ καλαμίσκου στεριφοτάτου, ὁπηνίκα καὶ δόναξ κατὰ κυριολεξίαν ὀνομάζεται. [Καινὸν δὲ οὐδέν, εἰ δόναξ βέλους λέγεται καὶ ὁ ξύλινος ἄτρακτος ἀπὸ παλαιᾶς εὑρέσεως καὶ χρήσεως, καθ' ἣν καὶ ὁ ὑστεροφανὴς σίδηρος τὸ παλαίφατον τοῦ χαλκοῦ ἔχει ὄνομα, καὶ ὁ καννάβινος κάλως τὸ τοῦ παλαιγενοῦς σχοίνου, ὡς ἀλλαχοῦ σεσημείωται πλατύτερον. ἐπεὶ καὶ τὸ κεράμεον, ὃ σκεύεσιν εὐτελέσι τοῖς ἐκ χοὸς ἐπελέγετο, ὕστερον καὶ τοῖς ἐκ τιμιωτέρας ὕλης προσήρμοζε. Κλεοπάτρα γοῦν, φασίν, ἡ μεγάλη, ἐφ' ἧς ἡ τῶν Αἰγυπτίων κατελύθη βασιλεία, ἐκδιαιτηθεῖσα ὡς ἀντὶ τῶν πάλαι κεραμέων σκευῶν πολυτελεστέροις χρῆσθαι καὶ τοὔνομα οὐ δυναμένη ἀλλάξαι, ἀργυροῦν καὶ χρυσοῦν ἀπεκάλει κεράμιον. Τοιοῦτον δὲ καὶ Πτολεμαίου τὸ "δεῖπνα Ῥωμαϊκῶς κατεσκευασμένα κεράμῳ χορηγούμενα ἀργυρῷ". Ὅτι δὲ ἐκ τοῦ κυριολεκτικῶς λεγομένου δόνακος δονακεὺς ποταμὸς λέγεται τύπῳ περιεκτικῷ τινι, δηλώσει ἐν τοῖς ἑξῆς που Ὅμηρος. ὁ δ' αὐτὸς καὶ δονακώδης ἂν ῥηθείη κατὰ Βακχυλίδην, ὅς που δονακώδεα τὸν Νεῖλον ἔφη.]

(v. 583) Ἐν τούτοις δὲ κεῖται καὶ τὸ "εἵλκετο" ἀντὶ τοῦ εἷλκεν, οἷον "αὐτίκα τόξον εἵλκετ' ἐπ' Εὐρυπύλῳ καί μιν βάλεν". ἔνθα ὅρα καὶ τὸ ἐπ' Εὐρυπύλῳ ἀντὶ τοῦ κατὰ [259] Εὐρυπύλου.

(v. 587-591) Ἰστέον δὲ καὶ ὅτι ἄμυναν συνασπιστικὴν φράζει τὸ "ὦ φίλοι, στῆτ' ἐλελιχθέντες" καὶ ἑξῆς, ὡς προεγράφη, ἕως τοῦ "ἀλλὰ μάλ' ἄντην ἵστασθε", ὃ παράφρασίς ἐστι τοῦ στῆτε, ὡς προείρηται. ἦν δ' ἂν ἐνταῦθα καὶ κύκλος, εἴπερ ἀντὶ τοῦ ἵστασθε στῆτε εἴρηκε. [(v. 584) Τὸ δὲ "βάρυνε μηρόν" ἔχοι ἂν ἴσως διαφορὰν πρὸς τὸ "ὀξεῖαι ὀδύναι δῦνον" τὸν δεῖνα.]

(v. 592-594) Ὅτι συνασπισμοῦ κατάστημα τὸ "οἳ δὲ παρ' αὐτὸν πλησίοι ἔστησαν, σάκε' ὤμοισι κλίναντες, δούρατ' ἀνασχόμενοι". Καὶ ὅρα καὶ νῦν τὸ "πλησίοι" ἀπὸ εὐθείας τῆς ὁ πλησίος, ὅθεν καὶ τὸ "πλησίαι ἥστην". Τὸ δὲ "κλίναντες" ἀντὶ τοῦ ἐγκλίναντες, ἐρείσαντες. Τὸ δὲ "ἀνασχόμενοι", ὅ ἐστιν ἀνατείναντες, καὶ ἐνεργητικῶς ἀνασχόντες λέγεται. [(v. 592) Ἰστέον δ' ἐν τούτοις καὶ ὅτι Εὐρύπυλος μὲν προπαροξυτόνως τὸ κύριον, τὸ μέντοι ἐπίθετον ἄλλως. εὐρυπυλής γάρ, ὡς δῆλον ἐκ τοῦ "εὐρυπυλὲς Ἄϊδος δῶ". οὕτω που καὶ "ἄτερπος ὀϊζύς" εὑρέθη ἡ καὶ ἀτερπής. εὕρηται δὲ καὶ ἐκ τῆς αὐδῆς οὐ μόνον ἄναυδος, ἀλλὰ παρείλκυσται καὶ ὁ ἀναυδὴς ἐκεῖθεν, οὗ πληθυντικὸν οἱ ἀναυδεῖς παρά τινι Κωμῳδῷ, οἷον "πρώτιστα μὲν πάντες ἀναυδεῖς τότ' ἐπέστησαν".]

(v. 595) Ὅτι ὁ Αἴας, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων, "στῆ", ἤγουν ἔστη, "μεταστρεφθείς", ἀντιπρόσωπος δηλαδὴ τοῖς Τρωσί, ὡς καὶ ἐντεῦθεν πιστοῦσθαι τὸ Σοφόκλειον τὸ "καὶ μέγας ὀρθοῖτο ὑπὸ σμικροτέρων". ἰδοὺ γὰρ ὁ Αἴας ὑπὸ τοιούτων ἑταίρων βοηθεῖται. Καὶ ὅρα ὅτι καίτοι καταστασιαζόμενος ὑπὸ Διός, ὅμως τῆς κατὰ φύσιν ἀρετῆς ὁ ἥρως οὐκ ἐξίσταται, ποτὲ μὲν μέσος ἱστάμενος, ὡς προγέγραπται, καὶ ἀποτειχίζων τοὺς Τρῶας οἷά τι ἕρκος ἢ ἔρυμα, ποτὲ δὲ ἀνθιστάμενος εἰς πόλεμον, καὶ οὕτως εὐκαιρίαν κινδύνου φυγῆς διδοὺς τοῖς Ἀχαιοῖς. Τοὺς γὰρ πλείστους τῶν ἀριστέων ἤδη ἀπαγαγὼν ὁ ποιητής, ἐν οἷς καὶ τοὺς συνετωτάτους Ὀδυσσέα τε καὶ Νέστορα, τὸν γοῦν Αἴαντα φυλάττει τέως ἕως τῆς τοῦ Πατρόκλου ἐξόδου, αὐτοῦ δ' ἐξελθόντος ἐκεῖ τὸν λόγον ἀπασχολεῖ. Πάτροκλον δὲ ἀνελὼν αὖθις ἀναλαμβάνει τὸν Αἴαντα, εἶτα τὸν κορυφαῖον Ἀχιλλέα τοῦ μηνίειν ἀναστήσας ἐν τοῖς κατ' ἐκεῖνον τὴν Ἰλιάδα συμπληροῖ. Ἔθνος δὲ ἑταίρων ἁπλῶς τὸ πλῆθος λέγει, ὡς καὶ ἐν ἄλλοις ποιεῖ. [260] Τὸ δὲ "ἵκετο ἔθνος ἑταίρων" ἀνωτέρω "τῶν δ' ἀντίος ἤλυθεν" ἔφη, ὅ ἐστιν ἀντιπρόσωπος τοῖς Ἀχαιοῖς. εἰ καὶ ἐν ἄλλοις μάχιμόν ἐστι τὸ ἀντίον ἐλθεῖν.

(v. 596) Ὅτι καὶ νῦν τὸ "μάρναντο δέμας πυρὸς αἰθομένοιο", ἐν ᾧ φανερῶς τὸ δέμας οὐκ ἐπὶ ἐμψύχου κεῖται, ἐλλιπῶς τε πέφρασται καὶ περιπέφρασται ἀντὶ τοῦ ὥσπερ ἂν πῦρ μάχοιτο. καὶ νῦν μὲν οὕτω γοργῶς. ἀλλαχοῦ δὲ καὶ παραβολὰς ἐκ τούτου ποιεῖ, ὡς καὶ ὅτε πῦρ ἀΐδηλον ἐμπεσὸν ἀξύλῳ ὕλῃ ποιεῖν εἶπε τὰ συνήθη τῷ πυρί. Αἰθόμενον δὲ πῦρ καὶ ἐνταῦθα ὡς καὶ ἐν ἄλλοις πρὸς διαστολήν, ἵνα μὴ νοηθείη πῦρ ἢ ἀλαμπὲς κατὰ τὰ ὑποσμυχόμενα ἢ καὶ ἄλλως τροπικῶς, ὁποίου πυρὸς καὶ ἡ καρδία ἑστία λέγεται, καὶ ὁποίῳ πυρὶ λάμπονται οἱ τοῦ θυμουμένου ὀφθαλμοί, καὶ οἷον πῦρ ἡ γυνή ἐστιν ἡ ἄτερ δαλοῦ εὕουσα, οὐδὲ ὁποῖον τὸ δήϊον πῦρ, ἐξ οἵου ἴσως πυρὸς αἰθομένου ὁ Διομήδης νοστῆσαι θαρρεῖ, ἑταιρισάμενος τὸν Ὀδυσσέα ἐν τῇ νυκτεγερσίᾳ, ἀλλὰ τερατωδέστερον τὸ αὐτόχρημα πῦρ τὸ ἀφανίζον πάντα, οἷς ἂν ἐμπέσῃ.

(v. 597 s.) Ὅτι καὶ ἐνταῦθα φανερῶς τὸ φέρειν καὶ τὸ ἄγειν ταὐτίζων ὁ ποιητής φησι "Νέστορα δ' ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπποι ἱδρῶσαι, ἦγον δὲ Μαχάονα". [Ἔστι δὲ οὐχὶ ἄκρατον ἐνταῦθα τὸ φέρειν. ὁ γὰρ νοῦς, ὅτι ἐξέφερον μάχης αἱ ἵπποι τὸν Νέστορα. τῷ δὲ τοιούτῳ ἐκφέρειν ἀντιπαράκειται τὸ ἐκφορεῖν, ἢ πλοίου γόμον, οὗ χρῆσις παρὰ τοῖς παλαιοῖς, ἢ ἄλλο τι.] Ἰστέον δὲ ὅτι, ὥσπερ τοὺς ἵππους τοῦ Αἰνείου Τρωΐους ἔφη ὁ ποιητής, οὐχ' ὡς αὐτοῦ ὄντας τοῦ Τρωός, ἀλλ' ὡς ἐξ ἐκείνων τῶν ἀρχαίων ἵππων κατάγοντας, οὓς ἐκ Διὸς ὁ Τρὼς ἔλαβεν ὁ τοῦ Νηλέως ἀρχαιότερος, οὕτω καὶ Νέστορος ἵππους Νηληΐους ἔφη, τοὺς ἐκ τῆς Νηλέως ἀγέλης κατὰ διαδοχήν. οὐ γὰρ δήπου ἄλλως αὐτοῦ δὴ ἐκείνου τοῦ Νηλέως ἵπποι ἔτι τῷ πεμπέλῳ περιῆσαν Νέστορι. [Ἐπεὶ μηδὲ οἷόν τε ζῆν τοσαετεῖς ἵππους, εἴγε κατὰ τὴν παλαιὰν ἱστορίαν ἄρρην μὲν ἵππος ζῇ ἔτη πέντε καὶ τριάκοντα, θήλεια δὲ πλείω τῶν τεσσαράκοντα. ἐβίω δέ τις, φασί, καὶ πέντε πρὸς τοῖς ἑβδομήκοντα. οἱ δὲ ταῦτα φυλοκρινοῦντές φασι καὶ μέλισσαν ἔτη ἓξ ἢ καὶ ἑπτὰ ζῆν.] Τὸ δὲ "ἱδρῶσαι" ἢ κατὰ διάθεσιν εἴρηται δευτέρας συζυγίας τῶν περισπωμένων ἢ ἐκ τοῦ ἱδρώουσαι συγκέκοπται. [261] [Ἱδρὼς δὲ καὶ ἱδρῶσαι κυρίως ἐπὶ ζῴων κεῖται. ὁ δέ γε τὰς πηγὰς γῆς ἱδρῶτας εἰπὼν τροπικῶς εἶπεν, ὥσπερ καὶ ὁ τὸν οἶνον εἰπὼν "Βρομιάδος ἱδρῶτα πηγῆς", ἀμπέλου δηλαδή, καὶ τὸν ἰξὸν δὲ δρυὸς ἱδρῶτα, ὡς τὸ "δρυὸς ἱδρὼς καὶ θαμνομήκης κλάδος"].

(v. 599-601) Ὅτι ὁ φιλοπόλεμος Ἀχιλλεὺς καὶ ἀπόμαχος ὢν ὅμως εἱστήκει "ἐπὶ πρύμνῃ μεγακήτεϊ νηῒ εἰσορόων πόνον αἰπὺν ἰῶκά τε δακρυόεσσαν", καὶ οὕτω τῇ θέᾳ γοῦν τῆς μάχης ἐχόμενος. ἦν γὰρ αὐτῷ, καθά που ἐρρέθη, ἔρις φίλη πόλεμοί τε μάχαι τε. Καὶ ὅρα ὡς καὶ νῦν ἀνέμνησεν ἡμᾶς τοῦ Ἀχιλλέως, οὐχ' ἁπλῶς, ἀλλ' ὡς θεατοῦ τῆς μάχης καὶ τῇ θέᾳ οἷον ὀργῶντος εἰς αὐτήν. Ἐντεῦθεν δὲ ὡς οἷον προκαταστατικῶς ἄρχεται καταβολή τις ὑποτεθῆναι τοῦ παύσασθαι μὲν τὸν Ἀχιλλέα τῆς μήνιδος, κακῶς δὲ γενέσθαι τοῖς Τρωσί. Οἰκτίζεται γὰρ ἐφ' οἷς ὁρᾷ ὁ καλὸς ἥρως, καὶ τέως μὲν στέλλει τὸν ἑταῖρον Πάτροκλον, ἐφ' οἷς ἄρα καὶ στέλλει, ὡς δηλωθήσεται. ὁ δὲ ἀπελθὼν ξυρός, ὅ φασιν, ἀκόνῃ ἐντυγχάνει τῷ Νέστορι καὶ θήγεται λόγοις ὑπ' αὐτοῦ εἰς μάχην παροξυνθείς, ὡς καὶ αὐτὸ εἰρήσεται, καὶ πείθει τὸν Ἀχιλλέα σταλῆναι τοῖς Ἀχαιοῖς αὐτὸς ἐπίκουρος, καὶ τυχών, οὗ ἤθελε, περιπίπτει, οἷς μὴ ἤθελε. πίπτει γὰρ καὶ οὕτως ἀνιστᾷ τὸν Ἀχιλλέα εἰς μάχην καὶ γίνονται πράξεις πολλαί τε καὶ ἡρωϊκαὶ πρέπουσαι τῷ τε φράζοντι ποιητῇ καὶ τῷ ποιοῦντι Ἀχιλλεῖ.

(v. 600) Ὅρα δὲ καὶ ὧδε τὸ "μεγακήτεϊ νηΐ" συντελοῦν εἰς τὸ Λακεδαίμονα κητώεσσαν, ὡς οἶδεν ὁ νοῶν τεχνικῶς. καὶ ἄλλως δὲ οἰκεῖον μεγακήτεα ὀνομάσαι τὸν θαλάσσιον τοῦτον ἵππον κατὰ τὸ "αἵ θ' ἁλὸς ἵπποι". ὅτε δὲ καὶ τὸν Κίλικα Ὀππιανὸν μάθῃ τις νῆα ἱστοροῦντα ἐξομοιωθεῖσαν ξιφίᾳ κατὰ τὴν ναυπηγίαν, τότε δὴ ἄλλως ἐκεῖ προσαρμόσει τῇ νηῒ ἐκείνῃ τὸ μεγάκητες. [Ὅτι δὲ ἵππος καὶ θαλάσσιός ἐστιν, ἱστόρηται. οὕτω δὲ καὶ θαλάσσιος βοῦς, οὐ μὴν μόνον χερσαῖος, πρὸς ὃν παίζων τις κατὰ Κλέωνος κιθαρῳδοῦ, ὃς ἐπεκαλεῖτο βοῦς, εἶπεν "ὄνος λύρας ἐλέγετο, νῦν δὲ βοῦς λύρας".]

(v. 601) Τὸ δὲ ἰῶκα, ὃ δηλοῖ τὴν ἐν μάχῃ δίωξιν, μεταπέπλασται. [262] ὡς γὰρ φυγήν φύγα, ἐξ οὗ τὸ φύγαδε ὡς τὸ οἴκαδε, οὕτω καὶ ἰωκήν ἰῶκα. ὅμοια δὲ καὶ τὸ κνίδην κνίδα καὶ παρ' Ἡσιόδῳ τὸ κρόκην κρόκα.

(v. 602-604) Ὅτι τοὺς Ἀχαιοὺς διωκομένους, ὡς εἴρηται, ἰδὼν ὁ Ἀχιλλεὺς αἶψα ἑταῖρον "Πατροκλῆα προσέειπε φθεγξάμενος παρὰ νηός", ἤγουν ἐκ νηός. "ὃ δὲ κλισίηθεν ἀκούσας" ‑ οὐ γὰρ ἔτυχεν ἔξω συμπαρεῖναι ‑ "ἔκμολεν ἶσος Ἄρηϊ, κακοῦ δ' ἄρα οἱ πέλεν ἀρχή". Ὃ δὴ γοργότατα φράσας προαναφωνητικῶς εἶπεν Ὅμηρος. ἡ γὰρ ἔξοδος αὕτη, ταὐτὸν δ' εἰπεῖν, τὸ ἐκμολεῖν, αἰτία τῷ Πατρόκλῳ θανάτου, περιπεσόντι δεινῷ ῥήτορι τῷ Νέστορι, ὃς καὶ ὑπὲρ τὸν ὑμνούμενον Τυρταῖον εἰς μάχην ἐρεθίζειν εἰδὼς ἔπεισε τὸν Πάτροκλον πεσεῖν ὡς ἔπεσεν. Ἐν οἷς ὅρα καὶ ὅπως δεξιώτατα ὁ ποιητὴς τὸ πλάσμα μετεχειρίσατο. οὔτε γὰρ δευτέρας λιτὰς πέμπει τῷ Ἀχιλλεῖ, ὅπερ ἐκεῖνος φαίνεται θέλων, ὅτε ἐρεῖ "νῦν οἴω περὶ γούνατ' ἐμὰ στήσεσθαι Ἀχαιοὺς λισσομένους", ἀλλ' οὐδὲ αὐτόματον ἐξάγει τὸν Ἀχιλλέα, δραμὼν δὲ τὴν μέσην λιτάζεται διὰ τοῦ φιλτάτου Πατρόκλου καὶ πείθει δι' αὐτοῦ, οὗ καὶ ἐξελάσαντος καὶ πεσόντος ἐγείρει τὸν Ἀχιλλέα εὐμηχάνως εἰς πόλεμον. τέως γε μὴν ἤδη ἐν τούτοις ἔληξε τὸ πολὺ τῆς ὀργῆς τῷ Ἀχιλλεῖ ὀλοφυρομένῳ τοὺς Ἀχαιούς, ὡς ὁ Νέστωρ μετ' ὀλίγα ἐρεῖ. ἔλεος γὰρ τῶν Ἑλλήνων ὕπεισιν αὐτὸν ἠρέμα. διὸ καὶ στελεῖ τὸν Πάτροκλον, ἐν οἷς δείκνυται καὶ ὡς δραστηριώτερον τῆς τῶν δεινῶν ἀφηγήσεως ἡ τοῦ κακοῦ θέα, καθὰ καὶ ἡ τραγῳδία δηλοῖ ἐν τῷ "τῶν πραχθέντων τὰ μὲν ἄλγιστα ἄπεστιν, ἡ γὰρ ὄψις οὐ πάρα". Ἰδοὺ γάρ, Ἀχιλλεὺς πρέσβεων μὲν ἀκούσας ἀφηγησαμένων δεινά, ἐφ' οἷς ἐδυστύχουν Ἀχαιοί, οὐκ ἔπαθε τὴν ψυχήν, ἰδὼν δὲ κακῶς πάσχοντας εἱλκύσθη πρὸς οἶκτον καὶ γέγονεν αὐτῷ ἡ τοῦ κινδύνου θέα οἷά τις ἐλέου εἰσβολή. οὕτω δὲ καὶ Πάτροκλος ἐν τοῖς ἑξῆς οὐχ' οὕτω πείθεται Νέστορι ποικίλως καθομιλήσαντι, ὅσον ὑπὸ τῆς τοῦ δεινοῦ θέας πεισθεὶς εἰς ἱκεσίαν τοῦ Ἀχιλλέως οὕτω προσερεθίζεται. Ἰστέον δὲ ὅτι τὸ "Πατροκλῆα προσέειπεν" οὐ λόγον δηλοῖ διεξοδικόν, ἀλλ' ἀντὶ τοῦ ἐκάλεσεν εἴρηται.

(v. 606) Διὸ ἐρεῖ ὁ Πάτροκλος "τίπτε με κικλήσκεις Ἀχιλλεῦ; τί δέ σε χρεὼ ἐμεῖο" τὸ πολλαχοῦ κείμενον. ταῦτα δὲ δύναται πᾶς λέγειν κληθεὶς πρός τινος καὶ ἀκούσας.

(v. 604) Ἄρεϊ δὲ ἶσον ὁ ποιητὴς αὐτὸν λέγει, σεμνύνων ὡς τοῖς Ἕλλησι χρησιμεύσοντα καὶ διὰ τοῦτο ἀξίᾳ μεγάλῃ φιλοτιμούμενος, καθὰ καὶ τὸν Πάριν πρὸ βραχέων θεοειδῆ ἔφη, ὅτε τὸν Εὐρύπυλον ἔβαλεν. Ἀχιλλεὺς μέντοι οὐδὲν τοιοῦτον προσφωνεῖ, ἀλλὰ δῖον τὸν Πάτροκλον λέγει καὶ Διῒ φίλον, ὃ ταὐτόν ἐστι πάλιν τῷ δίῳ καὶ [263] ἑαυτῷ κεχαρισμένον.

(v. 608) Φησὶ γὰρ "δῖε Μενοιτιάδη, τῷ 'μῷ κεχαρισμένε θυμῷ", ἤγουν φίλτατε. Ἰστέον δὲ ὅτι, ὥσπερ ὁ συνετὸς ἢ βασιλικὸς ἀνὴρ ἀτάλαντος Διῒ λέγεται, οὕτω καὶ ὁ ἀνδρεῖος ἶσος Ἄρεϊ, [ὡς ταὐτὸν ὂν ἶσόν τε εἰπεῖν καὶ ἀτάλαντον. Ἔστι δὲ καὶ πάνυ σεμνὸν καὶ ἐμφαντικώτατον ἐν τοῖς τοιούτοις τὸ ἶσον ἤπερ τὸ ὅμοιον. δίδωσι γὰρ νοεῖν ὡς, εἴπερ ἡ σύνεσις ἢ ὁ Ἄρης, συνελόντα δ' εἰπεῖν, αἱ ποιότητες σταθμῷ ὑπέκειντο ταλαντευόμεναι, ἶσος ἂν ἦν ὁ δεῖνα τῷ δεῖνι κατὰ σύνεσιν ἢ ἀνδρείαν καὶ τὰ ὅμοια.]

(v. 609 s.) Ὅτι ἀνάγκης καὶ κατεπείξεως τὸ "νῦν οἴω περὶ γούνατ' ἐμὰ στήσεσθαι λισσομένους Ἀχαιούς· χρειὼ γὰρ ἱκάνεται οὐκέτ' ἀνεκτός". Ἐρεῖ δὲ αὐτὸ ὁ ἐλπίζων ἱκετευθῆναί ποθεν κατ' ἀνάγκην. Ἀττικὸν δὲ τὸ ἀνεκτός ἀντὶ τοῦ ἀνεκτή, ὁποῖα καὶ ἕτερα πολλὰ δεδήλωται. Τὸ δὲ "περὶ γούνατα στήσεσθαι" περιφραστικῶς ἀντὶ τοῦ γουνάσεσθαι. ἄλλως γὰρ οἱ ἱκέται οὐχ' ἵστανται περὶ γούνατα, κάμπτονται δὲ μᾶλλον, ὡς δῆλον ἐκ τοῦ γονυπετεῖν καὶ ἐκ τῆς γονυκλισίας καὶ ἐκ τοῦ ποτνιᾶσθαι, ὃ παρὰ τὸ πέτειν, ὅ ἐστι πίπτειν, γίνεται, ἔτι δὲ καὶ ἐκ τοῦ προσπίπτειν, ὃ καὶ αὐτὸ γουνασμόν τινα σημαίνει. Σημείωσαι δὲ ὅτι ἀναθεὶς ὁ ποιητὴς τὸν τοιοῦτον νοῦν τῷ Ἀχιλλεῖ ἐμφαίνει δύνασθαι καὶ δευτέραν πρεσβείαν ἄρτι στεῖλαι εἰς Ἀχιλλέα. καὶ δὴ καὶ ἐποίησεν ἂν οὕτω, εἰ μὴ τὸ μονοειδὲς ἐξέκλινε, προτιμώμενος τὸ ἑτέρως πως ἐξαγαγεῖν τὸν ἥρωα εἰς μάχην καὶ μὴ διὰ πρεσβείας κοινῆς, ἣν φθάσας ἐκεῖνος ἀπεδοκίμασεν.

(v. 612) Ὅτι φανερὰ μὲν διαφορὰ τοῦ βεβλῆσθαι καὶ τοῦ οὐτάσθαι, ὡς καὶ ὅτε μετὰ βραχέα λέγει· βέβληται ὁ δεῖνα, οὔτασται δὲ ὁ δεῖνα. ἐνταῦθα μέντοι Ἀχιλλέως εἰπόντος "ὅντινα τοῦτον ἄγει βεβλημένον ἐκ πολέμοιο", γενικῶς νοητέον τὴν τοῦ βεβλῆσθαι λέξιν ἀντὶ τοῦ ἁπλῶς πεπλῆχθαι. πόθεν γὰρ στοχασάμενος ἔγνω Ἀχιλλεὺς καὶ τὸ τῆς πληγῆς εἶδος, ὅτι δηλαδὴ βέβληται ὁ Εὐρύπυλος, οὐ μὴν οὔτασται. οὕτω δὲ καὶ πρὸ ὀλίγου ἔλεγεν Ὀδυσσεύς, ὡς ὁ ἐν πολέμῳ ἱστάμενος "ἢ ἔβλητο ἢ ἔβαλεν ἄλλον". Εἰ μὴ ἄρα ὁ Ἀχιλλεὺς ἀστείως οἷα φεύγοντα τὸν Εὐρύπυλον βεβλῆσθαι λέγει, ὡς τοῦ μὲν ἡττημένου τὸν περὶ ψυχῆς θέοντος καὶ διὰ τοῦτο κατ' ἐπίτασιν φεύγοντος, τοῦ δὲ αὐτὸν διώκοντος ἐξ ἀνάγκης πόρρωθεν βάλλοντος. Ἰστέον δὲ ὅτι κήδεται τοῦ Μαχάονος ὁ Ἀχιλλεύς, οὗ χάριν καὶ στέλλει πιθανῶς τὸν Πάτροκλον, ἢ διότι ἄμφω Θετταλοί, [264] ἢ καὶ ὅτι ὁ τοῦ Μαχάονος πατὴρ Ἀσκληπιὸς αὐτῷ, φασί, παρὰ τῷ διδασκάλῳ Χείρωνι συνεφοίτησε.

(v. 613 s.) Διὸ καὶ εἰπών, ὅτι τά γ' ὄπισθε Μαχάονι πάντα ἔοικεν, ὡς ὁ ὁπλισμὸς ἴσως ἐδήλου, ἐπάγει "τῷ Ἀσκληπιάδῃ".

(v. 614 s.) Ἐνταῦθα δὲ κεῖται καὶ τὰ ὄμματα ὡς ἀναγκαιότατον μέρος ἐπὶ τοῦ ὅλου προσώπου. ἐπιφέρει γὰρ "αὐτὰρ οὐκ ἴδον ὄμματα φωτός· αἱ ἵπποι γάρ με παρήϊξαν", ἤγουν ταχὺ παρῆλθον, ὡς δηλοῖ ἐπαχθὲν τὸ "πρόσσω μεμαυῖαι". Τοῦτο δὲ διὰ πιθανότητα προσετέθη. εἰ γὰρ καὶ ἐκ τῶν ἔμπροσθεν ὁ Μαχάων ἔγνωστο, οὐκ ἦν χρεία σταλῆναι τὸν Πάτροκλον, καὶ οὕτως ἤργει τὸ τοῦ πλάσματος καίριον.

(v. 611) Κεῖται δ' ἐν τοῖς ῥηθεῖσι καὶ τὸ "ἔρειο", ἀντὶ τοῦ ἐρώτησον, ἐκ τοῦ ἔρεο πλεονασμῷ τοῦ ἰῶτα διὰ μέτρον. Φησὶ γὰρ "ἀλλ' ἴθι νῦν Πάτροκλε, Νέστορ' ἔρειο, ὅν τινα τοῦτον ἄγει".

(v. 619) Ὅτι τὸ "αὐτοὶ μὲν ἀπέβησαν ἐπὶ χθόνα πολυβότειραν", περιφραστικῶς ἀντὶ τοῦ ἐπέζευσαν, κατέβησαν τοῦ ἅρματος. καὶ νηὸς δέ τις ἀποβαίνειν λέγεται. καὶ οὕτω μὲν ἀποβῆναι ἀπολύτως ἐνταῦθα τὸ καταπεζεῦσαι ἐξ ἵππων τινὰ καὶ ἀντὶ ἱππότου γενέσθαι πεζόν, ἐντελὲς δὲ ἀλλαχοῦ τὸ "ἐξ ἵππων ἀπέβησαν".

(v. 621 s.) Ὅτι ψύχεσθαι μὲν καὶ ἀναψύχειν καὶ τὸ πρὸς ἄνεμον. Φησὶ γοῦν "οἳ δὲ ἱδρῶ ἀπεψύχοντο χιτώνων στάντε ποτὶ πνοίην παρὰ θῖν' ἁλός". Τερσαίνεσθαι μέντοι τὸ ἐν ἡλίῳ ξηραίνεσθαι, ὡς καὶ ἐν Ὀδυσσείᾳ δηλοῦται. Τὸ δέ γε ἐναποψύχειν ἄλλο τι παρὰ Ἡσιόδῳ δηλοῖ, ὅθεν καὶ ἀπόψυξις, ἡ ἀποπνευμάτωσις, ὡς Παυσανίας δηλοῖ.

(v. 622) Τὸ δὲ "στάντε ποτὶ πνοήν" σαφηνείας χάριν κεῖται, ἵνα μὴ ἐπὶ λοετροῦ τινος νοηθείη τὸ ἀπεψύχοντο, [οἵῳ δὴ λουτρῷ πρὸ τούτων ἐχρήσαντο οἱ τῆς Δολωνείας ἥρωες ἀναγκαίως διὰ τὸν ἐκ τῆς ὁδοιπορίας κόπον, ἀναψύξαντες τὸν ἐκ θερμότητος ἐκείνης κόπον διὰ τοῦ καταιονηθῆναι ψυχρῷ ὕδατι. Τὴν δὲ τοῦ θερμοῦ ἀγαθότητα δηλοῖ καὶ ὁ εἰπών, ὡς πάντες οἱ θερμοὶ ἄρτοι τῶν ἐψυγμένων εἰσὶν εὐοικονομητότεροι, καὶ τὸ "οἱ δ' ἐψυγμένοι πλήσμιοι καὶ δυσοικονομητότεροι", ὅπερ ἐστὶ δύσπεπτοι. Ἔνθα ὅρα καὶ τὸ "ἐψυγμένοι" θεματικὸν ῥῆμα ὂν τῶν τε ἀνωτέρω ἐκκειμένων καὶ ἑτέρων μυρίων. δηλοῖ δὲ ἡ λέξις τοὺς ψυχροὺς ἄρτους ἐκ τοῦ ψύχω, ἐξ οὗ καὶ τὸ "ἔψυχον τὸν οἶνον" οἱ ἀρχαῖοι, καὶ τὸ "ψῦξον τὸν οἶνον", καὶ τὸ "ἀπεψύγη ἡ ἀγάπη", ἔτι δὲ σὺν ἄλλοις καὶ τὸ ψυχεῖον περιεκτικὸν κατὰ τὸ "ἐν Κιμώλῳ τῇ νήσῳ ψυχεῖα κατεσκεύασται θέρους ὀρυκτά".] Τὸ δὲ "παρὰ θῖν' ἁλός", ὡς ἐκεῖθεν, οἷα [265] εἰκός, αὔρας ἰούσης τινός. Θὶν δὲ ἁλὸς λέγεται πρὸς διαστολὴν θινῶν τῶν τε ἄλλων καὶ τῶν κατὰ ἄμμους, αἳ κεῖνται ἐν μεσογαίοις, ὃ δὴ μάλιστα περί που τὰ τῆς Λιβύης νότια γίνεται.

(v. 624) Ὅτι Ἑκαμήδη, γυνὴ Τενεδία, θυγάτηρ Ἀρσινόου, ὑπ' Ἀχιλλέως ληϊσθεῖσα, ἐξῃρέθη τῷ γέροντι Νέστορι, οὐχ' ὅτι ἀνδρεῖος ἦν ὁ τριγέρων, ἀλλὰ διότι εὐδοκίμει κατὰ βουλήν, ὥστε σοφίας ἡ γυνὴ αὐτῷ ἐδόθη ἔπαθλον. διὸ καὶ οἰκείως τῷ ἐπάθλῳ τὸ ὄνομα κεῖται τῇ γυναικί. αὕτη μὲν γὰρ Ἑκαμήδη παρὰ τὸ ἕκαθεν μήδεσθαι, ἤγουν βουλεύεσθαι, ὅπερ ἐστὶ πρέπον σοφῷ, καὶ ὁ πατὴρ Ἀρσίνοος διὰ τὸ μετάρσιον τοῦ νοῦ, οἱονεὶ ὁ ὑψηλόνους, ὁποῖον εἶναι δεῖ τὸν σοφόν. καὶ ἐν τῷ ἐπιταφίῳ δὲ τοῦ Πατρόκλου ἀγῶνι ἀρετῆς ἀπρακτούσης ἔπαθλον ὁ σοφὸς Νέστωρ λήψεται, ὥς που καὶ ὁ Θεμίστιος ἐπισημαίνεται, εἰ καὶ Ἰσοκράτης λέγει, ὅτι τὰ γυμνικὰ τιμῶντες οἱ Ἕλληνες σοφίας γέρας οὐ προετίθεντο.

(v. 625-627) Ἔστι δὲ ἃ περὶ Ἑκαμήδης ὁ ποιητὴς λέγει ταῦτα "τοῖσι δὲ τεῦχε κυκειῶ ἐϋπλόκαμος Ἑκαμήδη, τὴν ἄρετ' ἐκ Τενέδοιο γέρων, ὅτε πέρσεν Ἀχιλλεύς, θυγατέρ' Ἀρσινόου μεγαλήτορος, ἥν οἱ Ἀχαιοὶ ἔξελον, οὕνεκα βουλῇ ἀριστεύεσκεν ἁπάντων", αὐτὸς δηλαδὴ ὁ Νέστωρ, οὐ δήπου γὰρ ἡ Ἑκαμήδη. Τὶς δὲ ὁ κυκεὼν καὶ ἐξ οἵων εἰδῶν συνέκειτο καὶ εἰς οἷον δέπας ἐκυκήθη καὶ οἵα τράπεζα ἐφ' ἧς ἐτέθη, μετ' ὀλίγα ῥηθήσεται. Ἔστι δὲ τὸ μὲν ἀπαθὲς κυκεών, οὐ ψεκτὴ αὕτη λέξις, ἀλλ' ὥσπερ κρατὴρ διὰ τὸ συγκιρνᾶσθαι, οὕτω κυκεὼν διὰ τὰ ἐν αὐτῷ κυκώμενα εἴδη, καθὰ φανεῖται. ἡ δὲ τούτου ἐνταῦθα αἰτιατικὴ τὸ κυκειῶ δύο ἔπαθεν, ἐπένθεσίν τε τοῦ ι καὶ ἀποκοπὴν τῆς τελευταίας συλλαβῆς. Ὅρα δὲ τὸ "τεῦχε κυκειῶ", γενικῶς λεχθέν. μετ' ὀλίγα δὲ ἀντὶ τοῦ τεῦχεν ὥπλισεν ἐρεῖ κατὰ λέξιν καὶ αὐτὸ γενικήν, ἐν μέσῳ δὲ ἀμφοῖν εἰπὼν κύκησε προσφυέστερον ἔφη καὶ οὐ κατὰ πλάτος γένους τοσοῦτον.

(v. 625) Τοῦ δὲ "ἄρετο" ἑρμηνεία κατωτέρω τὸ "ἥν οἱ Ἀχαιοὶ ἔξελον", ἵνα λέγῃ ὡς οὐκ αὐτὸς ἁπλῶς ἔλαβεν, ἀλλ' οἱ Ἀχαιοὶ μὲν ἐξεῖλον, αὐτὸς δὲ διδομένην ἔλαβε. Τὸ δὲ "γέρων" ἀναγκαίως διασταλήσεται, ἵνα μὴ ἀποτελέσῃ, ὡς οἱ παλαιοί [266] φασιν, ἀδιανόητον ἀμφιβολίαν μὴ διασταλὲν ἐκ τοῦ "Ἀχιλλεύς". γέρων γὰρ Νέστωρ, οὐ μὴν γέρων Ἀχιλλεύς. οὕτω καὶ ἐν Ὀδυσσείᾳ εἰς τὸ "ἐς Τεμέσην μετὰ χαλκόν", ἀναγκαίως μετὰ τὴν ες πρόθεσιν διαστολὴ ἔσται, ἵνα μὴ ἀλλόκοτόν τι νοηθείη. Τὸ δὲ γέρων ἐνταῦθα μέν, ὡς καὶ ἀλλαχοῦ, εἰς δεῖξιν κεῖται φρονήσεως, διὸ καὶ ἐπάγει, οὕνεκα βουλῇ ἀριστεύεσκε. ποτε δὲ ἔλεον ὑποσημαίνει, ὡς ὅτε Ἀχιλλεὺς τῷ Πριάμῳ φησὶ "καί σε γέρον τὸ πρὶν ἀκούομεν ὄλβιον εἶναι", καὶ "τῷ σε γέρον πλούτῳ καὶ υἱάσι φασὶ κεκάσθαι", ἑτέρωθι δὲ τὸν ἁπλῶς ἔντιμον δηλοῖ. καὶ βαρυνόμενος δέ τις ἐκφωνεῖ ποτε αὐτὸ σκωπτικῶς, ὡς Ἀγαμέμνων που τὸν Χρύσην προσφωνεῖ. [Οἱ δὲ παλαιοὶ παρασημειοῦνται, ὅτι ἑνικῶς μὲν γέρων ἐπὶ ἡλικίας, οἷον "γέρων περ ἐὼν πολεμιστής", καὶ "ὦ γέρον, ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί". πληθυντικῶς δὲ πῇ μὲν ἐπὶ ἡλικίας, ὡς ἐν τῷ "πολιοκροτάφους τε γέροντας", πῇ δὲ ἐπὶ τιμῆς, οἷον "κίκλησκε δὲ γέροντας ἀριστῆας". ἔτι δὲ ἐφιστῶσι καὶ ὡς Μενελάου δίχα, τοῦ διὰ γυναικὸς οὕτω λαμπρᾶς ἔρωτα ἐστρατευμένου, οἱ ἄλλοι παλλακαῖς ἐχρῶντο πάντες καὶ αὐτὸς ὁ πέμπελος Νέστωρ, οὕτω δὲ καὶ ὁ Φοῖνιξ. οὐ γάρ, φασίν, ἦσαν ἐκλελυμένοι τοῖς σώμασιν ἐν νεότητι διὰ μέθης καὶ ἀφροδισίων καὶ ἀπεψίας τῆς ἐξ ἀδηφαγιῶν. εἰκότως οὖν ἔρρωνται τῷ γήρᾳ.] Ὅρα δὲ ὡς κἀνταῦθα δεξιῶς μνήμην τοῦ φίλου Ἀχιλλέως Ὅμηρος ἔθετο, οὐχ' ἁπλῶς ἀλλὰ μετὰ ἐπαίνου ἱστορήσας ὑπ' αὐτοῦ πορθηθῆναι τὴν Τένεδον.

(v. 627) Τὸ δὲ "ἔξελον" συνήθως ἀντὶ τοῦ κατ' ἐξαίρετον ἔδωκαν ὡς ἐξαιρέτῳ κατὰ τὴν βουλήν. Ὅτι ἐκ τῶν ἐναγωνίων καὶ σκυθρωπῶν μεταβαίνων ὁ ποιητὴς ἐπὶ τὸ ἱλαρώτερον κατὰ κρᾶσιν ἰδεῶν αὐτῷ ἀρέσκουσαν, ὡς ἂν ὁ ἀκροατὴς ἀναπνεύσῃ μὴ πολέμους ἀεὶ ἀκούων, ἐκθήσεται μὲν μετ' ὀλίγα καὶ ἱστορίαν μακρὰν διὰ τοῦ Νέστορος, νῦν δὲ τράπεζαν ἱστᾷ καὶ δαῖτα σκευάζει διὰ τῆς ῥηθείσης γυναικὸς ἐκ πολέμου ἐλθοῦσι τῷ Νέστορι καὶ τῷ Μαχάονι, ὡς ἐν ἀκινδύνῳ ἤδη καθεστῶσι.

(v. 628-632) Καί φησιν ὅτι ἡ Ἑκαμήδη σφῶϊν, ἤγουν αὐτοῖς, "πρῶτον μὲν ἐπιπροΐηλε τράπεζαν καλὴν κυανόπεζαν, ἐΰξοον, αὐτὰρ ἐπ' αὐτῇ χάλκειον κάνεον, ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον ἠδὲ μέλι χλωρόν, [267] παρὰ δ' ἀλφίτου ἱεροῦ ἀκτήν, πὰρ δὲ δέπας περικαλλές, ὃ οἴκοθεν ἦγ' ὁ γεραιός".

(v. 633-635) Ὃ καὶ ἐκφράζων Ὅμηρος ἐπάγει "χρυσείοις ἥλοισι πεπαρμένον· οὔατα δ' αὐτοῦ τέσσαρα ἔσαν, δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον χρύσειαι νεμέθοντο, δύο δ' ὑπὸ πυθμένες ἦσαν".

(v. 636 s.) Εἶτα καὶ τὸ μέγεθος τοῦ ποτηρίου ἱστορῶν φησιν "ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης πλεῖον ἐόν, Νέστωρ δ' ὁ γέρων ἀμογητὶ ἄειρεν".

(v. 638-641) Εἶτα καὶ τὸ ἔτυμον ἀναπτύσσων τοῦ κυκεῶνος καὶ τὸ χρήσιμον δὲ τοῦ τοιούτου ποτηρίου ἱστορῶν φησιν "ἐν τῷ ῥά σφιν", ἤγουν ἐν τούτῳ δὴ αὐτοῖς, "κύκησε γυνὴ εἰκυῖα θεῇσι", [ταὐτὸν δ' εἰπεῖν, θεοειδὴς ἢ θεοείκελος,] "οἴνῳ Πραμνείῳ, ἐπὶ δ' αἴγειον κνῆ τυρὸν κνήστι χαλκείῃ, ἐπὶ δ' ἄλφιτα λευκὰ πάλυνε, πινέμεναι δ' ἐκέλευσεν, ἐπεί ῥ' ὥπλισε κυκειῶ". καὶ τοιοῦτον μὲν τὸ Ὁμηρικὸν τουτὶ χωρίον. τὰ δὲ κατ' αὐτὸ ἔχει οὕτω.

(v. 628) Τὸ μὲν προΐηλεν οὐχ' ὡς ἀλλαχόθι οὕτω καὶ νῦν τὸ ἁπλῶς προέπεμψε σημαίνει, ἀλλὰ τὸ προέτεινε κατὰ τὸ "χεῖρας ἴαλλον", ἢ τὸ προέθηκεν, ὅπερ καὶ τῷ μέλιτι προσαρμόζει καὶ τῷ κρομύῳ καὶ τῷ ἀλφίτῳ. εἰ μὴ ἄρα τὴν τράπεζαν Ἑκαμήδη μὲν προὔπεμψε, θεράπων δέ τις προέθετο. Πρωτότυπον δὲ τοῦ ἰάλλω τὸ ἱῶ, τουτέστι πέμπω, καθὰ καὶ τοῦ ἀχάλλω τὸ ἄχω πλεονασμῷ τοῦ σ, ὅθεν καὶ τὸ ἄχος καὶ τὸ ἄχνυσθαι, καὶ τοῦ θάλλω τὸ θέω θῶ, ἐξ οὗ καὶ ἄνθος ἐκ τοῦ ἀναθέειν συγκοπέν, καὶ τοῦ ἀγάλλω τὸ ἀγάω ἀγῶ, καὶ τοῦ ἐπὶ βλάβῃ σφάλλω τὸ σφῶ, ἐκ τοῦ φῶ γεγονὸς αὐτό, ἀφ' οὗ προσελεύσει τοῦ σ καὶ τὸ σφάζω καὶ τὸ σφαδάζω καὶ ὁ σφυγμός. οὕτω δὲ καὶ τοῦ ψάλλω πρόεστι τὸ ψῶ, ἐκεῖνο δὲ αὖθις προϋπόκειται τοῦ ψηλαφῶ. ψηλαφᾶν γὰρ κυρίως τὸ ψάλλειν ἐπαφώμενον χορδῶν, ταὐτὸν δ' εἰπεῖν, ψῶντα χειρί. Τράπεζα δὲ δι' εὐφωνίαν ἀφῄρηται τῆς φύσει καταρχούσης συλλαβῆς. τετράπεζα γὰρ τὸ ταύτης ἐντελὲς διὰ τὸ ἐξ ἀρχῆς τετράπουν αὐτῆς, εἰ καὶ ὕστερον συνετμήθη εἰς τριποδίαν, πρὸς ὃ καὶ πέπαικται τὸ "οἴμοι, πῶς ἂν [268] εὕροιμι τρίπουν τράπεζαν;" Ὡς δὲ τὸ εὔφωνον τῆς προφορᾶς πολλὰς ἐπιτέμνει λέξεις, δηλοῖ σὺν ἄλλοις μυρίοις καὶ ὁ τὸ τετράδραχμον εἰπὼν τέτραχμον. [Οὕτω δὲ καὶ ἡ συνεκτικὴ τῶν ζῴων φύσησις εἰς τὸ φύσις συγκέκοπται.]

(v. 629) Τὸ δὲ "κυανόπεζαν" μετὰ τοῦ τράπεζαν ἔχει μέν τι κάλλους διὰ τὸ ὁμοιοκατάληκτον, δηλοῖ δὲ οὐ μόνον τὴν ἀπὸ κυάνου ἔχουσαν τοὺς πόδας, καθὰ καὶ ἀργυρόπεζα λέγεται ἡ ἐξ ἀργύρου, ἀλλὰ καὶ τὴν ἔχουσαν κυανέαν τὴν πέζαν, ὅ ἐστι τὸν ἔξω κύκλον, καθά φασιν οἱ παλαιοί. αἱ μέντοι κρουπέζαι παρὰ Παυσανίᾳ, ὃ δηλοῖ, ὡς ἐκεῖνός φησι, Βοιώτια ὑποδήματα ξύλινα, ἐκ τῆς κατὰ τοὺς πόδας πέζης γίνονται, ὡς καὶ ἡ ἀργυρόπεζα Θέτις καὶ ἕτερα τοιαῦτα, [ἐν οἷς καὶ ὅτι ἐκ τῆς πέζης, ἀφ' ἧς ἡ ἀργυρόπεζα, γίνεται καὶ τὸ διάπεζον φόρημα, οἷον ἄγαλμα Διονύσου, ἱμάτιον ἔχον πορφυροῦν διάπεζον καὶ ἐπ' αὐτοῦ κροκωτόν.] Τὸ δὲ "ἐΰξοον" διασαφητικόν ἐστι τοῦ καλήν, καλὴ γὰρ ἦν ὡς ἐΰξοος.

(v. 630) Τὸ δὲ κρόμυον λέγει ποτῷ ὄψον διὰ τὸ διψητικοὺς ποιεῖν τοὺς προσιεμένους αὐτό, καθὰ καὶ τὰ τραγήματα, καὶ θερμὸν ὂν ὀχλεῖν εἰς ποτὸν πλεῖον. Καὶ ἔστιν ἀστεῖος ὁ λόγος. ἰχθύες μὲν γὰρ καὶ κρέας ὄψον εἰσὶν ἄρτῳ, ἐπεὶ δι' αὐτῶν πλείω καὶ ἡδύτερον τὸν ἄρτον προσιέμεθα, [ὁ δὲ ἃλς καὶ ἄρτῳ καὶ τοῖς ἄλλοις ἐδεστοῖς], κρόμυα δὲ καὶ τραγήματα ὄψον ἂν εἰκότως λέγοιντο τῷ κατὰ γένος οὐδέτερον ποτῷ. ὁ γὰρ πότος, τὸ ἀρσενικόν, συμποσιακὴ ἄλλως λέξις ἐστίν. [(v. 638 s.) Ὅρα δὲ ὡς Ὅμηρος τὸν οἶνον ἐν ἄλλοις ἐκλύειν λέγων καὶ ἀπογυιοῦν ἐνταῦθα μέθοδον παραδίδωσι τοῦ πλείω πίνειν, τεχνίτην τούτου παραδιδοὺς τὸν σοφὸν Νέστορα καὶ τὸν ἰατρὸν δηλαδὴ Μαχάονα, πρὸ δὲ αὐτῶν τὴν Ἑκαμήδην, ἣ μαθοῦσα, ὡς εἰκός, ἐκ τοῦ σοφωτάτου γέροντος τῷ ἰατρῷ Μαχάονι ἀπερίττῳ, οἷα εἰκός, ὄντι δι' εὐταξίαν βίου, ἔτι [269] δὲ καὶ ἀφλεγμάντῳ διὰ τὸ μὴ πλησμίως τρυφᾶν, οὔτε τὸ κακόχυμον τοῦ κρομύου προσελογίσατο, καὶ οἶνον δὲ προσέφερε, ταῖς φλεγμοναῖς ἐναντιώτατον ὄντα, καὶ αὐτὸν Πράμνειον, ὃν ἴδμεν, φασί, παχὺν καὶ πολύτροφον. καὶ ἡ προσφορὰ οὐ διψήσεως, φασίν, ἄκος, ἀλλ' ἐμφορήσεως ἕνεκεν, καὶ ταύτης, ὁποία καὶ τῷ Νέστορι προσήρμοττεν ὑγιαίνοντι καὶ οὐ πίνοντι οἶνον, ἀλλὰ στρατιωτικῶς διαιτωμένῳ, καί που καὶ αὐτῷ εὐχομένῳ πίνειν καὶ παίζειν καὶ τὰ δίκαια φρονεῖν. Ἀλλὰ περὶ μὲν τῶν τοιούτων καὶ μετ' ὀλίγα εἰρήσεται. ἐνταῦθα δὲ νῦν μνηστέον, ὅτι περιᾴδεται ἐν κρομύοις τὸ Σαμοθρᾴκιον παρὰ Ἀντιφάνει, καθὰ καὶ τὸ Κύπριον νᾶπυ καὶ τὸ Μιλήσιον κάρδαμον καὶ ὁ Ὑμήττιος θύμος καὶ τὸ Τενέδιον ὀρίγανον.] Ἑτέρως δὲ ὄψον ἁπλῶς φασιν οἱ παλαιοὶ πᾶν τὸ συνάμα σιτίοις ἐσθιόμενον. καὶ γίνεται, φασίν, ἡ λέξις παρὰ τὸ ὀψέ, διότι οὐχὶ ἕωθεν ἀλλ' ὀψὲ τοιαύτας τροφὰς προσεφέροντο, ἢ μᾶλλον, ὅτι ὀψὲ καιροῦ εἰς χρῆσιν ἦλθεν ἀνθρώποις ἡδονῆς χάριν τὸ ὄψον. τὰ πρὸ τούτου γὰρ ἁπλοϊκῶς ἔζων. [Τὸ δὲ εἰπεῖν ὡς ἐκ τοῦ ἕψειν γίνεται τὸ ὄψον, οὐ πάνυ εὐοδοῦται, τά τε ἄλλα, καὶ ὅτι τὸ μὲν ἕψω δασύνεται, τὸ δὲ ὄψον ψιλοῦται. γίνεται δὲ ἐκ τοῦ ἕψειν μᾶλλον ἑψητός, ἔδεσμά τι λεπτῶν ἰχθύων, ἀφύης τυχὸν ἢ ἀθερίνης ἢ τριγλίδων, ὥς φασιν οἱ παλαιοί, ἢ σηπιδίων καὶ καρκινιδίων, ὃς δὴ ἑψητὸς πληθυντικῶς, φασί, λέγεται ὡς ἐπὶ πολύ. ἑψητοὶ γάρ, φασίν, ἰχθύδια ὑπολειπόμενα ἐν διώρυξιν, ὅταν ὁ Νεῖλος ὑποπαύηται τῆς πληρώσεως.] Ἰστέον δὲ καὶ ὡς οἱ ὕστερον ἐπὶ μόνου ἰχθύος τὴν λέξιν ὥρισαν, ὡς καὶ ὁ Ἀθήναιος παρασημαίνεται. ὅθεν καὶ τὸ ὀψάριον, καθάπερ καὶ τέμαχος, ὡς καὶ ὁ Κωμικὸς δηλοῖ, ἐπὶ μόνων τμημάτων ἰχθυηρῶν παρὰ τοῖς παλαιοῖς ἰδιάζεται. [Ὀψαρίου δὲ πολλαὶ χρήσεις ἐπὶ ἰχθύος παρὰ τοῖς παλαιοῖς. δῆλον δὲ ὅτι καὶ ἐπὶ τοῦ ἁπλῶς προσοψήματος, ταὐτὸν δ' εἰπεῖν κοινῶς προσφαγίου, τὸ προσόψημα λέγεται ὑποκοριστικῷ τύπῳ.] Δῆλον δὲ ὅτι ἀπὸ τοῦ ὄψου καὶ [270] παροψὶς τὸ τρύβλιον λέγεται. [Παρὰ μέντοι τῷ Πλάτωνι ποικίλον ὄψον ἡ παροψίς, ὥστε καὶ σκεῦος ἡ παροψὶς καὶ ποιὸν ὄψον. ἐκεῖθεν δὲ καὶ ῥῆμα ὀψᾶσθαι, ὡς βᾶσθαι, καὶ εὐοψία ἡ τῶν ὄψων εὐπορία, καὶ ἡ ἀνάπαλιν ἀνοψία κατὰ τὸ "δεινῶς πάνυ τὴν ἀνοψίαν φέροντας". φαύλη δὲ σύνθεσις ὄψου οὐ μόνον τὸ ἀσυμμέτρως ὀψωνεῖν κατὰ τὸν κωμῳδούμενον ὀψωνεῖν τὰς Νηρηΐδας διὰ τὸ πολυτελὲς τῆς τῶν ἰχθύων ἐξωνήσεως, ἀλλὰ καὶ τὸ ὀψοφαγεῖν, ὅπερ ἐστὶ παρὰ τὸ δέον ὄψοις χρᾶσθαι, οὗ ἕνεκεν ἤρεσεν ὀψονόμους Ἀθήνησιν αἱρεῖσθαι ὑπὸ τῆς βουλῆς δύο ἢ τρεῖς. Δῆλον δὲ ὅτι τοῦ ὀψοφάγου ἐπίτασις ὁ ὀψοφαγίστατος, οἷον "ὀψοφαγίστατος καὶ βλακίστατος", ἃ δὴ λέγεται κεῖσθαι παρὰ Σοφοκλεῖ, ἐν οἷς ὅρα διπλῆν ὑπέρθεσιν. τὸ γὰρ "ὀψοφάγιστος καὶ βλάκιστος" ἐπετάθη πάλιν διὰ τοῦ τατος. τοιαῦτα δὲ καὶ τὸ λαγνίστατος λαλίστατος κλεπτίστατος. Ὅτι δὲ τοῦ ἰχθύος ἐκνικήσαντος ὄψου λέγεσθαι διὰ τοὺς ἐπιμανῶς ἐσχηκότας περὶ τοιαύτην ἐδωδὴν ὀψοφάγοι ἐλέγοντο οἱ περὶ τὴν ἰχθυοπωλίαν ἀναστρεφόμενοι, οὐ μὴν οἱ βουθοῖναι καθ' Ἡρακλῆν, ὅς, φασί, τοῖς βοείοις κρέασιν ἐπήσθιε σῦκα χλωρά, οὐδὲ οἱ φιλόσυκοι, ὁποῖος ἦν Πλάτων ὁ φιλόσοφος, οὐδὲ οἱ κατὰ τὸν Ἀρκεσίλαν φιλοβότρυες, ὁ Ἀθήναιος γράφει λέγων καί, ὅτι βρώσεως ἥδυσμα τὸ ὄψον, καὶ ὅτι κυρίως ὄψον τὸ πυρὶ σκευαζόμενον εἰς ἐδωδήν. ἤτοι γὰρ ἕψον ἐστί, φησίν, ἢ παρὰ τὸ ὀπτᾶσθαι ὠνόμασται. Εἰ δὲ πρὸς τὸ εἶναι τὸ ὄψον ἐκ τοῦ ἕψειν ἐναντιοῦσθαι τὸ πνεῦμα δοκεῖ, ἐνθυμητέον ὡς οὕτω ἕπω μὲν τὸ ἀκολουθῶ δασύνεται, ὀπαδὸς δὲ ὁ ἐξ αὐτοῦ γενόμενος ψιλοῦται. προσλογιστέον δὲ καὶ ὅτι τὸ μὲν ἅμα δασύνεται, ἄμια δὲ ἰχθύς, ὠνομάσθαι δοκοῦσα παρὰ τὸ ἅμα ἰέναι ταῖς ὁμοειδέσι, ψιλοῦται. συναγελαστικὸν δὲ καὶ ἡ ἄμια, ὅθεν διὰ τὸ καινὸν τοῦ πνευματισμοῦ Ἀθήναιος ψιλοῖ τὸ κατάρχον α ὡς στερητικόν. οὐ γὰρ κατὰ μίαν φέρονται, ἀλλ' ἀγεληδὸν [271] ἵενται. Ἔτι πρὸς τοῖς εἰρημένοις περὶ ὄψου ἰστέον καὶ ὅτι ὄψον ποτῷ καὶ ὄψον σίτῳ οἱ μὲν ἄλλοι θεωροῦσιν ἐν βρώμασι, Σωκράτης δὲ ἄλλως αὐτὰ ἐκαρύκευεν, ὃς διαπεριπατῶν, φασίν, ἑσπέρας βαθείας πρὸ τῆς οἰκίας πρὸς τοὺς πυνθανομένους "τί τηνικάδε, ὦ Σώκρατες", ἔλεγεν ὄψον εὑρίσκειν πρὸς τὸ δεῖπνον, αἰνιττόμενος ὅτι ὄψον δείπνῳ τὸ γυμνάσιον, παρασκευάζον ἡδεῖαν τὴν τροφήν. Ἔτι γνωστέον καὶ ὅτι, ἐπεὶ πρὸς ἥδυσμα, ὡς προερρέθη, βρώσεως ἐπινενόηται τὸ ὄψον, οὐ κατὰ τὸν ἄρτον, οὐ μὴν οὐδ' εἰς πλεῖον χρηστέον αὐτῷ, ἵνα μὴ ἀκούσῃ ποθὲν ὁ τοῦτο ποιῶν τὸ "ὦ παρόντες, τίς ὑμῶν τῷ μὲν ἄρτῳ ὡς ὄψῳ χρῆται, τῷ δ' ὄψῳ ὡς ἄρτῳ", ὅπερ ἔφη Σωκράτης πρός τινα χρώμενον ἀμέτρως τῇ ἐποψήσει. Καὶ ὅρα τὴν ἐπόψησιν τὴν αὐτὴν οὖσαν τῷ ὄψῳ καὶ τῷ προσοψήματι. Ὅτι δὲ καὶ τὸ ἐπιμανῶς ἔχειν πρὸς τὸ κατ' ἰχθύας ὄψον οὐ τῶν παλαιῶν ἦν ἀνδρῶν, ἀλλὰ τοῖς μεθ' Ὅμηρον ἐπεχωρίασε, δηλοῖ, φασίν, ὁ Γαδαρεὺς Μελέαγρος, τὸν Ὅμηρον εἰπὼν Σύρον ὄντα, κατὰ τὰ ἐκείνῳ πάτρια ἰχθύων ἀπεχομένους ποιῆσαι τοὺς ἀρχαίους, ἥρωας δηλαδή. ἑτεροίων γάρ τινων λόγος ἄρτι οὐδείς, ὧν ἐν τοῖς μάλιστα τὸ τῶν ἰχθυοφάγων γένος.]

(v. 631) Μέλι δὲ χλωρὸν ἢ τὸ ὡχρὸν ἢ τὸ ὑγρὸν ἢ τὸ πρόσφατον, ἤτοι νεοτρύγητον. [Πολλὴ δὲ ἡ χρῆσις τοῦ μέλιτος παρὰ τοῖς παλαιοῖς, εἴγε καὶ Ἀριστόξενος ὁ Κυρηναῖος φιλόσοφος θρίδακα ἐν κήπῳ οἰνομέλιτι ποτίζων ἑσπέρας καὶ ὑπὸ τὴν ἕω λαμβάνων χλωροὺς ἔχειν ἔλεγε πλακοῦντας. ὡς δὲ καὶ τρόφιμον τὸ μέλι, Πυθαγόρας μαρτυρεῖ, ὃς εὐτελέστατα διαβιοὺς πολλάκις μέλιτι μόνῳ ἠρκεῖτο. Μέλη δὲ διὰ τοῦ ἦτα κατὰ θῆλυ γένος ποτηρίου εἶδος ἦν, ὡς ἐν τοῖς Ἀθηναίου φέρεται, καὶ ἴσως παρὰ τὸ μέλος, ὃ δηλοῖ τὴν ᾠδήν, ἐπεὶ καὶ ᾠδός παρὰ τῷ αὐτῷ ποτήριόν τι.] Ἀλφίτου δὲ ἀκτή οὐ μόνον περιφραστικῶς [272] ὁ ἄρτος, ὃν καὶ ἄλφιτα καλὰ μετ' ὀλίγα φησίν, ἀλλὰ καὶ μάλιστα τὸ ἄλευρον, παρὰ τὸ ἄγω, τὸ κλῶ. διὸ καὶ κάταγμα ἑρμηνεύουσι τὴν ἀκτὴν οἱ παλαιοί. λέγοιτο δ' ἂν οὕτω καὶ κλάσμα. καὶ ἔστιν οὕτω κρεῖττον νοῆσαι ἤπερ ἐπὶ ἄρτου, ὡς δηλοῖ κατωτέρω καὶ τὸ "ἐπὶ δ' ἄλφιτα λευκὰ πάλυνεν", ὅ ἐστιν ἐπέπασεν, ἀφ' οὗ καὶ πάλη καὶ παιπάλη καὶ τὸ παίπαλον, ὡς ἀλλαχοῦ εἴρηται. Ἔνθα ὅρα ὅτι καὶ ἄλφιτον ἑνικῶς εἶπε καὶ ἄλφιτα πληθυντικῶς. Ὅτι δὲ καὶ οὐχ' ἁπλῶς ἄλφιτον τὸ ἄλευρον, ἀλλὰ κυρίως τὸ κρίθινον, πολλοὶ λέγουσιν, ὁμοίως καὶ ὡς ἀκτὴ ἡ δωρεά, ἣν δηλαδὴ ἄγεταί τίς ποθεν, ἢ καὶ ὡσανεὶ μακτὴ ἀπὸ τοῦ μάττειν, ὅθεν καὶ ἡ μάζα καὶ ἡ μάκτρα. [Ὡς δὲ καὶ ἀπὸ τοῦ προῆχθαι ἤγουν προτετιμῆσθαι τῶν ἄλλων τροφῶν ἡ τῆς Δήμητρος ἐρρέθη ἀκτή, καὶ ἀλλαχοῦ δεδήλωται. δύναται δὲ οὕτω λεχθῆναι καὶ διὰ τὸ κατ' αὐτὴν ἐπαγωγόν.] Ἰστέον δὲ καὶ ὡς οἱ μὲν ἀλφίτου ἱεροῦ γράφουσιν ἀκτήν, οἱ δὲ ἱερὸν ἀκτὴν Ἀττικῶς καθ' ὁμοιότητα τοῦ κλυτὸς Ἱπποδάμεια, καὶ "χρειὼ ἱκάνεται οὐκέτ' ἀνεκτός", καὶ ὅτι ἀλλαχοῦ "Δημήτερος ἀκτήν" λέγει, καὶ ὡς ἔνιοι ἀρσενικῶς τὸν ἱερὸν ἀκτὴν λέγουσιν. [Ἀληθῶς γὰρ διφορεῖται κατὰ γένος τὸ ἀκτήν, καὶ προφέρεται μὲν καὶ ἀρσενικῶς ὁ ἀκτής κατὰ τὸ ταρακτής, ὃ κεῖται παρὰ Λυκόφρονι. μάλιστα δέ, φασί, κατὰ γένος θῆλυ λέγεται ἡ ἀκτή, ὡς δηλοῖ σὺν ἄλλοις καὶ Εὐριπίδης ὁ γλυκὺς εἰπὼν "καίτοι τί δεῖ, πλὴν δυοῖν μόνων, Δήμητρος ἀκτῆς πώματός θ' ὑδρηχόου, ἅπερ πάρεστι καὶ πέφυχ' ἡμᾶς τρέφειν;" ἤγουν τί χρεία περιουσιασμοῦ πλὴν ἄρτου καὶ ὕδατος, δι' ὧν ἔστι τρέφεσθαι.] Ἱερὸν δὲ τὸ ἄλφιτον, ὡς καὶ ἀλωὴ ἱερά, διὰ τὸ ζωοποιὸν τῶν ἐκεῖθεν τρεφομένων. δῆλον δὲ ὡς καὶ ἐπὶ ἄρτου τὸ ἄλφιτον καὶ ἐπὶ πάσματος λέγεται, ὡς καὶ ἐνταῦθα [273] φαίνεται καὶ ἀλλαχοῦ δεδήλωται. ἐξ αὐτοῦ δὲ καὶ ἀλφιτόχρως κεφαλὴ κατὰ τοὺς παλαιοὺς ἡ πολιά. ἦν δέ, φασί, καὶ ἀλφίτων στοὰ ἐν Ἀθήναις, ἐν ᾗ καὶ ἡ τοῦ Ζεύξιδος ἀνέκειτο Ἑλένη. Γίνεται δὲ ἄλφιτον, ὡς καὶ ἐν Ὀδυσσείᾳ φαίνεται, ἢ παρὰ τὸ ἀλῶ, τὸ ἀλήθω, καὶ τὸ φῶ, τὸ φονεύω, τὸ οἱονεὶ πεφασμένον ἐν τῷ ἀλήθεσθαι. διὸ καὶ μυλήφατον λέγεται. ἢ παρὰ τὸ ἄλφω, τὸ εὑρίσκω, καὶ τὸ ἴτης, ὁ πτωχός, τὸ τοῖς ἴταις εὑρισκόμενον. ἄλφιτον γάρ, φασί, κυρίως κρίθινον πίτυρον. τινὲς δὲ ἁπλούστερον ἄλφιτόν φασι τὸ ἐκ πεφρυγμένων κριθῶν, παρὰ τὸ ἀλφῶ τὸ πρῶτον ἐφευρεθέν. Προεύρηται γὰρ τῶν σπορίμων ἡ κριθή. διὸ καὶ οὕτω κέκληται, ὡς πολλαχοῦ λέγεται, οἷα τῇ αὐτῆς χρήσει διακρίνασα τῶν ἀγρίων ζῴων τὸν ἄνθρωπον. [Δοκεῖ δὲ ἡ τοῦ ἀλφίτου γραφὴ κατὰ τὸ ἀκόνιτον εἶναι. ὡς γὰρ ἐκ τοῦ κονῶ, τὸ ἐνεργῶ, ἀκόνιτον φάρμακον, καθ' οὗπερ οὐκ ἔστιν ἐνεργῆσαί τι διὰ τὸ ἐκείνου δραστήριον, οὕτω καὶ παρὰ τὸ ἀλφῶ, ὡς ἐρρέθη, τὸ ἄλφιτον. τοιαύτη δέ τις παραγωγὴ ἐκ τοῦ μονῶ καὶ δωρῶ καὶ κτῶ παρήγαγε καὶ τὸν παρὰ Λυκόφρονι Μόνιτον καὶ τὸν Θεοδώριτον καὶ τὸν Ἐπίκτιτον τὰ κύρια.

(v. 632) Δέπας δὲ περικαλλὲς οὐ τὸ ἁπλῶς ἀλλὰ λίαν καλὸν διά τε τὴν κατ' αὐτὸ τιμίαν ὕλην καὶ τὸ περιττὸν τῆς κατασκευῆς. εἰ δὲ μὴ ἐς τὸ πᾶν χρύσεον ἦν τὸ ποτήριον, ἀναληπτέον εἰς νοῦν ὅτι [274] κατὰ τὴν παλαιὰν ἱστορίαν σπάνιος μὲν ἦν παρ' Ἕλλησιν ὁ ἄργυρος, ὁ δὲ χρυσὸς καὶ πάνυ. διὸ Φίλιππος, ὁ τοῦ μεγάλου Ἀλεξάνδρου πατήρ, φιάλιον χρυσοῦν ἔχων ἀεὶ τοῦτ' εἶχε κείμενον εἰς τὸ προσκεφάλαιον. καὶ τὴν Ἀτρέως δὲ χρυσῆν ἄρνα φιάλην ἀργυρᾶν φασι γεγονέναι, ἧς ἐν μέσῳ χρυσοῦν ἦν ἀρνίον. καὶ ὁ τῆς Ἐριφύλης δὲ ὅρμος ἐξηκούσθη διὰ τὴν τότε σπάνιν τοῦ χρυσοῦ. καινὸν γὰρ ἦν τότε ἰδεῖν ἀργυροῦ ποτήριον, ἐκ ποτηρίων δὲ χαλκῶν ἔπινον οἱ σφόδρα ὄλβιοι. συληθέντος δέ, φασί, τοῦ Πυθικοῦ ἱεροῦ ὑπὸ Φωκικῶν τυράννων, ἐν οἷς καὶ Φάϋλος καὶ Φάλαικος δοκοῦσιν εἶναι, ὁ χρυσὸς ἐπέλαμψε παρ' Ἕλλησιν, εἰσεκώμασε δὲ καὶ ὁ ἄργυρος. ὕστερον δὲ τοῦ μεγίστου Ἀλεξάνδρου τοὺς ἐκ τῆς Ἀσίας ἀνελομένου θησαυρούς, ὄντως ἀνέτειλεν ὁ κατὰ Πίνδαρον εὐρυσθενὴς πλοῦτος. Ταῦτα ὁ Ἀθήναιος, λέγων καί, ὅτι ἀνάργυρός ποτε καὶ αὐτὸς ἦν ὁ Πύθιος, ἔτι δὲ καὶ ἄχρυσος, ἕως τὰ ἐν Δελφοῖς ἀργυρᾶ καὶ χρυσᾶ ἀναθήματα ὑπὸ τοῦ πρώτου βασιλέως Λυδῶν Γύγου ἀνετέθησαν. ἅπερ ὕστερον οἵ τε εἰρημένοι Φωκικοὶ τύραννοι καὶ σὺν αὐτοῖς Ὀνόμαρχος ἐξεκόμισαν εἴτ' οὖν ἐξεφόρησαν, προσθετέον δ' ὅτι καὶ διεφόρησαν. Ἔτι ἰστέον καί, ὅτι σπουδὴν εἶχον οἱ παλαιοὶ περὶ τὰ πολυτελῆ ποτήρια ὡς λόγου ἄξια. διὸ καὶ ἐν Ἀχαΐᾳ Δημήτηρ, φησί, ποτηριοφόρος ἐτιμᾶτο, καὶ ὅτι ὡς οἷα φιλοδεπαστὴς ὁ γέρων Νέστωρ ἐν τῷ Ἐπιταφίῳ γέρας πρὸς τοῦ βασιλέως φιάλην εὐτυχεῖ τιμίαν εἰς ἔπαθλον ἀρετῆς, ὡς εἴρηται, καὶ ὅτι συντελεῖ τι ἐς τὸ "ἐπὶ δ' ἄλφιτα λευκὰ πάλυνε" καὶ τὸ "οἶνον ἀπαλφιτίζοντες ἔπινον", ὃ δὴ παρὰ τῷ Ἀθηναίῳ κεῖται.]

(v. 632) Τὸ δὲ "οἴκοθεν" πλούσιον ἀνέκαθεν ἐκ προγόνων εἶναι δηλοῖ τὸν μὴ ἐκ Τροίας γέρας κτησάμενον τὸ ῥηθὲν δέπας, ἀλλ' ἐξ Ἑλλάδος ἔχοντα. Εἰς δὲ τὸ ποτήριον τοῦτο πολλοὶ τοῖς παλαιοῖς ἐχέθησαν λόγοι. καὶ πέπλησται νέκταρος φιλοσοφίας. διὸ καὶ δοκεῖ ἐπισημήνασθαι Ὅμηρος οἴκοθεν αὐτὸ ἄγειν τὸν γεραιὸν καὶ μὴ Τρωϊκὸν εἶναι λάφυρον, ὡς μὴ ἂν τῶν Τρώων οἵων τε ὄντων τοιαῦτα σοφίζεσθαι. καὶ τοίνυν γέγονεν εἰς αὐτὸ ποικίλος λογομαχίας κυκεών, καὶ ὅσα μὲν εἰς πλάτος ἐρρέθη, περιττὸν ἀνακυκᾶν. Ὡς ἐν βραχεῖ δὲ [275] εἰπεῖν, τοιαῦτά τινα ἐδοξάσθη περὶ αὐτοῦ. Τῶν ποτηρίων τινὰ μὲν ἕνα, φασίν, ἔχει πυθμένα, [τὸν φυσικὸν καὶ συγκεχαλκευμένον τῷ ὅλῳ, ὡς τὰ κυμβία, φασί, καὶ τὰ τὴν ἰδέαν φιαλώδη,] τινὰ δὲ δύο, ἕτερον ἐξ ἑτέρου κατὰ τοὺς παλαιούς, ἤγουν ἕνα, εἰς ὃν περατοῦται τὸ ποτήριον, καὶ ἕτερον πρόσθετον, ἀπὸ ὀξέος ἀρχόμενον καὶ λήγοντα εἰς πλατύτερον, ἐφ' οὗ ἵσταται τὸ ἄνω ποτήριον. τοιοῦτον, φασί, καὶ τὸ τοῦ Νέστορος ποτήριον.

(v. 635) Διὸ καὶ Ὅμηρός φησι "δύο δ' ὑπὸ πυθμένες ἦσαν", ἵνα λέγῃ ἐν δυσὶ μέρεσι λόγου, ὅτι ὑπὸ τῷ [συνθέτῳ] ποτηρίῳ δύο ἦσαν πυθμένες, ὁ φύσει καὶ ὁ πρόσθετος. Καὶ μὴν ἄλλοι ὡς ἓν μέρος λόγου τὸ ὑποπυθμένες ἀναγινώσκουσι, λέγοντες ὅτι δύο πελειάδες ὑποπυθμένες, ὅ ἐστιν ὑπὸ τὸν πυθμένα, ἦσαν τὸ ποτήριον ὑπανέχουσαι. ἔδει δὲ ἴσως ἐν τῇ τοιαύτῃ ἀναγνώσει προπαροξύνεσθαι διὰ τὴν σύνθεσιν τὸ ὑποπύθμενες, ὡς τὸ ἐριαύχενες, εἰ καὶ ἄλλως πάλιν ἡ αὐτὴ ἔννοια ἐν δυσὶ λόγου μέρεσι σῴζεται, ἵνα λέγῃ ὅτι δύο περιστεραὶ ὑπὸ πυθμένεσ' ἦσαν, ἤγουν πυθμένεσιν, ἐκθλιβομένου τοῦ ι τῆς δοτικῆς. Αἱ δὴ πελειάδες καὶ νεμέθεσθαι λέγονται διὰ τὸ τῆς πλαστικῆς ἔντεχνον, ὡς δοκοῦσαι κατὰ νομῆς λόγον ἐπικύπτειν. [Ἰστέον δὲ ὅτι Ἀθήναιος τὴν περὶ τῆς διπύθμενος κύλικος ἔννοιαν οὕτω φράζει. Τῶν ποτηρίων τινὰ μὲν ἕνα πυθμένα ἔχει, ὡς ἐρρέθη, τινὰ δὲ δύο, ὡς τὰ ᾠοσκύφια, περὶ ὧν ἐκεῖνος γράφει, καὶ τὰ καρχήσια, καὶ αἱ Σελευκίδες, καὶ εἷς μὲν πυθμὴν ὁ κατὰ τὸ κύτος συγχαλκευθεὶς τῷ ἀγγείῳ, ἕτερος δὲ ὁ πρόσθετος, ἀπὸ ὀξέος ἀρχόμενος καὶ καταλήγων εἰς πλατυτέραν στάσιν, ὁποῖον, φησί, καὶ τὸ τοῦ Νέστορος. καὶ ἄλλως δέ, φησί, δύο πυθμένας ἔστιν ὑποθέσθαι, τὸν μὲν οἷον τὸν ὅλον φέρειν ὄγκον τοῦ ποτηρίου, ἔχοντα κατὰ μείζω κυκλοειδῆ περιγραφὴν ἔξαρσιν ὕψους σύμμετρον, τὸν δὲ κατ' ἐλάττω κύκλον συνεχόμενον ἐν κύκλῳ μείζονι, καὶ τὰ ἑξῆς, ἐν οἷς κώθωνι παρεοικέναι τὸ τοιοῦτον ἔκπωμα φαίνεται. Ὁ δ' αὐτὸς τὸ παρὰ τοῦ εἰρημένου Διονυσίου τοῦ Θρᾳκὸς λεγόμενον σκευασθῆναι ποτήριον σκύφον εἶναι λέγει, παρακειμένως ἔχοντα τὰ ὦτα καθάπερ αἱ δίπρῳροι τῶν νεῶν, περὶ δὲ τὰ ὦτα τὰς περιστεράς.] Ἕτεροι δὲ διαπλάττουσι τὸ ῥηθὲν ποτήριον κατὰ τοὺς νῦν κώθωνας, ὧν δύο οἷόν εἰσι πυθμένες, ἥσσων ὑπὸ μείζονος περιεχόμενος, [276] ἤγουν ὁ μὲν ἐν μείζονι περιοχῇ κατωτάτω, ὁ δὲ ἐλάττων ἀνωτέρω. ἔνθα σφηκοῦταί πως ὁ κώθων σφιγγόμενος καί, ὡς εἰπεῖν, πνιγόμενος, ὅπου καὶ κοσκινοειδεῖς πολλάκις ἠθμοὶ ὡς οἷόν τινες πυθμένες γίνονται. Διονύσιος δὲ ὁ Θρᾷξ, ὡς Ἀθήναιος ἱστορεῖ, τὴν Νεστορίδα ταύτην [ἐν Ῥόδῳ] κατεσκεύασε κύλικα, συνενεγκάντων αὐτῷ τῶν μαθητῶν τὸ ἀργύριον, ὑποθεὶς μὲν κάτω βάσιν δύο ῥοπάλια πλάγια διὰ μήκους, ἃ καὶ εἶναι τοὺς παρ' Ὁμήρῳ δύο πυθμένας, ἄνω δὲ ἐπιστήσας τὸ ποτήριον. καί φασιν ἐν Καπύῃ πόλει Καμπανῶν ἀνακεῖσθαι [Ἀρτέμιδι] ποτήριον ἐν τοιούτῳ σχήματι, ὃ λέγεσθαι εἶναι τοῦ Νέστορος. Οἱ δὲ τριηροειδὲς τὸ ποτήριον εἶπον εἶναι καί, ἰδιωτικῶς εἰπεῖν, χελανδοειδές, ἐπεὶ καὶ ἄκατος παρὰ τοῖς παλαιοῖς φιάλη πλοιοειδής, καί πως περὶ τὰ μέσα συναγόμενον καὶ στενούμενον φαντασίαν ἔχειν δύο πυθμένων. διὸ καὶ τεσσάρων ὤτων δεῖσθαι διακειμένων, φασί, κατὰ σχῆμα διπλοῦ ω ἤτοι μεγάλου. συνηρτημένα γὰρ ἀλλήλοις κυκλοτερῆ δύο ἐξ ἑνὸς μέρους καὶ δύο ἑτέρωθεν, εἶτα διΐσταντο εἰς πλάγιον, ἵνα εὐρύτεραι ὦσιν αἱ τοῦ ποτηρίου λαβαί, καὶ οὕτως ἀπετέλουν τὸ σχῆμα τοῦ μεγάλου ω. ἢ καὶ ἄλλως, οὔατα τῷ ποτηρίῳ τέσσαρα ἦσαν οὕτω, δύο μὲν ἄνω ἐξ ἀμφοῖν τοῖν μεροῖν, ἄλλα δὲ δύο πάλιν ἀμφοτέρωθεν κατὰ μέσον τὸ κύρτωμα. Οἱ δὲ περὶ Ἀρίσταρχον αὐτὸ τὸ ποτήριον ω μέγα εἶναί φασιν, ὁποῖον ἴσως τὸ κατὰ δύο υ ἐσχηματισμένον, ἐξ οὗ διπλοῦ ὄντος [277] κατὰ διάμετρον ἔδει πίνειν. δεδιπλασμένον γὰρ ἦν, φασί, τὸ ποτήριον καὶ οἱονεὶ ἐκ δύο σύνθετον καὶ διὰ τοῦτο δύο πυθμένας ἔχον καὶ ὦτα τέσσαρα. τὰ γὰρ ἁπλᾶ μονοπύθμενά τέ εἰσι καὶ ἄμφωτα. Ὥσπερ δὲ τὸ ποτήριον, οὕτω καὶ τὰς περὶ αὐτὸ πελειάδας πολυλογοῦντες οἱ παλαιοὶ οἱ μὲν περιστεράς φασιν ἐντετορευμένας, ὡς εἰκός, εἶναι ταῖς τοῦ ποτηρίου λαβαῖς ἐπικυπτούσας, ὡς εἴρηται, καὶ δοκούσας οἷον τῷ σχήματι νέμεσθαι, καὶ αὐτὰς ἢ τέσσαρας, μίαν δηλαδὴ καὶ μόνην ἰδίᾳ περὶ ἕκαστον τῶν τοῦ ποτηρίου τεσσάρων ὤτων, ἐὰν διεστῶτα ἦσαν ἀλλήλων πάντῃ τὰ ὦτα κατὰ τὸν Ἀρίσταρχον, ἢ δύο μὲν ἐπικαθημένας τῇ τῶν δύο ὤτων συναρτήσει, ἑτέρας δὲ δύο ἐν τῇ λοιπῇ τῶν ὤτων συγκολλήσει. Ἢ τοίνυν οὕτω τέσσαρας εἶναι, ἢ ὀκτὼ καθ' ἑτέρους, ὡς τεσσάρων μὲν ὄντων, δύο δὲ πελειάδων ἀμφὶς ἕκαστον, ἤγουν ἀμφὶ ἓν ἕκαστον, ἐπικαθημένων. εἰ δὲ καὶ ὑπὸ τὸν πυθμένα νοηθεῖεν δύο πελειάδες εἶναι, καθά τινες βούλονται, καὶ προστεθεῖεν αὗται ἢ ταῖς τέσσαρσιν ἢ ταῖς ὀκτώ, εἶεν ἂν καθ' ἕτερον λόγον ἢ ἓξ αἱ τοῦ ποτηρίου πελειάδες ἢ δέκα, ὥστε ἀμφίβολον εἶναι τὴν τῶν πελειάδων τούτων ἀγέλην, ὅση τις ἂν εἴη τὸν ἀριθμόν. Τινὲς δὲ τὰς πελειάδας ταύτας κόρας νοοῦσιν, [εἴτε ἀνθρωποειδεῖς εἴτε ὀρνιθοφυεῖς αὐτὰς εἶναί τις βούλοιτο,] ἄστροις πεποικιλμένας ἄλλοις τε καὶ ταῖς Πλειάσιν, αἳ λέγονται καὶ Πελειάδες ὑπό τινων, ὡς ἐν πολλοῖς φαίνεται. διὸ οὐκ ὤκνησάν τινες ἐνταῦθα πελειάδας αὐτὸ τὸ ἄστρον τὰς Πλειάδας νοῆσαι, κατασκευάζοντες τὸν λόγον διὰ πολλῶν, οἳ καὶ τὸ ὅλον ποτήριον εἰς τὸν κόσμον ἀλληγοροῦσιν, ὡς καὶ Ἀσκληπιάδης ὁ Μυρλεανός, ἤγουν ὁ ἐκ τῆς Φρυγιακῆς Μυρλείας τῆς νῦν Ἀπαμείας, ἀνασκευάσας οἷον τὸ Ὁμηρικὸν ποτήριον καὶ [278] τὸ τῆς ὕλης πάχος μετασκευάσας καὶ μεταγαγὼν εἰς ἀλληγορίας λεπτότητα, διά τε τὸ σφαιροειδές, φησί, τοῦ ποτηρίου, οἷος καὶ ὁ κόσμος, καὶ τὸ τῶν ἥλων χρυσοειδές, καθὰ καὶ οἱ ἀστέρες, καὶ τἄλλα οἷα πολλὰ λέγει ἐκεῖνος, ἃ καὶ ὁ βουλόμενος ἀναλεγέσθω ἐκεῖθεν. Σωματικῶς μέντοι εἴπερ χρύσεοι τῷ ποτηρίῳ ἧλοι, καὶ πελειάδες χρύσειαι, καὶ αὐτὸ δὲ οὐχ' ἁπλῶς καλὸν κατὰ τὴν ἐΰξοον τράπεζαν, ἀλλὰ περικαλλές, χρύσεον, ὡς εἰκός, καὶ αὐτὸ ὅλον εἶναι δόξοι ἂν ἴσως, [ἤγουν ἀλλὰ] μηδέν τι ἔχον χαλκοῦ κατὰ τὸ κάνεον, ὅπερ ὑπόκειται τῷ κρομύῳ καὶ τοῖς αὐτῷ ἐφεξῆς, πολυτελέστερον ὂν ἐκεῖνο ἤπερ οἱ τῶν κρεῶν πίνακες ἐν Ὀδυσσείᾳ, [ὧν ὑποκόρισμα παρὰ τοῖς ὕστερον οὐ μόνον τὸ κοινῶς πινάκιον, ἀλλὰ καὶ ὁ πινακίσκος καὶ τὸ πινακίσκιον, ὥσπερ καὶ τοῦ κάνεον τὸ κανίσκιον, οἷον "τὰ δὲ κανίσκια ἦν ἅπαντα χρυσᾶ", ὡς γράφει Ἀθήναιος.

(v. 633) Ἰστέον δὲ ὅτι τε τὸ χρύσειον καὶ χρύσεον οἶδε λέγεσθαι, ὡς τὸ "χρυσέῳ ἀνὰ σκήπτρῳ", καὶ ὅτι τὸ "χρυσείοις ἥλοις", ὥσπερ καὶ τὸ "πελειάδες χρύσειαι", δηλοῦσι μὴ ὁλόχρυσον εἶναι τὸ προκείμενον δέπας. τί γὰρ ἐχρῆν παγχρύσου ὄντος ἐπισημήνασθαι χρύσεα εἶναι τούς τε ἥλους καὶ τὰς πελειάδας, ὅπου τὸ πᾶν ἦν χρυσοῦν; οὐκοῦν ἀργυρέου τοῦ λοιποῦ ὑποκειμένου διάφοροι πρὸς αὐτὸ ἦσαν οἱ ἧλοι καὶ αἱ πελειάδες, τὰ χρύσεα; καὶ ὅτι ἡ Νεστορὶς ἢ ἔξω εἶχε τοὺς χρυσοῦς ἥλους ἐμπεπαρμένους τέχνῃ ἐμπαιστικῇ κατὰ τὸ Ἀχίλλειον σκῆπτρον καὶ τὸ βασίλειον ξίφος, ὡς ἐν τοῖς τοῦ Ἀθηναίου κεῖται, ἢ ἐξοχὴ ἦν τις ὀλίγη τοῖς κολαπτῆρσιν ἐπῃρμένη καὶ κεφαλίδας ἥλων ἐμφαίνουσα, οὐ προσκειμένας ἔξωθεν διὰ τὸ ἡλῶσθαι, ἀλλὰ προεχούσας ὀλίγον τι μετεώρους ἔξω τῆς ἐπιφανείας καὶ ἐοικυίας ἐμπεπαρμένοις. Ὁ δὲ Ἀθήναιος λέγει καί, ὅτι ὕστερον ἡ τρυφὴ καὶ πόδας ἐκόσμει χρυσέοις ἥλοις, εἰς τοσοῦτον δηλαδὴ τὸ τίμιον ταπεινώσασα. ἑταῖρος γοῦν τις Ἀλεξάνδρου, Ἄγνων καλούμενος, χρυσοῦς ἥλους ἐν ταῖς κρηπῖσι καὶ τοῖς ὑποδήμασιν ἐφόρει. ἔνθα σημείωσαι καὶ ὅτι διαφέρουσιν ἀλλήλων κρηπῖδες [279] καὶ ὑποδήματα. Αἱ δὲ πελειάδες τὸ ζῷον, ὧν πρωτόθετον ἡ πέλεια, δοκοῦσι παρὰ τὸ πελόν ἢ πελιόν γενέσθαι, δι' οὗ δηλοῦται τὸ μέλαν, ἀφ' οὗ καὶ ὁ πελαργὸς κεχρωσμένος κατά τε τὸ τοιοῦτον πελὸν καὶ τὸ ἀργόν, ὅπερ ἐστὶ λευκόν. μέλανα γὰρ αὐτὸν καὶ λευκὰ πτερὰ πυκάζουσιν. Ὡς δὲ διαφορά τίς ἐστι τοῦ αὐτόχρημα μέλανος πρὸς τὸ πελιὸν ἤτοι πελιδνόν, ἑτεροιοῦνται γάρ πως, δῆλον ἐκ τοῦ "μύκητες ἀνοίκειοι οἱ μέλανες καὶ πελιοὶ καὶ σκληροί".] Τὰ δὲ οὔατα τὸ πρωτότυπόν ἐστι τοῦ ὦτα, ἐκεῖθεν γὰρ τὰ ὦτα κατὰ ἔκθλιψιν καὶ κρᾶσιν. οὕτω δὲ καὶ τὸ ὦς ἐκ τοῦ οὖας, ἀφ' οὗ παρὰ τοῖς παλαιοῖς ἑτερούας ὁ μόνωτος. [Εὔλογος δὲ πάντως κἀνταῦθα ἡ ἀπέλευσις τοῦ υ στοιχείου, ὡς καὶ ἐν τῷ τοὺς Μενελάους τοὺς Μενέλεως, πλὴν ἐκεῖ μὲν διὰ μόνην καλλιφωνίαν, ἐπὶ δὲ τοῦ οὔατα ὦτα διὰ εὐόδωσιν κράσεως. Εἴη δὲ ἂν διὰ τὰ ῥηθέντα οὔατα ὠτῶεν τὸ τοῦ Νέστορος δέπας, ὥς που καὶ λέβητες ὠτώεντες, ἔτι δὲ καὶ οὐατόεν, καθὰ καὶ Σιμωνίδης "οὐατόεντα σκύφον" ἔφη. οὕτω δὲ πάντως καὶ "θὴρ οὐατόεις" παρὰ Καλλιμάχῳ ὁ ὄνος ἐκ τῆς αὐτῆς λέξεως. αὐτὸς μέντοι οὐ διὰ τὸ ἔχειν ἁπλῶς ὦτα, μεγάλα δέ, ὁποίῳ λόγῳ καὶ ὁ λαγὼς τοιοῦτος ἂν λέγοιτο, ἐπεὶ καὶ παρὰ τὴν ἐπίτασιν τοῦ ὠτὸς ἐτυμολογεῖται πρός τινων. εἰπεῖν μέντοι οὐατόεντα θῆρα τὸν τὰ ὦτα κινοῦντα, οὐδὲν ἴδιον ζῴου, ἀλλὰ κοινὸν ἅπασιν, ὅσα ἔχουσιν ὦτα, δίχα γε ἀνθρώπων. αὐτοῦ γὰρ μόνου ἴδιον μὴ κινεῖν τὰ ὦτα, εἰ καί τις τῶν τοῦ ὑστέρου γένους ἀνὴρ ἱερὸς ἱστόρηται θάτερον τοῖν ὠτίοιν ὑποκινῶν. εἰ δὲ Ἡρακλεῖ ἔσθοντι "βρέμει μὲν ὁ φάρυγξ ἔνδοθι" κατ' Ἐπίχαρμον, "ἀραβεῖ δ' ἁ γνάθος, ψοφεῖ δ' ὁ γομφίος, τέτριγε δ' ὁ κυνόδων, σίζει δὲ ταῖς ῥίνεσσι, κινεῖ δ' οὔατα", δοτέον κίνησιν ὤτων τῷ παμφάγῳ Ἡρακλεῖ, ὃς καὶ τὰ κᾶλα καὶ τοὺς ἄνθρακας κατέπινε, καθά τις [280] ἕτερος ἔσκωψεν. Ἰστέον δὲ ὅτι περὶ τῶν τῆς Νεστορέης κύλικος τεσσάρων οὐάτων ἐν τοῖς τοῦ Ἀθηναίου γλαφυρότερον φέρεται ταῦτα. Ἡ Νεστορὶς ὦτα δύο εἶχεν ἄνω, καθὰ καὶ τὰ ἀλλὰ ποτήρια, καὶ ἕτερα δύο μικρὰ ἑκατέρωθεν κατὰ μέσον τὸ κύρτωμα, παρόμοια, φησί, Κορινθιακαῖς ὑδρίαις. κατὰ δὲ ἑτέρους, φησίν, ἐκ μιᾶς οἷον ῥίζης τῷ πυθμένι προσκυρούσης καθ' ἑκάτερον οὖς, τὸ ἔνθεν δηλαδὴ καὶ ἔνθεν, ῥάβδοι ἦσαν δισχιδεῖς οὐ πολὺ ἀλλήλων διεστῶσαι. αὗται μέχρι τοῦ χείλους ἑκατέρωθεν διήκουσαι τοῦ ποτηρίου καὶ μικρὸν μετεωριζόμεναι καὶ τὸ σχίσμα διόλου τηροῦσαι πρὸς τὸ ἀπολῆγον τῆς ἐρείσεως συμφύονται. καὶ γίνονται οὕτω τέσσαρα ὦτα τῇ διασχίσει, καὶ ἔστιν αὐτὸ ἴδιον μάλιστα τῶν λεγομένων, φησί, Σελευκίδων. Ὁ δ' αὐτὸς Ἀθήναιος δηλοῖ καὶ τὰς ἐντετορευμένας τῷ ποτηρίῳ πελειάδας οὐ περιστεράς τινας εἶναι, ἀλλὰ τὸ κράτιστον ἐν τοῖς ἀπλανέσιν ἄστροις, ᾧ τεκμαίρονται τὰ περὶ ζωήν οἱ ἄνθρωποι. τοῦτο δέ ἐστι Πλειάδες, ἃς Ὅμηρος ποιητικῷ νόμῳ πελειάδας ἔφη, αἳ δὴ κατὰ τὸν Ἄρατον ὀλίγαι μέν εἰσι καὶ ἀφεγγέες, ὀνομασταὶ δέ. πρὸς ἃς καὶ σπόρος καὶ ἄμητος γίνεται καὶ καρπῶν γενέσεως ἀρχή τε καὶ συναίρεσις, ὡς δηλοῖ καὶ Ἡσίοδος. Τὰς δὲ τοιαύτας πελειάδας δύο ὑποθετέον καθ' ἕκαστον τῶν ὤτων, ἤγουν δύο μὲν ἐν ταῖς ἑκατέρωθι συμμίξεσιν ἄνω τῶν εἰρημένων διασχίσεων, ἑτέρας δὲ δύο ἐν ταῖς κάτω συναφείαις τῶν ὑπολήξεων. Καὶ κατασκευάσας πιθανῶς τοὺς τοιούτους λόγους ἐπάγει, ὅτι καὶ ἄλλαι δύο ἦσαν ὑποπυθμένιοι πελειάδες, ἤγουν ὑποκείμεναι τῷ πυθμένι, ὡς εἶναι τὰς πάσας ἓξ κατ' ἀριθμὸν τὸν τῆς οὐρανίας Πλειάδος, περὶ ἧς Ἄρατός φησιν "ἑπτὰ δ' ἐκεῖναι ἐπιρρήδην καλέονται, ἓξ οἶαί περ ἐοῦσαι". ὅθεν καὶ ἡ κοινοτέρα γλῶσσα Ἑξάστερον αὐτὰς ὀνομάζει. καὶ τοιαῦτα μὲν καὶ ταῦτα ὡς ἐν βραχεῖ.]

(v. 635) Ὁ δὲ πυθμὴν καὶ πύνδαξ ἐλέγετο παρὰ τοῖς μεθ' Ὅμηρον. ὅθεν παροιμία τὸ "ἀπυνδάκωτος οὐ τραπεζοῦται κύλιξ", ἤγουν ἀπυθμένιστος. Σοφοκλῆς δὲ καὶ τὴν λαβὴν τοῦ ξίφους πύνδακα εἴρηκεν, ὥς φησι Παυσανίας. Αἴλιος δὲ Διονύσιος καὶ αὐτὸς πύνδακα τὸν πυθμένα εἰπὼν λέγει καί, ὅτι πτερνίδες τὰ πυθμένια τῶν λεκανίων. τοῦτο δὲ ἴσως ἀπὸ τῆς πτέρνης ἐν ἐσχάτῳ κειμένης. Ἀπὸ τοῦ πύθω δὲ ὁ πυθμήν, ὅ τε ἐν φυτοῖς ὅ τε ἐν σκεύεσι διὰ τὴν ἐκεῖσε σῆψιν. ἐκ τοῦ πύθω γάρ, τὸ σήπω, πυθμήν.

(v. 636) Ἐν δὲ τῷ "ἄλλος μὲν [281] μογέων ἀποκινήσασκε" καὶ ἑξῆς, οἱ μὲν τὴν τοῦ ποτηρίου ὁλκὴν αἰτιῶνται καὶ τὸ τῆς ὕλης βάρος αὐτῆς καθ' αὑτήν, οὗ ἕνεκεν δυσβάστακτος ἦν, οἱ δὲ τὸ τῆς ἄρσεως δυσμεταχείριστον. κατὰ διάμετρον γάρ, φασίν, αὐτὸ ἐχρῆν αἴρεσθαι τῶν ὤτων, ὡς προσεχῶς ἐλέχθη. καὶ τὸ "ἄλλος δέ" οἱ μὲν περὶ γερόντων φασὶν εἰρῆσθαι ὁμοίων τῷ Νέστορι. οὐ γὰρ δήπου καὶ τῷ Ἀχιλλεῖ ἢ τῷ Αἴαντι δυσβάστακτον ἦν τὸ τοῦ κυκεῶνος τοῦτο ποτήριον. [Τινὲς δὲ εἰπόντες "ἀλλ' ὃς μέν", ἤγουν οὗτος ὁ Μαχάων, "μογῶν ἀπεκίνει τὸ δέπας", καὶ οὕτω καινοτομήσαντες τὴν γραφὴν οὐ δοκοῦσιν ἀποδεκτέοι τά τε ἄλλα καὶ ὅτι δὲ μακρὰν ἀφέστηκε τοῦ Μαχάονος ἡ αὐτοῦ ἀντωνυμία τὸ "ὅς". ἔτι δὲ καὶ διότι ἢ οὐ τέτρωται ὁ Μαχάων, καθά τινες ἐπαγωνίζονται, ἢ ἀλλ' οὐχ' οὕτως ὥστε καὶ μογεῖν ἐς τοσοῦτον. τὸ δὲ εἰπεῖν "ἄλλος μέν", ἤγουν ὁ Μαχάων, οὐδ' αὐτὸ φιλεῖται. ὤφειλε γὰρ μὴ εἰπεῖν ἄλλος, ἀλλ' ἕτερος. δύο γὰρ οὗτοι πίνουσιν, ἐπὶ δὲ δύο οἰκεῖον οὐ τὸ ἄλλος, ἀλλὰ τὸ ἕτερος. Ὅτι δὲ Σωσίβιος ὁ καλούμενος λυτικὸς ἐξελών, φασίν, ἀπὸ τοῦ μέσου τὸ γέρων καὶ λύσας τὸ ἄπορον, ἵνα λέγῃ, ὡς ἄλλος μὲν γέρων μογέων ἀποκινήσασκε καὶ ἑξῆς, σκώμματι περιέπεσε, δηλοῖ ὁ Ἀθήναιος.] Οἱ δὲ ἁπλῶς οὕτω νοοῦσι τὸ ἄλλος πρὸς ἀντιδιαστολὴν τοῦ τυχόντος ὡς δυσχερὲς ὂν παντὶ ἐκεῖθεν ἐκ τοῦ ῥᾴστου πιεῖν διὰ τὴν ῥηθεῖσαν τοῦ ποτηρίου διπλόην καὶ τὴν κατὰ διάμετρον ἄρσιν. Νέστορι μέντοι εὐχερὲς διὰ τὸ ἐκ πείρας εὐμεταχείριστον καὶ τὴν ἐκ συνηθείας ἐμπειρίαν. τὰ γὰρ ἄχθη, φασίν, οὐχ' οὕτως οἱ ἰσχυροί, ὡς οἱ ἔμπειροι φέρουσι. Φασὶ δὲ καὶ τὴν τοῦ πίνειν δυσχέρειαν προμηθῶς ἐπιτετηδεῦσθαι τῷ ποτηρίῳ, ἵνα σωφρόνως καὶ ἐφεκτικῶς, οὐ μὴν ἀπεριμερίμνως καὶ ἀθρόως ἐπιχαίνοντες ἐκεῖθεν πίνοιεν.

(v. 637) Βούλεται οὖν συμβολικῶς λέγειν ὁ ποιητής, ὡς ὁ γέρων Νέστωρ παντὸς ἐγκρατέστερόν τε καὶ σωφρονέστερον τὸ ποτήριον σὺν τῷ ποτῷ ἐβάσταζεν. [Εἰ καὶ ἄλλοι φασίν, ὡς πλεῖστον ἔπιε τῶν ἡρώων ὁ τριγέρων Νέστωρ, καὶ αὐτοῦ Ἀγαμέμνονος, ὃν ὡς πολυπότην ὁ Ἀχιλλεὺς ἐπιπλήττει. διό, φασί, καὶ μόνου τούτου τὸ ποτήριον Ὅμηρος ἡρμήνευσεν ὡς τὴν Ἀχιλλέως ἀσπίδα. ἐστρατεύετο γὰρ μετ' αὐτοῦ, ὅσγε καὶ μεγίστης μάχης ἐνεστηκυίας οὐκ ἀπείχετο [282] καθ' Ὅμηρον τοῦ πίνειν. καὶ τοιαῦτα μὲν ἄλλοι. ἐθέλων δέ τις τὸ τοῦ σοφωτάτου γέροντος ποτήριον σεμνύνειν, οὐκ ἄν, φασίν, ἁμάρτῃ λέγων αὐτὸ φιάλην Ἄρεος, ὥσπερ αὖ πάλιν ὁ σκωπτικὸς φρέαρ, φασίν, εὐφυῶς ἐρεῖ αὐτὸ ἀργυροῦν διὰ τὸ μέγεθος. Λέγει δὲ ὁ ταῦτα γράψας καὶ ὅτι προσφυῶς τῷ γέροντι Νέστορι ἐν τῷ ἐπιταφίῳ ἀγῶνι φιάλη περιῆλθε δῶρον ἐξ Ἀχιλλέως, οἷα εἰδότος τὸ περιώνυμον αὐτοῦ ποτήριον, ᾧ ἐκεῖνος ὡς φιλοτοιοῦτος ἔχαιρε. Σημείωσαι δ' ἐν τούτοις καὶ τὸ ὁ τριγέρων Νέστωρ, χρήσιμον ὂν εἰς τὸ "τῷ δ' ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων ἐφθίατο".] Ἐν δὲ τοῖς τοῦ Ὁμήρου ὅρα καὶ τὸ "ἄειρεν". ἄλλος μὲν γὰρ μόγις καὶ ἀπεκίνει τὸ ποτήριον [πεπλησμένον ἐκ τῆς τραπέζης διὰ τὸ καὶ εὐρυχανδὲς εἶναι κατὰ μέγα κύτος καὶ βαρὺ τὴν ὁλκήν, Νέστωρ δ' ὁ γέρων, φιλοπότης, φασίν, ὤν, συνεχεῖ συνηθείᾳ βαστάζειν διδαχθείς,] ἀμογητὶ αὐτὸ γέμον ἄειρεν, ὅ ἐστιν ἐκούφιζε.

(v. 638) Τὸ δὲ "κύκησε" τὸ ῥῆμά ἐστιν, ἀφ' οὗ παράγεται ὁ κυκεών. οὕτω δὲ κυριολεκτεῖται, ὡς μὴ χρείαν εἶναι προσθήκης τοῦ τί ἐκύκησεν. ὡς εἶναι δῆλον ὅτι κυκᾶν κυρίως τὸ κυκεῶνα ποιεῖν, ὃς ἐνταῦθα φαίνεται συνεστάναι ἀπὸ οἴνου καὶ τυροῦ καὶ λοιπῶν τῶν ῥηθησομένων. Ὁ δὲ ἐν Ὀδυσσείᾳ τῆς Κίρκης κυκεὼν ἐτυμολογεῖται μὲν ὁμοίως. εἰ δὲ γοητείαις ἐκεῖνος κατακερασθεὶς εἰς χοίρους μεταλλάσσει τοὺς πίνοντας, οὐδὲν πρὸς τὰ νῦν. ὁ γὰρ κατὰ τὸν σοφὸν Νέστορα τῆς Ἑκαμήδης οὗτος κυκεὼν οὔτε τῆς φύσεως ἐξιστᾷ, καὶ τὸ σῶμα δὲ ἀνακτώμενος εἰς φιλολογίαν προκαλεῖται τὸν πίνοντα.

(v. 642 s.) Ἐρεῖ γοῦν ὁ ποιητής, ὅτι πιόντες μύθοισι τέρποντο πρὸς ἀλλήλους ἐνέποντες. ἔνθα καὶ ὅρα τὸ "ἐνέποντες" ἀδιπλασιάστως δι' ἑνὸς νυ ὀρθῶς γραφόμενον. Δῆλον δ' ὅτι ὁ κατὰ κυριολεξίαν ῥηθεὶς Ὁμηρικὸς κυκεὼν καὶ τὸ κυκᾶν μετηνέχθη παρὰ τοῖς ὕστερον εἰς λέξιν μαγειρικὴν καὶ εἰς πραγματικόν τινα τάραχον καὶ εἰς τοιαῦτά τινα. καὶ ὅτι, εἰ καὶ μεταξὺ βρωτοῦ καὶ ποτοῦ ὁ κυκεὼν εἶναι δοκεῖ, ἀλλὰ μᾶλλον οἷα ζωμός τις ῥοφητὸς ἦν. διό φησι "πινέμεναι δ' ἐκέλευσε", καὶ [283] "πίνοντε ἀφέτην πολυκαγκέα δίψαν". [Ἀθήναιος δὲ λέγει ὅτι, εἰ καὶ ὁ προειρημένος Μυρλεανὸς τὸ τοῦ Νέστορος ποτήριον δεκτικὸν εἶναί φησι τῆς ἑτέρας τροφῆς, ἤγουν τῆς ὑγρᾶς, ἀλλ' οἱ ἀκριβέστεροι ἀμφοτέρων αὐτὸ δεκτικὸν ἔφασαν εἶναι τῶν τροφῶν, ὡς δηλοῖ καὶ Ὅμηρος.

(v. 642) Πολυκαγκέα δὲ δίψαν λέγει] τὴν ξηροποιόν, καθὰ καὶ ξύλα κάγκανα ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται τὰ ξηρὰ καὶ ἐπιτήδεια καίεσθαι. περίφρασις δέ ἐστι τοῦ ἀπεδίψησαν τὸ ἀφέτην τοιάνδε δίψαν, καὶ ἔστιν ὅμοιον τῷ "ἐξ ἔρον ἕντο". ὡς γὰρ ἐκεῖ τὸ ἐξέντο ἀπὸ τοῦ ἕω, τὸ πληρῶ, ἦν, οὕτω καὶ ἐνταῦθα τὸ ἀφέτην, καὶ ὡς ἐκεῖ τὸ "ἐξ ἔρον ἕντο ἐδητύος" ταὐτὸν ἦν τῷ οὐκέτ' ἤθελον φαγεῖν, οὕτω καὶ ὧδε τὸ "ἀφέτην δίψαν" ἀντὶ τοῦ οὐκέτι πιεῖν ἤθελον. [Ἔστιν οὖν οὐκ ἀπεικὸς εἰπεῖν, ὅτι τε ἐν τῷ "ἀφέτην δίψαν" ἡμίσευται ἡ ἔννοια τοῦ "πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο". πόσιος γὰρ ἔρον οἱ ἥρωες ἐνταῦθα ἕντο. καὶ ὅτι ἰσοδυνάμων ὄντων τοῦ ἐξέντο καὶ τοῦ ἀφέτην, δόξοι ἂν οὐκ ἀνεύλογον εἶναι φάναι, ὅτι καὶ τὸ ἀφέτην ἐκ τοῦ ἀφιέναι φαίνεται παρῆχθαι καὶ τὸ ἐξέντο, εἰ καὶ ἄλλως προείρηται. Ἰστέον δὲ ὅτι καὶ ἄλλως οὐ βρώσιμος ὁ κυκεών, ἐπεὶ δέπας εἶχεν αὐτόν, ὅπερ ἐστὶ ποτήριον, κύλιξ, τὸ δὲ ἐν τοιούτῳ ἀγγείῳ οὐκ ἂν εἴη βρωτόν.] Ἐκτείνει δὲ τὴν ἄρχουσαν συνήθως καὶ τὸ "πινέμεναι" καὶ τὸ "πίνοντε".

(v. 638 s.) Τὸ δὲ "κύκησε" κατωτέρω περιφράσας ὁ ποιητὴς ἔφη "ὥπλισε κυκεῶ", συγκεράσασα δηλαδή, ὡς καὶ προερρέθη, αὐτὸν κατὰ τοὺς παλαιοὺς ἐκ μέλιτος χλωροῦ καὶ ἀλφίτου ἐπιπαττομένου, ὡς ἐρρέθη, εἰ καί τινες αὐτὸ ψωμὸν καθαρὸν νοοῦσι, καὶ ἀπὸ αἰγείου τυροῦ καὶ κρομύου, ἔτι δὲ καὶ οἴνου Πραμνείου. Μέλας δὲ οὗτος ἦν, καλούμενος οὕτως ἢ ὅτι πραΰνει μένος ἢ ὅτι παραμεμένηκε παλαιωθείς. οἱ δέ φασι πέτραν ἢ ὄρος οἰνοφόρον ἐν Ἰκάρῳ τῇ νήσῳ εἶναι, Πράμνην καλουμένην, ἐν ᾗ πρῶτον ἔφυ ἄμπελος, ἀφ' ἧς ὁ οἶνος Πράμνειος. καίτοι τούτῳ τῷ λόγῳ διὰ τοῦ ἰῶτα ὤφειλεν ἔχειν τὴν γραφήν, [284] ὡς ὁ Σάμιος καὶ ὁ Θάσιος, οἷα τοπικόν. νῦν δὲ οὕτω στερεῶς ἔχει τῆς διὰ διφθόγγου γραφῆς, ὥστε καὶ Πράμνιος ὑπό τινων λέγεται, ὡς χρύσεος χρύσειος καὶ τὰ τοιαῦτα. [Καὶ οὕτω μὲν ἄλλοι στενῶς. ἐν δὲ τοῖς Ἀθηναίου φέρεται τάδε πλατύτερον. Γίνεται κατά τινας ἐν Ἰκάρῳ τῇ νήσῳ ὁ Πράμνιος, γένος τι οἴνου, καὶ ἔστιν οὔτε γλυκὺς οὔτε παχύς, ἀλλ' αὐστηρὸς καὶ σκληρός. τινὲς δέ φασιν, ὅτι ἐν Ἰκάρῳ Πράμνιος πέτρα καὶ παρ' αὐτῇ ὄρος μέγα, ἐξ οὗ Πράμνειος οἶνος ὁ καὶ φαρμακίτης. ἐκαλεῖτο δὲ ἡ ἄμπελος ἡ τοῦτον φέρουσα ὑπὸ τῶν ξένων μὲν ἱερά, ὑπὸ δὲ τῶν Οἰνοέων ‑ πόλις δὲ ἡ Οἰνόη ἐν τῇ εἰρημένῃ νήσῳ, ‑ Διονυσιάς. Δίδυμος δέ, φασί, Πράμνιον οἶνον λέγει ἀπὸ πραμνίας, οὕτω καλουμένης ἀμπέλου. τινὲς δὲ ἰδίως τὸν μέλανα, ἔνιοι δὲ ἐν τῷ καθόλου πάντα τὸν πρὸς παραμονὴν ἐπιτήδειον, ὡς οἱονεὶ παραμένειον, οἱ δὲ τὸν ἁπλῶς πραΰνοντα τὸ μένος, προσηνεῖς γὰρ οἱ πιόντες, ἄλλοι δέ φασι περὶ τὴν Ἐφεσίαν χώραν εἶναι ὀρείαν κώμην, τὴν πρότερον μὲν καλουμένην Λητοῦς, νῦν δὲ Λατωρείαν ἀπὸ Λατωρείας Ἀμαζόνος, ἐν ᾗ γίνεσθαι τὸν Πράμνιον οἶνον. Ὅρα δ' ἐν τούτοις τὸ οἶνος σκληρός, ὃ πρὸ βραχέων ἐρρέθη. ἤρεσε γὰρ τοῖς μεταφέρουσιν οὐ μόνον ἐπὶ ναστῶν τιθέναι τὸ σκληρόν, ἀλλὰ καὶ ἐπί τινων μὴ τοιούτων. καὶ ὁ μὲν σκληρὸς λόγος καὶ ἡ σκληρὰ ψυχὴ καὶ ὅσα τοιαῦτα οὐκ ἐκπλήττουσι, σκληρὸν δὲ ὕδωρ εἰπεῖν ἢ οἶνον ξενίζει πολλούς. λέγονται γοῦν ὕδατα σκληρὰ κρηναῖά τινα, ὥσπερ καὶ ὄμβρια ἐν Σικυῶνί τε καὶ Ἀθήνῃσι χρήσιμα εἰς οἶνον, συνᾴδοντα τῷ τεθαλαττωμένῳ. ἀκολούθως δὲ τῷ σκληρῷ οἴνῳ τέτραπται καὶ ὁ ἁπαλός, οἷον Ταραντῖνοι οἶνοι καὶ οἱ ἀπὸ τοῦ κλίματος τούτου πάντες ἁπαλοί εἰσι. καὶ ἴσως ἐκ τῶν τοιούτων εἰλήφασι νοῦν καὶ οἱ λέγοντες οἶνον ἐνάπαλον. Ὁμοίῳ δὲ τρόπῳ καὶ τὸ λιπαρὸν τροπικῶς ἐπιπολάσαν κρηδέμνοις καὶ γυναιξὶ λιπαροζώνοις, ὧν ἀνάπαλιν ἔχει τὸ "θρὶξ ἀλιπής", καὶ [285] οἴνῳ προσήρμοσε. λέγει οὖν ὁ Δειπνοσοφιστής, ὅτι ὁ δεῖνα οἶνος ταχὺ ἀκμάζει καὶ λιπαρώτερός ἐστι τοῦ δεῖνος οἴνου, καὶ ὅτι ὁ δεῖνα οἶνος ἀλιπὴς ὢν καὶ λίαν ψαφαρὸς μόλις πεπαίνεται. Σημείωσαι δὲ ἐν τοῖς προσεχῶς εἰρημένοις καὶ τὸν τεθαλαττωμένον οἶνον τὸν καὶ ἀλλαχοῦ ῥηθέντα, περὶ οὗ φησιν ὁ αὐτὸς σοφιστής, ὅτι οἱ ἐπιμελέστερον τεθαλαττωμένοι οἶνοι ἀκραίπαλοί τέ εἰσι καὶ κοιλίαν λύουσιν, ὁποῖος ὁ Κῷος καὶ ὁ Ῥόδιος καὶ ὁ Μύνδιος. Συντελεῖ δὲ ὁ τεθαλαττωμένος οἶνος εἰς τὴν κατὰ θαλάττης φυγὴν τοῦ Διονύσου, ἣν ἔπαθε διὰ τὸν Θρᾷκα Λυκοῦργον, ὥς που ἔφθασεν εἰπεῖν ὁ ποιητής. δῆλον γὰρ ὅτι κατὰ θεραπείαν μύθου Διόνυσος πεσὼν εἰς θάλασσαν οἶνός ἐστι κεκραμένος αὐτῇ καὶ οὕτω τεθαλαττῶσθαι ῥηθείς. Ἀλλὰ τοῦτο μὲν εἰς τὸ παλαιοῦσθαι οἶνον χρήσιμον. εἰς δὲ τὴν ἐπὶ τραπέζης καὶ πότου προσένεξιν ἑτεροῖον ὕδωρ χρηστόν. διὸ νύμφαι μυθεύονται τιθηνοὶ Διονύσου εἶναι, οὐ μόνον αἱ κατ' ἀμπέλους θεωρούμεναι καὶ κατὰ σταφυλάς, ἐφ' αἷς ἡδὺ τὸ τοῦ παρῳδοῦ Μάτρωνος εἰπόντος "πίονα μῆλα ῥοαί τε σταφυλαί τε θεοῦ Βρομίοιο τιθῆναι", ἀλλὰ καὶ αἱ τοῖς κατὰ κρᾶσιν ὑγροῖς ἐπιστατοῦσαι, ὧν μέρος ἔστιν οὗ καὶ τὰ λιμναῖα. Λίμναι γοῦν, φασί, τόπος ἐν Ἀττικῇ καὶ Λιμναῖος ἐκεῖθεν Διόνυσος εἰς σύμβολον τοῦ ὅτι μιχθὲν τὸ γλεῦκος ὕδατι πίνεται κεκραμένον. διὸ καὶ αἱ πηγαὶ νύμφαι καὶ τιθῆναι Διονύσου, ἐπεὶ τὸν οἶνον αὔξει τὸ ὕδωρ κιρνάμενον. δεῖγμα δὲ τοῦ εἶναι καὶ κατὰ Θεόφραστον τροφοὺς Διονύσου τὰς νύμφας καὶ ἐκ τοῦ ὑγροῦ, ὃ πλεῖστον αἱ ἄμπελοι χέουσι τεμνόμεναι καὶ οἷον δακρύουσαι κατὰ φύσιν. καὶ ὧδε μὲν ταῦτα ἔχοντα κείσθω. Ὁ δὲ Πράμνειος οἶνος, ἐξ οὗ εἰς τὰ προκείμενα ὁ λόγος ἐρρύη, τοπικῷ μὲν λόγῳ τὴν διὰ τοῦ ἰῶτα γραφὴν ἀπαιτεῖ. εἰ δὲ διὰ τῆς ει διφθόγγου γράφεται, ἐκ τοῦ μένεος ἂν εἴη πλεονασμῷ τοῦ ι. Πράμνειος γάρ, καθὰ εἴρηται, ὡς καὶ πραϋντικὸς μένεος. λέγεται δὲ καὶ ὅτι, ὥσπερ ἐκ τῆς Πράμνου Πράμνιος, οὕτω καὶ Βίβλινος οἶνος ἀπὸ τόπου ὁ παρ' Ἡσιόδῳ. Βιβλία γάρ, φασί, χώρα Θρᾴκης, ἐξ ἧς ἦν ἐκεῖνος. Τοιούτων δὴ καὶ τούτων ὄντων ἰστέον ὅτι ὁ ῥηθεὶς κυκεὼν κρᾶμα ἔχων, ὁποῖον ἐρρέθη, ῥηθείη ἂν κτητικῷ λόγῳ ἢ μετουσιαστικῷ οὐκ αὐτόχρημα οἶνος, οἴνινος δέ. [286] καὶ εὕρηται καὶ τῆς τοιαύτης λέξεως χρῆσις ἐν τῷ "μήθ' ὕδατος πηγὴν μήτ' οἴνινον ὄξος συμμίξῃς". ἔνθα σημειωτέον τὸ οἴνινον ὄξος πρὸς διαστολὴν ῥηθὲν ὄξους ἑτεροίου. ὡς γὰρ διαφέρει ὁ κυρίως οἶνος ἑτέρων, οὕτω καὶ ὄξος οἴνινον τῶν ἑτέρωθεν. οἶνος γοῦν ἐκ φοινίκων γλυκὺς μετρίας ἡμέρας, εἶτα ἐκτροπίας. καὶ ἰδοῦ ὄξος φοινίκινον. Εἰκὸς δὲ καὶ ἐν τῷ λωτῷ τοιοῦτόν τι γίνεσθαι, ὁμοίως δὲ καὶ ἐν τῷ ζύθει, περὶ οὗ φέρεται, ὅτι παρὰ Κελτοῖς οἱ μὲν πλουτοῦντες οἶνον πίνουσιν ἄκρατον ἐν τῷ συνευωχεῖσθαι παραμιγνύντες ἐνίοτε καὶ ὀλίγον ὕδωρ, παρὰ δὲ τοῖς ὑποδεεστέροις ζύθος πύρινον μετὰ μέλιτος ἐσκεύασται, παρὰ δὲ πολλοῖς καὶ αὐτὸ καθ' αὑτό. Καὶ ὅρα τὸ ζύθος πύρινον διαστελλόμενον τοῦ ἐξ ὀλῶν, ὅ ἐστι κριθῶν, παρονομαζομένου ζύθους, ὃ καὶ αὐτὸ ὑποκορίζεταί πως τὸν Διονυσιακὸν οἶνον παρὰ ἔθνεσιν, οἷς οὐκ ἔστιν οἶνος, ὃς δὴ κρίθινος οἶνος πῖνος μὲν κατά τινας, βρῦτος δὲ καθ' ἑτέρους ἐκαλεῖτο, ὡς ἐν τοῖς πρὸ τούτων γέγραπται, ὅπου καὶ ἀπὸ ῥιζῶν οἶνον γίνεσθαι δεδήλωται.]

(v. 639) Τὸν δὲ τυρὸν ὅτι ξηρὸν γάλα ἔφη τις, δῆλον ἐκ τῶν παλαιῶν, καὶ ὡς ἐξ αὐτοῦ τὸ τυρεύειν ἐπὶ στροφῆς κακομηχάνου πραγμάτων, καὶ ἡ τύρβη ἡ καὶ διὰ τοῦ σ σύρβη.

(v. 640) Κνῆστις δὲ ἰδίως ἡ τυροτόμος μάχαιρα, ἣν ὁ Κωμικὸς συνθέτως τυρόκνηστιν λέγει, Ὁμήρου διαλελυμένως κατὰ τρόπον ἐτυμολογίας εἰπόντος "αἴγειον κνῆ τυρὸν κνήστι χαλκείῃ". Καὶ γίνεται ἀπὸ τοῦ κνάω κνῶ, τὸ κόπτω, ἐξ οὗ καὶ τὸ κναίνω καὶ ἀποβολῇ τοῦ νῦ καίνω καὶ τὸ κνήθω, ὡς ἀλῶ ἀλήθω, καὶ τὸ κνίζω ὡς πολεμῶ πολεμίζω, ὃ δὴ κνίζω καὶ τὴν κνίδην [287] ποιεῖ, ἣν μεταπλάσας κνίδα λέγει ὁ Ὀππιανός, παρ' ᾧ καὶ κνῆστις ἡ κνησμονή. Τέως γε μὴν ἡ Ὁμηρικὴ κνῆστις κλίνεται κνήστιος Ἰωνικῶς, ὡς καὶ ἡ λῆστις καὶ ἡ μνῆστις, ὅθεν ἡ δοτικὴ κνήστιϊ καὶ κατὰ κρᾶσιν κνήστι διὰ μακροῦ τοῦ ι. τινὲς δὲ καὶ διὰ διφθόγγου γράφουσιν ἐκ τοῦ κνῆστις κνήστεως Ἀττικῶς, [ὃν δὴ Ἀττικισμὸν πολλαὶ πάσχουσι καὶ τῶν διὰ τοῦ δος κλινομένων γενικῶν. οὕτω γὰρ οὐ μόνον Ἄμαστρις Ἀμάστριδος, ἀλλὰ καὶ Ἀμάστρεως, ὁμοίως καὶ σεμίδαλις σεμιδάλιδος καὶ σεμιδάλεως, καὶ δῆρις δὲ δήρεως, ἡ μάχη. Τὸ δὲ ῥηθὲν κνῶ καὶ καίνω καὶ τοιαύτην σκευωρίαν ἔχει. κῶ τὸ κεῖμαι, καὶ ἐξ αὐτοῦ κνῶ, ἀφ' οὗ κναίω καὶ ἀποκναίω. ἐγκόπτονται γὰρ ἔργου καὶ οἱονεὶ κεῖνται ἀργοὶ οἱ ἀποκναιόμενοι. τοῦ δὲ κναίω ἀναστραφέντος γίνοιτ' ἂν ἐξ αὐτοῦ τὸ καίνω. τοῦ δέ γε κνίζειν χρῆσις παρά τε ἄλλοις καὶ παρὰ τῷ Κωμικῷ, ἔνθα παίζων παρηχεῖ τὸν διὰ τοῦ ἦτα γραφόμενον κνησμὸν ἐκ τοῦ κνίζειν, ἔτι δὲ καὶ παρὰ τῷ εἰπόντι ὅτι τὰ συκόμορα μὲν κοινῶς, μόρα δὲ παρὰ μόνοις Ἀλεξανδρεῦσι, παρ' οἷς καὶ τὸ δένδρον μορέη, ἐπὶ βραχὺ κνίσαντες σιδηρίῳ ἐῶσιν ἐπὶ τοῦ φυτοῦ καὶ αὐτὰ ὑπὸ τοῦ ἀνέμου κινούμενα ἐντὸς ἡμερῶν τριῶν ἔκτοτε πέπονα καὶ εὐώδη γίνονται. Ὅτι δὲ καὶ λάχανα κνηστὰ ἐκαλοῦντο τὰ [288] συγκοπτὰ ἐκ τοῦ κνῶ κνήσω, τὸ κόπτω, καὶ κνηστὸς δὲ ποιός τις ἄρτος παρὰ Ἴωσι διὰ τὸ κνᾶσθαι, ὡς εἰκός, καὶ οὕτω διαδίδοσθαι, ἐν τοῖς τοῦ Ἀθηναίου δηλοῦται, παρ' ᾧ καὶ ὁ κοπτὸς τυρὸς καὶ ὁ τμητὸς ὁ αὐτὸς ἂν εἴη τῷ κνηστῷ. ἐν ἐκείνῳ δὲ διασαφεῖται καί, ὅτι ἡ ἐν ἁπλότητι μὲν κνῆστις, συνθέτως δὲ τυρόκνηστις, μαγειρικὸν σκεῦος ἦν, καθά, φησί, καὶ ἡ ζωμήρυσις καὶ οἱ ὀβελίσκοι καὶ ἡ κρεάγρα καὶ ἡ θυεία καὶ ὁ στελέος καὶ αἱ κοπίδες καὶ ἡ κύβηλις καὶ ἡ χύτρα, ἡ καὶ κακκάβη, οἷον "ἐν κακκάβᾳ ζεούσᾳ", Δωρικῶς, ἣ καὶ ἀρσενικῶς κάκκαβος λέγεται, οἷον "κάκκαβον λέγω, σὺ δ' ἂν ἴσως εἴποις λοπάδα", τὴν καὶ σίττυβον, ὡς δηλοῖ ἐπαχθὲν τὸ "ἐμοὶ δὲ τοὔνομα οὐ διαφέρει εἴτε κάκκαβον ὀνομάζουσί τινες εἴτε σίττυβον". Πρὸς δὲ τούτοις σημείωσαι καὶ ὅτι Δωριέων κνῆν λεγόντων καὶ τὸ ξύειν δι' αὐτὸ ἡ Ἀττικῶς κνῆστις ξυήλη ἐλέγετο Δωρικῶς, οἷον "καὶ περὶ τὴν ζώνην μαχαίριον ὅσον ξυήλη". ἔνθα νοητέον ὅτι καὶ Αἰολικὸν ἴσως ἡ ξυήλη, διὸ καὶ βαρύνεται ἄλλως ἤπερ ἡ θηλή καὶ ἡ χηλή καὶ ἡ θυηλή καὶ ἡ γαμφηλή. Μνεία δὲ τοῦ καθ' Ὅμηρον "κνῆ" κείσεταί που καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. ὅπερ ὅτι τινὲς τῶν Ἀρισταρχείων ἐκδόσεων κνέε τυρὸν λέγουσι κατὰ διάλυσιν τοῦ κνῆ, ὁ Ἀλεξανδρεὺς Ἡρακλείδης φησίν, ἐξ οὗπερ οἴσεταί τις μὴ δευτέρας συζυγίας εἶναι τὸ κνῆ. αἱ γὰρ τῶν παρῳχημένων εἰς δύο εε διαλύσεις πρώτης εἶναι συζυγίας φαίνονται.] Ὅρα δὲ καὶ ὡς οὐ τυρὸν ἁπλῶς, ἀλλὰ αἴγειον ὁ κυκεὼν ἐδέχετο, οὗ τὴν αἰτίαν ὁ θέλων ζητείτω. Σημείωσαι δὲ καὶ ὅτι φασί τινες οὐ καλῶς τὸν Ἀσκληπιάδην Μαχάονα, καὶ ταῦτα ἰατρὸν ὄντα, τῷ κυκεῶνι ἀπαραφυλάκτως χρᾶσθαι, συνεστῶτι ἔκ τε μέλανος οἴνου καὶ τυροῦ ἐπικεκνησμένου καὶ ἀλφίτου. φλεγματώδη γὰρ ταῦτα, φασί, καὶ τοῖς τραυματίαις πολέμια. ἡ δὲ λύσις τῆς τοιαύτης ἀπορίας [289] πολλαχῶς πρόεισιν. οἱ μὲν γὰρ παραδοξότερον ἐπιχειροῦντες μηδὲ πεπλῆχθαι, [ὡς προερρέθη,] ὅλως τὸν Μαχάονα, φασὶ μηδὲν εἶναι τὴν ἀπορίαν πρὸς τὰ γινόμενα. τί γὰρ ἀπορητέον τοιαῦτα, ἔνθα ὑγιῶς ἔχουσιν οἱ πίνοντες; οἱ δέ τινες ἐπιπολῆς γενέσθαι νοοῦντες τὴν τοῦ Μαχάονος πληγὴν μηδὲν οὕτω παρὰ τέχνην φασὶ ποιεῖν τὸν Μαχάονα. τί γάρ, εἰ κυκεῶνι χρᾶται ὁ σχεδὸν μηδὲ τραυματίας διὰ τὸ τῆς πληγῆς ἐπιπόλαιον, [καὶ μάλιστα διὰ τὸ σῶφρον τῶν πινόντων ἡρώων, οἳ οὐδὲ τῆς ἁπλῆς, φασί, διαίτης ἀπλήστως ἀπέλαυον, ἀλλ' ὡς οἱ κράτιστοι τῶν ἰατρῶν ἀφῄρουν τὰς ἡδονάς. ὅθεν οὐδὲν θαυμαστὸν τοὺς οὕτω τεθραμμένους ἀφλεγμάντους εἶναι καὶ σώματα καὶ ψυχάς.] Ἔτι δὲ καὶ οἱ παλαιοὶ τῶν ἡρώων ἠγνόουν, φασί, τὰ κατὰ τὴν δίαιταν, οὔπω διαρθρωθέντα εἰς ἀκριβές, ἄλλως τε καὶ οὕτως ἀνδρεῖα σώματα ἔχοντες, ὡς καὶ τοὺς τραυματίας ἀγωνίζεσθαι. Ἕτεροι δέ φασιν ὡς, εἰ καὶ κατὰ βάθος θετέον γεγονέναι τὴν πληγήν, οὐδ' οὕτως ἀδόκιμον τὸ τοῦ κυκεῶνος πόμα. ῥύσις γάρ, φασίν, αἵματος λειποθυμίαν ποιεῖ. μέλας δὲ οἶνος παχύνων τοὺς χυμοὺς τὴν ἐπὶ τὸ τραῦμα συστέλλει τοῦ αἵματος ἐπίρρυσιν, ὅθεν ὡς τὸ ὑγρὸν εἴργων καὶ κοιλιακοῖς ὑπ' ἐνίων προσήγετο. τυρὸς δέ, φασί, βρεχόμενος γαλακτοῦται καὶ γίνεταί πως τῷ γάλακτι συγγενής, ἀφ' οὗ ἐκ πρώτης γενέσεως τὸ σῶμα πήγνυται. παχύνει δέ, φασί, καὶ τὸ ἄλφιτον τὰ ὑγρά, ὡς ἐκ πεφρυγμένης κριθῆς. Τὸ δὲ κρόμυον, [εἰ καὶ μὴ εὔχυμόν ἐστιν, ὡς δηλοῖ καὶ ὁ γράψας ὅτι πεποιθότες τῇ γυμναστικῇ βοηθείᾳ οἱ ἥρωες καὶ τοῖς κακοχυμωτάτοις κρομύοις ἐχρῶντο, ὅμως χρησιμεύει ἐν τοῖς προκειμένοις], ἐπεὶ ὡς διουρητικὸν μάχεται τῇ φλεγμονῇ. διὸ καὶ τοῖς κυνοδήκτοις αὐθωρὸν προσάγεται. φασὶ δὲ αὐτὸ ἁρμόζειν καὶ πρὸς τὰ μὴ καλὰ ὕδατα ὡς ἀλεξιφάρμακον. Ἄλλοι δὲ λέγουσι καὶ ὅτι συνήθης ἡ τοιαύτη τροφὴ τοῖς ἥρωσιν, ἡ τοῦ κυκεῶνος δηλαδή, καὶ μόνον ἐπὶ ἀναψύξει λαμβανομένη, οὐ μὴν ἐπὶ θεραπείᾳ, ὡς εἶναι κακοπαθείας αὐτὴν παραμύθιον, οὐ μὴν φάρμακόν τι νοσήλιον. διὸ καὶ εἰώθει πίνειν κυκεῶνος ὁ Νέστωρ. ὅθεν καὶ εἴθισται ἀμογητὶ τὸ ῥηθὲν αἴρειν ποτήριον. καὶ ἄλλως δὲ ἀρίστου, φασίν, ἰατροῦ, ἰᾶσθαι μὴ μεταποιοῦντα τὴν συνήθη δίαιταν, ἵνα μὴ ἐνδεῶς σχοίη τὸ σῶμα, ὅπουγε ἐν τῇ δι' ἔνδειαν ἐπιπτώσει τῶν νόσων καὶ οἶνον καὶ κρέα προσφέρονταί τινες ἀναπληροῦντες τὸ λεῖπον τῆς φύσεως.

(v. 6446) Ὅτι Πάτροκλος μὲν θύραις ἐφίστατο "ἰσόθεος φώς. τὸν δὲ ἰδὼν ὁ γεραιός" Νέστωρ "ἀπὸ θρόνου ὦρτο φαεινοῦ", θωπευτικῶς αὐτὸν ὑπαγό[290]μενος, "ἐς δ' ἄγε χειρὸς ἑλών, κατὰ δ' ἑδριάασθαι ἄνωγε", ταῦτα δὴ ἅπερ, ὡς μετ' ὀλίγα ὁ ποιητὴς ἐρεῖ, ἐποίησε πρίν ποτε καὶ Ἀχιλλεὺς εἰς τὸν Νέστορα τοῦτον καὶ εἰς τὸν Ὀδυσσέα, ὅτε στρατολογοῦντες εἰς Φθίαν ἀφίκοντο. Τὰ δὲ τοιαῦτα εἰς γέροντας ἐκ νέων καθήκοντα πράττεσθαι, εἰ νέος ἐκ γερόντων πάσχει, πάνυ ἐκτετίμηται καὶ πρεσβεῖον μέγα ἤρατο τιμῆς.

(v. 644) Ἐν δὲ τῷ "ἰσόθεος φώς" σεμνύνει τὸν Πάτροκλον ὁ ποιητής, καθὰ καὶ πρὸ ὀλίγου ἐν τῷ "ἶσος Ἄρηϊ", διὰ τὸ χρησιμεύσειν αὐτῷ. σαφέστερον δὲ πάντως τοῦ ἀντίθεος τὸ ἰσόθεος.

(v. 647 s.) Ὅτι σπεύδοντος καὶ μὴ θέλοντος καθεσθῆναι τὸ "ἀναίνετο εἶπέ τε μῦθον· οὐχ' ἕδος ἐστὶ γεραιὲ διοτρεφές, οὐδέ με πείσεις" ὃ Πάτροκλος ἔφη πρὸς Νέστορα. Καὶ σημείωσαι ὅτι ἕδος ἐνταῦθα οὔτε ἔδαφος οὔτε ἡ καθέδρα αὐτή, ἀλλ' ἔχει τι ὁ λόγος ἐλλείψεως, ἵνα ᾖ ὅτι οὐ νῦν καίριον ἡ καθέδρα. ὅτι δὲ ἕδος λέγεται καὶ τὸ ἵδρυμα καὶ ἄγαλμα, ὁ Παυσανίας φησίν.

(v. 649) Ὅτι ἐν τῷ "αἰδοῖος, νεμεσητός, ὅ", ἤγουν ὅς, "με προέηκε πυθέσθαι" τόδε τι, ἃ δὴ τῷ Ἀχιλλεῖ ὁ Πάτροκλος ἐπιμαρτύρεται, νεμεσητός ἐστι κατὰ τοὺς παλαιοὺς ἢ ὁ ἑκάστῳ τὸ δέον ἀπονέμων, ὅθεν καὶ Νέμεσις ἥ τε τοῦ μύθου καὶ ἡ ἀλληγορουμένη, ἢ ὁ ἑτοιμομεμφὴς ἢ φιλομεμφὴς καὶ μεμψίμοιρος.

(v. 653 s.) Ἐν δὲ τῷ "εὖ δὲ σὺ οἶσθα, γεραιὲ διοτρεφές, οἷος ἐκεῖνος, δεινὸς ἀνήρ· τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο", ‑ Πάτροκλος δὲ καὶ ταῦτά φησι πρὸς Νέστορα ‑ δηλοῖ ὁ ποιητὴς τῇ αἰδοῖ δέος ἀκολουθεῖν, ὡς καὶ ἐν τῷ "αἰδοῖός τέ μοί ἐσσι δεινός τε". τοῦτο γὰρ δηλοῖ τὸ φθάσαι αἰδοῖον αὐτὸν εἰπεῖν, εἶτα ἐπαγαγεῖν καὶ δεινόν. Τὸ δὲ "ἀναίτιον αἰτιόῳτο" ἔοικεν ἐφερμηνευτικὸν εἶναι τοῦ νεμεσητός.

(v. 649) Ἰστέον δὲ ὅτι κατὰ τὰς ῥηθείσας ἐννοίας νεμεσητὴς μᾶλλον ὤφειλεν ὁ νεμεσῶν Ἀχιλλεὺς γράφεσθαι καθ' ὁμοιότητα τοῦ καθηγητής, διαιτητής, ποιητής, ταρακτής παρὰ Λυκόφρονι, καὶ τῶν τοιούτων, ἃ δηλοῦσιν ἐνέργειαν. τὸ γὰρ νεμεσητός, καθὰ καὶ τὸ μεμπτός καὶ ποιητός καὶ τὰ ὅμοια, πάθους ἐστὶ δηλωτικόν. ἴσως δὲ ὥσπερ λαλητὸν ζῷον ὁ ἄνθρωπος ὡς λαλοῦν, οὕτω καὶ νεμεσητὸς Ἀχιλλεὺς ὁ νεμεσῶν. δύναται δὲ καὶ κατὰ πάθος νεμεσητὸς νοηθῆναι ὡς νεμέσεως ἄξιος διὰ τὸ καὶ ἀναίτιον αἰτιάασθαι. Ἰστέον δὲ καὶ ὅτι τὸ "εὖ οἶσθα οἷος ἐκεῖνος" καὶ ἑξῆς ῥηθείη μὲν ἂν περὶ παντὸς αὐθεκάστου τὸ ἦθος καὶ ὀξέος εἰς τὸ μέμφεσθαι, [291] ἢ δὲ ἁπλοϊκῶς εἴρηται πρὸς ἀλήθειαν. πολλοὶ γὰρ τόποι τὸν Ἀχιλλέα δεινὸν ὑπογράφουσιν, ὡς καὶ ὅπου κατὰ τοῦ Πριάμου ἐν τῷ τέλει τῆς τοῦ μεγάλου ω΄ ῥαψῳδίας ἀγριαίνεται. ἢ καὶ ψεύδεται ἴσως ὁ Πάτροκλος ἐπίτηδες, ἵνα ῥᾷον ἀπαλλαγείη τοῦ γέροντος Νέστορος. ἀνατρέπει δὲ ὅμως τὴν τοιαύτην ἔννοιαν τὸ "εὖ οἶσθα". πῶς γὰρ ψεύδεται ὁ εἰδέναι τοῦτο εἰπὼν καὶ τὸν Νέστορα; δεινὸς ἄρα ὄντως ὁ Ἀχιλλεύς. διὸ οὐδ' ἂν εἴη μεμπτέος ὁ ἁπλοῦς καὶ φιλαλήθης Πάτροκλος τὸ τοῦ ἑταίρου Ἀχιλλέως πάθος οὐκ ἐπικρύπτων, ἀλλὰ πρὸς εὖ εἰδότα λέγων τὸν Νέστορα.

(v. 656-668) Ὅτι ἡ τοῦ Νέστορος ἐνταῦθα πρὸς τὸν Πάτροκλον εἰς βοήθειαν ἐρεθιστικὴ δημηγορία τοιαύτη τίς ἐστι "τί ποτε ὧδ' Ἀχιλλεὺς ὀλοφύρεται υἷας Ἀχαιῶν, ὅσσοι δὴ βέλεσι βεβλήαται; οὐδέ τι οἶδε πένθεος ὅσσον ὄρωρε κατὰ στρατόν· οἳ γὰρ ἄριστοι ἐν νηυσὶ κέαται βεβλημένοι οὐτάμενοί τε. βέβληται μὲν ὁ Τυδείδης κρατερὸς Διομήδης, οὔτασται δ' Ὀδυσεὺς δουρικλυτὸς ἠδ' Ἀγαμέμνων. τοῦτον δ' ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο, ἰῷ ἀπὸ νευρῆς βεβλημένον. αὐτὰρ Ἀχιλλεύς, ἐσθλὸς ἐών, Δαναῶν οὐ κήδεται οὐδ' ἐλεαίρει. ἦ μένει εἰς ὅ κε δή", ἤγουν ἕως, "νῆες θοαὶ ἄγχι θαλάσσης Ἀργείων ἀέκητι πυρὸς δηΐοιο θέρωνται, αὐτοί τε κτεινώμεθα ἐπισχερώ;"

(v. 668 s.) Εἶτα συνήθως ὁ γέρων περιαυτολογῶν ἐπάγει πάνυ ἐνδόξως τὸ "οὐ γὰρ ἐμὴ ἴς ἐστιν οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσι", μονονουχὶ λέγων, ὡς οὐκ ἂν Ἀχιλλέως ἐδεήθην, ἐὰν ἐγὼ ἡβῶν ἦν.

(v. 67082) Καὶ εὐθὺς πρὸς πίστωσιν τῆς ἑαυτοῦ ἀρετῆς ἐπάγει "εἴθ' ὣς ἡβώοιμι. βίη τέ μοι ἔμπεδος εἴη, ὡς ὁπότ' Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη ἀμφὶ βοηλασίῃ, ὅτ' ἐγὼ κτάνον Ἰτυμονῆα ἐσθλὸν Ὑπειροχίδην, ὃς ἐν Ἤλιδι ναιετάεσκε, ῥύσια ἐλαυνόμενος· ὃ δ' ἀμύνων ᾗσι βόεσσιν ἔβλητ' ἐν πρώτοισιν ἐμῆς ἀπὸ χειρὸς ἄκοντι, κὰδ δ' ἔπεσε, λαοὶ δὲ περίτρεσαν ἀγροιῶται. ληΐδα δ' ἐκ πεδίου συνελάσαμεν ἤλιθα πολλήν, πεντήκοντα βοῶν ἀγέλας, τόσα πώεα οἰῶν, τόσα συῶν συβόσια, τόσ' αἰπόλια πλατέ' αἰγῶν, ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα, πάσας θηλείας, πολλῇσι δὲ πῶλοι ὑπῆσαν". Ἐν οἷς ὅρα ὅτι τε λογοειδῶς καὶ σαφῶς τὰ κατὰ τὴν λείαν ἀπαριθμεῖται, καὶ ὡς οὐκ ἂν εἶπέ τις ἄλλως οὐδὲ ἐν λόγῳ πεζῷ, καὶ ὅτι καλλωπίζει δι' ἐπαναφορᾶς [καὶ παρισώσεως] ἐν τῷ "τόσα πώεα, τόσα συβόσια, τόσα αἰπόλια", καὶ ὅτι κυριολεκτεῖ, ὡς καὶ ἐν Ὀδυσσείᾳ, ἐν τῷ βοῶν ἀγέλη, οἰῶν πῶϋ, συῶν συβόσια, αἰγῶν αἰπόλια. [292] εἰ δέ τις ἀγέλην εἴπῃ προβάτων ἢ πῶϋ βοῶν ἢ ἄλλην τινὰ ποιήσει ἐπάλλαξιν, οὐ κυριολεκτεῖ. Καὶ ὅτι τὸ συβόσια ἐκτείνει διὰ μέτρον τὴν παραλήγουσαν, ἵνα δακτυλισθῇ ὁ τρίβραχυς πούς. ἄλλως γὰρ μόνον τὸ σῦς ἐκτείνεται, τὰ δὲ μετ' αὐτὸ πάντα συστέλλεται.

(v. 682-688) Εἶτα ἐπαναλαβὼν ὁ Νέστωρ λέγει καί, ὡς "τὰ μὲν ἠλασάμεσθα Πύλον Νηλήϊον εἴσω ἐννύχιοι προτὶ ἄστυ· γεγήθει δὲ φρένα Νηλεύς, οὕνεκά μοι τύχε πολλὰ νέῳ πόλεμόνδε κιόντι. κήρυκες δὲ λίγαινον ἅμ' ἠοῖ φαινομένῃφι τοὺς ἴμεν", ἤγουν τούτους ‹τοὺς› Πυλίους ἐλθεῖν, "οἷσι χρέος ὠφείλετο ἐν Ἤλιδι δίῃ. οἳ δὲ συναγειρόμενοι Πυλίων ἡγήτορες ἄνδρες δαίτρευον· πολέσι γάρ", ἤγουν πολλοῖς, "Ἐπειοὶ χρεῖος ὄφελλον".

(v. 689-695) Ἐφ' οἷς ὁ ῥήτωρ καταστατικῶς ἀναπαύων τὸν λόγον καὶ ἱστορίαν δὲ παρεμβάλλων ἑτέραν φησὶ "ὣς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν. ἐλθὼν γάρ ῥ' ἐκάκωσε βίη Ἡρακληείη τῶν προτέρων ἐτέων, κατὰ δ' ἔκταθεν", ἢ ἔκτανεν, "ὅσσοι ἄριστοι. δώδεκα γὰρ Νηλῆος ἀμύμονες υἱέες ἦμεν. τῶν οἶος λιπόμην, οἳ δ' ἄλλοι πάντες ὤλοντο. ταῦθ' ὑπερηφανέοντες Ἐπειοὶ χαλκοχίτωνες ἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχανόωντο". Καὶ ὅρα ὡς τὴν τοιαύτην μερίσας ἱστορίαν, καθὰ καὶ ἐν ἄλλαις ποιεῖ, ἐν μὲν τῇ α ῥαψῳδίᾳ παρελάλησεν αὐτὴν ἐν βραχυτάτῳ, ἔνθα δύο γενεὰς μερόπων ἀνθρώπων φθίσθαι εἶπε τῷ Νέστορι, ἐνταῦθα δὲ τὴν ὑπὸ Ἡρακλέους κάκωσιν τῶν Πυλίων σαφῶς ἐξέθετο. οὕτω δὲ καὶ τῶν Ἀκτοριώνων ἐπ' ὀλίγον ἐνταῦθα μνησθεὶς διὰ τοῦ Νέστορος ἐπὶ πλέον αὐτῶν διὰ τοῦ αὐτοῦ ἐν τοῖς ἑξῆς που μεμνήσεται. καὶ περὶ τοῦ Ἑλληνικοῦ δὲ τείχους φθάσας εἰπεῖν, ἃ εἶπεν, ἐν τῇ ἐφεξῆς ῥαψῳδίᾳ πάλιν ἐρεῖ τὰ δοκοῦντα. καὶ οὕτω μὲν καὶ τοῦτο.

(v. 6968) Ἐχόμενος δ' ὁ Νέστωρ τῆς τῶν ἐφεξῆς διηγήσεώς φησι "ἐκ δ' ὁ γέρων", ἤγουν ὁ Νηλεύς, "ἀγέλην τε βοῶν καὶ πῶϋ μέγα οἰῶν εἵλετο κρινάμενος". καὶ ἐφερμηνεύων, τί τὸ μέγα πῶϋ, φησί "τριηκόσι' ἠδὲ νομῆας", ἵνα ἡ τῶν βοῶν ἄρτι ἀγέλη καὶ τὸ πῶϋ ἀνὰ ἑκατὸν πεντήκοντα ἔχωσι ζῷα, καὶ μὴ μόνα πεντήκοντα, ὥς που ἀλλαχοῦ εὑρίσκεται. καὶ νῦν μὲν ἠρκέσθη μέγα εἰπὼν προσθέμενος καὶ αἰτίαν τὸ ἐποφείλεσθαι τῷ Νηλεῖ χρεῖος μέγα ἐν Ἤλιδι δίῃ, μετ' ὀλίγα δὲ λέγει, ὡς ἐξέλετο ἄσπετα πολλά, μεγεθύνας ἐπὶ πλέον τὸ πρᾶγμα.

(v. 700-702) Διευκρινῶν δὲ καὶ τί τὸ μέγα χρέος, φησὶ "τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν ἐλθόντες μετ' ἄεθλα· περὶ τρίποδος γὰρ ἔμελλον θεύσεσθαι· τοὺς δ' [293] αὖθι ἄναξ ἀνδρῶν Αὐγείας κάσχεθεν", ὅ ἐστι κατέσχε, "τὸν δ' ἐλατῆρ' ἀφίει ἀκαχήμενον ἵππων".

(v. 703-705) Τούτοις δὲ ὁ ῥήτωρ ἐπιτιθεὶς κεφαλαιωτικὴν κορωνίδα καὶ συμπληρωτικήν, μεθ' ἣν ἐποίσει τὰ ἐφεξῆς τοῦ διηγήματος, λέγει "τῶν", ἤγουν τούτων, "ὁ γέρων ἐπέων κεχολωμένος ἠδὲ καὶ ἔργων ἐξέλετ' ἄσπετα πολλά· τὰ δ' ἄλλα ἐς δῆμον ἔδωκε δαιτρεύειν, μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης", τουτέστι μηδεὶς ἀπέλθοι στερούμενος τῆς ἰσομοιρίας, ἧς ὡς μάλιστα ἐκήδοντο οἱ παλαιοὶ διὰ τὸ ἐν ἰσότητι δίκαιον.

(v. 706-739) Καὶ "ἡμεῖς μὲν τά", ἤγουν ταῦτα, "ἕκαστα διείπομεν ἀμφί τε ἄστυ ἕρδομεν ἱρὰ θεοῖς. οἳ δὲ τρίτῳ ἤματι πάντες ἦλθον ὁμῶς αὐτοί τε πολεῖς καὶ μώνυχες ἵπποι πασσυδίῃ· μετὰ δέ σφι Μολίονε θωρήσσοντο, παῖδε ἔτι ἐόντε, οὔπω μάλα εἰδότε θούριδος ἀλκῆς. ἔστι δέ τις Θρυόεσσα πόλις, αἰπεῖα κολώνη, τηλοῦ ἐπ' Ἀλφειῷ, νεάτη Πύλου ἠμαθόεντος. τήν", ἤγουν ταύτην τῶν Πυλίων οὖσαν, "ἀμφεστρατόωντο διαρραῖσαι μεμαῶτες. ἡμῖν δὲ Ἀθήνη ἄγγελος ἦλθε θέουσα" θωρήσσεσθαι, ἔννυχος, οὐδὲ ἀέκοντα τὸν κατὰ Πύλον λαὸν ἄγειρεν, "ἀλλὰ μάλα ἐσσυμένους πολεμίζειν. οὐδέ με Νηλεὺς εἴα θωρήσσεσθαι, ἀπέκρυψε δέ μοι ἵππους. οὐ γάρ πώ τί μ' ἔφη ἴδμεν", ἤγουν εἰδέναι, "πολεμήϊα ἔργα. ἀλλὰ καὶ ὣς ἱππεῦσι μετέπρεπον ἡμετέροισι καὶ πεζός περ ἐών, ἐπεὶ ὣς ἄγε νεῖκος Ἀθήνη. ἔστι δέ τις ποταμὸς Μινυήϊος, εἰς ἅλα βάλλων ἐγγύθεν Ἀρήνης, ὅθι μείναμεν ἠῶ δῖαν ἱππῆες Πυλίων, τὰ δ' ἐπέρρεεν ἔθνεα πεζῶν. ἔνθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντες, ἔνδιοι ἱκόμεσθα ἱερὸν ῥόον Ἀλφειοῖο". ἔνθα Διῒ καὶ Ἀλφειῷ καὶ Ποσειδάωνι καὶ Ἀθηνᾷ ῥέξαντες "ἱερὰ καλά", ἤγουν βοῦν μὲν ἀγελαίην τῇ Ἀθηνᾷ, ταῦρον δὲ Ποσειδῶνι, ταῦρον δὲ Διῒ καὶ Ἀλφειῷ, "δόρπον ἔπειθ' ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι, καὶ κατεκοιμήθημεν ἐν ἔντεσιν οἷσιν ἕκαστος ἀμφὶ ῥοὰς ποταμοῖο". καὶ οἱ μὲν Ἐπειοὶ ἀμφίσταντο "ἄστυ διαπραθέειν μεμαῶτες· ἀλλά σφιν προπάροιθε φάνη μέγα ἔργον Ἄρηος. εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης, συμφερόμεσθα μάχῃ". πολέμου δὲ κροτηθέντος "πρῶτος ἐγὼν ἕλον ἄνδρα, κόμισα δὲ μώνυχας ἵππους, Μούλιον αἰχμητήν, γαμβρὸς δ' ἦν Αὐγείαο", ὃς δηλαδὴ τοὺς τοῦ Νηλέως ἵππους ἀφείλετο.

(v. 740 s.) Παρεισάγων δὲ διὰ πολυμάθειαν τῷ λόγῳ καὶ ἑτέραν ἱστορίαν ἐπιφέρει "πρεσβυτάτην δὲ θύγατρ' εἶχε ξανθὴν Ἀγαμήδην, ἣ τόσα φάρμακα ᾔδη ὅσα τρέφει εὐρεῖα χθών".

(v. 742-759) Μεθ' ὃ πάλιν τῆς τοῦ διηγήματος ἀκολουθίας γενόμενός φησιν ἐπαναληπτικῶς "τὸν μὲν ἐγὼ προσιόντα βάλον δουρί", προαρπάσας δηλαδὴ τὴν βολὴν κατὰ σπουδήν, "ἤριπε δ' ἐν κονίῃσιν. ἐγὼ δ' ἐς δίφρον ὀρούσας", ἤδη γὰρ καὶ ἱππότης ἦν ἐκ πεζοῦ, [294] "ἔστην μετὰ προμάχοισιν, ἀτὰρ μεγάθυμοι Ἐπειοὶ ἔτρεσαν ἄλλυδις ἄλλος, ἐπεὶ ἴδον ἄνδρα πεσόντα ἡγεμόνα ἱππήων, ὃς ἀριστεύεσκε μάχεσθαι. αὐτὰρ ἐγὼν ἐπόρουσα κελαινῇ λαίλαπι ἶσος, πεντήκοντα δ' ἕλον δίφρους, δύω δ' ἀμφὶς ἕκαστον φῶτες ὀδὰξ ἕλον οὖδας ἐμῷ ὑπὸ δουρὶ δαμέντες. καὶ νύ κεν Ἀκτορίωνε Μολίονε παῖδε ἀλάπαξα, εἰ μή σφωε πατήρ" Ποσειδῶν "ἐκ πολέμου ἐσάωσε καλύψας ἠέρι πολλῇ. ἔνθα θεὸς Πυλίοισι μέγα κράτος ἐγγυάλιξε. τόφρα γὰρ οὖν ἑπόμεσθα δι' ἀσπιδέος πεδίοιο κτείνοντές τ' αὐτοὺς ἀνά τ' ἔντεα καλὰ λέγοντες, ὄφρ' ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους, πέτρης τ' Ὠλενίης καὶ Ἀλεισίου ἔνθα κολώνη κέκληται. ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη". ὃ διασαφῶν ἐπιφέρει "ἔνθ' ἄνδρα κτείνας πύματον λίπον".

(v. 758-761) Εἶτα τὸ αὐτὸ σαφέστερον ἐφερμηνεύων φησὶν "αὐτὰρ Ἀχαιοὶ ἂψ ἀπὸ Βουπρασίου" εἰς Πύλον ἐχώρουν. "πάντες δ' εὐχετόωντο θεῶν Διῒ Νέστορί τ' ἀνδρῶν", ὅπερ σαφὴς ἑρμηνεία τοῦ καὶ ἰσόθεον φῶτα τὸν Νέστορα εἶναι.

(v. 762) Στήσας δὲ ὁ Νέστωρ ἐνταῦθα τὸ διήγημα καὶ συμπληρώσας πάνυ γοργῶς ἐν τῷ "ὣς ἔον εἴ ποτ' ἔην γε μετ' ἀνδράσιν", μηχανᾶται λοιπὸν λαλεῖν τὰ εἰς πειθὼ τοῦ Πατρόκλου.

(v. 762-793) Καὶ πρῶτον εἰπὼν ὅτι "αὐτὰρ Ἀχιλλεὺς οἶος τῆς ἀρετῆς ἀπονήσεται", καὶ ὅτι αὐτὸν "ὀΐω πολλὰ μετακλαύσεσθαι, ἐπεί κ' ἀπὸ λαὸς ὄληται", λέγει "ὦ πέπον, ἦ μὲν σοί γε Μενοίτιος ὧδ' ἐπέτελλεν ἤματι τῷ, ὅτε σ' ἐκ Φθίης Ἀγαμέμνονι πέμπεν, νῶϊ δέ", ἤγουν ἡμεῖς, "ἔνδον ἐόντες, ἐγὼ καὶ δῖος Ὀδυσσεύς, πάντα μάλα ἐν μεγάροις ἠκούομεν ὡς ἐπέτελλε. Πηλῆος δ' ἱκόμεσθα δόμους λαὸν ἀγείροντες κατ' Ἀχαιΐδα πουλυβότειραν", ἢ "καλλιγύναικα", [ὃ δὴ καὶ Ἡσίοδος τῇ Εὐβοϊκῇ Χαλκίδι ἐπέθετο, καὶ Νυμφόδωρος, φασί, Τενέδῳ τῇ Τρωϊκῇ νήσῳ, καλλιγύναικας αὐτὰς εἰπόντες.] Ἔνθα "ἥρωα Μενοίτιον εὕρομεν ἔνδον" καὶ σὲ καὶ Ἀχιλλέα. Πηλεὺς δὲ πίονα μηρί' ἔκηε βοὸς τῷ Διῒ "αὐλῆς ἐν χόρτῳ. ἔχε δὲ χρύσειον ἄλεισον, σπένδων αἴθοπα οἶνον ἐπ' αἰθομένοις ἱεροῖς. σφῶϊ μέν", ἤγουν ὑμεῖς, σύ τε καὶ ὁ Ἀχιλλεύς, "ἀμφὶ βοὸς ἕπετον κρέα. νῶϊ δ' ἔπειτα", ἤγουν ἡμεῖς, "στῆμεν ἐνὶ προθύροισι, ταφὼν δ' ἀνόρουσεν Ἀχιλλεύς, ἐς δ' ἄγε χειρὸς ἑλὼν κατὰ δ' ἑδριάασθαι ἄνωγε, ξείνιά τε παρέθηκεν ἅ τε ξείνοις θέμις ἐστίν. αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος ἠδὲ ποτῆτος, ἦρχον ἐγὼ μύθοιο κελεύων ὑμᾶς ἕπεσθαι. σφὼ δὲ μάλα ἠθέλετον, οἳ δ' ἄμφω πόλλ' ἐπέτελλον. Πηλεὺς μὲν ἐπέτελλ' Ἀχιλλῆϊ αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων", σοὶ δὲ ὁ πατὴρ ἐπέτελλε Μενοίτιος "τέκνον ἐμόν, γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς, πρεσβύτερος δὲ σύ ἐσσι, βίῃ δ' ὅ γε πολλὸν ἀμείνων. ἀλλ' εὖ οἱ φάσθαι πυκινὸν ἔπος ἠδ' ὑποθέσθαι", ἢ ἠδ' ἐπακοῦσαι, "καί οἱ σημαίνειν, ὃ δὲ πείσεται εἰς ἀγαθόν περ. ὣς ἐπέτελλ' ὁ γέρων, σὺ δὲ λήθεαι. ἀλλ' ἔτι καὶ νῦν ταῦτ' εἴποις Ἀχιληῒ δαΐφρονι, αἴ κε πίθηται. τίς δ' οἶδεν, εἴ οἱ σὺν [295] δαίμονι θυμὸν ὀρίνῃς παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου". Ταῦτα εἰπὼν διὰ τοῦ Νέστορος ὁ ποιητὴς καὶ μὴ θέλων ἐλέγξαι καὶ τὴν τούτου ῥητορικήν, οὔπω γὰρ ἐξαγαγεῖν εἰς μάχην ἐθέλει τὸν Ἀχιλλέα, ποιεῖ τὸν Νέστορα συμβουλεύοντα τὸ ἄλλως ἀγαθὸν τοῖς Ἀχαιοῖς, προαναφωνῶν ἅμα καὶ τὰ ἐφεξῆς τῆς μάχης.

(v. 794-803) Φησὶ γοῦν ὁ γέρων "εἰ δέ τινα φρεσὶν ᾗσιν", ἤγουν ἰδίαις, "θεοπροπίην ἀλεείνει, ἀλλὰ σέ περ προέτω, ἅμα δ' ἄλλος λαὸς ἑπέσθω Μυρμιδόνων, αἴ κέν τι φόως Δαναοῖσι γένοισθε", ἢ γένηαι. "καί τοι τεύχεα καλὰ δότω πόλεμόνδε φέρεσθαι, αἴ κέ σε τῷ ἴσκοντες", ἤγουν εἴ πως εἰκάζοντές σε αὐτῷ, "ἀπόσχωνται πολέμοιο Τρῶες, ἀναπνεύσωσι δ' Ἀχαιοὶ τειρόμενοι· ὀλίγη δέ τ' ἀνάπνευσις πολέμοιο. ῥεῖα δέ κ' ἀκμῆτες κεκμηῶτας ἄνδρας ἀϋτῇ ὤσαισθε προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων". Καὶ τοιαῦτα μέν τινα τὰ [τῆς λαλιᾶς] τοῦ γέροντος πρὸς Πάτροκλον. οἷα δ' ὡς ἐν μέρει τὰ κατ' αὐτὴν αὐτίκα νῦν δηλωθήσεται. Καὶ πρῶτον ἐκεῖνο ἰστέον, ὅτι δίχα τῶν ἐν τῷ μέσῳ πολυσχημόνων ἱστοριῶν καὶ τοπογραφιῶν καὶ λοιπῆς ποικιλίας, δι' ἧς τὸ ἀφηγηματικὸν ἀνορθοῦται ὕπτιον, ἔχει καὶ νοήματα πολλὰ ἡ Ὁμηρικὴ αὕτη λαλιά, οἷς οἱ πρὸς τὸν Ἀχιλλέα σταλέντες πρέσβεις οὐδ' ὅλως ἐχρήσαντο. οὐκ ὀλίγα δὲ ταύτῃ ἔγκεινται καὶ ὧν ἐκεῖνοι πρὸς τὸν Ἀχιλλέα ἐλάλησαν, ἐν παραφράσει μέντοι καὶ ἑτεροίαις τισὶ μεθόδοις καὶ σχήμασιν. Οἷον Ὀδυσσεὺς μὲν ἔλεγεν ἀπειλεῖσθαι τὸν Ἕκτορα κατακαύσειν τὰς τῶν Ἀχαιῶν νῆας, Νέστωρ δὲ ἀπορεῖ, ἐὰν ὁ Ἀχιλλεὺς μένῃ ἕως ἂν θοαὶ νῆες ἄγχι θαλάσσης καίωνται. καὶ ἐκεῖ ἀορίστως τείρεσθαι πολέμῳ οἱ τῶν Ἀχαιῶν υἱοὶ λέγονται, Νέστωρ δὲ ἐξ ὀνόματος καταλέγει τοὺς ἀρίστους, τοὺς μὲν οὐτάσθαι λέγων, τοὺς δὲ βεβλῆσθαι, ἀναμιμνήσκει τε καὶ αὐτὸς ὁμοίως τῷ Ὀδυσσεῖ παραινέσεων πατρικῶν, πλὴν ὅσον ἐπιτρέχει μὲν τὰ περὶ τὸν Ἀχιλλέα, πλατύτερον δὲ φράζει πρὸς ἀληθείας ἔνδειξιν τοὺς πρὸς Πάτροκλον πατρικοὺς λόγους. ἔνθα προστίθησι καὶ καιρὸν καὶ τόπον καὶ σχῆμα τιμῆς καὶ εἶδος ἱερείου καὶ ποτηρίου, ἐν ᾧ δηλαδὴ τόπῳ καὶ ὅτε καιροῦ καὶ ὧν τότε χρησιμευόντων αἱ παραινέσεις ἐγένοντο. προβάλλεται δὲ καί, ὥσπερ ἐκεῖ ὁ Αἴας [296] τὸ ὑπωρόφιον, οὕτω καὶ ὁ Νέστωρ ὧδε πρὸς τῇ διὰ χειρὸς δεξιώσει καὶ τὴν ξενίαν οὐχ' ἁπλῶς γενομένην, ἀλλ' οἷον ἔνορκον καὶ ἐπὶ μάρτυρι θεῷ. ἐν θυσίας γὰρ καιρῷ. καὶ ξενίων δὲ ἀναμιμνήσκει κατὰ θέμιν γενομένων, μονονουχὶ λέγων εἴς τε Θέμιν εἴς τε Δία ξένιον τούτους ἁμαρτεῖν, εἰ περιορῶσι τοὺς ξένους. καὶ ὁ μὲν Αἴας ἐκεῖ νηλεῆ λέγει τὸν Ἀχιλλέα, ὁ δὲ Νέστωρ ἐνταῦθά φησιν, ὡς ἐσθλὸς ἐὼν Ἀχιλλεὺς οὐκ ἐλεαίρει Δαναούς. τὸ δὲ μὴ ἐλεαίρειν ἀνηλεοῦς ἐστι. ἔτι ὁ Νέστωρ καὶ κατὰ τὸν ἐκεῖ Φοίνικα διήγημα ἐνταῦθα κατατείνει μακρὸν σεμνότερον ἤπερ ἐκεῖνος. ὁ μὲν γὰρ ἀνδραγαθίαν Μελεάγρου ἐξέθετο, ὁ Νέστωρ δὲ συνήθως οἰκεῖον ἀνδραγάθημα περιηγεῖται, ἐν ᾧ λέγει καὶ ὅτι παρὰ γνώμην τοῦ οἰκείου πατρὸς ἠρίστευσεν, ὡς ἂν καταιδέσῃ τὸν Ἀχιλλέα διὰ τοῦ διηγήματος, εἴπερ αὐτὸς μὲν τοῦ πατρὸς Πηλέως ἀκούσας κελεύοντος αἰὲν ἀριστεύειν ἀπειθεῖ, Νέστωρ δὲ καὶ τοῦ πατρὸς κωλύσαντος ἀνδραγαθεῖ. Ἅμα δὲ καὶ βούλεται ὁ δεινὸς ῥήτωρ πλαγίως πως ἐμφῆναι χρῆναι τὸν Πάτροκλον βοηθῆσαι τοῖς ὁμοφύλοις, κἂν ὁ Ἀχιλλεὺς μὴ ἐᾷ. κἀγὼ γάρ, φησίν, οὕτω πεποίηκα τὸν πατέρα λαθὼν καὶ ἄκοντος ἐκείνου ἀνδραγαθήσας ἰσόθεος ἔδοξα μετὰ τὸν Δία τιμώμενος. Τὸ δὲ ἐγγὺς νηῶν καὶ τείχεος αὖλιν θέσθαι τοὺς Τρῶας, ὡς ἐν ταῖς Λιταῖς ἐρρέθη, καὶ τὸν Ἕκτορα δὲ σεύεσθαι νῆας ἐμπρήσειν μαλεροῦ πυρός, καὶ αὐτὰ νῦν ὑπελάλησεν ὁ Νέστωρ πάντα ἐν τῷ "νῆες πυρὸς θέρωνται". ἐκεῖνο δὲ ἐνταυθοῖ, ὡς καὶ προερρέθη, ἐνδοξότατον, τὸ εἰπεῖν ὡς, εἴπερ ἡβῶν αὐτὸς ἦν, οὐκ ἂν τοιαῦτα ἐγένετο. Ὅλως δὲ θαύματος ἀξία ἡ τοῦ γέροντος ὁμιλία, δι' ἧς οὕτω κατεπᾴδει τοῦ καλοῦ καὶ ἐνηέος Πατρόκλου, ὡς δι' αὐτοῦ ἀνῦσαι τὴν μεγίστην ἐπικουρίαν τοῖς Ἀχαιοῖς. Ἐχρῆν μὲν οὖν συνεκπεμφθῆναι τὸν Νέστορα τοῖς πρὸ τούτων πρέσβεσιν, οὐκ ἐποίησε δὲ τοῦτο ἡ Ὁμηρικὴ Μοῦσα, ὡς ἂν ἐπὶ μᾶλλον αὐξήσῃ τὴν τοῦ Νέστορος σοφίαν, ὃς νῦν καὶ μόνος καὶ μηδὲ ἀμέσως ὁμιλήσας τῷ Ἀχιλλεῖ καὶ μηδὲ εἰδότος τινὸς τὴν ἀπ' αὐτοῦ συμμαχίαν βραβεύσει τοῖς Ἀχαιοῖς. εἰ δὲ τότε συνεπρέσβευσε, μὴ πείσας μὲν ἠλέγχετο μὴ σοφὸς ὤν, πείσας δὲ οὐκ ἂν μέγα τι ἐδόκει ποιῆσαι τά τε ἄλλα καὶ διὰ τὴν αὐτοπρόσωπον ὁμιλίαν καὶ ὅτι μηδὲ μόνος ἦν.

(v. 656) Τὸ δὲ "τί ποτε Ἀχιλεὺς ὀλοφύρεται υἷας Ἀχαιῶν" ἐνδείκνυται μὲν καὶ σύνεσιν τοῦ Νέστορος, οὕτω στοχασαμένου πρὸς ἀλήθειαν τοῦ κατὰ τὸν Ἀχιλλέα ἤθους, ὃς οἰκτισάμενος τοὺς Ἀχαιοὺς ἐξέστειλε τὸν Πάτροκλον. [Δηλοῖ δὲ καὶ μηδέν τι πρὸς τὴν ὄψιν εἶναι τοῖς λυπουμένοις τὰ ἄλλα. μονονουχὶ γὰρ νοῶν καὶ ὁ Νέστωρ κατὰ τὸν Τραγῳδόν, [297] ὅτι τῶν πεπραγμένων "τὰ μὲν ἄλγιστ' ἄπεστιν, ἡ γὰρ ὄψις οὐ πάρα", λέγει, ὅτι τί ποτε ὀλοφύρεται ἡμᾶς ὁ ἥρως, ἐφ' οἷς οὐκ οἶδε τί πεπόνθαμεν, οἷα μηδὲ αὐτοψεὶ θεασάμενος.] Ἐνταῦθα δὲ τὸ Ἀχιλλεύς καὶ Ἀχαιῶν παρηχοῦσι κατὰ τὴν ἀρκτικὴν προφοράν, ἐγγυτάτω παρακείμενα. Τοῦ δὲ ὀλοφύρεσθαι διασαφητικὸν τὸ "πένθεος ὅσσον ὄρωρε". δῆλον γὰρ ἐντεῦθεν, ὡς ὀλοφύρεσθαι τὸ πενθεῖν εἶπε. [(v. 657 s.) Φανερὸν δ' ὅτι καθὰ ταὐτὸν εἰπεῖν μέγα κλέος καὶ μέγα κλέους, ὡσαύτως καὶ μεγάλη δόξα καὶ μέγα δόξης Ἀττικῶς, οὕτω καὶ μέγα πένθος καὶ μέγα πένθεος.] Τὸ δὲ "βελέεσσι βεβλήαται" τρόπος μέν ἐστιν ἐτυμολογικός, ἀπαρατηρήτως δὲ καὶ αὐτὸ εἴρηται καὶ γενικώτερον. τὸ μέντοι ἀκριβὲς καὶ εἰδικὸν κατωτέρω κεῖται ἐν τῷ "βεβλημένοι οὐτάμενοί τε", καὶ "βέβληται μὲν ὁ δεῖνα, οὔτασται δὲ ὁ δεῖνα", καὶ ἐν τῷ "ἰῷ ἀπὸ νευρῆς βεβλημένον", περὶ οὗ προδεδήλωται ὡς ἐκ περισσοῦ ἔχει τὸ "ἀπὸ νευρῆς". Τὸ δὲ "πένθεος" ἢ μετὰ τοῦ οἶδε συντάσσεται, ἵνα λέγῃ συνήθως ὅτι οὐκ οἶδεν, ἤτοι εἴδησιν ἔχει, πένθεος, ἢ μετὰ τοῦ ὅσσον, ἵνα ᾖ, ὅτι οὐκ οἶδεν ὅσον τι μέρος πένθους ὄρωρε κατὰ στρατόν. Καὶ ὅρα τὸ "κατὰ στρατόν". οὐ γὰρ ἰδικόν τι τὸ πένθος ἀλλὰ κοινόν. Τὸ δὲ "ὅσον πένθεος", καὶ "οἱ γὰρ ἄριστοι" καὶ ἑξῆς, παιδεύει χρῆναι τοὺς πολλοὺς πενθεῖν ἐπὶ ταῖς τῶν ἀρίστων δυσπραγίαις.

(v. 660 s.) Τὸ δὲ βεβλῆσθαι καὶ τὸ οὐτάσθαι ὡς διαφέρουσιν, ἀδόλεσχος ἂν ἀνὴρ ἐπὶ πλέον εἰσέτι δηλώσειεν. [Τὸ δὲ "ὁ Τυδείδης" ἐνδιάθετόν τι δηλοῖ κατ' ἐξοχὴν καὶ διὰ τοῦ ἄρθρου. ἤδη γὰρ ὁ μέγας Νέστωρ προσπαθῶς ἔχει τῷ ἥρωϊ διὰ τὰ φθάσαντα.] Ἐν δὲ τῷ "ἠδ' Ἀγαμέμνων" ὅρα τὴν τοῦ Νέστορος δεξιότητα. Διομήδην γὰρ καὶ Ὀδυσσέα ἐπιθέτοις σεμνύνας τὸν βασιλέα ψιλῶς προάγει, ὡς ἐχθρὸν τῷ Ἀχιλλεῖ, ὃς ἐν καρὸς αἴσῃ ἐκεῖνον ἐτίμα τὸν μάλα τῷ Πατρόκλῳ φίλτατον.

(v. 663) Ἐν δὲ τῷ "τοῦτον δ' ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο" ὑποδιαστολὴ ἀναγκαίως κεῖται μετὰ τὸ ἐγώ, ἵνα κἂν γοῦν οὕτω νοηθείη ἀντὶ τοῦ νεωστὶ ἤγαγον, οὐ μὴν τοῦτον ἄλλον νέον, ἤγουν ἡβῶντα, [298] ἀκμάζοντα.

(v. 665) Τὸ δὲ "ἐσθλὸς ἐών" ἀναγκαίως ὡς οἷά τι λῆμμα ὑπόκειται. εἰ μὲν γὰρ κακὸς ἦν, εἶχεν ἂν ἐπ' αὐτῷ λόγον τὸ ἀνηλεές. ἐπεὶ δὲ ἐσθλός ἐστιν, οὐκ εὖ ποιεῖ μὴ ἐλεῶν. Τὸ δὲ "οὐ κήδεται οὐδ' ἐλεαίρει" πρὸς ἀκρίβειαν ἐννοίας πέφρασται. τὸ γὰρ κήδεται σημαίνει ποτὲ καὶ τὸ βλάπτεται, προσκειμένου δὲ τοῦ "οὐδὲ ἐλεαίρει" φανερῶς τὸ φροντίζειν ἡ λέξις δηλοῖ. Καὶ ἄλλως δὲ εἰπεῖν, καθολικώτερον τοῦ ἐλεαίρειν τὸ κήδεσθαι. κήδεται μὲν γὰρ ὁ ἐλεῶν, οὐ μὴν ἐξ ἀνάγκης καὶ ἀνάπαλιν. ἔλεος γάρ ἐστι τῶν ἐν κακοῖς, κηδόμεθα δὲ οὐ μόνον τῶν ἐν συμφοραῖς, ἀλλὰ καὶ τῶν ἄλλως κηδίστων ἡμῖν. αὐτὸ δὲ τὸ "ἐσθλὸς ἐὼν οὐ κήδεται οὐδ' ἐλεεῖ" παιδεύει χρῆναι τοὺς ἐσθλοὺς ὠφελητικοὺς εἶναι, ὡς καὶ προσεχῶς ἐρρέθη, ἵνα συλλογίζηται ὁ γέρων οὕτως· ἀνδρῶν ἐσθλῶν ἐστι τὸ κήδεσθαι καὶ ἐλεεῖν, ἐσθλὸς δὲ ὁ Ἀχιλλεύς. ὀφείλει ἄρα κήδεσθαι καὶ ἐλεεῖν. μάλιστα δὲ πρὸς τὸ νῦν προκείμενον οὕτω· οἱ ἐσθλοὶ κήδονται καὶ ἐλεοῦσιν. Ἀχιλλεὺς δὲ οὐ κήδεται οὐδὲ ἐλεεῖ. οὔκουν οὐδὲ ἐσθλός ἐστι.

(v. 666) Τὸ δὲ "ἄγχι θαλάσσης" τὸ τοῦ πυρὸς ὑπογράφει λαῦρον, οἷα τοσοῦτον βοροῦ ὄντος, ὡς μὴ μόνον περὶ τὸ τεῖχος ἀλλὰ καὶ ἄγχι θαλάσσης ἐπινεμήσεσθαι τὰς νῆας.

(v. 667) Τὸ δὲ "Ἀργείων ἀέκητι" πρὸς διαστολὴν ἑτεροίου πυρὸς εἴρηται, ὁποῖα τὰ ἑκουσίως αὐτοῖς ἀναπτόμενα καὶ θέροντα μὴ πρὸς ὄλεθρον. Τὸ δὲ "πυρὸς δηΐου" διαστέλλει κἀνταῦθα τὸ μάχιμον πῦρ τοῦ ἄλλως ἐξ ἐπιβουλῆς. Τὸ δὲ "πυρός", ἤγουν διὰ πυρὸς θέρωνται, ὅ ἐστιν καίωνται, ἀπὸ τοῦ παρακολουθοῦντος αὐτὸ τὸ πρᾶγμα δηλοῖ εὐφημότερον. τοῖς γὰρ καιομένοις ἕπεται τὸ πολλῷ πρότερον θέρεσθαι. πρὸς ὁμοιότητα δὲ τούτου ἔγραψε καὶ ὁ εἰπὼν "πυρώσω πόλιν", ἤτοι καύσω. τοιούτου δὲ παρακολουθητικοῦ δηλαδὴ τρόπου καὶ τὸ "κάπνισάν τε κατὰ κλισίας" ἤγουν ἀνῆψαν πῦρ. [Καὶ ἄλλως δέ, τὸ πυρὸς θέρωνται διαστολὴν ἔχει πρὸς τὸ θέρεσθαι ἄλλως, οἷον ἢ πυρὸς μὴ δηΐου ἀλλά, ὡς εἰκός, πανηγυρικοῦ, ἢ διὰ ἡλίου καυσοῦντος, ὅθεν καὶ τὸ εἱληθερεῖσθαι, καὶ ὕδωρ δὲ εἱληθερές.]

(v. 668) Τὸ δὲ "κτεινώμεθα" βαθύτερόν τι τοῦ φαινομένου νοεῖ. οὐ γὰρ μόνον ἑαυτὸν ὁ Νέστωρ συμπεριλαμβάνει τοῖς θανουμένοις, περιπαθέστερον, ὃν ἔδει φιλεῖσθαι ὡς ξεῖνον, καθὰ δεδήλωται, ἀλλὰ καὶ αὐτὸν συμπεριείληφε τὸν Πάτροκλον, ἤδη δὲ καὶ τοὺς Μυρμιδόνας. καὶ λεληθότως παραδηλοῖ, ὡς οὐ δυνατὸν τῶν Ἀχαιῶν παθόντων, ἃ βούλεται ὁ Ἀχιλλεύς, μὴ κακῶς καὶ τοὺς Μυρμιδόνας παθεῖν καί που καὶ αὐτὸν τὸν Ἀχιλλέα. διὸ ἔφη καὶ οἴεσθαι τὸν Ἀχιλλέα [299] πολλὰ μετακλαύσεσθαι ἀπολομένου τοῦ λαοῦ. Τὸ δὲ "ἐπισχερώ" ὀξυτονεῖται μὲν ὁμοίως τῷ ἰώ, σημαίνει δὲ τὸ κατὰ τάξιν καί, ὡς εἰπεῖν, ἐχομένως καὶ ἐφεξῆς καὶ συναπτῶς καὶ συνεχῶς. ὡς γὰρ ἐκ τῆς ἐπι προθέσεως καὶ τοῦ ἔχω καὶ ἕξω γίνεται τὸ συνεχῶς καὶ τὸ ἐφεξῆς, οὕτως ἐκ τῆς αὐτῆς προθέσεως καὶ τοῦ σχέω σχῶ σύγκειται τὸ ἐπισχερώ, ποιητικὴ λέξις, κειμένη καὶ ἐν Ὀδυσσείᾳ καὶ παρὰ Θεοκρίτῳ καὶ ἑτέροις. Ἴς δὲ ἰνός ἡ δύναμις μεταφορικῶς, κυρίως γὰρ ἐπὶ νεύρων ἡ λέξις τίθεται καὶ ἐπὶ νευρωδῶν. ἰνίον γοῦν λέγεται νεῦρον ὄπισθεν τοῦ τραχήλου τεῖνον, καθῆκον ἀπὸ κεφαλῆς εἰς αὐχένα. οὕτω δὲ κατὰ μεταφορὰν καὶ ἰνᾶσθαι παρὰ Αἰλίῳ Διονυσίῳ τὸ καθαίρεσθαι καὶ ἐκκενοῦσθαι, καὶ ὑπέρινος ὁ ὑπερκεκαθαρμένος διὰ τὸ κατὰ οἷον ἶνας λεπτύνεσθαι. λέγονται δέ που καὶ αἵματος ἶνες κατά τινα ὁμοιότητα. ὁ μέντοι ἴννος ἕτερος ἴσως ὢν παρὰ τὸν Ἀριστοτελικὸν γίννον, ἄδηλον εἰ ἐκ τοιούτου τινὸς γίνεται. Τοῦτο δὲ μόνον οἴδαμεν περὶ αὐτοῦ ἔκ τινος παλαιοῦ, εἰπόντος ὅτι ἴννος ὁ ἐξ ἡμιόνου καὶ θηλείας ἵππου, προστίθησι δὲ ἐκεῖνος καὶ ὅτι ζῇ δὲ ἡμίονος πεντήκοντα ἔτη. ὅτι δὲ Ἲς καὶ ὄνομά ἐστι ποταμοῦ, ὡς καὶ Ἡρόδοτος οἶδε καί τις δὲ Φύλαξ ἱστορικός, παρεσημειώσαντο οἱ Τεχνικοί.

(v. 669) Τὸ δὲ "γναμπτοῖσι μέλεσσι" κατ' ἀκολουθίαν εἴρηται τῆς ἰνός. κατὰ ἶνας γὰρ καμπτομένων ἡ ζωϊκὴ ἐνέργεια δείκνυται. τὸ δέ γε ἐν μέλεσι τετανὸν ἀπρακτεῖν τὸ ζῷον ποιεῖ, ὡς καὶ ὁ ἐν Ὀδυσσείᾳ μακρὰ κολυμβήσας Ὀδυσσεὺς ὑποδηλοῖ. καὶ ἄλλως δὲ εἰπεῖν, γναμπτὰ μέλη τὰ τῶν ζώντων λέγει, τὰ γὰρ τῶν τεθνεώτων οὐ κάμπτεται.

(v. 670) Τὸ δὲ θέλειν ἡβᾶν, φύσει ὂν αἱρετόν, σύνηθες βούλημά ἐστι καὶ τῷ γηραιῷ Νέστορι, ὡς καὶ ἐν τῇ τοῦ Αἴαντος καὶ Ἕκτορος [300] μονομαχίᾳ δεδήλωται. Τὸ δὲ "βίη τέ μοι ἔμπεδος εἴη" πρὸς ἀκρίβειαν ἐννοίας πρόσκειται. οὐ γὰρ ἀρκεῖ τῷ γέροντι μόνον ἡβῆσαι, εἰ μὴ καὶ τὴν παλαιὰν ἐκείνην ἀναλήψεται νεοτήσιον βίαν. οὐδὲ γὰρ οὐδὲ τῷ Τιθωνῷ ᾑρέθη ἂν εἰς ἥβην ἀνακάμψαι, εἰ μὴ καὶ ἐνδύναμος εἶναι ἤμελλε.

(v. 671) Τὸ δὲ ἡμῖν ἐν τῷ "Ἠλείοις καὶ ἡμῖν νεῖκος ἐτύχθη", ἀναφορικῶς εἴρηται ἀντὶ τοῦ Ἠλείοις καὶ τοῖς τότε Πυλίοις. οὐ γὰρ ἔφθασεν ὄνομα εἰπεῖν ὁ ποιητής, πρὸς ὃ ἐπήγαγε τὸ ἡμῖν. ἄλλως δὲ καὶ σεμνόν τι ὁ λόγος ἔχει καὶ ὑπεροχικόν, εἰ μόνος ὁ Νέστωρ ἐν ἑαυτῷ τοὺς ὅλους Πυλίους διαδείκνυσιν. Ὅτι δὲ οἱ Ἠλεῖοι καὶ Ἐπειοὶ λέγονται ὥσπερ καὶ οἱ Πύλιοι Ἀχαιοί, ἐν τοῖς προσεχῶς προγραφεῖσι δεδήλωται. πόθεν δὲ παρῆκται τὰ τοιαῦτα ὀνόματα, εἴρηται ἀλλαχοῦ.

(v. 672) Τὸ δὲ "ἀμφὶ βοηλασίῃ" ἔχει μὲν τὴν ἀμφι πρόθεσιν δοτικῇ συνταχθεῖσαν συνήθως τῷ ποιητῇ, καὶ εἴληπται ἀντὶ τοῦ "περὶ βοηλασίης", δηλοῖ δὲ ἀπὸ μέρους καὶ ἑτέρων ζῴων ἀπέλασιν κατὰ τὸ Ὁμηρικὸν ἐδάφιον. διάλυσις δέ που ἦν βοηλασίας τὸ "οὐ γὰρ πώποτ' ἐμὰς βοῦς ἤλασαν", ὅθεν ἡ βοηλασία σύγκειται. καιρία δὲ λέξις καὶ ἐν τοιούτοις ἡ ἀπέλασις. διὸ προϊών φησιν "ῥύσια ἐλαυνόμενος", καὶ ληΐδα συνηλάσαμεν, καὶ "τὰ μὲν ἠλασάμεθα εἰς Πύλον", ἐκ τούτων δὲ καὶ ὁ ἡνίοχος ἐλατήρ. Ἔνθα ὅρα ὡς, εἰ καὶ ἐλάσαι οὐ μόνον τὸ ἡνιοχῆσαι, ἀλλὰ σὺν ἄλλοις καὶ τὸ χαλκεῦσαι σίδηρον καὶ τὸ ἐκτεῖναι τεῖχος καὶ τὸ ληΐσασθαι, ὅμως ἐλατὴρ ὁ ἡνίοχος μόνος καὶ οὐδὲν ἄλλο παρά γε τῷ ποιητῇ. ὁ δέ γε Κωμικὸς καί τι πέμματος εἶδος οἶδε τὸν ἐλατῆρα, ὡς ἐν τοῖς Ἰππεῦσι δηλοῖ, αἰνιττόμενος ἐκεῖ δύνασθαι τὴν λέξιν καὶ ἐπὶ κωπηλάτου λέγεσθαι.

(v. 674) Τὸ δὲ ῥύσια πάνυ καιρίως ἐνταῦθα ῥηθὲν δηλοῖ τὰ ἀντί τινων ῥυόμενα, ὅ ἐστιν ἑλκόμενα, καὶ ἀντὶ τῶν προαρπασθέντων ἁρπαζόμενα, ὥστε ῥύσια ἐλαύνειν ὁ Νέστωρ λέγει τὸ ἐρυσιάζειν καὶ λαμβάνειν ἀνθαρπάγματα, ἤγουν ἐνέχυρα χρέους. Ὅτι δὲ τὸ ἐλαυνόμενος ἀντὶ τοῦ ἐλαύνων εἴληπται δῆλον, καθὰ καὶ τὸ ἐπέτελλε παθητικῶς εἶπεν ὁ ποιητὴς [301] ἐν τῷ "πατὴρ ἐπετέλλετο Πηλεύς". οὕτω δὲ καὶ ληΐδα συνελάσαμέν φησιν ἐνεργητικῶς καὶ ἠλασάμεσθα παθητικῶς. Τὸ δὲ "ὃ δ' ἀμύνων βόεσσιν ἔβλητο" ‑ θηλυκὸν δὲ κἀνταῦθα Ἰωνικῶς τὸ "βόεσσιν" ‑ ἄλλως μὲν οὐκ ἀναγκαίως, πρὸς δὲ σαφήνειαν πρόσκειται, ἵνα ἐν τῷ "ὃς ἐν Ἤλιδι ναιετάασκε ῥύσια ἐλαυνόμενος" τὸ ῥύσια ἐλαυνόμενος μὴ προσνοηθείη κατὰ τὴν σύνταξιν τοῦ λόγου τῷ Ἰτυμονεῖ, ἀλλὰ τῷ Νέστορι, ὡς αὐτοῦ μὲν ῥυσιάζοντος, τοῦ δὲ Ἰτυμονέως ὑπὲρ τῶν αὐτοῦ ἀμύνοντος.

(v. 675) Τὸ δὲ "ἐν πρώτοισι" ταὐτὸν τῷ ἐν προμάχοισι. Τὸ δὲ "ἄκοντι" διαστολὴν ἔχει πρὸς τὴν διὰ λίθου ἢ ὀϊστοῦ βολήν.

(v. 676) Φιλαλήθης δὲ κἀνταῦθα ὁ Νέστωρ, οὐκ ἀποκρυψάμενος, ὡς ἀγροιῶται ἦσαν οἱ περὶ τὸν Ἰτυμονέα, οὐ μὴν στρατιῶται, ὡς οἱ μετὰ ταῦτα πεσόντες ὑπὸ τῷ Νέστορι.

(v. 678) Ληΐδα δὲ ὑποκοριστικῶς ἢ μάλιστα παρωνύμως τὴν λείαν εἰπόντος Ὁμήρου ληϊδίην ἐντεῦθεν Ὀππιανός φησι τὴν αἰχμάλωτον, ὁ δὲ Λυκόφρων ληῗτιν.

(v. 679) [Ἐν δὲ τῷ "συῶν συβόσια καὶ αἰπόλια αἰγῶν" πρῶτα μὲν ῥητέον ὡς, εἰ καὶ ἀσφαλῶς διὰ σαφήνειαν ἔφρασεν ὁ ποιητής ‑ διὸ καὶ ὁ χείριστος Παραβάτης οὕτω που ῥητῶς ἔγραψεν ἐν τοῖς ἑαυτοῦ ‑ , ὅμως περιττῶς ἄλλως ἁπλῶς ἐν τούτοις κεῖσθαι δοκεῖ τὸ συῶν καὶ τὸ αἰγῶν. Οὐ γὰρ ἂν ἐρεῖ τις βοῶν συβόσιον ἢ προβάτων αἰπόλιον. Προσθετέον δ' ἀναγκαίως ἐνταῦθα καὶ τὰ τοῦ γραμματικοῦ Ἀριστοφάνους, ἔχοντα οὕτω πως. Αἰπόλων καὶ συβοτῶν καὶ τῶν ἄλλων γένος ὁ νομεύς. οὕτω δὲ καὶ ποιμένων, οἳ καὶ προβατεῖς καλοῦνται καὶ μηλάται. τὸ δὲ κατ' αὐτοὺς πλῆθος ποίμνιον, ὅπερ Ὅμηρος πῶϋ καλεῖ. μῆλα δὲ εἰ καὶ κοινότερον τὰ κατὰ τὸ πῶϋ, ἀλλ' ὁ ποιητὴς καὶ τὰς αἶγας οὕτω καλεῖ, οἷον "μῆλ' ὄϊές τε καὶ αἶγες ἰαύεσκον", καὶ πάλιν "μῆλον ἀγινεῖ, ζατρεφέων αἰγῶν ὅστις φαίνεται ἄριστος". καὶ ἡμεῖς δέ, φησί, μηλωτὴν καλοῦμεν καὶ τὴν αἰγείαν δοράν, τὴν δὲ τῶν προβάτων τινὲς οἰέην, ὅθεν ἡ ᾤα συνήλειπται, οἷον "ὥρα μάττειν ἐπὶ τοῖς ἱεροῖς καὶ τὴν ᾤαν περιδεῖσθαι περὶ τὴν ὀσφῦν". δοκεῖ δέ μοι, φησίν, ὁ ποιητὴς ἐν τῷ "κειμήλιά τε πρόβασίν τε" καὶ τὴν τῶν ἄλλων τετραπόδων βοσκημάτων κτῆσιν πρόβασιν καλεῖν, οὐ μὴν μόνων τῶν κοινῶς λεγομένων [302] προβάτων. εἶτα φησιν, ὡς καὶ Πίνδαρός που τὰς τοῦ Διομήδους ἵππους πρόβατα καλεῖ, τὴν φάτνην αὐτῶν λέγων προβάτων τράπεζαν. οὕτω δέ που, φησί, καὶ ἐπὶ τοῦ Πηγάσου ποιεῖ. προφέρει δὲ καὶ Σιμωνίδου χρήσεις, ἐν αἷς βοῦν ἄρρενα ὁτὲ μὲν ταῦρον, ὁτὲ δὲ μᾶλον, ἤγουν μῆλον, ὁτὲ δὲ πρόβατον ἐκεῖνος ὀνομάζει, καί τινα χρῆσιν ἑτέραν ταύτην "μῆλα, βόας κεραοὺς καὶ ὄϊς καὶ πίονας αἶγας". Σοφοκλῆς δέ, φησί, δόξειεν ἄν που καὶ τὰ θηρία πάντα μῆλα καλεῖν. τὸν γοῦν Ἀχιλλέα τραφῆναί φησιν ἐν τῷ Πηλίῳ πᾶν μῆλον θηρῶντα.]

(v. 681) Ὅτι δὲ εὐδαίμων ἱπποτροφία ἡ πολλὰς θηλείας πωλοτρόφους ἔχουσα, πολλαχοῦ δηλοῦται. Δῆλον δὲ ὅτι τὸ "πάσας θηλείας" χάριν σαφηνείας κεῖται, ἵνα μὴ καὶ ἄρρενες πολλοὶ ἀναμὶξ νοοῖντο. τὸ γὰρ "ἵππους ξανθάς" οὐκ ἤρκει μόνον αὐτὸ πρὸς θήλεος γένους παράστασιν, ὡς τοῦ ποιητοῦ κατὰ θηλυκὸν γένος πολλαχοῦ συλληπτικῷ τρόπῳ ἑκάτερα τὰ γένη προάγοντος, οἷον ἐν τῷ· αἱ ἵπποι, αἱ βόες, αἱ ὄϊς, καὶ τοῖς ὁμοίοις. Τὸ δὲ "πωλοὶ ὑπῆσαν" πάνυ κυρίως ἔχει κατὰ τὸ ὑποτρέχειν τὰς μητέρας τὰ τοιαῦτα ζωΐδια ἐν τῷ θηλάζειν.

(v. 682) Νηλήϊον δὲ κτητικῶς τὴν Πύλον εἶπεν, ἐπεί, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, τοῦ κρατοῦντος ἡ πόλις κατὰ τὴν τραγῳδίαν νομίζεται.

(v. 683) Τοῦ δὲ ἐννύχιοι, ὡς καὶ τοῦ παννύχιον εὕδειν, καὶ τοῦ "παννυχίη πεῖρε κέλευθον", πρωτότυπον τὸ ἔννυχος, κατὰ τὸ κάπρος κάπριος, Αἰτωλός Αἰτώλιος, αἰζηός αἰζήϊος. ἡ δὲ χρῆσις τοῦ ἔννυχος προέκκειται ἐν τῷ "θέουσα ἔννυχος". Τὸ δὲ "προτὶ ἄστυ" ἰσοδυναμεῖ μὲν τῷ πρὸς τῷ ἄστεϊ, ἐπῆκται δὲ πρὸς ἐπιδιόρθωσιν τοῦ Πύλον εἴσω. οὐ δήπου γὰρ ἔσω Πύλου τῆς πόλεως εἰσήχθη ὅλη τοσαύτη ληΐς, πολλή τε οὖσα, καὶ οὐδὲ ὄντων τέως τῶν ἐπιτρεχόντων καὶ φοβούντων, ἀλλ' ἔξω που, ὡς εἰκός, ἐγγυτάτω ἀφείθη νέμεσθαι.

(v. 684) Τὸ δὲ "τύχε πολλά" ἀντὶ τοῦ προσεγένοντο εὐτυχῶς καὶ κατὰ συγκυρίαν ἀγαθήν. Καὶ σημειοῦνται οἱ παλαιοί, ὅτι τὸ μὲν ῥῆμα τοῦ τυχεῖν οἶδεν Ὅμηρος, τύχην δὲ οὐκέτι, τὸ ἐκ τοῦ τοιούτου ῥήματος ὄνομα, ὥσπερ καὶ τὸ λέγειν εἰδὼς λόγον, [303] φασίν, οὐκ οἶδεν. οὕτω δὲ καὶ γράψαι μὲν οἶδεν, ὡς προδεδήλωται, οὐκέτι δὲ καί τι ἐξ αὐτοῦ ὄνομα, οἷον γράμμα ἢ γραφήν. τὸ γλάφω μέντοι ἐν Ὀδυσσείᾳ εἰδὼς οἶδε καὶ ὄνομα ἐξ αὐτοῦ τὸ γλαφυρόν. Τὸ δὲ "νέῳ κιόντι" ὡς εἰς θαῦμα παρασημειοῦται ὁ γέρων, εἰ νέος ὢν καὶ ὀλίγων ἐτῶν κληρονομήσας ὅμως πολλὰ [ἐκ πολέμου] ἐκτήσατο.

(v. 685) Λιγαίνειν δὲ καὶ ἐνταῦθα οὐ τὸ ὑμνεῖν, ἀλλὰ τὸ ὀξὺ βοᾶν, ὅπερ ἀρετὴ κηρύκων ἐστί. Τὸ δὲ "ἅμα ἠοῖ φαινομένῃ", ὅ ἐστι λαμπομένῃ, φαεινούσῃ, περιφράζων ἐν τοῖς ἑξῆς ἔφη "εὖτε ἠέλιος φαέθων ὑπερέσχεθε γαίης", ἤγουν ὑπερανέσχεν, ἀνέτειλεν. Ἰστέον δὲ ὅτι τὸ ἅμα μὲν χρονικὸν οἱ παλαιοί φασι παρὰ τῷ ποιητῇ, τὸ δὲ ὁμοῦ τοπικόν, οἷον Σόλων ἅμα μὲν ἐγένετο Ἀναχάρσιδι τῷ σοφῷ Σκύθῃ ὡς τὸν αὐτὸν χρόνον ἀκμάσας, ὁμοῦ δὲ οὐκέτι. οὐ γὰρ ἐν τῷ αὐτῷ ἐγεννήθη τόπῳ. λέγει δὲ καὶ Ὅμηρος "ἔνθα δ' ἅμ' οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν", ἤγουν ἐν τῷ αὐτῷ χρόνῳ, καὶ "αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμ' ἡγεμόνεσσιν ἕκαστοι", καὶ "οἳ δ' ἅμα πάντες ἐφ' ἵπποισι μάστιγας ἄειραν". καὶ οὕτω μὲν χρονικὸν τὸ ἅμα, τόπον δὲ δηλοῖ τὸ ὁμοῦ ἐν τῷ "τῇ ὁμοῦ ἐτρεφόμην", καὶ "ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶν", ἤγουν ἐν τῷ αὐτῷ τόπῳ, καὶ "ὁμοῦ δ' ἔχον ὠκέας ἵππους", δύο τινές, "εἰν ἑνὶ δίφρῳ ἐόντες". ἔσθ' ὅτε δὲ τὸ ὁμοῦ καὶ ἐπὶ χρονικοῦ, φασίν, ἐπιρρήματος τίθεται, ὡς τὸ "εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς", καθά φησιν Ἀσκληπιάδης. εἰ μὴ ἄρα τις εἴπῃ καὶ ἐνταῦθα τὸ ὁμοῦ ἀντὶ τοῦ ἐν τῷ αὐτῷ τόπῳ, ἤγουν ἐν τῇ Τροίᾳ. Καὶ Παυσανίας δὲ εἰπὼν καὶ αὐτὸς τὸ μὲν ἅμα χρονικόν, τὸ δὲ ὁμοῦ καὶ χρονικὸν καὶ τοπικόν, παρατίθησι καὶ ὅτι ἁμάμηλις σῦκον τὸ ἅμα μήλῳ ἀνθοῦν, καὶ μῆλον ἁμάσυκον τὸ ἅμα σύκῳ ἀνθοῦν. Ἕτεροι δὲ εἰπόντες ἁμάμηλιν τοὺς ἀπίους παρὰ Ἀττικοῖς λέγεσθαι, φασὶ καὶ ἁμαδρυάδας νύμφας, αἳ ἅμα δρυσὶ γίνονται καὶ ἀπογίνονται. εἰς δὲ τὸ ὁμοῦ χρονικὸν χρήσιμον καὶ τὸ "πόλις δ' ὁμοῦ μὲν θυμιαμάτων γέμει, ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων".

(v. 686) Τοῦ δὲ "ἴμεν" τὸ ἀπαθὲς ἰέναι, ὅθεν ποιητικῶς ἰέμεναι, καὶ ἀποκοπῇ ἰέμεν, καὶ συγκοπῇ ἴμεν. οὐ γὰρ ἔστιν εἰπεῖν ὡς τὸ ἰῶτα καὶ ε τοῦ ἰέμεν ἐκράθη εἰς ι μακρόν, βραχὺ γάρ ἐστιν ὡς ἐν μέτρῳ δακτυλικῷ.

(v. 689) Ὅρα δὲ νῦν μὲν τὸ ἴμεν τεθὲν διὰ τοῦ ἰῶτα ἀντὶ τοῦ ἐλθεῖν, μετὰ δὲ [304] δύο στίχους ἐν τῷ κεκακωμένοι ἦμεν, ἀντὶ τοῦ ὑπήρχομεν, διὰ τοῦ η. καὶ γίνεται οὕτω ψευδοπαρήχησις λεληθυῖα, οὐ μὴν ἀναιδὴς κατὰ τὸ "ἔδδεισαν οὐδέ τ' ἔδησαν". Ἔνθα ὅρα καὶ ὡς τὸ ἐκεκακώμεθα περιέφρασε κατὰ κανόνα γραμματικὸν διὰ μετοχῆς καὶ ῥήματος τοῦ κεκακωμένοι ἦμεν, οἰκείων ὄντων καὶ ἀμφοτέρων ὑπερσυντελίκῳ τοιούτῳ.

(v. 686) [Τὸ δὲ "Ἤλιδι δίῃ", καθὼς καὶ ἀλλαχοῦ δηλοῦται, καὶ τὸ "Ἴριδι δίῃ", εἰ καὶ δεσμεῖται διὰ μέσων τρισὶ συμφώνοις, ὅμως ὑποσεσηρέναι τῇ ἐκφωνήσει τὰ χείλη ποιεῖ. θεραπεία δὲ τοῦ πάθους ἐν μὲν τῷ "Ἴριδι δίῃ" ὁ καὶ ἐν τοῖς τοιούτοις ἀκατέργαστος σχεδιασμός, ἐν δὲ τῷ "Ἤλιδι δίῃ" καὶ τὸ μὴ ἄκρατα κεῖσθαι τὰ ἰῶτα, ἀλλὰ μεσολαβεῖσθαι πρός τινα θεραπείαν τοῦ σεσηρέναι φαύλως ὑπὸ τοῦ κατάρχοντος καὶ λήγοντος η. Οὕτω καὶ τὸ Ἰλίεια, ἑορτὴ δὲ αὐτὰ ἦσαν ἐν Ἰλίῳ, γράφεσθαι μὲν ὤφειλε κατὰ τὴν παραλήγουσαν διὰ τοῦ ἰῶτα τῷ λόγῳ τοῦ Ὀλύμπια καὶ Πύθια, πρὸς βραχεῖαν δέ τινα διαφορὰν πλεονάσαντος τοῦ ε τὴν διὰ τῆς ει διφθόγγου ἔσχε γραφήν. Ὡς δὲ καὶ ἐν ἄλλοις τὸ τῶν στοιχείων ἀλλεπάλληλον διακόπτεται, δηλοῦται καὶ ἐν τῷ τεμένιος, ὅπερ ἐχρῆν μὲν διὰ τῆς ει διφθόγγου γραφῆναι κατὰ τὸ τέγος τέγειος καὶ ἐπιτέγειος, ἐξέπεσε δὲ τοῦ ε, οὐ λόγῳ κανόνος, ἀλλ' ἵνα μὴ ἐπαλληλίζοιτο τὰ τρία ε. Περὶ δὲ τῆς τῶν Ἰλιείων ἑορτῆς γέγραπταί τι καὶ ἐν τοῖς πρὸ τούτων οὐκ ἀνάκριβες.]

(v. 687) Τὸ δὲ "Πυλίων ἡγήτορες" πρὸς ἀκρίβειαν πιθανότητος κεῖται. οἱ γὰρ τοιοῦτοι περιουσιαζόμενοι ζῴοις καὶ ἀπολέσαντες αὐτὰ δαιτρεύοιεν ἂν ἐπανασωθέντα ὡς ὀφειλόμενοι χρέος.

(v. 688) Δαιτρεύειν δὲ φανερῶς νῦν τὸ ἁπλῶς μερίζειν λόγῳ δασμοῦ. δὶς δὲ κεῖται ἐν τοῖς ῥηθεῖσι διὰ τὸ καίριον. εἰ δὲ ὡς ἐπὶ πολὺ ἐπὶ κρεάτων ἡ λέξις νοεῖται, ὅθεν καὶ δαιτρὸς ὁ μερίζων αὐτὰ τοῖς δαινυμένοις, ἔχει προσφυές τι κἀνταῦθα ἡ λέξις πρὸς τὸ τοιοῦτον, καθότι ἐπὶ ζῴων ἐλέχθη τῶν δυναμένων οὕτω δαιτρεύεσθαι. ἐνθυμητέον δ' ἐνταῦθα καὶ τὸ "δαιτρὸν πίνειν", ὅπερ ἀλλαχοῦ κεῖται. Τὸ δὲ "χρέος ὀφείλετο", καὶ τὸ "χρεῖος ὄφελλον" τὸν χρεωφειλέτην [305] συντιθέασι. τῆς αὐτῆς δὲ ἐννοίας ὄντα τό τε ὀφείλειν καὶ τὸ ὀφέλλειν διαφέρει κατά τε προφορὰν καὶ καθ' ὃ οὐκ ἀεὶ ἐπὶ χρέους τὸ ὀφέλλειν, ἀλλὰ καὶ ἐπὶ ἁπλῶς αὐξήσεώς τινος. ὅτι δὲ τὸ μὲν χρεῖος ἀεὶ συστέλλει τὴν λήγουσαν, τὸ δὲ χρέος διφορεῖται κατ' αὐτήν, δηλοῦται καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. Ὅρα δὲ καὶ ὅτι κυριολεκτούμενον ἐπὶ χρέους εὑρὼν τὸ ὀφείλεσθαι τρὶς αὐτὸ ἐν τῷ διηγήματί φησι "χρέος ὀφείλετο ἐν Ἤλιδι", καὶ "Ἐπειοὶ χρεῖος ὄφειλον", καὶ "χρεῖος μέγ' ὀφείλετο".

(v. 690) Τὸ δὲ "ἐλθὼν ἐκάκωσε βίη Ἡρακληείη" περιφραστικῶς εἴρηται ἀντὶ τοῦ ὁ Ἡρακλῆς ἐλθών, ἵνα γένηται καὶ ἐνταῦθα ἡ σύνταξις οὐ πρὸς τὸ θηλυγενὲς τῆς φωνῆς, ἀλλὰ πρὸς τὸ ἄρρεν σημαινόμενον, ὅπερ ἐστὶν ὁ Ἡρακλῆς. ἴσως δὲ καὶ Ἀττικόν ἐστιν, ὅμοιον τῷ "Ἀθηναίη ἀκέων ἦν", ἀντὶ τοῦ ἀκέουσα, τοιοῦτον καὶ ἐν Ὀδυσσείᾳ τὸ "ψυχὴ Τειρεσίου χρύσεον σκῆπτρον ἔχων". [Αἴτιον δὲ τῆς καινοτροπίας τοῦ "ἐλθὼν βίη Ἡρακλείη" τὸ θαῦμα τοῦ γέροντος, ὃς ὤκνησεν ἁπλοϊκῶς εἰπεῖν δίχα σεμνώματος τὸ Ἡρακλῆς.] Σημείωσαι δὲ τήν τε ἐπεμβολὴν τῆς κατὰ τὸν Ἡρακλέα ταύτης ἱστορίας ἐπεντεθεῖσαν διά τε τὸ πολυειδέστερον τῆς ἱστορίας, ἵνα λιπαίνοιτο καὶ οὕτω συνήθως ὁ λόγος, καὶ ἅμα ἵνα τῇ τοῦ διηγήματος διατριβῇ ὁ Πάτροκλος ἐπέχηται ἀναγκαίως, ἕως ἂν τὸ ἀπευκταῖον ἰδὼν παθήναιτο καὶ δράμοι πρεσβεύσων εἰς Ἀχιλλέα ὑπὲρ τῶν Ἀχαιῶν. Τοῦτό τε οὖν σημείωσαι, ὡς ἐρρέθη, καὶ ὅτι τοῦτό ἐστι τὸ φύσει πρῶτον τοῦ εἰρημένου διηγήματος. Πρῶτον γὰρ ἐκάκωσεν Ἡρακλῆς τὴν Πύλον, εἶτα ὑπερηφάνουν οἱ Ἐπειοὶ ληϊζόμενοι. ἐν οἷς καὶ ὁ Αὐγείας ὁ τοὺς ἀεθλοφόρους τοῦ Νηλέως ἵππους ἀφελόμενος, ἐφ' οἷς ἡ τοῦ Νέστορος βοηλασία ἐκ τῶν Ἐπειῶν. οὐδὲ γὰρ οὐδ' ἐνταῦθα ὁ ποιητὴς προέθετο κατὰ φύσιν ἀφηγήσασθαι, ὅπερ ποιεῖ καὶ ἐν τῷ "ὅτε σε ἐκ Φθίης Μενοίτιος Ἀγαμέμνονι πέμπε". καὶ αὐτόθι γὰρ πρῶτον τὸ "Πηλῆος ἱκόμεσθα δόμους" καὶ τὰ ἑξῆς, ἐν οἷς καὶ ἡ τοῦ Πατρόκλου ἀποστολὴ πρὸς τοὺς βασιλεῖς. Φιλεῖ γὰρ ἐξ ἀναστροφῆς ἄνω κάτω τιθέναι [306] τὰ πράγματα καὶ παραβύειν εἰς τὸ μέσον τὴν ἀρχήν. καί φασιν οἱ Τεχνικοί, ὅτι τὸ ἐν τοῖς ἐπιμηκεστέροις τῶν διηγημάτων ἀπ' ἀρχῆς εὐτάκτως ἐπὶ τὴν ἀφήγησιν ἰέναι ἀμβλυτέραν καθίστησι τὴν ἀκρόασιν, τὸ δὲ ἐκ τῶν πρακτικωτέρων ἄρχεσθαι ἡδύτερόν τε καὶ ἐναγωνιώτερον, ὡς καὶ ἐνταῦθα ἐκ τῆς μονομαχίας ἤρξατο καὶ τῆς βοηλασίας ὁ Νέστωρ, ἐν οἷς τὸ τοῦ διηγήματός ἐστι δραστήριον. Τοῦτο δὲ τὸ μεθόδευμα καὶ τὴν Ἀχιλλέως μῆνιν, ὡς καὶ προτεθεώρηται, καταρχὴν τῆς Ἰλιάδος ἔθετο. Οἱ δὲ παλαιοὶ ἐπαινοῦσιν ἐν τῷ διειλημμένῳ διηγήματι ὅλῳ τοῦ Νέστορος καὶ τὰς συχνὰς ἀρχάς, οἷον τὸ "ὣς ἡμεῖς κεκακωμένοι ἐν Πύλῳ ἦμεν", καὶ "ταῦθ' ὑπερηφανέοντες Ἐπειοί", ἤγουν διὰ τοῦτο ὑπερφρονοῦντες ὕβριζον, καὶ "τούτων ὁ γέρων κεχολωμένος ἐξείλετο πολλά", καὶ "ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν", καὶ "ἔστι δέ τις Θρυόεσσα πόλις", καὶ "ἔστι δέ τις ποταμός", καὶ ἕτερα. Καί φασιν, ὅτι αἱ πυκναὶ τῶν διηγημάτων περιγραφαὶ προσοχὴν ἐμποιοῦσι καὶ τὴν ὑπτιότητα τοῦ λόγου ἐξαιροῦσι, καὶ ὅλως ἐν ταῖς διηγήσεσι τὸ πολύαρχον καινίζει τε τὴν ἀκοὴν καὶ τὸ ὁμοειδὲς ἀνακόπτει καὶ σαφήνειαν προβάλλει καὶ ἀκοὴν ἀναπαύει καὶ προσοχὴν ἐμποιεῖ. θαυμάζουσι δὲ καὶ τοῦ Νέστορος, εἴπερ μνησθεὶς Ἡρακλέος, ὃς τήν τε πατρίδα Πύλον ἐπόρθησε καὶ τοὺς ἀδελφοὺς δὲ ἀνεῖλεν, οὐδέν τι περὶ αὐτοῦ ἀπόφημον φθέγγεται. καὶ ἴσως μὲν κατὰ τὸν εἰπόντα νικᾷ καὶ τοῦτον ἡ ἀρετὴ τῆς ἔχθρας πολύ. Οἱ δὲ παλαιοί φασι δεξιῶς τὸν Νέστορα πρὸς ἑκατέραν τύχην ἁρμόσασθαι. ἐπεὶ γὰρ δεινὰ δράσας ὁ Ἡρακλῆς ὅμως καὶ Νέστορος καὶ Νηλέως ἐφείσατο, κατὰ δέ τινας καὶ τὴν ἀρχὴν ὕστερον τῆς Πύλου τῷ Νέστορι παρέδοτο, διὰ τοῦτο οὔτε βλάσφημόν τι λέγει ὁ γέρων δι' αὐτὸν οὔτε μὴν ἐπαίνου ἐχόμενον, τοῦτο μὲν διὰ τὴν τῶν ἀδελφῶν ἀπώλειαν, ἐκεῖνο δὲ διὰ τὴν εὐεργεσίαν. οὕτω καὶ Χρύσης ἀπολαβὼν τὴν παῖδα σιγᾷ, οὔτε ἐπαινεῖν ἔχων τὴν τοῦ βασιλέως πρᾶξιν διὰ τὸ τῆς ἀποδόσεως οὐχ' ἑκούσιον, οὔτε βλασφημεῖν ἐθέλων διὰ τὸ ἔχειν ἤδη τὸ ποθούμενον. Εἷλε δὲ κατά τινας τὴν Πύλον ὁ Ἡρακλῆς ὡς μὴ προσδεχθεὶς ὑπὸ τοῦ Νηλέως, ὅτε τὸν καὶ ἐν Ὀδυσσείᾳ δηλούμενον τοῦ Ἰφίτου φόνον παρ' αὐτῷ καθήρασθαι ἤθελε. [307] τοῦτο δὲ τοῖς ἀκριβεστέροις οὐκ ἀρέσκει, διότι τε, φασίν, οὐκ οἶδεν Ὅμηρος φονέα καθαιρόμενον ἀλλὰ ἢ ποινὴν τίνοντα ἢ φυγαδευόμενον, ὡς πρὸ ὀλίγου εἴρηται, καὶ διότι ἐὰν ἡ Πύλος πορθῆται διὰ τὰ Ἰφίτου καθάρσια, συνάγοιτο ἂν ὁ Ὀδυσσεὺς τοῦ Νέστορος γηραιότερος, εἴπερ ὁ Νέστωρ μὲν νεώτατος μετὰ θάνατον Ἰφίτου ἐν Γερήνοις ἦν ἐκτρεφόμενος ‑ διὸ καὶ Γερήνιος λέγεται ‑ , Ὀδυσσεὺς δὲ ἀκμάζων τῷ Ἰφίτῳ ζῶντι προεπεξενώθη, ὡς ἐν Ὀδυσσείᾳ δηλοῦται, καὶ ξένιον ἐξ ἐκείνου τόξον ἔλαβε. Ἕτεροι δὲ αἰτίαν τῆς ἁλώσεως τῆς Πύλου εἶπον τὴν τοῦ Περικλυμένου καθ' Ἡρακλέος ὑπερηφανίαν, ἑνὸς τῶν δώδεκα παίδων τοῦ Νηλέως, ὧν ἀνδρειότερος μὲν αὐτὸς ὁ Περικλύμενος, πρεσβύτερος δὲ ὁ Χρόμιος, ὁ Νέστωρ δὲ συνετώτερος. Ἄλλοι δέ, διότι Ὀρχομενίοις οἱ Πύλιοι ὡς συγγενεῖς κατὰ Θηβαίων τῶν Ἡρακλέος πατριωτῶν ποτε συνελάβοντο. Ἀγίας δὲ ἱστορεῖ, διότι Νηλεὺς ἀφείλετο τῶν Γηρυόνου βοῶν, ἃς Ἡρακλῆς ἀπήλασεν ἆθλον μέγαν ἀνύσας, Τελέσαρχος δέ, διότι τὰ χρύσεα μῆλα καὶ τὸν Ἱππολύτης τῆς Ἀμαζόνος ζωστῆρα καὶ τὰς Διομήδους ἵππους ἄγοντα τὸν Ἡρακλέα ἐκώλυσεν ὁ Νηλεὺς προσβῆναι τῇ πόλει. καὶ τοῦτο μὲν οὕτω. Τινὲς δέ φασι καί, ὅτι Χλῶρις ἡ Νηλέως γυνὴ τῶν υἱῶν αὐτῆς ἀπολωλότων ὑφ' Ἡρακλέος ἀγχόνῃ ἐχρήσατο, καὶ ὅτι παῖδες ἑπτὰ ἦσαν τῷ Νέστορι ἐκ Μνησιόχης τῆς Ἀμφιδάμαντος, οἳ καὶ ὀνόματα τῶν τοιούτων ἐκτίθενται.

(v. 691) Τὸ δὲ "τῶν προτέρων ἐτέων" εἴληπται μὲν παραφραστικῶς ἀντὶ τοῦ πάλαι, λείπεται δὲ τῆς ἐπι προθέσεως Ἀττικῶς. Τὸ δὲ "κατὰ δ' ἔκταθεν", ἢ ἔκτανεν, "ὅσσοι ἄριστοι" διασαφεῖ τὴν κάκωσιν Ἡρακλέος, ἣν ἐκάκωσε τοὺς ἐν Πύλῳ, καθὰ πρὸ βραχέων ἐρρέθη. Τῷ δὲ Νηλεύς Νηλέως Νηλῆος ἀντιπαράκειται κύριον ὁ Νείλεως ἀνήρ, ἥρως περίκλυτος, οὗ καὶ ἀποικία τις περιᾴδεται. τούτου ἡ μὲν ἀναλογία τῆς κλίσεως κατὰ τὸν Μενέλεων, ἡ δὲ γραφὴ τῆς ἀρχούσης ἐοικυῖα εἶναι ἀπὸ τοῦ Νεῖλος, ὅμως ἐστὶ μὲν ὡς καὶ ὁ Νηλεύς, ἔτρεψε δὲ Βοιωτικῶς τὸ η εἰς δίφθογγον, ἵνα πάντῃ ἀσυνέμπτωτα εἶεν ἡ τοῦ Νηλέως γενικὴ καὶ ὁ Νείλεως. [Εἰκὸς δὲ καὶ τῆς Νηλέως γενικῆς [308] ἀναδραμούσης εἰς εὐθεῖαν αἰτιατικὴν ταύτης εἶναι τὸν Νείλεων Βοιωτιακῶς ἅμα καὶ Αἰολικῶς, ἵνα βοιωτιάζηται μὲν ἡ ἄρχουσα κατὰ τὴν ἐκ τοῦ η στοιχείου μετάπτωσιν εἰς τὴν ει δίφθογγον, αἰολίζηται δὲ ἡ προπαροξυτόνησις.]

(v. 697) Τὸ δὲ "κρινάμενος", ἑρμηνεία ἐστὶ τοῦ "ἐκ δ' ὁ γέρων εἵλετο", ἤγουν ὁ γέρων ἐξείλετο, καὶ τοῦ "ἐξέλετο ἄσπετα πολλά". ἐκλέξασθαι γὰρ καὶ κρίνασθαι τὸ αὐτὸ δηλοῦσι, καθὰ καὶ τὸ ἐπίλεκτος καὶ ἔκκριτος. Τὸ δὲ "τριηκόσια" ἐλλιπῶς ἔχει τοῦ ζῷα.

(v. 698) Τὸ δὲ "Ἤλιδι δίῃ", ὃ δὶς ἐν τοῖς ῥηθεῖσι κεῖται, κακοφωνίαν μέν, [ὡς καὶ προερρέθη,] ἔχει κατὰ τοὺς ῥήτορας τῇ προφορᾷ, καθὰ καὶ τὸ "Ἴριδι δίῃ", διὰ τὸ ποιεῖν σεσηρέναι ἀπεστιγγρωκότα τὰ χείλη, σεμνύνει δὲ τῷ ἐπιθέτῳ τοὺς Ἠλείους ὡς δίους, ἵνα μέγα τι ὁ γέρων ἐνδείξηται ἀνῦσαι κατὰ μεγάλων. διὸ καὶ χαλκοχίτωνας Ἐπειοὺς ἔφη καὶ μεγαθύμους δὲ ἐν δυσὶ τόποις τοῦ διηγήματος, [ταὐτὸν ὂν Ἐπειοὺς καὶ Ἠλείους εἰπεῖν. περὶ ὧν ὅτι καὶ μέθυσοι καὶ ψεῦσται ἦσαν, δηλοῖ καὶ ὁ κωμικὸς Ἔφιππος, εἰπὼν "Ἦλις καὶ μεθύει καὶ ψεύδεται. οἷος ἑκάστου οἶκος, τοίη καὶ συνάπασα πόλις". Ὅτι δὲ τὰ καὶ ἐν τῷ Καταλόγῳ μνημονευθέντα Ὀλύμπια οὐκ ἀεὶ μεγάλους τινὰς εἶχον ἀγωνιζομένους, δηλοῖ ὁ πρῶτος τὸν Ὀλυμπιάσιν ἀναδησάμενος ἀγῶνα, Κόροιβος ὁ Ἠλεῖος, οὐ μεγάλης τέχνης ἄνθρωπος ὤν, ἀλλὰ μάγειρος, ὡς ἐν τοῖς τοῦ Ἀθηναίου κεῖται. Καὶ ὅρα καὶ ἄλλον τοῦτον Κόροιβον παρὰ τοὺς καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν τεθειμένους.]

(v. 699) Ἐν δὲ τῷ "τέσσαρες ἀθλοφόροι ἵπποι", οὓς φθόνου φασὶν αἰτίᾳ κατασχεῖν τὸν Αὐγείαν, οἱ μὲν τέτρωρον φαντάζονται, οἱ δὲ δύο ξυνωρίδας νοοῦσιν, ἑκατέραν ἕνα ἔχουσαν ἐλατῆρα. τετρώρῳ γάρ, φασίν, οὐ χρῶνται οἱ παρ' Ὁμήρῳ ἥρωες. Λέγουσι δὲ καὶ ὡς, εἰ καὶ περὶ τρίποδος οἱ τοιοῦτοι ἵπποι ἔμελλον ἐν Ἤλιδι θεύσεσθαι, οὐκ ἤδη [309] νοητέον τοῦ τῶν Ὀλυμπίων ἀγῶνος μεμνῆσθαι τὸν Ὅμηρον, μηδὲ γὰρ εἰδέναι αὐτά, λέγειν δὲ περί τινος ἐγχωρίου ἀγῶνος χρηματικοῦ, οὐ μὴν στεφανίτου κατὰ τὰ Ὀλύμπια. οὔτε γὰρ ἐνταῦθα οὔτε ἀλλαχοῦ, φασί, οἶδε στέφανον ὁ ποιητής, οὐκ ἐν νίκῃ, οὐκ ἐν θυσίᾳ, οὐκ ἐν συμποσίῳ. Κατὰ μέντοι ἑτέρους οὐκ ἀπίθανον εἰδέναι τὸν ποιητὴν τὰ Ὀλύμπια, κἂν εἰ μὴ πρὸς λέξιν ὀνομάζῃ αὐτά. τὸν Ἡρακλῆν γὰρ πάντως οἶδε καὶ πολλαχοῦ μέμνηται αὐτοῦ, ὃν ἄλλοι τε καὶ ὁ Πίνδαρος δὲ ἱστοροῦσι τοῖς Ὀλυμπίοις προκαταβαλέσθαι τὰς ἀρχάς, περὶ ὧν Ὀλυμπίων φέρεται καὶ ἱστορία τοιαύτη τις. Αὐγείας Ἡρακλεῖ τὴν τῶν αὐτοῦ βοῶν κόπρον καθήραντι οὐκ ἐδίδου ἀπαιτοῦντι τὸν μισθόν, ὃς ἦν δεκάτη τῶν βοῶν, λέγων οὐχ' ἑκόντα ποιῆσαι τὸ ἔργον, ἀλλ' ἐπιταγέντα ὑπὸ Εὐρυσθέως. καθίζουσιν οὖν κριτὴν αὐτοῖς τῆς δίκης αἱρετὸν Φυλέα τὸν τοῦ Αὐγείου υἱόν. ὁ δὲ καταψηφίζεται τοῦ πατρός. ἀγανακτεῖ ἐπὶ τούτοις Αὐγείας, καὶ ἐκβάλλει τὸν υἱόν. Ἡρακλῆς δὲ ἐπιστρατευσάμενος πορθεῖ τὴν Ἦλιν καὶ μεταπεμψάμενος ἐκ Δολιχίου τὸν Φυλέα δίδωσι αὐτῷ τὴν τοῦ πατρὸς βασιλείαν, καὶ τὸν στρατὸν διὰ τὴν ἐκ πολέμου ὀλιγανδρίαν συγκατακλίνει ταῖς τῶν τετελευτηκότων γυναιξί, καὶ τὸν Ὀλυμπικὸν διαθέμενος ἀγῶνα πρῶτος αὐτὸς τῶν ἀγωνισμάτων ἅπτεται. Πρὸς δὲ τούτοις ἱστορεῖται καί, ὅτι τὴν ἀρχὴν Πισᾶται τοῦ ἀγῶνος ἐπεμέλοντο, ἐπεὶ δὲ τοῖς Μεσσηνίοις αὐτοὶ κατὰ Λακεδαιμονίων συνεμάχησαν, καθελόντες ὕστερον αὐτοὺς οἱ Λακεδαιμόνιοι παρέσχον τὴν τοῦ ἀγῶνος ἀρχὴν τοῖς Ἠλείοις, οἳ κατὰ Μεσσηνίων τοῖς Λάκωσι συνεμάχησαν. Καὶ ὅλως πειρῶνται συναγαγεῖν ἐπεγνῶσθαι τῷ ποιητῇ τὸν Ὀλυμπικὸν ἀγῶνα, εἰ καὶ μὴ νῦν αὐτοῦ ἐκείνου μέμνηται ῥητῶς. Ἀθλοφόροι δὲ καὶ νῦν ἵπποι οἱ νικηταί, καὶ διαλελυμένως φάναι κατὰ τὸν ποιητήν, "οἳ ἀέθλια", ὅ ἐστι κατὰ πρωτοτυπίαν ἄεθλα, "ποσὶν ἤραντο", ταὐτὸν δ' εἰπεῖν, ἔφερον. Τὸ δὲ "αὐτοῖσιν ὄχεσφιν" Ἀττικὸν ἀντὶ τοῦ σὺν αὐτοῖς ἅρμασι.

(v. 700 s.) Τὸ δὲ περὶ τρίποδος θέειν καί τινων τοιούτων μικροπρεπῶν ἐπάθλων καινὸν οὐδέν. νίκη γὰρ ἦν τὸ τέλος, οὐ κτήματα, ὡς καὶ οἱ στεφανῖται δηλοῦσιν ἀγῶνες. [Οἷον δέ τι πρὸς ἔφεσιν ἡ νίκη αὐτὴ καθ' αὑτὴν καὶ δίχα τοῦ χρηματίζεσθαι, οἴδασιν οἱ φιλότιμοι, παρ' οἷς ξυνωρὶς οἷον ἔζευκται νίκης καὶ τῆς ἐπ' αὐτῇ τιμῆς, ἧς ἐπιβαίνοντες φέρεσθαι δοκοῦσι μετάρσιοι ὡς εἰς οὐρανόν. διὸ καὶ ὁ μῦθος τὴν Νίκην οὐ μόνον χρυσαῖν πτερύγοιν ἐκόσμησε διὰ τὸ κατ' αὐτὴν καὶ πολυτίμητον καί, ὡς εἰπεῖν, μετεωροπόρον, ἀλλὰ καὶ τῇ Ἀθηνᾷ εἰς ταὐτὸν [310] ἤγαγεν, ὡς δηλοῖ καὶ ὁ γράψας τὸ "Ἀθηνᾶ ἡ Νίκη". τοῦτο δὲ αἴνιγμα ἦν τοῦ τὴν φρόνησιν νικητικὴν εἶναι, κατὰ τὸ "οἱ γὰρ φρονοῦντες εὖ κρατοῦσι πανταχοῦ". Διό, φασίν, ἐν Ἀλεξανδρείᾳ Πτολεμαῖος ὁ Φιλάδελφος, πομπικὴν θέαν διασκευάσας, ἐποίησε καὶ Ἀλέξανδρον χρυσοῦν ἐφ' ἅρματος ἐλεφάντων ἀληθινοῦ φερόμενον, Νίκην καὶ Ἀθηνᾶν ἐξ ἑκατέρου μέρους ἔχοντα, πρὸς αἴνιγμα τοῦ καὶ συνετὸν αὐτὸν εἶναι καὶ νικητήν. Ὁ δὲ μῦθος λέγει τοῦ Ἔρωτος εἶναι τὰ τῆς Νίκης πτερά, οὗ φησιν ὑπὸ θεῶν ἀπεψηφισμένου ἀποκοπῆναι τὰ πτερὰ καὶ δοθῆναι τῇ Νίκῃ φορεῖν, ὡς καὶ ἐν τῇ ξῖ ῥαψῳδίᾳ ῥηθήσεται.] Τὸ δὲ "περὶ τρίποδος γὰρ ἔμελλον θεύσεσθαι" κατὰ τὸ παρέλκον κεῖσθαι δοκεῖ πρὸς μόνην ψιλὴν ἱστορίαν, ἴσως δὲ καὶ ἐφερμηνευτικόν ἐστι τοῦ ἄεθλα, ἵνα μὴ πληθυντικῶς ῥηθέντα Ὁμηρικῷ ἔθει οὕτω καὶ νοηθεῖεν, ἀλλὰ κατά τι ἓν μέγα. τοιοῦτον γάρ τι ἄεθλον τὸ κατὰ τὸν τρίποδα, ὡς δηλοῖ καὶ Ἡσίοδος.

(v. 702) Τὸ δὲ "κάσχεθεν", ἤτοι κατέσχεν, ὤφειλε μὲν συγκοπὲν τρέψαι τὸ τ εἰς τὸ ἐπαγόμενον σίγμα, οὐκ ἔσχε δέ, διότι οὐκ ἐθέλει πρὸ συμφώνου κείμενον διπλοῦσθαι τὸ σ, ἀλλὰ πρὸ φωνήεντος, ὡς δηλοῖ τὸ σύσσιτος καὶ σύσσωμος, κατὰ δέ τινας καὶ τὸ πασσυδίῃ. ὅθεν τὸ δύστηνος ἐξώθησε τὸ ἓν σίγμα. οὕτω δὲ καὶ τὸ σύσκηνος καὶ τὰ ὅμοια. Ἐν τούτῳ δὲ τῷ τόπῳ καὶ σχῆμα κεῖται τὸ κατὰ σιωπήν. Αὐγείας γὰρ οὐ μόνον ἔργοις ἔβλαψεν, ἀλλὰ καὶ λόγοις, ὡς εἰκός, ἐλύπησε, κἂν ὁ ποιητὴς αὐτοὺς ἐσιώπησε.

(v. 703) Φησὶ γοῦν "ἐπέων κεχολωμένος ἠδὲ καὶ ἔργων".

(v. 704) Τὸ δὲ "ἄσπετα πολλά" τῆς αὐτῆς πρὸς ἐπίτασιν ἐκ παραλλήλου ἐννοίας εἰσίν, ὡς καὶ τὸ ἀθέσφατα πολλά, καὶ ὁμοιοῦται πρὸς τὸ "ληΐδα ἤλιθα πολλήν".

(v. 705) Τοῦ δὲ ἀτέμβεσθαι παραγωγὴ τὸ εἰς ἄτην ἐμβαίνειν. Τὸ δὲ ἴσης λείπεται τοῦ μερίδος ἢ μοίρας, διὸ ἐξ ἀνάγκης, ὡς εἴρηται, εἰς ἰσομοιρίαν ἑρμηνεύεται.

(v. 707) Τὸ δὲ "ἕρδομεν ἱερά", ὥσπερ [311] καὶ τὸ "ἔνθα Ἀλφειῷ ῥέξαντες", δηλοῖ, ὡς καὶ μετὰ πόλεμον καὶ πρὸ πολέμου δὲ ἀναγκαίως θυσίαι ἐγίνοντο. Ἔλλειψιν δ' ἔχει τὸ ἱερά, λείπει γὰρ τὸ ζῷα ἢ θύματα ἢ κρέα. διὸ εἰπὼν μετ' ὀλίγα "ἐπ' αἰθομένοις ἱεροῖσιν", ἐπάγει τὸ "ἀμφὶ βοὸς κρέα".

(v. 707 s.) Τὸ δὲ "πάντες ἦλθον" τοῦ πανσυδίῃ ἐστὶν ἑρμηνευτικόν. διὸ καὶ προϊὼν λέγει, ὅτι ἐμείναμεν οἱ ἱππεῖς ἐγγύθεν Ἀρήνης, ἐπέρρεον δὲ οἱ πεζοί· ἔνθεν πανσυδίῃ θωρηχθέντες ἱκόμεθα. Ὅτι δέ τινες ἐν δυσὶ σσ γράφουσι τὸ πασσυδίῃ, καὶ πρὸ ὀλίγων ἐδηλώθη, περὶ δὲ Μολιόνων μετ' ὀλίγα ῥηθήσεται.

(v. 711) Τὸ δὲ "ἔστι τις πόλις" ἀρχὴ διηγήματος φίλη τῷ ποιητῇ, πραγματευομένῳ ἐκ τοιούτων ῥημάτων ἔστιν οὗ ἄρχεσθαι, οἷον "ἔστι πόλις Ἐφύρη", ἔστι δέ τις ποταμός", "ἦν δέ τις ἐν Τρώεσσι Δάρης". Ἰστέον δὲ ὅτι περὶ τοῦ "ἔστιν" οὕτω φασὶν οἱ παλαιοί. Τοῦ ἔστιν ἡ πρώτη ὀξύνεται, ἐπειδὰν ἀποφαινώμεθα περί του ὡς ὑπάρχει, οἷον "ἔστι πόλις Ἐφύρη" καὶ τὰ τοιαῦτα. ὅταν δέ, φασί, πρὸς ἐρώτησιν ἀποκρινώμεθα, τὴν ὑστέραν ὀξυτονητέον. Τὴν δὲ Θρυόεσσαν πόλιν ὁ τὰ Ἐθνικὰ γράψας Θρύον λέγει ἀπὸ τῶν ἐν αὐτῇ φυομένων ὁμωνύμως τῷ φυτῷ κληθεῖσαν, καὶ τὸν πολίτην αὐτῆς Θρυΐτην, κατὰ δὲ παραγωγὴν ἀπὸ τοῦ φυτοῦ καὶ Θρυόεις ἡ αὐτὴ πόλις καὶ ὁ πολίτης Θρυούντιος. ἡ δ' αὐτὴ καὶ θηλυκῶς Θρυόεσσα καὶ ὁ πολίτης Θρυουσσαῖος καὶ Θρυούσιος. κεῖται δέ, φησίν, ἡ πόλις παρὰ τὸν Ἀλφειόν. λέγει δέ που καὶ ὁ ποιητὴς δισυλλάβως Θρύον Ἀλφειοῦ πόρον, ὡς ἐκεῖ περατοῦ ὄντος τοῦ ποταμοῦ. Τὸ δὲ Κολώνη ὡς κύριον τόπου λαμβάνεται, διὸ καὶ βαρύνεται, ὡς τὸ Καλλικολώνη, μᾶλλον δέ, ὡς Μηθώνη, Κορώνη, Μεθώνη, Μυκήνη. εἰ δὲ ἦν παρώνυμον ἐκ τοῦ κολωνός, ὡς κοινὸν ὠξύνετο ἄν. ἡ δὲ κολώνη καὶ λόφος ἂν λέγοιτο, καὶ βουνὸς δέ, ὅπερ Ἡρόδοτος μὲν Λιβύων λέξιν εἶναί φησιν, Αἴλιος δὲ Διονύσιος λέγει, ὅτι Φιλήμων ἐπισκώπτει τὸ ὄνομα ὡς βάρβαρον. λόφον γὰρ καλοῦσιν. ἕτεροι δέ, ὅτι βουνὸν Φιλήμων ἐν Νόθῳ [312] ὡς σύνηθες τίθησιν, ἄλλοθι δὲ ὡς ξενικὸν ἐπισκώπτει. ἐκ δὲ τοῦ κολώνη παράγωγον καὶ πόλις Κολώνεια, κατά τε ἄλλα, καὶ κατὰ τὸ Θεσσαλονίκη Θεσσαλονίκεια. δηλοῦσι δὲ ὑψηλὸν τόπον αἱ λέξεις, διὸ καὶ αἰπεῖα ἐρρέθη Κολώνη. Σημείωσαι δὲ ὅτι αὕτη μὲν ἡ πολιτικὴ Κολώνη τῶν Πυλίων ἦν, ἣν καὶ διὰ τὰ ληϊσθέντα πορθοῦσιν Ἠλεῖοι, ἡ δὲ ἐφεξῆς κολώνη ἑτέρα τις εἶναι δοκεῖ, εἰς ἣν διώξαντες τοὺς ἐπελθόντας Ἠλείους οἱ Πύλιοι καὶ ἀρκεσθέντες τῇ νίκῃ αὖτις ἀπέτραπον τὸν λαόν.

(v. 713) Ἐν δὲ τῷ "τὴν ἀμφεστρατόωντο" καὶ ἑξῆς, διπλῆ ἔννοια. ἢ γὰρ ἀμφὶ ταύτην ἐστράτευον, ἢ ταύτην διαρραῖσαι θέλοντες ἐστρατεύοντο.

(v. 714 s.) Ἀθηνᾶ δὲ ἄγγελος ἐλθεῖν ἐπὶ πολέμῳ λέγεται, διότι, ὡς εἰκός, κατὰ σύνεσιν ἐπράχθη τὰ τῆς τοιαύτης μάχης, καὶ οὐ πρὸς μόνον θράσος. οὕτω καὶ μετ' ὀλίγα τὸν λαὸν αὖτις ἀπέτρεπεν Ἀθήνη, ὡς μὴ μόνον τῆς μάχης ἀλλὰ καὶ τοῦ νόστου συνετῶς τοῖς Πυλίοις γενομένου. τῆς δ' αὐτῆς ἐννοίας δηλωτικὸν καὶ τὸ "ἐπεὶ ὣς ἄγε νεῖκος Ἀθήνη".

(v. 7179) Κωλύει δὲ ὁ Νηλεὺς θωρήσσεσθαι τὸν Νέστορα, οὐ μόνον ὡς μήπω εἰδότα πολεμεῖν καὶ κατὰ τοῦτο ἐοικότα τοῖς Μολίοσιν, οἳ παῖδες ἔτι ὄντες οὔπω μάλα εἰδότες, ἤγουν εἰδήμονές εἰσιν, ἀλκῆς, ἀλλὰ καὶ διὰ τὴν φθάσασαν εὐτυχίαν ἐν τῇ βοηλασίᾳ. δέδοικε γὰρ τὸ σφαλερὸν τῆς εἰς ἄγαν εὖ πιπτούσης τύχης, ἣ καὶ αὐτὴ σφαλερὰ κατὰ τὰς ἄγαν εὐεξίας ἐστί.

(v. 716 s.) Τὸ δὲ "οὐδ' ἀέκοντα λαὸν ἄγειρε" καὶ ἑξῆς, προθυμίαν δηλοῖ στρατιωτικήν. [Ἔνθα ὅρα, ὅτι τε πρὸς σαφήνειαν τοῦ "οὐδ' ἀέκοντα", νοήματος ἀορίστου, ἐπῆκται τὸ "ἀλλὰ μάλ' ἐσσυμένους", καὶ ὡς Ἀττικῶς τῷ προσηγορικῷ ἑνικῷ πληθυσμὸς ἐπηνέχθη. εἰπὼν γὰρ οὐκ ἀέκοντα λαὸν ἡρμήνευσε πληθυντικῶς διὰ τοῦ μάλ' ἐσσυμένους.]

(v. 719) Τὸ δὲ "οὐ γάρ πώ τί μ' ἔφη" καὶ ἑξῆς, ἀντὶ τοῦ οὔτι γάρ πω, ἤγουν οὐδαμῶς ἔτι, με ἔφη τοιόνδε εἶναι. Τὸ δὲ "πολεμήϊα ἔργα" οὐ διελύθη ἀπὸ διφθόγγου ὡς τὸ χαλκήϊον καὶ τὰ τοιαῦτα, ἀλλά, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, πλεονασμὸν ἔχει τοῦ η ὡς καὶ τὸ οἰήϊον καὶ τὰ ὅμοια. Ὅρα δὲ ὡς τὸ μὲν "ἴδμεν", ἤγουν εἰδέναι, "ἔργα" αἰτιατικὴν σύνταξιν ἔσχε, τὸ δὲ "εἰδότε ἀλκῆς" γενικήν.

(v. 720) Τὸ δὲ μεταπρέπειν ἐστὶ μὲν ταὐτὸν τῷ ἐκπρέπειν, οὐκ ἔχει δὲ ὄνομα, ὡς ἐκεῖθεν γίνεται ὁ ἐκπρεπής, ὃς ὁ αὐτός ἐστι τῷ ἀριπρεπεῖ.

(v. 722) Ὁ δὲ Μινυήϊος ποταμός, ὡς ὁ Γεωγράφος φησίν, Ἄνιγρος καλεῖται, βαθὺς καὶ ὕπτιος, ἀβρώτους ἔχων ἰχθύας. τὸ δ' ἐντεῦθεν λουτρὸν ἀλφοὺς καὶ λεύκας καὶ λειχῆνας ἰᾶται. ὠνόμασται δὲ Μινύειος [313] τετρασυλλάβως τύπῳ κτητικῷ καὶ διαλύσει καὶ ἐκτάσει Μινυήϊος ἀπὸ Μινυῶν, τῶν μετὰ Χλώριδος τῆς μητρὸς Νέστορος αὐτόθι ἐλθόντων ἐκ τοῦ Μινυείου Ὀρχομενοῦ, οἳ τῶν Ἀργοναυτῶν ὄντες ἀπόγονοι, οὓς Μινύας ὁ Λυκόφρων λέγει, ἐκ Λήμνου μὲν εἰς Λακεδαίμονα ἐξέπεσον, ἐκεῖθεν δὲ εἰς Τριφυλίαν, καὶ ᾤκησαν περὶ Ἀρήνην τὴν ἐν τῷ Ὁμηρικῷ Καταλόγῳ. Διττὴ δὲ Ἀρήνη παρὰ τῷ Ἐθνογράφῳ, ἡ μὲν Μεσσήνης, ἡ δὲ Τριφυλίας. ὁ πολίτης αὐτῶν Ἀρηναῖος. Ἰστέον δὲ ὅτι ὁ ῥηθεὶς ποταμὸς καὶ Μινύας τρισυλλάβως λέγεται. Ὅρα δὲ καὶ τὸ "εἰς ἅλα βάλλων", ἀντὶ τοῦ ἐκ κρημνοῦ καταπίπτων εἰς θάλασσαν, ὡς οἱ παλαιοί φασιν, ἢ καὶ ὡς ἐκ μήκους οἷον βάλλων τοξότου δίκην εἰς αὐτήν, ὡς εἶναι ὀρθὸν λέγειν εἰσβάλλειν ποταμὸν καὶ εἰσβολὴν ποταμοῦ, εἰ καὶ οἱ μεθ' Ὅμηρον ἐκβολάς τε λέγουσι ποταμῶν καὶ ἐκβάλλειν ποταμοὺς εἰς θάλασσαν, ὃ ταὐτόν ἐστι τῷ ἀπερεύγεσθαι. Τὸ δὲ "εἰς ἅλα" διαστέλλει ποταμῶν ἀφανιζομένων ἐν τῷ καταβάλλεσθαι εἰς χάσματα.

(v. 723) Ἐν δὲ τῷ "ἐμείναμεν ἠῶ δῖαν ἱππῆες Πυλίων" τῇ προθυμίᾳ ὁ Νέστωρ ἦν ἱππεύς. πῶς γὰρ ἂν ἄλλως ἱππεὺς εἴη ὁ πεζὸς ἐών, εἰ καὶ ἄλλως μετέπρεπεν ἱππεῦσιν. ὃ πολὺν ἔπαινον ἔχει Νέστορος, εἰ καὶ νέος ὢν οὕτως ἠνδρίζετο.

(v. 724) Τὸ δὲ "ἐπέρρεεν ἔθνη πεζῶν" ἀντὶ τοῦ πάνυ πολλοὶ ἤρχοντο κατὰ σπουδὴν καί, ὡς εἰπεῖν, ὑγροί, καὶ ἄλλως δὲ καθ' Ὅμηρον "ὑγρῷ ποδί", ὅ ἐστιν ὑγιεῖ. ταὐτὸν γὰρ τὸ ἐν Ὀδυσσείᾳ "διερῷ ποδί", καὶ τὸ "ὑγρῷ καὶ ὑγιεῖ". καὶ ἡ ὑγεία γὰρ καὶ ὁ ὑγιὴς ἐκ τοῦ ὑγροῦ ἐτυμολογεῖται κατὰ τοὺς παλαιούς, ὡς οἷον ὑγρεία τις καὶ ὑγριής, οὗ τὸ ἐναντίον ἡ νέκρωσις ἀλίβαντας ποιεῖ καὶ αὐαίνει, ἐξ οὗ καὶ ὁ παρὰ τῷ Κωμικῷ Αὐαίνου λίθος ἐν Ἅιδου πέπλασται, εἰπόντος που καὶ τὸν πάνυ γελῶντα ἀπαφαυανθῆναι γελῶντα, ὅπερ ὁ ποιητὴς γέλῳ ἐκθανεῖν λέγει. Ὅρα δὲ καὶ ὅτι τὸ "τὰ δ' ἐπέρρεεν ἔθνεα πεζῶν" ὅμοιόν πώς ἐστι τῷ "ἔθνε' ἀγείρετο μυρία νεκρῶν". εἰ δὲ δοκεῖ σκληρῶς ἴσως εἰρῆσθαι [314] τὸ "ἐπέρρεον ἔθνεα", τουτέστιν συχνὰ δίκην ῥεύματος ἤρχοντο, ἀλλ' ἔχει τὸ ἀσφαλὲς ἡ λέξις οὐ μόνον ἐκ τοῦ "ἱππόθεν ἐκχύμενοι", ὃ ἐν Ὀδυσσείᾳ κεῖται, ἀλλὰ καὶ ἐκ τοῦ παρακεῖσθαι ποταμῷ. εἰπὼν γὰρ "ἔστι τις ποταμός", ἐπήγαγε μετ' ὀλίγα τὸ "τὰ δ' ἐπέρρεεν ἔθνεα πεζῶν".

(v. 726) Ἔνδιοι δέ, ὡς καὶ ὁ Γεωγράφος ἑρμηνεύει, οἱ κατὰ μεσημβρίαν, ὅτε δηλαδὴ ἐνδεῖ καὶ οὐκέτι αὔξεσθαι δοκεῖ ἀλλὰ φθίνει ἡ ἡμέρα. ὅθεν καὶ δείλη ἡ ἐνδέουσα τῆς ἕλης. καὶ κεῖται ἡ λέξις καὶ ἐν Ὀδυσσείᾳ. Σημειοῦνται δὲ οἱ παλαιοὶ ἐνταῦθα καὶ τὴν καιρικὴν ἀλήθειαν, φάμενοι τὴν ἐξ Ἀρήνης ὁδὸν ἐς Ἀλφειὸν ἐκ πρωΐας ἕως καὶ εἰς μεσημβρίαν εἶναι. Φησὶ γοῦν καὶ ὁ Γεωγράφος, ὅτι νυκτερεύσαντες ἔνδιοι πρὸς τὸν Ἀλφειὸν ἀφικνοῦνται. Τινὲς δὲ τὸ ἔνδιοι ἀντὶ τοῦ ἱδροῦντες, ὡς οἷον ἐνίδιοι, παρὰ τὸ ἶδος καὶ τὸ ἰδίειν, καὶ ἐν συγκοπῇ ἔνδιοι. ἴσως δὲ καὶ παρὰ τὸν ὑγρὸν Δία, ὅ ἐστιν ἀέρα. ὅθεν καὶ τὸ διαίνειν καὶ τὸ "διέμενος" δὲ παρὰ τῷ Κωμικῷ. ἀκολούθως δὲ ἐκ τοῦ τοιούτου ἔνδιος καὶ ὁ διερός, ὁμοίως τῷ τρόμος τρομερός καὶ τοῖς ὁμοίοις. Ἱερὸς δὲ ῥόος ὁ τοῦ Ἀλφειοῦ ἢ ὅτι ἔχει τι ἐξαίρετον καὶ αὐτός, ἀλφοὺς ἰᾶσθαι, ὡς καὶ ἐν ἄλλοις δεδήλωται, ἢ ἐν τῷ καθόλου διὰ τὴν τοῦ ὕδατος ἀρετήν, δι' ἣν καὶ ὁ Λυρικὸς ἄριστον τὸ ὕδωρ φησίν, ὡς ἐκεῖ γράφουσιν οἱ Ὑπομνηματισταί. Δῆλον δὲ ὅτι ἔνθα τι σεμνόν, ἐκεῖ ὡς ἐπὶ πολὺ καὶ τὸ ἱερὸν ἐκφωνεῖται. τείχεα γοῦν ἱερὰ καὶ ἱερὰ ἀλωὴ καὶ ἱερὸς ἰχθὺς καὶ ἱερὸν ὀστοῦν. [Ὁ μέντοι ἱερὸς ὄφις πλεῖόν τι ἔχει φρίκης ἤπερ σεμνότητος, ὡς ἀλλαχοῦ φανεῖται.]

(v. 728) Θυσία δὲ Ἀλφειῷ προσφυὴς ὡς ποταμῷ ταῦρος, καθὰ καὶ Ποσειδῶνι, ὡς πλεισταχοῦ φαίνεται. κάλλους δ' ἐπαναφορικὸν σχῆμα εἰς ὡραϊσμὸν τῆς κατὰ θυσίαν φράσεως τὸ "ταῦρον δ' Ἀλφειῷ, ταῦρον δὲ Ποσειδῶνι".

(v. 729) Θύεται δὲ καὶ τῇ Ἀθηνᾷ βοῦς ἀγελαία, ἤτοι ἀδάμαστος, ἄφετος, καὶ καθ' Ὅμηρον ἀδμήτη, περὶ ἧς ἐν ἄλλοις εἴρηται. Οἱ δὲ παλαιοὶ λέγουσιν οὕτω συντόμως, ὡς οἰκεῖος ὁ ταῦρος ποταμίῳ ῥεύματι τά τε ἄλλα καί, ὅτι βίαιός ἐστι τοῖς κέρασιν ἀναβάλλων τὴν γῆν. [Ἐξ [315] οὗ καὶ ταυρηδόν ἐπίρρημα παρὰ τῷ Κωμικῷ ἀντὶ τοῦ ἀγρίως, καθὰ καὶ ἐκ τοῦ κύκλος τὸ κυκληδόν, οἷον "καὶ περιβλέψας κυκληδὸν τὸ πλῆθος ἔφη". Δοκεῖ καὶ ῥῆμα ἐκ τοῦ ταύρου εἶναι τὸ ταυροῦν, ὅθεν καὶ γυνὴ ἀταυρώτη, ἡ ἄζυξ καὶ μὴ ὑπὸ ἀνδρὶ γενομένη, ὡσεὶ καὶ δάμαλις ὑπὸ ταύρῳ. ἦν δὲ καὶ ποταμοῦ ὄνομα Τροιζηνίου Ταῦρος, ἐξ οὗ καὶ ὕδωρ Ταύριον παρὰ Σοφοκλεῖ, παρ' ᾧ, φασί, καὶ κρήνη τις ὑόεσσα καλεῖται. Ὅτι δὲ καὶ κύριον ὄνομα ὁ Ταῦρος οὐ μόνον ὁ κατὰ Κρήτην ἰατρὸς ἐκεῖνος, ἀλλὰ καὶ ἄλλοι ὀνομαστοί, δῆλον ἐκ τῶν παλαιῶν. ταῦρος δὲ καί τι σωματικόν, ἐξ οὗ οἱ Κωμικοὶ τὸν λάσταυρον ἤγουν λασιόταυρον, ληροῦσι.]

(v. 730) Τέλη δὲ καὶ ἐνταῦθα τὰ στρατιωτικὰ λέγει τάγματα. δῆλον δὲ ὅτι πολυσήμαντον τὸ τέλος ἐστί. τέλος γάρ, φασίν, ἀνάλωμα καὶ τάξις καὶ ἀρχὴ καὶ γάμος. καὶ ἐκ μὲν τοῦ δηλοῦντος τὸ ἀνάλωμα γίνεται ἀτελῆ κατὰ Παυσανίαν τὰ ἀδάπανα, ὡς καὶ πολυτελῆ τὰ πολυδάπανα. ἐντεῦθεν δὲ καὶ εὐτελὴς ὁ φειδωλός, φασί, καὶ ὀλιγοδάπανος, ὡς πολυτελὴς ὁ πολυδάπανος. ἐκ δὲ τοῦ σημαίνοντος τάξιν, ἤδη δὲ καὶ ἀρχήν, αἱ μυστικαὶ τελεταὶ καὶ τὸ τελεῖσθαι ἀντὶ τοῦ μυεῖσθαι καὶ ἡ κατ' ἀρετὴν τελειότης καὶ οἱ κατ' αὐτὴν τέλειοι καὶ οἱ ἐν τέλει, τουτέστιν οἱ ἀρχικοὶ καὶ τάσσοντες, ἤτοι κοσμήτορες, ὡς τὸ "τοῖς ἐν τέλει βεβῶσι πείσομαι". ἐκ δὲ τοῦ λοιποῦ τέλους, ὃ σημαίνει τὸν γάμον, τὰ προτέλεια, ὧν χρῆσις μὲν μόνη παρὰ Αἰλίῳ Διονυσίῳ, ἑρμηνεία δὲ παρὰ Παυσανίᾳ, εἰπόντι, ὅτι προτέλεια ἡ πρὸ τῶν γάμων θέα, ἴσως τὰ λεγόμενα θεώρητρᾳ. ἐκεῖθεν δὲ καὶ τέλειοι οἱ γεγαμηκότες καὶ τελειωθῆναι τὸ γῆμαι. Δῆλον δὲ ὅτι καὶ τὸ παντὸς πράγματος πέρας τέλος λέγεται, ἀφ' οὗ καὶ ἡ τελευτὴ προσλαβοῦσα τὸ υ πρὸς διαφορὰν τῆς τελετῆς, καὶ τὸ τελευτᾶν ῥῆμα, ὡς τὸ "τελευτήσῃς τε καὶ ἕρξῃς", [316] καὶ τὸ τελεοῦν, ὡς τὸ "τῇ νῦν ὁρμῇ τελεωθέν", καὶ τὸ τελειοῦν καὶ ὁ ἐν τοῖς τοιούτοις τέλειος καὶ ἡ συντέλεια καὶ τὸ παντελές, ἤδη δὲ καὶ ἡ λυσιτέλεια. [Δοκεῖ δὲ ἀπὸ σεμνοτάτης λέξεως τῆς τοῦ τέλλειν τὸ τέλος γίνεσθαι, ὁποῖον ἂν ἐκεῖνο εἴποι τις. προανατέλλει γάρ πως ἁπάσης πράξεως ὁ κατὰ τέλος σκοπός, καὶ αὐτοῦ ἕνεκα τὰ πρὸ αὐτοῦ.]

(v. 731) Τὸ δὲ "ἐν ἔντεσι κατακοιμᾶσθαι" στρατιωκὸν ἔθος ἐναγώνιον.

(v. 734) Μέγα δὲ ἔργον Ἄρεος τὸν σύντονον λέγει πόλεμον, ὡς καὶ μετ' ὀλίγα εἰρήσεται.

(v. 735) Ἐν δὲ τῷ "εὖτε ἠέλιος φαέθων ὑπερέσχε γῆς", ἤγουν ἀνέτειλε, φασὶν οἱ παλαιοί, ὅτι ὁπηνίκα ὁ ποιητὴς ἀφ' ἑαυτοῦ λέγει τὸ τοιοῦτον νόημα, ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῦ φησιν ἀνατέλλειν τὸν ἥλιον. Τὸ δὲ "φαέθων" πρὸς διαστολὴν κεῖται τῆς ἀμφιλύκης, ἴσως δὲ καὶ τῆς κροκοπέπλου, ὅτε οὔπω φαέθων, ἤτοι λαμπρός, ἐξ ἀνατολῆς φωσφορεῖ ὁ ἥλιος. ἐντεῦθεν δὲ καὶ Φαέθων πέπλασται Ἡλίου υἱός. Τὸ δὲ ὑπερέχειν οὐ μόνον οὕτω λέγεται, ἀλλὰ καὶ ἀνέχειν καὶ ἀνίσχειν, ἔτι δὲ καὶ ἐξέχειν. κωλάριον οὖν τι παροιμιῶδες Αἴλιος Διονύσιός φησιν ὑπὸ παίδων λέγεσθαι, δηλοῦν ἐξέχειν, ὅ ἐστιν ἐπιτεταλκέναι τὸν ἥλιον. Ἀριστοφάνης· λέξεις ἄρ' ὥσπερ τὰ παιδία "ἔξεχ', ὦ φίλ' ἥλιε", ἤγουν ἀνατεῖλαι.

(v. 736) Συμφέρεσθαι δὲ μάχῃ τὸ συμβάλλειν εἰς πόλεμον καὶ συνάγεσθαι, ἀφ' ὧν συμβολή τε ὁ πόλεμος, καὶ τὸ "ξυνάγομεν Ἄρηα", καὶ "συμφερτὴ ἀνδρῶν ἀρετή", ὅ ἐστι συνοιστὴ κατὰ τοὺς παλαιούς, εἰπεῖν δὲ ἰδιωτικώτερον, συνακτή. ἐκ δὲ τοῦ ῥηθέντος ῥήματος καὶ τὸ κοινῶς λεγόμενον συμφέρον εἴτ' οὖν συνοῖσον [317] γίνεται. εἰ δέ τις εἴποι καὶ τὴν κακὴν συμφορὰν ῥηθῆναι ἀπὸ τοῦ πολεμικῶς ἐπ' ὀλέθρῳ συμφέρεσθαι, οὐκ ἄν τι ἄσκοπον εἴπῃ.

(v. 737) Εἰς δὲ τὸ "Πυλίων καὶ Ἐπειῶν ἔπλετο νεῖκος" σημείωσαι, ὅτι τοὺς ἀκαίρους καλλωπισμοὺς τοῦ λόγου ἐκκλίνων ὁ ποιητὴς ποιεῖ οὕτω κἀνταῦθα. ὡς γὰρ ἐξ ἀρχῆς ἔφη "ὁπότε Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη", ἤγουν Ἠλείοις καὶ Πυλίοις, μεταλαβὼν τὸ Πυλίοις εἰς τὸ ἡμῖν, οὕτω κἀνταῦθα μετέλαβε λόγῳ πολυωνυμίας τοὺς Ἠλείους εἰς τοὺς Ἐπειούς, καὶ ἀντὶ τοῦ εἰπεῖν Πυλίων καὶ Ἠλείων ἔπλετο νεῖκος, Πυλίων ἔφη καὶ Ἐπειῶν, μὴ ἐθελήσας ἐπιβούλως καλλωπίζειν ἐν ἀγωνίας καιρῷ.

(v. 738) Τὸ δὲ "κόμισα μώνυχας ἵππους" ἀντὶ τοῦ ἐκ λείας ἔσχον κοινότερον πέφρασται. τὸ γὰρ Ἀττικὸν ἐκομισάμην. [Ἄλλο δὲ πάντως τοῦτο τὸ κομίζειν παρὰ τὸ "κόμισον δέ μοι ἵππους". ἐκεῖνο γὰρ ἐπιμελείας ἐστὶ δηλωτικόν, ἐξ οὗ καὶ κομιδή, ἡ ἐπιμέλεια, καὶ ἐπίρρημα σημασίας ὁμοίας ὀνοματικὸν ἀπὸ δοτικῆς τὸ κομιδῇ ἀντὶ τοῦ ἐπιμελῶς, λίαν. τῆς ἐκεῖθεν δὲ συστοιχίας καὶ τὸ ἱπποκομεῖν καὶ ὁ ὀρεωκόμος καὶ ἄλλα μυρία.]

(v. 739) Τὸν δὲ Μούλιον παρεσημειώσατο Νέστωρ γαμβρὸν εἶναι Αὐγείου εἰς ἔνδειξιν περιπετείας ἀστείας τοῦ ἐκεῖθεν ἱππεὺς αὐτὸς γενέσθαι, ὅθεν ὁ πατὴρ Νηλεὺς ἐστερήθη τῶν ἵππων.

(v. 740 s.) Ἰστέον δὲ καὶ ὅτι Νέστορος τοῦ τῶν ἱστοριῶν χορηγητοῦ τῷ ποιητῇ τὴν Ἀγαμήδην πολυφάρμακον ἱστορήσαντος ὁ παλαιὸς λόγος τοιαύτην καὶ τὴν Μήδειαν παραδίδωσι καὶ τὴν Θῶνος γυναῖκα τὴν Αἰγυπτίαν, ἧς ἐν Ὀδυσσείᾳ Ὅμηρος μέμνηται. Ὅτι δὲ πολυφάρμακος ἡ κατὰ τὴν Ἤλιδα χώρα, δηλοῖ ὁ εἰπών, ὡς Μήδεια ἐξ Ἀθηνῶν φυγοῦσα Αἰγέως φόβῳ, διότι τῷ Θησεῖ αὐτὴ ἐκέρασε φάρμακον, οἰκήσασά τε τὴν πλησίον Ἤλιδος Ἔφυραν, ἔνθα που καὶ ὁ Αὐγείας ἦν, πολυφάρμακα ἐποίησε τὰ ἐκεῖ. Ἀρριανὸς δὲ καὶ Κροκοδίκην τινὰ ἱστορεῖ οὐδὲν ἧττον γυναῖκα γοητεύτριαν. οὐκ ἀπέοικε δὲ τούτων οὐδὲ ἡ λογοποιουμένη Κίρκη. Ἐν δὲ τῷ "ἣ τόσα φάρμακα ᾔδη ὅσα τρέφει χθών" φάρμακα μὲν μέσως ἔφη τά τε ἀγαθὰ καὶ τὰ μὴ τοιαῦτα. Τὸ δὲ "ᾔδῃ" ὁμοφωνῆσαν, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, τῷ πρώτῳ [318] αὐτοῦ προσώπῳ τῷ ᾔδεα ᾔδῃ, ἐστέρηται τοῦ νυ. τὸ μέντοι εἰρήκειν εἰρήκη λέγοντες Ἴωνες ὡς ἀπὸ τοῦ εἰρήκεα, ὡσαύτως δὲ καὶ τὸ εἱστήκειν εἱστήκη ὡς ἀπὸ τοῦ εἱστήκεα, ὅμως τὰ τούτων τρίτα καινότερον σὺν τῷ νῦ προῆγον ἀπὸ τοῦ εἰρήκεεν εἱστήκεεν, καθὰ καὶ τὸ "ἤσκειν εἴρια καλά" ἀπὸ τοῦ ἤσκεεν. τοιούτῳ δὲ λόγῳ κεῖται καὶ παρὰ τῷ Κωμικῷ τὸ "ᾔειν" ὁ δεῖνα ἀντὶ τοῦ ἦλθε. Τὸ δὲ "ὅσα τρέφει χθών" τήν τε τραφερὴν ἐτυμολογεῖ, καὶ πρὸς διαστολὴν δὲ φαρμάκων ἑτεροίων εἴρηται, καὶ ὑπερβολὴν δέ τινα ἔχει, καθότι οὐκ ἂν ἡ Ἀγαμήδη πάντα φάρμακα εἰδείη, [ἐπεὶ μηδὲ δυνατόν. Ἧς δὴ Ἀγαμήδης τὴν ἱστορίαν πάνυ γοργῶς ἐπεισοδιάσας ὁ ποιητὴς μέθοδον δίδωσιν, ὅπως χρὴ ἐπελευστικῶς παραπλέκειν τοῖς πρὸ ἔργου καὶ καιριωτέροις τὰ πάρεργα.]

(v. 742) Χαλκῆρες δὲ δόρυ τὸ χαλκῷ ἀρηρός.

(v. 745) Τὸ δὲ "ἔτρεσαν" καὶ νῦν ἀντὶ τοῦ ἔντρομοι ἔφυγον. Τὸ δὲ "ἐπεὶ ἴδον ἄνδρα πεσόντα" ἑρμηνεύων ὁ ποιητὴς ἐπάγει "ὃς ἀριστεύεσκε μάχεσθαι", δηλῶν ὡς ἄνδρα τὸν ἀριστέα εἶπεν, ἤτοι τὸν ἀνδρεῖον. ὅτι δὲ τοιαύτη στρατιᾶς κεφαλὴ πεσοῦσα συγκαταφέρει τὸ λοιπὸν σῶμα τοῦ στρατοῦ, δῆλον.

(v. 747) Τὸ δὲ "κελαινῇ λαίλαπι ἶσος" παραβολὴ σύντομος, δηλωτικὴ ὀξέος καὶ συντόνου δρόμου, ἣν πλατῦναι οὐκ ἐπέτρεπεν ὁ καιρός.

(v. 749) Τὸ δὲ "ὀδὰξ ἕλον οὖδας" ἔχει τι ἀστεῖον ἀντιθετικὸν σχῆμα, ἵνα λέγῃ ὡς ἐγὼ μὲν δύο ἀμφὶς ἕκαστον, ἤγουν ἀμφὶ ἕκαστον δίφρον, ἄνδρας ἕλον, αὐτοὶ δὲ οὐκ ἐμὲ ἀλλὰ τὸ οὖδας ἕλον δάκνοντες ὑπὸ σφαδασμοῦ. μέγα οὖν ἔργον ἀληθῶς Ἄρεος, ὡς προερρέθη, τὸ ὑφ' ἑνὶ νέῳ πολεμιστῇ ἑκατὸν ἄνδρας πεσεῖν.

(v. 748) Ὅτι δὲ ὁ δίφρος καὶ διώχης κατὰ Παυσανίαν ἐκαλεῖτο ἀπὸ τοῦ δύο ἔχειν, καθὰ καὶ δίφρος ἀπὸ τοῦ δύο φέρειν, καὶ ὅτι τὸν τοιοῦτον διώχην καὶ δίεδρον ἐκάλουν, εἴρηται καὶ ἀλλαχοῦ.

(v. 750) Τὸ δὲ "Ἀκτορίωνε Μολίονε παῖδε" διαφωνεῖται παρὰ τοῖς παλαιοῖς. Οἱ μὲν γὰρ καὶ ἄμφω τὰς λέξεις πατρωνυμεῖσθαί φασιν, ἵνα λέγῃ Ἀκτορίωνας μὲν [319] ἀναμφιλέκτως τοὺς Ἀκτορίδας, ὅ ἐστιν υἱοὺς Ἄκτορος, Μολίονας δὲ ἢ πατρωνυμικῶς καὶ αὐτὸ οἷα Μόλου ὄντας πατρὸς τοῦ καὶ Ἄκτορος. διὸ καθὰ Ῥωμαϊκῷ ἔθει Ἄκτωρ Μόλος ἀσυνδέτως ὁ πατὴρ κατὰ διωνυμίαν, οὕτω καὶ οἱ αὐτοῦ παῖδες Ἀκτορίωνε Μολίονε. Ἢ μητρωνυμικῶς ἀπὸ μητρὸς Μολιόνης, ἵνα κλίνοιντο ἀπὸ τοῦ Μολιονίδης Μολιονίων, ὡς Πριαμίδης Πριαμίων, καὶ ἐν συγκοπῇ Μολίων, μάλιστα δέ, ὡς Ὑπεριονίδης Ὑπεριονίων Ὑπεριονίωνος, καὶ ἐν συγκοπῇ Ὑπερίονος, καὶ λέγοιντο καθάπερ διὰ πατέρα τὸν Ἄκτορα Ἀκτορίωνε, οὕτω καὶ διὰ τὴν μητέρα Μολιόνην Μολίονε, ἤγουν Μολιονίδαι ἢ Μολιονίωνε, τουτέστι Μολιόνης υἱοί. Ὅπερ οὐκ ἀρέσκει τοῖς παλαιοῖς, σημειουμένοις κἀνταῦθα μὴ σχηματίζεσθαι παρ' Ὁμήρῳ ἐκ μητέρων πατρωνυμικά. καὶ οὕτω μέν τινες. Ἕτεροι δὲ τὸ Μολίωνε κατ' ἐπίθεσιν, ἤγουν ἐπιθετικῶς, νοοῦσιν, ἵνα ἡ λέξις δηλοῖ τοὺς μαχίμους καὶ ὁρμητικούς, οὐ παρὰ τὸν μῶλον, ἀλλὰ παρὰ τὴν ἐν μάχῃ μόλυνσιν, ἐξ ἧς ἐν ἐκτάσει ὁ μῶλος γίνεται, ἢ παρὰ τὸ μόλω ῥῆμα, ἐξ οὗ καὶ Μούλιος ὁ ῥηθεὶς τοῦ Αὐγείου γαμβρός, [320] καὶ Μόλος ὁμώνυμος τῷ Μόλῳ Ἄκτορι, ὁ τοῦ Μηριόνου πατήρ, καὶ Μόλωνες οἱ παρὰ τῷ Κωμικῷ, ὅ τε ἥρως καὶ ὁ σκωπτόμενος. καὶ οὕτω μὲν τὰ κατὰ τὰς δύο ταύτας λέξεις. Οἷοι δὲ οἱ Ἀκτορίωνες, καὶ ὡς ὁ μῦθος εἰς ἓν συναλείφει σῶμα τούτους, παρηλλαγμένην αὐτοῖς φύσιν πλάττων καὶ συνάγων συντίθησιν, οὐκ ἀποστερῶν αὐτοὺς τῶν μερῶν τῶν δύο σωμάτων, καὶ ὡς ἀκαταγωνίστους ποιεῖ τερατώδεις τινὰς ὑποκειμένους καὶ ἄμφω ἐν ἑνὶ σώματι καθ' Ἡσίοδον, εἰ καί τινες δύο ἑκατέρους ἔχειν σώματά φασι, δηλοῦσιν ἕτεροι. Ἐπιτεμὼν δέ τις ὅμως τὰ τῶν πολλῶν ἐρεῖ, ὅτι Κτέατος καὶ Εὔρυτος, περὶ ὧν καὶ ἐν τῷ Ἐπιταφίῳ τοῦ Πατρόκλου γέγραπται, Ἄκτορος υἱοὶ λέγονται τοῦ καὶ Μόλου. διὸ καὶ Ἀκτορίωνες λέγονται καὶ Μολίονες, ὡς προσεχῶς εἴρηται. φιλάδελφοι δὲ ἱστοροῦνται, καὶ μιᾷ ψυχῇ ἐν δυσὶ σώμασι διοικούμενοι. ὁ δὲ μῦθος εἰς ἓν συνάπτων αὐτούς, ὃς δὴ καὶ τῷ Πλάτωνι περὶ ἀνδρὸς καὶ γυναικὸς λόγον τινὰ ἐνδέδωκεν ὅμοιον, διφυεῖς πλάττει τῷ σώματι, ἕως πλευρῶν συνημμένους, ὡς καὶ ὑπὸ μιᾷ ζώνῃ ἅμα ζώνυσθαι, δυάζων αὐτοῖς τὰς κεφαλὰς καὶ ὄμματα ὑπανοίγων τέσσαρα καὶ χεῖρας τοσαύτας προτείνων καὶ πόδας ὑποβάλλων ἴσους, ὡς διὰ ταῦτα καὶ τοῖς γυμνικοῖς αὐτοὺς ἀγῶσι μάλιστα ἐνευδοκιμεῖν. Παρά τινων δὲ ἱστορεῖται καί, ὅτι αὐτὸς Ἡρακλῆς συμμαχούντων αὐτῶν τῷ Αὐγέᾳ εἰς τὸ ἐμφανὲς μὴ ἔχων περιγενέσθαι λοχήσας ἀνεῖλεν καὶ οὕτω τὴν Ἦλιν ἐπόρθησεν. ὅθεν καί φασι διὰ τὸ τηνικαῦτα τοῦ πολέμου δύσεργον καὶ εἰς παροιμίαν ἐκπεσεῖν τὸ πρὸς δύο οὐδὲ Ἡρακλῆς. Ὅτι δὲ καὶ ὁ Ἡρακλῆς ἐνιαχοῦ ἀγῶνα πολὺν εἶχε διὰ τὸ τοῦ Ἐνυαλίου ξυνόν, αἱ ἱστορίαι δηλοῦσιν. ὃν καὶ ἡ Θρᾴκη παρὰ βραχὺ δυσπραγήσαντα εἶδεν ὑπὸ λῃστοῦ, ὡς [321] ἐν τοῖς τοῦ Πινδάρου δηλοῦται. Καὶ ἄλλως δέ ποτε δίχα πολέμου ἐδυστύχησεν εἴς τινα βολήν, ἀφ' ἧς παροιμία τὸ "βέβληται βαλών". ἐν Ὀλυμπίᾳ γάρ, φασίν, ἀνδριάντα ἰδὼν καὶ νομίσας λῃστρικόν τινα εἶναι ἄνδρα ἐπαφῆκε λίθον, ὃς ἀναστραφεὶς βέβληκε τὸν Ἡρακλῆν. Παλαιὸς δέ τις οὕτω συντομώτατα φράζει πλήξαντα καὶ πληγέντα τὸν Ἡρακλέα, ἐπεὶ μεταξὺ Πίσης καὶ Ἤλιδος Δαιδάλειον ἀνδριάντα ἀγνοήσας ὡς ἄνδρα ἔπληξε λίθῳ, ὁ δὲ ἀντικρούσας ὀπίσω ἔπληξεν αὐτόν.

(v. 750-752) Σημείωσαι δὲ ὅτι ὁ σοφὸς Νέστωρ ὑπιδόμενος τὸ ἀπίθανον, ὡς μὴ εὐχερὲς ὂν κατὰ τοιούτων ἀηττήτων ἀνδρῶν ἀριστεῦσαι αὐτὸν καὶ ταῦτα οὔ τί πω εἰδότα πολεμεῖν, οἳ καὶ Ἡρακλεῖ ἀντέστησαν, ἐτόλμησε μὲν εἰπεῖν, ὡς ἀλάπαξεν ἂν καὶ αὐτούς, εἰ μὴ πατὴρ Ποσειδῶν ἐκ πολέμου ἔσωσε συσταλέντας ἢ καὶ φυγόντας. ‑ τοῦτο γὰρ δηλοῖ τὸ "καλύψας ἠέρι πολλῇ", ὅ ἐστιν ἀφαντώσας ἐν ἀορασίᾳ ‑ , ἐθεράπευσε δὲ τὸν ἀλαζόνα λόγον δὶς παρασημηνάμενος παῖδας ἔτι αὐτοὺς εἶναι, ἀγαθοὺς μὲν εἰς μάχην, οὔπω δὲ ἀκαταγωνίστους, οἷα μηδὲ μάλα εἰδότας πολέμοιο διὰ νεότητα. Δῆλον δὲ ὅτι τε ὁ μῦθος λόγῳ μόνῳ Ἀκτορίωνας τοὺς ῥηθέντας ἀδελφοὺς λέγει, Ποσειδῶνος ἄλλως ὄντας, δι' οὗ αἰνίττεται τὸ ἐν αὐτοῖς ὑγρὸν καὶ θυμῶδες καὶ ἄγριον. τοιοῦτοι γὰρ οἱ ἐκ Ποσειδῶνος, ὡς καὶ ἡ Ὀδύσσεια δηλοῖ. καὶ ὅτι τὸ μὲν "Ἀκτορίωνε" συστέλλει φύσει κανονικῶς τὸ προπαραλῆγον δίχρονον, διὸ καὶ ἐκτείνει τὴν παραλήγουσαν, τὸ δὲ Μολίονε ἐκτείνει μὲν τὸ τῆς προπαραληγούσης ι κατὰ χρόνου μετάθεσιν, συστέλλει δὲ τὸ παραλῆγον ο κατὰ τὸν καὶ ἐν τοῖς τοιούτοις κανόνα, ὁμοίως τῷ Κρονίονος ἐν τῷ "οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσον ἱκοίμην", καὶ ὅτι τὸ μὲν Ἀκτορίωνε ὁλοκλήρως ἔχει, τὸ δὲ Μολίονε δυοῖν λέλειπται συλλαβῶν καθ' ὁμοιότητα τοῦ Ἀνθεμίδης, ὃ δηλοῖ υἱὸν Ἀνθεμίωνος.

(v. 754) Ἐν δὲ τῷ "τόφρα γὰρ οὖν" ἀργὸν κεῖται τὸ οὖν, ὡς πολλαχοῦ γίνεται, κατά τινα παραπλήρωσιν. Ἐν δὲ τῷ "δι' ἀσπιδέος πεδίοιο" ἢ ἀσπιδὲς τρισυλλάβως νοητέον πεδίον τὸ περιφερὲς δίκην ἀσπίδος πάντοσε ἴσης, ἢ σπιδὲς κατά τινας δισυλλάβως τὸ ἐκτεταμένον καὶ πλατύ, [322] ὡς ἀπὸ τοῦ σπίζω, τὸ ἐκτείνω, ἐξ οὗ, φασί, καὶ σπιθαμή, παρὰ τὸ θαμὰ σπίζεσθαι, ὅ ἐστιν ἐκτείνεσθαι, ἐν τῷ μετρεῖν τοὺς ἄκρους δακτύλους, καὶ ἀσπίς, ἡ μὴ πλέον τοῦ μετρίου μεμηκυσμένη ἢ κυρίως ἡ κυκλοειδὴς καὶ μὴ εἰς μῆκος ἐκτεταμένη. Ὅτι δὲ πᾶν πλατὺ πεδίον καὶ μὴ εὐπεριόριστον κατὰ τὴν τοῦ ἀσπιδέος γραφὴν περιφερὲς εἶναι δοκεῖ ὡς κύκλου ἐναπολαμβανομένου τῇ θέᾳ διὰ τὸ δυστέκμαρτον τοῦ πέρατος, ἡ ὄψις ἐδοκίμασε. συνηγορεῖ δὲ τῇ τοῦ σπιδέος γραφῇ καὶ τὸ παρ' Αἰσχύλῳ σπίδιον πεδίον, ὅ ἐστι μακρόν, κατὰ τοὺς παλαιούς.

(v. 755) Τὸ δὲ "ἀνά τ' ἔντεα καλὰ λέγοντες" ἢ ἁπλῶς εἴρηται ὡς δέον ὂν πᾶν ὅπλον καλὸν ἐξ ἐπιμελείας εἶναι, ἢ πλῆθος λαφύρων δηλοῖ, ὡς μὴ ὅπλων ἁπλῶς οὕτω λαμβανομένων, ἀλλὰ τῶν καλῶν ἐπιλεγομένων. Δῆλον δὲ ἐκ τοῦ "ἀνά τ' ἔντεα" καὶ ὅτι ψιλοῦται καθ' Ὅμηρον τὰ ἔντεα, εἰ καὶ οἱ μεθ' Ὅμηρον δασύνουσιν, ὡς ὁ αὐθέντης, ὅ ἐστιν αὐτοφόντης, δηλοῖ, καθὰ εἴρηται ἀλλαχοῦ.

(v. 756) Τὸ δὲ "ἐπὶ Βουπρασίου βήσαμεν ἵππους" ἀντὶ τοῦ ἕως εἰς Βουπράσιον ἠλάσαμεν. Βουπράσιον δέ, περὶ οὗ καὶ ἐν τῇ Βοιωτίᾳ γέγραπται, ἀξιόλογος, φασί, κατοικία Ἤλιδος, ἠφανίσθη δὲ ὕστερον. Ἐκλήθη δὲ ἀπὸ ἄρχοντος Βουπρασίου.

(v. 757) Προσεχῆ δὲ τῷ Βουπρασίῳ καὶ τὰ ἐφεξῆς χωρία, ὧν πέτρα μὲν Ὠλενία, ἧς φασι μεμνῆσθαι καὶ Ἡσίοδον ἐν τῷ "ᾤκεε δ' Ὠλενίην πέτρην", δοκεῖ ἀπὸ Ὠλένου καλεῖσθαι, πόλεως Ἀχαΐας, αὐτὴ δὲ ἀπὸ Ὠλένου ἀρχηγοῦ, υἱοῦ Ἀναξιθέας, μιᾶς τῶν Δαναΐδων κατὰ τὸν τὰ Ἐθνικὰ γράψαντα. δεδήλωται δὲ περὶ ταύτης καὶ ἐν τοῖς εἰς τὴν Βοιωτίαν. Ἀλήσιον δὲ ἀπό τινος Ἀλησίου, ἑνός, φασί, τῶν τῆς Ἱπποδαμείας μνηστήρων. ἦν δὲ καὶ Ἁλήσιον, φασί, πεδίον Ἠπειρωτικόν, κληθὲν ἀπὸ πηγνυμένου ἐκεῖ πολλοῦ ἁλός. τὸ μέντοι Ὁμηρικὸν ἔοικεν ὡς ἀπὸ τῆς ἄλης ψιλοῦσθαι. τινὲς γὰρ τὸν ῥηθέντα Ἀλήσιον ἀπόγονόν φασι, ὡς καὶ ὁ τὰ Ἐθνικὰ γράψας ἱστορεῖ, ἑνὸς τῶν ἐξ Ἀσίας εἰς Πελοπόννησον κατά τινα πλάνην ἀφικομένων. διείληπται δὲ καὶ περὶ τούτου ἐν τοῖς τῆς Βοιωτίας. Ἡ [323] δὲ γραφὴ τῆς προπαραληγούσης τοῦ Ἀλησίου διφορεῖται. ὁ μὲν γὰρ τὰ Ἐθνικὰ γράψας κατὰ στοιχεῖον διὰ τοῦ η οἶδεν αὐτήν, ὁ δὲ Ἐτυμολόγος διὰ διφθόγγου, ἀπὸ τοῦ ἀλέω, φησί, τὸ ἀλήθω. Ἡ δὲ κατ' αὐτὸ σύνταξις διττή. ἢ γὰρ στιχθέντος τοῦ Ἀλησίου λέγει τὸ "ἔνθα Κολώνη κέκληται", ἢ ἄλλως συναπτῶς καθ' ὑπερβατόν φησιν οὕτω· καὶ ἔνθα Ἀλεισίου κολώνη κέκληται, πρὸς διαστολὴν τῆς προρρηθείσης Κολώνης.

(v. 759) Ἐν δὲ τῷ "ἄνδρα κτείνας πύματον λίπον" οὐ λέγει μὲν τίνα ἔλιπε, δηλοῖ δὲ ὅτι τὸν κτάμενον ἔλιπεν ἢ τὴν μάχην ἔλιπε. Καὶ ὅρα ὡς καιρίως ἐπὶ ἐλλείψει πράξεως καὶ ἐλλειπτικῷ ἐχρήσατο σχήματι. Ἰστέον δὲ ὡς ἐντεῦθεν ἡ κοινὴ γλῶσσα λαβοῦσα λέγει ἐπὶ πολέμων καὶ αἰκιῶν καὶ τῶν τοιούτων, ὅτι ὁ δεῖνα ὅλων ὕστερον ἕνα ἔρριψε καὶ ὅλων ὕστερον μίαν πληγὴν ᾐκίσατο. Πύματον δὲ ἢ τὸν ἔσχατον λέγει, ὃν ἀλλαχοῦ εἶπεν ὀπίστατον, κατὰ τὸ "πυμάτας ὤτρυνε φάλαγγας", ἢ μεθ' ὃν οὐκέτι ἄλλον ἀνεῖλεν, ὡς τὸ "πύματον ὡπλίσατο δόρπον".

(v. 760) Τὸ δὲ "πάντες εὔχοντο θεῶν Διῒ Ἕκτορι τ' ἀνδρῶν" ἢ ἀντὶ τοῦ εὐφήμως εἶχον καὶ εὐχαρίστως ἐμοί τε καὶ Διΐ, ἢ ἀντὶ τοῦ ἐπεκαλοῦντο ἡμᾶς εἰς ἐπικουρίαν, εἴ τί που κακὸν παραπέσῃ ἀλεξικάκου ἀμύνης δεόμενον.

(v. 762) Ἐν δὲ τῷ "ὣς ἔον εἴ ποτ' ἔην", ὃ δὴ πάντως ἐπίτηδες οὕτω διχῶς ἐφράσθη πρὸς ἔνδειξιν πολυγλωττίας, τὸ μὲν "ἔον" ῥῆμά ἐστι τῆς ἐών μετοχῆς, ἐξ οὗ καὶ τὸ "πῶς ἂρ ἔοι τάδε ἔργα", τὸ δὲ "ἔην" τὸ ἐντελές ἐστι τοῦ ἦν. Ἰστέον δὲ ὅτι τὸ κοινὸν ἦν οὐ μόνον ἔον καὶ ἔην ὁ ποιητὴς γράφει, ὡς ἐνταῦθα, ἀλλὰ καὶ ἤην καὶ ἦον. ἐρεῖ γοῦν μετ' ὀλίγα "ἀγορή τε θέμις τε ἤην", καὶ "νόος γε μὴν ἔμπεδος ἦεν". λέγεται δὲ καὶ ἔα, ὡς ἐν Ὀδυσσείᾳ "τοῖος ἔα", καὶ ἐν συναιρέσει δὲ ἦ κατὰ τοὺς παλαιοὺς Ἀττικούς, ὡς ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν εἴρηται, ἐκταθὲν δὲ τὸ ἔα ἦα γίνεται. Ὅρα δὲ ὅτι ὁμοιοσχήμονά πως καὶ ἡ εἰσβολὴ τοῦ διηγήματος καὶ τὸ πέρας. [324] ἀρξάμενος γὰρ ὁ γέρων ἔφη "εἴθ' ὣς ἡβῴοιμι" καὶ ἑξῆς, ἐν δὲ τῷ τέλει "ὣς ἔον, εἴ ποτ' ἔην γε μετ' ἀνδράσιν", ὅτε ἥβων δηλαδή. ἐπιεικὲς δὲ τὸ "εἴ ποτε ἔην". οὐ γὰρ ἐνδοιαστέον, εἰ ἀνδρεῖος ἦν ὁ τοιαῦτα κατωρθωκώς.

(v. 763) Τὸ δὲ "οἶος τῆς ἀρετῆς ἀπονήσεται" μέγα ὄνειδος, εἰ μήτε τοὺς ζῶντας Ἀχιλλεὺς ὠφελήσει μήτε ζῆλον ἀφήσει τοῖς εἰς ἔπειτα. Πρὸς διαστολὴν δὲ ὁ Νέστωρ ἑαυτοῦ ταῦτα ἔφη, ὃς, καθὰ τὸ ῥηθὲν διήγημα ἐδήλωσεν, ὄνασθαι τῆς ἑαυτοῦ ἀρετῆς τοὺς συμφυλέτας πεποίηκεν. Ἰστέον δὲ ὅτι ἐντεῦθεν ὁ Πάτροκλος, ὡς οἷα ἐκ διδασκάλου πορισάμενος ἐπιχείρημα καὶ παραφράσας, αἰναρέτην ἐν τοῖς ἑξῆς τὸν Ἀχιλλέα καλέσει, ὅ ἐστιν ἐπὶ κακῷ τὴν ἀρετὴν ἔχοντα. ἐρεῖ δὲ καὶ "τίς ἄλλος ὀνήσεται ἐκ σοῦ;" [Ὅτι δὲ τὸ ὀνεῖν καὶ ὀνίσκειν λέγεται κατὰ παραγωγήν, δηλοῖ καὶ ὁ γράψας, ὅτι ὀνείατα λέγεται παρὰ τὸ ὀνίσκειν ἡμᾶς. ἀναλογία δὲ τούτου κατὰ τὸ ῥύω ῥυΐσκω, τελῶ τελίσκω, κύω κυΐσκω, γεγωνῶ γεγωνίσκω, καὶ ὅσα τοιαῦτα, ὧν πρὸς ὁμοιότητα παραλαλεῖται καὶ τὸ γινίσκεσθαι.] Ὅπως δὲ ὁ Ἀχιλλεὺς μετακλαύσεται, ἐπειδὰν ὁ λαὸς ὄληται, προείρηται. Εἰπεῖν δὲ ἔστιν εἰς τοῦτο καί, ὅτι λυπεῖται πᾶς ὁ ἔχων ἀρετὴν περί τι, ὅτε τὸ ὑποκείμενον ἀπόληται, ὡς καὶ Ἀχιλλεὺς πάθοι ἂν ὀλομένου τοῦ λαοῦ, ὑπὲρ ὧν κινδυνεύειν ἐχρῆν. [(v. 765) Τὸ δὲ "ὦ πέπον" οὐ ψογερόν, ὥστε δηλοῦν ἄνδρα ἔκλυτον, φιλίαν δὲ σημαίνει ἐνδιάθετον. καὶ εἴρηται μὲν ἱκανῶς ἤδη περὶ τῆς λέξεως ταύτης καὶ τῶν κατ' αὐτήν. ἄρτι δὲ οὐ περιττὸν εἰπεῖν ὅτι ἐκ τοῦ πέπτειν ἤγουν πέττειν, ὅθεν ὁ πέπων καὶ ἡ πεπαιτέρα γίνεται, γυνὴ δηλαδὴ μήτε πάνυ γεραιὰ μήτε μὴν ἔτι ἀκμαία. χρῆσις δὲ τῆς λέξεως ἐν τῷ "νέᾳ παλαιᾷ, μεσοκόπῳ πεπαιτέρᾳ".] Τὸ δὲ ἐπιτέλλειν, ὃ καὶ παθητικῶς ἐπιτέλλεσθαί φησι, καιρωτάτη λέξις ἐστί, διὸ καὶ πολλάκις αὐτῇ ὁ ῥήτωρ Νέστωρ χρᾶται ἐνταῦθα.

(v. 766) Τὸ δὲ "Ἀγαμέμνονι πέμπε" πάνυ δεινῶς εἶπεν ὁ Νέστωρ, διδάσκων τὸν Πάτροκλον, ὡς οὐ προσθήκη τῆς τοῦ Ἀχιλλέως [325] ἐστὶ συμμαχίας, ἀλλ' ἐφ' ἑαυτοῦ σύμμαχος ἐπέμφθη τῷ βασιλεῖ, καί πως ἠρέμα βούλεται πείθειν τῷ Ἀγαμέμνονι μᾶλλον αὐτὸν ἀκολουθεῖν καὶ μὴ πάνυ συντρέχειν ἢ προσ‹έχειν› τῷ Ἀχιλλεῖ τὸν νοῦν.

(v. 768) Τὸ δὲ "πάντα μάλα ἠκούομεν" ἀπαιτεῖ καὶ τὸν τότε παρόντα καὶ ἀκούοντα Πάτροκλον μεμνῆσθαι ὁμοίως τούτοις τῶν τότε λεχθέντων καὶ φυλάσσειν αὐτά. Ὅρα δὲ καὶ ὅτι κἂν ἡ Ἥρα πολλὰ καμεῖν ἐν τοῖς πρὸ τούτων αὐχῇ λαὸν ἀγείρουσα, ὡς δεδήλωται, ἀλλὰ πρὸς ἱστορίαν Ὀδυσσεὺς καὶ Νέστωρ τῷ τοιούτῳ ὑπούργησαν λειτουργήματι λαὸν ἀγείραντες, Ἥρας μέντοι συνεφεπομένης, τουτέστιν Ἡραίας, ὅ ἐστι βασιλικῆς μεγάλης ἀξίας, ὑφ' ἧς ἐπιτραπέντες ἐποίουν ἃ ἐποίουν.

(v. 770) Τὸ δὲ "Ἀχαιΐδα πουλυβότειραν" δεξιῶς ἐρρέθη, ὡς ἐκ τοιαύτης γῆς πολυανθρώπου δηλαδὴ δυνατὸν ὂν ἀγείρειν λαόν. δῆλον δὲ ὅτι ὡς ἀρίστοις τῷ Ὀδυσσεῖ καὶ τῷ Νέστορι ἀνετέθη τὰ τῆς στρατολογίας.

(v. 774) Αὐλῆς δὲ χόρτον οἱ μὲν τὸν περιορισμόν φασι καὶ τὴν περιοχήν, οἱ δὲ τὸ χώρημα τῆς αὐλῆς, ὃ καὶ μέσαυλον ἀλλαχοῦ εἶπε. καί φασιν οἱ Ἐτυμολόγοι, ὅτι χόρτοι οἱ τροχαλοί, ἐπεὶ ἀπὸ χόρτου κατεσκευάζοντο. κάλλιον δὲ εἶπον ἕτεροι ὅτι, εἰ μὲν χόρτος νοηθῇ τὸ κατὰ χρῆσιν ἀρχαίαν κύκλῳ περίφραγμα, λέγεται οὕτω διὰ τὸ μὴ ἑρκίοις ἀλλὰ χόρτοις τὸ παλαιὸν φράττεσθαι τὰς αὐλάς, ἢ φυομένοις ἐπίτηδες ἢ καὶ ξηροῖς τιθεμένοις. εἰ δὲ τῆς αὐλῆς τὸ χώρημα χόρτος λέγεται, εἴη ἂν τοῦτο διὰ τὸ ὡς ἐπὶ πολὺ τὰς μεγάλας αὐλὰς χόρτοις ἐν καιρῷ θάλλειν ἐξ αὐτομάτου. Σημείωσαι δὲ ὅτι, ὥσπερ τὸ αὐλῆς χόρτος ἐκ τῆς παλαιᾶς χρήσεως ἐλαλήθη, οὕτω καὶ αἱμασιὰ πάλαι μὲν δοκεῖ ἐξ ἀκανθῶν εἶναι, δι' ὧν αἱμάσσεται χείρ, ὕστερον δὲ καὶ τὸ ἁπλῶς ἐκ χαλίκων τειχίον αἱμασιὰ ἐλέγετο. φασὶ γοῦν οἱ παλαιοί, ὅτι αἱμασιὰ ἐκ χαλίκων οἰκοδόμημα, τειχίον, θριγκός, καὶ ἕτερα τοιαῦτα, περὶ ὧν δηλοῦται καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. Καινὸν δὲ οὐδὲν χόρτον αὐλῆς λέγεσθαι τὴν περιοχὴν ἀπὸ χόρτου [326] κατὰ ἀρχαϊσμόν, εἴγε καὶ τὸ χορτάζεσθαι κυρίως μὲν ἐπὶ ὑποζυγίων παρὰ τὸν χόρτον, τίθεται δὲ καὶ ἐπὶ ἀνθρώπων, ὡς καὶ Αἴλιος Διονύσιος παρασημαίνεται. Ἄλεισον δὲ ὅτι κυρίως τὸ μὴ λεῖόν ἐστι ποτήριον, ἀλλαχοῦ δεδήλωται. ὥστε ἄλειόν ἐστι τὸ ἀπαθές, οἱονεὶ τὸ μὴ λεῖον ἀλλὰ τραχὺ τοῖς ἐμπαίσμασιν, ἐπενθέσει δὲ τοῦ σ γέγονεν ἄλεισον, καὶ οὕτως οὐ παρρησιάσεται ἡ τοῦ ι γραφὴ ἐν τῷ ἄλεισον, ὡς ἐν τῷ λισσόν, οὗ χρῆσις ἐν τῷ "λισσὴ δ' ἀναδέδρομε πέτρη". εἰ δέ γε ἀπὸ τοῦ ἀλές γίνεται, ὅ ἐστιν ἀολλὲς καὶ ἄθρουν, ἵνα ᾖ ἄλεισον, ἐξ οὗ ἔστι πιεῖν ἀλὲς καί, ὡς οἷον εἰπεῖν, ἀμυστί, κατὰ τὸ δέπας, ὃ ἄμυστις λέγεται, εἴη ἂν τότε ἡ ει δίφθογγος ἄμαχος, ὡς τοῦ ε προαναφανέντος, εἶτα τοῦ ι πλεονάσαντος ἐν αὐτῷ.

(v. 775) Τὸ δὲ "σπένδων ἐπ' αἰθομένοις ἱεροῖς" πρὸς διαστολὴν εἴρηται σπονδῆς ἑτεροίας, ὁποῖαι πολλαὶ καὶ δίχα θυσιῶν ἐγίνοντο. [Τὸ δὲ "αἴθοπα οἶνον" μετὰ τοῦ αἰθομένοις ἱεροῖς παρήχησίν τινα ἐμφαίνει, ἤδη δὲ καὶ ἐτυμολογικοῦ ἐστι τρόπου, ὡς παρὰ τὸ αἴθω, τὸ καίω, ἐξ οὗ καὶ ὁ αἶθοψ οἶνος. Ὁ μέντοι μῦθος ἄλλο τι περὶ αὐτοῦ βούλεται. λέγεται γάρ που Εὐριπίδης εἰπεῖν ἕνα εἶναι τῶν ἵππων Ἡλίου Αἴθοπα, πεπαίνοντα ὀρχάτους ὀπωρινούς, ἐξ οὗ βροτοὶ καλοῦσιν οἶνον αἴθοπα.] Τὸ δὲ "αἰθόμενα ἱερά" διαστέλλεται τῶν ἔτι περιαγομένων καὶ σφαζομένων καὶ δερομένων καὶ μιστυλλομένων.

(v. 776) Τὸ δὲ "ἀμφὶ βοὸς ἕπετον κρέα", ὅ ἐστιν ἐνηργεῖτε καί, ὡς εἰπεῖν, ἀμφείπετε, συντομωτάτη ἐστὶν ἐπιτομὴ τῆς ἐν ἄλλοις πολλαχοῦ [327] ἐκτιθεμένης θυτικῆς διασκευῆς, ὁποία πρὸ τῶν ἄλλων ἐν τῇ ἄλφα ῥαψῳδίᾳ ἔκκειται. [Ἀκόλουθον δὲ κἀνταῦθα τὸ νόημα τῷ κατὰ τοὺς ἥρωας ἐθισμῷ. κρεωφάγοι γὰρ ἦσαν, εἰ μή τι παρενέπεσε τὸ πρὸς βίαν κωλῦον. ἐκεῖθεν δὲ κατέβη τὸ ἔθος καὶ εἰς τοὺς ὕστερον. Λακεδαιμονίοις γοῦν, φασί, πρὸς μίμησιν ὀψοποιοὶ ἦσαν κρέως σκευασίας, ἄλλου δ' οὐδενός.]

(v. 777) Τὸ δὲ "ταφὼν δ' ἀνόρουσεν Ἀχιλλεύς" καὶ φθάσαν ἐρρέθη ἐν ταῖς Λιταῖς ὡς ἴδιόν τι τοῦ Ἀχιλλέως ὄν.

(v. 779) Ἐν δὲ τῷ "ξείνια παρέθηκεν" ἀορίστως λέγει καὶ οὐκ εἰδοποιεῖ διὰ τὸ μὴ ἀναγκαῖον εἶναι μετρεῖν αὐτὰ ἔξω καιροῦ εἰς οὐδὲν δέον, εἰ καὶ ἄλλως ἐχρῆν ὁμοίως τοῖς ἀνωτέρω λεπτολογῆσαι καὶ αὐτά.

(v. 780) Τὸ δὲ "τάρπημεν ἐδητύος ἠδὲ ποτῆτος", ὅ ἐστιν ἐκορέσθημεν, ἢ μᾶλλον ἡδύνθημεν διὰ τοῦ φαγεῖν καὶ πιεῖν, παράφρασίς ἐστι σαφὴς τοῦ "πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο".

(v. 781) Τὸ δὲ "ἦρχον ἐγὼ μύθοιο" σεμνῶς ἔφη ὁ γέρων, ὡς τοῦ Ὀδυσσέως δηλαδὴ ὢν λογιώτερος. οἱονεὶ γοῦν ἀξιοῖ καὶ νῦν αὐτὸς πεῖσαι ἐξελθεῖν εἰς μάχην. Τὸ δὲ "κελεύων [ὔμμ' ἄμμιν ἕπεσθαι" σκληρόν ἐστι καὶ τῇ φράσει καὶ τῇ συναλιφῇ. ὁ γοῦν τὰ σχεδικὰ γριφεύων μάμμην ἂν παρακούσοι ἐνταῦθα οἷα τῶν τοιούτων ἐθάς. αὐτὸ δὲ] τὸ κελεύων φανερῶς οὐ δεσποτικὴ λέξις ἐστί. φιλικῶς γάρ, οὐ μὴν ὡς δεσπότης ἐκέλευεν ὁ Νέστωρ Ἀχιλλεῖ καὶ Πατρόκλῳ εἰς μάχην ἕπεσθαι. ἰσοδυναμεῖ γοῦν, ὡς καὶ ἐν ἄλλοις, τὸ κελεύειν τῷ ἀξιοῦν. οὕτω δὲ καὶ τὸ σημαίνειν κατωτέρω τοιοῦτόν τι δηλοῖ, ἐπειδὴ σημεῖα τῶν νοουμένων τὰ λεγόμενα. Ἰστέον δὲ [328] ὅτι ἀπὸ τοῦ κέλω γίνεται κελέω καὶ κελεύω, ὡς βούλω βουλεύω, καὶ ἔστι πιθανῶς εἰπεῖν ὡς ἐκ τοῦ τοιούτου κέλω ἢ κελέω γίνεται καὶ ἵππος κέλης ὁ ἄζευκτος, καὶ μᾶλλον τὸ πλοῖον οἱ κέλητες, ἐπεὶ τὸ κελεύειν καὶ ἐπὶ πλοίων λέγεται, ὡς τὸ "κατακέλευε δή" παρὰ τῷ Κωμικῷ. εἰ δὲ καὶ οἱ κελέοντες ἐκ τοῦ τοιούτου ῥήματος γίνονται ἢ ἀπὸ τοῦ κέλλειν, ἐξ οὗ καὶ τὸ ὀκέλλειν κατὰ πλεονασμόν, οὐκ ἔστιν ἀσφαλῶς εἰπεῖν. Χρῆσις δὲ τῶν κελεόντων παρά τε ἄλλοις καὶ παρὰ Παυσανίᾳ, ὅς φησιν, ὅτι κελέοντες οἱ ἱστόποδες καὶ τὰ λεπτὰ καὶ πηνοειδῆ τῶν ξύλων. λέγει δὲ καὶ Αἴλιος Διονύσιος, ὅτι κελέοντες οἱ ἱστόποδες καὶ πάντα τὰ μακρὰ ξύλα. [(v. 782) Τὸ δὲ "μάλα ἠθέλετον" προθυμίαν ἄκραν δηλοῖ, οὐ γὰρ ἁπλῶς ἤθελον, ἀλλὰ μάλα ἤθελον. Ἰστέον δὲ ὅτι τοῦ ἐθέλειν ῥήματος ὄντος μέσου, ἤγουν μήτε μόνως ψεκτοῦ μήτε αὖ ἐπαινετοῦ, ἀλλ' ἐν μεσότητι κειμένου ἀμφοῖν, καὶ ὁ ἐθελοντής, τὸ ἐξ ἐκείνου δηλαδὴ ὄνομα, μέσως ἔχει, καθὰ καὶ ὁ ἑκοντής. καὶ οὕτω μὲν κατὰ τὸ κοινῶς σύνηθες. Θηβαῖοι δέ, πολλὰ ἰδίως ὀνομάζοντες, καί, ὥς φασιν οἱ παλαιοί, καινουργοῦντες κατὰ τὰς φωνάς, παιγνιώδη λέξιν οἴδασι τοὺς ἐθελοντάς. λέγεται γὰρ ὅτι ἐκ τοῦ δέκω Ἰωνικοῦ γίνεται δείκω, ἐξ οὗπερ οὐ μόνον ἀριδείκετος καὶ δεικανῶ, ἀλλὰ καὶ δείκηλον. ὅθεν δεικηλισταὶ παρὰ Λάκωσιν κωμικοί, λέγοντες τοιάδε [329] τινά· ἐὰν ἐπιχώριος ἰατρὸς εἴπῃ· τρύβλιον δότε πτισσάνης, καταφρονοῦμεν, ἐὰν δὲ πτισσάνας, θαυμάζομεν, ὡς δηλαδὴ δωρίζοντα, καὶ εἰ μὲν σευτλίον, παρείδομεν, εἰ δὲ τευτλίον, ἀσμένως ἠκούσαμεν. δεικηλισταὶ οὖν οἱ τοιοῦτοι, ὡς εἴ τις εἴποι σκευοποιοὶ καὶ μιμηταί. Σικυώνιοι δὲ φαλλοφόρους αὐτούς φασιν, οἱ δὲ αὐτοκαυδάλους τε καὶ ἰάμβους, Ἰταλοὶ δὲ φλύακας, Θηβαῖοι δὲ ἐθελοντάς.]

(v. 783) Σημείωσαι δὲ καὶ ὅτι, καθὰ τὸ "ἔδδεισεν ὁ γέρων" φιλῶν τὸ γῆρας ἔφη ὁ ποιητὴς καὶ σεμνύνων τῇ λέξει τὸν ἱστορούμενον, οὕτω καὶ ἐνταῦθά φησι "Πηλεὺς μὲν παιδὶ γέρων ἐπέτελλεν", καὶ ἐπέτελλεν ὁ γέρων Μενοίτιος. [Ἔστι δὲ καὶ ἀντιθετικὸν τὸ "παιδὶ γέρων ἐπέτελλε".]

(v. 784) Τὸ δὲ "αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων" ἱστορεῖται χρησιμεῦσαι σοφῷ τινι ἐν προσφωνήσει ἀρχοντικῇ. ὁ μὲν γὰρ ἄρχων ἤρετο τὸν σοφόν, τί ἂν ἐξ ἐκείνου θέλοι, ὁ δὲ εἴτε φιλοσόφως διατεθεὶς εἴτε καὶ ἄλλως αὐτάρκης ὢν ᾔτησε μὲν οὐδέν, τὸν δὲ ῥηθέντα στίχον ἐξεφώνησε, μονονουχὶ φάμενος τούτου καὶ μόνου δεῖσθαι, τοῦ τὸν φίλον στρατηγὸν εὐτυχεῖν. ὁ δὲ ὑπείροχος πρὸ ὀλίγων κύριον ἦν, οὗ υἱὸς ὁ Ὑπειροχίδης Ἰτυμονεύς.

(v. 786) Τὸ δὲ "γενεῇ ὑπέρτερος" ἀντὶ τοῦ εὐγενείᾳ. Καὶ σημείωσαι τὴν λέξιν. οἱ δὲ παλαιοί φασιν, ὅτι Ἴωνες ὑπέρτερον τὸν νεώτερον λέγουσιν, ὡς λέγειν ἐνταῦθα τὸν Νέστορα, ὅτι νεώτερος μὲν ὁ Ἀχιλλεύς, σὺ δὲ πρεσβύτερος, ὥστε ἐκεῖνον μᾶλλόν σοι πειστέον, οὐ μὴν τὸ ἀνάπαλιν.

(v. 788) Τὸ δὲ φάσθαι καὶ ὑποθέσθαι καὶ σημαίνειν εἰσὶ μέν πως ἰσοδύναμα ὡς ἐν ταυτολογίᾳ, διὸ καὶ παράκεινται, λαμβάνονται δὲ ἀντὶ προστακτικοῦ. Καὶ τὸ μὲν ὑποθέσθαι τὸ ῥῆμά ἐστιν, ἐξ οὗ ὑποθήκη λέγεται ἡ παραίνεσις.

(v. 789) Τὸ δὲ σημαίνειν πραῢν ὑποδηλοῖ τὸν Ἀχιλλέα, εἴπερ ὁ τηλικοῦτος μετὰ τὸν διδάσκαλον Φοίνικα καὶ τοῦ Πατρόκλου σημαίνοντος ἀνέξεται. Ἐκ δὲ τοῦ φάσθαι καὶ ἡ ῥηθησομένη παραίφασις, οἷς σύστοιχον καὶ τὸ παρειπεῖν μετ' ὀλίγα ἐν τῷ "θυμὸν ὀρίνῃς παρειπών". Τὸ δὲ "πείσεται εἰς ἀγαθόν" ἔπαινος Ἀχιλλέως ἐστὶν ὡς στερεοῦ καὶ μὴ ἁπλῶς πειθομένου, εἰ μὴ ἐπ' ἀγαθῷ. Ὅρα δὲ καὶ ὡς Ὀδυσσεὺς μὲν ἐν ταῖς Λιταῖς τὸν Ἀχιλλέα παραινέσεων ἀναμιμνήσκων πατρικῶν εἰς πλάτος, ὡς καὶ πρὸ ὀλίγων ἐρρέθη, ἐξετίθει αὐτάς, Νέστωρ δ' ἐνταῦθα μέμνηται μὲν [330] τοῦ τοιούτου κεφαλαίου ὁμοίως, πλὴν ἐν στίχῳ ἑνὶ διὰ τὸ προειλῆφθαι τὴν τοιαύτην ἐκεῖ μέθοδον, ἃ δὲ ὁ Μενοίτιος τῷ υἱῷ Πατρόκλῳ ὑπέθετο, πλατυλογεῖ, ὅτι καὶ ἐνδέχεται διὰ τὸ παρεῖναι τὸν Πάτροκλον.

(v. 790) Τὸ δὲ "σὺ λήθεαι" καὶ ἑξῆς ὀνειδισμός τέ ἐστιν ἅμα καὶ ἐρεθισμός, ὡς μὴ τοῦ Πατρόκλου κατέχοντος τὸ πατρικὸν διδασκάλιον, ἄρτι δὲ ἀναμιμνησκομένου, ἵνα νῦν γοῦν αὐτὸ ἀναλήψεται ἐνθυμηθείς, ὡς οὔτε ὁ ἑταῖρος Ἀχιλλεὺς αἰὲν ἀριστεύει ὡς ἐπὶ τοσοῦτον μηνίων, οὔτε αὐτὸς ὑποτίθεταί τι σημαίνων πυκινὸν ἔπος. οὕτω δὲ καὶ ἀνωτέρω ἐν τῷ "μάλα ἠθέλετον" λήθην ὀνειδίζει τῆς πάλαι προθυμίας, καθ' ἣν τότε μὲν μάλα ἤθελον, νῦν δὲ τηλικοίδε ὄντες ὀκνοῦσι τὸν πόλεμον καὶ κεῖνται ἀπόμαχοι. [Τὸ δὲ "ἀλλ' ἔτι καὶ νῦν" περιττὸν ἔχει καὶ τὸ ἐτι καὶ τὸν και σύνδεσμον, δηλοῖ γὰρ τό· ἀλλὰ νῦν ταῦτα εἴποις.]

(v. 792) Τὸ δὲ σχῆμα τοῦ "τίς οἶδεν εἰ τότε γένηται" καὶ ἐν τῷ τέλει τῆς π΄ ῥαψῳδίας κεῖται. Τὸ δὲ "σὺν δαίμονι" ἀντὶ τοῦ σὺν ἀγαθῇ τύχῃ.

(v. 793) Παραίφασις δέ, ὥσπερ καὶ παρειπεῖν, οὐδὲν ἄλλο ἐστὶν ἢ φάσθαι πυκινὸν ἔπος, ὡς προείρηται. γνωμικὸν δὲ τὸ "ἀγαθὴ παραίφασίς ἐστιν ἑταίρου". ἔνθα προσληπτέον ἀπὸ κοινοῦ τὸ ἀγαθοῦ. οὐ γὰρ ἡ τοῦ τυχόντος ἑταίρου παραίφασις ἀγαθή ἐστιν, ἀλλ' ἡ τοῦ ἀγαθοῦ. τοιοῦτον καὶ τὸ "ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι πατρός". προσνοητέον γὰρ καὶ ἐκεῖ τὸ "ἀγαθὸν παῖδα", ἄλλως γὰρ οὐδὲν ἀγαθὸν κατοιχομένῳ πατρὶ παῖς οὐκ ἀγαθός. ὁμοίου σχήματος καὶ τὸ "οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους". καὶ ἐκεῖ γὰρ ἀπὸ κοινοῦ νοεῖται τὸ δεινά ἐν τῷ εἰργασμένους, ἵνα λέγῃ ὡς οὐ δεινὸν δεινὰ πάσχειν τοὺς δεινὰ εἰργασμένους.

(v. 795) Τὴν δὲ θεοπροπίην ἑρμηνεύων ἐν περιφράσει ἐπήγαγε τὸ "καί τινά οἱ πὰρ Ζηνὸς ἐπέφραδε μήτηρ", μονονουχὶ λέγων, ὅτι θεοπροπία ἐστὶ φράσις τις ἐκ Διός, Πανομφαίου δηλαδή.

(v. 797) Τὸ δὲ "φόως γένηαι" ἀντὶ τοῦ ὠφελήσῃς, ὡς τῶν ἡττωμένων ὑπὸ σκότῳ δι' αἰσχύνην δοκούντων εἶναι. διὸ παρατετηρημένως ὁ ποιητὴς ἔφη οὐχ' ἁπλῶς "αἴ κεν φῶς γένοιο", ἀλλὰ "αἴ κεν τι φόως". οὐ γὰρ ἁπλῶς φῶς ἡ ὠφέλεια ἢ ἡ νίκη ἢ ἡ ἐπικουρία, ἀλλά τι φῶς καὶ ὡσανεὶ φῶς.

(v. 798-800) Λέγει δ' ἐνταῦθα ὁ ποιητὴς προαναφωνητικῶς διὰ τοῦ Νέστορος καί, ὡς οὐ μόνον αὐτὸς ὁ Ἀχιλλεὺς ἀλλὰ καὶ εἰκασμὸς αὐτοῦ τοὺς Τρῶας ἔχει ἐκφοβεῖν. ὅθεν καὶ ἀξιοῖ βοηθῆσαι διὰ Πατρόκλου τὸν Ἀχιλλέα τοῖς Ἕλλησι μὴ κινδυνεύοντα. ἐν οἷς ἅμα καὶ κολακεύει σωφρόνως [331] τὸν Ἀχιλλέα, εἴπερ τὰ ἐκείνου ὅπλα καὶ μόνον ὀφθέντα ἀριστεύσει φαντάσαντα τὸν Ἀχιλλέα. σεμνὸν δὲ καὶ τῷ Πατρόκλῳ τὸ εἰς Ἀχιλλέα τυπωθῆναι καὶ οὕτω νόθῳ Ἀχιλλεῖ φανέντι μέγα στῆσαι τρόπαιον, ἵνα τῷ τῆς ὁπλίσεως εἰκασμῷ ἄλλος φανήσεται Ἀχιλλεὺς κατὰ φιλίας ὅρον, ὃς τὸν φίλον τινὶ ἄλλον αὐτὸν εἶναί φησι. Τὸ δὲ "ἴσκοντες" ποιητικὴ μέν ἐστι λέξις καὶ αὐτὸ καθὰ καὶ ἄλλαι, καὶ οὐκ εὔλαλος τῷ καταλογάδην γράφοντι. Γίνεται δὲ ἀπὸ τοῦ εἴδω, εἴσω, ἐνεστὼς εἴσκω, καὶ διαλύσει ἀναγκαίᾳ ἐΐσκω, ἵνα μονοφθογγῆται ἀναλόγως ἡ παραλήγουσα, καὶ ἀφαιρέσει ἴσκω, ἐξ οὗ καὶ τὸ "ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα".

(v. 801) Τὸ δὲ "ὀλίγη ἀνάπνευσις πολέμοιο" οὐ μόνον πρὸς ἕν τι τὸ σήμερον, ἀλλὰ καὶ ἐν τῷ καθόλου δύναται λέγεσθαι, διότι ἡ τῶν κατὰ κράτος νικωμένων ἀνάπαυσις παρὰ μικρὰν γίνεται ῥοπὴν καὶ ἀνδρὸς ἑνὸς ἐπιφάνεια κατὰ τοὺς παλαιοὺς ἢ φόβου ὑπόνοια μεγάλην ὡς τὰ πολλὰ μεταβολὴν ἐνειργάσατο. Τοῦ δὲ ἀνάπνευσις ῥῆμα ὂν τὸ ἀναπνεῦσαι ἀνωτέρω αὐτοῦ ἐτυμολογικῷ τρόπῳ κεῖται, περὶ οὗ ἀλλαχοῦ εἴρηται.

(v. 802 s.) Τὸ δὲ "ῥεῖα δὲ ἀκμῆτες κεκμηότας ἄνδρας ὤσαισθε" κεφάλαιόν ἐστιν ὃ καλεῖται δυνατόν. κατασκευάζει γὰρ ὁ γέρων, ὅτι ῥᾷον οἱ Τρῶες νικηθήσονται, ἀξιῶν καὶ οὕτω ἀκινδύνως τὸν Ἀχιλλέα βοηθῆσαι τοῖς Ἀχαιοῖς. [Ὅρα δὲ τὸ ἀκμῆτες καὶ τὸ κεκμηότες, ἐν οἷς, καθὰ καὶ ἐν τοῖς ὁμοίοις, κοινότερον φυλάσσεται τὸ κ πρὸ τοῦ μ μετὰ τὴν συγκοπήν. Ἀττικὸς δὲ ἀνὴρ ἀγμῆτες ἂν εἶπε καὶ κεγμηότες διὰ τοῦ γάμμα κατὰ τὸ ἐοίκαμεν ἔοιγμεν παρὰ Σοφοκλεῖ, καὶ κατὰ τὸ δοξῶ δόγμα.] Τὸ δὲ "ὤσαισθε" κυριολεκτεῖται καὶ νῦν. κάτωθεν γὰρ ἐκ τῶν νηῶν ἐπὶ τὴν ἠνεμόεσσαν φεύγοντες Ἴλιον οἱ Τρῶες ὀρθῶς ὠθεῖσθαι λεχθήσονται κατὰ τὸ "λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον". [Εὐκτικῶς δὲ γράφεται τὸ "ὤσαισθε", ὡς δηλοῖ Πάτροκλος ἐν τοῖς ἑξῆς τὰ τοῦ Νέστορος πρὸς Ἀχιλλέα λαλῶν καὶ παρῳδῶν ὡς ἐν μεταποιήσει τὸ ὤσαισθε εἰς τὸ πρῶτον αὐτοῦ τὸ [332] ὠσαίμεθα. Ἰστέον δὲ ὅτι ὠθεῖν κυρίως μὲν τὸ ῥηθέν ἐστι, λέγεται δὲ καὶ ἄλλως κοινότερον τὸ βιαίως ἀποκινεῖν. οὕτω γάρ τις ὠθεῖν καὶ ἀντωθεῖν λέγεται καὶ προωθεῖν καὶ ἐξωθεῖν. τοιούτου δὲ ῥήματος προῆκται καὶ τὸ ὠστίζεσθαι, ὃ καὶ παρὰ τῷ Κωμικῷ κεῖται, καὶ ὁ ὠθισμός. ἐκ τοιαύτης δὲ σημασίας καί τις κωμικὸς Μαρωνείτης κατὰ βροντῆς παίξας ἔφη τὸ "ἐξέωσε βροντὴν ἠλέματον, ὁκοίην ἀροτὴρ γέρων χαλᾷ βοῦς", παίξας εἰς τὴν βροντὴν καὶ αὐτός, ὡς ὁ Ἀριστοφάνης ἐν Νεφέλαις.] Ἐν τούτοις δὲ λέγεται κεφαλαιωδῶς πρὸς τῶν παλαιῶν καὶ ταῦτα, ὡς διὰ μὲν τῶν ἰδίων, τουτέστι διὰ τῶν οἰκείων, διηγημάτων εἰς ζῆλον ὁ Νέστωρ ὅμοιον προκαλεῖται τὸν Πάτροκλον, ἀναμνήσας δὲ τῆς παλαιᾶς θυσίας ὀνειδίζει πικρῶς καὶ ἀδικεῖν φησιν αὐτόν τε καὶ τὸν Ἀχιλλέα, τῆς βασιλικῆς συμμαχίας ἀφισταμένους, ἥν, ὡς καὶ προϋπελαλήθη, ἐπὶ θεοῦ μάρτυρος ἐποιήσαντο, εἴπερ τότε φιλοφρονησάμενοι περιορῶσι νῦν τοὺς ξένους ἀναιρουμένους. Οἷς δὲ λέγει περὶ Μενοιτίου καὶ Πηλέως, παραβαίνειν αὐτοὺς ὑποθήκας πατρικὰς ὑποφαίνει ὡς τρόπον τινὰ μισοπάτορας. αὔξει δὲ καὶ τὸ τοῦ Ἀχιλλέως φιλότιμον, ἐκείνῳ τὸ πᾶν ἀνατιθείς, οὐ μόνον τοῦ μὴ κινδυνεῦσαι, ἀλλὰ καὶ τοῦ περιγενέσθαι τῶν Τρώων τοὺς Ἀχαιούς. δείκνυσι δὲ καὶ εὐχερεστάτην τὴν χάριν, εἰ καὶ μόνος Ἀχιλλέως εἰκασμὸς τὴν νίκην ἀπεργάσεται. Διδάσκει δέ, φασίν, ἐν τούτοις ὁ ποιητὴς καὶ μηδὲ ῥᾳδίως οὕτω τῶν πραγμάτων ἀπέχεσθαι, ἀλλὰ διαφόρως προσλιπαρεῖν εἴτ' οὖν προσμένειν ταῖς πράξεσιν. ἰδοὺ γάρ, ὁ Νέστωρ μηδὲν ἀνύσας τὸ πρῶτον, οἷς ἐβουλεύσατο περὶ τῶν πρέσβεων, ἑτέρᾳ μεθόδῳ ταύτῃ πρεσβείας διὰ τοῦ Πατρόκλου χρησάμενος ἤνυσε. Σιγηλὸν δέ, φασί, καὶ ἐνηῆ τὸν Πάτροκλον καὶ μειλίχιον κἀνταῦθα ὁ ποιητὴς ὑποτίθεται καὶ αἰδήμονα. ὅς, καὶ ταῦτα ἐπειγόμενος, ἀνέχεται μακρολογοῦντος τοῦ Νέστορος, καὶ ἀκούσας πολλὰ οὐδὲν ἀντιφθέγγεται, ἀλλὰ καταπεισθείς, ‑ ὤρινε γάρ, φησίν, αὐτῷ θυμὸν ἐνὶ στήθεσσιν ὁ Νέστωρ ‑ ἔβη θέειν ἐπ' Ἀχιλλέα ποιήσων τὰ τῆς πρεσβείας. Ἔτι πρὸς τοῖς εἰρημένοις ἰστέον καί, ὡς πολλοὶ τόποι τῆς ἐκτεθειμένης Νεστορέης ἀφηγήσεως χρησιμεύουσιν [333] εἰς πεζοῦ λόγου παραπλοκάς, οἷον ἐπὶ δυστυχίᾳ πολέμου ῥητέον τὸ

(v. 657-659) "οὐδέ τι οἶδε πένθεος, ὅσσον ὄρωρε κατὰ στρατόν. οἱ γὰρ ἄριστοι κείαται βεβλημένοι οὐτάμενοί τε".

(v. 668-670) Γέροντι δὲ ἀνακαλουμένῳ τὴν πάλαι ἀκμὴν οἰκεῖον τὸ "οὐ γὰρ ἐμὴ ἲς ἔσθ' οἵη πάρος" καὶ ἑξῆς, ὁμοίως καὶ τὸ "εἴθ' ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη, ὡς ὁπότε" τόδε ἐποίησα.

(v. 675 s.) Ἀριστέως δὲ πτῶσιν λαλεῖ τὸ "ἔβλητ' ἐν πρώτοισιν ἀπὸ χειρὸς ἄκοντι, κὰδ δ' ἔπεσε, λαοὶ δὲ περίτρεσαν".

(v. 693) Φυγὴν δὲ ἐκ μεγάλης τροπῆς φράζει τὸ "τῶν οἶος λιπόμην, οἳ δ' ἄλλοι πάντες ὄλοντο".

(v. 707 s.) Κοινὴν δὲ ἐπέλευσιν ἐχθρῶν δηλοῖ τὸ "οἳ δὲ πάντες ἦλθον ὁμῶς, αὐτοί τε πολεῖς καὶ μώνυχες ἵπποι".

(v. 713) Πολιορκητικὸν δὲ τὸ "τὴν δ' ἀμφεστρατόωντο διαρραῖσαι μεμαῶτες", ἔνθα διπλῆ σύνταξις· ἢ γὰρ τὴν δ' ἀμφεστρατόωντο ἢ ἀμφεστρατόωντο τήνδε διαρραῖσαι θέλοντες.

(v. 716 s.) Προθυμίαν δὲ στρατιωτῶν παριστᾷ τὸ "οὐδ' ἀέκοντα λαὸν ἄγειρεν, ἀλλὰ μάλα ἐσσυμένους πολεμίζειν". Ἔνθα καὶ Ἀττικῶς ἀπεδόθη τὸ ἐσσυμένους πρὸς τὸ λαόν.

(v. 734) Πολέμου δὲ μεγάλου παραστατικὸν τὸ "ἀλλά σφι προπάροιθε φάνη μέγα ἔργον Ἄρηος".

(v. 755) Τροπῆς δὲ πολέμου δηλωτικὸν τὸ "κτείνοντές τ' αὐτοὺς ἀνά τ' ἔντεα καλὰ λέγοντες", ἤγουν ἀναλεγόμενοι πανοπλίας. Καὶ ἄλλα δὲ ἄλλως πολυειδῶς παραπλακήσονται.

(v. 806 s.) Ὅτι περί που τὰς τοῦ Ὀδυσσέως νῆας ἦν τοῖς Ἀχαιοῖς ἀγορή τε θέμις τε. ἐκεῖ δὲ αὐτοῖς καὶ θεῶν τετεύχατο βωμοί, ὡς ἂν ὁ σοφὸς πᾶσιν ἐπιστατῇ τοῖς τε ἀνθρωπίνοις τοῖς τε θείοις.

(v. 809-813) Ὅτι εἰπόντος Ὁμήρου ὡς Εὐρύπυλος βεβλημένος κατὰ μηρὸν ὀϊστῷ ἀντεβόλησε Πατρόκλῳ "σκάζων ἐκ πολέμου, κατὰ δὲ νότιος ῥέεν ἱδρὼς ὤμων καὶ κεφαλῆς, ἀπὸ δ' ἕλκεος ἀργαλέοιο αἷμα μέλαν κελάρυζε, νόος γε μὲν ἔμπεδος ἦεν", θαυμάζουσι τὸν λόγον τῆς συντομίας οἱ ῥήτορες ὡς διὰ βραχέων πολλὰ δηλώσαντα. καμάτου μὲν γὰρ σημεῖον ἱδρώς, τραύματος δὲ αἷμα, τὸ δὲ σκάζειν ἀλγηδόνος γινόμενον ἐκ τοῦ κῶ, τὸ κεῖμαι, κάζω κατὰ παραγωγὴν καὶ πλεονασμῷ τοῦ σ σκάζω. δοκεῖ γὰρ ὁ σκάζων ἐθέλειν κεῖσθαι τῇ εἰς πτῶμα παρεκκλίσει.

(v. 811) Νότιον δὲ ἱδρῶτά φασιν οἱ Ὑπομνηματισταὶ τὸν ἐκ τοῦ νοσεῖν τὸ σῶμα τὸν οἱονεὶ νόσιον, οἱ δὲ τὸν πάνυ τὸ σῶμα ὑγραίνοντα, ἐκ τοῦ Νότου ἀνέμου ὄντος ὑγροῦ. καὶ ἔστιν ἐκ τούτων ἀστεΐσασθαι Ἀττικὴν νόσον εἶναι τὸν Νότον ὡς οἷα τοῦ σ μεταληφθέντος Ἀττικῶς εἰς τὸ ταῦ.

(v. 813) Τὸ δὲ κελαρύζειν δαψίλειαν [334] τοῦ ῥέοντος αἵματος δηλοῖ, ὡς οὐχ' ἁπλῶς καταρρέοντος, ἀλλὰ καὶ μετά τινος ποιοῦ ἤχου. τὸ δὴ τοιοῦτον αἷμα καὶ ἀνακοντίζοι ἄν, ὅπερ ἀλλαχοῦ φησιν ὁ ποιητής. Τὸ δὲ "νόος γε μὲν ἔμπεδος ἦν" οὐ μάτην ὡς ἐπὶ στίχου συμπληρώσει κεῖται, ἀλλὰ δεινῶς ἐγράφη. ἐπεὶ γὰρ αἵματος μὲν πολλὴ ῥύσις λειποθυμίαν ἐμποιεῖ καί που ἐντεῦθεν καὶ ἀλλοφροσύνην, τὸν δὲ Εὐρύπυλον ἐθέλει ὁ ποιητὴς νήφειν, ἐφ' οἷς μετ' ὀλίγα ἐρεῖ, προαναφωνεῖ ὡς οὔπω ἡ τοῦ αἵματος ῥύσις αὐτὸν κατεπόνησεν.

(v. 809) Ὅρα δὲ τὸ "βεβλημένος", ὅτι καὶ αὐτὸ οὐχ' ἁπλῶς καὶ εἰκαίως παρερρίφη ἀλλ' ὡς ἐπίσημόν τι νῦν τοῦ ἥρωος. διὸ καὶ μετ' ὀλίγα πάλιν φησὶ "τὸν δ' Εὐρύπυλος βεβλημένος ηὔδα". καὶ ἔστι σεμνώματος ἄξιος ὁ Εὐρύπυλος καί τινος δὲ οἴκτου, εἴπερ ὁ μὲν Μαχάων τὸν ὦμον βεβλημένος πολλῆς ἐπιμελείας τυγχάνει καὶ ἐφ' ἅρματος κομίζεται, ὁ δὲ Εὐρύπυλος οὐδὲ τὸν ὑπανέχοντα ἔχει ἀλλὰ σκάζει, αὐτὸς βαδίζων.

(v. 828) Διὸ καὶ οἰκτίζεται αὐτὸν ὁ Πάτροκλος εἰπόντα "ἀλλ' ἐμὲ μὲν σάωσον ἄγων ἐπὶ νῆα" καὶ ἑξῆς. Τὸ δὲ "βεβλημένος ἀντεβόλησεν" ἔχει τι παρηχήσεως.

(v. 815-818) Ὅτι Νέστωρ μὲν στοχαζόμενος εἶπεν, ὡς ὀλοφύρεται τοὺς Ἀχαιοὺς Ἀχιλλεύς, Πατρόκλῳ δὲ αὐτὸς ὁ ποιητὴς τὸ τοιοῦτον πάθος ἐπιμαρτύρεται. ὀλοφυρόμενος γὰρ πρὸς Εὐρύπυλον λαλεῖ, ὅσα τις εἴποι ἂν περί τινων, οἷς ἐν ἀλλοτρίᾳ γῇ ἀπέκειτο πεσεῖν "ἆ δειλοί" καὶ ἑξῆς, "ὡς ἄρ' ἐμέλλετε τῆλε φίλων καὶ πατρίδος αἴης ἄσειν", ὅ ἐστι κορέσειν, "ἐν Τροίῃ ταχέας κύνας ἀργέτι δημῷ", τουτέστι λευκῇ πιμελῇ, ἀπὸ τοῦ ἀργής ἀργῆτος ἀργῆτι κατὰ συστολὴν τῆς παραληγούσης, τοῦτο δὲ πρὸς διαστολὴν ἴσως τοῦ "ἀργῆτι κεραυνῷ". δηλοῦται δ' ἐνταῦθα τὸ εὐγυμνάστους εἶναι τοὺς Ἀχαιοὺς καὶ διὰ τοῦτο εὐλιπεῖς, ὥς που καὶ πόδας ὁ ποιητὴς λέγει λιπαρούς. χαρακτηρίζει δὲ καὶ ὁ Κωμικὸς τοὺς γυμναζομένους διὰ σώφρονος λιπαρότητος. [(v. 817) Ἰστέον δὲ ὅτι τὸ μὲν πατρίς παρονομασθὲν ἐκ τοῦ πατρός ‑ οὐ δήπου γὰρ ὑποκεκόρισται, ὅτι μηδὲ οἶδεν Ὅμηρος τοιαῦτα ‑ σεμνῶς ἔχει, τὸ μέντοι παρὰ τοῖς ὕστερον πατρίδιον φανερῶς ὑποκορίζει κωμικώτερον, οἷον "αὗται", ἤγουν αἱ ἑταιρίδες, "βιάζονται εἰσελθοῦσαι τοὺς μὲν γέροντας ὄντας ἐπικαλούμεναι πατρίδια", ὅπερ ἐστὶ πατέρων ὑποκορισμός, "τοὺς δ' ἀπφάρια, τοὺς νεωτέρους". Λέγει δὲ ἀπφάρια κατὰ μέν τινας τὰ ἀδέλφια, μάλιστα δὲ τά, ὡς εἰπεῖν, πατέρια. [335] ἀπφὺς γὰρ Δωρικῶς ὁ πατήρ, ἀφ' οὗ δηλαδή τις ἔφυ.]

(v. 816) Τὸ δὲ "ἆ δειλοί" καὶ ἐνταῦθα οἶκτον ἐμφαίνει τῷ κλητικῷ ἐπιρρήματι ὅμοιον ὂν τῷ "ὦ δείλαιοι".

(v. 820 s.) Ὅτι τὴν τοῦ Νέστορος ὁ Πάτροκλος ὑποπτεύων δεινότητα, μήποτε οὐκ ἀληθῶς ἀλλὰ πιθανῶς τὸν ὑπὲρ Ἑλλήνων ὡς κινδυνευόντων λόγον μετεχειρίσατο, ἐρωτᾷ τὸν Εὐρύπυλον "ἦ ῥ' ἔτι που σχήσουσι πελώριον Ἕκτορ' Ἀχαιοί, ἢ ἤδη φθίσονται ὑπ' αὐτοῦ δουρὶ δαμέντες".

(v. 823 s.) Καὶ ἀκούει, ὡς "οὐκέτι διογενὲς Πατρόκλεις ἄλκαρ Ἀχαιῶν ἔσσεται, ἀλλ' ἐν νηυσὶ μελαίνῃσιν πεσέονται", τουτέστι πρὸς αὐταῖς ἀναιρεθήσονται ταῖς ναυσίν. Ἕτεροι δὲ τοῦτο περὶ τῶν Τρώων νοοῦσι, ὡς αὐταῖς ἐμπεσοῦνται ταῖς ναυσὶν οἱ Τρῶες, ὅ ἐστι προσρήξουσι, διώκοντες τοὺς Ἕλληνας.

(v. 825-827) "Οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι, κεῖνται", ὡς καὶ προεδηλώθη, "βεβλημένοι οὐτάμενοί τε χερσὶν ὑπὸ Τρώων. τῶν δέ", φησί, "σθένος ὄρνυται αἰέν". ὃ δάκοι ἂν τὸν Πάτροκλον, εἴπερ ἀκούσας τοῦ Νέστορος χρῆναι τὸν ἀγαθὸν στρατηγὸν αἰὲν ἀριστεύειν, αὐτὸς μὲν οὐχ' οὕτω ποιεῖ, ἀνέχεται δὲ τῶν Τρώων ἀνδριζομένων ἀεί.

(v. 821) Ὅρα δὲ τὸ "ἤδη φθίσονται". Εἰ γὰρ καὶ τὸ "ἤδη σολοικιῶ" ἀπηγόρευταί τισιν ὡς βάρβαρον, ἀλλὰ καὶ ἐνταῦθα μέλλοντι τὸ "ἤδη" συντέτακται. Οὐκ ἐκ τοῦ φθίνω δὲ τὸ φθίσονται, ὡς οὐδὲ ἡ φθίσις καὶ ὅσα τοιάδε, ἀλλ' ἐκ τοῦ φθίω. [Ἰστέον δὲ ὡς ἐνταῦθα μὲν οὕτω γράφεται διὰ διχρόνου τὸ φθίσονται, ἐν μέντοι τῷ "φθήσονται τούτοισι πόδες καὶ γοῦνα καμόντα" ἑτέρως διὰ τοῦ ἦτα ἔστιν ἡ γραφή, ὡς ἀπὸ τοῦ φθῶ φθήσω, τὸ προλαμβάνω, ἵνα ᾖ τὸ μὲν φθίω ἐκ τοῦ φῶ, τὸ φονεύω, καθὰ καὶ τὸ φθίνω, καὶ τὸ σφάζω, ἐξ οὗ τὸ σφαδάζω, καὶ τὰ ὅμοια, τὸ δὲ φθήσω καὶ φθάσω καὶ φθάνω καὶ ὅσα τοιαῦτα ἐκ τοῦ φῶ, τὸ [336] λάμπω, πλεονασμῷ καὶ αὐτὰ τοῦ θῆτα.]

(v. 831 s.) Ὅτι Πάτροκλος μὲν πρὸς Ἀχιλλέως δεδίδακται τὴν ἰατρικήν, ὡς ὁ Ὁμηρικὸς Εὐρύπυλος λέγει, Ἀχιλλέα δὲ "Χείρων ἐδίδαξε, δικαιότατος Κενταύρων". τοῦτο δ' οὐχ' ὑπερθετικῶς εἴρηται, ὡς τῶν μὲν ἄλλων Κενταύρων δικαίων ἁπλῶς ὄντων, αὐτοῦ δὲ δικαιοτάτου, ἀλλὰ ἀπολύτως οὕτως ὡς ἐν ἁπλῷ σχήματι, οἷον δίκαιος ἐν Κενταύροις, ὡς καὶ Ζεὺς θεῶν ὀλοώτατος ἀντὶ τοῦ ὀλοὸς ἐν θεοῖς. Ἐπαφρόδιτος δέ, φασί, τὸ δικαιότατος Κενταύρων ἀντὶ τοῦ φιλοξενώτατος νοεῖ. δίκαια γάρ, φησίν, τὰ ξένια. [Ἐνθυμητέον δ' ἐνταῦθα καὶ ὑστερογενῆ ἀστείαν ὑπέρθεσιν ταύτην· Φασηλῖται Παμφυλίων μοχθηρότατοι, Σιδῆται δὲ τῶν ἐν τῇ οἰκουμένῃ, ἔτι δὲ καὶ τὸ ὀλοώτατος ὀδμή, ὅπερ ἐν Ὀδυσσείᾳ κεῖται.]

(v. 828-832) Ἔχει δὲ ἡ τοῦ Εὐρυπύλου φράσις ἱκετευτικῶς πρὸς Πάτροκλον πεποιημένη οὕτω "ἀλλ' ἐμὲ μὲν σὺ σάωσον", ὡς προεγράφη, "ἄγων ἐπὶ νῆα μέλαιναν, μηροῦ δ' ἔκταμ' ὀϊστόν, ἀπ' αὐτοῦ δ' αἷμα κελαινὸν νίζ' ὕδατι λιαρῷ, ἐπὶ δ' ἤπια φάρμακα πάσσε, ἐσθλά, τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι", ὃν ὁ ῥηθεὶς Χείρων ἐδίδαξε. περὶ δὲ τῆς νῦν ζητηθείσης ἰατρείας μετ' ὀλίγα εἰρήσεται. [(v. 831) Ὅρα δὲ τὸ "προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι", οὗ ἡ ὑπέρβασις οὐ μόνον κατὰ τὸ "τὰ δὲ λείψεται ἄλγεα λυγρά", ὃ δή φησιν Ἡσίοδος, ἀλλὰ καὶ κατὰ τὸ "πρὸς ἄλλος ἄλλου ἐτύπτετο", καὶ κατὰ τὸ "τὴν αὐτὸς ἐμαυτοῦ ὁδὸν ἤνυον" καὶ "κατ' ἄλλος ἄλλο μέρος".]

(v. 834 s.) Ὅτι περί τινος δυνατοῦ μὲν ὠφελῆσαι, περιστατηθέντος δὲ δεινῶς, ῥηθήσεται τὸ "οἴομαι τὸν δεῖνα, ἕλκος ἔχοντα, χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος κεῖσθαι". περὶ Μαχάονος δὲ ὁ ποιητικὸς Εὐρύπυλος τοῦτό φησιν.

(v. 8336) Ἔνθα καὶ τὸν Ποδαλείριον πολεμικὸν εἶναι λέγει, φράζων οὕτως "ἰητροὶ μὲν γὰρ Ποδαλείριος ἠδὲ Μαχάων, τὸν μὲν ἐνὶ κλισίῃσιν ὀΐομαι ἕλκος ἔχοντα" καὶ ἑξῆς, ὡς ἀνωτέρω ἐρρέθη, "ὃ δ' ἐν πεδίῳ Τρώων μένει ὀξὺν Ἄρηα", ὡς οἷα μενεπτόλεμος διὰ τὸ ἐν μάχῃ σταδαῖον. Τοῦτο δὲ καινότερον πέφρασται· τὸ μέντοι ὀρθὸν καὶ κοινὸν οὕτω [337] "τὸν μὲν οἴομαι κεῖσθαι, τὸν δὲ μάχεσθαι". εἰπὼν δὲ ἐν τούτοις ὁ ποιητὴς τὸ "ἰητροὶ Ποδαλείριος ἠδὲ Μαχάων", τοὺς ἐξόχους εἶπεν. ἄλλως γὰρ πολλοὶ ἐν Ἀχαιοῖς ἰατροί, ὡς δηλοῖ τὸ "τοὺς μὲν ἰητροὶ πολυφάρμακοι ἀμφεπένοντο". ἦν δὲ καὶ Ἀχιλλεύς, ὡς ἐρρέθη, τοιοῦτος, ἤδη δὲ καὶ Πάτροκλος. Ἰστέον δὲ καὶ ὅτι τὸ "οἴομαι τὸν δεῖνα ἰατρὸν ἕλκος ἔχοντα κεῖσθαι χρῄζοντα καὶ αὐτὸν ἰητῆρος" δοκεῖ καὶ παροιμίᾳ δοῦναι ἀρχὴν τῇ "ἄλλων ἰατρὸς αὐτὸς ἕλκη ἔχων" καὶ τοῖς τοιούτοις. παιδεύει δὲ καὶ καινὸν εἶναι δέεσθαί τινα ἐπικουρίας, ἐφ' οἷς πρῴην ἄλλοις ἐβοήθει.

(v. 836) Ὀξὺς δὲ καὶ νῦν Ἄρης ἢ ὁ ταχὺς ἢ ὁ τμητικός, ἐκ μεταφορᾶς τῶν ὀξέων βελῶν, ἢ ὁ ἐνθουσιώδης. ὀξεῖς τε γὰρ λέγονται οἱ θυμικώτεροι, καὶ ὁ Ἄρης δὲ κακὸν ὁμοίως ἐστὶ μαινόμενον. ὅρα δὲ καὶ ὡς οὐκ ἀπεδέξατο δὶς εἰπεῖν Ὅμηρος ἰητρόν, ἀλλ' ἀντ' αὐτοῦ ἰητῆρα ἔθηκεν.

(v. 838) Ὅτι τὸ "πῶς ἂρ ἔοι τάδε ἔργα; τί ῥέξομεν;" πᾶς εἴποι ἂν ἀμφιβάλλων ἐπὶ πρακτέοις.

(v. 839 s.) Ἐνταῦθα δὲ Πάτροκλος αὐτό φησι, διστάζων τίνα σωστέον, Εὐρύπυλον τὸν ἕνα ἢ τὸ πᾶν πλῆθος τῶν Ἀχαιῶν, καθὰ Νέστωρ, φησίν, ἐπέτελλεν, οὖρος Ἀχαιῶν, ὅ ἐστι φύλαξ, [ἔφορος, ὁ ἐν ἄλλοις ἐπίουρος.] Καὶ νικᾷ ὁ ἔλεος ὁ ἐπὶ τῷ Εὐρυπύλῳ. οἰκονομεῖ δὲ ὁ ποιητὴς τοῦτο διὰ πιθανότητα, ἵνα παραμείνας ὁ Πάτροκλος ἐμβραδύνῃ, ἕως τειχομαχία δεινὴ γένηται καὶ ὁ μέγας κίνδυνος ὁ πρὸ ὀφθαλμῶν ἐρεθίσῃ μᾶλλον αὐτὸν ἱκετεῦσαι τὸν Ἀχιλλέα. οὐ γὰρ οὕτω πείθει λόγος ἐν τοῖς τοιούτοις οἰκτίζεσθαι, ὡς ἡ τῶν γινομένων θέα, καθὰ καὶ προείρηται. Ἰστέον δὲ ὅτι τὸ "πῶς τ' ἂρ ἔοι τάδε ἔργα" ἐντελῶς ἄρτι ῥηθέν, ἐν τοῖς ἑξῆς ἐλλιπῶς ἐρεῖ ἡ Ἥρα ἐν τῷ "πῶς κ' ἔοι", ἤγουν "πῶς ἂν εἴη τάδε τινά;" Ἔστι δὲ καὶ νῦν τὸ ἔοι εὐκτικὸν δευτέρου ἀορίστου ἐκ τῆς ἐών ἐόντος μετοχῆς. [Δῆλον δ' ὅτι τὸ "τί ῥέξομεν;" ἐπιτέμνει ταὐτολογικῶς κομματικώτερον τὸ "πῶς ἂρ ἔοι τάδε ἔργα;"]

(v. 842 s.) Ὅτι τὸ "ὑπὸ στέρνοιο λαβὼν ἦγεν" ἐς κλισίην Πάτροκλος Εὐρύπυλον, ἀντὶ τοῦ ἐπὶ τῷ στήθει αὐτὸν ἀγκαλισάμενος.

(v. 843-848) Ἔνθα θεράπων μὲν ὑπέχευε βοείας, Πάτροκλος δ' ἐκτανύσας τὸν Εὐρύπυλον "ἐκ μηροῦ τάμνε μαχαίρῃ ὀξὺ βέλος περιπευκές, ἀπ' αὐτοῦ δ' αἷμα κελαινὸν νίζεν ὕδατι λιαρῷ, ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν χερσὶ διατρίψας, ὀδυνήσατον", ὃ ἑρμηνεύων [338] ἐπάγει κομματικῶς "ἥ οἱ ἁπάσας ἔσχ' ὀδύνας".

(v. 848) Εἶτα καὶ τοῦτο σαφηνίζων ἐπιφέρει "τὸ μὲν ἕλκος ἑτέρσετο", τὴν λέξιν, ἤγουν τὸ ὀδυνήφατον, ἑρμηνεύσας κόμμασιν ἐφεξῆς δυσί, καθὰ καὶ τὸ "ἕλκος ἐτέρσετο" διεσάφησεν ἐπαγαγὼν τὸ "παύσατο δ' αἷμα".

(v. 843) Τὸ δὲ "βοείας" κοινῶς μὲν εἰπεῖν βύρσας δηλοῖ, ἄλλως δὲ ἐλλιπῶς ἔχει. λείπει γὰρ συνήθως τὸ δοράς, ἵνα εἴη τὸ πλῆρες βοείας δοράς. ἡρωϊκὴ δὲ καὶ αὕτη στρωμνὴ ἔχουσα τρυφερόν τι, τήν, ὡς εἰκός, ἐξ ἐπιμελοῦς βυρσοδεψήσεως μαλακότητα, ἧς δηλωτικὸν ὡς ἐπὶ ὑγροῦ τινος ῥηθὲν τὸ "ὑπέχευεν". ἄλλως γὰρ ἠδύνατο εἰπεῖν "ὑπέθηκεν".

(v. 844) Εἰς δὲ τὸ "ἐκτανύσας" φασὶν οἱ παλαιοὶ δεῖν εἶναι βελουλκεῖν ἐν οἵῳ τις σχήματι τέτρωται. ἱστορεῖται οὖν, ὅτι ἰατρὸς βέλος ἐξέλκων, ὡς οὐχ' ὑπήκουεν, ἐπύθετο τοῦ παθόντος, ἐν οἵῳ σχήματι συνηνέχθη τὸ τραῦμα. τοῦ δὲ εἰπόντος ἱππεύοντι αὐτῷ ἐπενεχθῆναι τὸ βέλος, ἀνακαθίσας ἐκεῖνος τὸν τραυματίαν τὸ βέλος ἐξείλκυσε. Τέμνεται δὲ μαχαίρᾳ τὸ βέλος, οἷα τῆς πληγῆς διαμπερὲς γενομένης.

(v. 845) Τὸ δὲ περιπευκὲς ἐπίτασις μέν ἐστι τοῦ ἐχεπευκές, προτετίμηται δὲ νῦν τοῦ ἐχεπευκές διὰ μετρικὸν δακτυλισμόν.

(v. 846) Λιαρῷ δὲ ὕδατι νίζεται τὸ τραῦμα, τουτέστιν εὐκράτῳ. τὸ μὲν γὰρ θερμόν, φασίν, εἰ καὶ πραΰνει τὰς ἀλγηδόνας, ἀλλὰ αἵματός ἐστιν ἀγωγόν, τὸ δ' αὖ ψυχρὸν φρίκην ἐμποιεῖ. ἄριστον οὖν καὶ ἐνταῦθα τὸ μέσον.

(v. 830) Ὅρα δὲ καὶ ὅτι Εὐρύπυλος μὲν ἀνωτέρω τὰ ἄλλα καὶ αὐτὸς εἰδώς, τὴν ἐκτομὴν δηλαδὴ τοῦ ὀϊστοῦ καὶ τὴν τοῦ αἵματος ἀπόνιψιν δι' ὕδατος λιαροῦ, ὅμως ἐπεὶ μὴ τέχνην εἶχεν, ἤπια φάρμακα ἐζήτησεν ἐπιπασθῆναι. ἴδιον γάρ, φασί, τοῖς κάμνουσιν ἐπιτάττειν ἐθέλειν τοῖς ἰατροῖς, ἃ χρὴ πράττειν.

(v. 846 s.) Πάτροκλος μέντοι εὖ εἰδὼς οὐ φάρμακον ἤπιον, ἀλλὰ ῥίζαν βάλλει, ὅ ἐστιν ἐπιτίθησι, πικρήν, καὶ ταύτην χερσὶ διατρίψας, οὐ μὴν λειάνας ὀργάνοις τισίν. ἔδει γάρ, φασίν, ἁδρομερὲς ἐπὶ ἐμφράξει τοῦ τραύματος εἶναι τὸ ἐπιτιθέμενον καὶ οὐ λεπτόν, ἵνα μὴ τοῦ αἵματος κελαρύζοντος καὶ ἀποτύπτοντος τὸ λεπτὸν [339] ἀπρακτῇ τὸ φάρμακον. Τὴν δὲ τοιαύτην ῥίζαν οἱ μὲν Ἀχίλλειαν ἐκάλεσαν, οἱ δὲ ἀριστολόχειαν, ἣν καὶ ἴσχαιμον λέγουσι. διὸ καὶ ὁ ποιητὴς ἔφη, ὡς οὐ μόνον τὰς ὀδύνας ἔσχεν, ἀλλὰ καὶ τὸ αἷμα ἔπαυσεν. Σημείωσαι δὲ καὶ ὅπως ἐπεμελοῦντο τῆς ῥιζοτομικῆς οἱ παλαιοί, καὶ ὅτι συνετοῦ ἀνδρός ἐστιν ἀεὶ πρὸ χειρῶν οἷον ἔχειν τὸ χρήσιμον. ἰδοὺ γὰρ καὶ Πάτροκλος συμπεριφέρει τὴν ῥίζαν ὡς χρησιμεύσουσαν, εἴ που ἐξαπίνης περιτύχοι τραυματίᾳ τινί, ὁποῖος αὐτῷ συνέκυρσεν ὁ Εὐρύπυλος. Τὸ δὲ "πικρήν" οἱ μὲν ἀπὸ τῆς πεύκης παράγουσιν ἀποβολῇ τοῦ ε καὶ τροπῇ τοῦ διχρόνου εἰς δίχρονον, οἱ δὲ ἀπὸ τοῦ Πίκου, ἡρωϊκοῦ παλαιοῦ ὀνόματος, ὡς ἀγλευκοῦς ὄντος, ἵνα ᾖ πικηρόν καὶ ἐν συγκοπῇ πικρόν. Τὸ δὲ "διατρίψας" πάνυ κυριολεκτεῖται, ἀλλοῖον ὂν παρὰ τὸ διατρῖψαι τοπικῶς ἢ χρονικῶς. Τὸ δὲ "ὀδυνήφατον" πρὸς ὁμοιότητα παρῆκται τοῦ προσφάτου νεκροῦ. φῶ γὰρ φάζω, τὸ φονεύω, ἐξ οὗ καὶ ὀδυνήφατον φάρμακον καὶ πρόσφατος νεκρός καὶ ἀρηΐφατος. εἶεν δὲ ἂν ὁμοιοδύναμα τὸ φᾶσθαι, ὅ ἐστι φονεῦσαι, ὀδύνην, καὶ τὸ ἀκέσασθαι ὀδύνην. διὸ καὶ ταὐτόν ἐστιν ὀδυνήφατον εἰπεῖν καὶ ἀκεσώδυνον.

ΕΚ ΤΩΝ ΤΗΣ ΜΥ

  [340] Ὅτι πρὸς μὲν ἡρῷον μέτρον ἐπιγραφὴ τῆς ῥαψῳδίας ταύτης αὕτη· μῦ δὲ μάχη πρὸς τεῖχος, ὃ δ' ἔκθορε φαίδιμος Ἕκτωρ. ἄλλως δὲ διὰ μιᾶς λέξεως ἐπιγράφεται ‑ Τειχομαχία γάρ ‑ , οὕτω προτιτλωσάντων τῶν παλαιῶν.

(v. 16) Ὅτι χάριν σαφηνείας, ἧς δι' ὅλου στοχάζεται Ὅμηρος εὐκρινῶν τὰ ποιούμενα, κεῖνται καὶ ἐνταῦθα ἔννοιαι δύο, μία μὲν ἀνακεφαλαιωτικὴ καὶ συμπληρωματικὴ τῶν προσεχῶς ῥηθέντων. ‑ Φησὶ γὰρ "ὣς ὃ μέν", ἤγουν ὁ Πάτροκλος, "ἰᾶτο Εὐρύπυλον βεβλημένον, οἳ δ' ἐμάχοντο Ἀργεῖοι καὶ Τρῶες ὁμιλαδόν" ‑ , ἑτέρα δὲ ἀναφωνητικὴ καὶ ὑποσχετικὴ τῶν ἐφεξῆς αὕτη· "οὐδ' ἂρ ἔμελλε τάφρος ἔτι σχήσειν Δαναῶν καὶ τεῖχος ὕπερθεν εὐρύ, τό", [ἤγουν ὅπερ,] "ποιήσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον ἤλασαν", καὶ ἑξῆς.

(v. 3) Ἔστι δὲ "μάχεσθαι ὁμιλαδόν" τὸ κατὰ πλῆθος καὶ ἀναμὶξ καί, ὅ φασι, κατὰ ἴλας, οὐ μὴν μονομαχικῶς καί, ὡς ἂν ποιητὴς εἴποι, μονάξ.

(v. 4) Τὸ δὲ "σχήσειν" ἀντὶ τοῦ ἐπισχεῖν ἢ ἀνέξεσθαι.

(v. 4 s.) Τὸ δὲ "τεῖχος εὐρύ" προκατασκευάζει τὴν ἐν τοῖς ἑξῆς τειχομαχίαν, ὡς τοιούτου τείχους ἀγαθοῦ ὄντος τοῖς μαχησομένοις ἐπ' αὐτοῦ. μετ' ὀλίγα δὲ τὸ μέγα τεῖχος Ἀχαιῶν τὰς τρεῖς διαστάσεις δηλοῖ, τὴν μηκικήν, τὴν κατὰ εὖρος καὶ τὴν εἰς ὕψος, καθ' ἃς μέγα τὸ τεῖχος. [Τὸ δὲ ὕπερθεν, εἰ μὴ συντάσσεται μετὰ τοῦ εὐρύ, ἵνα δηλοῖ τεῖχος οὐ μόνον πλατὺ ἐν τοῖς θεμελίοις, ἀλλὰ καὶ ἕως ἄνω, διαστέλλεται πάντως πρὸς τὴν ἔνερθεν τάφρον διὰ τὸ βάθος, αὐτὸ ὕπερθεν ὂν διὰ τὸ ἀντικείμενον τῷ βάθει ὕψος. δοκεῖ δὲ καὶ τὸ ἐπαγόμενον "νεῶν ὕπερ" τοιοῦτόν τι [341] σημαίνειν.] Τὸ δὲ "ποιήσαντο" ταὐτὸν τῷ ἐσκεύασαν, καὶ ἔστιν ἡ λέξις κοινὴ μέν, καιριωτάτη δέ, πολλαχοῦ κειμένη καὶ ἐνεργητικῶς καὶ παθητικῶς. Τὸ δὲ "ὕπερθε" καὶ τὸ "ὕπερ" ἔχουσί τι κάλλους ἐγγὺς παρακείμενα. Τάφρον δὲ ἐλάσαι τί ἐστι, δηλοῦται ἀλλαχοῦ. Ὅτι ἐν τῷ γράμματι τούτῳ τὴν πεδιάδα μάχην ὁ ποιητὴς ἐπὶ τειχομαχίαν μετάγει, ὡς ἂν μηδὲ τοιαύτην ἰδέαν πολέμου ἀφήσει ἀλογογράφητον, οὗ χάριν καὶ τὴν τειχοποιΐαν φθάσας ἀνέπλασεν ἐν τῷ τέλει τῆς ἦτα ῥαψῳδίας, αὐτὸς τὸ τεῖχος ἐγείρας, ὡς καὶ προερρέθη, αὐτὸς καὶ ἀφανίσας καὶ καταρρίψας, ὡς παντελῶς πλάσμα ὂν αὐτοῦ, συναφανίζων τοῖς ἐρειπίοις καὶ τὸν ἐς ὕστερον ἔλεγχον καὶ χαλῶν αὐτὸ διά τε Ποσειδῶνος καὶ Ἀπόλλωνος, ἤγουν διὰ σεισμοῦ, ὡς εἰκός, καὶ κατακλυσμοῦ, ὧν τοῦ μὲν αἴτιος ὁ σεισίχθων καὶ ἐννοσίγαιος Ποσειδῶν, τοῦ δὲ ὁ νεφεληγερέτης ἥλιος. σημειοῦνται δέ τινες χαριέντως ἐντεῦθεν, ὡς οὐ μετὰ πολὺ τῶν Τρωϊκῶν γέγονεν ὁ ποιητής. εἰ γὰρ μὴ τοῦτο, εἶπεν ἄν, φασίν, ὃ καὶ ἄλλως ἦν εἰκὸς ὑπονοεῖν, ὅτι καὶ μήκει χρόνου τὸ τεῖχος ἠφάνισται, ὡς αὐτοσχεδίως ᾠκοδομημένον, καὶ οὐκ ἂν οἷον αἰτήματι οὕτως ἐργώδει ἐχρήσατο τῷ ὅτι Ποσειδῶν καὶ Ἀπόλλων ἠφάνισαν αὐτό, ποταμῶν ὀκτὼ στόματα τρέψαντες εἰς ἓν καὶ ἀγαγόντες ἐπ' αὐτὸ ἐφ' ἡμέρας ἐννέα, καὶ τοῦ Διὸς ἅμα συνεχῶς ὕοντος καὶ Ποσειδῶνος ἀναμοχλεύοντος τὰ θεμέλια καὶ ἀμάθῳ τὸν τόπον καλύπτοντος, ὡς ἂν αἰγιαλὸς τὸ πᾶν γένηται καὶ μηδὲ ἴχνος μείνῃ τοῦ ὅλου τείχους.

(v. 6) Ἐκτίθεται δὲ καὶ αἰτίαν τοῦ τοιούτου δῆθεν ἀφανισμοῦ τὸ μὴ δοῦναι τοὺς Ἀχαιοὺς θεοῖς ἑκατόμβας, ὅτε τειχίζειν κατήρξαντο, ἀλλὰ θεῶν ἀέκητι γενέσθαι, γυμνάζων τοὺς ἀκροατὰς εἰς εὐσέβειαν καὶ παραινῶν πάντα σὺν θεῷ πράττειν. Σημείωσαι δὲ ὅπως καὶ τὸ περὶ τοῦ τείχους τοῦτο εἴτε ἱστόρημα εἴτε ἁπλῶς νόημα δυσίν, ὡς καὶ πρὸ ὀλίγου ἐρρέθη, κατεμέρισε ῥαψῳδίαις, ἐν μὲν τῇ η΄ Ποσειδῶνος μὲν γογγύσαντος, Διὸς δὲ ἐπιτρέψαντος τὸν τοῦ τείχους ἀφανισμόν, ἐνταῦθα δὲ καὶ τοῦ τρόπου προαναφωνουμένου, καθ' ὃν ἐκ θεομηνίας ἀφανὲς ἔσται χρόνῳ ὕστερον τὸ τεῖχος ὑπὸ Ποσειδῶνός [342] τε καὶ Ἀπόλλωνος καὶ τῆς αἰτίας δὲ σαφέστερον ἐκτιθεμένης καὶ τοῦ χρόνου δὲ δηλουμένου σαφῶς καὶ τοῦ πράγματος λαλουμένου πρὸς ἐνάργειαν.

(v. 6-9) Φησὶ γάρ, ὡς ἐπεὶ οὐ "θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας" Δαναοί, "ὄφρα σφιν τὸ τεῖχος νῆάς τε θοὰς καὶ ληΐδα πολλὴν ἐντὸς ἔχον ῥύοιτο, θεῶν δ' ἀέκητι τέτυκτο ἀθανάτων", διὰ τοῦτο "οὔ τι πολὺν χρόνον ἔμπεδον ἦεν".

(v. 10-33) Εἶτα ἐπάγει ἀσυνδέτως τὸ "ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνι' Ἀχιλλεὺς καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλεν", ὅ ἐστιν ἔπελε, "τόφρα δέ", ἤγουν ἐν τοσούτῳ δή, "καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν", ἤτοι ἁπλῶς ἐν τῷ πέδῳ ἑστώς. "αὐτὰρ ἐπεὶ κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι, πολλοὶ δ' Ἀργείων οἳ μὲν δάμεν, οἳ δὲ λίποντο, πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ, Ἀργεῖοι δ' ἐν νηυσὶ φίλην ἐς πατρίδα ἔβησαν, δὴ τότε μητιόωντο Ποσειδάων καὶ Ἀπόλλων τεῖχος ἀμαλδῦναι ποταμῶν μένος εἰσαγαγόντες, ὅσσοι ἀπ' Ἰδαίων ὀρέων ἅλαδε προρέουσι, Ῥῆσός θ' Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε Γρήνικός τε καὶ Αἴσηπος δῖός τε Σκάμανδρος καὶ Σιμόεις, ὅθι", τουτέστι μεταξὺ Σκαμάνδρου καὶ Σιμόεντος, "πολλὰ βοάγρια καὶ τρυφάλειαι κάππεσον ἐν κονίῃσι καὶ ἡμιθέων γένος ἀνδρῶν. τῶν", ἤγουν τούτων πάντων, "ὁμόσε στόματα ἔτραπε Φοῖβος Ἀπόλλων, ἐννῆμαρ δ' ἐς τεῖχος ἵει ῥόον, ὗε δ' ἄρα Ζεὺς συνεχές, ὄφρα κε θᾶσσον ἁλίπλοα τείχεα θείη. αὐτὸς δ' ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν ἡγεῖτο, ἐκ δ' ἄρα πάντα θεμείλια κύμασι πέμπε φιτρῶν καὶ λάων, τά", ἤγουν ἅπερ, "θέσαν μογέοντες Ἀχαιοί, λεῖα δ' ἐποίησε παρ' ἀγάρροον Ἑλλήσποντον. αὖτις δ' ἠϊόνα μεγάλην ψαμάθοισι κάλυψεν", ἤγουν ἐσκέπασε, "τεῖχος ἀμαλδύνας ποταμοὺς δ' ἔτρεψε νέεσθαι κὰρ ῥόον, ᾗ περ πρόσθεν ἵεν καλλίρροον ὕδωρ".

(v. 3-4 s.) Εἶτα καθιστῶν συμπληρωτικῶς τὸ νόημά φησιν "ὣς ἂρ ἔμελλον ὄπισθεν", ἤγουν ὕστερον χρόνῳ, "Ποσειδάων καὶ Ἀπόλλων θησέμεναι. τότε δ' ἀμφὶ μάχη" καὶ ἑξῆς. Καὶ οὕτω μὲν ὁ ποιητὴς φράζει τὸν ἐσόμενον τοῦ ψευδοτείχους ἀφανισμόν. Θαυμάσεται δὲ τὴν φράσιν καὶ τὴν ὅλην τοῦ διηγήματος διάθεσιν ὁ συνετὸς ἀκροατὴς τά τε ἄλλα καί, ὅτι ὡς ἐν εἰκόνων τύπῳ διαζωγραφεῖ ὄρη τε Τρωϊκὰ διάφορα, καὶ ποταμοὺς ἐκεῖθεν ἐκκύπτοντας ἀπὸ διαφόρων, ὡς εἰκός, πιδάκων, καὶ Ἀπόλλωνα πονούμενον εἰς ἓν αὐτοὺς στόμα συναγαγεῖν καὶ Δία βρέχοντα καὶ Ποσειδῶνα τριαινοῦχον ἡγούμενον τοῖς ποταμοῖς καὶ τὴν ὁδὸν αὐτοῖς εὐρύνοντα [343] καὶ τὰ ἐμποδὼν ἐκριζοῦντα καὶ εἰς θάλασσαν ἐκπέμποντα, εἴτε λίθοι ἐκεῖνα εἴτε ξύλα, καὶ θάλασσαν προκειμένην, εἰς ἣν οἱ ποταμοὶ ἐξέβαλλον ἱέμενοι κατὰ ῥοῦν, εἶτ' αὖθις ἀνάρρουν τρεπόμενοι καὶ εἰς τὰ σφέτερα ἕκαστος ἀναχαιτιζόμενοι. Τὰ δὲ κατὰ μέρος τοῦ τοιούτου Ὁμηρικοῦ χωρίου τοιαῦτα.

(v. 9) Τὸ "ἔμπεδον ἦεν" δὶς ἐνταῦθα εἶπε διὰ τὸ τῆς φράσεως καιριώτατον.

(v. 10) Ἐν δὲ τῷ "ὄφρα Ἕκτωρ ζωὸς ἦν καὶ μήνιεν Ἀχιλλεύς" ὑποδηλοῖ δύο πρόσωπα εἶναι τὰ τὴν Ἰλιάδα μάλιστα συνέχοντα, τὸν Ἀχιλλέα τε καὶ τὸν Ἕκτορα.

(v. 11) Τὸ δὲ "Πριάμοιο πόλις" δὶς καὶ αὐτὸ εἶπεν, ἐγκαθίζων τῇ μνήμῃ τοῦ ἀκροατοῦ τὸ τὴν πόλιν, καθὰ καὶ προείρηται, τοῦ κρατοῦντος νομίζεσθαι. Τὸ δὲ "ἔπλεν" ὁμοίως ἔπαθε τῷ "περιπλομένων ἐνιαυτῶν" καὶ τῷ "ἔπλετο".

(v. 13) Τὸ δὲ "κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι", καθάπερ καὶ τὸ "διά τε σκόλοπας καὶ τάφρον ἔβησαν", καὶ ὅσα ἄλλα τοιαῦτα προεδηλώθη, κατὰ σχῆμα προφέρονται, ὃ λέγεται Ἰακὴ διαίρεσις. ὑπερβατὸν δὲ αὐτὸ εἰπεῖν γραμματικοῖς μὲν θελητόν, τεχνικοῖς δὲ ῥήτορσιν οὐκ ἀρέσκει.

(v. 14) Τὸ δὲ "οἳ μὲν δάμεν, οἳ δὲ λίποντο" σεμνύνει πως τοὺς Ἀχαιούς, εἴπερ Τρώων μὲν θάνον ὅσοι ἄριστοι, Ἀργείων δὲ οἳ μὲν δάμεν, οἳ δὲ λίποντο. ἔνθα καὶ ταὐτὸν σημαίνει τὸ θάνον καὶ τὸ δάμεν, ὅ ἐστιν ἐδαμάσθησαν.

(v. 17) Τὸ δὲ "δὴ τότε" Μιλησίων ἐστὶν ἀναστροφὴ κατὰ τοὺς παλαιούς, τὸ δὲ κοινόν "τότε δή". Ἐν τούτοις δὲ σημείωσαι καί, ὅτι εὐμεθόδως ἐν μὲν τῇ πρὸ ταύτης ῥαψῳδίᾳ τινὰ παρενέθετο τῶν πρὸ τοῦ Τρωϊκοῦ πολέμου, τὴν στρατολογίαν δηλαδὴ καὶ τὰ ἐπ' αὐτῇ, ἐνταῦθα δὲ κατὰ σχῆμα προαναφωνήσεως τὸ τέλος τοῦ πολέμου γοργῶς καὶ ὡς ἐν κεφαλαίῳ ἐκτίθεται καί τινα τῶν μετ' αὐτό, ἤγουν ἅλωσιν Τροίας δεκάτῳ ἐνιαυτῷ καὶ νόστον Ἑλλήνων καὶ τείχους ἀφανισμόν, ποιῶν οὕτω συνήθως, ἵνα κἂν ἀπὸ τῆς Ἀχιλλέως μήνιδος τῇ Ἰλιάδι κατεβάλετο τὰς ἀρχάς, ὅμως μηδὲ τῶν παρασπιζόντων ἄκρων ὦμεν ἀνήκοοι, τουτέστι τῶν πρὸ τῆς μήνιδος καὶ τῶν μετ' αὐτήν.

(v. 18) Τὸ δὲ "ἀμαλδῦναι" δὶς ἐρρέθη καὶ αὐτὸ διὰ τὸ ὡς ἐν ποιητικῇ φράσει καίριον. δηλοῖ δὲ τὸ ἀφανίσαι καὶ προγέγραπται περὶ αὐτοῦ. Τὸ δὲ "ποταμῶν μένος εἰσαγαγόντες" ἀντὶ τοῦ εἰς ἓν ἀγαγόντες ἀριδήλως ἐπὶ ἀψύχων τὸ ἄγειν τίθησιν, εἰ μή τις βιαίως καὶ μυθικῶς νοήσει τὴν λέξιν ὡς ἐπὶ τοῦ "Λαοδίκην εἰσάγουσα", ἵνα [344] ᾖ αὐτοὶ ἐκεῖνοι εἰσελθόντες καὶ τοὺς ποταμοὺς ἐποτρύνοντες εἰς ῥεῦμα ῥαγδαῖον, καθὰ ἐμφαίνει κατωτέρω τὸ "Ἀπόλλων ἐς τεῖχος ἵει ῥόον".

(v. 19) Ἰδαῖα δὲ ὄρη ἢ αὐτὴν τὴν Ἴδην σεμνύνων πληθυντικῶς ὠνόμασεν, ὡς καὶ μετ' ὀλίγα "ἐς τεῖχος ἵει ῥόον" εἰπών, εἶτα εὐθὺς "ἁλίπλοα τείχεα" φησί, πληθύνων τὸ ἓν τεῖχος πρὸς μεγέθους ἔνδειξιν. ἢ τὰ τῆς Ἴδης ἄκρα οὕτω κατὰ τοὺς παλαιοὺς εἶπεν, οἷον τὸ Λεκτόν, τὴν Φαλάκραν, τὸ Γάργαρον, [τὸ Σίγειον, ἐν ᾧ καὶ πόλις ὁμώνυμος, καθὰ καὶ ἐν Γαργάροις, ὡς ἀλλαχοῦ σαφῶς δηλοῦται. ἐξ οὗ δὴ Σιγείου γέγονε σκῶμμα μνημονευόμενον τοιόνδε. Ἑταίρα τις ἀστεία, ὡς εἰκός, βαρυνθεῖσα κατά τινος ἀδολέσχου πλατέως διηγουμένου, ὡς ἀφ' Ἑλλησπόντου ἥκοι, ἤρετο τὸν ἀδολέσχην, πῶς ἐκεῖθεν ἥκων εἰς τὴν πρώτην οὐκ ἦλθε πόλιν τῶν ἐκεῖ. τοῦ δὲ πυθομένου "εἰς ποίαν ἐκείνην;" "εἰς Σίγειον" ἔφη, σκώπτουσα ὅτι μὴ σιγᾷ ἐκεῖνος, ὡς οἷα τοῦ Σιγείου παραλαλοῦντος σιγήν.] Τὸ δὲ "ἅλαδε προρέουσιν" ἢ ὡς ἴδιον ἁπλῶς ποταμοῦ καὶ νῦν εἴρηται διὰ τὸ ὡς ἐπὶ πολὺ τοὺς ποταμοὺς ἐκεῖ ῥέειν, ἢ πρὸς διαστολὴν τῶν βυθιζομένων καὶ οὕτως ἀφαντουμένων. δι' ἑνὸς δὲ ῥῶ γράφεται τὸ προρέουσι κατὰ φύσιν, ἄλλως γὰρ διπλάζειν τὸ ῥῶ στοιχεῖον Ἀττικόν ἐστιν.

(v. 20-22) Ἐν δὲ τῷ κατὰ τοὺς ποταμοὺς τόπῳ σημείωσαι, ὡς οὐ μόνον πολυπῖδαξ ἡ Ἴδη, ὡς πολλαχοῦ δηλοῦται, ἀλλὰ καὶ πολυπόταμος. Τὸ δὲ Ῥῆσος Ἑπτάπορός τε καὶ οἱ ἑξῆς, πρὸς τὸ προσεχὲς ἀπεδόθησαν, ἤγουν πρὸς τὸ ὅσσοι προρέουσιν. ἄλλως δὲ εἶχον καὶ κατὰ αἰτιατικὴν προενεχθῆναι, οἷον ποταμῶν μένος εἰσαγαγόντες Ῥῆσόν θ' Ἑπτάπορόν τε καὶ τὰ ἑξῆς. Ἰστέον δὲ καὶ ὅτι ὁ μὲν Ῥῆσος, ὁ τῷ προδεδηλωμένῳ Θρᾳκικῷ ἥρωϊ ὁμώνυμος, Ῥοΐτης ἐκαλεῖτο κατά τινας. περὶ οὗ λέγεται καὶ ὅτι ὁ Ῥῆσος ποταμὸς ἀπὸ Καλῆς Πεύκης ῥέει, ἥτις Ἀδραμυτίου ἀπέχει σταδίους ἐγγύς που διακοσίους. Ὁ δὲ Ἑπτάπορος, ὁ καὶ Πολύπορος κατὰ τὸν Γεωγράφον, ἑπτάκις διαβαίνεται ἐν τοῖς περὶ καλὴν Πεύκην χωρίοις, ὥστε φερωνύμως ὠνόμασται. εἰς τοσαύτας γὰρ ἑλισσόμενος ἀξιολόγους καμπὰς πολλάκις διαπερᾶται, καθὰ καὶ ὁ Φᾶσις πλεονάκις τοῦτο πάσχει, καὶ ὁ Μαίανδρος δέ, ὡς ἐν τοῖς τοῦ Περιηγητοῦ δηλοῦται, καὶ ὁ Τάρσιος δὲ κατὰ τὸν αὐτὸν Γεωγράφον περὶ Ζέλειαν εἴκοσι διαβάσεις ἔχει τῇ αὐτῇ ὁδῷ, ὁ δὲ ἐκ Νικομηδείας εἰς Νίκαιαν κδ΄, καὶ ὁ ἐκ Τυάνων εἰς Σόλους οε΄. λέγεται δέ τις καὶ ἐπὶ τὰ ἐπέκεινα Σινώπης ἑξηκοντάπορος εἶναι ποταμός. [345] Τὸν δὲ Κάρησον, ὃς ἐμβάλλων εἰς τὸν Αἴσηπον ὕστερον Πίδυς ἐκλήθη, ὀξυτόνως προφέρουσιν οἱ Κυζικηνοί, ἀκολούθως δέ, φασί, τοῖς Κυζικηνοῖς γράφει καὶ ὁ Τυραννίων. οὐ πάντως δὲ ἐπικρατεῖ ἡ τῶν ἐθνῶν χρῆσις. φέρεται γὰρ κανὼν τονικὸς τοιοῦτος· Τὰ εἰς σος ὑπὲρ δύο συλλαβὰς τῷ η παραληγόμενα ἔχοντα καὶ ἕτερον σ ὀξύνεται· Ἁλικαρνασσός, Λυκαβησσός, Ταρτησσός, Λυρνησσός. τὸ Κάρησος, μὴ δισσὸν ἔχον τὸ σ, ἐξηλλάγη κατὰ Ἀρίσταρχον, εἰ καὶ ὁ Τυραννίων οὐ βούλεται. ἀπὸ δὲ τοῦ Καρήσου ποταμοῦ καὶ χώρα τις Καρησηνὴ λέγεται, ἣν ὁ ἰδιωτισμὸς Κερασηνήν φησιν. ὁ δὲ Γεωγράφος λέγει, ὅτι Καρησηνὴ ὀρεινὴ ἀπὸ Καρήσου ποταμοῦ, ὃς νῦν, φησί, καλεῖται Ῥοΐτης, δοκεῖ δὲ ἐμβάλλειν εἰς τὸν Γράνικον. Ὁ δὲ Ῥοδίος ποταμὸς παροξυτόνως προφέρεται, ὡς ὁ Ὀδίος καὶ ὁ Δολίος καὶ ὁ Τυχίος καὶ τὰ ὅμοια τριβράχεα κύρια. ὅτε μέντοι προπαροξύνεται ἡ λέξις, ἐθνικόν ἐστι τότε τῆς νήσου Ῥόδου. Φασὶ δὲ Ἀπίων καὶ Ἡρόδωρος, ὅτι ἔοικεν ὁ Ῥοδίος ποταμὸς παρὰ τὸν ῥόον ὠνομάσθαι, πλεονάσαντος τοῦ δ, ὡς καὶ ἐν τῷ πῖδαξ, πῖαξ γὰρ παρὰ τὸ πιεῖν, καὶ ἐν τῷ πόρδαλις καὶ πάρδαλις, παρὰ τὸ προάλλεσθαι γὰρ καὶ παράλλεσθαι, καὶ ἐν ἄλλοις δὲ πολλοῖς τοῖς δηλωθεῖσιν ἀλλαχοῦ. Καλεῖται δέ, φασίν, ὁ ῥηθεὶς Ῥοδίος Δάρδανος καὶ ῥέει ἀπὸ τόπου ἀπέχοντος καλῆς Πεύκης σταδίους ἑξήκοντα. Ὁ δὲ Γρήνικος διὰ τί μὲν οὕτως ἐπὶ Ὁμήρου ἐκαλεῖτο, ἀλλαχόθεν ζητητέον. φαίνεται δὲ τὴν αὐτοῦ φερωνυμίαν ἐπὶ Ἀλεξάνδρου ἐκβᾶσαν ἐπισφραγισθῆναι. ἐν Γρανίκῳ γάρ, φασί, συμβαλὼν Ἀλέξανδρος ἐνίκησε τοὺς Δαρείου σατράπας κατὰ κράτος, καὶ ἐφάνη ὡς οἷα γραικόνικος διὰ τὴν ἐκεῖ τῶν Γραικῶν νίκην. οὓς ἡ μὲν συνήθεια, καὶ Σοφοκλῆς δέ που, κατὰ τοὺς παλαιούς, καὶ ὁ Λυκόφρων δὲ διὰ τοῦ ἐν ἀρχῇ γ προφέρουσιν ἐπὶ Ἑλλήνων, οἱ βάρβαροι δὲ Ῥαικούς φασι δίχα τοῦ γ, ὡς ἐν παλαιῷ εὕρηται ῥητορικῷ Λεξικῷ. Ῥέει δέ, φασί, [346] Γρήνικος διὰ τοῦ τῆς Ἀδραστείας πεδίου, ὃς προπαροξύνεται κατὰ τὸ Ἑλλάνικος, Ξένικος, Ἀριστόνικος, ἤδη δὲ καὶ Κάϊκος ποταμός. ὅθεν κατὰ τὸν Τεχνικὸν ἄνεμος καικίας, ὡς ἐκεῖθεν πνέων. Αἰσήπου δὲ καὶ ἀλλαχοῦ μνεία γέγονε, Σκαμάνδρου δὲ καὶ Σιμόεντος μυριαχοῦ. Νῦν δὲ οὕτω καὶ μόνον ἐν βραχυτάτῳ ἀναμνηστέον, ὡς ὁ μὲν Σκάμανδρος καὶ Ξάνθος λέγεται, κληθεὶς Σκάμανδρος ὡς ὑπὸ Ἡρακλέος, καθὰ καὶ ἀλλαχοῦ ἐρρέθη, ἀναφανθεὶς ἐν δίψης καιρῷ καὶ κάματον ἀνδρὸς παραμυθησάμενος. ὃν καὶ τιμᾷ ὁ ποιητὴς δῖον εἰπών ‑ τοὺς γὰρ ἄλλους ἐπιθέτων δίχα παρέδραμε ‑ διὰ τὸ χρησιμώτατον γενέσθαι τοῖς Ἕλλησι. διὸ καὶ ὁ φιλόμηρος Σοφοκλῆς καὶ τὰς αὐτοῦ ῥοὰς εὔφρονας τοῖς Ἀργείοις φησίν. ὁ δὲ Σιμόεις τῶν ἄλλων, ὥς φασι, σμικρότερος. Σημείωσαι δὲ καί, ὅτι ἐνταῦθα τὸ ὕπτιον τῆς ἁπλῆς διηγήσεως ἐξαιρῶν ἠρέμα ὁ ποιητὴς δι' ἐξαλλαγῆς ἑτέρας ἱστορικῆς καὶ παρασημειωσάμενος ἐν βραχεῖ, ὡς περὶ Σκάμανδρον καὶ Σιμόεντα βαρεῖς ἐγένοντο πόλεμοι, εἶτα πάλιν γίνεται τοῦ διηγήματος.

(v. 22) Βοάγρια δὲ οἱ μέν φασι λάφυρα τὰ ἐκ βοῆς, ἤγουν μάχης, ἀγειρόμενα, οἱ δὲ εἶδος ἀσπίδος φασὶ παρὰ τὸ εἰς βοὴν ἀγείρεσθαι, ἢ βόεια γέρρα, ὅ ἐστι δέρα, ἢ ἐκ βοῶν ἀγρίων γινόμενα. ἔχει δέ τινα κοινωνίαν πρὸς τὴν τοιαύτην λέξιν καὶ τὸ ἀνδράγρια, ὃ δηλοῖ τὰ ἀπὸ ἀνδρῶν ἀγρεύματα, σκῦλα, ἀσπίδας. τὰ μέντοι ζωάγρια ἕτερα τούτων εἰσίν, ὡς ἐν ἄλλοις δηλοῦται. καθυπάγεται δὲ τῇ τοιαύτῃ παραγωγῇ καὶ τὸ μοιχάγρια.

(v. 23) Ὅρα δὲ καὶ ὅτι πρῶτος Ὅμηρος τοὺς ἥρωας ἡρμήνευσεν εἰπὼν "ἡμιθέων γένος ἀνδρῶν", οἷς ἐκληρώθη δι' ἀρετὴν τὸ οὕτω σεμνωνυμεῖσθαι, καθὰ καὶ ἑτέροις τὸ θεοῦσθαι, διὰ σοφίαν τυχὸν ἢ εὕρεσιν χρησίμου τινὸς ἢ ἄλλο τι ἀγαθόν, ὡς καὶ προδεδήλωται.

(v. 24) Στόμα δὲ ποταμοῦ καὶ οἱ μεθ' Ὅμηρον πάντες ἐκ [347] τούτου παραλαβόντες φασίν, ὡς καὶ αὐτὸ προεφάνη, δι' οὗ ἐκβάλλειν καὶ ἐρεύγεσθαι ποταμὸς εἰς θάλασσαν λέγεται. ἐκ δὲ τοῦ στόματος καὶ τὸ στόμιον παρωνόμασται. Ἰστέον δὲ ὅτι τὸ "τῶν", ἤγουν τούτων, "πάντων ὁμόσε στόματ' ἔτραπεν Ἀπόλλων" προσαρμόσοι ἄν ποτε ἀστείως ἀνδράσι φαύλοις στωμυλλομένοις ἐπὶ ἀπωλείᾳ τινῶν.

(v. 25) Τὸ δὲ "ἐννῆμαρ" τινὲς δι' ἑνὸς γράφουσι νῦ καὶ δασύνουσιν. ὧν καὶ ὁ Μαλλώτης ἐστίν, ἤγουν ὁ ἀπὸ Μαλλοῦ πόλεως, ὡς ἄτοπον ὄν, φησίν, Ἕλληνας μὲν τὸ τεῖχος ἡμέρᾳ μιᾷ κτίσαι, ὡς προϊστόρηται, Ἀπόλλωνα δὲ καὶ Ποσειδῶνα καὶ Δία δι' ἐννέα ἡμερῶν ἀφανίσαι αὐτό. ἀνατρέπονται δὲ ὑπὸ τῶν παλαιῶν πολλαχῶς οἱ οὕτω γράψαντες. Δῆλον δὲ ὅτι σεισμῷ, οἷα εἰκός, καὶ κατακλυσμῷ, καθὰ καὶ πρὸ βραχέων ἐρρέθη, τὸ Ἑλληνικὸν τεῖχος ὑπονοεῖται ἀφανισθῆναι ὕστερόν ποτε. ὧν τοῦ μὲν σείειν δῆλον ὡς ὁ ἐνοσίχθων αἴτιος, παρ' ἣν αἰτίαν καὶ ὁ σεισμὸς γακίνας προσερρέθη, τοῦ δὲ κατακλύζειν ὁ Ζεύς, ὡς εἴρηται, ἥλιος, ὕων ἄνωθεν καὶ οὐχ' ἁπλῶς ἀλλὰ συνεχὲς διὰ τοῦ ἀέρος Διὸς καὶ τῇ πλημύρᾳ τρέπων ὁμόσε τὰ τῶν ποταμῶν στόματα.

(v. 24) Ἐν οἷς σημειωτέον τὸ "ὁμόσε ἔτραπεν", ἐξ οὗ λαβόντες οἱ μεθ' Ὅμηρον ὁμόσε χωρεῖν φασί τινας, ἤγουν συμβάλλειν κατὰ μάχην ἢ ἁπλῶς ἔριν τινά. [Ψυχρὸς δέ τις ῥήτωρ ἢ καὶ ἄλλως παιγνήμων οὐκ ἂν ὀκνήσοι τοὺς οὕτως ὁμόσε τραπέντας ποταμοὺς ὁμοτρόπους εἰπεῖν πρὸς ἀναλογίαν τοῦ ἄτροπος καὶ τῶν ὁμοίων.]

(v. 25) Ἔστι δ' ἐν τῷ ἐννῆμαρ σημειώσασθαι καὶ τὴν συνήθη Ὁμήρῳ φιλίαν πρὸς τὸν ἐννέα ἀριθμόν. [Τὸ δὲ "ἵει ῥόον" συντίθησι τὸν ἀλλαχοῦ ἱερὸν ἰχθῦν, ὃς ἵεται κατὰ ῥοῦν, ὥς τινές φασι.] Τοῦ δὲ ὕειν πρωτότυπον δοκεῖ τὸ ὧ, ἤτοι πέμπω, ἐξ οὗ παράγωγον ὕω ὁμοίως τῷ χῶ χύω, θῶ θύω, καὶ τοῖς τοιούτοις. Ἐντελῶς δὲ πέφρασται τὸ "ὗε δ' ἄρα Ζεύς", πολλοῖς γὰρ ἀρκεῖ μόνον λέγειν τὸ ὕει, βρέχει, [348] ἀστράπτει, τοῦ Διὸς διὰ τὸ ἀρίδηλον σιγωμένου. [Ἐκ δὲ τοῦ εἰρημένου ὕειν λέγεται καὶ τὸ μεθύειν τετράφθαι, ἵνα ᾖ μεθύειν τὸ μετὰ τροφὴν ὕεσθαι, ὅπερ ἕτερός τις τέγγεσθαι εἶπεν ἐν τῷ "τέγγε πνεύμονας οἴνῳ". ἔχει δὲ τὸ εὔλογον ἡ ῥηθεῖσα τροπὴ καὶ ἐκ τοῦ βρέχειν, ὃ καὶ αὐτὸ ἐπὶ τοῦ πίνειν εὕρηται ῥηθέν, Ἀντιφάνης "δεῖ γὰρ φαγόντας δαψιλῶς βρέχειν", Εὔβουλος "βεβρεγμένος ἥκω καὶ κεκωθωνισμένος." ὃ καὶ ἑρμηνεύων ἐπάγει "πέπωκας οὗτος". καὶ μήν τινες μεθύειν εἶπον τὸ μετὰ τὸ θύειν οἴνῳ χρᾶσθαι, ὡς εἰκὸς ὂν ἐν ἑορταστικῇ ἀδείᾳ οὕτω ποιεῖν]

(v. 26) Τὸ δὲ "ἁλίπλοα" προπαροξύνεται ὡς ἀπὸ τοῦ πλέω, καθὰ καὶ τὸ ἄπλοος καὶ τὰ ὅμοια πρὸς ἀποφυγὴν τοῦ διπλόος τριπλόος καὶ τῶν ὁμοίων παροξυτόνων, ἃ δηλοῖ ποσότητα μὴ ἀπὸ τοῦ πλέειν ὄντα. Σημείωσαι δὲ ὡς οὐ μόνον πολὺ τὸ ἐννῆμαρ πρὸς τὸ ἁλίπλοα γενέσθαι τὰ τείχη, ἀλλὰ καὶ μᾶλλον ταχύ. διὸ καὶ Ὅμηρος ἐπεσημήνατο ἐννῆμαρ ἵεσθαι τὸν ῥοῦν, ὄφρα θᾶσσον ἁλίπλοα τὰ τείχη γένοιτο.

(v. 27) Τρίαιναν δὲ ὁ μῦθος οἰκειοῖ τῷ ἐννοσιγαίῳ Ποσειδῶνι, ἢ διότι τρίτον τῇ θέσει τὸ ὕδωρ μετὰ αἰθέρα, διὸ καὶ Ἀμφιτρίτην αὐτῷ συζεύγνυσι, καὶ υἱὸν Τρίτωνα δίδωσιν, ἢ διότι τριττὴ ἡ φύσις τῶν ὑδάτων, τὰ ἁλμυρά, τὰ γλυκέα, καὶ τὰ μικτά, ἢ διότι σεισμῶν εἴδη τρία, ὧν καὶ οἱ χασματίαι καὶ οἱ βρασματίαι. Δῆλον δέ, ὡς ἐξαίρετός τις ἡ ῥηθεῖσα τοῦ μύθου τρίαινα καὶ οὐ κατὰ τὴν κοινήν, ἣν ἰχθύκεντρον ἑρμηνεύουσιν οἱ παλαιοί. Τὸ δὲ "ἔχων χείρεσσι" πρὸς διαστολὴν ἐγράφη τοῦ κτηματικῶς ἄλλως ἔχειν κατά τι κειμήλιον.

(v. 28) Τὸ δὲ "ἐξέπεμπε θεμέλια κύμασιν" ἀστείως εἴρηται ὡς ἐπί τινος ἀποστολῆς ἢ πομπῆς πανηγυρικῆς.

(v. 29) Ἔχει δέ τι γλυκύτητος καὶ τὸ ἐπαγόμενον τὸ "ἃ θέσαν μογέοντες Ἀχαιοί", ἵνα λέγῃ ὅτι ἐφ' οἷς ἐπόνησαν Ἀχαιοί, ὁ Ποσειδῶν ἀναμοχλεύων ἔχαιρεν. παραλαλεῖ δὲ καί τινα ἐτυμολογίαν ἐν τῷ θέσαν, παρὰ τὸ θέσθαι γὰρ τὸ θεμέλιον.

(v. 29) Τὸ δὲ "φιτρῶν καὶ λάων" Ἀμαθουσίων γλώσσης ἐστίν, [349] ὥς φασιν οἱ παλαιοί. Κύπριοι δὲ οἱ Ἀμαθούσιοι. γίνεται δὲ ὁ μὲν φιτρός, ὅ ἐστιν ὁ κορμός, παρὰ τὸ φυτόν. οἱονεὶ γὰρ φυτηρός καὶ τροπῇ καὶ συγκοπῇ φιτρός. ἐκ φυτῶν γὰρ οἱ κορμοί. ἢ παρὰ τὸ φῖτυ, ὡς καὶ ἀλλαχοῦ φανεῖται. [Δοκεῖ δὲ ποιητικὴ μὲν λέξις εἶναι ὁ φιτρός, κοινοτέρα δὲ ὁ κορμός, ὡς δῆλον καὶ ἐκ τοῦ "ὧν οἱ μὲν ἔφερον ὀδόντας, ἐλεφάντων δηλαδή, ἑξακοσίους, ἕτεροι δὲ ἐβένου κορμοὺς διακοσίους". δῆλον δ' ὅτι δένδρον ἄξιον λόγου καὶ ὁ ἔβενος, εἰ καὶ ὕστερον οἱ μὴ εὐποροῦντες ἐκαπήλευσαν τὰ ἐς ἐβένου σκεύη, πλασάμενοι τὸ μὴ ὄν.] Οἱ δὲ λᾶες παρὰ τὸ λάας λάαος λᾶος. [Οὗ γενικὴ πληθυντικὴ ἐντελὴς λαάων καὶ κεκραμένη λάων. οὕτω καὶ κράατος, οὗ δοτικὴ κράατι ὡς τὸ "σῷ κράατι τίσεις", ἤγουν τῇ σῇ κεφαλῇ ἀποδώσεις, καὶ ἀκολούθως γενικὴ πληθυντικὴ ἁπλῆ κραάτων, καὶ κατὰ κρᾶσιν κράτων.] Οἰκοδομικῆς δὲ ἀκριβείας τὸ τοῖς οἰκοδομήμασι καὶ μάλιστα τοῖς τοιούτοις κορμοὺς συναναμίγνυσθαι διὰ πλείω ἐξόρθωσιν καὶ συνδετικὴν ἀσφάλειαν.

(v. 30) Τὸ δὲ "λεῖα ἐποίησε" πιθανότης ἐστὶ τοῦ μηδὲν εὑρίσκεσθαι ὅλως ἄρτι λείψανον τοῦ τοσούτου Ἑλληνικοῦ τείχους. Ὡς δὲ ἀγάρροος ὁ Ἑλλήσποντος, καὶ μάλιστα ἐν τοῖς στενοῖς, καὶ ὡς τὰ τοῦ ναυστάθμου περί τι μέρος αὐτοῦ ἦσαν, ὃ καὶ πλατὺς Ἑλλήσποντος ἐλέγετο συνάπτων τῷ Αἰγαίῳ, πολλαχοῦ δεδήλωται.

(v. 32) Τὸ δὲ "ἀμαλδύνας" ὅμοιόν φασιν ὡς εἰ καὶ ὁμαλύνας ἔφη, τοιοῦτον γὰρ τὸ λεῖα ἐποίησε.

(v. 33) Τὸ δὲ κατὰ ῥοῦν τραπῆναι τοὺς ποταμοὺς ταὐτόν ἐστι τῷ ἔνθα πρώην ῥέοντες ἐπορεύοντο. ὅθεν καὶ παροιμία εἴληπται τὸ κατὰ ῥοῦν τὰ πράγματα φέρεσθαι, ὅ ἐστι μὴ ἀνακόπτεσθαι ὡς παρεκνεύειν ὧδε κἀκεῖ, ἀλλ' εὐροεῖν τινι τὰ τῆς τύχης. οὗ τὸ ἔμπαλιν ἀνάρρουν χωρεῖν ἐστιν. Ἐν δὲ τῷ "ὅπου ἴεν καλλίρροον ὕδωρ" τὸ μὲν ὕδωρ ἐκτείνει τὸ υ, τὸ δὲ "ἴεν" [350] ἢ ψιλοῦται κείμενον ἀντὶ τοῦ ἐπορεύετο ὕδωρ, ἐκ τοῦ ἴον, οὗ καὶ μετοχὴ τὸ ἰών, ἢ δασυνόμενον ἀντὶ τοῦ ἔπεμπον οἱ ποταμοὶ νοεῖται. γένεσις δὲ αὐτοῦ ἀπὸ τοῦ ἱείς ἱέντος ἀποβολῇ τῆς τος, ὡς τὸ βληθέντος ἔβληθεν καὶ τὰ ὅμοια. περὶ ὧν σαφῶς προείρηται πολλῶν ὄντων. Ἰστέον δὲ ὅτι τὰ ῥηθέντα ἐπεμβαλὼν Ὅμηρος εἰς χρῆμά τι δαιδάλεον ἐν τῷ εἰς τὸν μέλλοντα χρόνον καταβῆναι, εἶτα τῶν προκειμένων γενέσθαι μέλλων, ἐπάγει καταστατικῶς τὸ "ὣς ἂρ ἔμελλον ὄπισθε Ποσειδάων καὶ Ἀπόλλων θησέμεναι· τότε δ' ἀμφὶ μάχη ἐνοπή τε δεδῄει τεῖχος ἐΰδμητον, κανάχιζε δὲ δούρατα πύργων βαλλόμενα", ὅπερ ἀμφιβολίας ἐστὶ σχῆμα. δηλοῖ γὰρ ὡς ἢ κανάχιζε τὰ πολεμικὰ δόρατα κατὰ πύργων βαλλόμενα, ἢ ὅτι τὰ ἐν τοῖς πύργοις ξύλα ἐκανάχιζεν ἐν τῷ βάλλεσθαι. ὅτι δὲ καὶ ἐκ τοιούτων, ὡς εἰκός, τὸ τεῖχος συνεκροτήθη, δηλοῦται ἐν τῷ φιτρῶν καὶ λάων, ὃ προσεχῶς εἴρηται.

(v. 35) Τὸ δὲ "μάχη δεδῄει περὶ τεῖχος", ὅ ἐστιν ἀνήπτετο, σημειωτέον ὡς χρήσιμον εἴς τε τὸ δηΐς καὶ εἰς τὸ καυστειρὰ μάχη καὶ εἰς τὸ πυρὶ ἐν τοῖς ἑξῆς που τὸ Ἀχαιϊκὸν τεῖχος περιλάμπεσθαι. Ἰστέον δὲ ὡς, εἰ καὶ δύναται κατὰ δοτικὴν πτῶσιν ῥηθῆναι, ὅτι δεδῄει τὸ τεῖχος τῇ μάχῃ καὶ τῇ ἐνοπῇ, ἀλλ' οὐκ ἀρέσκει ὅλως τοῦτο τοῖς παλαιοῖς. ταὐτὸν δὲ καὶ νῦν μάχη καὶ ἐνοπή.

(v. 37 s.) Ὅτι ἐν τῷ "Ἀργεῖοι δὲ Διὸς μάστιγι δαμέντες νηυσὶν ἐπὶ γλαφυρῇσιν ἐεργμένοι", ἢ ἐελμένοι, "ἰσχανόωντο" τὴν θεομηνίαν Διὸς λέγει μάστιγα ὁ ποιητής, θαυμάζων τὸ παράδοξον, ἐὰν οἱ πολιορκοῦντες Ἕλληνες ὑπὸ τῶν πολιορκουμένων Τρώων εἴργωνται ἄρτι, "Ἕκτορα δειδιότες, κρατερὸν μήστωρα φόβοιο", καὶ οἱ τὴν Ἑλένην ἀπαιτοῦντες καὶ ποινὴν προσαπαιτοῦντες ὑπὲρ αὐτῆς περὶ αὐτὴν ζωὴν κινδυνεύουσι. Μήποτε δὲ ὁ τοῦ Ὁμήρου ζηλωτὴς Σοφοκλῆς ἐντεῦθεν τὸν παρ' αὐτῷ Αἴαντα ὡς θεομηνίᾳ περιπεσόντα μαστιγοφόρον ἐπέγραψε. Τὸ δὲ "ἐεργμένοι ἰσχανόωντο" οὐ μόνον καθείρξει ἐοικέναι δηλοῖ τὸ ἀλήμεναι καὶ ἔλσαι, ὡς προδεδήλωται, τοὺς Ἀχαιοὺς περὶ νῆας, ἀλλὰ καὶ συνοχῇ τινι [351] καὶ ἐποχῇ, ὧν τὸ μὲν διὰ τοῦ ἐερμένοι ἢ ἐελμένοι, τὸ δὲ διὰ τοῦ ἰσχανόωντο ἐμφαίνεται.

(v. 39) Τὸ δὲ "μήστωρα φόβοιο", ὃ πολλαχοῦ κεῖται, ταὐτόν ἐστι τῷ τεχνίτην φυγῆς.

(v. 40) Ὅτι ὁ Ἕκτωρ "ὡς τὸ πρόσθεν ἐμάρνατο ἶσος ἀέλλῃ". Καὶ ὅρα τὸ "πρόσθεν". ἀναφέρει γὰρ ἐκεῖ, ἔνθα πρὸ τούτων ὑπεραέϊ αὐτὸν εἴκασεν ἀέλλῃ. Νέστωρ δὲ πρὸ μικροῦ καὶ αὐτὸς κελαινῇ ποτε λαίλαπι ἶσος ἐποροῦσαι εἶπε τοῖς Ἡλείοις. καὶ αὕτη μὲν σύντομος παραβολὴ διὰ τὰ κατεπείγοντα.

(v. 41-50) Εὐθὺς δὲ χάριν πανηγυρικῆς σεμνότητος πλατεῖαν ἑτέραν συγκολλᾷ, ἣν καὶ κοσμεῖ ἐξ ἀρχῆς τρισὶ παρίσοις, καί φησιν "ὡς δ' ὅταν ἔν τε κύνεσσι καὶ ἀνδράσι θηρευτῇσι κάπριος ἠὲ λέων στρέφεται σθένεϊ βλεμεαίνων, οἳ δέ τε πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες ἀντίοι", ἢ ἀντίον, "ἵστανται καὶ ἀκοντίζουσι θαμειὰς αἰχμὰς ἐκ χειρῶν, τοῦ δ' οὔ ποτε κυδάλιμον κῆρ ταρβεῖ οὐδὲ φοβεῖται", ὁ θὴρ δηλαδή, οὐ μὴν τὸ κῆρ αὐτοῦ, "ἀγηνορίη δέ μιν ἔκτα, ταρφέα τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων, ὅππῃ τ' ἰθύσει, τῇ τ' εἴκουσιν", ἤγουν ἐνταῦθα ὑποχωροῦσι, "στίχες ἀνδρῶν, ὣς Ἕκτωρ ἀν' ὅμιλον ἰὼν ἐλίσσεθ' ἑταίρους τάφρον ἐποτρύνων διαβαίνειν". Καὶ ὅρα ὡς ἐν τῇ παραβολῇ συχνοῖς κόμμασι τὸ ἐναγώνιον τῆς θήρας μιμητικῶς ἐνέφηνε, καὶ ὅτι τὸν κάπρον ἢ τὸν λέοντα ὑπὸ ἀγηνορίας πεσεῖν οὐδὲν εἰς τὴν παραβολὴν συντελεῖ. οὐ γὰρ ὁμοίως καὶ ὁ Ἕκτωρ νῦν ἀναιρεῖται ὡς ἀγήνωρ, ἀλλὰ κατὰ τοὺς παλαιοὺς ἄλλως οὕτω ποιητικὸς αὐτὸ κόσμος λαβὼν ἔχει. τοιοῦτόν τι καὶ ἐπὶ τοῦ Ὀδυσσέως πρὸ ὀλίγων ἐποίησεν, ἔνθα τοὺς μὲν Τρῶας θῶας εἶπε, τὸν δὲ τῷ Ὀδυσσεῖ ἐπικουροῦντα Αἴαντα εἴκασε λέοντι, τὸν δὲ Ὀδυσσέα ἐλάφῳ, ὃν θώων φυγόντων δάπτει ὁ λέων. καὶ ἐκεῖ γὰρ μάτην τὸ "ὁ δὲ λέων δάπτει" παρέρριπται διὰ μόνον τὸ πλῆρες τοῦ λόγου καὶ τὸ τῆς ἱστορίας ἐντελές, εἰ καὶ τῇ παραβολῇ ἐστιν ἀσυντελές. μυρίαι δὲ καὶ ἄλλαι τοιαῦται παραβολαί. τὸ γὰρ ὅλον εἰπεῖν, σπάνιαι τῶν παραβολῶν ὅλαι δι' ὅλου προσαρμόζουσι τῷ πράγματι.

(v. 42) Κάπριος δὲ καὶ νῦν παράγωγόν ἐστι τοῦ κάπρος, ὡς ὁ Αἰτώλιος τοῦ Αἰτωλός. Βλεμεαίνειν δὲ καὶ ὧδε τὸ γαυριᾶν περιβλεπόμενον καὶ ἐπαίρεσθαι ἢ ἐπιρρώνυσθαι [352] καὶ οἷον βρέμειν, ἢ τὸ ὀργίζεσθαι κατά τινας, ὅθεν ἀβλεμής, φασίν, ὁ ἀόργητος, καθ' ἑτέρους δὲ εἰπεῖν, ἄνορμος, οὐ πεποιθώς, ἄτολμος, ἀσθενής, οἷς ἅπασιν ἐναντίος ὁ βλεμεαίνων.

(v. 43) Τὸ δὲ "πυργηδὸν ἀρτύναντες" ἀντὶ τοῦ δίκην πύργου συντάξαντες ἢ ἀρηρότες κατὰ πύργον, ὃ δήπου φησὶν ὁ ποιητής. δῆλον γὰρ ὡς ὅθεν τὸ ἀρηρότες, ἐκεῖθεν γίνεται καὶ τὸ ἀρτύναντες, ἀπὸ τοῦ ἀρῶ γάρ. Πύργος δὲ νῦν ἐρρέθη διάταξις στρατιωτικὴ τετραγωνοειδὴς κατὰ πλινθίον συντεταγμένη, πύκνωμα πολὺ ἔχουσα ἐν τῷ τοὺς μὲν προστάτας εἶναι, τοὺς δὲ κατὰ νώτου αὐτοῖς τετάχθαι, τοὺς δὲ καὶ τριστάτας ἵστασθαι καὶ εἰσέτι τυχὸν ἐπὶ πλέον. ῥηθήσεται δὲ περὶ τούτου καὶ ἐν τοῖς ἑξῆς. Τὸ δὲ "σφέας αὐτούς" ἀντὶ συνθέτου ἀντωνυμίας εἴρηται τοῦ ἑαυτούς. ἐρεῖ δὲ καὶ μετ' ὀλίγα ἀμυνόμενοι σφῶν αὐτῶν ἀντὶ τοῦ ὑπὲρ ἑαυτῶν. σύνθετον γὰρ ἀντωνυμίαν οὐκ οἶδεν ὁ ποιητὴς, ὡς καὶ προδεδήλωται.

(v. 45) Τὸ δὲ "ἐκ χειρῶν" παρελκόντως κεῖται, οὐ γὰρ ἔστιν ἄλλως ἢ διὰ χειρῶν ἀκοντίζειν. Ὅρα δὲ καὶ ὅτι κυδάλιμον κῆρ [σεμνῶς] ἐπὶ θηρὸς εἶπε, καὶ ὅτι φανερὰ διαφορὰ παρὰ τῷ ποιητῇ τάρβους καὶ φόβου. ταρβεῖ μὲν γὰρ ὁ ἁπλῶς κατὰ ψυχὴν δειλιῶν, φοβεῖται δὲ ὁ καὶ φεύγων.

(v. 46) Καὶ ὅτι θράσους ἐνδεικτικόν, ὥσπερ ἀλλαχοῦ τὸ "ἑή τέ μιν ὤλεσεν ἀλκή", οὕτω καὶ ἐνταῦθα τὸ "ἀγηνορίη δέ μιν ἔκτα" ὅπερ ἐπὶ Ἕκτορος ἄλλως φράζει "φθίσει σε τὸ σὸν μένος". Μεμφόμενος δὲ τὰς ὑπερβολάς φησι ταῦθ' ὁ ποιητής. μέτρῳ γὰρ πανταχοῦ χρηστέον τοῖς πλεονεκτήμασι διὰ τὸ μηδὲν ἄγαν. Ἐκ δὲ τοῦ ἰθύω ἰθύσω, τὸ ὁρμῶ, καὶ τὸ ἰθύ γίνεται καὶ τὸ ἰθύς μετὰ τοῦ σ ἐπίρρημα καὶ τὰ τοιαῦτα.

(v. 49) Τὸ δὲ "ἐλίσσετο" ἀμφεβλήθη. τινὲς μὲν γὰρ ἐδάσυναν, νοοῦντες αὐτὸ ἀντὶ τοῦ εἱλίσσετο, ἐστρέφετο, τινὲς δὲ ἐψίλωσαν ὡς ἐπὶ παρακλήσεως.

(v. 50-54) Ὅτι γραφικῶς ὁ ποιητής, τουτέστιν ὡς ἔν τινι ζωγραφίᾳ ἐπὶ τῆς τάφρου τοὺς τοῦ Ἕκτορος ἵππους ἱστᾷ, καὶ λέγει ὡς Ἕκτωρ μὲν ἤθελε διαβαίνειν, "οὐδέ [353] οἱ ἵπποι τόλμων ὠκύποδες, μάλα δὲ χρεμέτιζον ἐπ' ἄκρῳ χείλεϊ", ἢ δισυλλάβως "χείλει, ἑσταότες", καὶ ἄλλως δὲ "χείλει ἐφεσταότες". "ἀπὸ γὰρ δειδίσσετο τάφρος εὐρεῖα, οὔτ' ἂρ ὑπερθορέειν σχεδὸν οὔτε περῆσαι ῥηϊδίη" οὖσα, τὸ μὲν πρῶτον ὡς εὐρεῖα, τὸ δὲ δεύτερον ὡς βαθεῖα, καὶ διὰ τοῦτο οὐκ εὐπέρατος, ὅ ἐστιν οὐκ εὐδιάβατος. κατὰ γὰρ τοὺς παλαιοὺς εἰπεῖν, πηδᾶν μὲν τὸ τῆς τάφρου εὖρος κωλύει, διαβῆναι δὲ εἴργει τὸ πλάτος.

(v. 51) Ὅρα δὲ τὸ "ἐτόλμων" αὐτὸ καθ' αὑτὸ κείμενον δίχα ῥήματος ἀπαρεμφάτου. δῆλον δὲ ὡς ἐξ αὐτοῦ τολμήεις καὶ τολμηρός, ὁ θαρσαλέος.

(v. 53 s.) Τὸ δὲ "οὐ περάσαι ῥηϊδίη" προϊὼν καταφατικῶς φράζει λέγων "μάλ' ἀργαλέη περάαν", ὃ καὶ ἐπὶ θαλάσσης ποτὲ λεχθήσεται.

(v. 54 s.) Τῆς δὲ τοιαύτης ἀργαλεότητος τὸ αἴτιον λέγων φησὶ "κρημνοὶ γὰρ ἐπηρεφέες περὶ πᾶσαν ἕστασαν ἀμφοτέρωθεν", τουτέστιν ὀφρύες τινὲς ἐπὶ τὰ ἔσω κοιλαινόμεναι, ὡς οἷον ἠρέμα σπηλαιοειδεῖς ἢ ὀροφωταί. τοιοῦτον γάρ τι δηλοῖ τὸ ἐπηρεφέες, ὡς ἂν μὴ ἔχοι τις δι' αὐτῶν καταβαίνειν ἢ ἀναβαίνειν.

(v. 559) "Ὕπερθε δέ", φησί, "σκολόπεσσιν ὀξέσιν ἀρήρει, τούς", ἤγουν οὕς, "ἔστασαν υἷες Ἀχαιῶν πυκνούς", ὥστε μὴ μεσάζεσθαι, καὶ μεγάλους ὥστε μὴ ὑπερβαίνεσθαι. ὧν ἀμφοτέρων συλληπτικὸν τὸ "δηΐων ἀνδρῶν ἀλεωρήν. ἔνθ' οὔ κεν", ἤγουν ἔνθα οὐκ ἄν, "ῥέα ἵππος ἐΰξοον", ἢ ἐΰτροχον, "ἅρμα τιταίνων ἐσβαίη· πεζοὶ δὲ μενοίνεον εἰ τελέουσι".

(v. 59) Καὶ ὅρα τὸ τελέουσιν, ἐξ οὗ τέλη τὰ τάγματα, ὡς τῶν ἐν μάχῃ ἔργων ἐπιτελεστικά. [Τέλος γὰρ δηλαδὴ καὶ ἡ τοιαύτη τάξις, ὡς ἐν ἄλλοις δηλοῦται. ὅτι δὲ τέλος καὶ ὁ φόρος, δηλοῖ σὺν ἄλλοις καὶ Ἀθήναιος, παρ' ᾧ καί τις τόπος ἀτελὴς εἶναι ἱστορεῖται. Δῆλον δ' ὅτι τέλος καὶ ἡ θυσία. [354] Εὐριπίδης "θεοῖσι μικρὰ θύοντας τέλη". ὅθεν καὶ αἱ τελεταὶ θυσίας ἔχουσαι καὶ μυστικάς τινας παραδόσεις. ἔτι δὲ τέλος καὶ ἡ δαπάνη, ὅθεν καὶ τελεῖν τὸ δαπανᾶν, καὶ πολυτελεῖς οἱ πολλὰ ἀναλίσκοντες, καὶ εὐτελεῖς οἱ ὀλίγα. εἰκὸς δὲ καὶ τοὺς κοινῶς καλουμένους εὐτελεῖς οὕτω λέγεσθαι ὡς μικρᾶς ἂν δαπάνης ἐσομένης ἐπ' αὐτοῖς, εἴ τις αὐτοὺς λόγου πρίαιτό τινος κατὰ τὸν εἰπόντα.] Καὶ οὕτω μὲν ἐνταῦθα πλατὺ ἐξέφρασε, μετ' ὀλίγα δὲ συντομώτατα φράζων φησίν "ἣ δὲ μάλ' ἀργαλέη περάαν. σκολόπες γὰρ ἐν αὐτῇ ὀξέες ἑστᾶσιν".

(v. 55) Εἰσὶ δὲ σκόλοπες, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, ὀρθὰ ξύλα καὶ ὀξέα, ἃ καὶ σταυροὺς ἐκάλουν, ἐξ οὗ κατὰ παραφθορὰν λέξεως τὰ σταύαρα, ἐφ' οὓς οἱ κρεμασθέντες ἀνεσταυρῶσθαι καὶ ἀνεσκολοπίσθαι ἐλέγοντο. [Ἡ δὲ περίφρασις ἀναπηγνύειν ἐπὶ ξύλου τὰ τοιαῦτα λέγει. Ἄλεξις "ἀναπήξαιμι ἂν αὐτὸ ἐπὶ τοῦ ξύλου λαβών".]

(v. 51) Ἰστέον δὲ καὶ ὅτι τὸ τοὺς ἵππους μὴ ἁπλῶς ἀλλὰ καὶ μάλα χρεμετίζειν καὶ τὸ ἐπ' ἄκρῳ χείλει ἑστάναι τὴν ἄγαν προθυμίαν ἐκείνων δηλοῖ ὡς ἐντετριμμένων πολέμοις καὶ συνήθως ὀργώντων εἰς μάχην καὶ αὐτῶν κατὰ τὸν Ἕκτορα.

(v. 52) Τὸ δὲ "ἀπὸ γὰρ δειδίσσετο" ἐφερμηνευτικόν ἐστι τοῦ οὐκ ἐτόλμων.

(v. 53) Περῆσαι δὲ τὸ ἐφεξῆς βηματίσαι δίχα πηδήματος, οὗ ἀνάπαλιν ἔχει τὸ ὑπερθορεῖν.

(v. 54) Ὅρα δὲ καὶ ὅτι κρημνοὺς ἔφη τάφρου ὡς ἐκ μεταφορᾶς τῶν ἐν ὄρεσι.

(v. 59) Τὸ δὲ "εἰ τελέουσιν" οἱ μεθ' Ὅμηρον εἴ πως τελέσουσί φασι. ταὐτίζεται δὲ ἐν ἀμφοῖν ὁ ει σύνδεσμος πρὸς τὸ ὅπως αἰτιολογικὸν κατὰ μετάληψιν συνδέσμου εἰς σύνδεσμον. Ὅτι τὴν ἄγαν ὁρμὴν ἄρτι τοῦ Ἕκτορος εἰς θρασύτητα χαρακτηρίζων ὁ ποιητής, ἣν οὐκ ἂν φιλοίη ἀνὴρ συνετός, πλάττει τὸν Πολυδάμαντα μεμφόμενον καὶ λαλοῦντα τῷ Ἕκτορι, ἃ δὴ οὐδ' ἐκεῖνος ἐξαθερίσει.

(v. 60-63) Φησὶ γάρ "δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς· Ἕκτορ καὶ ἄλλοι Τρῶές τε καὶ ἐπίκουροι, ἀφραδέως", ὅ ἐστιν ἀνοήτως, ἀβούλως, "διὰ τάφρον ἐλαύνομεν ὠκέας ἵππους", ἢ κατά τινας, οὐ μέντοι καλῶς, "ἐλαύνετε μώνυχας ἵππους", "ἣ δὲ μάλ' ἀργαλέη περάαν" καὶ ἑξῆς, [ὡς προείρηται.] Τεχνικῶς δὲ κοινοποιεῖται [355] τὸν λόγον ὁ ῥήτωρ Πολυδάμας ἐν τῷ "ἀφραδέως ἐλαύνομεν", ἐμπεριλαβὼν καὶ ἑαυτόν, ἵνα μὴ ἐλαύνετε εἰπὼν καὶ τὸν Ἕκτορα ὑβρίζειν δόξας ἐκτραχύνῃ καθ' ἑαυτοῦ, ὃν ἐνταῦθα ὁ ποιητὴς ἔφη θρασύν.

(v. 60) Τὸ δὲ "Ἕκτορα ἔειπε παραστάς" ἀντὶ τοῦ προσεῖπεν. ἄλλως γὰρ Ἕκτορι ὤφειλεν εἶναι κατά τε τὸ εἶπε καὶ τὸ παραστάς.

(v. 626) Ἰστέον δὲ ὅτι ἀφραδέως ὁ Πολυδάμας εἰπών, ὡς ἐρρέθη, ἐλαύνειν διὰ τάφρον, προσεπειπὼν δὲ καὶ ἀργαλέην αὐτὴν εἶναι διὰ τοὺς ἐν αὐτῇ, ὡς καὶ αὐτὸ προείρηται, σκόλοπας καὶ τὸ περὶ αὐτοὺς τεῖχος, "ἔνθ' οὔ πως ἔστι", φησί, "καταβήμεναι οὐδὲ μάχεσθαι ἱππεῦσιν", ἀλλὰ δηλονότι πεζοῖς. "στεῖνος γάρ", φησίν, "ὅθι τρώσεσθαι ὀΐω".

(v. 67-69) Εἶτα παιδεύων δεῖν εἶναι ἐν ἀγαθοῖς ὄντα τινὰ καραδοκεῖν καὶ τὰ ἔμπαλίν φησιν "εἰ μὲν γὰρ δὴ πάγχυ κακὰ φρονέων ἀλαπάζει θεός, Τρώεσσι δὲ βούλετ' ἀρήγειν, ἦ τ' ἂν ἔγωγ' ἐθέλοιμι καὶ αὐτίκα τοῦτο γενέσθαι". ὃ δὴ εὐχή ἐστιν ἐπὶ συντόμῳ ἐκπληρώσει τοῦ ἐφετοῦ.

(v. 70-74) Εἶτα ἑρμηνεύων τὸ "ἐθέλοιμι τοῦτο" φησὶ "νωνύμους", ἢ νωνύμνους, "ἀπολέσθαι ἀπ' Ἄργεος ἐνθάδ' Ἀχαιούς· εἰ δέ χ' ὑποστρέψωσι, παλίωξις δὲ γένηται ἐκ νηῶν καὶ τάφρῳ ἐνιπλήξομεν ὀρυκτῇ, οὐκ ἔτ' ἔπειτ' ὀΐω οὐδ' ἄγγελον ἀπονέεσθαι ἄψορρον προτὶ ἄστυ ἑλιχθέντων ὑπ' Ἀχαιῶν". Προνοεῖται γὰρ ὡς ἔμφρων τοῦ μέλλοντος καὶ οἶδε τὸ τοῦ Ἄρεος ἀλλοπρόσαλλον καὶ τὸ τῆς εὐτυχίας πρόσκαιρον.

(v. 66) Τῶν δὲ ἐν τοῖς ῥηθεῖσι λέξεων στεῖνος μέν ἐστι τὸ μεταξὺ τῆς τάφρου καὶ τοῦ τείχους στενοχώρημα, βαρυνόμενον κανόνι τοιούτῳ. Τὰ εἰς ος οὐδέτερα βαρύνεται, νάπος, νέμος, κλῖτος, τεῖχος. οὕτω οὖν καὶ στεῖνος. Τρώσεσθαι δὲ τὸ βλαβήσεσθαι, οὗ ἐνεστὼς ἐν Ὀδυσσείᾳ "οἶνος σὲ τρώει μελιηδής". Ἴωνες δέ, φασί, τρῶμα λέγουσι τὴν τροπήν, οὗ [356] ἡ παραγωγὴ κατὰ τὸ κῶ κῶμα, βρῶ βρῶμα.

(v. 68) Τοῦ δὲ "Τρώεσσι βούλετο νίκην" [ἢ μάλιστα "Τρώεσσι δὲ βούλετ' ἀρήγειν"] ἀναγκαία ἡ προσθήκη, ἵνα μὴ τὸ "κακὰ φρονέων ἀλαπάζει Ζεύς" λοξῶς ῥηθὲν ἐπιρρέπῃ καὶ τοῖς Τρωσί.

(v. 70) Νώνυμοι δὲ εἴτε νώνυμνοι οἱ ἐστερημένοι τοῦ ὀνομάζεσθαι ἢ ὑμνεῖσθαι, ὅ ἐστιν οἱ ἀνώνυμοι ἢ ἀκλεεῖς.

(v. 71) Παλίωξις δὲ ἡ ἀνάπαλιν δίωξις, τῶν διωκομένων ὑποστραφέντων εἰς διώκοντας. ὃ διασαφεῖ ὁ ποιητὴς ἐν τῷ "ὑποστρέψωσι", καὶ ἐν τῷ "ἐκ νηῶν", καὶ ἐν τῷ "ἑλιχθέντων ὑπ' Ἀχαιῶν".

(v. 72) Ἐμπλῆξαι δὲ τάφρῳ τὸ ἐμπελάσαι ἢ τὸ ἀκουσίως ἐγκροῦσαι καί, ὡς εἰπεῖν, ἐμπαῖσαι, ἢ, ὡς πολλαχοῦ φησιν ὁ ποιητής, ἐμπεσεῖν.

(v. 73) Τὸ δὲ "οὐδ' ἄγγελον ἀπονέεσθαι ἄψορρον" παροιμιῶδές ἐστιν, ὅτε πανωλεθρίας που γενομένης οὐδ' ὁ μηνύσων τὰ σκυθρωπὰ ὑπολέλειπται. οἱ δὲ μεθ' Ὅμηρον καὶ σκυθρωπῶν καὶ σκυθρωπότητος ἄγγελον τὸν τοιοῦτόν φασιν. οἱ δ' αὐτοὶ ἐφ' ὁμοίοις δεινοῖς παροιμιάζονται καὶ τὸ "μηδὲ πυρφόρον ὑπολείπεσθαι". Ὅτι ἐνταῦθα μὲν τάχιστα πείθεται τῷ Πολυδάμαντι ὁ Ἕκτωρ, συμβουλεύοντι ἀποβῆναι τῶν ἵππων καὶ πεζοὺς μάχεσθαι, ἐν δὲ τοῖς ἑξῆς καίτοι θεοπρόπιόν τι λέγοντι βαρὺς ἐπιτίθεται καὶ ἀπειλεῖται, λέγων καὶ ἐξολωλέναι θεόθεν τὰς φρένας αὐτῷ. οὕτω δεινὸν ἡ τύχη τὰς τῶν ἀνθρώπων γνώμας μεταποιεῖν. Καὶ ἄλλως δέ, εὐμετάβολος ὁ Ἕκτωρ καὶ πρὸς ἐναντιότητα θελημάτων καὶ λόγων εὐμετάπτωτος, ὃς καὶ τὸν μέγαν Αἴαντα εὐλογήσας αὖθις κακολογεῖ, ὡς ὁ ποιητὴς ἱστορεῖ.

(v. 75-79) Φράζεται δὲ τὰ τοῦ Πολυδάμαντος οὕτω "ἀλλ' ἄγεθ', ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες· ἵππους μὲν θεράποντες ἐρυκόντων", ἤγουν ἐπεχέτωσαν, "ἐπὶ τάφρῳ, αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες Ἕκτορι πάντες ἑπώμεθ' ἀολλέες· αὐτὰρ Ἀχαιοὶ [357] οὐ μενέουσιν, εἰ δή σφιν ὀλέθρου πείρατ' ἐφῆπται". καὶ οὕτω μὲν Πουλυδάμας.

(v. 80 s.) Ἅδε δ' Ἕκτορι μῦθος ἀπήμων, καὶ αὐτίκα πρῶτος αὐτὸς ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε, καὶ μετ' αὐτὸν οἱ ἄλλοι. καὶ γίνεται τὰ ἐφεξῆς ῥηθησόμενα κατὰ τὴν τοῦ Πουλυδάμαντος βουλήν.

(v. 77) Πρυλέες δὲ οἱ ἐν μάχῃ πεζοὶ κατὰ γλῶσσαν Γορτυνίων, ὥς φασιν οἱ παλαιοί. ἡ δὲ τῆς λέξεως παραγωγὴ προγέγραπται. νῦν δὲ τοσοῦτον ῥητέον ὡς, εἰ μὲν ὀξύτονος ἡ ταύτης εὐθεῖα, ἑτέρου τοῦτο λόγου, εἰ δὲ βαρύτονος, συνηγορηθείη ἂν ἐντεῦθεν εἶναι τὸ παρὰ Λυκόφρονι κύριον ὄνομα ἐν τῷ "τῶν αὐθομαίμων συγκατασκάπτην Πρύλιν". οὕτω καὶ Ἱππότης ἐν Ὀδυσσείᾳ κύριον ὄνομα ὁμώνυμον τῷ ἱππεύοντι.

(v. 78) Τὸ δὲ ἀολλέες, [ὃ παρισοῖ μετὰ τοῦ πρυλέες,] ἕτερόν ἐστι τοῦ πάντες, ἵνα λέγῃ ὅτι καὶ πάντες ἑπώμεθα καὶ ὁμοῦ πεπυκνωμένοι.

(v. 80) Τὸ δὲ ἄδεν ἀντὶ τοῦ ἤρεσεν, ἡδὺς ἔδοξε. συστέλλει δὲ τὴν ἄρχουσαν, καὶ ἐξ αὐτοῦ γίνεται καὶ ἄδος, ὁ κόρος, καὶ ἄδην τὸ δαψιλῶς. διὸ καὶ ψιλοῦται παρὰ πολλοῖς. ἔοικε δὲ τὸ "ἄδεν" Αἰολικὸς εἶναι δεύτερος ἀόριστος τοῦ ἥδω ῥήματος, ἴσως δὲ καὶ τοῦ ἀδεῖν ὡς τοῦ κτυπεῖν τὸ ἔκτυπεν.

(v. 86-89) Ὅτι μετὰ τὴν τοῦ Πουλυδάμαντος δημηγορίαν οἱ Τρῶες "διαστάντες, σφέας αὐτοὺς ἀρτύναντες, πένταχα κοσμηθέντες ἅμα ἡγεμόνεσσιν ἕποντο" ἄλλοις μὲν ἄλλοι, Ἕκτορι δὲ καὶ Πολυδάμαντι "οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν". καὶ ἐφερμηνεύων τὸ ἄριστοί φησι "μέμασαν δὲ μάλιστα τεῖχος ῥηξάμενοι ἐπὶ νηυσὶ μάχεσθαι". Σημείωσαι δὲ ὅτι διδάσκων μὴ ἐπὶ φαυλότητος νοῆσαί τινος τὸ "διαστάντες" ἡρμήνευσεν αὐτὸ οὐ μόνον διὰ τοῦ φθάσαι πρὸ τούτων εἰπεῖν εὖ κατὰ κόσμον ἡνιόχῳ ἐπιτέλλειν ἕκαστον, ἀλλὰ καὶ διὰ τοῦ ἀρτύναντες ἑαυτοὺς καὶ διὰ τοῦ κοσμηθέντες. Δῆλον δὲ ὡς ἡ δια πρόθεσις δηλοῖ μὲν διχασμόν τινα μάχιμον, ὡς καὶ ἐν τῷ "διαστήτην ἐρίσαντε", καὶ ὅτε δὲ διαζύγιόν φαμεν τὸν ἀπὸ τοῦ [358] ἑνωτικοῦ κατὰ γάμον ζυγοῦ δυασμόν. σημαίνει δὲ ὅμως ἐν πολλοῖς καὶ διάκρισιν, ἤτοι ἁπλῶς χωρισμόν, ὡς ἐν τῷ "εὖ διαβάς", ἤγουν διαστήσας τὰ σκέλη, ὥς πού φησιν ὁ ποιητής, καὶ νῦν ἐν τῷ "οἳ δὲ διαστάντες", φιλικῶς δηλαδή, ὡς δηλοῖ τὸ ἀρτύναντες, ὃ λέγει ἀντιθετικῷ σχήματι, ὅτι καὶ διαστάντες τοπικῶς ὅμως ἀραρότως εἶχον. Ὅρα δὲ καὶ ἐν τοῖς ῥηθεῖσι τρεῖς μετοχὰς ἀσυνδέτους ὁμοῦ κειμένας, τὸ "οἳ δὲ διαστάντες", τὸ "σφέας αὐτοὺς ἀρτύναντες", ὃ δὴ καὶ πρὸ ὀλίγων εἶπε κατὰ ἀνεκλόγιστον συνήθη ταὐτολογίαν, καὶ τὸ "πένταχα κοσμηθέντες". γοργότητος δὲ τοῦτο σχῆμα, συνεπισπεύδοντος οἷον τοῦ ποιητοῦ διὰ τῆς ἀσυνδέτου φράσεως τῇ τῶν πραγμάτων ἄρτι ὀξύτητι.

(v. 90) Τὸ δὲ "ῥηξάμενοι" δῆλον ὅτι καὶ ῥήξαντες κοινότερον λέγεται.

(v. 87) Ἰστέον δὲ ὅτι διακοσμοῦνται οἱ Τρῶες πένταχα, ἢ διότι πέντε ἦσαν ἴσως αἱ τοῦ Ἑλληνικοῦ τείχους πύλαι, ἢ μάλιστα ἵνα, φασίν, ἀνὰ δύο ἡγεμονίαι μέσον δορυφοροῖεν ἐπ' ἀσφαλείᾳ τὸν Ἕκτορα. ἑκάστη δὲ τῶν πέντε τάξεων τρεῖς εἶχεν ἡγεμόνας, ὡς εἶναι τοὺς πάντας δεκαπέντε, οὓς καὶ ὀνομάζει ὁ ποιητὴς κατὰ λόγον τινὰ ἡρωϊκὸν καὶ ἐνταῦθα στενολεσχῶν ὡς ἐπὶ νεαρῷ μάχης ἐγχειρήματι, καὶ λέγει ὡς ἅμα μὲν Ἕκτορι ἀμύμων Πολυδάμας ἦν καὶ ὁ πρὸ μικροῦ ἡνιοχῶν τῷ Ἕκτορι Κεβριόνης.

(v. 91-93) Καὶ ὅρα ὡς οὐ περιοπτέον ἐν καιρῷ τοὺς ἀρίστους, εἰ καὶ ὑποδεῶς ἔχουσι διὰ τὸ ὑπηρετικόν. Ἕκτωρ γὰρ εἰς συστράτηγον ἑταιρίζεται τὸν αὐτοῦ ἡνίοχον, καταλιπὼν παρ' ὄχεσφιν ἄλλον Κεβριόναο χείρονα. τῶν δ' ἑτέρων ‑ οὕτω δὲ λέγει τὴν δευτέραν τάξιν ὁ ποιητὴς δι' εὐχρηστίαν μέτρου ‑ Πάρις ἦρχε καὶ Ἀλκάθοος καὶ Ἀγήνωρ. Ἔνθα ὅρα τὴν τῆς φράσεως συντομίαν. μόνης γὰρ τῆς δευτέρας τάξεως τοὺς τρεῖς κοσμήτορας δι' ἑνὸς ἔφρασε στίχου ὁ ποιητής, ἐπὶ δὲ τοῖς λοιποῖς πλατύτερον γράφει, οὕτως ἀρέσαν αὐτῷ διὰ τὸ ἐν ἅπασι πολυειδὲς τῆς αὐτοῦ γραφῆς.

(v. 94 s.) Τῶν δὲ τρίτων Ἕλενος ἦρχε καὶ Δηΐφοβος θεοειδής, Πριαμίδαι. Τρίτος δὲ ἦν Ἄσιος ἥρως.

(v. 96 s.) Ὃν καὶ ἐπαναλαβὼν ὡς ἄξιόν τινος λόγου πλείονος διὰ τὸν πολὺν φανητιασμόν, ἵνα ἐγγραφῇ οὕτω τῇ ψυχῇ [359] τοῦ ἀκροατοῦ καὶ ἐπισημανθῇ τὰ κατ' αὐτὸν ὡς καινά τινα τοῦ ποιητοῦ περὶ αὐτοῦ ἱστορήσοντος, ἐπάγει "Ἄσιος Ὑρτακίδης" καὶ τὰ ἑξῆς ἀπαραλλάκτως ὡς ἐν τῇ Βοιωτίᾳ κεῖνται, ἤγουν ὅτι τε Ἀρίσβηθεν ἥκει ἀπὸ Σελλήεντος ποταμοῦ, καὶ ὡς μεγάλοι αὐτῷ ἵπποι καὶ αἴθωνες, ὅ ἐστι μέλανες ἢ εὐκίνητοι ἢ πυρροί.

(v. 99 s.) Τῶν δὲ τετάρτων ὁ Ἀγχίσου ἦρχεν Αἰνείας, καὶ οἱ Ἀντηνορίδαι Ἀρχέλοχος καὶ Ἀκάμας, μάχης εὖ εἰδότε πάσης.

(v. 101-104) "Σαρπηδὼν δὲ ἡγήσατ' ἀγακλειτῶν ἐπικούρων, πρὸς δ' ἕλετο" καὶ τὸν αὐτανέψιον Γλαῦκον καὶ τὸν νέηλυν ἀρήϊον Ἀστεροπαῖον τὸν ἀμφιδέξιον. οὗτοι γάρ, φησίν, αὐτῷ ἔδοξαν διακριδὸν εἶναι ἄριστοι τῶν ἄλλων μετά γε αὐτόν. "ὃ δ' ἔπρεπε καὶ διὰ πάντων", τουτέστι διαπρεπὴς ἦν ἐν ἅπασι. Καὶ ὅμως προσεταιρίζεται καὶ ἑτέρους εἰς μάχην ὀρθωσόμενος καὶ αὐτὸς μέγας ὑπὸ βαιῶν, ὡς ἂν ἡ τραγῳδία ἐρεῖ. Ὅρα δὲ ὅτι ποικίλος κἀνταῦθα ὢν ὁ ποιητὴς ἐπὶ μὲν Σαρπηδόνος τὸ ἡγήσατο εἶπε, προσθέμενος ὅτι προσείλετο διακριδὸν τὸν δεῖνα καὶ τὸν δεῖνα, ἐπὶ δὲ τοῦ Αἰνείου τὸ ἄρχειν ἔφη, ἐπιφέρων ὅτι ἅμα τούτῳ οἱ δεῖνα, ἐπὶ δὲ Ἑλένου καὶ Δηϊφόβου ἐσίγησε τὸ ῥῆμα, λαβὼν αὐτὸ ἄνωθεν ἀπὸ κοινοῦ καὶ ἐπαγαγὼν οὐ δύο, καθὰ ἐπὶ Αἰνείου καὶ Σαρπηδόνος, ἀλλ' ἕνα μετὰ ὑπαρκτικοῦ ῥήματος. τρίτος γάρ, φησίν, ἦν Ἅσιος ἥρως. ἐπὶ δὲ τῶν δευτέρων τὸ ἄρχειν ἔθετο, οὐ διελὼν καὶ αὐτούς, ἀλλὰ κοινώσας ἑνὶ στίχῳ, καθὰ καὶ προερρέθη. τὴν δὲ πρώτην τάξιν ἑτεροίως ἔφρασεν οὔτε ῥῆμα θέμενος ἡγεμονικόν, ἀλλὰ καὶ τὸν τρίτον τὸν Κεβριόνην πλεῖον διαστήσας ἐκ τῶν δύο συστρατήγων. εἰπὼν γὰρ ὡς οἱ πλεῖστοι ἅμα Ἕκτορι ἦσαν καὶ Πολυδάμαντι, μετὰ τρεῖς στίχους τοῦ Κεβριόνου μέμνηται.

(v. 94) Θεοειδῆ δὲ τὸν Δηΐφοβον λέγει, ὁποῖόν τι ἐπ' οὐδενὸς τῶν ἄλλων ἔφη, διὰ τὸ ἐπισημάνσεως ἄξιον εἶναι τά τε ἄλλα καὶ ὅτι μετὰ τὸν Ἀλεξάνδρου θάνατον τὴν Ἑλένην αὐτὸς ἀγαγόμενος ὑπὸ Μενελάου θνῄσκει ἐν τῇ τῆς Τροίας ἁλώσει, τριακονταετής, φασίν, ὤν. τὸ δὲ σῶμα αὐτοῦ μυθεύεται ῥιφὲν ἄταφον μεταβεβλῆσθαι εἰς βοτάνην λεγομένην ἀκέφαλον, ἥν φασιν ἀγαθὴν εἶναι τοῖς σπληνικοῖς πρὸς λύχνον αἰρομένην καὶ διδομένην μετὰ ὕδατος.

(v. 95) Ἐν δὲ τῷ "Ἄσιος ἥρως", καὶ μετ' ὀλίγα "Ἄσιος ὄρχαμος ἀνδρῶν", καὶ ἐφεξῆς ἐν τῷ "ἐπερχόμενον μέγαν Ἄσιον", καὶ "Ἄσιον ἀμφὶ ἄνακτα", ἔστι τι μυκτῆρος ποιητικοῦ, ὡς τοῦ τοιούτου ὀφειλέτου μὲν ὄντος φρονεῖν, μὴ τοιούτου δὲ ἀποβάντος. διὸ παρεμπλέκει τοῖς τοιούτοις μετ' ὀλίγα ἐπιθέτοις τὸ "νήπιος", ὃς τῶν ἄλλων βουλῇ Πολυδάμαντος ἀμωμήτοιο πειθομένων αὐτὸς οὐκ ἤθελε πεζὸς ἀλλὰ σὺν ἵπποις πελάσαι ταῖς [360] ναυσίν, ὀκνῶν, οἶμαι, ὁ μέγας ἑαυτὸν ταπεινῶσαι τῇ ἐκ τῶν ἵππων ἀποβάσει.

(v. 96) Ἡ δὲ Ἀρίσβη, περὶ ἧς εἴρηται καὶ ἐν τῇ Βοιωτίᾳ, πόλις φασὶ Τρωϊκή, Μιτυληναίων ἄποικος, μεταξὺ Περκώτης καὶ Ἀβύδου, ἔχουσα ποταμὸν Σελλήεντα, πατρὶς Ἀσίου, κληθεῖσα οὕτως ἀπὸ Ἀρίσβης, θυγατρὸς μὲν Τεύκρου τοῦ Κρητός, γυναικὸς δὲ Δαρδάνου. ἦν δέ, φασί, καὶ ἐν Λέσβῳ Ἀρίσβα πόλις ἀπὸ Ἀρίσβης, θυγατρὸς Μάκαρος ἢ Μέροπος, ἣν πρώτην ὁ Πάρις ἔσχε γυναῖκα.

(v. 98) Ὁ δὲ μνημονευθεὶς Ἀγχίσης Κάπυος ἦν, ὡς ἐν τοῖς ἑξῆς που γενεαλογεῖ ὁ ποιητής, καὶ Ἀφροδίτης, ὃς ἔτη ὀγδοήκοντα ζήσας ἀποίχεται. ἐδείκνυτο δέ, φασί, τάφος αὐτοῦ ἐν τῇ Ἴδῃ, καὶ ἐτίμων αὐτὸν οἱ ἐκεῖ ποιμένες καὶ βουκόλοι κατὰ πᾶν φθινόπωρον τὸν τάφον αὐτοῦ στέφοντες. νεώτεροι δέ τινες ἐν Σικελίᾳ φασὶ τετελευτηκέναι αὐτόν.

(v. 101) Περὶ δὲ Σαρπηδόνος ἀπορήσαντές τινες, διὰ τί αὐτὸς ἄρχει Λυκίων καὶ οὐ Γλαῦκος, ἐπεὶ ὁ μὲν ἐξ ἀρρένων, Ἱππολόχου γὰρ υἱός, Σαρπηδὼν δὲ Λαοδαμείας ἀδελφῆς Ἰσάνδρου καὶ Ἱππολόχου τῶν Βελλεροφόντου υἱῶν, λύουσι λέγοντες ὅτι κατὰ τιμὴν Λαοδαμείας γέγονεν. ἀμφισβητούντων γὰρ τῶν ἀδελφῶν περὶ βασιλείας καὶ προκλήσεως οὔσης διατοξεῦσαι δακτύλιον ἐπικείμενον στήθει παιδὸς ὑπτίου, ἡ ἀδελφὴ τὸν αὐτῆς εἰς τοῦτο ἔδωκε παῖδα. [(v. 102) Ὅτι δὲ Γλαῦκοι διάφοροι, πολλαχοῦ δηλοῦται. Λύκιος μὲν γὰρ ὁ ἐνταῦθα ῥηθείς. Ἦν δέ τις καὶ ἕτερος ὁ παρὰ Λυκόφρονι παρωνύμως Γλαύκων, οὗ γλυκύπικρος θάνατος περιᾴδεται. πίθῳ γάρ, φασίν, ἐναπεπνίγη μέλιτος. Περιφέρεται δὲ ἐν ἀοιδαῖς καὶ ὁ Ἀνθηδόνιος Γλαῦκος, οὗ μνεία τις ἐν τῷ Καταλόγῳ τέθειται τῶν νεῶν. Ἔστι δέ τις καὶ ἰχθὺς καλούμενος γλαῦκος, οὗπερ ἔκκριτος ἡ κεφαλὴ καὶ μάλιστα οἱ ὀφθαλμοί. Τοῦ δὲ ἀρήϊος πρωτότυπον τὸ ἄρειος, ὅπερ ἐστὶ πολεμικός. ἐξ οὗ καὶ κύριον παρὰ τοῖς ὕστερον Ἄρειος διὰ διφθόγγου, ὁ κατὰ τῆς ἀληθείας φερωνύμως Ἀρεϊκός. παρὰ δὲ τοῖς παλαιοῖς φέρεται καὶ διὰ τοῦ ἰῶτα κύριον ψάλτου τινὸς ὁ Ἄριος, περὶ οὗ λέγεται ὅτι Στρατόνικος [361] ὁ κιθαρῳδὸς πρὸς Ἄριον τὸν ψάλτην, ὀχλοῦντά τι αὐτῷ, ἔφη τὸ "ψάλλ' ἐς κόρακας", ὅπερ ἐστὶ παρῳδία τοῦ "βάλλ' ἐς κόρακας", καθάπερ αὖθις αὐτὸ παρῴδηται ἀπὸ τοῦ "βάλλ' ἐς μακαρίαν", περὶ ὧν δὴ παροιμιῶν ἐν ἄλλοις δεδήλωται.]

(v. 103) Τὸ δὲ διακριδόν, ἤγουν κατ' ἐπίκρισιν, ἐμφαίνει καὶ τὸ "πρὸς δ' ἕλετο Γλαῦκον" δεῖν εἶναι μὴ ἁπλῶς νοεῖν ἀντὶ τοῦ προσελάβετο, ἀλλὰ ὡς ἐξαίρετον ἐπιλέγδην μετὰ διακρίσεως. ὥσπερ δὲ ἀπὸ τοῦ παρακλίνειν τὸ παρακλιδόν, οὕτω καὶ ἐκ τοῦ διακρίνειν τὸ διακριδόν. ὁμοιοσχημονεῖ δὲ τούτοις καὶ τὸ νοσφιδόν ἐκ τοῦ νοσφίζειν.

(v. 104) Ἰστέον δὲ καὶ ὅτι τὸ πρέπειν συγκοπὴ τοῦ περιέπειν ἐστίν, ἐξ οὗ διαπρεπής καὶ ἐκπρεπής, ὁ ἄξιος τιμητικῶς περιέπεσθαι.

(v. 105) Ὅτι πεζικὸν φράζων συνασπισμόν φησιν "οἳ δ' ἐπεὶ ἀλλήλους ἄραρον τυκτῇσι βόεσσιν", ὅ ἐστι τετεχνιτευμέναις βύρσαις, οὐ μὴν ζώοις βουσίν, ἀλλ' οὐδ' ἁπλῶς βοείαις, αἳ ὑποστρώννυνται. Ἰστέον δὲ ὅτι ὃν τρόπον λέγει βῶν τὴν ἀσπίδα, οὕτω καὶ βοῦν, τυκτὴν πάντως καὶ ἐκείνην καὶ ταύτην, ὅ ἐστι τευκτήν, τεχνητήν. ἀπὸ γὰρ τοῦ τεύχω καὶ ἡ τέχνη παράγεται, ὥσπερ καὶ τὸ τυκτόν. τοῦτό τε γὰρ τευκτόν ἐστι κατὰ τὸ πλῆρες, καὶ ἡ τέχνη δὲ τεύχνη ὁμοίως. ἴσως δὲ καὶ ὥσπερ πύλαι ποιηταί καὶ τράπεζα ξεστή καθ' ὑπακοὴν τοῦ εὖ, οὕτω καὶ νῦν τυκταὶ βόες αἱ εὔτυκτοι. τὰς δὲ ῥηθείσας τυκτὰς βόας καὶ βόας αὔας μετ' ὀλίγα ἐρεῖ ὁ ποιητής. ἔνθα νοητέον ὡς ταὐτόν ἐστι βῶν ἀζαλέην εἰπεῖν καὶ βοῦν αὔην πρὸς διαστολὴν τῆς ὄντως καὶ φύσει, τουτέστι τῆς ζώσης βοός. ἐκείνη γὰρ οὔτε ἀζαλέη οὔτε αὔη, ἀλλὰ ὑγρά, ἐπεὶ καὶ ἔμψυχος. Τὸ δὲ "ἀλλήλους ἄραρον βόεσσιν" ὅμοιον μέν ἐστι τῷ "σκολόπεσσιν ὀξέσιν ἀρήρει", ὃ περὶ τῆς τάφρου εἴρηται, συντελεῖ δὲ εἰς ἐτυμολογίαν καὶ ἑρμηνείαν τοῦ "σφέας αὐτοὺς ἀρτύναντες", ὃ πρὸ ὀλίγων γέγραπται.

(v. 107) Ἐνταῦθα δὲ κεῖται καὶ τὸ "ἐν νηυσὶ πεσεῖσθαι", πάλιν ἢ περὶ Δαναῶν ὡς κατακεισομένων ἐν αὐταῖς ταῖς ναυσὶν ἢ περὶ Τρώων ὡς ἐμπληξόντων αὐταῖς.

(v. 105-107) Φησὶ γὰρ "οἳ δ' ἐπεὶ ἀλλήλους ἄραρον", ὡς ἐρρέθη, ἔβησαν "ἰθὺς Δαναῶν λελιημένοι· οὐ γὰρ ἔφαντο σχήσεσθαι ἀλλ' ἐν νηυσὶ μελαίνῃσι πεσέεσθαι". τοῦτο δὲ καὶ μετ' ὀλίγα πάλιν οὕτω ῥητῶς κεῖται [362] ἀπαραποίητον.

(v. 106) Τὸ δὲ "λελιημένοι" ποιητικὴ καὶ αὕτη λέξις, ἀχρεία λόγῳ πεζῷ, ἐσχηματισμένη ὁμοίως τῷ τετιημένοι, ἀμφιβολίαν ἔχει τινά. ἢ γὰρ ἐξ ὀρθοῦ ἐλλιπῶς νοεῖται, ἵνα δηλοῖ τὸ ἐπιθυμοῦντες μάχης, ἢ μετὰ τῶν Δαναῶν κολλᾶται, ὡς ἂν λέγῃ, ὅτι ἐπεθύμουν τῶν Δαναῶν οἱ Τρῶες. ἔχει δὲ καὶ τοῦτο ἔλλειψιν. δῆλον γὰρ ὡς Δαναῶν λελιημένοι εἰσὶν ὥστε ἀνελεῖν αὐτούς.

(v. 113-117) Ὅτι κεῖται καὶ ἐνταῦθα προαναφώνησις τῶν ἐφεξῆς ἱστορηθησομένων ἐν τῷ "νήπιος οὐδ' ἂρ ἔμελλε κακὰς ὑπὸ Κῆρας ἀλύξας ἵπποισι καὶ ὄχεσφιν ἀγαλλόμενος", ὁ προρρηθεὶς Ἄσιος δηλαδή, "παρὰ νηῶν ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν. πρόσθε γάρ μιν μοῖρα δυσώνυμος ἀμφεκάλυψεν ἔγχεϊ Ἰδομενῆος". Καὶ ὅρα κἀνταῦθα τὸ νήπιος ἐπὶ προσώπου ἀναφωνηθὲν οὐκ εὖ ἔχοντος τοῦ φρονεῖν, σημαντικώτατα καὶ νῦν χρησαμένου, φασί, τοῦ ποιητοῦ τῷ ὀνόματι τούτῳ. καὶ ἐφεξῆς δὲ τοὺς περὶ τὸν Ἄσιον διὰ τὴν αὐτὴν αἰτίαν νηπίους ἐρεῖ.

(v. 108-112 et 118 s.) Ἄφρων δὲ ὁ Ἄσιος, διότι οὐ κατὰ τοὺς ἄλλους Τρῶας καὶ ἐπικούρους βουλῇ Πουλυδάμαντος ἀμωμήτοιο ἐπείσθη, ὥστε αὖθι λιπεῖν ἵππους τε καὶ ἡνίοχον θεράποντα, ἀλλὰ μόνος αὐτὸς ἀπειθὴς διεκπεσών, σὺν αὐτοῖς πελάσας τῷ τείχει, νηῶν ἐπ' ἀριστερὰ ἵππους καὶ ἅρμα διήλασεν, ὅπου, φασίν, Ἰδομενεὺς καὶ Αἴας ἐνεώλκουν περὶ τὸ Ῥοίτειον ἀκρωτήριον. Ἔνθα καὶ ἡ κατὰ τὸν Ἀρίσταρχον ἱππήλατος ἦν πύλη, ὡς καὶ ὁ ποιητὴς δηλοῖ εἰπὼν "ὅπου Ἀχαιοὶ ἐκ πεδίου νίσσοντο σὺν ἵπποισι καὶ ὄχεσφιν". Ἰστέον δὲ ὅτι οὐ μόνος ὁ Ὑρτακίδης, ἀλλὰ καὶ ἕτερός τις ἔοικεν Ἄσιος εἶναι περὶ Τροίαν, ὡς δηλοῖ μετ' ὀλίγα τὸ "Ἀσιάδην Ἀκάμαντα". ὅτι δ' ὀψέ ποτε πεζεύσας Ἐπιμηθέως λόγῳ ὑπὸ Ἰδομενέως πίπτει βληθεὶς ὁ ῥηθεὶς μέγας Ἄσιος, ἐν τοῖς ἐφεξῆς ἱστορήσει ὁ ποιητής. Καὶ ἔχει τοῦτο λαβὼν ἐκεῖνος βαρβαρικῆς ἀπειθείας ἐπίχειρον, διδάξας, καθά φασιν οἱ παλαιοί, ὡς παρὰ τὸν καιρὸν αἵ τινων χρήσεις βλαβεραί εἰσιν ἤπερ ὠφέλιμοι, καὶ δείξας παιδαριώδη ἑαυτόν, εἴπερ ἐν τοιούτῳ καιρῷ καὶ τόπῳ ἀγλαϊζόμενος ἅρματι καὶ ἵπποις ἐλλάμπεται.

(v. 114) Τὸ δὲ "παρὰ [363] νηῶν" ἀντὶ τοῦ ἀπὸ νηῶν εἴρηται. ἡ γὰρ παρα, ὥς φασιν οἱ παλαιοί, κυρίως ἐπὶ ἐμψύχων ἐστί.

(v. 116) Μοῖρα δὲ δυσώνυμος πρὸς διαστολὴν τῆς ἀγαθῆς καί, ὡς ἂν Πίνδαρος εἴποι, εὐωνύμου, καθ' ἣν μοιρηγενής που ὁ Ἀγαμέμνων λέγεται ἀντὶ τοῦ εὐδαίμων. καὶ ἄλλως δὲ εἰπεῖν, μοῖρα δυσώνυμος, ᾗ οὐκ ἂν πρέποι συντεθῆναι τὸ εὖ, ἵνα ἐξ αὐτῆς εὐμοιρία λεχθείη, ἀλλ' ὅθεν ὁ ἄμμορος γίνεται, ὅ ἐστι κακόμοιρος. [Ταὐτὸν δὲ εἶναι δοκεῖ δυσώνυμον εἰπεῖν καὶ κακὴν δὲ καὶ οὐκ ὀνομαστήν. οὕτω γὰρ καὶ τὸ "Κακοΐλιον οὐκ ὀνομαστήν" ὅμοιόν ἐστι τῷ δυσώνυμον Ἴλιον.]

(v. 119) Τὸ δὲ "ὅπου Ἀχαιοὶ ἐκ πεδίου νίσσοντο" παρεμφαίνει τι καὶ αὐτὸ τῆς τοῦ Ἀσίου ἀφροσύνης. ἴσως γὰρ συνεισελθεῖν ᾠήθη τοῖς τοιούτοις καὶ αὐτὸς διώκων.

(v. 120) Ὅρα δ' ἐν τούτοις καὶ τὸ "διήλασεν". οὐ γὰρ συνήθως ἡ λέξις κεῖται, ὡς ἐν τῷ ξίφος ἢ ἔγχος διήλασεν, ἀλλ' ἁπλῶς ἀντὶ τοῦ ἤλασεν, ὥς που καὶ τὸ εἰπεῖν διειπεῖν λέγει, οἷον "δίειπέ μοι ὄφρα δαείω".

(v. 120 s.) Ὅτι ἐν τῷ "οὐδὲ πύλαις εὗρεν" ὁ Ἄσιος "ἐπικεκλιμένας σανίδας καὶ μακρὸν ὀχῆα" πύλαι μὲν κατὰ συνήθειαν Ὁμηρικὴν αὐτὸς ὁ τῆς εἰσόδου τόπος, σανίδες δὲ αἱ θύραι, ὀχεὺς δὲ ὁ μοχλός. Ὅρα δὲ καὶ τὸ ἐπικεκλιμένας, οἷα συντελοῦν εἰς τὸ "ἠμὲν ἐπιθεῖναι πυκινὸν νέφος ἠδ' ἀνακλῖναι". Εἰσὶ δὲ ἐπικεκλιμέναι αἱ συγκεκλεισμέναι, αἷς ἀνάπαλιν ἔχουσιν αἱ ἀναπεπταμέναι, ὡς εὐθὺς κατωτέρω κεῖται.

(v. 122) Ὅτι προμηθείας στρατηγικῆς καὶ τὸ ἀναπεπταμένας νῦν ἔχειν τὰς τοῦ Ἀχαιϊκοῦ τείχους πύλας, ὡς ἂν οἱ ἐκ τοῦ πολέμου φεύγοντες σῴζοιντο. ὃ καὶ ἐν τοῖς μετὰ ταῦτα γενήσεται, ὅτε Ἀχιλλεὺς κατὰ κράτος νικᾷ. ἐρεῖ γὰρ ἐκεῖ ὁ Πρίαμος "πεπταμένας ἐν χερσὶ πύλας ἔχετε, εἰς ὅ κε λαὸς ἔλθῃ". Ἐκ μεταφορᾶς δὲ τῶν τιταινόντων ὀρνίθων τὰς πτέρυγας ἐν τῷ ἵπτασθαι τὸ ἀναπεπταμένας εἴληπται, καὶ φανεῖται τοῦτο καὶ ἐν τῇ ω΄ ῥαψῳδίᾳ.

(v. 124) Ὅτι τὸ "ἰθὺς φρονέων" Ἄσιος "ἵππους ἔχεν", ἤγουν ἤλαυνεν, ἀντὶ τοῦ θαρρυνόμενος [364] ἐπὶ τὰ ἀντικρὺ καὶ προϊέναι θέλων, ᾧπερ ὅμοιον ἐν τοῖς ἑξῆς τὸ "οἳ δ' ἰθὺς πρὸς τεῖχος ἔκιον", καὶ τὸ "ἀντικρὺ μεμαώς", καὶ τὸ "πρόσω ἰέναι", καὶ τὸ "ἴθυσαν ἐπὶ τεῖχος". ἀλλαχοῦ δὲ σαφέστατα λέγει "οἳ δ' ἰθὺς φρόνεον, μέμασαν δὲ μάχεσθαι".

(v. 125) Ὅτι ἐν τῷ "ἕποντο ὀξέα κεκλήγοντες" ῥῆμα προϋπόκειται, ὡς πολλαχοῦ ἐφάνη, τὸ κεκλήγω. Συρακουσίων δέ, φασί, τοῦτο γλώσσης. τοιοῦτον δὲ καὶ τὸ "πεπλήγοντες", ἐξ οὗ ἔοικεν εἶναι τὸ πεπλήγετο, μετ' ὀλίγα ῥηθησόμενον ἐν τῷ "καὶ ὣ πεπλήγετο μηρώ".

(v. 128) Ὅτι Λαπίθαι, ὡς καὶ ἐν τῇ α΄ ῥαψῳδίᾳ ἐρρέθη, γένος ἦν ἡρωϊκὸν ἐν Θεσσαλίᾳ, Κενταύροις πολέμιον, ἀπό τινος Λαπίθου, υἱοῦ Ἀπόλλωνος, καὶ Στίλβης νύμφης ἔχοντες τὴν τοῦ γένους ἀρχήν, ὧν κατάγονται Λεοντεὺς καὶ Πολυποίτης ὁ Πειριθόου τοῦ ᾀδομένου υἱός.

(v. 128-136) Φησὶ γὰρ αὐτοὺς ὁ ποιητὴς "υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων, οἵ", φησί, "προπάροιθε πυλάων ὑψηλάων ἕστασαν, ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι, αἵ τ' ἄνεμον μίμνουσι καὶ ὑετὸν ἤματα πάντα, ῥίζῃσι μεγάλῃσι διηνεκέεσσ' ἀραρυῖαι· ὣς ἄρα τοί", ἤγουν οὗτοι, "χείρεσσι πεποιθότες ἠδὲ βίῃφι μίμνον ἐπερχόμενον μέγαν Ἄσιον οὐδ' ἐφέβοντο". Καὶ σημείωσαι ὡς ὑπερβάλλων ἐστὶν ὁ τῶν τοιούτων Λαπιθῶν ἔπαινος, εἴγε τοσούτων ἐχθρῶν ἐπιφορὰν δύο μόνοι ὄντες ἀποκρούσονται. διὸ καὶ πρὸς σύας εἰκασθήσονται, οἳ ἄνδρας πολλοὺς καὶ κύνας γενναίως δέχονται. Ἰστέον δὲ ὅτι Λαπίθης ἔοικε γίνεσθαι παρὰ τὸ λα ἐπιτατικὸν καὶ τὸ ἔπιθον, χρόνου δευτέρου ἀορίστου. εἰπεῖν γὰρ "ᾧ λαοὶ πείθονται" οὐκ ἐᾷ τὸ μέτρον, οἷα συστέλλον τὴν τῆς λέξεως ἄρχουσαν. Ὅρα δὲ καὶ ὅτι τὸ "Λαπιθάων αἰχμητάων", ὥσπερ καὶ τὸ "πυλάων ὑψηλάων", καὶ τὸ "οὔρεσι μίμνουσι", καὶ τὸ "ῥίζῃσι μεγάλῃσι" σῶφρον ἔχουσι κάλλος καὶ μέτριον διὰ τῶν ὁμοιοτελεύτων, ὡραΐζοντος τοῦ ποιητοῦ τὸν λόγον διὰ τοὺς καλοὺς ἥρωας.

(v. 131) Τὸ δὲ "ὑψηλάων" πρὸς διαστολὴν τῶν πυλίδων λέγεται.

(v. 133) Τὸ δὲ "μίμνουσι" χρήσιμον τῇ ἀποδόσει τῆς παραβολῆς. ὡς γὰρ δρύες ἄνεμον καὶ ὑετὸν μίμνουσιν ἐν ὄρει, οὕτως αὐτοὶ ἔμιμνον ἐπερχόμενον μέγαν Ἄσιον, πλὴν οὐχ' ὡς ἐρριζωμένοι, ἀλλ' ὡς κινεῖσθαι μὲν δυνάμενοι, σταδαῖοι δὲ μαχηταί. διὸ ἐπήγαγεν "οὐδὲ φέβοντο". Τὸ δὲ "ἤματα πάντα" κεῖται μὲν παρελκόντως, οὐ γὰρ οὕτω καὶ οἱ Λαπίθαι ἀεὶ μίμνουσι, δηλοῖ δὲ τὸ τῶν δρυῶν πολυχρόνιον.

(v. 134) Διηνεκεῖς δὲ ῥίζαι αἱ διὰ πολλοῦ τόπου ἐνηνεγμέναι καὶ τεταμέναι καὶ οὕτως αἴτιαι ταῖς [365] δρυσὶ τοῦ μίμνειν ἄνεμον καὶ ὑετὸν ἤματα πάντα, ἤγουν ἐς διηνεκὲς χρόνου.

(v. 137 s.) Ὅτι τὸ ἀνατεῖναι τὰς ἀσπίδας ἐν μάχῃ ὑψόσε ἀνασχεῖν λέγει. φησὶ γάρ "βόας αὔας ὑψόσε ἀνασχόμενοι". τί δὲ δηλοῖ τὸ βόας αὔας, πρὸ ὀλίγων εἴρηται.

(v. 139) Ὅτι ἐνταῦθα ὁ ποιητὴς μέμνηται Ὀρέστου τινὸς Τρωϊκοῦ ἐν τῷ "Ἄσιον ἀμφὶ ἄνακτα καὶ Ὀρέστην". Τὸ δὲ ἄνακτα κεῖσθαι δοκεῖ καὶ πρὸς διαστολὴν ἑτέρου τινὸς Ἀσίου προρρηθέντος, οὗ υἱὸς Ἀκάμας Ἀσιάδης, ὡς λέγει συναπτῶς αὐτίκα ὁ ποιητής, ἔνθα κεῖται καὶ Οἰνόμαος ὁμωνυμῶν τῷ παλαιῷ Ἑλληνικῷ ἥρωϊ. Ἐν τούτοις δὲ χρᾶται, ὡς καὶ ἀλλαχοῦ, τῷ ἕως ἀντὶ τοῦ τέως καὶ πρὸς τὸ παρόν.

(v. 141-145) Φησὶ γὰρ ὡς οἱ Λαπίθαι "ἕως μέν", ἤγουν πρὸς ὥρας τινάς, ὤρνυον Ἀχαιοὺς ἀμύνασθαι περὶ νηῶν. ἐπεὶ δὲ Τρῶας ἐνόησαν ἐπεσσυμένους τῷ τείχει, αὐτὰρ Δαναῶν γένετ' ἰαχή τε φόβος τε, τότε δὴ ἐξορμήσαντες πυλῶν πρόσθεν ἐμάχοντο, ὡς ῥηθήσεται.

(v. 145-152) Ὅτι ἀπὸ δρυῶν εἰκονίσας τοῖς Λαπίθαις τὴν στάσιν, εἶτα τὴν αὐτῶν ὁρμήν τε καὶ πρὸς τὰ βέλη καρτερίαν ἄλλως εἰκάζει εἰπὼν "ἐκ δὲ τὼ ἀΐξαντε πυλάων πρόσθε μαχέσθην, ἀγροτέροισι σύεσσιν ἐοικότε, τώ τ' ἐν ὄρεσσιν ἀνδρῶν ἠδὲ κυνῶν δέχαται κολοσυρτὸν ἰόντα, δοχμώ τ' ἀΐσσοντε περὶ σφίσιν ἄγνυτον ὕλην, πρυμνὴν ἐκτάμνοντες, ὑπαὶ δέ τε κόμπος ὀδόντων γίνεται, εἰς ὅ κέ τίς τε βαλὼν ἐκ θυμὸν ἕληται. ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸς ἄντην βαλλομένων· μάλα γὰρ κρατερῶς ἐμάχοντο".

(v. 150) Καὶ ὅρα ὅτι τε κἀνταῦθα τὸ "ἕως τις βαλὼν ἀπὸ θυμὸν ἕληται" περισσὸν κεῖται, οὐδέν τι συντελοῦν εἰς τὸ πρᾶγμα. οὐδέτερος γὰρ τῶν Λαπιθῶν πίπτει. καὶ ὅτι μέλλων εἰπεῖν τὸν χαλκὸν κομπεῖν, ἤγουν ἠχεῖν κατὰ ἰδιότητα ἤχου, καὶ εἰδὼς τὸν κόμπον ἐπὶ συῶν, καθὰ καὶ ἀλλαχοῦ δηλοῦται, κυριολεκτούμενον, προεθεράπευσε τὴν λέξιν τῇ τῶν συῶν παραβολῇ, καὶ οὕτω συνεβίβασεν αὐτὴν ἐκ παραβολικῆς ὁμοιότητος, ὥσπερ καὶ μετ' ὀλίγα εὐθὺς τὸ ῥέειν ἐπὶ βελῶν μέλλων εἰπεῖν προθεραπεύει αὐτὸ τῇ τῶν νιφάδων παραβολῇ, τρόπον τινὰ λέγων, ὡς εἴπερ νιφάσι χεομέναις ἐοίκασι τὰ βαλλόμενα χερμάδια, δοτέον εἰπεῖν καὶ ὅτι ἔρρεον, ὡς ὁμοίων ὄντων τοῦ χέειν καὶ ῥέειν, ὧν τὸ μὲν χέεσθαι, ἀφ' οὗ ἡ χιών, οἰκεῖον νιφάδι διὰ τὸ ἀψοφώτερον.

(v. 159) Τὸ δὲ ῥέειν οἰκεῖον λίθοις διὰ τὸ τοῦ ἤχου τραχύτερον. Ἐπαινοῦνται δὲ καὶ οἱ τῆς παραβολῆς ταύτης στίχοι, ὡς τῷ ψοφώδει τῆς τῶν λέξεων προφορᾶς ἐμφαίνοντες τὸ τῆς ὑποθέσεως μέγεθος. δίχα γὰρ τῆς ἄλλης τραχυφωνίας τὸ πυκνὸν σίγμα ἐν [366] τῇ καταρχῇ τῆς παραβολῆς καὶ ὁ ἐκεῖθεν σιγμὸς ἐν τῷ "ἀγροτέροισι σύεσσιν" ἀηδῶς ἔχει κατὰ τὴν προφοράν. τοιαύτη γὰρ ἡ σιγματικὴ ἀπήχησις, ὡς δηλοῖ μάλιστα παρ' Εὐριπίδῃ τὸ "ἔσωσά σ' ὡς ἴσασιν Ἑλλήνων ὅσοι", καὶ ἑξῆς. διὸ καθὰ δηλοῦται ἀλλαχοῦ πλατύτερον, καὶ ἡ Κωμῳδία μετὰ τὴν εὕρεσιν τῆς χρήσεως τοῦ τ ἀντὶ τοῦ σ ἐπισημαίνεται χαίρειν, ὡς ἀπαλλαγεῖσα τῶν σιγμάτων Εὐριπίδου. Κολοσυρτὸς δὲ κυρίως, οὗ καὶ παρὰ τῷ Κωμικῷ χρῆσις, κτύπος ὁ ἀπὸ κάλων, ἤγουν ξύλων, συρομένων ἐν ὄρει. Ἕτεροι δὲ τὴν ἐκ φρυγάνων συρομένων αἰρομένην κόνιν οὕτω καλοῦσι. κόλα γάρ, φασί, τὰ φρύγανα.

(v. 148) Τὸ δὲ δοχμοὺς ἀΐσσειν καὶ τὴν ὕλην πρυμνόθεν ἀγνύειν κατὰ θυμὸν συῶν ἴδιον. Δοχμὸς δὲ παρὰ τὸ δέχω, φασί, γίνεται, ἵνα δηλοῖ τὸν εὐχώρητον. τοιοῦτοι γὰρ ἐν ταῖς εἰσόδοις οἱ εἰσιόντες δόχμιοι. Δοχμὴ μέντοι θηλυκῶς ὁ παλαιστής, ἤγουν τὸ τετραδάκτυλον, φασί, τῆς χειρός, ἀπὸ τοῦ δέχεσθαι καὶ αὐτό. Ὅτι δὲ καὶ βαρύνεται ἡ δόχμη ὁμοίως τῷ στάθμη, λόχμη, ὄχθη, δηλοῦται σαφῶς ἀλλαχοῦ.

(v. 149) Τὸ δὲ κομπεῖν καὶ ἐπὶ σκευῶν ἤχου λέγεται. κομπεῖν γοῦν χύτραν ἢ λοπάδα φησὶν ὁ Λαέρτης ἐν τοῖς τῶν σοφιστῶν Βίοις. ἔνθα καὶ ζητεῖται, καθὰ καὶ παρὰ τῷ Κωμικῷ, τίς ἡ τῆς χύτρας καὶ τῆς λοπάδος διαφορά. Ὅτι δὲ πολὺς ὁ τῶν Λαπιθῶν ἔπαινος, εἴπερ ὡς δύο σύες πολλῶν κυνηγετῶν ἔφοδον οὕτως ὑπομένουσι τοὺς πολεμίους καὶ αὐτοὶ καὶ ἐν ἐπισφαλεῖ κινδύνῳ τῶν ἄλλων φυγόντων ἀνδρίζονται, προεπεσημάνθη. Ἰστέον δὲ καὶ ὅτι ἐκ τοῦ ἐνταῦθα κυριολεκτουμένου κομπεῖν τὸ κομπάζειν παρῆκται, ὃ παρὰ τοῖς ὕστερον στωμυλίαν δηλοῖ καὶ στομφασμὸν περιαυτολογικόν, καθὰ καὶ τὸ κομπεῖν παρὰ Σοφοκλεῖ ἐν τῷ "τοσόνδ' ἐκόμπει μῦθον", ὡς οἷα δηλαδὴ κομπορρήμων.

(v. 153) Ἔτι ἰστέον καὶ ὡς ἀξιόπιστον καὶ οὐκ ἀπίθανον δοκεῖ τὸ τὴν στενὴν δίοδον φυλάττειν μόνους αὐτούς, συλλαμβανόντων καὶ τῶν ἀπὸ τοῦ τείχους ἄνωθεν. Ἐπάγει γὰρ "λαοῖσι καθύπερθε πεποιθότες ἠδὲ βίῃφι", ὡς εὐθὺς ὁ ποιητὴς ἐρεῖ

(v. 154-156), ὅτι οἱ λαοὶ "χερμαδίοισιν [367] ἐϋδμήτων ἀπὸ πύργων ἔβαλλον ἀμυνόμενοι" ὑπὲρ τῶν κατ' αὐτούς, ἤγουν καθ' Ὅμηρον εἰπεῖν, "σφῶν τ' αὐτῶν καὶ κλισιάων νηῶν τ' ὠκυπόρων".

(v. 156-160) Τοὺς δὲ λίθους συντόνως φερομένους καὶ πληκτικῶς νιφάσι παραβάλλει εἰπών, ὅτι "νιφάδες ὡς πῖπτον ἔραζε, ἅς τ' ἄνεμος ζαὴς νέφεα σκιόεντα δονήσας ταρφειὰς κατέχευεν ἐπὶ χθονὶ πουλυβοτείρῃ. ὣς τῶν ἐκ χειρῶν βέλεα ῥέον", ὡς καὶ πρὸ βραχέων ἀκριβῶς παρεσημάνθη "ἠμὲν Ἀχαιῶν ἠδὲ καὶ ἐκ Τρώων". Καὶ νῦν μὲν οὕτω φησί, προϊὼν δὲ πλατύνει ταύτην τὴν παραβολὴν καὶ αὐξάνει κοιμίσας τὸν ἄνεμον.

(v. 156) Καὶ ὅρα ὅτι τὸ μὲν νιφάδες συστέλλει τὴν ἄρχουσαν, τὸ δὲ νίφειν ῥῆμα ἐν τοῖς ἑξῆς ἐκτείνει αὐτήν.

(v. 157) Ζαὴς δὲ ἄνεμος ὁ βίαιος καὶ ὑπὲρ τὸν δυσαῆ, καὶ εἴη ἂν ὁ τοιοῦτος ζάλη, ὅ ἐστι μεγάλη ἄελλα. ὀξύνεται δὲ ὁ ζαής καὶ ὁ δυσαής ᾧ λόγῳ καὶ ὁ φιλοψευδής, περὶ οὗ μετὰ βραχέα ῥηθήσεται. Ἐκ δὲ τοῦ "νέφεα δονήσας" δοκεῖ συγκεῖσθαι τὸ δνοφερόν, ὅτε σκότος δηλοῖ ἐοικὸς νέφει δονουμένῳ. σκιόεντα δὲ νέφη λέγειν οὐδὲν ἧττον καίριον τοῦ λέγειν ὄρη ἢ μέγαρα σκιόεντα.

(v. 160 s.) Ὅτι σφοδρότητα καὶ πλῆθος λίθων ἀφέσεως δηλοῖ μετὰ τὴν ῥηθεῖσαν παραβολὴν καὶ τὸ "κόρυθες δ' ἀμφ' αὖον ἀΰτευν", ἤγουν ἀΰτεον, ὅ ἐστιν ἐβόων, "βαλλόμεναι μυλάκεσσι, καὶ ἀσπίδες ὀμφαλόεσσαι", ἤτοι κυκλοτερεῖς ἢ πολλοὺς ἔχουσαι ὀμφαλοὺς χυτούς. Αὖον δὲ βοᾶν διαστέλλεται τῆς τῶν ὑγρῶν βοῆς, ἐκείνη γὰρ ἑτεροία ἐστί. γενικὴν δὲ ἀοριστίαν ἔχει τὸ βοᾶν αὖον, δηλοῦν κτυπεῖν, δουπεῖν, βομβεῖν, καὶ τοιαῦτά τινα, μᾶλλον δὲ καί τι τούτων τραχύτερον, οὗ μὴ ῥᾴονος ὄντος ἐν σχεδιασμῷ ταχὺ εὑρεθῆναι γενικῶς εἶπε τὸν ὑποκείμενον ἦχον αὔην βοήν, ὅπερ ἐμφαντικώτερόν ἐστι τοῦ ξηρὰν ἢ τοιοῦτόν τι εἰπεῖν. Τὸ δὲ "αὖος" σημειῶδές ἐστι τοῖς παλαιοῖς, ὡς μονῆρες καὶ μὴ πῖπτον ὑπὸ ἀναλογίαν. μόνον γάρ ἐστι δισύλλαβον κοινὸν εἰς ος καθαρὸν τῇ αυ διφθόγγῳ παραληγόμενον. Τὸ δὲ "ἀΰτευν" εἶχε μὲν ἀΰτουν εἶναι κοινότερον ὡς τὸ ἐποίουν, προετιμήθη δὲ ὅμως δι' ὄγκον φωνῆς τὸ ποιητικώτερον. Μύλακες δὲ λίθοι μυλοειδεῖς, ὅ ἐστι στρογγύλοι, ἴσως δὲ καὶ μυλίαι [368] οἱ αὐτοὶ παρὰ τοῖς παλαιοῖς.

(v. 162) Ὅτι βαρυνομένου ἤθους τὸ "δὴ ῥὰ τότε ᾤμωξέν τε καὶ ὣ πεπλήγετο μηρώ", περὶ οὗ καὶ προείρηται. [Ὅπερ ἀστείως ἂν εἴποι τις καὶ ἐπί τινος χωλοῦ ἀμφιγυήεντος, ὃς δοκεῖ ἀμφοτέρους πεπλῆχθαι τοὺς μηρούς.] Ἄσιος δὲ οὕτω ποιεῖ ἀχθόμενος κακῶς ἑαυτῷ κατὰ Ἀχαιῶν.

(v. 163) Κεῖται δ' ἐνταῦθα καὶ τὸ ἀλαστεῖν, ὅ ἐστι δεινοπαθεῖν, ὡς ἐπὶ ἀλάστοις πάθεσι, καθὰ καὶ ἐν Ὀδυσσείᾳ. ὅθεν καὶ ὁ ἀλάστωρ. ἐπάγει οὖν "καὶ ἀλαστήσας ἔπος ηὔδα".

(v. 164) Ὅτι τὸ "πάτερ ἦ ῥά νυ καὶ σὺ φιλοψευδὴς ἐτέτυξο πάγχυ μάλα" λέγοιτο ἂν πρός τινα μέγαν, μὴ τελειοῦντα τὰς ὑποσχέσεις. Ἄσιος δὲ πρὸς Δία τοῦτό φησι.

(v. 164-166) Καὶ ὅρα κἀνταῦθα μωρίαν τοῦ καὶ μεγάλου καὶ ἥρωος. οὐ γὰρ φιλοψευδῆ τὸν Δία καλεῖ, διότι ἐκεῖνος αὐτῷ ὑποσχόμενος ἔψευσται, ἀλλ' ὅτι, φησίν, "οὐκ ἔγωγε ἐφάμην ἥρωας Ἀχαιοὺς σχήσειν ἡμέτερόν γε μένος καὶ χεῖρας ἀάπτους", τὸ τῆς ἐλπίδος αὐτὸν ψευσθῆναι εἰς Διὸς ἀπάτην ἀνάγων, ὁποῖα τὰ τῶν ἀφρόνων, καὶ μονονουχὶ δοξάζων, ὡς, ὅπερ ἐφάμην, ἔφατο καὶ ὁ Ζεύς, καὶ τὸν Δία συλλαλεῖν αὐτῷ ἀξιῶν. Ἴσως δὲ καὶ ἄλλως ἀνόητος ὁ Ἄσιος. τὰ γὰρ ἐν τῷ τέλει τῆς θῆτα ῥαψῳδίας γενόμενα τέρατα ὑπὲρ ἑαυτοῦ νοῆσαι δοκεῖ, καὶ ταῦτα κρίνει Διὸς ὑποσχέσεις, οὐ διακρίνας καλῶς. Εἰ γὰρ τὸν Ἕκτορα κλεΐσαι ὁ Ζεὺς ἐβούλετο, ὡς ἐρεῖ μετ' ὀλίγα ὁ ποιητής, καὶ ὁ Ἕκτωρ δὲ δηλώσει εἰπών, ὅτι αὐτὸς ὁ Ζεὺς ὑπέσχετό μοι καὶ κατένευσεν, ἀλλ' οὐκ ἤδη καὶ εἰς τὸν Ἄσιον διαβέβηκε τὰ τῶν ὑποσχέσεων.

(v. 173 s.) Ὃ καὶ ὁ ποιητὴς ἐπισημειώσεται μετὰ βραχέα ἐν τῷ "ὣς ἔφατο, οὐδὲ Διὸς πεῖθε φρένα ταῦτ' ἀγορεύων· Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι". Σημειούνται δὲ κἀνταῦθα οἱ παλαιοί, ὡς ἑτοίμως ἔχουσιν οἱ δυστυχοῦντες οὐ μόνον ἄλλως δυσανασχετεῖν, ἀλλά που καὶ τὸ θεῖον καταμέμφεσθαι. οὕτω γὰρ καὶ ὁ Ἄσιος, ἐπεὶ μὴ ἔσχεν εὐπετῶς ποιῆσαι τὸ προτεθὲν καὶ εἰς φυγὴν τρέψαι τοὺς δύο Λαπίθας, οὐ μόνον ᾤμωξε καὶ ὡς ἐπὶ θαύματι δὲ μεγάλῳ ἐπλήξατο τοὺς μηρούς, ἀλλὰ καὶ φιλοψευδῆ τὸν Δία ἐκάλεσεν, ὅ ἐστιν ἀπατεῶνα, ψεύδειν εἰδότα, ἤγουν ἀπατᾶν. Ἰστέον δὲ ὅτι τὰ εἰς ης ὑπὲρ μίαν συλλαβὴν ὀξύτονα κατὰ τοὺς παλαιοὺς καὶ ἐν τῇ συνθέσει ὀξύνονται, οἷον σαφής ἀσαφής, ἀθλητής φιλαθλητής, ἐραστής ἀντεραστής, ψευδής φιλοψευδής, χωρὶς τοῦ ἀληθής ‑ τούτου γὰρ τὸ σύνθετον φιλαλήθης ‑ , καὶ τὸ κριτής δέ, φασίν, ἐν τῷ ξενοκρίτης μεταβολὴν τόνου ἔπαθεν, [369] ὥσπερ καὶ τὸ ὀνειροκρίτης.

(v. 165) Τὸ δὲ "πάγχυ μάλα" πάνυ λίαν Ἀττικὸς ἂν εἴποι ἀνὴρ κατὰ σημασίαν παράλληλον, ὁποῖαι δηλοῦνται πολλαχοῦ.

(v. 166) Τὸ δὲ "οὐ γὰρ ἔγωγ' ἐφάμην ἥρωας Ἀχαιοὺς σχήσειν ἡμέτερον μένος" παραπέφρασται ἀπὸ τοῦ "ἔφαντο γὰρ οὐκέτ' Ἀχαιοὺς σχήσεσθαι", ὥστε τὸ αὐτὸ ῥῆμα, ὡς καὶ ἀλλαχοῦ φαίνεται, καὶ σχήσειν ἐνεργητικῶς καὶ σχήσεσθαι παθητικῶς λέγεται.

(v. 167-172) Ὅτι ὁ Ἄσιος οἶδε μὲν τὴν τῶν Ἀχαιῶν ἀρετὴν καὶ ἥρωας ἀποκαλεῖ ἀξιόπιστα λέγων ‑ τοιοῦτος γὰρ ὁ ἐκ τῶν πολεμίων ἔπαινος ‑ , κατασπᾷ δὲ ἄλλως τὸ ἐκείνων ἀξίωμα διὰ ταπεινοτάτης παραβολῆς, ὃς οὐ θηρίοις ἀνδρείοις ἀλλὰ θυμικοῖς μέν, σμικροτάτοις δὲ ζῴοις αὐτοὺς εἰκάζει καὶ εὐτελέσιν, εἰπὼν "οἳ δ' ὥς τε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι οἰκία ποιήσονται ὁδῷ ἔπι παιπαλοέσσῃ, οὐδ' ἀπολείπουσι κοῖλον δόμον, ἀλλὰ μένοντες ἄνδρας θηρητῆρας ἀμύνονται περὶ τέκνων, ὣς οἵ γε", ἤγουν οὗτοι, "οὐκ ἐθέλουσι πυλάων καὶ δύο ἐόντε χάσασθαι". Καὶ ὅρα ὅτι μερικεύσας τὸν λόγον ὁ Ἄσιος κατέβη ἐκ τῶν Ἀχαιῶν, οὓς ἥρωας προσεχῶς ἔφη, εἰς τοὺς Λαπίθας, διορθούμενος οἷον ἑαυτὸν ὡς μὴ καλῶς τῇ παραβολῇ τῶν σφηκῶν κατὰ πάντων χρησάμενον τῶν Ἀχαιῶν. Ἴσως δὲ τὸ "οὐ γὰρ ἔγωγ' ἐφάμην ἥρωας Ἀχαιούς" οὐδὲ κοινῶς εἶπεν, ἀλλὰ περὶ μόνων τῶν Λαπιθῶν, ὡς ἡ τῆς παραβολῆς ἀπόδοσις ἐδήλωσεν, οἷς καὶ ἐπέχει μάλιστα.

(v. 170) Σημείωσαι δὲ καί, ὅτι ὥσπερ καὶ ἐν ἄλλαις παραβολαῖς, οὕτω καὶ ἐνταῦθα κεῖταί τι ἀπεμφαῖνον. τὸ γὰρ "ἀμύνονται περὶ τέκνων" οὐδὲν συντείνει πρὸς Ἑλληνικὴν ὁμοιότητα. οἱ γὰρ Ἀχαιοὶ οὐχ' ὑπὲρ τέκνων ἀμύνονται, ἀλλὰ διὰ τὴν Ἑλένην, μᾶλλον δὲ ἄρτι ὑπὲρ τῶν νεῶν, ὡς καὶ ὁ ποιητὴς ἐρεῖ "οἳ δὲ καὶ ἀχνύμενοί περ ἀνάγκῃ νηῶν ἠμύνοντο". Ἰστέον δέ, ὡς οὐ μόνον σφῆκες ὑπὲρ τέκνων ἀμυντικοί, διὸ καὶ παροιμία τὸ "σφηκίαν ἐκίνησας". ἤγουν βλάβην ἤγειρας κατὰ σεαυτοῦ, ἀλλὰ καὶ μέλισσαι ὁμοίως ἀμύνονται. ὅθεν πεπαροιμίασται τὸ "εἰς μελίττας ἐκώμασας" ἐπὶ τῶν παραδόξως κακουμένων, ὥς φησι Παυσανίας.

(v. 167) Ἀπὸ δὲ τῶν σφηκῶν οὐ μόνον σφηκίσκοι ἀριθμητικὸν σχῆμα, ἀλλὰ καὶ ξύλα μικρὰ εἰς ὀξὺ συνηγμένα, καὶ σφηκώδεις οἱ [370] λαγαροὶ τοῖς σώμασι καὶ συνεζωσμένοι, ἐπεὶ καὶ οἱ σφῆκες ἔχουσιν ἐντομὴν κατὰ τὸ μέσον, δι' ἣν καὶ καλοῦνται οὕτως ὡς ἀπὸ τοῦ σφάζω σφάξω, ἐξ οὗ καὶ ἡ διασφὰξ ἐπὶ σχισμάτων λεγομένη, ὡς καὶ ὁ Ὀππιανὸς δηλοῖ σαφέστατα καὶ ὁ τὸ θῆλυ μόριον οὕτω καλέσας. ἐκεῖθεν δὲ καὶ ὑποσφὰξ κοιλότης, ὁμοία καὶ αὐτή, ὁποίαν πάσχουσι τὰ σφαζόμενα, ἔνθα γίνεται ἡ σφαγή. Αἰόλοι δὲ τὰ μέσα οἱ σφῆκες ἢ ὡς εὐκίνητοι διὰ τὴν ἐντομὴν καὶ τὴν ἐκεῖθεν πτέρωσιν ἢ διότι παμφάγοι ὄντες ποικίλοι καὶ ἐπίξανθοι τὴν χρόαν εἰσίν. οὐ μὴν αἱ μέλισσαι τοιαῦται, οὔτε γὰρ παμφάγοι ἐκεῖναι οὔτε ποικίλαι κατὰ τοὺς σφῆκάς εἰσιν. [Ἰστέον δὲ ὡς ἡ ζωϊκὴ ἱστορία λέγει περὶ μελίσσης, ὅτι οὔτε αὐτὴ ὦπται οὔτε κηφὴν ὀχεύοντες. ὅθεν οὐδ' ἔστι διϊδεῖν πότερα αὐτῶν ἄρρενα ἢ θήλεα. Ἔνθα ὅρα τὸ διϊδεῖν, ὁμοίως φρασθὲν τῷ διειπεῖν, οἷον "δίειπέ μοι ὄφρα δαείω", καὶ τῷ διείπασθαι. Ἰστέον δ' ὅτι καὶ Μέλισσά τις ἦν κύριον ὄνομα, ἣν ἐπαινῶν τις ἔφη, ὡς μεγέθει μὲν τῶν τότε γυναικῶν ἦν βραχύ τι καταδεεστέρα, φωνῇ δ' ὁμιλίᾳ τε κεχορηγημένη.]

(v. 168) Ὅρα δὲ καὶ ὅτι τὸ οἰκία καὶ τὸ δόμον ἐπὶ σμηνῶν εἴρηκε ποιητικώτερον. οὕτω καὶ ἐπὶ αἰετοῦ μετ' ὀλίγα τὴν καλιὰν ἐρεῖ φίλα οἰκία, ὥσπερ καὶ ἐν Ὀδυσσείᾳ. [Ἰστέον δὲ ὅτι ἐν τούτοις μὲν δόξαιεν ἂν ὑποκορισμὸς εἶναι τῶν οἴκων τὰ οἰκία. ὅτε δὲ Ἅιδου οἰκία εὐρώεντα ἐρεῖ, ἀλλ' ἐκεῖ οὐκ ἔστιν ὑποκόρισμα νοῆσαι, ἀλλὰ φανερὰν παρωνυμίαν.] Παιπαλόεσσα δὲ ἡ ξηρὰ καὶ ἀποτελοῦσα πάλην. Πάλη δὲ κυρίως κατὰ Αἴλιον Διονύσιον λεπτότατον ἄλευρον καὶ τέφρα. Φερεκράτης Ἴπνῳ "ἀνέπλησα τὼ 'φθαλμὼ πάλης φυσῶν τὸ πῦρ". ἡ δὲ τοιαύτη πάλη ἀναδιπλασιασθεῖσα κατὰ [371] τὴν λαίλαπα καὶ κατὰ τὸ παιφάσσειν ἀποτελεῖ τὴν παιπάλην.

(v. 175) Ὅτι τὸ πολλὰς εἶναι πύλας τῷ Ἑλληνικῷ τείχει, ὁποίας ἂν καὶ ἐκδέχοιτό τις αὐτάς, ἀρίδηλον ἄρτι ἐκ τοῦ "ἄλλοι δ' ἀμφ' ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν". [Ἔνθα παρίσωσις ἀπράγμων τὸ "ἄλλῃσι πύλῃσιν".]

(v. 176) Ὅτι ἀνάγκην ἔχων ὁ ποιητὴς καταλέγειν ἄνδρας πίπτοντας καὶ τρόπους πολλοὺς ἀναιρέσεων καὶ λόγους, οὓς ἔλεγον ἂν οἱ ποιοῦντες καὶ πάσχοντες, καὶ ἄλλα μυρία πολυμερῆ συμπτώματα τύχης φησὶν "ἀργαλέον δέ με ταῦτα θεὸν ὣς πάντ' ἀγορεῦσαι". καὶ ὅρα καὶ τὴν ἐν τούτοις τοῦ ποιητοῦ ποικιλίαν. ἀλλαχοῦ μὲν γὰρ ἐπὶ δυσχερείᾳ διασκευῆς τὰς Μούσας ἐπικαλούμενος ἐπιχειρεῖ τι λέγειν, ἐν ἄλλοις δὲ ἑαυτὸν ἐρωτῶν λαλεῖ τὰ δοκοῦντα, νῦν δ' ἀπαγορεύει δυνηθῆναι εἰπεῖν ἐνδιασκεύως αὐτὸς τὰ πάντα.

(v. 1779) Ὅθεν ἐπάγει συντόμως καὶ ἐπιφωνηματικῶς τὸ "πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ λάϊνον, Ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ ἀνάγκῃ νηῶν ἠμύνοντο". Λέγει δὲ πάντῃ περὶ τὸ λαΐνον τεῖχος πῦρ εἶναι ἢ διὰ τὸ τοὺς λίθους τοῦ τείχους τῇ συγκρούσει πῦρ ἀποσπινθηρίζειν ἐν τῷ βάλλεσθαι σώμασι στερεοῖς τοῖς τῶν βελῶν, καὶ ἔχει ὁ λόγος ἔμφασιν. συλλογιστέον γὰρ οἷαι καὶ ὅσαι βολαί, δι' ὧν ὡς διὰ πυρείων τινῶν πῦρ ἀνάπτεται. ἢ ὅτι καὶ ἐκομίζετο πῦρ κατὰ τῶν νηῶν, ὥς που ὁ Ἕκτωρ ἐγκελεύεται. Καὶ ἔοικεν ἐπιμωκᾶσθαι παροιμιωδῶς τοῖς Τρωσὶ κατὰ τοὺς παλαιοὺς ὁ ποιητής, εἰ οὕτω θυμομαχοῦσιν, ὡς καὶ λάϊνον ὂν τὸ τεῖχος ἐπιχειρεῖν ἐμπιπρᾶν. Ἕτεροι δὲ πῦρ ἐνταῦθα τὸ θερμὸν εἶπον τῆς μάχης τῆς ἀσβέστου καὶ καυστειρᾶς, οὐ μόνον κατὰ τὸ "ἀμφὶ μάχη ἐνοπή τε δεδῄει τεῖχος", ὃ πρὸ ὀλίγων ἔφη ὁ ποιητής, ἀλλὰ καὶ κατὰ τὸ "ἐμάχοντο δέμας πυρός", ὡς εἶναι σχῆμα καὶ τοῦτο ἐπιφωνηματικόν, ἔχον μὲν καὶ τόλμαν κατ' ἰδιότητα τοῦ κυρίως ἐπιφωνήματος ‑ πῶς γὰρ ἂν εἴη πῦρ αὐτόχρημα τὸ κατὰ μάχην ἔνθερμον; ‑ , ἔχον δὲ καὶ ἀσφάλειαν ἤτοι παραμυθίαν τινὰ ἐκ τῆς κατὰ τὸ αἷμα θυμικῆς ζέσεως, δηλοῦν δὲ καὶ τὰ πάντα δεινὰ ἐν ὀλιγίστῳ διὰ τοῦ τοσούτου πυρός, ὅπερ ἡ σφοδρότης ἀνῆπτε τῶν πανταχοῦ τοῦ τείχους βολῶν. [372] Εἰ δέ τις μὴ καθ' ὑπέρβασιν ἐρεῖ τεῖχος λάϊνον, ἀλλὰ κατ' εὐθὺ συντάξας εἴπῃ θεσπιδαὲς πῦρ λάϊνον, ἤγουν μὴ ἀπὸ ὕλης εὐεξάπτου, ἀλλ' ἐκ λίθων ἀποπαλλόμενον, κατὰ λόγον μὲν ἐπιφωνήματος νοεῖ τι καὶ αὐτός, σκληρότερον μέντοι καὶ τραγικώτερον.

(v. 179 s.) Ὅτι προαναφωνῶν ἢ καὶ ἄλλως δεξιῶς προκατασκευάζων Ὅμηρος, ὡς οὐκ ἔστι μὴ ἐν τοῖς ἑξῆς δαιμονιώδη ἐπεισόδια τῇ ποιήσει παρεισκυκληθῆναι διὰ σεμνότητα, λέγει ὅτι ἐπὶ τοῖς γινομένοις "ἀκαχείατο", ἤγουν ἤχθοντο, "θεοὶ πάντες, ὅσοι Δαναοῖς ἐπιτάρροθοι ἦσαν". διὸ δίχα τῶν ἄλλων καὶ ἡ Ἥρα ἐν τοῖς ἐφεξῆς μηχανήσεταί τι ὑπὲρ τῶν Ἀχαιῶν. Ἰστέον δὲ ὡς οὐ μόνον ἀκάχω ῥῆμα βαρύτονον, ἀλλὰ καὶ ἀκαχῶ, οὗ παθητικὸς ὑπερσυντέλικος ἀκαχήμην, πληθυντικὸν δὲ τρίτον ἀκάχηντο, καὶ κατὰ διάλυσιν Ἰωνικὴν ἀκαχέατο, καὶ ἐνθέσει τοῦ ι ἀκαχείατο. εἰ δὲ μὴ φιλεῖ τὴν λέξιν ταύτην πεζογράφος ἀνήρ, οὐδὲν Ὁμήρῳ μέλον ἰάζοντι.

(v. 183 et 186) Ὅτι σώφρονι μὲν παρηχήσει ὁ ποιητὴς καὶ ἐνταῦθα χρᾶται ἐν τῷ "δουρὶ βάλεν Δάμασον, δάμασε δέ μιν μεμαότα", πλὴν οὐκ ἐγγὺς θέμενος τὰς παρηχούσας λέξεις, ἀλλὰ προειπὼν μὲν τὸ Δάμασον, μετὰ δὲ δύο στίχους ἐπαγαγὼν τὸ "ἐδάμασεν".

(v. 188 s.) Κεῖται δ' ἐν τούτοις καὶ ἰσοκαταλήκτων ὀνομάτων γλυκύτης, ἔνθα υἱόν τινος Ἀντιμάχου ἱστορεῖ Ἱππόμαχον, πάρισα γὰρ ὁ Ἀντίμαχος καὶ ὁ Ἱππόμαχος.

(v. 191 et 193) Ἱστορεῖ δέ τινα καὶ Ἀντιφάτην, ὁμώνυμον Λαιστρυγόνι ἀνδρί, καὶ Μένωνα δέ, ὃς ἔμπαλιν τῷ Μέμνονι φυλάττει τὸ ω καὶ ἐπὶ γενικῆς. [(v. 187) Ἔτι δὲ καὶ Ὄρμενον, Τρωϊκὸν καὶ αὐτὸν ἄνδρα, ὁμώνυμον τῇ παθητικῇ μετοχῇ τοῦ ὄρω, τὸ διεγείρω. δοκεῖ δὲ καὶ τοπικὸν ὄνομα εἶναι τὸ Ὄρμενον, οὗ παράγωγον τὸ Ὁμηρικὸν Ὀρμένιον. Ἐλέγετο δέ, φασίν, ὄρμενος καὶ ὁ τῆς κράμβης ἀσφάραγος παρὰ Ἀττικοῖς διὰ τὸ ἐξορούειν καὶ βλαστάνειν, ἤγουν ὁ ἀπὸ τῆς κράμβης ἐξηνθηκώς. [373] ὅθεν καὶ ἐξορμενίζω ῥῆμα, Σοφοκλῆς "κἀξορμενίζειν οὐκ ἐπισχολάζεται βλάστη". τουτέστιν οὐ σχολὴν ἡ βλάστη ἔχει, ἀλλὰ δηλονότι ὁρμᾷ εἰς αὔξην κατὰ τὰ ἐξορμενίζοντα φυτά. Σημείωσαι δὲ ὡς εἰ καὶ ὁ ῥηθεὶς ὄρμενος, ὁ τῆς κράμβης, ἀσφάραγος ἡρμήνευται διὰ τοῦ φι, ἀλλ' ἔστι καὶ διὰ τοῦ πι ἀσπάραγος, φυτὸν ἕλειον καὶ ὄρειον. τῶν δὲ τοιούτων τινὲς καὶ σπαρτοί, φασίν. οἳ καὶ εὐμεγέθεις γίνονται. Ἐν δὲ Γαιτουλίᾳ φασί, τῇ κατὰ Λιβύην, πάχος μὲν αὐτῶν Κυπρίου καλάμου, μῆκος δὲ ποδῶν δώδεκα, ἐν δὲ τῇ παρωκεανίτιδι πάχος μὲν μεγάλων ναρθήκων μῆκος δὲ περὶ πήχεις εἴκοσι. λέγεται δὲ Κρατῖνος καὶ Θεόπομπος καὶ τοὺς τοιούτους ἀσφαράγους γράφειν διὰ τοῦ φι. περὶ δὲ τοῦ ζωϊκοῦ ἀσφαράγου ἐν τοῖς ἑξῆς που δηλωθήσεται.]

(v. 194) Ὅτι πολλῶν τινων ἀναίρεσιν οὕτω φράζει "πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ". Αἰολικὸν δὲ τὸ ἀσσυτέρους, ὡς καὶ ἀλλαχοῦ δηλοῦται. ἄλλως δὲ εἰπεῖν, ἀριστέως ἐνεργείας ἐνταῦθα φράζων ὁ ποιητὴς ἐν ποικιλίαις ῥημάτων αὐτό τε εἶπε τὸ προρρηθέν, καὶ ὡς ὁ δεῖνα τόνδε τινὰ ἐξενάριξε, καὶ "βάλε δουρί", καὶ "ἐπαΐξας δι' ὁμίλου πλῆξεν αὐτοσχεδίην". πολλαχοῦ δὲ οὕτω πολυτρόπως ποικίλλεται ὁ ποιητής.

(v. 196-198) Ὅτι Πουλυδάμαντι καὶ Ἕκτορι "κοῦροι ἕποντο, οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα τεῖχος τε ῥήξειν καὶ ἐνιποήσειν πυρὶ νῆας". ἄρχεται δ' ἐντεῦθεν ἠρέμα προαρτύειν τὴν τειχομαχίαν, ἧς προοίμια ἤδη προκατατίθεται.

(v. 200-209) Ὅτι κἀνταῦθα χάριν τε ποικιλίας Ὅμηρος καὶ ἅμα τῇ ἐξαλλαγῇ διαναπαύων τὸν ἀκροατὴν οἰωνοσκοπητικὸν θεώρημα παρενείρει τῷ λόγῳ ἐναγώνιον, ἔχον καί τι διαλεκτικῆς δεινότητος. φησὶ γὰρ ὅτι τοῖς Τρωσὶν "ὄρνις ἐπῆλθε περησέμεναι μεμαῶσι" τὴν τάφρον, "αἰετὸς ὑψιπέτης ἐπ' ἀριστερὰ λαὸν ἐέργων, φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον, ζωόν, ἔτ' ἀσπαίροντα, καὶ οὔπω λήθετο χάρμης. κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρήν, ἰδνωθεὶς ὀπίσω, ὃ δ' ἀπὸ ἕθεν ἧκε χαμᾶζε ἀλγήσας ὀδύνῃσι, μέσῳ δ' ἐνὶ κάββαλ' ὁμίλῳ, αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο. Τρῶες δ' ἐρρίγησαν, ὅπως ἴδον αἰόλον ὄφιν κείμενον ἐν μέσσοισι Διὸς τέρας". Δηλοῖ δ' ἐν τούτοις ὁ μὲν τοῦ ὄφεως ἐγκρατὴς ἀετός, ὁ τοῦ Διὸς ἱερός, ὡς καὶ ἐν τοῖς μετὰ ταῦτά που ῥηθήσεται, τοὺς ἄρτι ἐκ Διὸς νικῶντας [374] Τρῶας, ὁ δὲ κατεχόμενος δράκων, ὁ καὶ πελώριος καὶ τῷ οἰκείῳ αἵματι φοινήεις, τοὺς τραυματίας μεγαθύμους Ἀχαιούς. ὃς καὶ ἐν τῇ βῆτα ῥαψῳδίᾳ εἰς σύμβολον ἐρρέθη τῶν Ἑλλήνων, οἳ καὶ ἐχόμενοι καὶ οἷον ἀσπαίροντες ὅμως οὔπω λήθονται χάρμης, ἀλλὰ μετὰ μικρὸν ἐκ παλιώξεως, ὡς ὁ Πολυδάμας ὑπενόησεν, ὑποστραφέντες κόψουσι κατὰ στήθη, τουτέστιν ἐν ἀντιπροσώπῳ μάχῃ, τοὺς Τρῶας. οἳ καὶ κακὸν προσλαβόντες ἐντεῦθεν καὶ ἀλγήσαντες καὶ αὐτοὶ κατὰ τὸν ἀετὸν φεύξονται ὅποι τύχοι καὶ οὐδ' ἐν κόσμῳ μετὰ συνήθους βοῆς, ἀλλὰ μετὰ ἑτεροίας κλαγγῆς. καὶ ὥσπερ ὁ ἀετὸς ἐπέτετο πνοιαῖς ἀνέμου, τουτέστι τῷ λαχόντι πνέειν ἀνέμῳ ἐπιτρέψας ἑαυτόν, οὕτω καὶ Τρῶες ἀτάκτοις ῥιπαῖς ἑαυτοὺς δόντες παλιννοστήσουσι καὶ οὐδέν τι τελέουσιν, ὡς καὶ ὁ Πολυδάμας κρινεῖ σαφέστατα.

(v. 217-226) Ἐρεῖ γὰρ ὡς "εἰ ἐτεόν γε Τρωσὶν ὅδ' ὄρνις ἐπῆλθε περησέμεναι μεμαῶσιν αἰετὸς ὑψιπέτης ἐπ' ἀριστερὰ λαὸν ἐέργων, φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον, ζωόν· ἄφαρ δ' ἀφέηκε πάρος φίλα οἰκία ἱκέσθαι, οὐδ' ἐτέλεσσε φέρων δόμεναι τεκέεσσιν ἑοῖσιν. ὣς ἡμεῖς, εἴ πέρ τε πύλας καὶ τεῖχος Ἀχαιῶν ῥηξόμεθα σθένεϊ μεγάλῳ, εἴξουσι δ' Ἀχαιοί, οὐ κόσμῳ παρὰ ναῦφιν", ἤγουν ἐκ νηῶν, "ἐλευσόμεθα αὐτὰ κέλευθα", ἤτοι τὴν ὁδόν, ἣν ἀταράχως ἤλθομεν, ἀλλὰ δηλαδὴ πτησόμεθα [οἱονεὶ] καὶ αὐτοὶ πνοιαῖς ἀνέμοιο. πολλοὺς γάρ", φησί, "Τρώων καταλείψομεν" καὶ ἑξῆς.

(v. 228 s.) Ἐφ' οἷς καὶ αὐχῶν σεμνῶς ὁ Πολυδάμας ὡς εὖ διακρίνας τὸ τέρας καὶ ἐπιστημόνως ἐπάγει "ὧδέ χ' ὑποκρίνοιτο θεοπρόπος, ὃς σάφα θυμῷ εἰδείη τεράων καί οἱ πειθοίατο λαοί". Καὶ σημείωσαι ὅτι ἐν ἑπτὰ ἔπεσιν ἐκτεθειμένου τοῦ τέρατος ὁ Πολυδάμας λύων συντέμνει αὐτὸ τεχνικῶς ἐν στίχοις τέτρασι, διδάσκοντος τοῦ ποιητοῦ καὶ διὰ τούτων, ὅπως χρὴ ταὐτολογεῖν ἐν μήκει νοημάτων καὶ βραχύτητι.

(v. 200) Ὄρνις δὲ καὶ νῦν συνήθως ἀντὶ τοῦ οἰωνός, ἤτοι σημαντικὸς τοῦ μέλλοντος. δύναται δὲ καί, ὥσπερ ἐν τῷ βοῦς ταῦρος τὸ μέν ἐστι γενικόν, τὸ δὲ εἰδικόν, οὕτω καὶ ἐνταῦθα τὸ μὲν ὄρνις γενικῷ λόγῳ τεθῆναι, τὸ δὲ αἰετός εἰδικῶς. Τὸ δὲ "ἐπῆλθε" νῦν μὲν ἀντὶ τοῦ ἁπλῶς ἦλθε, παρὰ δὲ τοῖς ὕστερον τὸ κατά τινος ἐλθεῖν ἡ λέξις δηλοῖ.

(v. 201) Τὸ δὲ "ὑψιπέτης" βαρύνεται κατὰ Ἀρίσταρχον πρὸς διαστολὴν τοῦ ὑψιπετής, ὃ δηλοῖ τὸν ἐξ ὕψους πεσόντα. οἱ δὲ περισπῶντες αὐτὸ ἐκ τοῦ ὑψιπετήεις ὡς τιμήεις τιμῆς, αἰγλήεις αἰγλῆς [Αἰολικῶς] πιθανῶς μὲν ποιοῦσιν, ἐπικρατεῖ δὲ ὅμως ἡ τοῦ Ἀριστάρχου γραφή. [Ὥσπερ δὲ ὑψιπέτης βαρυτόνως, οὕτω [375] καὶ εὐπέτης ὁ εὖ πετόμενος, οὕτω δὲ ἴσως καὶ προπέτης ὁ προπετόμενος, καὶ περιπεζίως εἰπεῖν, ὁ προαλής. εὐπετὴς μέντοι ὁ εὖ πίπτων, ἤγουν συμβαίνων, ὅθεν καὶ εὐπετὲς πρᾶγμα τὸ εὔκολον, καὶ προπετὴς δὲ ὁ θρασὺς καὶ τῶν ἄλλων ἔμπροσθεν πίπτειν ἐθέλων τῇ τάξει.] Τὸ δὲ "ἐπ' ἀριστερὰ λαὸν ἐέργων" ἀντὶ τοῦ ἀφορίζων ἐπὶ τὰ ἑαυτοῦ ἀριστερὰ τὸν λαόν, τὸν Τρωϊκὸν δηλαδή, ὥστε δεξιὸς ἦν τοῖς Ἀχαιοῖς καὶ διὰ τοῦτο αἴσιος αὐτοῖς.

(v. 202) Φοινήεις δὲ κἀνταῦθα δράκων ἢ ὁ μέλας ἢ ὁ φόνῳ, ἤγουν αἵματι, βεβαμμένος ἢ ὁ φόνιος. [Τὸ δὲ φέρων, εἰ καὶ μὴ νεκρὸς ὁ δράκων, ὅμως καιρίως ἔχει, διότι φέρεται, φόρτος δηλαδή τις ὢν τῷ αἰετῷ διὰ τὸ κατ' αὐτὸν πέλωρον.]

(v. 203) Τὸ δὲ "καὶ οὔπω λήθετο χάρμης" ἀλλοιωθὲν τῇ συντάξει ἔχει τι καινοτέρου σχηματισμοῦ. τὸ γὰρ κοινὸν μετοχὴν ζητεῖ, ἵνα εἴη ζωὸν ἀσπαίροντα καὶ οὔπω ληθόμενον χάρμης.

(v. 204) Τὸ δὲ "ἔκοψε" παρ' ἄλλοις μὲν ἐπὶ τοῦ τύπτειν καὶ ἁπλῶς κρούειν κεῖται, ὡς δηλοῖ καὶ τὸ "τίς ἐσθ' ὁ κόπτων τὴν θύραν" ταὐτὸν δ' εἰπεῖν, θυροκρουστῶν. ἐνταῦθα δὲ πληγὴν δηλοῖ τὴν μετὰ [376] τραύματος, ὅθεν καὶ τὸ ἐν πολέμῳ κατακοπῆναί τινας παρὰ τοῖς μεθ' Ὅμηρον, καὶ παρὰ τῷ Κωμικῷ δὲ ἐν Ὄρνισι, [Τὸ δὲ "ποτὶ δειρήν" Ἀττικὸς μὲν ἀνὴρ εἴποι ἂν πρὸς τῇ δειρῇ,] δηλοῖ δὲ πληγὴν στήθους γενομένην ἐν ἄκρῳ πρὸς τῇ δειρᾷ.

(v. 205) Τὸ δὲ "ἰδνωθείς" ἐπὶ μὲν Θερσίτου καὶ ἄλλως ἐρρέθη, ἐνταῦθα δὲ ἰδνωθῆναι τὸ δονηθῆναι τὸ ἰνίον, ἤγουν τὸ ὄπισθεν τῆς κεφαλῆς, ἢ ὀδυνηθῆναι καὶ οὕτω στραφῆναι καὶ καμφθῆναι διὰ τὸ τοῦ δράκοντος ὑγρόν.

(v. 206) Τὸ δὲ "ἀλγήσας ὀδύνῃσι" πρὸς διαστολὴν κεῖται τοῦ ἄλλως ἀλγεῖν κατά τι λύπης εἶδος. Τὸ δὲ "ἐνικάββαλεν" ἀντὶ τοῦ κατέρριψε.

(v. 207) Τὸ δὲ "κλάγξαι" κλαυθμὸν οἷόν τινα τοῦ δράκοντος νῦν ὑποδηλοῖ, ὡς ἀπὸ τοῦ κλῶ, ἐξ οὗ καὶ τὸ κλαίω παράγεται. Τὸ δὲ "πνοιῇς ἀνέμοιο" ἀντὶ τοῦ πρὸς ἄνεμον πνέοντα.

(v. 208) Ἐν δὲ τῷ "ἐρρίγησαν ὅπως ἴδον αἰόλον ὄφιν" στιχηρόν ἐστι πάθος, ὃ λέγεται καὶ μυουρία, διὰ διχρόνου τοῦ κατὰ τὴν ἀρχήν, καὶ μειουρία διὰ τῆς ει διφθόγγου, ὡς ἐν τῷ τέλει πυρριχισθέντος τοῦ στίχου καὶ συστολὴν παθόντος κατὰ μυὸς οὐρὰν ἢ κατὰ μείωσιν οὐραίου, ἤτοι τέλους ἄκρου. Ὥσπερ ἔμπαλιν ἀκέφαλος λέγεται στίχος ὁ περὶ τὴν ἀρχὴν καὶ οἱονεὶ κεφαλὴν συσταλείς, ὁποῖον καὶ τὸ "ἐπειδὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο". Αἴτιον δὲ τοῦ ῥηθέντος μυουρισμοῦ ἡ τῆς ἕκτης χώρας ἐν τοῖς ἔπεσιν ἀδιαφορία. Ἕτεροι δὲ τὴν ὀξεῖαν τάσιν ἐκτατικὴν εἰδότες ἀπ' αὐτῆς φασι προστεθῆναί [377] τι χρόνου τῇ τοῦ ο φυσικῇ βραχύτητι ὡς εἰς τροχαίου ἀπάρτισιν. ἄλλοι δὲ ὄπφιν μετέγραψαν, οἷα ὀκνοῦντες διπλάσαι τὸ φ διὰ τὸ οὐχ' Ἑλληνικὸν τῆς γραφῆς. ἀνὴρ γὰρ Ἕλλην οὐ διπλάζει τὰ δασέα, ὑφαιρουμένου τοῦ ὀφφικίου, αὐτὸ δὲ οὐ γλώσσης Ἑλλήνων ἐστί. διὸ καὶ τὸ κὰπ φάλαρα ἀντὶ τοῦ κατὰ φάλαρα, περὶ οὗ καὶ προείρηται, καὶ τὸ κάτθανεν ἀντὶ τοῦ κατέθανεν, ὀφείλοντα διὰ δύο γράφεσθαι δασέων τῶν φ καὶ τῶν θ, οἷον κὰφ φάλαρα καὶ κάθθανεν, ὅμως δι' ἀντιστοίχων αὐτοῖς ψιλῶν συμφώνων γράφεται, ἵνα μὴ εὑρεθείη ἐν Ἑλληνικῇ λέξει δασέος διπλασμός. [Συντελεῖ δὲ εἰς τὴν γραφὴν τοῦ ὄπφιν καὶ τὸ σκύπφον, ὃ κεῖται παρὰ Ἀνακρέοντι, ὥς φησιν Ἀθήναιος, ἔτι δὲ καὶ τὸ "πλήσας δ' ἀργύρεον σκύπφον φέρε, δῶκε δ' ἄνακτι", ὃ κεῖσθαι λέγει ἐν τῇ καθ' Ἡσίοδον Μελαμποδίᾳ.] Εἰσὶ δὲ οἳ καὶ ἔμφασίν τινα ἔχειν εἶπον τὸ τοῦ στίχου τοιοῦτον πάθος. καὶ γὰρ ἐγχωροῦν εἰπεῖν, "Τρῶες δ' ἐρρίγησαν ὅπως ὄφιν αἰόλον εἶδον", ὅμως Ὅμηρος τὸν Ἑλληνικὸν ἐμφαίνει φόβον καὶ τὴν συστολὴν καὶ τὴν εἰς τὸ ταχὺ φεύγειν ῥοπὴν τῇ συστολῇ τοῦ μέτρου καὶ τῷ τάχει τοῦ ἔπους εἰς βραχείας τελευτῶντος συλλαβάς. ταχέα μὲν γὰρ εἰς ἐκφώνησιν τὰ βραχέα φωνήεντα μουσικὸς ἂν εἴποι ἀνήρ, ἐμβραδύνει δὲ εἰς προφορὰν τὰ μακρά. [Ὅτι δὲ ἡ μυουρία τῶν ἐπῶν καὶ τὸ ἀκέφαλον καὶ τὸ λαγαρόν, καὶ εἴ τι δὲ ἄλλο στιχηρὸν πάθος, ἀφροντιστὶ συνέπεσε διὰ τὸ μεμελοποιῆσθαι πᾶσαν τὴν Ὁμηρικὴν ποίησιν, ἐν τοῖς τοῦ Ἀθηναίου καὶ αὐτὸ δηλοῦται. ὅς φησι καὶ ὅτι ἀκέφαλοι μέν εἰσιν οἱ ἐν ἀρχῇ τὴν χωλότητα ἔχοντες, λαγαροὶ δὲ οἱ ἐν μέσῳ, μύουροι δὲ οἱ ἐπὶ τῆς ἐκβολῆς. ἔνθα σημείωσαι καὶ ὅτι ἐκβολὴν ἔφη τὴν λήγουσαν ὡς ἐκ μεταφορᾶς τῶν ποταμίων ἐκβολῶν. Τὸ δὲ φοβερὸν τοῦ ὄφεως καὶ τήν, ὡς ἐρρέθη, ἐπ' αὐτῷ συστολὴν καὶ δειλίαν, ἣν ἐμποιεῖ, δηλοῖ καὶ ὁ ἐτυμολογήσας τὸν ὄφιν οὐκ ἀπὸ τοῦ ὄπτω ὄψω ὦφα, συνήθως, ἀλλ' ἐκ τοῦ ὄφ ἐπιφωνήματος, ὃ κατὰ πνεύματος ἀθρόαν εἰσπνοὴν ἐγγίνεται τοῖς ἢ ἀλγοῦσιν ἢ φόβον παθοῦσι. Μυουρισμοῦ δὲ χρῆσις τοῦ διὰ μόνου διχρόνου καὶ παρὰ τῷ Περιηγητῇ. Ἰστέον δὲ καὶ ὅτι τὸ μύουρον ἢ μείουρον δύναιτ' ἂν καὶ κόλουρον λέγεσθαι, ὡς κεκολουσμένον οὐρᾶς, καθά [378] που προγέγραπται.]

(v. 209) Τὸ δὲ "Διὸς τέρας", ἀντὶ τοῦ εἱμαρμένης ἢ ἀέρος, ὅθεν ὁ δράκων κατέπεσεν. Ἰστέον δὲ ὅτι τὸ Διὸς τέρας ἀρχὴν ἐνδέδωκε τοῦ ὕστερον διοσημίας τὰ τοιαῦτα λέγεσθαι. [Ἐπεὶ καὶ ἀντὶ σημείου τὸ τέρας ἐνταῦθα κεῖται κατὰ τὴν ἐν τῇ β΄ ῥαψῳδίᾳ τεθειμένην παρατήρησιν.]

(v. 218) Τὸ δὲ "περησέμεναι μεμαῶσι" προσυπακούειν ἀπαιτεῖ τάφρον τὴν πρὸ βραχέων ῥηθεῖσαν.

(v. 221) Ὅτι δὲ φίλα οἰκία τὴν τοῦ ἀετοῦ λέγει καλιάν, πρὸ ὀλίγων ἐρρέθη. ἐντεῦθεν δὲ εἴληπται καὶ ἐπὶ θαλαττίας διατριβῆς τὸ οἰκεῖν, ὡς δηλοῖ ὁ σημειωσάμενος τὸ "ὁ κύματ' οἰκῶν ὄρνις ἡρμήνευσεν ἄν".

(v. 222) Τὸ δὲ "οὐδ' ἐτέλεσσεν" ἀρχὴν καὶ αὐτό τινα ἐνδίδωσι τοῖς μεθ' Ὅμηρον τοῦ ἀποτελεσματικὴν καλέσαι καὶ τὴν περὶ τοὺς τοιούτους ὄρνις ἐπιστήμην. Τὸ δὲ "τεῖχος ῥηξόμεθα" εὖ κεῖται, καιρία γὰρ λέξις, ὥσπερ ἐπὶ φάλαγγος στρατιωτικῆς, οὕτω καὶ ἐπὶ τείχους καὶ πυλῶν τὸ ῥῆξαι. διὸ πολλαχοῦ τῇ λέξει ταύτῃ κατ' ἐπιμονὴν χρᾶται ὁ ποιητής, ποτὲ μὲν ἐνεργητικῶς, ποτὲ δὲ παθητικῶς, οἷον καὶ τὸ "βίῃ ῥήγνυσθαι μέγα τεῖχος πειρήτιζον", καὶ "ἔλποντο τεῖχος Ἀχαιῶν ῥήξειν", καὶ "τείχεος ἐρρήξαντο πύλας καὶ μακρὸν ὀχῆα", καὶ "τεῖχος ἐπαΐξαι διά τε ῥήξασθαι ἐπάλξεις", καὶ "πύλας ἐπειρῶντο βίῃ ῥήξαντες εἰσελθεῖν", καὶ "οὐκ ἐδύναντο τεῖχος ῥηξάμενοι θέσθαι κέλευθον", καὶ "ὦ Τρῶες, ῥήγνυσθε τεῖχος Ἀχαιῶν", καὶ "ἔρρηξεν ἀμφοτέρους θαιρούς".

(v. 225) Τὸ δὲ "οὐ κόσμῳ παρὰ ναῦφιν ἐλευσόμεθα" εὐφήμως ὁ Πολυδάμας ἔφρασεν. ἄλλως γὰρ βούλεται εἰπεῖν, ὡς ἀκόσμως φευξόμεθα καὶ οὐκ εὐτάκτως εἰς Τροίαν παλιννοστήσομεν.

(v. 228) Τὸ δὲ ὑποκρίνασθαι κἀνταῦθα, ὡς καὶ πρὸ τούτων τὸ ἀποκρίνασθαι, δηλοῖ ὅπερ μεθ' Ὅμηρον εὕρηται λέγεσθαι. ἔχει δέ τι περὶ τούτου καὶ τὰ εἰς τὴν Ὀδύσσειαν. τινὲς δὲ τὸ ὑποκρίνεσθαι εἰς ταὐτὸν ἄγουσι τῷ εἰπεῖν τὰ ἐκ θεοῦ. Τὸ δὲ "ὃς θυμῷ εἰδείη" θυμόσοφον ἄνδρα ὑπολαλεῖ, ὁποῖον ἴσως καὶ ἑαυτὸν ὁ Πολυδάμας εἶναι βούλεται.

(v. 229) Ὅρα δὲ καὶ ὅτι τὸ εἰδέναι γενικῇ συνέταξε συνήθως, εἰπὼν "εἰδείη τεράων", ἤγουν εἴδησιν ἔχοι καὶ ἐπιστήμην, ὡς καὶ πείθειν τοὺς ἀκούοντας λαούς. [379] Ἰστέον δὲ καὶ ὅτι οὐχ' ὡς ἁπλῶς φρόνιμος, ἀλλ' ὡς καὶ τὰ τοιαῦτα τεχνίτης ὁ Πολυδάμας πέπλασται διακρίνων τὸ τέρας. Φασὶ γὰρ Πάνθοον τὸν Πολυδάμαντος πατέρα Δελφὸν εἶναι, Τρῶας δέ ποτε θεοπρόπους ἐλθόντας αὐτόσε καὶ χρησμὸν περί τινων ἀναγκαίων λαβόντας ἀγαγεῖν αὐτὸν πρὸς Πρίαμον ἐξηγητὴν τοῦ χρησμοῦ, καὶ οὕτως αὐτὸν ἐν Τροίᾳ καταμεῖναι, γήμαντα τὴν Κλυτίου Προνόμην, ἐξ ἧς ὁ Πολυδάμας. ἦν οὖν ἐκ διαδοχῆς πατρικῆς μαντικός. διὸ καὶ εὐστόχως λύει τὰ τοῦ τέρατος. Σημείωσαι δὲ ὡς ἐπαινετὴ καὶ ἡ πρὸ τῆς λύσεως τοῦ τέρατος δημηγορία τῷ Πολυδάμαντι, ὃς οὐχ' ὡς πρῴην κεχαρισμένα συμβουλευσόμενος, ἀλλ' ἀποθύμιόν τι τῷ Ἕκτορι μέλλων εἰπεῖν καὶ ὑποπτεύων ὡς οὔτε πείσει, ἀλλὰ καὶ λυπήσει τὸν θρασὺν ἄρχοντα ‑ θρασὺν γὰρ Ἕκτορα κἀνταῦθα ἐπίτηδες ἔφη ὁ ποιητής ‑ θωπευτικῶς αὐτὸν προϋπέρχεται καὶ προδιορθώσεως χρώμενος σχήματι προλαμβάνει τὴν τοῦ βασιλέως ἐπίπληξιν, ὑπομαλάσσων αὐτόν.

(v. 2114) Καὶ πρῶτα εἰπὼν ὀνειδιστικῶς καὶ ὑποπίκρως, ὡς "ἀεὶ μέν πώς μοι ἐπιπλήσσεις ἐσθλὰ φραζομένῳ" ‑ πικρὸν γάρ τινι τὸ ἀκοῦσαι, ὡς ἀεὶ ἐναντιοῦται ἀγαθαῖς συμβουλαῖς ‑ , εἶτα ἐπάγει γνωμικῶς καὶ πιθανῶς κατά τινα κολακείαν καὶ ἅμα ἐπίτηδες εὐτελίζων ἑαυτὸν τὸ "ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικε δῆμον ἐόντα παρὲξ ἀγορευέμεν οὔτ' ἐνὶ βουλῇ οὔτε ποτ' ἐν πολέμῳ, σὸν δὲ κράτος αἰὲν ἀέξειν".

(v. 215) Καὶ οὕτω καταμαλάξας ἀντιπαραστατικῶς λόγοις οὐ πρὸς ἀκρίβειαν ἀλλὰ κολακικώτερον ἐπιφέρει ἐνδοιαστικῶς καὶ ἐπιεικῶς τὸ δῆθεν ὑπότραχυ τῆς συμβουλῆς, προειπὼν καί, ὅτι νῦν αὖτ' ἐξερέω, οὐχ' ὥσπερ ἐστὶν ἄριστον, ἀλλ' ὥς μοι δοκεῖ εἶναι ἄριστον ἢ ἄριστα.

(v. 216-218) Τίς δὲ ἡ συμβουλή; "μὴ ἴομεν Δαναοῖσι μαχησόμενοι περὶ νηῶν. ὧδε γὰρ ἐκτελέεσθαι ὀΐομαι, εἰ ἐτεόν γε Τρωσὶν ὅδ' ὄρνις ἐπῆλθε", καὶ τὰ ἑξῆς, ὡς προγέγραπται. Καὶ ὅρα ὅτι οὐδὲ εἶπεν ὡς ὧδε ἐκτελεσθήσεται, ἀλλὰ ἐκτελεσθῆναι ὀΐομαι, οὐδ' ὅτι ἀληθῶς ἐπῆλθε τοῖς Τρωσὶν ὁ ὄρνις, ἀλλ' ἐνδοιαστικῶς, εἰ ἐτεὸν ἐπῆλθεν. ὀκνεῖ γὰρ ἀποφήνασθαι τὸ ἀληθές, οἷα μηδὲ πείσεσθαι τὸν Ἕκτορα εἰδώς.

(v. 228 s.) Διὸ καὶ ἐν τῷ τέλει τῆς δημηγορίας ἐπεσημήνατο, ὡς οὕτω ἂν ὑποκριθείη θεοπρόπος ἀνὴρ ἐπιστήμων, ᾧ λαοὶ πείθονται, ὑπεμφαίνων ὡς αὐτὸς μὲν οὐδὲν ἐνδοιάζει, ἀλλ' εὖ εἰδὼς κρίνει, σχηματίζει δὲ ὅμως ἐνδοιαστικῶς, ἐπεὶ οὐχ' ἕξει τὸν πεισθησόμενον.

(v. 211) Ἰστέον δὲ ὅτι ἐν τῷ "ἀεὶ μέν πώς μοι ἐπιπλήσσεις", εἰ μὲν ἐγκλίνεται τὸ πως, ἐπιεικῶς ἐρρέθη, εἰ δὲ περισπᾶται, θαυμαστικῶς ἔχει. Τὸ δὲ "ἐπιπλήσσεις ἀγοραῖς" διαστολὴν [380] δηλοῖ ἑτεροίας τινὸς πλήξεώς τε καὶ ἐπιπλήξεως. εἴη δ' ἂν τοιαύτη ἐπίπληξις πλῆξις ἀέρος κατά τινος ἐν λόγοις.

(v. 212 s.) Τὸ δὲ "οὐδὲ μὲν οὐδὲ ἔοικε" τῇ διπλῇ ἀποφάσει ἀποτροπὴν τελείαν δηλοῖ τοῦ χρῆναι τὸν δημότην ἀντιλέγειν τῷ κρατοῦντι. Δῆμον γὰρ τῷ τοῦ ὅλου ὀνόματι λέγει τὸν ἕνα τοῦ δήμου καὶ διὰ τοῦτο ταπεινόν. Ὅτι δὲ οὐδὲ παρ' Ἕλλησιν ἐχρῆν τοὺς δημότας ἀντιλέγειν τοῖς βασιλεῦσιν ὡς χώραν ἔχειν τὴν ἐφ' ἅπασιν ἰσηγορίαν, ἐδήλωσε καὶ Ὀδυσσεύς, ἔνθα τοὺς μὲν ἡγεμόνας χρηστολογεῖ, ὃν δὲ ἂν τοῦ δήμου ἴδοι ἄνδρα βοῶντα, σωφρονίζει ῥάβδῳ ἐλάσας. Δῆλον δὲ ὅτι τε ἐπιεικῶς ὁ Πολυδάμας ψεύδεται δῆμον ἑαυτὸν λέγων ὁ μὴ τοιοῦτος ὢν ἀλλὰ τοῖς ἔξοχα ἀρίστοις συγκατειλεγμένος, καὶ ὅτι τὸν ἐνταῦθα ῥηθέντα δῆμον δημότην οἱ μεθ' Ὅμηρον λέγουσι, παρ' οἷς καί, ὅτι ὥσπερ φυλέτης καὶ πολίτης καὶ θιασώτης καὶ λοχίτης καὶ ἐθνίτης καὶ δαιταλεύς, οὕτω σχετικὸν καὶ ὁ δημότης κατὰ παρώνυμον κοινωνίαν. Δηλοῖ γὰρ Ἀττικῶς τὸν τοῦ αὐτοῦ δήμου μετέχοντα. καὶ Ἴωνες δὲ δημότας φασὶ τοὺς δημοτικούς. ἐπεὶ δὲ εὐτέλειά τις τῷ δήμῳ συνυπακούεται, ἤγουν τῷ ῥηθέντι δημότῃ ἀνδρί, δοκεῖ ἐντεῦθεν δημοῦσθαι ῥηθῆναι παρὰ τῷ φιλοσόφῳ Πλάτωνι τὸ παίζειν, ὡς ἑρμηνεύει Αἴλιος Διονύσιος. [Δῆλον δὲ ὅτι ἐκ τοῦ δημότης γίνεται Δωρικῇ τροπῇ τοῦ η εἰς α καὶ ἐπενθέσει τοῦ ι ἐν τῇ παραληγούσῃ ὁ Δαμοίτης, τὸ κύριον παρὰ Θεοκρίτῳ.] Τῷ δὲ "παρὲξ ἀγορεύειν" δηλοῖ τὸ παρὰ τὸ δέον ἢ τὸ παρὰ τὸ κελευόμενον, [ἵνα καὶ ἡ παρα καὶ ἡ ἐξ ἡ μὲν τὸ παρατετράφθαι τῆς ὀρθῆς, ἡ δὲ τὸ ἔξω αὐτῆς εἶναι δηλοῖ. δύναται δὲ καὶ τὸ ἐσχηματισμένως ἡ λέξις σημαίνειν, ἵνα συνήθως ἡ μὲν παρα ἐγγύτητα ἑρμηνεύοι ἡ δὲ ἐξ διάστασιν, ὅπερ ἴδιόν ἐστι τῶν ἐσχηματισμένων, ἐν οἷς καὶ ἐγγίζει ὁ λόγος φαινομένως τῇ ἀληθείᾳ, καὶ αὖ πάλιν ἔξω που αὐτῆς ἕστηκε τῇ διπλόῃ τῶν νοημάτων. Καὶ ἔστι καὶ οὕτω δεξιὰ ἡ λέξις,] ἐπιτετηδευμένης κἀνταῦθα τῷ ῥήτορι τῆς ἀμφιβολίας, κεῖται δὲ διὰ τοῦτο καὶ δίχα τινὸς συντάξεως. Ἰστέον γὰρ ὅτι οὐ μακρὰν ἐσχηματισμένου ἐστὶ καὶ ἡ τοῦ Πολυδάμαντος αὕτη δημηγορία. οὐ γὰρ ὡς φρονεῖ λαλεῖ, ἀλλὰ σχηματίζει [381] διὰ τὸ θρασὺ τοῦ ἄρχοντος. αὐτίκα, εἰ μὴ ἔοικε δῆμον ἐόντα ἀγορεύειν, διὰ τί δημογορία τὸ πρᾶγμα καλεῖται. καὶ ἄλλως δὲ δοκεῖ μὲν ἑαυτὸν δῆμον ὁ Πολυδάμας λέγειν, αἰνίττεται δὲ παντὶ ἂν τῷ δήμῳ ἀρέσειν ἃ λέγει. Καὶ τὸ παρέξ δὲ ἀπολύτως λεχθὲν ἄδηλον, εἰ οὕτως ἢ οὕτως νοητέον, ὡς προσεχῶς ἐρρέθη, καὶ τὸ ἀεὶ δὲ αὔξειν τὸ τοῦ Ἕκτορος κράτος οὐκ εὖ ἔχει. Παρὰ γοῦν τοῖς Ἀχαιοῖς παρρησία τοῖς ἡγεμόσι πρὸς τὸν βασιλέα πολλή. Διομήδης μὲν γάρ πού φησι "Ἀτρείδη, σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι", καὶ Ὀδυσσεὺς "οὐλόμενε, ὤφελες ἀεικελίου στρατοῦ ἄλλου ἀνάσσειν". Ἕκτωρ δὲ ὁ θρασὺς βαρβαρικώτερον διακείμενος ἀποστρέφεται τὴν ἰσηγορίαν, ἐπιπλήσσων ἄρτι τῷ Πολυδάμαντι, καὶ ταῦτα ἐσθλὰ φραζομένῳ καὶ οὐδὲ δήμῳ ἐόντι, ὡς εἴρηται, ἀλλὰ τῶν ἀριστέων καὶ μεδόντων [καί, ὡς εἰπεῖν, δημογερόντων. ὧν καὶ ἡ κλῆσις σεμνὴ καὶ τὸ ἔργον λαμπρόν, ὡς καὶ ἡ γάμμα ῥαψῳδία ἐδήλωσεν.] Ἐσχημάτισται δὲ ὁμοίως, ὡς ἐρρέθη, καὶ τὸ "ὥς μοι δοκεῖ", καὶ τὸ "ἐκτελέεσθαι ὀΐω", καὶ τὸ "εἰ ἐτεόν".

(v. 217) Καὶ ὅρα τὸ ἐκτελέεσθαι, χρησιμεῦον ἔνθα καὶ τὸ "οὐδ' ἐτέλεσεν", ὡς πρὸ βραχέων εἴρηται.

(v. 214) Ἐν δὲ τῷ "σὸν κράτος ἀέξειν" τὸ μὲν κράτος συλλαμβάνεταί τι τοῖς ὕστερον τὴν βασιλείαν κράτος λέγουσι, τῇ δὲ αὐξήσει τοῦ κράτους ἀντίκειται μείωσις καὶ ἡ κοινότερον λεγομένη ὑπόπτωσις.

(v. 216) Τὸ δὲ "μαχησόμενοι περὶ νηῶν" ἀκριβῶς πρόσκειται. οὐ γὰρ ἁπλῶς ὁ ῥήτωρ ἀποτρέπει μάχεσθαι Ἀχαιοῖς, ἀλλὰ τὸ περὶ νηῶν μαχήσεσθαι μέμφεται ὡς πάνυ κινδυνῶδες.

(v. 223) Τὸ δὲ "εἴ πέρ τε πύλας ῥηξόμεθα" λίαν δεινῶς κεῖται. οἱονεὶ γὰρ λέγει ἄδηλον εἶναι ὥσπερ εἰ ἐτεὸν Τρωσὶν ὅδ' ὄρνις ἐπῆλθεν, οὕτω καὶ εἴπερ πύλας καὶ τεῖχος Ἀχαιῶν ῥηξόμεθα.

(v. 224) Τὸ δὲ "σθένεϊ μεγάλῳ" τὸν ἀλλαχοῦ μεγασθενῆ συντίθησιν.

(v. 230 s.) Ὅτι οὕτω θρασὺς ὁ Ἕκτωρ, ὡς καὶ ὑπόδρα ἰδεῖν τὸν σοφὸν Πολυδάμαντα καὶ αὐτὰ ἐκεῖνα εἰπεῖν ὡς ἐκ διδασκάλου πρὸς μάθησιν ἀπογραψάμενον, ὅσα καὶ ὁ ἄφρων Ἀλέξανδρος φθάσας ἔφη τῷ εἰς ἀγαθὸν συμβουλεύοντι, "Πουλυδάμα, σὺ μὲν οὐκέτ' ἐμοὶ φίλα ταῦτ' ἀγορεύεις". καὶ οὐκ ἐπαινεῖ [οὐδ' αὐτὸς] τὸν Πολυδάμαντα ὡς εὖ εἰπόντα, ψέγει δὲ ὡς μὴ φίλα αὐτῷ ἀγορεύοντα.

(v. 233-240) Εἶτα καὶ νομίσας ἴσως ἀληθῶς ἐνδοιάσαι τὸν Πολυδάμαντά φησιν "οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι. εἰ δ' ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις", ἤτοι [σπουδαίως,] ἀπὸ σκέψεως καὶ κρίσεως, "ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί, [382] ὃς κέλεαι Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι βουλέων, ἅς τέ μοι αὐτὸς ὑπέσχετο καὶ κατένευσε. τύνη δέ", ἤγουν σύ, Δωρικῶς, ὡς καὶ ἀλλαχοῦ κεῖται, "οἰωνοῖσι τανυπτερύγεσσι κελεύεις πείθεσθαι, τῶν οὔ τι μετατρέπομαι", ὅ ἐστιν ἐπιστρέφομαι, "οὐδ' ἀλεγίζω, εἴτ' ἐπὶ δεξι' ἴωσι πρὸς ἠῶ τ' ἠέλιόν τε, εἴτ' ἐπ' ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα". Λέγει δὲ ταῦτα ὁ Ἕκτωρ οὐ τὴν μαντικήν, φασίν, ἀναιρῶν, ἀλλὰ τὴν γνώμην τοῦ Διὸς προτιμῶν. διὸ καὶ πάνυ σεμνὸς αὐτῷ ὁ λόγος καὶ ὑπέρφρων καὶ οὐδὲν ἔχων ταπεινόν. ὁ μέντοι συνετὸς καὶ θεὸν τιμήσει καὶ οἰωνοῖς, φασί, πείσεται. Σημειοῦνται δ' ἐνταῦθα οἱ παλαιοὶ καὶ ὅτι τῇ εἰς ἄτοπον ἀπαγωγῇ φιλοσόφως χρᾶται ὁ Ἕκτωρ. προϋπόκειται μὲν γὰρ ὡς ὁμολογούμενον, ὅτι πειστέον Διῒ ἐπιτάττοντι ἐπελθεῖν ταῖς ναυσίν, ὁ δὲ οἰωνὸς δοκεῖ προτρέπειν ἀναχωρεῖν. εἰ γοῦν ἀναχωρητέον, ὡς δοκεῖ τῷ Πολυδάμαντι, οὐ πειστέον ἄρα τῷ Διΐ.

(v. 241 s.) Διὸ ἐπάγει "ἡμεῖς δὲ μεγάλοιο θεοῦ πειθώμεθα βουλῇ, ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει". οὐ γὰρ Διὸς μὲν ἐπιληστέον τοῦ μεγάλου, πειστέον δὲ ὀρνέοις τοῖς μὴ τοιούτοις. Ταῦτα δὲ διαλεκτικῶς ὡς ἀμφοτερόγλωσσος μεταχειρίζεται ὁ ποιητής, διδάσκων ὡς παντὶ λόγῳ λόγος παλαίει. διὸ καὶ ταῖς ἐπιστημονικωτάταις τῶν τεχνῶν ὑποκάθηταί τις ἀντιλογία, ὡς καὶ νῦν ὁ Ἕκτωρ κατεπιχειρεῖ τῆς οἰωνοσκοπητικῆς. καὶ ἀλλαχοῦ δέ τις λέγει παρὰ τῷ ποιητῇ, ὅτι "ὄρνιθες δέ τε πολλοὶ ὑπ' αὐγὰς ἠελίοιο φοιτῶσιν, οὐδέ τε πάντες αἰνέσιμοι." καὶ ὁ φιλόμηρος δὲ Σοφοκλῆς ποιεῖ τὴν Ἰοκάστην καθ' ὁμοιότητά τινα τοῦ Ἕκτορος τραχυνομένην κατὰ τῆς μαντικῆς καὶ ἀνατρέπειν πειρωμένην αὐτήν.

(v. 217 s.) Ἰστέον δὲ ὅτι δοκεῖ ὁ Πολυδάμας αὐτὸς ἐνδοῦναι λαβὴν ἀντιλογίας τῷ Ἕκτορι, ἐν οἷς ἔφη τὸ "ὧδε γὰρ ἐκτελέεσθαι ὀΐομαι, εἰ ἐτεόν γε Τρωσὶν ὅδ' ὄρνις ἐπῆλθεν". ἐντεῦθεν γὰρ λαβὼν ἀφορμὴν ὁ Ἕκτωρ, ὡς ἐνδοιάζοντος δῆθεν τοῦ ῥήτορος, ἀντιλαλεῖ. Ἰστέον δὲ ὅτι οὐχ' ὥσπερ Αἴας Αἴαντος ὦ Αἶαν, ἀποβολῇ τῆς τος συλλαβῆς, οὕτω καὶ ὦ Πολυδάμαν. Παραδιδόασι γὰρ οἱ Τεχνικοὶ τὰ λήγοντα εἰς μας ἀρσενικὰ τοιαῦτα δίχα τοῦ νῦ [383] προφέρειν τὴν κλητικήν· ὦ Ἀκάμα, ὦ Πουλυδάμα.

(v. 235) Τὸ δὲ "Ζηνὸς βουλέων" ὅμοιόν ἐστι τῷ Διὸς βουλῇ, ὃ ἐν τῇ ἄλφα ῥαψῳδίᾳ κεῖται. Ὑπόσχεσις δὲ Διὸς καὶ κατάνευσις κἀνταῦθα ἡ διὰ τῶν φθασάντων ἐξ αἰθέρος τεράτων σημείωσις τοῦ μέλλοντος. διὸ πρὸς ἔμφασιν τούτου ἔφη "Ζηνὸς ἐριγδούποιο".

(v. 239 s.) Ἐν δὲ τῷ "εἴτ' ἐπὶ δεξιὰ πρὸς ἠῶ τε ἠέλιόν τε, εἴτ' ἐπ' ἀριστερὰ ποτὶ ζόφον", οἱ μὲν τοῦ δεξιὰ ἐφερμηνευτικὸν ἐδέξαντο τὸ πρὸς ἠῶ καὶ ἥλιον, δεξιὰ νοοῦντες τὰ ἑῷα, ἤτοι ἀνατολικά, τοῦ δ' ἐπ' ἀριστερὰ ἑρμηνείαν εἶπον τὸ πρὸς ζόφον, ἀριστερὰ λέγοντες τὰ δυτικά. Ἕτεροι δὲ δεξιὰ μὲν εἶπον τὰ νότια, ἀριστερὰ δὲ τὰ βόρεια, λέγοντες καὶ πρὸς τῇ ἄρκτῳ τυχεῖν εἶναι νῦν τὴν στάσιν τῷ Ἕκτορι ὡς εἰς τὸν Βορρᾶν αὐτὸν ἀφορᾶν. ὥστε τῷ λόγῳ τούτῳ τὰ τέσσαρα σημεῖα τοῦ κόσμου ἐνταῦθα ἐκκεῖσθαι παρὰ τῷ ποιητῇ, δεξιά, ὅ ἐστι κατὰ τὴν δευτέραν ἐξήγησιν νότια, ἀριστερά, τουτέστι βόρεια, καὶ ἠῶ καὶ ζόφον, ἤγουν ἀνατολὴν καὶ δύσιν, καὶ ἰδοὺ ὁμοῦ τὰ τέσσαρα ἐν στίχοις δυσίν. Ἰστέον δὲ ὅτι νῦν μὲν ἐν δυσὶ μέρεσι λόγου κεῖται τὸ "ἐπὶ δεξιά", ὥσπερ καὶ ὅτε δηλοῖ τὸ ἐκ τῶν δεξιῶν ἄρχεσθαι, οἷον "ὄρνυσθε δ' ἑξείης ἐπὶ δεξιὰ πάντες ἄριστοι", ὅτε δὲ ἀντὶ τοῦ ἐπιδεξίως ληφθῇ, προπαροξύνεται, φασίν, ὁμοίως τῷ "ἐνδέξια πᾶσιν ἐκίρνα". [Ὁμοίῳ δὲ τόνῳ καὶ ἐπιδέξια λέγονται σώματος μέρη τὰ καὶ ἐπιτήδεια, ἤγουν τὰ καιρώτατα.]

(v. 243) Τοῖς δὲ ῥηθεῖσιν ἐπάγει γνωμικῶς ὁ Ἕκτωρ καὶ τὸ "εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης", παιδεύων μὴ δεῖν μισοπάτριδα εἶναί τινα. Ὁ δὲ νοῦς [τῆς πιθανῆς ταύτης γνώμης] τοιοῦτος· πολλῶν ἐπιφαινομένων τανυπτερύγων καὶ οὕτω πετομένων, ὅποι νεύσαιεν, οἰωνῶν, εἷς ἄριστος, ὁ ἀμύνειν τῇ πατρίδι ὑποτιθεὶς ἢ δηλῶν ἢ σημαίνων ἤ τι τοιοῦτον. ἐλλειπτικῶς γὰρ εἴρηται. δύναται δὲ νοηθῆναι καὶ ὅτι εἷς οἰωνὸς ἄριστος, αὐτὸ τοῦτο τὸ ἀμύνειν τῇ πατρίδι, ἵνα εἴ τί ποθεν ἴδοι ἢ αὐτὸς ἔχοι προθυμίαν ἐπὶ ἀμύνῃ πατρίδος, ἡγοῖτο τοῦτον οἰωνόν, ἤτοι σύμβολον ἀγαθοῦ τινος. [Τὸ δὲ τοιοῦτον γνωμικὸν παλαιός τις παρῳδήσας παικτικώτερον ἔφη τὸ "εἷς οἰωνὸς ἄριστος ἀμύνασθαι περὶ δείπνου". δύναται δὲ ὁμοίῳ τρόπῳ αὐτὸ καὶ ἐπὶ ἑτέρων πλειόνων οὕτω μεταποιεῖσθαι.] Ἐπὶ δὲ τούτοις καὶ ὑποπτεύων ὁ Ἕκτωρ, ὡς διὰ δειλίαν ὁ Πολυδάμας συμβουλεύει ἀναχώρησιν, ὀνειδίζει λέγων, ὃ δὴ καὶ πᾶς [384] τις εἴποι ἂν πρὸς ἄναλκιν ἄνδρα κωλύοντα μάχεσθαι.

(v. 244-247) Φησὶ γὰρ "τίπτε σὺ δείδοικας πόλεμον καὶ δηϊοτῆτα", ὧν μία σημασία, "εἴ περ γάρ τ' ἄλλοι γε περικτεινώμεθα πάντες νηυσὶν ἐπ' Ἀργείων, σοὶ δ' οὐ δέος ἐστὶν ἀπολέσθαι, οὐ γάρ τοι κραδίη μενεδήϊος οὐδὲ μαχήμων". Ἔστι δὲ τὸ μενεδήϊος ἶσον τῷ μενεπτόλεμος.

(v. 248-250) Εἶτα ὑπεραναβὰς ὁ Ἕκτωρ τὸ ὑπόδρα τὸν Πολυδάμαντα ἰδεῖν ἀπειλεῖ καὶ ὅτι "εἰ δὲ σὺ δηϊοτῆτος ἀφέξεαι ἠέ τιν' ἄλλον παρφάμενος ἐπέεσσιν ἀποστρέψεις πολέμοιο, αὐτίκα ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσεις". Καὶ νῦν μὲν ὃ Ἕκτωρ βαρβαρόθυμος καὶ θρασύς, εἰ τῷ τοιούτῳ οὕτω προσφέρεται, κινδύνῳ δ' ἐν τοῖς ἑξῆς περιπεσὼν μεμνήσεται τοῦ Πουλυδάμαντος [ἐπιμηθῶς,] καὶ τὴν ἐξ αὐτοῦ ἐλεγχείην εὐλαβηθεὶς μενεῖ τὴν μάχην καὶ πεσεῖται.

(v. 249) Τὸ δὲ "παρφάμενος" οὐχ' οὕτως ἀντὶ τοῦ παραινέσας ἢ παραπείσας, ὡς ἀντὶ τοῦ παραλογισάμενος πιθανότητι λόγων, ὁποῖόν τι δῆθεν ὁ Πολυδάμας καὶ ἐπὶ Ἕκτορι προέθετο ποιῆσαι, ὡς αὐτὸς οἴεται. Ὅρα δὲ καὶ τὸ ὑπομενετικὸν τοῦ σοφοῦ. ἀμείβεται γὰρ οὐδὲν ὁ συνετὸς Πολυδάμας τὸν θρασὺν ἀπειλητῆρα, ἴσως μὲν ὑποδεδιώς,

(v. 251 s.) τυχὸν δὲ καὶ ὅτι φωνήσας ταῦτα ὁ Ἕκτωρ εὐθὺς ἡγήσατο, οἳ δ' ἅμ' ἕποντο ἠχῇ θεσπεσίῃ.

(v. 252-257) Ὅτι πρὸς τοῖς ἄλλοις οἷς ἐδυστύχουν Ἕλληνες, καὶ τοιοῦτόν τι, ὡς εἰκός, προσεπεγένετο "Ζεὺς τερπικέραυνος ὦρσεν ἀπ' Ἰδαίων ὀρέων ἀνέμοιο θύελλαν, ἥ ῥ' ἰθύς", ἤγουν ἥτις δὴ κατ' εὐθύ, "νηῶν κονίην φέρεν, αὐτὰρ Ἀχαιῶν θέλγε νόον, Τρωσὶ δὲ καὶ Ἕκτορι κῦδος ὄπαζε. τοῦ περ δὴ τεράεσσι πεποιθότες ἠδὲ βίῃφι ῥήγνυσθαι μέγα τεῖχος Ἀχαιῶν πειρήτιζον". Ὃ παραφράζων ἐν τοῖς ἑξῆς φησιν "ἔλποντο δὲ τεῖχος Ἀχαιῶν ῥήξειν", καὶ πάλιν "πειρῶντο βίῃ ῥήξαντες εἰσελθεῖν".

(v. 255) Ὅτι δὲ τὸ θέλγειν οὐκ ἐπὶ ἡδονῆς κεῖται παρὰ τῷ ποιητῇ, ὡς ἡ ὕστερον ἔχει χρῆσις, δῆλον μὲν καὶ νῦν φανερῶς, καὶ ἐν ἄλλοις δὲ πολλαχοῦ ὁ ποιητὴς αὐτὸ παριστᾷ. ὅλως γὰρ φυσικῆς ἐνεργείας ἔκστασιν τὸ θέλγειν δηλοῖ, ὡς φανεῖται καὶ ἐν οἷς ὁ Πάτροκλος πείσεται, ἵνα ᾖ θέλγειν τὸ οὗ θέλει τις ἀπάγειν. Ζεὺς δὲ ἐγείρειν ἀνέμου ἐνταῦθα θύελλαν λέγεται καὶ κονίην φέρειν ἰθὺς νηῶν, ἢ ὁ εἰς εἱμαρμένην ἐκλαμβανόμενος, ἢ μᾶλλον ὁ ἀήρ.

(v. 252) Διὸ καὶ Ζεὺς ἐρρέθη τερπικέραυνος, οὗ καὶ τὰ ῥηθέντα τέρατα καὶ τὸ εἰς τὸν Ἕκτορα κῦδος νικῶντα διὰ τὸ ἐπισκοτεῖσθαι τοὺς Ἀχαιούς.

(v. 253) Ἀπὸ Ἰδαίων δὲ ὀρέων ὄρνυται ἀνέμου θύελλα διὰ τὸ ἐκείνων καὶ πολυπίδακον καὶ πολυπόταμον, [385] ὡς αὐτὸς ὁ ποιητὴς ἱστορεῖ.

(v. 254) Ὅρα δὲ καὶ ὅπως ἔχων εἰπεῖν "θύελλαν, ἣ ἰθὺς νηῶν κονίην φέρεν", εἵλετο πάλιν, ὡς αὐτὸς φιλεῖ, διὰ τοῦ ῥὰ συνδέσμου θεραπεῦσαι συναλειπτικῶς τὸ χάσμημα.

(v. 256) Τὸ δὲ "ἠδὲ βίῃφι" ἀμφιβόλως ἔχει. ἢ γὰρ τὴν τοῦ Διὸς βίαν δηλοῖ, ἢ τὴν τῶν Τρώων.

(v. 258-260) Ὅτι ἐν τῷ "κρόσσας μὲν πύργων ἔρυον καὶ ἔρειπον ἐπάλξεις, στήλας τε προβλῆτας ἐμόχλεον, ἃς ἂρ Ἀχαιοὶ πρώτας ἐν γαίῃ θέσαν ἔμμεναι ἔχματα πύργων" κρόσσαι μὲν κατά τινας αἱ ἄκραι τῶν πύργων καὶ οἷον κόρσαι καὶ κεφαλαί. διὸ καὶ ἐξοχὰς αὐτὰς καλοῦσι καὶ κεφαλίδας οἱ παλαιοί, ἃς καὶ καθεῖλκον οἱ Τρῶες, καθαιροῦντες εἰς γῆν. μέμνηται δὲ αὐτῶν καὶ μετ' ὀλίγα ὁ ποιητὴς ἐν τῷ "κροσσάων ἐπέβαινον". Ἀρίσταρχος δὲ πολεμικὰς κλίμακας ὑποτρόχους τὰς κρόσσας νοεῖ, ἤτοι μηχανὰς κλιμακώδεις. Τινὲς δέ φασιν, ὅτι κρόσσαι λίθοι ἐπὶ κορυφῆς τοῦ τείχους προνεύοντες, ἐφ' ὧν καὶ ἐπάλξεις ἦσαν. διὸ καὶ συγκαταπίπτουσιν αἱ ἐπάλξεις ταῖς κρόσσαις. Οἱ δέ τινές φασιν, ὅτι κρόσσαι αἱ τῶν πύργων ἐξοχαί, ὡς καὶ κροσσοὺς ἱματίων φαμέν. Ἄλλοι δὲ οὕτω φασίν· κρόσσαι ὄργανα πρὸς τειχομαχίαν ἐπιτήδεια, ἔχοντα ἔνδον ἀνάβασιν καλυπτομένην, ἕως ἂν εἰς τοὺς πύργους ἀνέλθῃ ὁ τειχομαχῶν. οἱ δὲ τοιοῦτοι καὶ τὸ "κρόσσας μὲν πύργων ἔρυον" οὕτω νοοῦσιν, ὅτι τὰς κρόσσας, ὅ ἐστι τὰς τοιαύτας κλίμακας, κατὰ τῶν πύργων ἔρυον. ὅπερ οἱ μὴ ἀποδεχόμενοί φασι μὴ εἰδέναι τὸν ποιητὴν τὴν τοιαύτην μηχανήν, ἄλλως τε καὶ τοῦ τείχους ταπεινοῦ, φασίν, ὄντος, ὡς ἡ τοῦ Σαρπηδόνος δεικνύει προσβολή, ὃς ἔπαλξιν λαβὼν χερσὶ στιβαραῖς κατέρριψεν. [Ἐν δὲ τοῖς τοῦ Ἀθηναίου φέρεται χρῆσις ὁμοία τοῖς ἐνταῦθα κειμένη παρὰ Ἀγαθοκλεῖ Βαβυλωνίῳ αὕτη "καὶ οἱ Κυζικηνοὶ ἐξορμήσαντες ἐπ' αὐτὸν ἐβοηδρόμουν, πρόκροσσοι φερόμενοι ἐπὶ τὸν κίνδυνον". Καὶ ἴσως μὲν δηλοῖ τροπικώτερον ἐκεῖ τὸ [386] "πρόκροσσοι" βαθμηδόν, κλιμακηδόν, κατὰ στίχας, κατὰ ἐπαλληλίαν, εὐτάκτως, ἴσως δὲ μᾶλλον τὸ ἐπὶ κλιμάκων ἢ μετὰ κλιμάκων πολεμικῶν, ἃς ἐξανίστων κατ' ἐκείνου, ἔνθα ἐφυλάττετο.]

(v. 258) Ἐπάλξεις δὲ οἱ προμαχῶνες, ἐφ' ὧν ἐστι τοῖς ἄνωθεν μαχομένοις τὸ ἀλαλκεῖν, ἤτοι βοηθεῖν. παρὰ γὰρ τὸ ἄλκω ἄλξω γίνεται. Κατέβαλον δὲ ταύτας οἱ Τρῶες γυμνοῦντες τὸ τεῖχος τῶν ἐν αὐταῖς κρυπτομένων μαχητῶν.

(v. 262-264) Διὸ ἀναγκαίως οἱ Ἀχαιοὶ ἀναπληροῦσι τὸ λεῖπον εὐθὺς ῥινοῖσι βοῶν, ἤγουν ἀσπίσι, φράξαντες ἐπάλξεις, ἤτοι τὰ διάκενα τῶν ἐπάλξεων, ὅτε καὶ βάλλον ἀπ' αὐτάων δηΐους ὑπὸ τεῖχος ἰόντας καὶ ἀναμοχλεύοντας.

(v. 259) Στῆλαι δὲ προβλῆτες, ἃς καὶ ἔχματα πύργων εἶπε, τὰ ἐξέχοντα τῶν θεμελίων, ἢ αὐτοὶ οἱ θεμέλιοι, ἐφ' ὧν τὸ τεῖχος ἵσταται.

(v. 260) Φησὶ γὰρ "ἃς Ἀχαιοὶ πρώτας ἐν γαίῃ θέσαν". ὧν τὸ χρήσιμον δεσμὸς τείχους, διὸ Τρῶες αὐτὰς αὖ ἐρύοντες ἔλποντο τεῖχος Ἀχαιῶν ῥήξειν. Ἕτεροι δὲ στήλας προβλῆτάς φασι τὰς λεγομένας ἀντήρειδας, ἃς οἱ μὲν διὰ διφθόγγου γράφουσιν ἐν τῇ τρίτῃ συλλαβῇ μετὰ τὴν ἄρχουσαν κατὰ τοὺς σημειωσαμένους τὸ κλείς καὶ τὸ ἀντήρεις, οἱ δὲ διὰ τοῦ ι κατὰ τὸν στιχίσαντα "κρήμνη σεαυτὴν ἐκ μέσης ἀντήριδος", ἤτοι μεσόδμης. τέως γε μὴν προβλῆτες κατά τινας αἱ λεγόμεναι καὶ ἀντήριδες, οἷα τὰ λεγόμενα ἰκριώματα, ἃ ἔξωθεν ἐπ' ἀσφαλείᾳ τείχους πρῶτα τίθενται, ἤτοι πρόκεινται καὶ προβέβληνται, ἀντερείδοντα. περὶ ὧν τινες καὶ οὕτω φράζουσι. στῆλαι προβλῆτες, πλάκες μεγάλαι πρὸ τοῦ τείχους, [προβεβλημέναι τοῦ ἐδάφους καὶ συνηρμοσμέναι ἀλλήλαις ὑπὸ πόδα τοῦ τείχους] ἀντὶ ἐρύματος. καὶ ἴσως τοιαύτην στήλην καὶ ὁ Ἕκτωρ μετ' ὀλίγα βαλὼν τὰς πύλας ἔρριψε.

(v. 258) Τὸ δὲ "ἐμόχλεον" πρωτότυπόν ἐστι τοῦ ἐμόχλευον, ἑρμηνεία δὲ αὐτοῦ κατωτέρω τὸ "αὖ ἔρυον", ὁ δὴ σκοπός ἐστιν ἐνταῦθα τῆς μοχλεύσεως τοῖς Τρωσί.

(v. 261) [387] [Καὶ ὅρα τὸ ῥηθὲν "αὖ ἔρυον" πολλὴν διαφορὰν ἔχον πρὸς τὸ αὖ ἔρυσαν ἢ αὐέρυσαν τὸ θυτικόν, περὶ οὗ προδεδήλωται.]

(v. 260) Ἔχματα δὲ πύργων οὐ μόνον τά, ὡς ἐρρέθη, ἐξέχοντα, ἀλλὰ καὶ αἱ συνοχαί, ὡς καὶ ἐν τῷ "πέτρης ἀναιδέος ἔχματα", καὶ "ἀμάρης ἐξ ἔχματα βάλλων". γίνεται δὲ τὸ μὲν ἔχμα ἐκ τοῦ ἔχω, ἀφ' οὗ καὶ ξυνοχή καὶ συνοχμὸς ὁδοῦ ὁ στενωπός, καὶ πλεονασμῷ Ἀττικῷ συνεοχμός, καὶ νεοχμόν, τὸ ἔχον νεότητα. παρὰ δὲ τὸ ἔχμα ἐχμάζειν, τὸ κωλύειν καὶ ἐπέχειν, καὶ ἐχμάσαι, κατασχεῖν, ἑλεῖν, ὡς ἐν ῥητορικῷ εὕρηται Λεξικῷ. τοῦτο δὲ παρ' Εὐριπίδῃ διὰ τοῦ ο κεῖται ἐν τῷ "μέσον μ' ὀχμάζεις ὡς βάλῃς εἰς Τάρταρον".

(v. 263) Τὸ δὲ "ῥινοῖς βοῶν" σαφέστερον τοῦ "βόας αὔας" καὶ "βῶν ἀζαλέην" καὶ τῶν ὁμοίων. Τοῦ δὲ "φράξαντες" οὐκ ἔστι καιριωτέραν λέξιν εἰπεῖν, ἀφ' ἧς, ὡς πολλαχοῦ ἐρρέθη, καὶ ὁ παρὰ τοῖς μεθ' Ὅμηρον κατάφρακτος.

(v. 265-268) Ὅτι "ἀμφοτέρω Αἴαντε κελευτιόωντ' ἐπὶ πύργων πάντοσε φοιτήτην μένος ὀτρύνοντες Ἀχαιῶν. ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσι νείκεον, ὅν τινα πάγχυ μάχης μεθιέντα", ἤγουν ἀμελοῦντα, "ἴδοιεν". ὁ δὴ φθάσας ὁ ποιητὴς περὶ Ὀδυσσέως καὶ Ἀγαμέμνονος πλατύτερον ἔφρασε, δεινὸς ὢν ἐπὶ τῶν αὐτῶν ἐννοιῶν στρέφεσθαι οὕτω καὶ οὕτω πολυτρόπως.

(v. 269-271) Καὶ οἱ μὲν Αἴαντες ἐνταῦθά φασιν "ὦ φίλοι Ἀργείων ὅς τ' ἔξοχος ὅς τε μεσήεις ὅς τε χερειότερος, ἐπεὶ οὔ πω πάντες ὁμοῖοι ἀνέρες ἐν πολέμῳ, νῦν ἔπλετο ἔργον ἅπασι. καὶ δ' αὐτοὶ τόδε που γινώσκετε". Ταῦτα δὲ καὶ πᾶς τις ἂν εἴποι ἐν κινδυνώδει πολέμῳ ἐρεθίζων τινὰς εἰς ἔργον. Καὶ οὕτω μὲν οὗτοι ἁπλοϊκώτερον καὶ πρὸς ἀλήθειαν ἀνεμέσητον. Τοῦ γὰρ στρατοῦ πάντως οἱ μὲν ἄριστοι, οἱ δὲ ἀβληχροί, οἱ δὲ μέσοι. [Καὶ ἔστι μὲν καὶ αὐτὸ κρᾶμα μειλιχίου ἤθους καὶ στερεοῦ. μειλίχιον μὲν γὰρ λίαν τὸ "ὅς τε ἔξοχος", ἐπ' ἔλαττον δὲ τὸ "ὅς τε μεσήεις", ἔνθα ἡ παραγωγὴ τοῦ μεσήεις ἐκ τοῦ μέσος, στερεὸν δὲ τὸ "ὅς τε χερειότερος". ἐν οἷς καὶ κάλλος ποιεῖ ἐπαναφορικὸν τὸ "ὅς τε" τρὶς τεθέν. Φορητὸν δὲ ὅμως τὸ ῥηθὲν κρᾶμα διὰ τὸ πανάληθες καὶ πᾶσι γνωστόν.

(v. 272) Καὶ αὐτοὶ γάρ, φασί, "τόδε που γινώσκετε", ὃ καὶ αὐτὸ ἔχει τι βαρύτητος. Οὐ γὰρ ἁπλῶς ἔφασαν, ὡς καὶ αὐτοὶ τοῦτο γινώσκετε, ἀλλά που, ἤγουν ἴσως, ὡς εἰκὸς ὄν τινας ἀγνοεῖν διὰ τὸ φίλαυτον. καὶ οὕτω μὲν οἱ Αἴαντες.] Ἰδομενεὺς δὲ ἐν τοῖς ἑξῆς κρητίζων σιγᾷ τὴν τοῦ στρατοῦ ἀνισότητα, οἰκονομικῶς εἰς ἰσότητα πάντας ἄγων, [388] ἵνα μή τις ἀνανδρίαν προφασίζηται. Φησὶ γὰρ "οὔ τις ἀνὴρ αἴτιος, ὅσσον ἔγωγε γινώσκω. πάντες γὰρ ἐπιστάμεθα πολεμίζειν, οὔ τέ τινα δέος ἴσχει, οὔ τέ τις ὄκνῳ εἴκων ἀναδύεται πόλεμον". Ἐν οἷς σημείωσαι, ὅπως ὁ ποιητὴς πρὸς καιροὺς ἐναντίοις χρᾶται νοήμασιν. Αἴαντες μὲν γὰρ διαφορὰν οἴδασι στρατοῦ, Ἰδομενεὺς δὲ πάντας ἴσους, εἰ καὶ μὴ οἶδεν, ἀλλὰ οἰκονομικῶς λέγει.

(v. 2726) Φασὶ δὲ οἱ Αἴαντες καί, ὅτι "μή τις ὀπίσσω τετράφθω ποτὶ νῆας ὁμοκλητῆρος ἀκούων", τουτέστι τοῦ ἀλαζόνος Ἕκτορος, ὅς, ὡς εἰπεῖν, ἀπειλή ἐστιν αὐτόχρημα, "ἀλλὰ πρόσω ἴεσθε", ὅπερ ἐναντίον ἐστὶν [ἀντιθετικῶς] τῷ ὀπίσω τετράφθαι, "καὶ ἀλλήλοισι κέλεσθε, αἴ κε θεὸς δῴῃσιν Ὀλύμπιος δηΐους προτὶ ἄστυ δίεσθαι", ὅ ἐστι διῶξαι.

(v. 265) Ἰστέον δὲ ὅτι τὸ "κελευτιόωντε" ἀντὶ τοῦ ἐγκελευόμενοι κεῖται, ὃ μετ' ὀλίγα διασαφῶν φησι "προβοῶντε μάχην ὤτρυνον". οὔκουν ἀκριβὲς κελευθιόωντας ἐπὶ πύργων Αἴαντας εἰπεῖν. [(v. 266) Τὸ δὲ "φοιτήτην" ἀναλόγως μὲν κοινότερον διὰ τοῦ η ἔχει τὴν παραλήγουσαν ὡς ἐκ τοῦ φοιτάω φοιτῶ. εἰ δὲ κατά τινα τῶν ἀντιγράφων διὰ διφθόγγου γράφεται φοιτείτην ὡς τὸ κομείτην, ζητητέον εἴ που εὕρηται φοιτέω, ὡς κομέω καὶ ποιέω, ἵνα ἐκεῖθεν ἡ δίφθογγος ᾖ.]

(v. 267) Ἐν δὲ τῷ "ἄλλον μειλιχίοις" λείπει διὰ συντομίαν ῥῆμα, ἢ τὸ ὤτρυνον ἀπὸ κοινοῦ, ἢ ἕτερόν τι τοιοῦτον. ἴσως δὲ καὶ ἐκ τοῦ "νείκεον" χρὴ ἀντιλαβεῖν συνήθως τὸ ἐξ ἀναλόγου πρέπον ῥῆμα, ἵνα ὥσπερ τὸν μεθήμονα νείκεον στρατηγικῶς, οὕτω τὸν μὴ τοιοῦτον εὐλογοῖεν μειλιχίοις ἔπεσι. διπλῆ δὲ ἡ ἔλλειψις ἐν τῷ "ἄλλον μειλιχίοις". τὸ μὲν γὰρ "μειλιχίοις" λείπεται ῥήματος, ὡς ἐρρέθη, τὸ δὲ "ἄλλον" ἀπαιτεῖ νοεῖν ἐξ ἐναντίου τὸν μὴ μεθήμονα, ἵνα λέγῃ, ὡς οἱ Αἴαντες τὸν μὲν ἐπιμελῆ εὐλόγουν, τὸν δὲ μεθιέντα νείκεον. καὶ ἔστι πάνυ γοργὸν [ἐξ ἀοριστίας] τὸ χωρίον.

(v. 270 s.) Τὸ δὲ "οὐ πάντες ὁμοῖοι ἄνδρες ἐν πολέμῳ" γνωμικῶς ἐρρέθη. ἔνθα ἐπαινοῦσιν οἱ παλαιοὶ τὴν προσθήκην [389] τοῦ "ἐν πολέμῳ", λέγοντες, ὅτι πρὸς τὴν ἐνεστῶσαν κατάστασιν τοῦτο πρόσκειται. νῦν μὲν γὰρ πάντες ὅμοιοι καὶ χρήσιμοι ἐπίσης ὡς ἀπὸ τείχους ἀμυνόμενοι, ὅπου καὶ γυναῖκές ποτε τοῦτο ποιοῦσιν, οὐ μὴν καὶ ἐν αὐτῷ ἁπλῶς πολέμῳ πάντες ὅμοιοι. Καὶ σημείωσαι, ὡς καὶ ἐντεῦθεν ἔστι συμβιβάσαι τὴν δοκοῦσαν διαφωνίαν ἐν τοῖς προσεχῶς ῥηθεῖσι λόγοις τῶν τε Αἰάντων καὶ τοῦ Ἰδομενέως. Ἔχει δέ τι καὶ ἄλλως ἀστεῖον ἡ ῥηθεῖσα γνώμη. ἔοικε γὰρ νοεῖν ὡς, εἰ καὶ ὁ πόλεμος ὁμοίϊος λέγεται, ἀλλ' οὐχ' οὕτω καὶ οἱ ἐν πολέμῳ. [Τὸ δὲ "οὔπω" δοκεῖ ἔχειν τι ἀστειότητος. οἱονεὶ γὰρ λέγει ὅτι, καθάπερ οὔπω ἀνέκαθεν μέχρι καὶ νῦν οἱ ἄνδρες πάντες ὅμοιοι ἀλλήλοις εἰσὶ κατά τινα τέχνην, εἰ καὶ ἄλλως ἐπίσης ἔχουσι τὸ ὁμοειδές, οὕτως οὐδὲ ἐν τῷ πολέμῳ εἰσὶν ὅμοιοι, ὡς καὶ ὑμεῖς οἴδατε. ὃ δὴ γνωμικῆς ἐννοίας ἐστὶν ἀρετή, γνωστῆς οὔσης ἅπασι διὰ τὸ ἀληθές.] Τὸ δὲ "νῦν ἔπλετο ἔργον" ἔλλειψιν καὶ αὐτὸ ἔχει καιρίαν διὰ τὴν σπουδὴν τοῦ λέγοντος, διὸ μετ' ὀλίγα "μέγα ἔργον" ἐρεῖ. ἐντελέστερον μέντοι ὁ Νέστωρ πρὸ βραχέων ἄδειαν ἔχων τοῦ λαλεῖν μέγα ἔργον Ἄρηος ἔφη.

(v. 276) Ὅρα δὲ ὡς καὶ ἐνταῦθα παρέρριψε ψευδοπαρήχησιν τὸ "δηΐους προτὶ ἄστυ δίεσθαι".

(v. 278-287) Ὅτι πρὸ ὀλίγων μὲν ἐν δυσὶ στίχοις τὴν τῶν πολλῶν λίθων ἄφεσιν νιφάσιν εἴκασεν, ἃς ἄνεμος νέφη δονήσας χέει, νῦν δὲ τῇ αὐτῇ χρησάμενος αὖθις παραβολῇ καὶ οὕτω ταὐτολογῶν ὅμως ἀλλοιοῖ τὴν ταὐτότητα, οὐ μόνον πλατύτερον ἐνταῦθα διασκευάσας ἐν ἐννέα στίχοις, ἀλλὰ καὶ κατὰ ἐπαύξησιν πράγματος. ἐκεῖ μὲν γὰρ ἄνεμος νέφη δονεῖ, ὡς ἂν ἡ συντονία δηλωθείη τῆς τῶν βελῶν ἀφέσεως, ἐνταῦθα δὲ τοῦ Διὸς οὐχ' ἁπλῶς νίφοντος, ἀλλὰ τὰ οἰκεῖα ἐπιδεικνυμένου βέλη, κοιμῶνται οἱ ἄνεμοι. καὶ οὕτω νιφάδες χιόνος πίπτουσι συχναὶ καὶ δηλοῦται τὸ τῶν βελῶν πλῆθος διὰ τῶν τοιούτων τῆς χιόνος νιφάδων. διὸ καὶ χειμέριον ὑποτίθεται ἦμαρ, ἐν ᾧ αἱ νιφάδες πολλαὶ καταπίπτουσι. Φράζει δὲ οὕτως "τῶν δ' ὥς τε νιφάδες χιόνος πίπτουσι θαμειαὶ ἤματι χειμερίῳ, ὅτε τ' ὤρετο Ζεὺς νιφέμεν ἀνθρώποισι πιφαυσκόμενος τὰ ἃ κῆλα, κοιμίσας δ' ἀνέμους χέει ἔμπεδον, ὄφρα καλύψει ὑψηλῶν ὀρέων κορυφὰς καὶ πρώονας ἄκρους καὶ πεδία λωτεῦντα καὶ ἀνδρῶν πίονα ἔργα, καί τ' ἐφ' ἁλὸς πολιῆς κέχυται λιμέσι τε καὶ ἀκταῖς, κῦμα δέ μιν προσπλάζον ἐρύκεται, ἄλλα τε πάντα εἰλῦται", ἢ εἰλύαται, [390] "καθύπερθ', ὅτ' ἐπιβρίσει Διὸς ὄμβρος· ὣς τῶν ἀμφοτέρωθε", ἢ ἀμφοτέρωσε, "λίθοι πωτῶντο θαμειαί".

(v. 288 s.) Καὶ ἑρμηνεύων τὸ "ἀμφοτέρωθε" φησὶ "αἳ μὲν ἂρ ἐς Τρῶας, αἳ δ' ἐκ Τρώων ἐς Ἀχαιοὺς βαλλομένων· τὸ δὲ τεῖχος ὑπὲρ πᾶν δοῦπος ὀρώρει". Καὶ ὅρα ὅτι τε θηλυκῶς εἶπε τὸ λίθοι, καὶ ὅτι ἐλλειπτικῶς ἔχει τὸ "αἳ μὲν ἐς Τρῶας". λείπει γὰρ τὸ ἐξ Ἀχαιῶν, ἵνα ᾖ αἱ μὲν ἐξ Ἀχαιῶν ἐς Τρῶας, αἱ δ' ἐκ Τρώων ἐς Ἀχαιούς.

(v. 278) Ὅρα δὲ καὶ τὸ "νιφάδες χιόνος" ἐντελῶς ῥηθέν, ὥστε ὅτε νιφάδας μόνον εἴπῃ τις, ἐλλείπει τὸ χιόνος, ὥσπερ καὶ ὅτε μὲν Ἰλιάδα εἴπωμεν ἐλλιπῶς φαμεν οὕτω τὴν Τροίαν, ὅταν δὲ Ἰλιάδα Τροίαν, ἐντελῶς, ὡς παρ' Εὐριπίδῃ κεῖται. Τὸ δὲ "θαμειαί" κοινὸν καὶ προσφυὲς καὶ ταῖς νιφάσι καὶ ταῖς πέτραις. Καὶ τοῦτο μόνον ἐστὶ τὸ συνεκτικὸν τῆς παραβολῆς, ἡ τῶν νιφάδων πυκνότης, τὰ δὲ λοιπὰ κόσμος ἄλλως ἐστὶ καὶ ἐν φανητιασμῷ ἐπίδειξις φράσεως, ὁποῖα τὰ τῶν παραβολῶν. [(v. 279) Τὸ δὲ "ἤματι χειμερίῳ" διαστολήν τινα ἔχει πρὸς ἑτεροίους καιρούς. ὦπται γὰρ καὶ φθινοπώρου καὶ ἔαρος νίφων ἀήρ, σπανιώτατα μέντοι, καὶ οὐδὲ εἰς δαψίλειαν. Τὸ δὲ "μητίετα Ζεύς" τὸ ἔλλογον τῆς προνοίας δηλοῖ οὐ μάτην καὶ εἰκῇ τὸν ἀέρα κινούσης νίφειν συχνὰ καὶ πολλὰ ἐν χειμῶνι.

(v. 280) Τὸ δὲ "ἀνθρώποις" εὖ κολλᾶται καὶ μετὰ τοῦ ἀνθρώποις καὶ μετὰ τοῦ πιφαυσκόμενος.] Τὸ δὲ "πιφαυσκόμενος" πεζολογοῦντι μὲν ἄχρηστον, δηλοῖ δὲ οὐ μόνον τὸ λέγων, ὡς ἐν ἄλλοις ἀπὸ τοῦ φῶ, τὸ λέγω, ἀλλὰ καὶ τὸ ἐπιδεικνύμενος ἐκ τοῦ φῶ, τὸ φαίνω, ἐξ οὗ φάσκω καὶ ἀναδιπλασιασμῷ καὶ ἐπενθέσει τοῦ υ πιφαύσκω. Ἀστείως δὲ τὴν ἄνωθεν ἐν χειμῶνι μάλιστα κατασκήπτουσαν νιφοβολίαν ἐπίδειξιν λέγει Διός, ὡς οἷα ἑκηβολοῦντος. δῆλον δὲ ὅτι Διός, ἤγουν ἀέρος, βέλη οὐ μόνον νιφάδες, ἀλλὰ καὶ κεραυνοὶ καὶ εἴ τι ἄλλο τοιοῦτον ἀέριον πάθος, ἐν οἷς καὶ χάλαζα. ὅθεν καὶ τὸ χαλαζοβολεῖν.

(v. 281) [391] Τὸ δὲ "κοιμήσας ἀνέμους" καὶ ὅσα τοιαῦτα, οἱ μὲν μεθ' Ὅμηρον ὡς ἀπὸ τοῦ κοιμίζω κινοῦσιν, ὁ δὲ ποιητὴς καὶ οἱ κατ' αὐτὸν ἐκ τοῦ κοιμῶ. καὶ δηλοῖ Σοφοκλῆς γράψας "κοιμῶ τόδ' ἕλκος". [Τινὰ μέντοι τῶν ἀντιγράφων ἀκολούθως τῷ κοινῷ καὶ ὑστερογενεῖ κοιμίσσας ἔχουσι διὰ τοῦ ι ἐν δυσὶ σίγμασιν ὡς ἐκ τοῦ κοιμίζω. Ἰστέον δὲ ὅτι τὸ "κοιμήσας ἀνέμους" συγκροτεῖται εἰς τροπὴν καὶ ὑπὸ τοῦ "ὄφρα εὕδει μένος ἀνέμων".] Τὸ δὲ χέει ἐτυμολογία χιόνος ἐστίν. ἐκ τοῦ χέειν γὰρ ἡ χιών, ὥσπερ καὶ ὁ χειμών, [εἰ καὶ ὁ μὲν χειμὼν εὐλόγως φυλάξας τὸ ε τοῦ θέματος προσέλαβε τὸ ι, ἡ δὲ χιὼν κατ' ἄλλην ἀναλογίαν ἐξέπεσε τοῦ θεματικοῦ ε. Τὸ δὲ "ἔμπεδον" τὸ ἀτίνακτον δηλοῖ τῆς τῶν νιφάδων καταφορᾶς ἐν τῷ τοὺς ἀνέμους καθεύδειν, [ἢ καὶ τὸ ἐν τῷ πέδῳ, ἤγουν ἁπλῶς τῇ γῇ, ἧς μάλιστα νῦν δεῖται ἡ παραβολή. ἐν γῇ γάρ, οὐ μὴν ἐν ἁλί, εὐσήμαντος ἡ χιών.]

(v. 282) Τὸ δὲ πρώονας ἐξ εὐθείας μέν ἐστι τῆς πρώων, συστέλλει δὲ τὸ τελικὸν ω τῆς εὐθείας, ἵνα δάκτυλος ἀπαρτισθῇ, ὡς μηδὲ κανόνος κωλύοντος. Πρὼν δέ ἐστι τὸ πρωτότυπον καὶ κλίνεται πρωνός ὡς κλωνός. δηλοῦσι δὲ οἱ πρῶνες κατὰ Παυσανίαν ὄρους ἐξοχάς, λόφους, καὶ γίνεται, φησίν, ἀπὸ τοῦ προῶσθαι. Διονύσιος δὲ ὁ Περιηγητὴς πρηῶνάς φησι.

(v. 283) Πεδία δὲ καὶ νῦν λωτεῦντα τὰ ἔχοντα λωτόν, βοτάνην δηλαδὴ αὐτοφυῆ, οὐ μὴν δένδρον κατὰ τὸ ἐν Λωτοφάγοις. Φασὶ δὲ οἱ παλαιοί, ὡς Ἀρίσταρχος μὲν πεδία γράφει λωτοῦντα, ὅ ἐστι λωτόεντα κατὰ κρᾶσιν κοινὴν τοῦ ε καὶ ο εἰς τὴν ου δίφθογγον, [392] ἡ δὲ Μασσαλιωτικὴ ἔκδοσις λωτεῦντα, κραθέντος τοῦ ε καὶ ο εἰς τὴν ευ δίφθογγον. Ὅτι δὲ λωτὸς καὶ αὐλός τις λέγεται, δηλοῦται μὲν καὶ ἐν ῥητορικῷ Λεξικῷ, δηλοῖ δὲ αὐτὸ καὶ ὁ γράψας "λωτοῦ κατὰ πνεύματα μέλπει". τοῦτο δέ τινες διὰ τοῦ ο μικροῦ ἔγραψαν ἔχοντες, οἶμαι, ἀφορμὴν τῆς τοιαύτης γραφῆς καὶ τὸ λόταξ λόταγος, ὅπερ αὐλητὴν δηλοῖ.

(v. 283) Τὸ δὲ "ἀνδρῶν πίονα ἔργα" διέσταλται πρὸς τὸ πεδία λωτεῦντα. ἐκεῖνα γὰρ οὐκ ἀνδρῶν ἔργα, φύσεως δὲ αὐτοματιζούσης τοῖς ζῴοις τροφήν.

(v. 284) Τοιοῦτον δέ τι καὶ τὸ "λιμέσι τε καὶ ἀκταῖς". ὁ γὰρ μή ἐστι λιμήν, ἐκεῖνο διασταλὲν ἀκτή ἐστι.

(v. 285) Τὸ δὲ "κῦμα προσπλάζον ἐρύκεται", ἤγουν ἐρύκει, πρὸς ἀσφάλειαν εἴρηται, ἵνα μηδέν τι τῶν δεόντων ῥηθῆναι παραλίπῃ. Ἐχρῆν γὰρ παρασημήνασθαι, ὡς δίχα τοῦ κατὰ θάλασσαν κλύσματος τὰ ἄλλα νίφεται.

(v. 285 s.) Διὸ καὶ συντόμως καὶ ἐπιφωνηματικῶς ἐπήγαγε τὸ "ἄλλα τε πάντα εἰλῦται", ἤγουν κεκάλυπται, ἐκ τοῦ εἰλύαται κατὰ κρᾶσιν. διὸ καὶ προπερισπᾶται. [(v. 286) Τὸ δὲ "ἐπιβρίσει" ἀκριβῶς ἔχει. εἰ γὰρ καὶ κουφότερον δοκεῖ ὄμβρου ἡ χιών, ἀλλὰ καὶ αὐτὴ ἐκ βρίθους φέρεται κάτω.] Διὸς δὲ ὄμβρον φιλοσόφως ἀπὸ τῆς ὕλης τὴν νιφάδα τῆς χιόνος καλεῖ. ὕλη γὰρ χιόνος ἐστὶν ὑγρὸν εἰς ὄμβρον συναχθέν.

(v. 287) Τὸ δὲ "πωτῶντο" οὐκ ἀρέσκει τισὶ νοεῖν ἀντὶ τοῦ ἐπέτοντο ‑ Σκληρὸν γὰρ δοκεῖ καὶ αὔθαδες ἐπὶ πετρῶν εἰπεῖν τροπικῶς τὸ πέτεσθαι ‑ , ἀλλὰ μᾶλλον ἀντὶ τοῦ ἔπιπτον. ἔφη γοῦν ἀνωτέρω, ὅτι νιφάδες πίπτουσι. Καὶ οὕτω μέν τινες, οἳ καὶ διὰ τοῦ ω μεγάλου τὴν ἄρχουσαν γράφουσι πρὸς διαστολὴν τοῦ ποτῶ, ὃ δηλοῖ τὸ πέτομαι, ὡς τὸ "ἔνθα καὶ ἔνθα ποτῶνται". [393] Ὅτι δὲ δύναται νοηθῆναι ἡ λέξις καὶ ἀντὶ τοῦ ἐπέτοντο, δηλοῖ ἐν τῇ ἑξῆς ῥαψῳδίᾳ, ἔνθα λίθον ὕψι ἀναθρῴσκοντα πέτεσθαι λέγει. καλὸν οὖν εἰπεῖν ὅτι κατά τινα ἐπάλλαξιν ὡς ἐπὶ νιφάδων εἶπε τὸ πίπτειν, οὕτως ἐπὶ πετρῶν τὸ πέτεσθαι διὰ τὴν παραβολικὴν ὁμοιότητα, καὶ ὅτι ἐξετάθη τὸ πωτῶ ἐκ τοῦ πέτω κατὰ ἀναλογίαν τινὰ πρὸς ὁμοίωσιν τοῦ στρέφω στρόφος στρωφῶ, νέμω νόμος νωμῶ, πέλω πόλος πωλῶ, τρέπω τρόπος τρωπῶ, τρέχω τρόχος τρωχῶ. οὕτω γὰρ πέτω ποτὸς πωτῶ. χρῆσις δὲ τοῦ ποτός ἐν Ὀδυσσείᾳ, ἔνθα ποτὴν αἴθυιάν φησιν ὁ ποιητής, ἧς πάντως ἀρσενικὸν ὁ ποτός, ἤγουν ὁ πετόμενος. Εἰ δὲ δοκεῖ ἀντιπίπτειν τὸ "ἔνθα καὶ ἔνθα ποτῶνται", νοητέον διφορεῖσθαι κατὰ γραφὴν τὸ ποτῶ, καθάπερ καὶ τὸ τροχῶ. καὶ αὐτὸ γὰρ οὐ μόνον μεγεθύνει τὴν ἀρχήν, ἀλλὰ καὶ σμικρύνει, ὡς δηλοῖ καὶ τὸ τροχάζω ἐξ αὐτοῦ παραχθέν. οὐκ ἄχαρι δὲ εἰπεῖν καί, ὅτι ἐπὶ τῆς κούφης χιόνος τὸ ἐπιβρῖσαι εἰπὼν ἐν τῷ "ὅτ' ἐπιβρίσει Διὸς ὄμβρος" ἐτόλμησεν ἄλλως εἰπεῖν ἐπὶ λίθων τὸ πέτεσθαι.

(v. 289) Τὸ δὲ "βαλλομένων" ἄνω κολλητέον εἰς τὸ "ὣς τῶν λίθοι πωτῶντο". Τὸ δὲ "τεῖχος ὑπὲρ πᾶν δοῦπος ὀρώρει" ἀντὶ τοῦ εἰς τὰ ὕπερθε τοῦ τείχους κτύπος ἦν.

(v. 2903) Ὅτι ἀρξάμενος [εὐμεθόδως] μεγεθύνειν τὸν Σαρπηδόνα, ὡς ἂν μέγαν ἄνθρωπον δόξῃ καταβαλεῖν ὁ Πάτροκλος ἐν τοῖς ἑξῆς ἀνελὼν αὐτόν, φησὶ "οὐδ' ἄν πω Τρῶες καὶ φαίδιμος Ἕκτωρ τείχεος ἐρρήξαντο πύλας καὶ μακρὸν ὀχῆα, εἰ μὴ ἂρ υἱὸν Σαρπηδόνα Ζεὺς ὦρσεν ἐπ' Ἀργείοισι λέονθ' ὣς βουσὶν ἕλιξι".

(v. 291) Καὶ ὅρα καὶ νῦν τὸ "τείχεος ἐρρήξαντο πύλας". ἐφάνη γὰρ χαίρων τῇ τοιαύτῃ φράσει ὁ ποιητὴς καὶ οὐκ ἔχει καιριωτέραν λέξιν τοῦ ῥῆξαι.

(v. 293) Τὸ δὲ "ὡς λέοντα βουσί" νῦν μὲν γοργῶς ἐρρέθη ὡς ἐν προαναφωνήσει, μετ' ὀλίγα δὲ καὶ πλατεῖαν χορηγήσει παραβολήν. [Ἕλικες δὲ κἀνταῦθα βόες ἢ οἱ μέλανες, καθότι καὶ ἑλικὸν ὕδωρ τὸ μέλαν, καθὰ καὶ ἀλλαχοῦ ἐρρέθη, ἢ οἱ εὖ ἑλισσόμενοι ἐν ταῖς ὅποι δέον καμπαῖς, ὡς ἀπὸ τοῦ ἑλίσσω, ἐξ οὗ καὶ ἕλιξ ἡ ἁπλῶς συστροφή, ἐπὶ ὁδοῦ τυχὸν ἢ ὕδατος ἢ καμπτῆρος, ἔτι δὲ καὶ ἕλιξ ἀμπέλου τὸ λεπτότατον οἷά τι [394] νῆμα, ᾧ δράττεται ὅσα καὶ χειρὶ τῶν παραπεφυκότων. λέγεται δὲ ἕλιξ καί τι μηχανῆς εἶδος, ὃ πρῶτος εὑρὼν Ἀρχιμήδης εὐδοκίμησε, φασί, δι' αὐτοῦ.]

(v. 294-297) Ὅτι τὴν τοῦ Σαρπηδόνος ἀσπίδα σεμνύνων φησὶν "αὐτίκα δ' ἀσπίδα μὲν πρόσθ' ἔσχετο πάντοσ' ἐΐσην, καλὴν χαλκείην ἐξήλατον, ἣν ἄρα χαλκεὺς ἤλασεν, ἔντοσθε δὲ βοείας ῥάψε θαμειὰς χρυσείαις ῥάβδοισι διηνεκέεσσι περὶ κύκλον", τουτέστι τὰς βύρσας συνέρραψε χρυσαῖς ῥαβδοειδέσι ῥαφαῖς πρὸς τῷ τέλει τῆς ἀσπίδος. Ἕτεροι δὲ ῥάβδους τοὺς κανόνας ἐνόησαν, οἷς αἱ ἀσπίδες τότε ἀνείχοντο, καθὰ ἐδηλώθη ἐν τοῖς περὶ τῆς Νεστορέης ἀσπίδος, διὰ τὸ μήπω εὑρῆσθαι τά, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, καρικοεργέα ὄχανα, ὅ ἐστι τοὺς πόρπακας, οὓς Αἴλιος Διονύσιος ἑρμηνεύων φησί· πόρπαξ, τὸ ἐντὸς τῆς ἀσπίδος πρόσθημα, δι' οὗ τὴν χεῖρα διεῖρον. τοῦτο δὲ καθ' ὁμοιότητα τῆς πόρπης, ἀφ' ἧς καὶ ἐπιπόρπημα κατὰ τοὺς παλαιοὺς ἡ τῶν κιθαρῳδῶν ἐφαπτίς, ἣν οἱ Δωριεῖς ἐπιπόρπαμά φασιν. Ἰστέον δὲ ὅτι δοκεῖ μὲν οὐ καλῶς ῥάβδους τοὺς ῥηθέντας κανόνας νοηθῆναι. οὐ γὰρ οἰκεῖον εἰπεῖν ἐπὶ κανόνων τὸ ῥάπτεσθαι καὶ ταῦτα διηνεκῶς περὶ κύκλον. [Πλὴν εἴ τις ἀνεπιβούλως ἐπιβαλεῖ, ἔχοι ἂν νοῆσαι τὰς ἐντὸς βύρσας διά τινος ἠπητηρίου κύκλῳ συρραφῆναι, ὡς προφαίνειν ἔξω τῆς κατὰ τὴν ἀσπίδα περιφερείας ῥάβδους ὀρθὰς κύκλῳ συνεχεῖς προφαινομένας εἰς κόσμον διὰ τὸ ἀπὸ χρυσέου, ὡς εἰκός, ῥάμματος παρειλκύσθαι τὰς τοιαύτας ῥάβδους.]

(v. 295) Τὸ δὲ "χαλκείη" δέδωκε τοῖς μεθ' Ὅμηρον ἐπίχαλκον ἀσπίδα εἰπεῖν πρὸς διαστολήν, φασί, τῆς πέλτης. ἡ γὰρ πέλτη οὔτε ἴτυν ἔχει, καὶ αἰγὸς ἢ οἰὸς περιέσταλται δέρμα. Τὸ δὲ "ἑξήλατον" οἱ μὲν ἐδάσυναν διὰ τὸν ἓξ ἀριθμόν, ἵνα δηλοῖ τὴν ἑξαθέλυμνον ὡς ἓξ ἐλάσματα ἔχουσαν. εἰ δὲ τοῦτο, εἴη ἂν καὶ τῆς ἑπταβοείου ἐμβριθεστέρα, ἔτι δὲ καὶ τῆς τοῦ Ἀχιλλέως, πέντε καὶ μόνας πτύχας ἐχούσης ἀπὸ στερεᾶς ὕλης, αὐτὴ ἓξ ἔχουσα ἐλάσματα καὶ ἔτι βοείας ἐντός, καὶ ταύτας οὐ μίαν ἢ δύο, ἀλλὰ θαμειάς. Ὁ μέντοι Νικάνωρ, φασίν, ἐψίλωσεν ὡς ἔχουσαν ἔξωθεν ἔλασμα χαλκοῦ βύρσαις ἐπικείμενον, ὃ καὶ Ὁμήρῳ ἀρέσκειν φαίνεται, ἐτυμολογικῶς ἐπαγαγόντι τὸ "ἣν ἄρα χαλκεὺς [395] ἤλασεν, ἔντοσθε δὲ βοείας ἔρραψε". τοῦ γὰρ ἔντοσθεν ἀντικειμένου τῷ ἔξωθεν, ἐκτὸς ἄρα ἦν τὸ χάλκειον ἔλασμα. Τὸ δὲ "βοείας" ἐλλιπῶς καὶ νῦν ἔχει τοῦ δοράς ἢ βύρσας.

(v. 297) Ἡ δὲ ῥάβδος εἰ μὲν ἀπὸ τοῦ ποιεῖν ῥᾷον βαδίζειν γίνεται, διὸ καὶ προπερισπᾶσθαι δοκεῖ, ἴστωσαν οἱ παραδόντες. οἱ δὲ πλείους τῶν παλαιῶν ἀπὸ τοῦ ῥαπίζειν αὐτὴν παράγουσι, διὸ καὶ παροξύνουσι. [Τὸ δὲ "ῥάψε" καὶ τὸ "ῥάβδοις", οὐ μακρὰν ἀλλήλων κείμενα, ἔχουσί τι κάλλους διὰ τὸ ταὐτόφωνον τῆς ἐν ἀμφοῖν καταρχῆς.]

(v. 297) Τὸ δὲ διηνεκέεσσι τί δηλοῖ, ἐρρέθη ἐν τῷ "ῥίζαις διηνεκέεσσιν ἀραρυῖαι".

(v. 298) Ἐν τούτοις δὲ καὶ ἀμφιδέξιον ὁ ποιητὴς ἐμφαίνει τὸν Σαρπηδόνα, δύο δοῦρε τινάσσειν αὐτὸν εἰπών.

(v. 299-306) Ὅτι λέοντι ἁπλῶς καὶ συντόμως πρὸ ὀλίγων Ὅμηρος εἰκάσας τὸν Σαρπηδόνα ἐνταῦθα διασκευάζει καὶ οἵῳ λέοντι ἔοικεν, ὅτι δηλαδὴ πάνυ πεινῶντι καὶ διὰ τοῦτο θανατῶντι. Καί φησιν ἔβη ἐλθεῖν "ὥς τε λέων ὀρεσίτροφος, ὅς τ' ἐπιδευὴς δηρὸν ἔῃ κρεῶν, κέλεται δέ ἑ θυμὸς ἀγήνωρ μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν· εἴ περ γάρ χ' εὕρῃσι παραυτόφι βώτορας ἄνδρας σὺν κυσὶ καὶ δούρασι φυλάσσοντας περὶ μῆλα, οὔ ῥά τ' ἀπείρητος μέμονε σταθμοῖο δίεσθαι", ἤγουν διωχθῆναι, "ἀλλ' ὅ γε ἢ ἥρπαξε μετάλμενος ἠὲ καὶ αὐτὸς ἔβλητο ἐν πρώτοισι θοῆς ἀπὸ χειρὸς ἄκοντι", καὶ ἑξῆς. Καὶ ἔστιν ἡ παραβολὴ αὕτη σχεδὸν ὅλη προσαρμόζουσα ὅλῳ τῷ πράγματι.

(v. 299 s.) Τῶν δὲ τῆς παραβολῆς τὸ μὲν "ὀρεσίτροφος" εἰς ἐπίτασιν θράσους τέθειται, οὐ γὰρ τοιοῦτοι καὶ οἱ κατ' οἶκον θρεπτοὶ τιθασσοί. Τὸ δὲ "ὃς ἐπιδευὴς δηρὸν ἔῃ", ἤγουν ὑπάρχῃ, "κρεῶν" ὅμοιον περιφραστικῶς τῷ "μάλα πεινάων", ὁποίῳ λέοντι καὶ ὁ Μενέλαός που εἴκασται.

(v. 301) Τὸ δὲ "μήλων πειρήσοντα" ὁμοιοῦται πρὸς τὸ "ἀνδρῶν πειρητίζων", ὅπερ ἐπὶ τοῦ κατὰ Ἕκτορα λέοντος φθάσας εἶπεν ὁ ποιητής. Μῆλα δὲ ἁπλῶς κἀνταῦθα τὰ θρέμματα. Τὸ δὲ "ἐς πυκινὸν δόμον ἐλθεῖν" ἀντὶ τοῦ μὴ ὅτι γε νεμομένοις ἐπιθέσθαι ζῴοις, ἀλλὰ καὶ οἴκῳ ἐπιχειρῆσαι, ὁποῖός τις ἐν λιμῷ καὶ ὁ παρὰ τῷ Ἀράτῳ μονόλυκος λύκος. [(v. 302) Τὸ δὲ "βώτορες" ἔκτασιν μὲν ἔχει τοῦ βοτήρ, ἔστι δὲ ὅμως ἀναλογώτερον ἐκείνου, ὡς πρὸς ἀναλογίαν ῥηματικοῦ [396] ὀνόματος γενομένου ἀπὸ τρίτης συζυγίας περισπωμένων ἀπαθοῦς.]

(v. 303) Τὸ δὲ "δούρασι" δούρεσσι γράφουσιν οἱ ἀκριβέστεροι καθ' ὁμοιότητα τοῦ ἐν Ὀδυσσείᾳ κτεάτεσσι καὶ τοῦ "βοτοῖσι πάντεσσιν", ὃ ἐν τοῖς ἑξῆς που κεῖται. [Τούτῳ δὲ συνεξέδραμε καὶ τὸ ὑδάτεσσιν ἀντὶ τοῦ ὕδασι παρὰ Νικάνδρῳ ἐν Γεωργικοῖς, οἷον "ὑδάτεσσιν ἀειναέεσσι νοτίζοις".]

(v. 304) Τὸ δὲ "οὐκ ἀπείρητος" ἐξ ἀποφάσεως τοῦ "μήλων πειρήσοντα" εἴληπται. Σταθμός δὲ καὶ νῦν ἀγροτικὴ ἔπαυλις, ζῳοστάσιον.

(v. 305) Τὸ δὲ ἁρπάζειν τοῖς καρχάροις πᾶσιν εἰς κυριολεξίαν ᾠκείωται.

(v. 306). Τὸ δὲ "ἔβλητο ἐν πρώτοισι" καὶ ἑξῆς, [ἐν οἷς κεῖται καὶ ἐπὶ χειρὸς τὸ θοόν, ἤγουν τὸ ταχύ, οἷον "θοῆς ἀπὸ χειρός", ὡς ἐπὶ προμάχου μὲν ἀριστέως πεποίηται, παρῴδηται δὲ ἐκ τοῦ "ἔβλητ' ἐν πρώτοισιν ἐμῆς ἀπὸ χειρὸς ἄκοντι".]

(v. 310-321) Ὅτι Σαρπηδὼν εἰς μάχην ἐρεθίζων τὸν συγγενῆ καὶ συστράτηγον Γλαῦκόν φησι "Γλαῦκε, τίη δὴ νῶϊ", τουτέστιν ἡμεῖς "τετιμήμεσθα μάλιστα ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσιν ἐν Λυκίῃ, πάντες δὲ θεοὺς ὣς εἰσορόωσι, καὶ τέμενος νεμόμεσθα μέγα Ξάνθοιο παρ' ὄχθας καλόν, φυταλιῆς καὶ ἀρούρης πυροφόροιο. τῷ νῦν χρὴ Λυκίοισι μετὰ πρώτοισιν ἐόντας ἑστάμεν ἠδὲ μάχης καυστειρῆς ἀντιβολῆσαι, ὄφρα τις ὧδ' εἴπῃ Λυκίων πύκα θωρηκτάων· οὐ μὰν ἀκλειεῖς Λυκίην κατακοιρανέουσιν ἡμέτεροι βασιλῆες, ἔδουσί τε πίονα μῆλα οἶνόν τ' ἔξαιτον μελιηδέα, ἀλλ' ἄρα καὶ ἲς ἐσθλή, ἐπεὶ Λυκίοισι μετὰ πρώτοισι μάχονται".

(v. 3228) Καὶ στήσας ὧδε τὴν ἠθοποιΐαν ἐπάγει ἀσυνδέτως ὡς ἀπ' ἄλλης ἀρχῆς νόημα γενναῖον τοῦτο "ὦ πέπον, εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντες αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τ' ἀθανάτω τε ἔσεσθαι, οὔτε κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην οὔτε κε σὲ στέλλοιμι", [ὡς ὑποστράτηγον δηλαδή,] "μάχην ἐς κυδιάνειραν· νῦν δ' ἔμπης γὰρ Κῆρες ἐφεστᾶσιν θανάτοιο μυρίαι, ἃς οὐκ ἔστι φυγεῖν βροτὸν οὐδ' ὑπαλύξαι, ἴομεν ἠέ τῳ εὖχος ὀρέξομεν ἠέ τις ἡμῖν". Καὶ ὅρα ὡς εὐγενὴς ἡ τοῦ Σαρπηδόνος αὕτη γνώμη, ἐν ᾗ καὶ τοιαῦτα ῥητορεύουσιν οἱ παλαιοί, ὡς τὸ μὲν ἀποθανεῖν κοινὸν ἀποφαίνει πάντων, τὸ δὲ μετ' εὐκλείας θανεῖν τῶν ἀγαθῶν μόνον ἴδιον, καὶ τὴν παραυτίκα σωτηρίαν οὐκ ἀπαλλαγὴν θανάτου δοξάζει ἀλλὰ μικρὰν χρόνου ἀναβολὴν ἀκλεῆ, καὶ διδάσκει μὴ προσίεσθαι χρόνου μῆκος δυσκλεές. "τί γάρ", φασί, "παρ' ἦμαρ ἡμέρα τέρπειν ἔχει", τοῦτο δὴ τὸ Σοφόκλειον. Ταῦτα παραφράζων καί τις τῶν τὰ θεῖα σοφῶν ἔφη τὸ "κἂν μὴ νῦν ἀποθάνωμεν, τεθνηξόμεθα πάντως". Αἰδήμων δέ, φασίν, ὁ Σαρπηδὼν καὶ εὐγνώμων καὶ μεγαλόψυχος. αἰδεῖται μὲν γὰρ τιμαῖς μὲν μάλιστα πλεονεκτεῖν τῶν ἄλλων καὶ πρῶτος εἶναι, ἀνδραγαθίαις δὲ μειονεκτεῖν, καὶ θεῶν ἐν μοίρᾳ τεταγμένος μηδὲ εἰς ἄνδρα λογίζεσθαι [397] ἀγαθόν. εὐγνωμονεῖ δὲ ὁμολογῶν τὰς τιμὰς τῶν πολιτῶν. μεγαλόψυχος δὲ ὢν καταφρονεῖ θανάτου διδάσκων, ὡς οὐ δεῖ μὴ προκινδυνεύοντας βασιλέας τιμᾶσθαι. Ὅρα δὲ καὶ νῦν ὡς ἐν προεδρίᾳ καὶ συμποσίοις καὶ τοῖς τοιούτοις μετρίοις ἡ τῶν ἀρίστων ἦν τιμή.

(v. 310) Ἰστέον δὲ καὶ ὅτι πολλῶν ὄντων ὀνομάτων, ἃ πρὸς διάφορον σημασίαν διαφόρως τονοῦνται, τοῦ τοιούτου τρόπου ἐστὶ καὶ ὁ Γλαῦκος τὸ κύριον, διαστελλόμενος τοῦ ἐπιθετικῶς λεγομένου γλαυκοῦ κατὰ τὸ προπερισπᾶσθαι. [Ἀκόλουθον δὲ τῷ γλαυκῷ καὶ τῷ Γλαύκῳ καὶ ἡ γλαυκὴ θάλασσα καὶ ἡ Γλαύκη τὸ κύριον.] Ὅμοιον καὶ κοινός τὸ ἐπίθετον καὶ Κοῖνος κύριον, καὶ φαιδρός καὶ Φαῖδρος, ὁ καὶ παρὰ Πλάτωνι, καὶ Κάκος δὲ ὁ ᾀδόμενος Ἰταλὸς λῃστὴς τόνῳ διενήνοχε τοῦ κακοῦ. ὁμοίως καὶ Λάγος ὁ Ἀλεξανδρεὺς τοῦ ζῴου τοῦ λαγοῦ. εὕρηται γὰρ καὶ τοιαύτη κλίσις τοῦ ζῴου. οὕτω καὶ Ἄργης, εἷς τῶν παρ' Ἡσιόδῳ Κυκλώπων, τοῦ ἀργής, ὁ κεραυνός, καὶ λάρος τὸ ζῷον τοῦ λαρός, ὁ ἡδύς, καὶ οὖρος ἄνεμος τοῦ οὐρός, ὁ ὑπὸ τὰς νῆας, ὡς τὸ "οὐροὺς ἐξεκάθαιρον". καθ' ὅμοιον δὲ τρόπον καὶ ὁ Ἄρατος τὸ κύριον τοῦ ἀρατός, ὁ ὑπὸ ἀρὰν ἤτοι ἐπάρατος. καὶ τῆς ἁρπαγῆς δὲ ἤτοι διαρπαγῆς ἡ ἁρπάγη, σκεῦος αὕτη ᾧ κάδους ἀνέλκομεν. ὁμοίως καὶ θαλάμαι μὲν βαρυτόνως ζωϊκαὶ καταδύσεις, θαλαμαί δὲ τόποι ἱεροὶ Διοσκούρων, ὡς Αἴλιος Διονύσιος παρεσημειώσατο. Ἔχει δὲ παρασημειώσεις τοιαύτας καὶ ὁ Φιλόπονος, ἐν αἷς καὶ ὅτι γελοῖος μὲν ὁ καταγέλαστος προπερισπωμένως, γελοιός δὲ ὀξυτόνως ὁ γελωτοποιός, καὶ Δολίχη μὲν πόλις Πιερίας, δολιχή δὲ ἡ μακρά, καὶ ζωή μὲν ἡ τοῦ ζῴου σύστασις, ζώη δὲ τὸ ἐπάνω τοῦ μέλιτος, φησίν, ἐφιστάμενον καὶ τοῦ γάλακτος, ὃ καλεῖται γραῦς, καὶ θάμβος μὲν ἡ [398] ἔκπληξις, θαμβός δὲ κατὰ ὀξεῖαν τάσιν ὁ ἐκπλαγείς, καὶ Μύλλος μὲν κύριον, μυλλός δὲ ὁ διεστραμμένος τὴν ὄψιν, καὶ Ῥίπη μὲν πόλις, ῥιπή δὲ ἣ πνοή, καὶ Ῥόδιος μὲν τὸ ἐθνικόν, Ῥοδίος δὲ ποταμὸς Τρῳάδος καθ' Ὅμηρον, καὶ σίμος μὲν ἰχθύς, σιμὸς δὲ τὸ ἐπίθετον, καὶ σταφύλη μὲν τεκτονικὸν σκεῦος βαρυτόνως, ὡς καὶ ἐν τῇ Βοιωτίᾳ δεδήλωται, σταφυλή δὲ ὁ καρπὸς καὶ ἡ περὶ τὸ στόμα δὲ κιονίς, καὶ ἅλις μὲν αὐτάρκως, ἁλίς δὲ ἡ ἁλμυρίς, ὅθεν ἔοικε γίνεσθαι καὶ ἅλς, καὶ Ἄκρις μὲν πόλεως ὄνομα καὶ ὄρους ἐξοχή, ἀκρίς δὲ ζωΰφιον. Τοιούτου δὲ πάντως τρόπου καὶ ἀσφόδελος μὲν τὸ φυτόν, ἀσφοδελός δὲ ὁ τόπος αὐτοῦ, καὶ ὀρός μὲν ὀξυτόνως δι' ἑνὸς ρ ἡ τοῦ γάλατος ὑποστάθμη καθ' Ὅμηρον ‑ οὕτω γὰρ ἐκεῖνος γράφει ‑ , ὄρος δὲ οὐ μόνον γῆς ὑψηλὸν συνήθως ἐπανάστημα, ἀλλὰ καὶ ὁ περὶ τοὺς γλουτοὺς τόπος, ὅν τινες ταῦρόν φασιν, ὡς Ἐρέννιος Φίλων ἐν τῷ Περὶ διαφόρων σημαινομένων. ὅθεν καὶ τῶν ὀρνέων ὁ τόπος, φησὶν οὗτος, οὐροπύγιον καλεῖται ὡς ὄρος ὢν τῆς πυγῆς καὶ οἷον ὀροπύγιον, ὅπερ ὑποστέλλουσι τὰ ἄλογα ζῷα ἐν τῷ εὐλαβεῖσθαι. ὅθεν ἐκ τοῦ παρακολουθοῦντος ὀρωδεῖν, τὸ φοβεῖσθαι, καὶ ἐπὶ ἀνθρώπων, ἐπεὶ καὶ αὐτῶν οἱ εὐλαβούμενοι περί τι ἀνασπᾶν εἰώθασι τὸ αἰδοῖον. Ὅτι δὲ τὸ τοιοῦτον ὀρωδεῖν οἱ ὕστερον διὰ δύο ρ γράφουσι, καθὰ καὶ τὸν πρωτότυπον αὐτοῦ ὄρον, δῆλόν ἐστι, καθὰ καὶ ὅτι τοῦ Ὁμηρικοῦ ὀροῦ οἱ μεθ' Ὅμηρον ἐδίπλωσαν τὸ ἀμετάβολον, ποιοῦντες τὰ σφίσιν ἀρεστά. Ὁμοίως δῆλον καὶ ὅτι τὸ ὀρρωδεῖν [399] καὶ ἀρρωδεῖν ἔγραψαν πρὸς ὁμοιότητα τοῦ ἀσταφίς ὀσταφίς. Ὁ δὲ ῥηθεὶς Ἐρέννιος ἄλλο τι λέγων φησίν, ὅτι ἀρρωδεῖν κατὰ στέρησιν λέγεται τὸ μὴ ὀρρωδεῖν, ἤτοι εὐλαβεῖσθαι, ἀλλὰ καταφρονεῖν καὶ τεθαρρηκέναι. Ἔτι τῶν διαφόρως τονουμένων ἐστὶ καὶ ὁ ἐπὶ τῶν ὑγρῶν ἀφρός καὶ ὁ Ἄφρος τὸ ἐθνικόν, καὶ ὁ ἐπὶ οἰκημάτων θόλος, ὡς καὶ ἐν Ὀδυσσείᾳ, καὶ ὁ τῆς σηπίας θολός, καὶ ὁ κατὰ πάθος κυρτός καὶ ὁ τῶν ἁλιέων κύρτος, καὶ ὁ τοπικὸς γύρος ἢ ἁπλῶς κύκλος, καὶ ὁ τοὺς ὤμους γυρός, ναὶ μὴν καὶ ἡ κατ' ἐνέργειαν πρωτοτόκος γυνή καὶ ἡ παθοῦσα τὸν τόκον πρωτότοκος παῖς καὶ ὅσα τῆς συστοιχίας ταύτης εἰσίν. Ἔτι διαφόρου ὥσπερ σημασίας οὕτω καὶ τόνου ὁ Κάρπος τὸ κύριον καὶ ὁ τῆς χειρὸς καρπός καὶ ὁ ἐσθιόμενος, καὶ Πύρρος ὁ Ἠπειρώτης καὶ ὁ τοῦ Ἀχιλλέως καὶ πυρρός ὁ ξανθός, καὶ μυρία μὲν τὰ ἁπλῶς πολλά, μύρια δὲ τὰ ἐν δέκα χιλιάσι, καὶ ἴλλος μὲν ὁ ὀφθαλμός, ἰλλός δὲ ὁ στραβός, καὶ Ξάνθος μὲν τὸ κύριον καὶ ποταμός, ξανθός δὲ ὁ κατὰ τρίχας πυρρός, καὶ βροτός μὲν ἄνθρωπος, βρότος δὲ μολυσμὸς ἐξ αἵματος, καὶ Τύρος μὲν πόλις, τυρός δὲ τὸ πεπηγὸς γάλα, καὶ Λεῦκος μὲν κύριον, λευκός δὲ τὸ ἐπίθετον, οὗ θηλυκὸν λευκή, ἄλλως τονουμένη παρὰ τὴν λεύκην τὸ φυτόν, καὶ Βόηθος μὲν κύριον, βοηθὸς δὲ ὁ σύμμαχος, καὶ φροντίς μὲν ἡ μέριμνα, Φρόντις δὲ κύριον θηλυκὸν μὲν ἐν Ἰλιάδι, ἄρρεν δὲ ἐν Ὀδυσσείᾳ. οὕτω δὲ καὶ ἐπὶ χρόνου μὲν ὀξύτονον ὁ καιρός, ἄλλως δὲ περισπωμένως καῖρος τὸ μίτωμα, καὶ τόρος μὲν ἐργαλεῖον τεκτονικὸν ὁ καὶ τόρνος, τορός δὲ ὁ σαφής, ἐξ οὗ καὶ διάτορος. Καὶ ταῦτα μὲν οὕτω [βραχέα ἐκ μάλα μυρίων.

(v. 310) Τὸ δὲ τιή ἀντὶ τοῦ διὰ τί ὀξύνουσι μὲν οἱ ὕστερον, ὡς καὶ ἀλλαχοῦ δεδήλωται, οἱ δὲ παλαιοὶ βαρύνουσι παροξύνοντες. Ἡ δὲ Κωμῳδία καὶ ἄτονον αὐτὸ οἶδεν ἐν τῷ εἰπεῖν [400] τιητίδή.]

(v. 311) Ἕδρην δὲ τὴν προεδρίαν φησί. Τοῖς δὲ κρέασι καὶ οἱ ἄρτοι ἔνεισι καὶ εἴ τι δὲ ἄλλο κολακεύει γεῦσιν. Ἐν δὲ τῷ "δεπάεσσι" σημειωτέον, ὅτι καθ' Ὅμηρον μὲν δέπας ἁπλῶς τὸ ποτήριον, παρὰ δὲ τοῖς παλαιοῖς εὕρηται, ὅτι δέπας οἰνήρυσις, κοτύλη, οἰνοχόη, καὶ ὅτι οἰνιαστήρια σπονδὴ τελουμένη τῷ Ἡρακλεῖ ὑπὸ τῶν ἐφήβων πρὶν ἀποκείρασθαι. [Ἐν δὲ τῷ "πλείοις δεπάεσσιν" ἐνθυμητέον καὶ τὸ "σὸν δὲ πλεῖον δέπας αἰεὶ ἕστηχ', ὥσπερ ἐμοί". Ἐν γὰρ τοῖς συμποσίοις οἱ κοῦροι διακονούμενοι τοῖς μὲν ἐντιμοτάτοις ἀεὶ πλῆρες παρεῖχον τὸ ποτήριον, τοῖς δ' ἄλλοις ἐξ ἴσου διένεμον. Ὡς δὲ καὶ φιλοπόται δοκοῦσιν εἶναι οἱ ἐν Λυκίᾳ, δηλοῦσιν αἱ παρώνυμοι ἐκεῖθεν Λυκιουργεῖς φιάλαι, καὶ ἄλλως δὲ Λυκιουργοὶ ἐπίχρυσοι λεγόμεναι. Εἰ γὰρ καὶ λέγεται καλεῖσθαι οὕτω ἀπὸ Λύκωνος τεχνίτου τινὸς ἢ ἐπινοητοῦ αὐτῶν, ὡς καὶ Κονώνιοι ἀπὸ Κόνωνος, ἢ κατά τινας Λυκίου, Βοιωτίου ἀνδριαντοποιοῦ, ἀλλὰ ὁ ῥήτωρ Ἀθήναιος ἐπιπλήττει τοῖς οὕτω λέγουσι, φάμενος ὅτι ὁ σχηματισμὸς τῶν τοιούτων ὀνομάτων οὐκ ἄλλοθεν γίνεται ἀλλὰ ἀπὸ πόλεων ἢ ἐθνῶν. Ἀριστοφάνης γοῦν ἐν Εἰρήνῃ "Ναξιουργής" φησὶ "κάνθαρος", καὶ Κριτίας "κρήνη Μολοσσιουργής". τοιοῦτον δὲ καὶ τὸ Χιουργὴς καὶ Κορινθιουργής, ὥστε κατ' αὐτὸν καὶ Λυκιουργὴς φιάλη ἡ ἐν Λυκίᾳ ἢ παρὰ Λυκίοις εἰργασμένη.]

(v. 312) Τὸ δὲ "θεοὺς ὣς εἰσορόωσι" λαοῦ τε πολὺ σέβας δηλοῖ καὶ βασιλέων θείαν διαγωγήν. [Παιδεύει δὲ καὶ ὡς θείους καὶ ἀγχιθέους ἡγητέον τοὺς ἀγαθοὺς βασιλεῖς, οὗπερ αἴνιγμα καὶ τὸ διογενεῖς καὶ Διῒ φίλους αὐτοὺς λέγεσθαι.]

(v. 313) Τέμενος δὲ καὶ νῦν τὸ ἁπλῶς ἀποτετμημένον καὶ ἀφωρισμένον ἰδίᾳ χωρίον, οὗ καλὸν ἐνταῦθα καὶ τὸ παρὰ ποταμὸν εἶναι. Ἀγαθὴ δὲ ἡ περὶ τὸν Λύκιον Ξάνθον γῆ, ὃς λέγεται μὲν ὕστερον Σίρμις κληθῆναι, νῦν δὲ τὴν ἀρχαίαν [401] κλῆσιν τηρεῖ. Σημείωσαι δὲ ὅτι παρὰ τοῖς μεθ' Ὅμηρον τὸ τέμενος οὐκ ἐπὶ κοινοῦ τόπου, ἀλλὰ ἱεροῦ κεῖται, ὥσπερ καὶ τὸ ἄλσος, καὶ ἐδόκει ἄμφω ταὐτόν τι σημαίνειν, καὶ ἦν ἄσυλον. ὅθεν καθ' Ἡρόδοτον Κλεομένης ἱερὸν ἄλσος ἐμπρήσας ἐν Ἐλευσῖνι ἐμάνη καὶ καταχορδεύσας ἑαυτὸν ἀπέθανεν. ἴσως δὲ οἱ λέξιν ἱερὰν θέντες τὸ τέμενος ἐξ Ὁμήρου τὴν ἀρχὴν ἔσχον, ὃς θεοῖς ἐνταῦθα εἰκάσας ἔχει τοὺς τὸ ῥηθὲν τέμενος νεμομένους. [Εἰπὼν γὰρ "πάντες δὲ θεοὺς ὣς εἰσορόωσιν" ἐπήγαγεν εὐθὺς "καὶ τέμενος νεμόμεσθα", πρέπον δηλαδὴ τοῖς θεοεικέλοις καὶ θεοειδέσιν. Ἔνθα αἱ δύο ἀρκτικαὶ λέξεις τοῦ "νεμόμεθα" παρακείμεναι ἀναστρόφως ταῖς δύο ληγούσαις τοῦ "τέμενος" κάλλος τι παραφαίνουσιν, ὁποῖον καὶ τὸ "ἔνειμε" προκείμενον τοῦ "ἔμεινε".]

(v. 314) Φυταλιὰ δὲ κατὰ τοὺς παλαιοὺς χωρίον δενδρόφυτον, οὗπερ ἀνάπαλιν ἄρουρα ἡ γυμνὴ φυτῶν ἄροσις εἴτ' οὖν ψιλή. Ἐξ ἧς δὴ λέξεως καὶ ψιλῖται οἱ [ἐν μάχῃ] γυμνῆτες καὶ ψιλίζεσθαι τὸ ψιλοῦσθαι, ὡς ἐν ῥητορικῷ εὕρηται Λεξικῷ. λέγεται δὲ καὶ κῆπος ἡ ῥηθεῖσα φυταλιά, ὁμώνυμος δὲ καὶ ἡ λέξις αὕτη. κῆπος γὰρ οὐ μόνον φυταλιά, ἀλλὰ καὶ καλλωπισμὸς κόμης κατὰ Αἴλιον Διονύσιον καὶ κουρᾶς διάθεσις τῶν ἐν κεφαλῇ τριχῶν. Θουκυδίδης δὲ κήπιόν φησι, Κωμικοὶ δὲ κηποκόμαν τὸν κῆπον κειρόμενον, ὥσπερ ἕτερον σκαφιόκουρον, καὶ ἔστι καὶ παρὰ τῷ Κωμικῷ ἡ λέξις τοῦ σκάφιον κείρεσθαι. ἡ δὲ πυροφόρος ἄρουρα τὴν ἁπλῶς σπερματοφόρον ὡς ἐκ μέρους δηλοῖ.

(v. 315) Τὸ δὲ "τῷ νῦν χρὴ μετὰ πρώτοις ὄντας ἑστάναι" φανερῶς ἐλλέλειπται. τὸ μὲν γὰρ ὅλον ἦν τοιοῦτον· Γλαῦκε, τί δήποτε θείας παρὰ Λυκίοις εἰλήχαμεν ὡς θεοὶ τιμάς; ἢ πάντως διὰ τὸ δοκεῖν καὶ ἶνα ἔχειν ἐσθλὴν ὁποίαν οἱ πρόμαχοι. διὸ ἐν πρώτοις μαχητέον. ὁ δὲ Σαρπηδὼν ἀγωνιῶν καὶ διὰ τοῦτο σιγήσας τὴν αἰτίαν τῆς τιμῆς ἠρκέσθη μόνην τῷ τέως εἰπὼν τὴν ἀξίωσιν, οἷα τὴν αἰτίαν τῇ τῶν Λυκίων ἠθοποιΐᾳ κατωτέρω ταμιευσάμενος. Τὸ δὲ "μετὰ πρώτοισιν ἐόντας" καὶ τὸ "μετὰ [402] πρώτοισι μάχονται" καὶ τὸ "ἐνὶ πρώτοισι μαχοίμην" ταὐτολογοῦνται διὰ τὸ καίριον. [(v. 316) Τὸ δὲ "μάχης ἀντιβολῆσαι" συνήθως καὶ νῦν εἴληπται ἀντὶ τοῦ ἄντην βαλεῖν, ὅπερ ἐστὶν ἐπιτυχεῖν.

(v. 317) Πύκα δὲ θωρηκταί εἰσιν οἱ πεπυκνωμένοι τῇ θωρήξει. τοιοῦτοι δὲ οἱ παρὰ τοῖς ὕστερον λεγόμενοι κατάφρακτοι, στερρῶς τῇ πανοπλίᾳ πυκαζόμενοι.]

(v. 318) Τὸ δὲ "οὐ μὰν ἀκλειεῖς" συγκριτικῶς ἔχει. λέγει γάρ, ὡς οὔτε ἀκλεεῖς ἡμῖν οἱ βασιλεῖς, οἵγε καὶ ὁμολογοῦσι τετιμῆσθαι μάλιστα ὑφ' ἡμῶν, ἀλλὰ καὶ αὐτοὶ ἀντισηκοῦσιν ἐσθλοὶ ὄντες κατὰ ἶνα καὶ προμαχόμενοι. Οὐ μόνον δὲ διὰ διφθόγγου παρὰ τοῖς παλαιοῖς ἡ παραλήγουσα τοῦ "ἀκλειεῖς", πλεονασμῷ τοῦ ι, ἀλλὰ καὶ διὰ τοῦ η κατὰ τροπὴν τοῦ ε τοῦ ἐν τῷ "ἀκλεεῖς", ὡς πολλὰ τῶν ἀκριβῶν ἀντιγράφων ἔχει. Γέγονε δὲ ἡ τοιαύτη τροπὴ καὶ ἐν τῷ κληΐζω, ἀφ' οὗ κατὰ συναίρεσιν παρὰ τῷ Κωμικῷ τὸ "κλῇσον" ἀντὶ τοῦ κλέϊσον.

(v. 320) Ἐν δὲ τῷ "οἶνόν τε μελιηδέα" ὑπακουστέον ἀναλόγως τὸ πίνουσι. μῆλα μὲν γάρ, ὅ ἐστι θρέμματα, ἐσθίεται, οἶνος δὲ πάντως πίνεται. τοιοῦτον καὶ πρὸ ὀλίγου τὸ "ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσι νείκεον". μειλιχίοις γὰρ φιλοφρονεῖταί τις, οὐ μὴν φιλονεικεῖ. ὅμοιον καὶ τὸ "δουρὶ δ' ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀϊστῷ". ὀϊστῷ γὰρ οὐδεὶς ἀκοντίζει, ἀλλὰ βάλλει. καὶ "ποῦ δέ οἱ ἔντεα κεῖται, ποῦ δέ οἱ ἵπποι", λείπει γὰρ τὸ ἵστανται. καὶ "Κυκλώπων ἐς γαῖαν ἐλεύσσομεν, αὐτῶν τε φθογγήν". νοητέον γὰρ ἐξ ἀναλόγου κἀνταῦθα τὸ φθογγὴν ἠκούομεν. Τοῦ δὲ "ἔδουσι πίονα μῆλα οἶνόν τε ἔξαιτον", ὃ ἐκ τοῦ ἐξαίρετον συγκέκοπται, παράφρασις γοργὴ πρὸ ὀλίγου τὸ "τετιμήμεθα κρέασιν ἠδὲ πλείοις δεπάεσσιν". ἄμφω δὲ ἀνελλιπῶς πέφρασται καὶ οὐ κατὰ τὸ "δήμια πίνουσιν", ᾧ συννοεῖται καὶ ἡ δημοσία βρῶσις, οὐδὲ κατὰ τὸ "δώροις τρύχω καὶ ἐδωδῇ", ᾗ συνεξακούεται καὶ ἡ πόσις. [Ἰστέον δὲ ὡς, εἰ καὶ δοκεῖ [403] τὸ ἔξαιτον ἐκ τοῦ αἰτεῖσθαι παρῆχθαι, ἢ ἀπὸ τοῦ αἴτους, ἤγουν ἐνδιαιτήματος, ὃ παρὰ τῷ Πινδάρῳ κεῖται ἐν τῷ "Διὸς αἴτει πανδόκῳ", ἤγουν ἄλσει κοινῷ, ἀλλὰ ἡ πλείων ἀρέσκεια ἐκ τοῦ ἐξαιρεῖσθαι παράγει καὶ συγκόπτει αὐτό. Ἔστι δὲ τὸ τοιοῦτον ἐξαιρεῖσθαι τὸ ἐκλέγεσθαι καὶ ἐπέκεινα τῶν ἄλλων αἱρεῖσθαι. λέγεται μέντοι ἐξαιρεῖσθαι καὶ τὸ ἐκβάλλειν, ὅθεν καὶ λίθος ἐξαιρέσιμος ὁ ἀπὸ τοίχου ἐκβληθείς, καὶ ἡ σύστοιχος αὐτῷ ἐξαίρεσις, οἷον "ἐπέδειξε πάντα τὰ ἐντοσθίδια μετὰ τῆς ἐξαιρέσεως". ἀλλὰ ταῦτα μὲν ἀβαθῆ καὶ ἁπλούστερα, καθὰ καὶ τὸ ἐξελεῖν καὶ ἐξελέσθαι, διχῇ ὁμοίως καὶ αὐτὸ νοούμενον. τὸ μέντοι ἐπαναιρεῖσθαι βαθύτερόν ἐστιν, ὃ κεῖται παρὰ Ἡροδότῳ ἐν τῷ περὶ λαγῶν εἰπόντι, ὡς ἐπικυΐσκει λαγὼς μόνος πάντων θηρίων, καὶ τὸ μὲν δασὺ τῶν τέκνων ἐν τῇ γαστρί, τὸ δὲ ψιλόν, τὸ δὲ ἄρτι ἐν τῇσι μήτρῃσι πλάσσεται, τὸ δ' ἐπαναιρέεται, τουτέστιν ἐπαναλαμβάνεται καὶ ἐπὶ τοῖς πρὸ αὐτοῦ τελεωτέροις κυήμασι σπερματικῶς συλλαμβάνεται.]

(v. 317) Ὅρα δὲ καὶ νῦν τὴν ἀπὸ τοῦ ὄχλου τῶν Λυκίων ἠθοποιΐαν, στενὴν οὖσαν ἔθει Ὁμηρικῷ, καὶ ὅτι τὸ τῆς ἠθοποιΐας γνώρισμα, τό "τίνας ἂν εἴποι λόγους ὁ δεῖνα;" πολλαχοῦ παραδιδοὺς τοῖς μετ' αὐτὸν Ὅμηρος, ἔφη κἀνταῦθα τὸ "ὧδέ τις εἴπῃ".

(v. 323) Τὸ δὲ "ἀγήρω τε ἀθανάτω τε" ἀστείως συνέζευκται, ὡς μηδὲ ὂν ἀγαθὸν ἀθάνατόν τινα εἶναι, εἰ μὴ καὶ ἀγήρως εἴη, ὡς ὁ τοῦ Τιθωνοῦ μῦθος δηλοῖ.

(v. 322-325) Ἰστέον δὲ ὅτι τὸ "εἰ μὲν δὴ μέλλοιμεν", ἤγουν ἐμέλλομεν, περισωθέντες ἀγήρω ἔσεσθαι καὶ τὰ ἑξῆς, σχῆμά ἐστιν, ὃ παρὰ τοῖς παλαιοῖς λέγεται μετρία συγχώρησις, ἐν ᾧ συγχωρῶν τὸ μὴ δεῖν κινδυνεύειν, εἴπερ ἦν μὴ θνῄσκειν, κατασκευάζει ὡς, ἐπεὶ δὲ θανεῖν ἀνάγκη, κινδυνευτέον εὐκλεῶς. ἄλλως δὲ κοινότερον εἰπεῖν, ἀντιθετικόν ἐστι σχῆμα τό· εἰ μὲν ἐμέλλομεν ἀεὶ ζῆν, οὐκ ἂν ἐμαχόμεθα, ἐπεὶ δὲ ἄφυκτον ὁ θάνατος, μαχητέον ἐπὶ ἐλπίδι ἀγαθῇ.

(v. 326) Ὅμηρος δὲ ἀντὶ τοῦ ἐπεί συνδέσμου τὸν ἰσοδύναμον ἔθετο εἰπὼν "νῦν δ' ἔμπης γὰρ κῆρες ἐφεστᾶσι θανάτου μυρίαι", τουτέστιν ἐπάνω καὶ [404] κατὰ κεφαλῆς ἡμῶν ἑστᾶσιν ὡς κηριτρεφέων, ἢ καὶ ἄλλως καθ' ἡμῶν ἵστανται, ὡς τῆς ἐπι προθέσεως καὶ τοιαύτην ὑποβαλλούσης πολλαχοῦ ἔννοιαν. [(v. 327) Τὸ δὲ "φυγεῖν" καὶ τὸ "ὑπαλύξαι", τὴν αὐτὴν σημασίαν ἐκ παραλλήλου κείμενα ἔχουσιν, ὡς καὶ τὸ κατακοιρανέειν καὶ τὸ βασιλεύειν, ὧν μνεία τις ἀνωτέρω κεῖται.]

(v. 328) Τὸ δὲ "ἴομεν" ὑπερβιβασμὸν καὶ νῦν ἔπαθε χρόνου, καὶ τὴν μὲν ἄρχουσαν ἐκτείνει, συστέλλει δὲ τὴν παραλήγουσαν ὡς ἐνεστὼς ὁριστικός, ὃ παρ' ἡμῖν ἀνάπαλιν ἔχει, ὡς αὐθυπότακτον χρόνου ἀορίστου δευτέρου ἐνεργητικοῦ. [Τὸ δὲ "ἠέ τῳ εὖχος ὀρέξομεν ἠέ τις ἡμῖν" παράφρασις μέν ἐστι τοῦ "ἢ ἡμεῖς ῥίψομέν τινα ἢ ἡμᾶς τις", πάνυ δὲ σεμνῶς πέφρασται. μεγεθύνει γὰρ καὶ τούσδε τοὺς βασιλεῖς, εἰ τοιοῦτόν τινα ῥίψουσιν, ὃς αὐτοῖς εὖχος δώσει, καὶ τὸν ἴσως δὲ αὐτοὺς τοιούτους ὄντας ῥίψοντα, ἐφ' οἷς εὖχος ἐκεῖνος ἕξει.]

(v. 330) Ὅτι τοὺς Λυκίους σεμνολογῶν φησι· βήτην Σαρπηδὼν καὶ Γλαῦκος "Λυκίων μέγα ἔθνος ἄγοντε". διὸ καὶ ἀπ' αὐτῶν ὡς ἀξιολόγου λαοῦ πάντας τοὺς Τρώων ἐπικούρους, ὡς ἔγνωσται, Λυκίους καλεῖ, τῷ μεγάλῳ μέρει συνεκφωνῶν καὶ τοὺς λοιπούς, οἷς καὶ τὸν Λύκιον Σαρπηδόνα πᾶσι στρατηγὸν ἐφιστᾷ. Ἐκ δὲ τοῦ "ἄγοντε" ἀγοὶ Λυκίων οἱ ἀνωτέρω βασιλεῖς, διὸ καὶ προϊὼν ἐρεῖ "ἔβρισαν Λυκίων ἀγοί".

(v. 331 s.) Ὅτι ἐν τῷ Μενεσθέως πρὸς πύργον ἦλθον Λύκιοι "κακότητα φέροντες", ὃς καὶ ἰδὼν ἐκείνους ἐρρίγησε, πύργον οἱ μὲν τὴν πολεμικὴν τάξιν νοοῦσι, περὶ οὗ προείρηται, οἱ δὲ μέρος μάλιστα τοῦ τείχους οὕτω συνήθως καλούμενον παρὰ τὸ ὑπεράνω, φασί, γῆς εἶναι, ἤγουν ὑπερῆρθαι γῆς. Πετεῶο δὲ υἱὸς ὁ ῥηθεὶς Μενεσθεύς, περὶ οὗ ἱκανῶς προγέγραπται. τούτου κῆρυξ ὁ μετ' ὀλίγα δηλωθησόμενος Θοώτης, ἐν τῷ "ἄγε δῖε Θοῶτα θέων Αἴαντε κάλεσον", ὃ δὴ τρόπος ἐτυμολογίας ἐστίν, ὡς τοῦ Θοώτου ἐκ τοῦ θέειν κληθέντος, ὅπερ οἰκεῖον κήρυκι ὄνομα διὰ τὸ τάχος, ὡς τὸ Εὐρυβάτης διὰ τὴν βοήν, [καὶ τὸ Ἠπύτης ἢ Ἠπυτίδης παρὰ τὸ ἠπύειν.] Ἔνθα [405] καὶ τρὶς κεῖται τὸ "θέων" διὰ τὸ τῆς λέξεως καίριον.

(v. 333) Ἰστέον δὲ ὅτι καὶ ἐν τούτοις κεῖται τόπος ἀμφίβολος ἐξ ὑποδιαστολῆς, τὸ "πάπτηνε δ' ἀνὰ πύργον Ἀχαιῶν, εἴ τιν' ἴδοιτο ἡγεμόνων". ἢ γὰρ πάπτηνεν ἀνὰ πύργον τοῦ τείχους ὁ Μενεσθεύς, εἴ που ἴδοι Ἀχαιῶν τινα, ἢ πάπτηνεν ἀνὰ πύργον Ἀχαιῶν, ἤγουν ἀνὰ παράταξιν πυκνήν, εἴ πως ἴδοι τῶν τινα ἡγεμόνων. Δῆλον δ' ὅτι ζήτησιν ἐπικουρίας φράζει τὸ "πάπτηνε δ' ἀνὰ πύργον" καὶ ἑξῆς ἕως τοῦ "ἡγεμόνων ὅς τις οἱ ἀρὴν ἀμύνῃ".

(v. 335) Ὅτι τοὺς δύο Αἴαντας πολέμου ἀκορήτους λέγει, ὅ ἐστιν ἀκορέστους. καὶ νῦν μὲν οὕτω συντόμως ἔφρασεν, ἀλλαχοῦ δὲ καὶ διασκευάζων εἰς πλάτος τὸν νοῦν τῆς λέξεως ταύτης ἐπί τινων ἑτέρων ἐρεῖ "πάντων μὲν κόρος ἐστὶ καὶ ὕπνου καὶ φιλότητος" καὶ ἑξῆς, τούτοις δὲ [μάχης] οὔ.

(v. 337) Ὅτι τὸ γέγωνα καὶ γεγωνεῖν καὶ γεγωνέναι καὶ ὅσα τούτοις σύστοιχα οὐχ' ἁπλῶς ἐπὶ τοῦ βοᾶν Ὅμηρος τάσσει, ἀλλ' ἐπὶ τοῦ ἀκούεσθαι, ἢ μᾶλλον ἐπὶ τοῦ μέγα καὶ ἐξάκουστον βοᾶν καί, ὡς εἰπεῖν, γνωστόν, ὡς μυριαχοῦ φαίνεται. ἀπὸ γὰρ τοῦ γνώω τὰ τοιαῦτα ῥήματα γίνεται. φησὶ γοῦν ἐνταῦθα "ἀλλ' οὔ πώς οἱ ἔην βώσαντι γεγωνεῖν", τουτέστιν οὐκ ἦν τῷ Μενεσθεῖ δυνατὸν βοήσαντι ἀκουσθῆναι. Σημειοῦνται δὲ οἱ παλαιοὶ διφορεῖσθαι τὸ ῥῆμα καὶ παρὰ μὲν τῷ ποιητῇ περισπᾶσθαι, ὡς δηλοῖ τὸ γεγωνεῖν καὶ τὸ ἐγεγώνεον καὶ τὸ γεγωνέμεν, οἱ δὲ μετὰ τὸν ποιητὴν καὶ βαρυτόνως, φασίν, αὐτὸ ἔκλιναν. Ἔστι γὰρ τὸ γέγωνα οἱονεὶ γέγνωα μέσος παρακείμενος ἐκ τοῦ γνώω. τούτου ὑποτακτικὸν γεγώνω βαρύτονον, ἐξ οὗ ὡς θέματος αἱ βαρύτονοι κινήσεις, ἀπ' αὐτοῦ δὲ τὸ γεγωνῶ καὶ αἱ κατ' αὐτὸ κλίσεις. Οἱ δὲ παλαιοὶ καὶ γεγωνίσκειν φασὶ τὸ φθέγγεσθαι ἐξάκουστον. ἐλέγοντο δὲ καὶ γεγωνοκῶμαι γυναῖκες αἱ κώμας ἐμπιπλῶσαι βοῆς, καὶ γεγωνὸν δὲ φθέγμα παρ' αὐτοῖς τὸ λαμπρόν. Φίλων δὲ καὶ ἀρσενικὸν οἶδε γένος τοῦ γεγωνοῦ λόγου, ὅ ἐστι τοῦ τρανοῦς καὶ προφορικοῦ, ὅθεν δηλαδὴ καὶ τὸ γεγωνότερον ἐπίρρημα, ὡς καὶ ἀλλαχοῦ δεδήλωται. [Περὶ δὲ γεγωνοκώμης φέρεται καὶ ὅτι λέγεται οὕτω διὰ τὸ ἐν ταῖς κώμαις, τουτέστι ταῖς ἀμφόδοις, γεγωνίσκειν, ἢ περιβόητος εἶναι. Τὸ δὲ "βώσαντι" ἐκ τοῦ βοήσαντι κέκραται, ὡς καὶ ὁ βῶξ ἰχθὺς ἐκ τοῦ βόηξ. εὕρηται γὰρ καὶ διὰ τοῦ ἦτα καὶ οὐ μόνον διὰ τοῦ α βόαξ, ὡς καὶ προδεδήλωται.]

(v. 33840) Ὅτι πολέμου μεγάλου ἐνδεικτικὸν τὸ "τόσος γὰρ [406] κτύπος ἦεν, ἀϋτὴ δ' οὐρανὸν ἷκε βαλλομένων σακέων τε καὶ ἱπποκόμων τρυφαλειῶν καὶ πυλέων· πάσας γὰρ ἐπῴχετο", ὁ κτύπος δηλαδή, ἢ "ἐπῴχατο", ἤγουν ἐπεπορεύθησαν οἱ Τρῶες, ἢ μᾶλλον "ἐπῴχατο", ὅ ἐστι δι' ὀχέων, ἤτοι μοχλῶν, ἠσφαλίσαντο κλείσαντες οἱ Ἀχαιοί. Καὶ ὅρα κἀνταῦθα ὡς πολλαὶ ἦσαν πύλαι τῷ Ἑλληνικῷ τείχει, ἃς Τρῶες ἐπειρῶντο βίῃ ῥήξαντες εἰσελθεῖν.

(v. 340) Ἰστέον δὲ ὅτι τὸ "ἐπῴχατο" σημαίνει ποτὲ ἐν ἄλλοις καὶ τὸ ἀνεῳγμέναι ἦσαν, ἀπὸ τοῦ ᾦκτο, ὡς τέτευκτο τετεύχατο Ἰωνικῶς, φασί, καὶ Ἀττικῶς. τοιαύτης δὲ σκευωρίας καὶ ὁ τούτου παρακείμενος τὸ ἐπῴχαται ἀπὸ τοῦ ᾦκται.

(v. 341) Τὸ δὲ "ῥήξαντες" πάνυ καιριολεκτεῖται ἐνταῦθα.

(v. 342-350) Ὅτι Μενεσθεὺς αἶψα στέλλει τὸν ἐν Ἀθηναίοις κήρυκα Θοώτην, περὶ οὗ ἐρρέθη, καλέσαι "ἀμφοτέρω μὲν μᾶλλον" Αἴαντε, "ὃ γάρ", ἤγουν τοῦτο, "ὄχ' ἄριστον ἁπάντων εἴη, ἐπεὶ τάχα τῇδε τετεύξεται αἰπὺς ὄλεθρος. ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ ζαχρηεῖς τελέθουσιν ἀνὰ κρατερὰς ὑσμίνας. εἰ δέ σφιν καὶ κεῖθι πόνος καὶ νεῖκος ὄρωρεν, ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας, καί οἱ Τεῦκρος ἅμ' ἑσπέσθω τόξων εὖ εἰδώς". Ὃ καὶ γενήσεται, ὅτε καὶ πρῶτος ὁ τοιοῦτος Αἴας ἀριστεύσει, οὐκ αἰσχύνας τὴν τοῦ Μενεσθέως ἐλπίδα, ὃς ἤθελε μὲν τοὺς δύο διὰ τὴν ἑκατέρων ἀνδρίαν, ἀνάγκης δὲ οὔσης τὸν κρείττω ἐπελέξατο διὰ τὸ αὐτοῦ ἄλκιμον.

(v. 345) Σημείωσαι δέ, ὡς ἐκ τοῦ "τάχα τετεύξεται", ἀντὶ τοῦ ταχὺ γενήσεται, καὶ ἐκ τῶν ὁμοίων λαβόντες οἱ μεθ' Ὅμηρον ὠνόμασαν τὸν μετ' ὀλίγον μέλλοντα. ταὐτὸν γὰρ τὸ μετ' ὀλίγον μέλλειν καὶ τὸ ταχὺ τετεύξεσθαι.

(v. 342) Ἡ δὲ τοιαύτη ἔννοια ποιεῖ ἀστεῖον καὶ τὸ "αἶψα δὲ κήρυκα προΐει Θοώτην". τὸ γὰρ αἶψα καὶ ὁ Θοώτης σύστοιχα τῷ τάχα. ἐχρῆν οὖν ταχὺ σταλῆναι ταχύν τινα κατὰ τοῦ ταχέος κακοῦ.

(v. 346) Τὸ δ' "ἐπέβρισαν", ὥς φασιν οἱ παλαιοί, ἐπεζάρησαν οἱ Ἀρκάδες φασίν. ὅθεν παρ' Εὐριπίδῃ τὸ "ὡς δ' ἐπεζάρει Σφίγξ". Εἰ δὲ καὶ ζέρεθρον τὸ βάραθρον οἱ αὐτοί φασιν, οὐ πάνυ δῆλον, εἰ μὴ ῥητῶς που εὑρεθείη παρασημανθὲν ὑπό τινος γλωσσογράφου. ἀκολούθως δὲ τῷ ἐπέβρισαν ἐρρέθη καὶ τὸ ζαχρηεῖς. σημαίνει γὰρ, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, τοὺς βαρεῖς καὶ [407] ἐμβριθεῖς καὶ οὐ φορητοὺς ἀπὸ τοῦ ἄγαν χράειν, ὅ ἐστιν ἐπιπίπτειν, κατὰ τὸ "μητέρι μοι μνηστῆρες ἐπέχραον". ἀγαθὴ δὲ λέξις εἰς ἐπιμονὴν τὸ ἐπέβρισαν, διὸ καὶ προϊὼν χρᾶται αὐτῇ.

(v. 353) Ὅτι τὸ "στῆ δ' ἂρ ἐπ' Αἰάντεσσι κιών", ὁ ῥηθεὶς Θοώτης, καινότερον ἔχει τὴν ἐπι πρόθεσιν δοτικῇ συντεταγμένην εἴτε μετὰ τοῦ στῆ συμβιβάζεται εἴτε μετὰ τοῦ Αἰάντεσσιν. τινὰ δὲ τῶν ἀντιγράφων κάλλιον ἔχουσι τὸ "στῆ δὲ παρ' Αἰάντεσσι".

(v. 368 s.) Ὅτι ὁ μέλλων συμμαχῆσαί τισι καὶ αὖθις ταχὺ ἀποκαταστῆναι εἰς τὸ ἐξ ἀρχῆς καλῶς ἂν εἴποι τὸ τοῦ Αἴαντος, τὸ "αὐτὰρ ἐγὼ κεῖσε εἶμι καὶ ἀντιόω πολέμοιο, αἶψα δ' αὖτις ἐλεύσομαι, ἐπὰν εὖ τοῖς ἐπιτείλω", ἢ "ἐπαμύνω".

(v. 371) Ὅτι ἐν τῷ "καὶ Τεῦκρος ἅμα ᾖεν", ὅ ἐστιν ἐπορεύετο, "κασίγνητος καὶ ὄπατρος", περισσῶς κεῖσθαι δοκεῖ ὁ και σύνδεσμος. περὶ δὲ τῆς τῶν τοιούτων λέξεων ὁμοῦ θέσεως προγέγραπται, ὡς ἐχρῆν. Σημείωσαι δὲ ὅτι τὸ ῥηθὲν "ᾖεν" πάνυ συντελεῖ καὶ εἰς τὸ κανόνισμα τοῦ ᾔειν ὑπερσυντελίκου, ὃς δηλοῖ τὸ ἦλθον. ὡς γὰρ ἐνταῦθα τὸ ᾖεν ἀπὸ τοῦ ἤϊεν, οὕτω καὶ ἠΐειν καὶ συναιρέσει ᾔειν προσγραφομένου τοῦ ι.

(v. 372) Ὅτι Πανδίων τις ὁμώνυμος τῷ πάλαι Ἀττικῷ ἥρωϊ ἐνταῦθα φέρει Τεύκρου καμπύλα τόξα, οἷς ὁ Τεῦκρος βαλεῖ Γλαῦκον ἐπεσσύμενον τείχεος. Φέρει δὲ ὁ ῥηθεὶς τὰ τοῦ ἥρωος τόξα οὐ διὰ μαλακίαν, ἀλλ' ὅτι ἔοικεν ἑτεροίως ὁ Τεῦκρος ὡπλίσθαι. ἐν γοῦν τοῖς ἑξῆς οὐ τόξοις χρώμενον αὐτὸν παρεισάγει Ὅμηρος, ἀλλὰ ὁπλίτην ἄλλως. καὶ ἔστι κἀνταῦθα παράδειγμα τῶν κατὰ τὸ σιωπώμενον παρὰ τῷ ποιητῇ γινομένων.

(v. 374) Ὅτι ἐπικουρίας ἀναγκαίας δηλωτικὸν τὸ "ἐπειγομένοισι δ' ἵκοντο"

(v. 375 s.) Ὅτι ὁπηνίκα οἱ Αἴαντες ἐπὶ τὸν τοῦ Μενεσθέως πύργον ἵκοντο, τηνικαῦτα ἴφθιμοι Λυκίων ἡγήτορες ἐπὶ ἐπάλξεις βαῖνον ἐρεμνῇ λαίλαπι ἶσοι. παραβολὴ δὲ κἀνταῦθα συντομωτάτη, οἰκείως τοῖς φραζομένοις, ὡς καὶ ἐπὶ Νέστορος πρὸ τούτων, καὶ ἄλλου δέ τινος.

(v. 377) Λέγει δὲ ὁ ποιητὴς καὶ ὅτι συνεβάλοντο μάχεσθαι, [408] ὅπερ ἐνεργητικῶς εἶπε πρὸ ὀλίγου ἐν τῷ "σὺν δ' ἔβαλον Λαπίθαι". ἀπὸ τούτων δὲ καὶ ἡ κατὰ πόλεμον συμβολή. Ἡ δὲ ἐνταῦθα ἐρεμνὴ λαῖλαψ διὰ τὸν ἐν τοῖς ὁπλίταις μέλανα σίδηρον νέφος ἐν τοῖς πρὸ τούτων που εἴρηται. Ὡς δὲ τὸ συνεβάλοντο νόησίν τινα σημαίνει παρὰ τοῖς μεθ' Ὅμηρον, δηλοῖ τὸ "συνεβάλετο τὸν χρησμόν", ἤγουν ἐνόησεν.

(v. 379) Ὅτι καὶ Σαρπηδὼν λέγεται ὀξυτόνως, ὡς πολλαχοῦ φαίνεται, οὗ ἡ κλητικὴ ὁμοία, καὶ Σαρπήδων βαρυτόνως, οὗ γενικὴ Σαρπήδοντος πολλαχοῦ, ὡς καὶ ἐνταῦθα "Σαρπήδοντος ἑταῖρον" κατὰ τὸ λέοντος, καὶ κλητικὴ Σαρπῆδον μετὰ συστολῆς, ὡς τὸ ὦ λέον. ἔστι δὲ στοχάσασθαι Αἰολικῶς βαρυτονηθῆναι τὸ Σαρπήδων Σαρπήδοντος.

(v. 380-386) Ὅτι ὁ Αἴας βάλλει ἄνωθέν τινα "μαρμάρῳ ὀκρυόεντι, ὅ ῥα", ἤγουν ὃς δή, "τείχεος ἐντὸς κεῖτο μέγας παρ' ἔπαλξιν ὑπέρτατος. οὐδέ κέ μιν ῥέα χείρεσσιν ἀμφοτέραις", ἢ χειρί γε τῇ ἑτέρῃ, "ἔχοι", τουτέστι κρατοίη ἢ φέροι "ἀνὴρ οὐδὲ μάλ' ἡβῶν, οἷοι νῦν βροτοί εἰσιν· ὃ δ' ἂρ ὑψόθεν ἔμβαλ' ἀείρας, θραῦσε δέ οἱ", ἢ θλάσσε, "τετράφαλον κυνέην, σὺν δ' ὀστέ' ἄραξε πάντ' ἄμυδις κεφαλῆς· ὃ δ' ἂρ ἀρνευτῆρι ἐοικὼς κάππεσ' ἀφ' ὑψηλοῦ πύργου, λίπε δ' ὀστέα θυμός".

(v. 380) Ἰστέον δὲ ὅτι ἐν τῷ "μαρμάρῳ" λείπει τὸ λίθῳ. διὸ καὶ ἀρσενικῶς εἴρηται, ὡς δηλοῖ τὸ "ἔκειτο μέγας ὑπέρτατος". Δῆλον δ' ὅτι λίθου εἶδος ὁ μάρμαρος, ὡς καὶ ὁ πῶρος καὶ ὁ μυλίας καὶ εἴ τις ἄλλος.

(v. 381) Ὑπέρτατος δὲ ὁ τοῦ αὐτόθι σωροῦ τῶν λίθων ὑπερκείμενος. τούτου δὲ συγκοπὴ ὁ ὕπατος.

(v. 383) Τοῦ δὲ ἐνέβαλεν οὐκ ἔστι καιριωτέραν λέξιν εὑρεῖν, οὔτε τὸ ἐπαφῆκεν οὔτε τὸ ἐπέρριψεν οὔτ' ἄλλο τι. Τὸ δὲ "ἀείρας" ἀντὶ τοῦ μετεωρίσας τὴν χεῖρα, ἵνα βιαιοτέρα γένηται ἡ πληγή.

(v. 382) Διὸ καὶ χείρεσσιν ἀμφοτέραις αὐτὸν ἔχει κατὰ Ἀρίσταρχον, ὃς μέμφεταί, φασί, τοὺς γράψαντας "χειρί γε τῇ ἑτέρῃ", ὡς οὐδέν τι μέγα εἰπόντας περὶ τοῦ Αἴαντος.

(v. 384) Τετράφαλος δὲ καὶ νῦν ἡ ἔχουσα τέσσαρας φάλους ἢ φάληρα. φάληρα γὰρ οὐ μόνον παραγναθίδες ἵππων καὶ χαλινά, ἀλλὰ καὶ τὰ ἐπὶ τῇ περικεφαλαίᾳ κόσμια. [Τοῦ δὲ συνάραξεν οὐκ ἔστι καιριωτέραν εὑρέσθαι λέξιν, ἧς ἀρετὴ καὶ τὸ τραχύφωνον, οἰκεῖον ὂν τῇ τῶν ὀστῶν θλάσει καὶ θραύσει. ἐξ αὐτῆς δὲ καὶ οἱ καταράκται. δοκεῖ δὲ γίνεσθαι ἀπὸ τοῦ Ἄρης, ὁ σίδηρος.] [409]

(v. 385) Ἀρνευτῆρα δὲ λέγει τὸν κυβιστητῆρα, ὡς καὶ ἀλλαχοῦ, παρὰ τοὺς ἄρνας, οἳ ἐν τῷ προϊέναι ὡσανεὶ κυβιστῶσι τὸν ἀέρα κυρίττοντες. Ἕτεροι δὲ τὸν δελφῖνά φασιν ἀρνευτῆρα, ὁ γὰρ ἄρρην δελφὶς ἐπὶ κεφαλήν, φασίν, ἵεται γαλήνης οὔσης.

(v. 386) Τὸ δὲ "λίπε δ' ὀστέα θυμός" δηλοῖ καὶ ἐν τοῖς ὀστέοις τῶν ζώντων ψυχικόν τι πνεύμα παρεσπάρθαι, ὡς καὶ ὁ φιλόσοφος, φασί, Ποσειδώνιος λέγει ἐν τῷ Περὶ ψυχῆς. Ἰστέον δὲ ὡς, εἰ καὶ μετ' ὀλίγα τὸν Ἕκτορα ἐρεῖ μείζονα λίθον βαλεῖν κατὰ τῶν Ἑλληνικῶν πυλῶν, ἀλλ' ὅμως τὴν τοῦ ἥρωος ἐκεῖ καταβάλλει γενναιότητα διὰ τοῦ εἰπεῖν, ὅτι τῷ Ἕκτορι ἐλαφρὸς ἐκ τοῦ Διὸς ὁ λίθος ἐγένετο, οἷα τοῦ μὲν Αἴαντος φύσει τὸ τῆς ἀνδρίας ἁπλοῦν αὐχοῦντος, Ἕκτορος δὲ ἐκ Διὸς θέσει τὸ διπλάζον ἐν τοῖς τοιούτοις ἔχοντος.

(v. 383) Ὅρα δὲ τὸ "οἷοι νῦν βροτοί" δηλοῦν, ὡς καὶ ἐν ἄλλοις, τὸ μεταχρόνιον τοῦ ποιητοῦ, ὡς μὴ κατὰ τὸν Τρωϊκὸν πόλεμον ὄντος.

(v. 387-391) Ὅτι ὁ Τεῦκρος Γλαῦκον κρατερὸν "ἰῷ ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο, ᾗ ῥ' ἴδεν", ἤγουν ὅπου δὴ ἐθεάσατο, "γυμνωθέντα βραχίονα, παῦσε δὲ χάρμης. ἂψ δ' ἀπὸ τείχεος ἆλτο λαθών, ἵνα μή τις Ἀχαιῶν βλήμενον ἀθρήσειε καὶ εὐχετόῳτο", τουτέστιν εὔχοιτο καὶ κατακαυχῷτο, "ἐπέεσσι". Καὶ ὅρα ὅτι εὐγενῶς καὶ ὁ Γλαῦκος αἰδούμενος ἐπικρύπτει τὴν πληγήν, καθά που καὶ ὁ Διομήδης βληθεὶς πρὸ τούτων διαμπερὲς ἐπιγραφῆναι εἶπε τὸν ταρσόν, συγκρύπτων καὶ αὐτὸς τὸ τραῦμα, ἵνα μὴ εἰς τέλος ὁ Πάρις αὐχήσοι κατ' αὐτοῦ. Σημείωσαι δὲ καὶ ὅτι κἀνταῦθα σχῆμά ἐστι σιωπῆς. ὡς μὲν γὰρ ὁ Πανδίων ἔφερε τὰ τοῦ Τεύκρου τόξα, εἶπεν Ὅμηρος, ὡς δὲ καὶ ὁ Τεῦκρος ἔλαβεν αὐτά, ἐσίγησεν, ἀρκεσθεὶς εἰπεῖν μόνον τὸ ἀποτέλεσμα, ὡς ἔβαλε τὸν Γλαῦκον ὀϊστῷ, λαβὼν δηλαδὴ πρότερον τὰ τόξα.

(v. 388) Τὸ δὲ "ἐπεσσύμενον τείχεος" ἀντὶ τοῦ κατεπεμβαίνοντα τοῦ τείχους.

(v. 389) Τὸ δὲ "ᾗ ῥ' ἴδε" τί ἂν δέοιτο τοῦ ῥα συνδέσμου, εἰ μὴ ὁ ποιητὴς προσπαθῶς εἶχε τῇ ἐξ αὐτοῦ τραχυφωνίᾳ;

(v. 394-396) Ὅτι οὐ Κάλχας μόνον Θεστορίδης, ἀλλὰ καί τις Ἕλλην Ἀλκμάων, ὃν ἐνταῦθα Σαρπηδὼν ἀμύνων τῷ Γλαύκῳ "δουρὶ τυχήσας ἔνυξεν, ἐκ δ' ἔσπασεν ἔγχος, ὃ δ' ἑσπόμενος πέσε δουρὶ πρηνής. ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ".

(v. 395) Καὶ ὅρα τὸ "ἑσπόμενος δουρί" γλυκέως καὶ αὐτὸ λεχθέν, ὡς εἴπερ ὁ Ἀλκμάων ἑκὼν ἐπηκολούθει ἐμψύχῳ τινί. Καὶ ἔστιν ἐντεῦθεν ληφθὲν τὸ "καὶ ἡ χεὶρ τοῦ νεκροῦ ἐπηκολούθησεν", ὅ φησι Ξενοφῶν.

(v. 396) Βράχε δὲ τὰ ὅπλα ἄλλως μέν, μάλιστα δὲ διὰ [410] τὸ ὑψόθεν καταπεσεῖν. [Εἴη δ' ἂν ἐνεστὼς τὸ τοιοῦτον ῥῆμα, ἵνα τῇ διὰ τοῦ ἄλφα προφορᾷ διαφέρει τοῦ βρέχειν, ὃ πρωτοθέτως ἐπὶ ὑετοῦ λεγόμενον ἐκεῖθεν καὶ ἐπὶ τοὺς πέρα τοῦ μετρίου οἰνοποτοῦντας μετήνεκται, ὡς ἐν ἄλλοις δηλοῦται.]

(v. 397-405) Ὅτι Σαρπηδὼν κάτωθεν διὰ τὸ τοῦ τείχους, ὡς προερρέθη, ταπεινὸν "ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσι ἕλκεν, ἣ δ' ἕσπετο πᾶσα διαμπερές, αὐτὰρ ὕπερθε τεῖχος ἐγυμνώθη, πολέεσσι δὲ θῆκε κέλευθον. τὸν δὲ Αἴας καὶ Τεῦκρος ὁμαρτήσαντες", ἤγουν ὁμοῦ ἀραρότες καὶ συνασπίσαντες, "ὃ μὲν ἰῷ βεβλήκει τελαμῶνα περὶ στήθεσσι φαεινὸν ἀσπίδος ἀμφιβρότης, Αἴας δ' ἀσπίδα νύξεν ἐπάλμενος. ἣ δὲ διαπρὸ ἤλυθεν ἐγχείη". Ἐν μέσῳ δὲ τούτων κεῖται τὸ "ἀλλὰ Ζεὺς κῆρας ἄμυνε παιδὸς ἑοῦ, μὴ νηυσὶν ἐπὶ πρύμνῃσι δαμείη". Τοῦτο δὲ προαναφώνησίς ἐστιν ἐπὶ παραμυθίᾳ φιλέλληνος ἀκροατοῦ, ὡς εἰ καὶ μὴ νῦν πρὸς ταῖς ναυσίν, ἀλλαχοῦ γοῦν ἐν τῇ πεδιάδι πεσουμένου τοῦ Σαρπηδόνος. ἐπίτηδες γὰρ ὁ ποιητὴς αὔξει ὥσπερ τὰ τοῦ Ἕκτορος ἐν τῇ ἄρτι τειχομαχίᾳ, οὕτω καὶ τὰ τοῦ Σαρπηδόνος, ὡς καὶ προεδηλώθη, διά τε τὸν Ἀχιλλέα διά τε τὸν Πάτροκλον, ὡς ἂν οἱ ὕστερον ἀνελόντες Πάτροκλος μὲν Σαρπηδόνα, Ἕκτορα δὲ Ἀχιλλεύς, δοκοῖεν μεγαλεῖον ἀνδραγαθίας ἐνδείξασθαι.

(v. 405-407) Ὅρα δὲ οὐ μόνον τὴν φιλάδελφον σύμβασιν Αἴαντος καὶ Τεύκρου, ἀλλὰ καὶ τὴν τοῦ Σαρπηδόνος ἐπὶ οἰκείῳ κακῷ πολλὴν ἀνδρίαν καὶ παραμονήν, ὃς ὑπὸ τοιούτων βληθεὶς καὶ νυχθεὶς οὐ φεύγει προτροπάδην, ἀλλὰ βραχύ τι ἀναχωρεῖ. Φησὶ γὰρ "στυφέλιξε δέ μιν μεμαῶτα, χώρησε δ' ἄρα τυτθὸν ἐπάλξιος, οὐδ' ὅ γε πάμπαν χάζετο, ἐπεί οἱ θυμὸς ἔλπετο κῦδος ἀρέσθαι". Σημείωσαι δὲ ὅτι οὐκ ἠναντίωται πρὸς τὸ ταπεινὸν εἶναι τὸ τεῖχος, εἰ φθάσας ὁ ποιητὴς ἐν δυσὶ τόποις ὑψηλὸν αὐτὸ εἶπεν, ἐν τῷ "κάππεσ' ἀφ' ὑψηλοῦ πύργου", καὶ ἐν τῷ "ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο". Εἰκὸς γὰρ τῆς τοῦ λοιποῦ τείχους πτέρυγος ταπεινοτέρας οὔσης, ὑψηλοὺς εἶναι, ὡς καὶ προδεδήλωται, τῶν τινας πύργων.

(v. 398 s.) Ὅρα δὲ καὶ τὸ "ἔπαλξις ἕσπετο", ὡς ἐπὶ ἐμψύχου καὶ αὐτὸ ῥηθέν, ὡς εἴπερ ἐπιταχθεῖσα ἠκολούθησε κατὰ τὸν ἀνωτέρω ῥηθέντα νεκρόν. Ἔστι δὲ τοῦτο γλυκύτερον τοῦ "ὃ δ' ἑσπόμενος δουρὶ ἔπεσεν". [411] ἐκεῖ γὰρ ὁ ἀκολουθήσας Ἀλκμάων, ἐξ οὗ καὶ ὁ Ἀλκμὰν καὶ ὁ Ἀλκμαίων, ἄνθρωπος ἦν.

(v. 399) Γλυκὺ δὲ καὶ τὸ γυμνωθῆναι ἐπὶ τοῦ τείχους ῥηθέν. κυρίως γὰρ ἐπὶ σώματος, ὡς τὸ "γυμνώθη βραχίονα" ὁ Γλαῦκος, καὶ "γυμνώθη ῥακέων Ὀδυσσεύς". γύμνωσις γὰρ ἡ τῶν γυίων μόνωσις. Κέλευθος δὲ καὶ νῦν ἀριδήλως, ὡς καὶ κατωτέρω, ἡ ἁπλῶς ὁδός, οὐ μὴν ἡ ἐφ' ὑγρᾶς.

(v. 400) Τὸ δὲ "Αἴας καὶ Τεῦκρος", ὁ μὲν ἐποίησε τόδε, ὁ δὲ τόδε, σύνηθες Ὁμήρῳ σχῆμα. μὴ ἔχων γὰρ μηδ' ἐνταῦθα κοινὸν ῥῆμα ἐπιφωνῆσαι ἀμφοῖν διὰ τὸ τοῦ ἔργου διάφορον, ὁ μὲν γὰρ βεβλήκει, ὁ δὲ ἔνυξεν, ἀνέλυσε τὴν δυϊκὴν εὐθεῖαν εἰς δύο ἑνικὰς καὶ οὕτως ἀμφοτέροις ἀπέδωκεν ἰδίᾳ τὸ οἰκεῖον ἔργον, Τεύκρῳ μὲν τὸ βεβληκέναι τὸν Σαρπηδόνα, Αἴαντι δὲ τὸ νύξαι.

(v. 401) Καλῶς δὲ τὴν βολὴν τοῦ περὶ τὸ στῆθος τελαμῶνος τῷ Τεύκρῳ δέδωκε καὶ οὐ τῷ Αἴαντι, ὃν εἴωθε Τελαμωνιάδην καλεῖν, ἵνα μηδὲ ἔμφασιν ὑποτείνῃ ὑποκένου παρηχήσεως διὰ τῆς τοῦ τελαμῶνος ὑπὸ τοῦ Τελαμωνιάδου βολῆς.

(v. 409-412) Ὅτι ἐρεθισμὸς ὑπὸ στρατηγοῦ μόνου προκινδυνεύοντος εἰς πόλεμον τὸ ὑπὸ Σαρπηδόνος ἐνταῦθα πρὸς Λυκίους λεχθέν "ὦ οἱ δεῖνα, τί τ' ἂρ ὧδε μεθίετε θούριδος ἀλκῆς; ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι μούνῳ ῥηξαμένῳ θέσθαι παρὰ νηυσὶ κέλευθον· ἀλλ' ἐφομαρτεῖτε· πλεόνων δέ τοι ἔργον ἄμεινον". τοῦτο δὲ γνωμικῶς ἐρρέθη. καὶ ἔστιν ὅμοιόν τι καὶ παρ' Ἡσιόδῳ, ἔνθα τὴν τῶν πλειόνων παίδων ἐπιθήκην μείζονα λέγει.

(v. 411) Ὅρα δὲ καὶ τὸ "ῥηξαμένῳ" γοργῶς λεχθέν, οὐ γὰρ εἶπε τεῖχος ῥηξαμένῳ ἢ πύλας ἢ λαόν, ἀλλὰ σιωπήσας ἀφῆκε ταῦτα νοεῖσθαι οὐ μόνον διὰ σπουδὴν λόγου, ἀλλὰ καὶ σεμνότερον καὶ ἐμφαντικώτερον. ἐντελῶς δὲ μετ' ὀλίγα φράσει ἐν τῷ "τεῖχος ῥηξάμενοι", ὡς καὶ πρὸ ὀλίγων "πύλας ῥήξαντες", καὶ ἐν τοῖς ἑξῆς "ῥήγνυσθε τεῖχος". δῆλον δὲ ὡς ὁ τοιαῦτα ποιῶν καὶ μᾶλλον ὁ λαὸν ῥηγνὺς ῥηξήνωρ λέγεται.

(v. 413-416) Κεῖται δ' ἐν τούτοις καὶ τὸ "ἐπέβρισαν" πάλιν ἐπὶ Λυκίων, καὶ τὸ καρτῦναι ἀντὶ τοῦ κρατῦναι, πυκνῶσαι, στερεῶσαι. Φησὶ γὰρ "οἳ δὲ ἄνακτος ὑποδδείσαντες ὁμοκλὴν μᾶλλον ἐπέβρισαν βουληφόρον ἀμφὶ ἄνακτα. Ἀργεῖοι δ' ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας τείχεος ἔνδοθεν". Δοκεῖ δὲ ἄλλως ἐνταῦθα κεῖσθαι τὸ ἔβρισαν ἤπερ πρὸ ὀλίγου. ἐκεῖ μὲν γὰρ ἀπολύτως καὶ ἁπλῶς ἐρρέθη, ὡς ἔβρισαν οἱ Λύκιοι, ἐνταῦθα δὲ "ἔβρισαν ἀμφὶ ἄνακτα", ἤγουν μετὰ τῆς συνήθους βαρύτητος ἦλθον εἰς τὸν Σαρπηδόνα. κατὰ τῶν Ἀχαιῶν μέντοι αὐτοῖς καὶ νῦν ἡ βαρύτης.

(v. 4213) Ὅτι θέλων δηλῶσαι [412] τὴν συστάδην ἀμετακίνητον μάχην Ἀχαιῶν τε καὶ Τρώων ἐπὶ μεσολαβοῦντι ὀλίγῳ μεταιχμίῳ, τῇ τοῦ τείχους δηλαδὴ περιγραφῇ, καὶ οὐδὲ ὅλου τείχους ‑ ἐπάλξεις γὰρ μόναι διεῖργον αὐτούς ‑ , εἰκάζει τὰ δύο στρατεύματα δύο ἀνδράσι μαχομένοις ἀμφὶ ὁροθεσίοις καί φησι "μέγα δέ σφισι φαίνετο ἔργον", τὸ σταδαῖον δηλαδὴ τῆς μάχης καὶ ἰσοπαλές.

(v. 417-424) Ὃ ἐφερμηνεύων ἐπάγει "οὔτε γὰρ ἴφθιμοι Λύκιοι Δαναῶν ἐδύναντο τεῖχος ῥηξάμενοι θέσθαι παρὰ νηυσὶ κέλευθον, οὔτε ποτ' αἰχμηταὶ Δαναοὶ Λυκίους ἐδύναντο τείχεος ἂψ ὤσασθαι, ἐπεὶ τὰ πρῶτα πέλασθεν, ἀλλ' ὥς τ' ἀμφ' οὔροισιν", ἤγουν περὶ ὅρων γῃδίου, "δύ' ἀνέρε δηριάασθον μέτρ' ἐν χερσὶν ἔχοντες ἐπιξύνῳ ἐν ἀρούρῃ, ὥ τ' ὀλίγῳ ἐνὶ χώρῳ ἐρίζητον περὶ ἴσης, ὣς ἄρα τοὺς διέεργον ἐπάλξιες". Καὶ ἔστι θαυμασία καὶ ἀμίμητος ἡ παραβολὴ τά τε ἄλλα καὶ διὰ τὸ ὀλίγιστον τοῦ μεταξὺ χωρίου, ὅ ἐστι μεταιχμίου, ὃ φέρει πολλὴν ὁμοιότητα πρὸς ἐπιμήκη καὶ στενὸν γῃδίου περιορισμόν.

(v. 422) Μέτρα δέ φασιν ἐνταῦθα οἱ παλαιοὶ τὰς τὴν γῆν μετρούσας ἀκαίνας, αἷς τὰ πολεμικὰ ἐοίκασιν ἀκόντια, ὥσπερ αὖ πάλιν αἱ διείργουσαι τὸν στρατὸν ἐπάλξεις ἀναλογοῦσι λίθοις, οἳ ἐνιαχοῦ τίθενται ἔμμεναι οὖρον ἀρούρης. Κάμακες δέ τινες αἱ ῥηθεῖσαι ἄκαιναι, στερίσκουσαι τοῦ καίνεσθαι τοὺς ἐρίζοντας περὶ γῆς, οἷς δι' αὐτῶν ἡ ἴση εὑρίσκεται.

(v. 423) Τὸ δὲ "περὶ ἴσης" δηλοῖ μὲν τὴν ἰσομοιρίαν, ἐμφαίνει δὲ καί, ὅτι νοῦν ἡ παραβολὴ αὕτη ἔχει ὁποῖον καὶ τὸ "ἐπὶ ἶσα τὴν μάχην τανυσθῆναι", καὶ τὸ "ἴσας ὑσμίνῃ κεφαλὰς ἔχειν", πλὴν ὅσον ἐκεῖνα μὲν ἀνεξέργαστα, ἐνταῦθα δὲ διὰ παραβολῆς ὁ ἐκεῖ νοῦς ἐπεξείργασται.

(v. 419) Ὅρα δὲ τὸ "ἐδύναντο" δὶς ῥηθὲν διὰ τὸ καίριον. ἐρεῖ δὲ αὐτὸ καὶ μετ' ὀλίγα, ὅπερ οἱ ὕστερον ἐκτείνοντες οὐκ ἀναλόγως τὴν ἄρχουσαν "ἠδύναντο" φασίν, ὡς καὶ ἀλλαχοῦ σεσημείωται.

(v. 421) Τοῦ δὲ "δηριάασθον" ἑρμηνεία τὸ "ἐρίζητον".

(v. 422) Ἐπίξυνον δὲ ἄρουραν ἢ τὸν ὅρον ἔστι νοεῖν, περὶ οὗ ἡ δῆρις, ὅ ἐστιν ἡ ἔρις, ἢ καὶ τὴν ἐπιμεριζομένην γῆν, ἵνα ἐκ κοινότητος ἰδιάσῃ τοῖς ἐρίζουσι.

(v. 423) Τὸ δὲ "ὀλίγῳ ἐνὶ χώρῳ" τὸ καιριώτατόν ἐστι τῆς παραβολῆς, πρὸς ὃ καὶ μόνον αὐτὴ παρείληπται.

(v. 425 s.) Ὅτι καὶ ἐνταῦθα φανερῶς διαφορά ἐστιν ἀσπίδος καὶ λαισηΐου. Φησὶ γὰρ "οἳ δ' ὑπὲρ ἐπάλξεων [413] δῄουν, ἢ δηΐουν, "ἀλλήλων ἀμφὶ στήθεσσι βοείας ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα", ὅ ἐστιν ἐλαφρά. Καί εἰσι κατὰ τοὺς παλαιοὺς λαισήϊα τὰ ἐν τῇ λαιᾷ φερόμενα Ἀμαζονικά, ἐξ ἀκατεργάστων ὄντα βυρσῶν. ὅτι δὲ καὶ παρὰ τὸ λάσιον οὕτω καλοῦνται, ἀλλαχοῦ εἴρηται. Τὸ δὲ "βοείας ἀσπίδας" ἔοικε πρὸς διαφορὰν ἑτέρων εἰρῆσθαι, ἄβυρσος γοῦν ἡ τοῦ Ἀχιλλέως. Ἡ δὲ ἱστορία καὶ λινέας ἀσπίδας οἶδε καὶ πλεκτάς, καὶ ἰτέας δέ τινας ἀσπίδας Αἴλιος Διονύσιος ἱστορεῖ φέρων καὶ χρῆσιν ἐξ Ἀριστοφάνους ταύτην "ἀνὴρ πεδήτης ἰτέαν ἐνημμένος". ὅτι δὲ καὶ ἡ πέλτη ἀσπὶς ἦν δέρματι κεκαλυμμένη αἰγὸς ἢ οἰός, προείρηται. εἰ δὲ τὸ εὐκύκλους ἐνταῦθα μόναις ταῖς ἀσπίσι προσλογισθείη, οὐ μὴν καὶ τοῖς λαισηΐοις, εἴη ἂν ἡ πέλτη, αὐτὸ δὴ τοῦτο λαισήϊον, οὔτε ἴτυν ἔχουσα καὶ δέρμασι περιεσταλμένη, ὡς δεδήλωται.

(v. 427-429) Ὅτι προθέμενος εἰπεῖν ὡς τῶν μαχομένων πολλοὶ μὲν οὐτάζοντο φεύγοντες, πολλοὶ δὲ καὶ ἱστάμενοι ἀντιπρόσωποι, σχηματίζει ἐν περιφράσει καινότερον καί φησι "πολλοὶ δ' οὐτάζοντο κατὰ χρόα νηλέϊ χαλκῷ, ἠμὲν ὅτῳ στρεφθέντι μετάφρενα γυμνωθείη μαρναμένων, πολλοὶ δὲ διαμπερὲς ἀσπίδος αὐτῆς", τουτέστιν, [ὁ μέν τις τὰ μετάφρενα στρέψας ἐν τῷ μάχεσθαι καὶ γυμνώσας, πολλοὶ δὲ καὶ διὰ τῆς ἀσπίδος σκεπούσης τὰ ἔμπροσθεν. καὶ ἔστι τὸ σχῆμα ὅμοιον ὡς καὶ εἴ τις μέλλων εἰπεῖν, ὅτι πολλοὶ ἔθνῃσκον, οἱ μὲν φαῦλοι, οἱ δὲ ἐσθλοί, εἴπῃ ὡς πολλοὶ ἔθνῃσκον, καὶ ὅσοις φαύλως εἶχεν ἡ ψυχή, πολλοὶ δὲ καὶ σπουδαίως ζῶντες. προσφυῶς δὲ τῷ ὑποκειμένῳ ταράχῳ καὶ τὴν φράσιν ὁ ποιη]τὴς καινῷ σχήματι συνετάραξε. Σημείωσαι δὲ ὅτι δοκεῖ μὲν ὁ ποιητὴς ἀπὸ πληθυντικοῦ τοῦ "πολλοὶ οὐτάζοντο" μεταβῆναι εἰς ἑνικὸν τὸ "ὅτῳ στρεφθέντι", ἔστι δὲ ὅμως καὶ τὸ τοιοῦτον δυνάμει πληθυντικόν. ὡς γὰρ τὸ τίς, ἀόριστον ὄνομα, καθότι ἀορισταίνει, τοῦτον καὶ ἐκεῖνον καὶ ἄλλον δηλοῖ καὶ ὁμοῦ πλῆθος ἤτοι πολλούς, οὕτω καὶ τὸ ὅτῳ ἀντὶ τοῦ ᾧτινι. ἀόριστον γὰρ καὶ τὸ ὅστις, καθὰ καὶ τὸ τίς.

(v. 427) Τὸ δὲ "νηλέϊ χαλκῷ" ὡς ἐπὶ ἐμψύχου φανερῶς καὶ νῦν καὶ πανταχοῦ. οὗ γὰρ ἕξις ἐλεεῖν, ἐκεῖ καὶ στέρησις τοῦ αὐτοῦ, καθὰ καὶ ἐπὶ τοῦ νωδοῦ καὶ τοῦ τυφλοῦ καὶ τῶν ὁμοίων νοεῖται. χαλκὸς δὲ μὴ πεφυκὼς ἐλεεῖν οὐκ ἂν κυρίως οὐδὲ νηλεὴς λέγοιτο.

(v. 430 s.) Ὅτι σὺν [414] τοῖς ἀνωτέρω ῥηθεῖσι πολὺν φόνον δηλοῖ καὶ τὸ "πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶν ἐρράδατ' ἀμφοτέρωθεν", ἤγουν "ἀπὸ Τρώων" φησὶ "καὶ Ἀχαιῶν". Ὡς γὰρ οἱ ἀμφ' οὔροις, ὡς ἐρρέθη, μαχόμενοι περὶ τὸ ὁροθέσιον χέοιεν ἂν αἵματα, εἰ τραυματίζονται, οὕτω καὶ Ἀχαιοὶ καὶ Τρῶες, οὓς αἱ ἐπάλξεις καὶ μόναι διεῖργον, τὸ τεῖχος ἂν μιαίνοιεν αἵματι πίπτοντες. καὶ ἔστι τοῦτο μὲν ἐπίτασις τοῦ "πολλοὶ δ' οὐτάζοντο", ἐκεῖνο δὲ τοῦ ῥηθέντος ἀνωτέρω, ἤγουν τοῦ "ἐδῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας ἀσπίδας". Ἀκμάζει γὰρ ὅσον καὶ ὅσον προϊὼν καὶ ἐν τοῖς τοιούτοις ὁ ποιητὴς καὶ μεγεθύνει τὸ ἔργον, ἵνα πιθανολογηθῇ ἡ τοῦ τείχους ῥῆξίς τε καὶ ὑπέρβασις. Καὶ σημείωσαι ὅτι διὰ τὸ οὕτω πολὺ τοῦ φόνου φθάσας ὁ ποιητὴς ἀργαλέον εἶπεν αὐτῷ εἶναι τὰ τοιαῦτα πάντα εἰπεῖν. φάναι μὲν γὰρ ἐν τῷ καθόλου καὶ ἀορίστως, ὅτι ἐδῄουν ἀμφὶ στήθεσσιν ἀσπίδας καὶ πολλοὶ οὐτάζοντο καὶ πανταχοῦ οἱ πύργοι αἷμα εἶχον, ῥᾴδιόν ἐστιν, μερικεῦσαι δὲ τὰ πάντα καθ' ἕκαστον, εἰσάγαν δυσχερές.

(v. 431) Τὸ δὲ θέμα τοῦ "ἐρράδατο" Ἰωνικοῦ ῥήματος ῥάζω φασὶν οἱ παλαιοί, ὅπερ τὸ ῥαίνω δηλοῖ, ἐξ οὗ καὶ ἐν Ὀδυσσείᾳ τὸ "ῥάσατε δ' ὕδωρ". καὶ γίνεται ἐκ τοῦ ἔρραστο ἑνικοῦ τρίτου προσώπου παθητικοῦ ὑπερσυντελίκου ἀποβολῇ τοῦ σ καὶ πλεονασμῷ τῆς δα συλλαβῆς, ὁμοίως τῷ ὠνόμασται ὠνομάδαται, ἐρήρεισται ἐρηρέδαται.

(v. 433) Ὅτι τὸ τῶν μαχομένων ἰσοπαλὲς καί, ὡς εἰπεῖν, ἀτάλαντον ἐν ἄλλοις μὲν ἄλλως ἔφρασεν, ὡς καὶ πρὸ ὀλίγου δεδήλωται, νῦν δὲ ἑτεροίως λέγων σαφέστερον παραβάλλει ταλαντούχῳ γυναικὶ τὰ στρατεύματα καί φησιν, ὡς οὐκ ἐδύναντο φόβον Τρῶες ποιῆσαι Ἀχαιῶν, "ἀλλ' ἔχον ὥς τε τάλαντα γυνὴ χερνῆτις ἀληθής, ἥ τε σταθμὸν ἔχουσα καὶ εἰρίον ἀμφὶς ἀνέλκει ἰσάζουσα, ἵνα παισὶν ἀεικέα μισθὸν ἄρηται· ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε". Καὶ ὅρα τὸ "μάχη πόλεμός τε" ἢ ὡς διάφορα καὶ νῦν τεθέντα ἢ καὶ ὡς ταὐτοδύναμα, καὶ ὅτι εἰπὼν "ἐπὶ ἶσα", οὗ ἕνεκα τὸ τάλαντον εὕρηται, παρεσημήνατο κατὰ τοῦτο καὶ μόνον τὴν παραβολὴν ἁρμόττειν τοῖς νῦν τοῦ πολέμου ἔργοις, τὰ δὲ λοιπὰ εἰς τὸ παντελὲς ἀπεμφαίνειν. οὐδὲν γάρ τι ὅλως κοινὸν ἕτερον τῷ κατὰ τὴν ἔριθον γυναῖκα ἔργῳ καὶ τῷ οὕτω μεγάλῳ πολέμῳ

(v. 437 s.) Ἐπάγει [δὲ ὁ ποιητὴς τῷ ἶσα τὰ τῆς μάχης εἶναι τὸ "πρίν γ' ὅτε δὴ Ζεὺς κῦδος ὑπέρτερον Ἕκτορι δῶκε Πριαμίδῃ ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν". Τότε γὰρ οὐκ ἐπὶ ἶσα τὰ τῆς μάχης τέταται, ἀλλὰ τῶν τοῦ Διὸς ταλάν]των βρισάντων τὸ μὲν κάτω δυστυχῶς ῥέπει, [415] ὡς καὶ ἀλλαχοῦ λογογραφεῖ ὁ ποιητής, τὸ δὲ ἄνω αἴρεται καὶ ὑπέρτερον γίνεται, ὡς τοῦ μὲν Ἕκτορος ὑψωθέντος καὶ κῦδος ἄνωθεν λαβόντος ὑπέρτερον, τῶν Ἑλλήνων δὲ κάτω που μενόντων καὶ εἰς γῆν ταπεινουμένων. ποικίλως οὖν ὁ ποιητὴς ὥσπερ τὰ ἄλλα, οὕτω καὶ τὰς τῆς μάχης φράζει ῥοπάς.

(v. 433) Τάλαντα δὲ νῦν μὲν τὸ ὄργανον, [οὗ πάθος τὸ τάλαν εἶναι διὰ τὴν τοῦ βάρους ὁλκήν.] Ἀλλαχοῦ δὲ καὶ τὰ ἐν αὐτῷ σταθμιζόμενα, [δι' ὧν τάλας ἐστὶν ὁ σταθμός, οἷα πάσχων βάρος ἐξ αὐτῶν.] Χερνῆτις δὲ ἡ διὰ χειρῶν νήθουσα, ἔριον τυχόν, ἀφ' οὗ καὶ ἡ ἔριθος. ταύτης δέ ἐστι καὶ ἀρσενικόν. Φασὶ γοῦν οἱ παλαιοί· χερνήτης, λάτρις, χειροτέχνης, ἀπὸ χειρὸς ζῶν. καὶ πάλιν· χερνήτης, πένης, χειρόβιος. Ἐπαινεῖται δὲ ἡ τοῦ ζυγοῦ παραβολὴ ἐνταῦθα ἐπὶ ἰσότητι, οὗπερ οὐδὲν ἀκριβέστερον εἰς ἰσότητα. ὁμοίως ἐπαινεῖται καὶ ὡς οὔτε δέσποιναν εἰσάγει ταλαντεύουσαν ‑ αὐτὴν γὰρ οὐ πολλὰ λυπεῖ τὸ παρὰ βραχὺ ἶσον ‑ οὔτε θεράπαιναν. οὐδὲ γὰρ αὐτὴ λίαν ζητεῖ τἀκριβές. ἡ μέντοι ἀληθὴς χερνῆτις πάνυ τοῦτο ποιεῖ, οὔτε ἀποστερῆσαι θέλουσα, ὑπόκειται γὰρ ἀληθής, οὔτε αὐτὴ τοῦτο παθεῖν, πένησσα γάρ.

(v. 434) Ὥσπερ δὲ τάλαντον τό τε ὄργανον καὶ τὸ ταλαντευόμενον, οὕτω καὶ σταθμός. νῦν μέντοι ὥσπερ τὸ τάλαντον, οὕτω καὶ ὁ σταθμὸς ὀργανικῶς νοεῖται. [Καὶ ὑπάγεται λόγῳ πολυωνυμίας τὸ τάλαντον καὶ ὁ σταθμός καὶ τὰ παρὰ τοῖς ὕστερον, ἡ τρυτάνη καὶ ὁ ζυγός. δόξοι δὲ ἂν τάλαντα πληθυντικῶς εἰπεῖν τὰς δύο πλάστιγγας τοῦ σταθμοῦ, ὧν ἐστι καὶ τὸ τάλαν διὰ τὰ ἐπιτιθέμενα βάρη αὐταῖς. Γίνεται δὲ τῶν ῥηθεισῶν πέντε λέξεων τὸ μὲν τάλαντον, ὅθεν ἐρρέθη, τρυτάνη δὲ παρὰ τὸ τρύεσθαι, σταθμός δὲ παρὰ τὴν στάσιν, ἱστᾷ γὰρ ἐν ἰσότητι τὰς ὁλκὰς καθιστῶν τὸ ἄνισον, ζυγός δὲ κατὰ μεταφοράν, ὡς τῶν πλαστίγγων ἑνὶ κανόνι καθὰ ζυγῷ συνηγμένων, [416] πλάστιγγες δὲ διὰ τὸ κατ' αὐτὰς πλάτος.

(v. 434) Τὸ δὲ "σταθμὸν ἔχουσα" οὐ συστοιχεῖ τῷ "ἀλλ' ἔχον", ὅπερ ἀνωτέρω κεῖται. τοῦτο μὲν γὰρ σωματικὴν δηλοῖ ἐπαφήν, ἐκεῖνο δὲ ψυχικὴν ἀντοχήν. Ἰστέον δὲ ὅτι ὁ σταθμὸς ἐνταῦθα οὐ τάλαντον δηλοῖ ὁλικῶς, ἀλλά τινα ὁλκὴν ὄγκου, πρὸς ὃν ἀντισηκοῦσι τὰ σταθμώμενα, ὁποῖος καὶ ἡ λίτρα καὶ τὰ τοιαῦτα.] Εἴριον δὲ εἶπεν οὐχ' ὅτι μὴ καὶ λίνον ἡ χερνῆτίς ποτε ταλαντεύει, ἀλλ' ὡς ἐκ μέρους, ὃ πρῶτον ἡ ἀνθρωπικὴ εὗρε χρεία. προπαροξύνει δὲ Ὅμηρος ἀεὶ τὸ εἴριον ὡς λείριον. [Διὰ τί δὲ παρὰ τοῖς ὕστερον παροξύνεται, δηλοῦται ἀλλαχοῦ.] Τὸ δὲ ἀνέλκειν καιριωτάτη λέξις ἐνταῦθα, ἧς ἀνάπαλιν καθέλκειν τὸ κάτω ῥέπειν, ὡς δηλοῖ καὶ ὁ Κωμικὸς ἐν Βατράχοις. τῷ δὲ τοιούτῳ ῥήματι ᾠκείωται καὶ ἡ τῶν σταθμιζομένων ὁλκή, οἷον χρυσοῦ καὶ τῶν ὁμοίων.

(v. 435) Καιρίως δὲ πέφρασται καὶ τὸ ἰσάζουσα κατὰ κοινοτέραν διάλεκτον, [ἧς ἐστι καὶ τὸ μονάζω ἐκ τοῦ μονῶ, καὶ τὸ πετάζω ἐκ τοῦ πετῶ.] Τὸ δὲ "ἀεικέα μισθόν" δηλοῖ μὲν μισθώτριαν καὶ τὴν χερνῆτιν εἶναι, εὐτελίζει δ' ἐν τῷ καθόλου τὸ τοῦ μισθοῦ χρῆμα, ὡς ἀνελεύθερον ὂν μισθαρνεῖν. [Διόπερ Ἀθηναῖοι μεταλαβόντες τὸ μισθός εἰς θαῦμα, θαυμάζειν φασὶ τὸ διδόναι μισθόν, ὡς δηλοῖ καὶ παρὰ τῷ Κωμικῷ τὸ "χρὴ γὰρ ἀποθαυμάσαι τι τὸν διδάσκαλον", ὅπερ εὐφήμως ἐρρέθη ἀντὶ τοῦ μισθὸν δοῦναι, ὅπερ γίνεται τοῖς μισθὸν λαμβάνουσι, ταὐτὸν δ' εἰπεῖν μισθαρνοῦσιν. Ὅτι δὲ ἀεικὴς ὁ μισθός, δῆλον καὶ ἐκ τῆς ἐτυμολογίας αὐτοῦ. γίνεται γάρ, φασί, μισθὸς παρὰ τὸ μῖσος καὶ τὸ θῶ, τὸ τίθημι, οὗ δηλαδὴ μισητὴ ἡ θέσις, καὶ διὰ τοῦτο καὶ ἀεικής, διὰ τὸ δουλοποιὸν καὶ οἷον αἰκιστικόν, ὅπερ ἐκ τοῦ ἀεικοῦς κιρνώμενον παράγεται. Τῷ δὲ μισθῷ οἰκεῖον καὶ τὸ αἴρεσθαι. εἰ γὰρ καὶ μισητῶς τοῖς μισθαρνοῦσι τίθεται, ἀλλ' ὅμως ἀναγκαίως αἴρεται, καθότι καὶ ἀντίκειται τὸ τίθεσθαι καὶ τὸ αἴρεσθαι. διόπερ ὀρθῶς ἔφη τὸ "ἀεικέα μισθὸν ἄρηται". Ἴσως δὲ καὶ πρὸς ὁμοιότητα τοῦ ἀνέλκει ἔφη τὸ ἄρηται, ἵνα ᾖ ὅτι ἀνέλκει, [417] τουτέστιν αἴρει τάλαντα, ἵνα μισθὸν ἄρηται, ἀφ' ὧν, ἤγουν ἐκ τοῦ μισθός καὶ τοῦ αἴρειν, δοκεῖ γίνεσθαι τὸ μισθαρνεῖν, ὃ καὶ ἄλλως οὕτω λέγεται παρὰ τὸ μισθὸν ἄρνυσθαι, ἤγουν ἀντικαταλλάσσεσθαι.] Φασὶ δὲ τὸν ποιητὴν τὰ καθ' ἑαυτὸν ἐμφαίνοντα ἐπὶ τῇ ἑαυτοῦ διασκευάσαι μητρὶ τὰ ῥηθέντα, ἣν ἐπαινεῖ μὲν ὡς ἀληθῆ, ὡς δὲ ἀεικῶς ζῶσαν οἰκτίζεται. Ἱστορεῖ γὰρ ἐν τοῖς περὶ Ὁμήρου Ἡρόδοτος οὕτω τὴν Κρηθηΐδα ἐργαζομένην ἀποτρέφειν τὸν ποιητήν.

(v. 437 s.) Τὸ δὲ "Ἕκτορι Πριαμίδῃ" μυστικῶς εἴρηται, ἤτοι συμβολικῶς καὶ ἐμφαντικῶς, ἵνα εἴπῃ, ὅτι ἐκύδαινεν ὁ Ζεὺς τὸν Ἕκτορα οὔτε ὡς υἱὸν κατὰ τὸν Σαρπηδόνα οὔτε ὡς ἐξ ἑτέρου θεοῦ, ἀλλ' ἁπλῶς οὕτω, μὴ θεῖον ἀλλὰ Πριαμίδην ὄντα, καὶ ὡς ὁ ποιητὴς ἀλλαχοῦ ἔφη "αὕτως οὔτε θεοῦ ὄντα οὔτε θεᾶς".

(v. 438) Τὸ δὲ "ἐσήλατο" καὶ περὶ τοῦ Σαρπηδόνος ἐν τοῖς ἑξῆς ἐρεῖ ὁ ποιητής, ἀλλ' ἐκεῖ μὲν ὁ Πορφύριος τὸ ἐσήλατο ἀντὶ τοῦ ἐσάλευσε νοεῖ, ἐνταῦθα δὲ ἀντὶ τοῦ εἰσεπήδησεν. ἀληθῶς γὰρ πρῶτος ἐνταῦθα ὁ φαίδιμος Ἕκτωρ ἔσθορε ῥήξας τὰς πύλας, ὡς μετ' ὀλίγα ὁ ποιητὴς ἐρεῖ πρὸς αὐτῷ τῷ ἔργῳ. νῦν γὰρ προαναφωνήσεως λόγῳ ἔφη τὸ "τεῖχος ἐσήλατο πρῶτος".

(v. 440 s.) Ὅτι ἐρεθισμὸς στρατηγικὸς τὸ "ὄρνυσθε ἱππόδαμοι Τρῶες, ῥήγνυσθε δὲ τεῖχος Ἀργείων καὶ νηυσὶν ἐνίετε θεσπιδαὲς πῦρ", ἃ δὴ σκοπὸς τῆς ἄρτι τειχομαχίας ἐστίν.

(v. 442) Ὅτι τὸ "ὣς ἔφατο ἐποτρύνων, οἳ δὲ οὔασι πάντες ἄκουον", ἁπλοϊκῶς εἴρηται κατὰ συνήθειαν Ὁμηρικὴν καὶ ἀφελῶς ἐν καταφάσει ἀληθεῖ, ἐπεὶ πᾶς ὁ ἀκούων ὠτίοις ἀκούει, ὡς καὶ ὁ ὁρῶν ὀφθαλμοῖς ὁρᾷ. διὸ καὶ προϊὼν ἐρεῖ "μέγα θαῦμα τόδ' ὀφθαλμοῖσιν ὁρῶμαι". Ἢ τοίνυν ἁπλῶς οὕτως αὐτὸ ἐρρέθη, ἢ ἀντὶ τοῦ αὐτήκοοι τοῦ λόγου ἐγένοντο καὶ οὐ διὰ μέσου κήρυκος ἤκουσαν, ὡς ὁ Αἴας πρὸ ὀλίγων διὰ τοῦ Θοώτου. οὕτω δὲ καὶ ὀφθαλμοῖς ὁρᾷ τις ἀντὶ τοῦ αὐτόπτης γίνεται.

(v. 443 s.) Ὅτι ἀνδραγαθία πολιορκητῶν τὸ "ἴθυσαν δ' ἐπὶ τεῖχος ἀολλέες· οἳ μὲν ἔπειτα κροσσάων ἐπέβαινον ἀκαχμένα δούρατ' ἔχοντες". Τίνες δὲ αἱ κρόσσαι, δηλοῦται ἀλλαχοῦ.

(v. 445-450) Ὅτι Ἕκτωρ "ἁρπάξας λᾶαν ἔφερεν, ὅς ῥα πυλάων ἑστήκει πρόσθεν, πρυμνὸς παχύς, αὐτὰρ ὕπερθεν ὀξὺς ἔην. τὸν δ' οὔ κε δύ' ἀνέρε δήμου ἀρίστω ῥηϊδίως ἐπ' ἄμαξαν ἀπ' οὔδεος ὀχλίσειαν, οἷοι νῦν", [ὡς καὶ προεγράφη,] "βροτοί εἰσιν· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος. τόν οἱ ἐλαφρὸν ἔθηκε Ζεύς", ὡς μὴ φύσει ἐξ οἰκείας ἀνδρίας ἐλαφρισθέντα, καθὰ ἐν τοῖς τοῦ Αἴαντος προσεσημείωται. Καὶ ὅρα ὅπως ἐνταῦθα παρέφρασε βάρος λίθου, [418] διὰ πλειόνων αὐτὸ φράσας ἤπερ ἐν τοῖς κατὰ τὸν Αἴαντα. προείρηται δέ τι οὐκ ἀνάκριβες περὶ τοιούτου λίθου καὶ ἐν τῷ "στήλας προβλῆτας ἐμόχλεον".

(v. 445) Τὸ δὲ "ἁρπάσας" ἡρωϊκὴν δηλοῖ ἐντρέχειαν.

(v. 446). Τὸ δὲ πρυμνός ἀντὶ τοῦ ἔσχατος πρὸς τοῖς θεμελίοις. Ἕτεροι δὲ ὑφὲν ἀνέγνων, πρυμνοσπαχύς, ἵνα λέγῃ ὅτι τὰ ἔσχατα καὶ κάτω παχύς. διὸ ἐπάγει "αὐτὰρ ὕπερθεν ὀξύς". τοῦτο δὲ πρὸς πιθανότητα, ἵνα τῷ μὲν πάχει λαμβάνηται, τῷ δὲ ὀξεῖ ἀράξῃ τὰς πύλας ἐνεργῶς, καθ' ὧν μετὰ μικρὸν ἀφεθήσεται.

(v. 447) Τὸ δὲ "ἀνέρε δήμου", ὥσπερ καὶ τὸ "ὃν ἂν εὕρῃ δήμου ἄνδρα", περίφρασίς ἐστι δημότου. ταὐτὸν γὰρ ἄνδρα δήμου εἰπεῖν καὶ δῆμον, ὡς δηλοῖ τὸ "οὐ γὰρ ἔοικε δῆμον ἐόντα παρὲξ ἀγορεύειν".

(v. 448) Τὸ δὲ "ἐπ' ἄμαξαν" ψιλοῦσθαι σημαίνει τὴν ἅμαξαν Ἰωνικῶς, διότι καὶ ἀπὸ τοῦ ἄμητον ἄγειν ἐτυμολογεῖται κατά τινας. ὡς δὲ καὶ ἐδασύνετο Ἀττικῶς, καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν δεδήλωται. Ὅτι δὲ ὑποκοριστικὸν τῆς ἀμάξης ἡ ἀμαξίς, ὃ δηλοῖ μικρὸν ἀμάξιον ποιούμενον εἰς παίγνιον τοῖς παισί, δηλοῦσιν οἱ παλαιοί.

(v. 451-453) Ὅτι οὕτως ἀβαρῶς καὶ ἀνεπαχθῶς ὑπὸ Ἕκτορος φέρεται ὁ ῥηθεὶς δυσβάστακτος λίθος, "ὡς ὅτε ποιμὴν ῥεῖα φέρει πόκον ἄρσενος οἰὸς χειρὶ λαβὼν ἑτέρῃ, ὀλίγον τέ μιν ἄχθος ἐπείγει, ὣς Ἕκτωρ ἰθύς" καὶ ἑξῆς. Καὶ ὅρα ὅτι οὐχ' ἁπλῶς πόκον ἀλλὰ ἄρσενος οἰὸς παρέλαβεν ἐν τῇ παραβολῇ κατὰ τὴν τῶν παλαιῶν παρατήρησιν διὰ τὸ ῥυπωδέστερον καὶ τραχύτερον ὄντα τὸν τοιοῦτον λίθου παρεοικέναι χρώματι, ἔτι δὲ καὶ διὰ τὸ μείζονα εἶναι τοῦ θήλεος τὸν τοῦ ἄρσενος πόκον. Ἰστέον δὲ ὡς οἱ μεθ' Ὅμηρον οὐ θέλουσιν ἄρσενα γράφειν διὰ τοῦ σ, ἀλλὰ διὰ τοῦ ρ ἄρρενα, λέγοντες ὅτι τὸ σ ὑποτεταγμένον τῷ ρ οἱ Ἀττικοὶ ρ ποιοῦσιν, οἷον ἄρσεν ἄρρεν. οὕτω δὲ καὶ θαρρεῖν καὶ πόρρω ἐκ τοῦ πόρσω καὶ μυρρίνη καὶ ἐπὶ κόρρης, ἤτοι κόρσης, καὶ ταρρός ἐκ τοῦ ταρσός, ὡς τὸ "ταρσοὶ μὲν τυρῶν βρῖθον". Αἴλιος δὲ Διονύσιος λέγει καί, ὅτι ἀρρηνικόν, οὐχὶ ἀρσενικόν, τὸ τῶν γραφέων παρὰ Ἀττικοῖς φάρμακον. Ὁ μέντοι Στράβων ἀρσενικὸν ὀνομάζει αὐτό, ἱστορῶν καὶ ὄρος εἶναι, ἀφ' οὗ λαμβάνεται τὸ τοιοῦτον ἀρσενικόν, [419] ὅπερ ἰδιωτικῶς ἀρσενίκιον λέγεται. Σημείωσαι δὲ ὅτι πάνυ πιθανῶς ἐπέτεινεν Ὅμηρος τὴν τοῦ βαρυτάτου λίθου ἐλαφρότητα, ὡς ἂν εὔπλαστος ἡ δι' αὐτοῦ δόξῃ κρατίστη ἐνέργεια. εἰ γὰρ ὁ τοσοῦτος λίθος ἐλαφρὸς οὕτω κατὰ τὴν παραβολὴν γέγονε τῷ Ἕκτορι, πιθανὴ ἂν εἴη εὖ μάλα ἡ δι' αὐτοῦ τῶν πυλῶν ῥῆξις, ἄλλως τε καὶ τοῦ λίθου εἰς ὀξὺ λήγοντος, ὡς ἐρρέθη, καὶ τοῦ Ἕκτορος μάλα ἐγγύς τε ἐλθόντος καὶ τὰ σκέλη διαστήσαντος καὶ οὕτως ἀσφαλῶς ἐρεισαμένου, ὡς ῥηθήσεται.

(v. 453 s.) Ἰστέον δὲ ὅτι ἐν μὲν τοῖς πρὸ τούτων ἔδοξε φανῆναι σανίδας μὲν ἄλλο τι, ἕτερον δὲ τὰς πύλας ῥηθῆναι, νῦν δὲ ἐν τῷ "ὣς Ἕκτωρ ἰθὺς σανίδων φέρε λᾶαν ἀείρας, αἵ ῥα πύλας εἴρυντο πύκα στιβαρῶς ἀραρυίας" ταὐτὸν μὲν σανίδες καὶ πύλαι, σαφεστέρα δὲ ὅμως λέξις τὸ πύλαι. ὁ μὲν γὰρ πύλας εἰπὼν καὶ σανίδας ἐνέφηνεν, ὁ δὲ σανίδας φάμενος οὐκ ἤδη καὶ πύλας. διὸ καὶ παρακατιὼν ἐρεῖ τὰς πύλας μὲν βληθείσας ἠχῆσαι, τὰς σανίδας δὲ διατμαγῆναι. Καί εἰσι πύλαι, ὡς ἐνταῦθα ἔοικεν ὁρίσασθαι Ὅμηρος, σανίδες πύκα στιβαρῶς ἀραρυῖαι.

(v. 455 s.) Ἐπιμένων δὲ ὁ ποιητὴς τῇ ἐκφράσει τῶν πυλῶν ἐπάγει "δικλίδας, ὑψηλάς, δοιοὶ δ' ἔντοσθεν ὀχῆες εἶχον ἐπημοιβοί", ὅ ἐστι μετὰ τὸν ἕνα ὁ ἕτερος, "μία δὲ κληῒς ἐπαρήρει".

(v. 457-466) Ἐφ' οἷς γραφικῶς διαζωγραφῶν καὶ ἐκφράζων ἔργον, ὅπερ ἂν ποιήσοι ἀνὴρ τοσοῦτον λίθον ἀβαρῶς μὲν φέρων, στερρῶς δ' ἐπαφείς, φησὶ "στῆ δὲ μάλ' ἐγγὺς ἰὼν καὶ ἐρεισάμενος βάλε μέσσας, εὖ διαβάς, ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη", ὃ δηλαδὴ νῦν ὁ Ἕκτωρ ἔβαλε, "ῥῆξε δ' ἀπ' ἀμφοτέρους θαιρούς, πέσε δὲ λίθος εἴσω βριθοσύνῃ, μέγα δ' ἀμφὶ πύλαι μύκον, οὐδ' ἂρ ὀχῆες ἐσχεθέτην, σανίδες δὲ διέτμαγεν ἄλλυδις ἄλλῃ λᾶος ὑπὸ ῥιπῆς", ἢ ὑπαὶ ῥιπῆς, "ὃ δ' ἂρ ἔσθορε φαίδιμος Ἕκτωρ νυκτὶ θοῇ ἀτάλαντος ὑπώπια, λάμπε δὲ χαλκῷ σμερδαλέῳ τὸν ἕεστο περὶ χροΐ. δοιὰ δὲ χερσὶ δοῦρ' ἔχεν. οὐκ ἄν τις μιν ἐρυκάκοι ἀντιβολήσας νόσφι θεῶν, ὅτ' ἐσᾶλτο πύλας, πυρὶ δ' ὄσσε δεδῄει". οὕτω συνετράχυνε τοῖς πολεμικοῖς ἔργοις καὶ τὴν φράσιν ὁ ποιητὴς καὶ ἅμα καὶ σεμνῶς ἔγραψεν οὐδὲν ταπεινὸν εἰπών, ὡς οἷα τῷ Ἕκτορι συνεξαγριούμενος κατὰ τὴν γραφήν. Ἰστέον δὲ ὅτι παρασημειούνται οἱ παλαιοὶ ἐνταῦθα, ὡς πανταχόθεν ὁ ποιητὴς ἐκίνησε τὴν τῆς μάχης ἐνέργειαν ἢ τὴν τοῦ λόγου ἐνάργειαν, ἐκ τοῦ βαλόντος [420] ἥρωος, ἐκ τοῦ μεγάλου λίθου, ἐκ τῶν ὑψηλῶν πυλῶν καὶ ἀκριβῶς ἠσφαλισμένων, ἐκ τῶν διαρριπτουμένων σανίδων, ἐκ τοῦ ἐκεῖνον εἰσπηδῆσαι καὶ φοβερὸν βλέπειν, ἐκ τῆς τῶν ὅπλων λαμπηδόνος καὶ ἐφεξῆς ἐκ τῶν ὑπερβαινόντων τὸ τεῖχος, ἐκ τῶν κατ' αὐτὰς τὰς πύλας εἰσχεομένων, ἐκ τῆς φυγῆς τῶν Δαναῶν. καὶ ὅλως μέγα τὸ πρᾶγμα παριστᾷ τῇ πολλῇ δυνάμει τοῦ λόγου.

(v. 454) Ἐν τούτοις δὲ τὸ μὲν "πύκα" καὶ "στιβαρῶς" ἢ τῆς αὐτῆς ἐννοίας εἰσὶν ἢ πυκινότητος μέν, ἤγουν συνέσεως, τὸ πύκα, πυκνώσεως δὲ στερρᾶς τὸ στιβαρῶς, οὗ πρωτόθετον στείβω, τὸ καταπατῶ, ἐξ οὗ καὶ ἡ στιβάς. αἱ δὲ ἀραρυῖαι πύλαι τὸν πυλάρτην Ἅιδην ἀλλαχοῦ συντιθέασι.

(v. 455) Δικλίδες δὲ ἴσως μὲν καὶ αἱ δὶς κλειόμεναι ὡς ὑψηλαί, τουτέστιν ὑπὸ δύο ὀχέων, ὡς δηλοῖ τὸ "ὀχῆες ἐσχεθέτην", μάλιστα δὲ ὥσπερ δίζυγες ἵπποι, οἱ ἀγόμενοι δύο ὑφ' ἕνα ζυγόν, οὕτω καὶ πύλαι δικλίδες, αἱ ἀγόμεναι δύο ὑπὸ μίαν κλεῖδα, ὅ ἐστιν αἱ δίθυροι. διὸ καὶ Ὅμηρος λέγει "μία δὲ κληῒς ἐπαρήρει". Δῆλον δὲ ὡς, εἰ καὶ ἐκ τοῦ κλείς γέγονε τὸ δικλίς, ἀλλ' ἀποβολῇ τοῦ ε τὴν διὰ τοῦ ι ἔχει γραφήν, ὡς καὶ τὸ κιγκλίς. Αἱ δὲ ὑψηλαὶ πύλαι καὶ ἱππήλατοί εἰσιν, οὐ μὴν κατὰ τὰς πυλίδας. Ὀχεὺς δὲ ὁ μοχλός, ἡ νῦν λεγομένη σειρά, ἤγουν σέρα, ὁμοίως τῷ ζειά ζέα καὶ δειρή δέρη. καὶ γίνεται παρὰ τὸ ἔχω, ὁ τὰς θύρας συνέχων. διὸ καὶ ὁ ποιητὴς τρόπῳ ἐτυμολογίας ἔφη "ἔντοσθεν ὀχῆες εἶχον", καὶ "οὐδ' ἂρ ὀχῆες ἐσχεθέτην", οἷα ψευσάμενοι τὴν κλῆσιν.

(v. 458) "Διαβάς" δὲ ὁ διαστήσας, ὡς ἐρρέθη, τὰ σκέλη, τουτέστι τὴν βάσιν, πρὸς ἀντέρεισιν. ὅθεν καὶ ὁ ποιητὴς πρὸς ἑρμηνείαν τοῦ ἐρεισάμενος ἔφη τὸ "εὖ διαβάς". Ἀττικὴ δὲ ἡ λέξις. φησὶ δὲ καὶ ὁ Κωμικός "τοσόνδε δ' αὐτοῦ βῆμα διαβεβηκότος". Γίνεται δὲ τῷ Ἕκτορι τὸ βέλος οὐκ ἀφαυρόν, οὐ μόνον διὰ τοῦ μάλα ἐγγὺς ἐλθεῖν καὶ εὖ διαβάντα ἐρείσασθαι, ἀλλὰ συμβάλλεται πρὸς τοῖς ἤδη ῥηθεῖσι καὶ ἡ ῥώμη τῶν χειρῶν καὶ ἡ βριθοσύνη τοῦ λίθου καὶ ἡ κατὰ μέσας τὰς πύλας αὐτοῦ βολή. Σημείωσαι δ' ἐνταῦθα καὶ ὅτι τρισὶν ἐννοίαις, τῷ "ἔστη μάλ' ἐγγύς", καὶ τῷ [421] "ἐρεισάμενος βάλε", καὶ τῷ "εὖ διαβάς", μίαν ἐπήγαγεν αἰτίαν τὸ "ἵνα μὴ ἀφαυρὸν βέλος εἴη". πάντως γὰρ διὰ τοῦτο καὶ ἐγγὺς τῶν πυλῶν ὁ Ἕκτωρ ἔστη καὶ ἠρείσατο καὶ τοὺς πόδας διέστησεν, ἵνα τὸ βέλος ἰσχυρὸν γένηται. Οὕτω καὶ Σοφοκλῆς ἐν Αἴαντι δυσὶν ἐννοίαις μίαν αἰτίαν ἐπάγει, ἔνθα λέγει ὡς οὔτε κωλύειν ἔχω σε τοῦ λαλεῖν, οὔτε συγχωρεῖν τοιαῦτα παθόντα κακά.

(v. 459) Θαιρὸς δὲ νῦν μὲν στρόφιγξ θύρας. ἐν δὲ ῥητορικῷ Λεξικῷ εὕρηται καὶ ὅτι θαιρὸς ὁ ἄξων παρὰ Σοφοκλεῖ.

(v. 460 s.) Περὶ δὲ τοῦ μύκον καὶ τοῦ ἄλλυδις προδεδήλωται. δῆλον δὲ ὅτι ἀλλαχοῦ μὲν τὸ πύλαι μύκον ἦχον ἁπλῶς ἐδήλου πυλῶν ἀνοιγομένων, ἐνταῦθα δὲ θραυομένων ὑπὸ λίθου βολῆς καὶ οὕτω ποιόν τι ἠχούντων.

(v. 463) Νυκτὶ δὲ ἀτάλαντος ὁ ἥρως τὰ ὑπώπια διὰ τὴν δεινότητα, ὡς καὶ ὁ Ἀπόλλων νυκτί που ἐῴκει διὰ τὴν σκυθρωπότητα. Ὑπώπια δὲ λέγει τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς ἁπλῶς μέρη, τὴν πρόσοψιν. καὶ οὕτω μὲν ὁ ποιητής, οἱ δὲ ὕστερον ὑπώπιά φασι τὰς περὶ τοὺς ὀφθαλμοὺς πληγάς, ἐξ ὧν ὡς ἐκ μέρους καιριωτάτου καὶ τὸ ὑπωπιάζειν καὶ σώματος ὑπωπιασμὸς μεταφορικῶς ὁ κατὰ σύντηξιν. Ὅτι δὲ ὑπώπια αἱ περὶ ὀφθαλμοὺς πληγαὶ μεθ' Ὅμηρον, δῆλον καὶ ἀπὸ σκώμματος παλαιοῦ. παθόντος γάρ τινος πρόσκομμα καὶ ἐρωτηθέντος, τί τοῦτο, καὶ ἀμαθῶς εἰπόντος, ὡς ὑπώπιον πάθοι, ἀκούσας [422] τῶν τις καὶ ἀστείων καὶ ἔσω λόγου, καὶ τὴν κεφαλὴν ἐς νέωτα ταινίαις διαλαβών, ὅ ἐστι φασκίαις, καὶ ἐρωτηθεὶς τί πάθοι, πρόσκομμα ἔφη, καὶ οὕτω τοῖς ἀκροαταῖς ἐκίνησε γέλωτα, ὡς ἐπίσης γελοῖον ὂν ὑπώπια φάναι παθεῖν περὶ πόδας καὶ πρόσκομμα περὶ πρόσωπον. ὧν ἐπὶ ποδῶν μὲν κυριολεκτεῖται τὸ πρόσκομμα, ἐπὶ προσώπου δὲ τὸ ὑπώπιον, ὃ παρῆκται καθ' ὁμοιότητα τοῦ ἐνώπιον, μετώπιον, ἔτι δὲ καὶ παρώπιον, τὸ καὶ ἀντήλιον. τὸ δὲ ἦν δέρμα περὶ τὰς ὄψεις τῶν ἵππων, ὥς φησιν Αἴλιος Διονύσιος, ὅπερ οἱ θεωρικοὶ πάρωπον λέγουσι. Ἰστέον δὲ ὅτι, ὥσπερ γελοῖον καταγαγεῖν εἰς πόδας τὸ ὑπώπιον, οὕτω καὶ τὸ ἀναγαγεῖν εἰς ὀφθαλμοὺς τὸ ῥαιβόν. Ῥαιβοὶ μὲν γὰρ οἱ ἐρραισμένοι τὴν βάσιν, καὶ ῥαιβοὶ πόδες οἱ ἀπ' ἐναντίας τοῖς βλαισοῖς, ῥαιβότης δὲ ἐπὶ ὀφθαλμοῦ ἄνω ποιεῖ, ὅ φασι, τὰ κάτω.

(v. 462-466) Σημείωσαι δὲ ὅτι νυκτὶ ἀτάλαντον εἰπὼν τὸν Ἕκτορα, ὅπερ οὐ πρὸς ἐπαίνου ἦν τῷ ἥρωϊ, ἐννοίαις ἑτέραις τὴν τοιαύτην φωτίζει νύκτα, φαίδιμόν τε αὐτὸν εἰπὼν καὶ λάμπειν χαλκῷ καὶ σμερδαλέον καθ' ἑτέραν γραφήν, καὶ πυρὶ ὄσσε δεδῃέναι, ἤγουν πυρὶ τοὺς ὀφθαλμοὺς αὐτῷ καίεσθαι. Καὶ θαυμάζουσιν οἱ παλαιοί, ὡς ἐναντίαις εἰκόνων ὁμοιότησι κοσμεῖ τὸν Ἕκτορα, τὸν αὐτὸν ζοφώδη τε εἰπὼν καὶ λαμπρόν, καὶ τὴν τῶν ὑπωπίων νύκτα περιαστράψας παραβολικῶν εἰκόνων φωτί. Δύο δὲ δοῦρα χερσὶν ἔχει, καθὰ καὶ πρὸ ὀλίγου ὁ Σαρπηδών.

(v. 465) Τὸ δὲ "οὐκ ἄν τίς μιν ἐρυκάκοι" ἐπιφωνηματικῶς ἐρρέθη ἐπὶ πᾶσιν ἐκφωνηθὲν κομματικῶς καὶ πολλὴν ἔννοιαν ἐν ὀλιγίστῃ φράσει δηλοῦν.

(v. 466) Τὸ δὲ "νόσφι θεῶν" καὶ ὡς ἐν σχήματι προαναφωνήσεως κεῖται. διὸ πιθανῶς μετ' ὀλίγα τὸν Ποσειδῶνα ἀντεπεξάγει βοηθοῦντα τοῖς Ἀχαιοῖς. Τὸ δὲ "ἐσᾶλτο πύλας" ὅμοιόν ἐστι τῷ "ἐσήλατο τεῖχος Ἀχαιῶν", ὃ προγέγραπται.

(v. 467 s.) Ὅτι Ἕκτωρ μὲν "κέκλετο Τρώεσσιν ἑλιξάμενος καθ' ὅμιλον τεῖχος ὑπερβαίνειν, τοὶ δ' ὀτρύνοντι πείθοντο" καὶ νῦν, ὡς ἀεὶ ἐποίουν. Καὶ ὅρα ὡς Λύκιοι μὲν πρὸ μικροῦ "ἄνακτος ὑποδείσαντες ὁμοκλὴν μᾶλλον ἐπέβρισαν", Τρῶες δ' [423] ὀτρύνοντι Ἕκτορι πεισθέντες μεγάλα ἔδρασαν. καὶ ἔοικε βαρύτερον ἄρχειν τῶν Λυκίων ὁ Σαρπηδών, τοῖς Ἕλλησι μέντοι ὁ βασιλεὺς ἠπίως προσφερόμενός που ἄλλα τε παραινεῖ καὶ ἀλλήλους αἰδεῖσθαι κατὰ κρατερὰς ὑσμίνας. οὐ μὴν οὐδὲ ὁ Ἕκτωρ πάντῃ τούτου ἀπέοικεν, εἰ καί ποτε πρὸς ἕνα τινὰ οἷον Πάριν ἢ Πολυδάμαντα καταφέρεται βαρύς.

(v. 469 s.) Ἐνταῦθα δὲ ὁ ποιητὴς ἑρμηνεύων τὸ "πίθοντο" φησὶ "αὐτίκα δ' οἳ μὲν τεῖχος ὑπέρβασαν, οἳ δὲ κατ' αὐτὰς ποιητὰς ἐσέχυντο πύλας", ἤγουν ὑγρότερον καὶ σπουδαιότερον εἰσῆλθον, ἵνα δηλοῖ καὶ νῦν ἡ λέξις τὴν ῥᾴονα διὰ τῶν πυλῶν εἴσοδον καὶ οἷον πρόχυσιν, ὡς τοῦ τείχους ἔχοντός τι πρόσαντες διὰ τὸ προσίστασθαι τῇ εἰσόδῳ.

(v. 470 s.) Ἐφ' οἷς ἐπάγων τὸ μεῖζον κακόν φησι "Δαναοὶ δ' ἐφόβηθεν" οὐχ' ἁπλῶς, ἀλλὰ "νῆας ἀνὰ γλαφυράς, ὅμαδος δ' ἀλίαστος ἐτύχθη". Καὶ ἐν τούτοις κατέστησε τὴν τοῦ τείχους ἅλωσιν, Σαρπηδόνος μὲν ὑποβαλομένου ἀρχάς, Ἕκτορος δὲ τελειώσαντος. καί πως ἑάλω ἤδη τὸ ναύσταθμον, εἰ καὶ ἡ παλίωξις ἀναστρέψει τὸ κακόν.

(v. 469) Σημείωσαι δὲ ὅτι τὸ μὲν ὑπερβαίνειν καὶ τὸ ὑπέρβασαν οὐκ ἔχει τινὰ ψόγον ἐνταῦθα, ἡ δὲ ἐκ τοῦ τοιούτου ῥήματος ὑπερβασία λέξις ἐστὶν ἀεὶ ἐπίψογος, καθὰ δηλοῖ καὶ τὸ "ὑπερβασίαι δ' ἀλεγειναί". Ἔστι δὲ τὸ ὑπέρβασαν οὐκ ἐκ τοῦ ὑπερβαίνειν, ἀλλ' ἐκ τοῦ πρωτοτύπου βῶ, ἐξ οὗ καὶ ἡ βάσις καὶ ἡ ὑπερβασία.

(v. 471) Ἀλίαστος δὲ ὅμαδος ἢ ὃν οὐκ εἶχον διεκφυγεῖν οἱ Ἀχαιοί, ἢ ὁ πολυλίαστος, ὁ εἰς πολὺν δηλαδὴ φόβον παρακινῶν.

ΕΚ ΤΩΝ ΤΗΣ ΝΥ

  [424] Ὅτι ἐπὶ ταῖς ναυσὶ μάχη ἐπιγράφεται ἡ προκειμένη ῥαψῳδία, ἡρωϊκῶς μέντοι οὕτω· νῦ δ' ἐπὶ νηυσὶ μάχη, Δαναοῖς ἤμυνε Ποσειδῶν.

(v. 13) Ὅτι "Ζεὺς ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε, τοὺς μὲν ἔα παρὰ τῇσιν", ἤγουν παρ' αὐταῖς, "πόνον τ' ἐχέμεν καὶ ὀϊζὺν νωλεμέως, αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινώ", τουτέστιν ἀλλαχοῦ τὴν θέαν ἔτρεψεν, ἀφεὶς ἐκείνους μάχεσθαι, ὅπερ παρῳδηθέν ποτε ῥηθείη ἂν καὶ ἐπὶ τῶν ἁπλῶς εἰς ἔριν ὑποκινησάντων τινάς, εἶτα μὴ ἐπιστρεφομένων αὐτῶν, καὶ σκῶμμα δ' ἄν ποτε στραβότητος ὀφθαλμῶν εἴη τὸ πάλιν τρέπειν αὐτούς, [ὃ δὴ καὶ τὸν παλίντροπον συντίθησιν.] Ἐφερμηνευτικὸν δὲ τοῦ "πάλιν τρέπεν ὄσσε" μετ' ὀλίγα τὸ "ἐς Τροίην δ' οὐκέτι τρέπεν ὄσσε". Ἰστέον δὲ ὅτι τὸ "ὄσσε πάλιν τρέψαι" ὄσσε πάλιν κλῖναι λέγει ἀλλαχοῦ, καὶ ὅτι εἶχε μὲν ἐξαγαγεῖν Ὅμηρος εἰς μάχην ἤδη τὸν Ἀχιλλέα, ὅμως ἀναβάλλεται τοῦτο καὶ εἰσέτι, τόν τε πόλεμον ἐπὶ πλέον αὔξων, καὶ μῆκος καὶ ποικιλίαν πλείονα τῇ ποιήσει τεχνώμενος. Ἡ δὲ τοῦ Διὸς στροφὴ πρὸς τὰ ῥηθησόμενα Εὐρωπαῖα ἔθνη καιρικήν τινα δηλοῖ τῆς ὑπὲρ τῶν Τρώων πεπρωμένης μοίρας ἀργίαν καὶ ἄνεσιν καὶ ἀποστροφὴν καὶ τὸ μηκέτι αὐτὴν ἐπεντρανίζειν οἷον τῷ ναυστάθμῳ ἀλλὰ πρὸς βραχεῖαν ῥοπὴν ἀνεῖναι τοῖς Τρωσὶ τὴν τῆς ἀνδραγαθίας ἐπίτασιν, ὡς τῶν Ἀχαιῶν, οἷα εἰκός, διὰ τὸ κινδυνεύειν ἐπὶ τοῖς ἀναγκαιοτάτοις ἀγωνιζομένων σπουδαιότερον οἰκείᾳ καὶ νῦν ἀρετῇ καὶ ὑπὲρ αἶσαν, ἄλλως τε καὶ ἐντὸς συνεληλαμένων τοῦ τείχους καὶ τοῦ κινδύνου ταῖς ναυσὶν αὐταῖς ἐπηρτημένου καὶ ἑκάστου διανοουμένου, ὡς Ἕκτωρ παρὰ νηυσὶ βοὴν ἀγαθὸς πολεμίζει καρτερῶς, ἔρρηξε δὲ πύλας καὶ μακρὸν ὀχῆα, ταῦτα δὴ ἃ μετὰ ταῦτά που ῥηθήσεται. Προσέτι δέ, ὥσπερ πρὸ τούτων αἰδὼς ἦν τοῖς Τρωσὶν ἐν χερσὶ πεσεῖν γυναικῶν φεύγοντας, [425] οὕτω καὶ νῦν τοῖς Ἕλλησιν ἐπιγίνεται λογισμός, μέχρι τίνος καὶ ποῖ φευξούμεθα ἢ ἕως καὶ εἰς αὐτὴν ὠσθῶμεν τὴν θάλασσεν; καὶ γέγονεν ὁ λογισμὸς οὗτος αὐτοῖς ῥωστικὸς εἰς τὸν πόλεμον, καὶ τοῦτό ἐστι τὸ τὸν θαλάσσιον Ποσειδῶνα μετ' ὀλίγα φανέντα διαναστῆσαι τοὺς Ἀχαιοὺς εἰς πόλεμον ὡς οἷα εἰδωλοποιηθέντα καὶ οὕτω πως διὰ λαλιᾶς ἐρεθίσαντα. ἐρεῖ γὰρ ὡς Ἀργείους ἐκεῖνος ὤτρυνε, βαθείης ἐξ ἁλὸς ἐλθών.

(v. 1) Ἰστέον δὲ ὅτι τε τὸ "ἐπεὶ οὖν" ταὐτόν ἐστι τῷ ἐπειδή, ἀργὸν γὰρ κεῖται τὸ "οὖν", καὶ ὅτι σύνηθες τῷ ποιητῇ ἐκφωνεῖν κατ' ἐξαίρετον ἰδίᾳ τῶν Τρώων τὸν Ἕκτορα, ὡς καὶ νῦν ἐν τῷ "Τρῶάς τε καὶ Ἕκτορα".

(v. 2) Τὸ δὲ "πόνον ἔχειν καὶ ὀϊζύν" ἢ ταὐτοσήμως λέγεται, ὡς καὶ ἐν ἄλλοις, ἢ διαφορὰν ἔχει, ὡς τοῦ πόνου, ἤγουν τῆς ἐνεργείας, εἰ καὶ μὴ πάντοτε, ἀλλὰ νῦν γοῦν ἔχοντος καὶ ὀϊζύν. Ὅτι χωρογραφικήν τινα νῦν ἐπιτομὴν ἐκτίθεται ὁ ποιητὴς Θρᾳκῶν τε μεμνημένος, ὧν πέρας εἴτε καὶ ἀρχὴ ὁ Ἑλλήσποντος, οὓς καὶ ἱπποπόλους λέγει ‑ φίλιππον γὰρ ἔθνος οἱ Θρᾷκες ‑ καὶ Μυσῶν ἀγχεμάχων, τῶν ἐν Μακεδονίᾳ τε καὶ Ἴστρῳ, καὶ ἀγαυῶν Ἱππημολγῶν, ἐφ' ὧν, ὥς φασιν οἱ παλαιοί, ἄδηλον εἴτε τὸ "ἀγαυῶν" ἔθνους ἐστὶν ὄνομα, τὸ δὲ "ἱππημολγῶν" ἐπιθέτως λέγεται, ἢ καὶ ἔμπαλιν τὸ μὲν "ἀγαυῶν" ἐπίθετον, ἶσον τῷ εὐειδῶν, τὸ δὲ "ἱππημολγῶν" κλῆσις ἐθνική, ὃ καὶ κάλλιον. Θρυλεῖται γὰρ ἐν ἱστορίαις ἔθνος Ἱππημολγοί. περὶ Σκυθίαν δὲ τὸ τοιοῦτον ἔθνος, δηλαδὴ τὸ τῶν ἀγαυῶν Ἱππημολγῶν, οὓς καὶ γαλακτοφάγους καλεῖ καὶ ἀβίους καὶ δικαίους, εἰπὼν "αὐτὸς δέ", ὡς εἴρηται, "πάλιν τρέπεν ὄσσε φαεινὼ νόσφιν, ἐφ' ἱπποπόλων Θρῃκῶν καθορώμενος αἶαν, Μυσῶν τ' ἀγχεμάχων καὶ ἀγαυῶν Ἱππημολγῶν γλακτοφάγων ἀβίων τε δικαιοτάτων ἀνθρώπων", γλακτοφάγους μὲν προσειπών, ὅ ἐστι κατὰ ἐντέλειαν γαλακτοφάγους, ὡς ἱππημολγοὺς καὶ ἀπὸ γάλακτος τρεφομένους καὶ γαλακτοπότας πρός τινων δι' αὐτὸ λεγομένους, ἀφ' ὧν καὶ ἱππάκης κατὰ Αἴλιον Διονύσιον βρῶμα Σκυθικὸν διὰ γάλακτος ἱππείου σκευαζόμενον. Ἀβίους δὲ ἢ ὅτι ὀλιγόβιοι ‑ εὐτελεῖς γάρ εἰσι καὶ ἁπλοῖ τὴν δίαιταν ‑ ἢ διότι ἅμα βίῳ [426] πορεύονται ὡς ἁμαξόβιοι. Νομάδων γὰρ ἐνταῦθα μέμνηται κατὰ τὸν Γεωγράφον ὁ ποιητής, ὃς καὶ Θρᾳκῶν καὶ Μυσῶν μνήμην τῶν πρὸς τῷ Ἴστρῳ ἐνταῦθα λέγει θέσθαι τὸν ποιητήν, ἱστορῶν Μυσοὺς καὶ πέραν τοῦ Ἴστρου. Καὶ ἄλλως δέ, ἀβίους τοὺς ἅμα βίῳ, τουτέστι τόξῳ, τοξόται γάρ, ἢ ὅτι βίαν οὐκ οἴδασιν, ἐλεύθεροι γάρ, ἢ ὅτι ἄοικοι διὰ τὸ Σκυθικὸν νομαδικόν, ἐξ ὧν εἶναί φασι καὶ Ἀνάχαρσιν, ἢ ὅτι μακρόβιοι κατ' ἐπίτασιν τοῦ α, ἢ πολύβιοι, ὅ ἐστι πολυδύναμοι, ἀνδρεῖοι γάρ. καὶ οὕτω μὲν Ἄβιοι. Δικαιότατοι δὲ καὶ οὐχ' ἁπλῶς δίκαιοι, διότι κοινὰ ἔχουσι πάντα, καὶ ὅτι τοὺς ὁδίτας τρέφοντες ἄλλος ἄλλῳ διαπέμπονται. αὐτόματον δὲ ἡ γῆ φέρει βίον αὐτοῖς, καὶ οὐδὲν ζῷον ἐσθίουσιν. εἰσὶ δέ, φασί, καὶ ἀνεπίμικτοι καὶ οὐκ ἠθέλησαν συστρατεῦσαι Ἀμαζόσι κατὰ τῆς Ἀσίας. Αἰσχύλος δέ, φασί, αὐτοὺς Γαβίους λέγει. φασὶ δὲ καὶ πάντων Σκυθῶν ὑποκυψάντων Ἀλεξάνδρῳ μόνους Ἀβίους οὐχ' ὑπεῖξαι, χρόνῳ δὲ ἐπισκεψαμένους ὡς ἀγαθὸς ἐκεῖνος βασιλεύς, ἐπικηρυκεύσασθαι πρὸς αὐτόν. Ἀρριανὸς δέ φησιν, ὅτι οἰκοῦσι τὴν Ἀσίαν οἱ Ἄβιοι Σκῦθαι αὐτόνομοι διὰ πενίαν καὶ δικαιότητα. Ὅτι δὲ ἀμφίβολον εἴτε Ἀσιανὰ τὰ ῥηθέντα ἔθνη παρὰ τῷ ποιητῇ εἴτε καὶ Εὐρωπαῖα ‑ ἐπαμφοτερίζουσι γάρ, ὡς καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ δηλοῦται ‑ οὐκ ἔστι ῥᾳδίως ἐπαγωνίσασθαι. Καὶ οὕτω μὲν ἕτεροι, ὁ δὲ Γεωγράφος φησίν, ὅτι οἱ παρ' Ὁμήρῳ Ἄβιοι οὕτω λέγονται διὰ τὸ χωρὶς εἶναι γυναικῶν. ἀπέχονται δὲ ἐμψύχων μέλιτι χρώμενοι καὶ γάλακτι καὶ τυρῷ. διὸ καὶ καλοῦνται θεοσεβεῖς καὶ καπνοβάται. Ἢ Ἄβιοί, φησίν, ὡς ἀνέστιοι καὶ ἁμάξοικοι. λέγει δὲ καὶ νομάδας αὐτοὺς καὶ εὐτελεῖς καὶ αὐτάρκεις, πάντα κοινὰ ἔχοντας καὶ γυναῖκας καὶ τέκνα. ἄμαχοι δέ εἰσι καὶ ἀνίκητοι, οὐδὲν ἔχοντες ὑπὲρ οὗ δουλεύσουσι.

(v. 5) Περὶ δὲ τῶν Ἱππημολγῶν ἱστορεῖ καὶ ὅτι κρέασι χρῶνται ἱππείοις, τυρῷ τε ἱππείῳ καὶ γάλακτι καὶ ὀξυγάλακτι, ὃ καὶ ὄψημά ἐστιν αὐτοῖς. καὶ τοῦτο μὲν εἰς τὸ γαλακτοφάγους εἶναι.

(v. 6) Δικαιοτάτους δέ φησι, διότι ἐπιτρέψαντες τὴν γῆν γεωργοῖς αὐτοὶ ἔχουσι τὰ ὄρη, τάξαντες ἐκείνοις φόρους μετρίους εἰς τὰ ἐφήμερα καὶ ἀναγκαῖα τοῦ [427] βίου, μὴ διδόντων δέ, πολεμοῦσιν. [Ὅτι δὲ καὶ Γερμανοὶ προσφέρονται ἄριστα ἤγουν ἄριστον, ὅ ἐστι βρῶμα, κρέα μεληδὸν ὠπτημένα, καὶ ἐπιπίνουσι τὸν οἶνον ἄκρατον, Ποσειδώνιος ἱστορεῖ. Εἰ δὲ τὸ ἄκρατον οὐ μόνον ἐπὶ οἴνου ἀλλὰ καί τινων ἑτέρων λέγεται, δηλοῖ, φασί, καὶ Σώφρων, ὕδωρ εἰπὼν ἄκρατον εἰς τὴν κύλικα. Λέγονται δέ ποτε καὶ οἱ Κένταυροι γάλακτι μάλιστα χαίρειν. Πίνδαρος οὖν φησιν, ὅτι "ἐπεὶ Φῆρες δάεν ῥιπὰν μελιηδέος οἴνου, ἀπὸ μὲν λευκὸν γάλα χερσὶ τραπεζᾶν ὤθεον. αὐτόματοι δ' ἐξ ἀργυρέων κεράτων πίνοντες ἐπλάζοντο". Ἀλλὰ ταῦτα μὲν Ποσειδώνιος καὶ Πίνδαρος]. Τοῦ δὲ Γεωγράφου καὶ ταῦτα. Ἁμάξοικοι, ζῶντες ἀπὸ θρεμμάτων καὶ γάλακτος καὶ τυροῦ μάλιστα ἱππείου, θησαυρισμὸν οὐκ εἰδότες οὐδὲ καπηλείαν πλὴν ἢ φόρτον ἀντὶ φόρτου. δικαιότατοι δέ, φησίν, ὡς μὴ ζῶντες ἐν συμβολαίοις καὶ ἀργυρισμῷ, ἀλλὰ κοινὰ πάντα ἔχοντες πλὴν ξίφους καὶ ποτηρίου. [Ὅτι δὲ τρόφιμον καὶ τὸ γάλα, δηλοῖ ὁ γράψας, ὅτι Φιλῖνός τις περιᾴδεται μήτε ποτῷ χρήσασθαί ποτε μήτε ἐδέσματι ἄλλῳ ἢ μόνῳ γάλακτι. Καὶ πολλὰ δέ, φησίν, ἔθνη γαλακτοποτοῦντα ζῇ. μαρτυρεῖ δὲ τῷ λόγῳ καὶ τὰ ὑποτίτθια, διοικούμενα γάλακτι. πολλὰ δέ, φησί, καὶ τῶν ἄλλων ἐστὶ τρόφιμα, ὡς καὶ πτισσάνη καὶ οἶνος, ἔτι δὲ καὶ τὸ ὕδωρ. Τρέφονται γοῦν τινα ζῷα ἐξ αὐτοῦ μόνου, ὥσπερ οἱ τέττιγες. Ὁ δὲ ταῦτα δηλώσας λέγει καί, ὅτι Ἀγχίμολος καὶ Μόσχος, Ἠλεῖοι σοφισταί, ὑδροποτήσαντες πάντα τὸν βίον καὶ μόνα σῦκα προσφερόμενοι, οὐδενὸς ἧττον διέκειντο ἐρρωμένοι τοῖς σώμασι, τὸν δὲ ἱδρῶτα αὐτῶν οὕτως εἶναι δυσώδη ὡς πάντας αὐτοὺς ἐκκλίνειν ἐν τοῖς βαλανείοις. Ἄρτος δέ, φησί, μετὰ μέλιτος Πυθαγορικῶν ἦν τροφή, καὶ οἱ αὐτὰ προσφερόμενοι ἀεὶ ἐπ' ἀρίστῳ ἄνοσοι διετέλουν. Ὡς δὲ καὶ Λίβυες οἱ νομάδες οὐδὲν ἄλλο κέκτηνται οὐδ' αὐτοὶ ἀλλ' ἢ κύλικα καὶ μάχαιραν καὶ ὑδρίαν, ἡ τοῦ Ἑλλανίκου ἱστορία δηλοῖ. Δῆλον δὲ καί, ὡς οἱ γλακτοφάγοι ἐκ τοῦ γάλακτος παράγονται, οὐ μὴν ἐκ τοῦ γλάγους, καὶ ὅτι οὐ μόνον γάλα γάλατος, καὶ πλεονασμῷ δὲ τοῦ κ γάλακτος, ἀλλὰ καὶ ἰσοσυλλάβως τὸ γάλα τοῦ γάλα, ὡς ἡ παλαιὰ δηλοῖ παράδοσις.]

(v. 4) Ἰστέον δὲ ὅτι καὶ τὸ "νόσφιν ἐπὶ τὴν τῶν Θρᾳκῶν γῆν καθορώμενος", ἤγουν καθορῶν, [428] διασαφητικόν ἐστι τοῦ "πάλιν τρέπεν ὄσσε".

(v. 5) Ἀγχέμαχοι δὲ κατὰ τροπὴν γίνεται ἀπὸ τοῦ ἄγχι ἢ τοῦ ἀγχοῦ. ἄγχε γὰρ ἐπίρρημα ποῦ ἂν εἴη; Σημείωσαι δὲ ὡς, εἰ μέν τις τὰ βορειότερα τῆς Εὐρωπαίας Θρᾴκης ἐν τοῖς εἰρημένοις νοήσει καὶ τοὺς βαθυτέρους ἐν Εὐρώπῃ Μυσούς, ἐξ ὧν δύναται ὄψις καὶ εἰς τὰ Σκυθικὰ εὐθὺς μεταβῆναι, ὧν μέρος οἱ Ἱππημολγοί, εὐοδοῦται τὸ νόημα, οὐ μὴν καὶ ἑτέρως. οὔτε γὰρ Ἴδηθεν ὁ Ζεὺς τοὺς μὴ πόρρω Θρᾷκας καὶ Μυσοὺς καθορᾷ, οὔτ' ἂν ἐξ ὀρθοῦ πάλιν τρέπειν τοὺς ὀφθαλμοὺς λέγοιτο. Ὁ γὰρ ἐκ τῆς Ἴδης τὴν μικρὰν βλέπων Φρυγίαν, περὶ ἣν καὶ ἡ Τροία, βλέποι ἂν ἐξ εὐθείας καὶ τὰ περὶ Θρᾴκην, καὶ οὐδ' ἂν διέλαθεν αὐτὸν ὁ Ποσειδῶν ἐκ τῆς Θρηϊκίης Σάμου βοήθειαν ἐξαρτύσας τοῖς Ἀχαιοῖς.

(v. 7) Ὅτι τὸ "ἐς Τροίην οὐ πάμπαν" Ζεὺς ἔτρεπεν ὀφθαλμούς, ἀντὶ τοῦ οὐδ' ὅλως. τοῦτο δέ, ἵνα πιθανῶς παρεισοδιάσῃ τὸν μυθικὸν Ποσειδῶνα θαρρήσαντα διὰ τὸ μὴ βλέπεσθαι.

(v. 8 s.) Εἶτα μυθικὴν αἰτίαν ἀποδιδοὺς τοῦ ἀλλαχοῦ τὸν Δία τρέψαι τὴν θέαν, φησί· οὐ γὰρ ἀθανάτων τινὰ ἔλπετο ἐλθόντα ἀρήξειν τοῖς μαχομένοις, ὡς οἷα δηλαδὴ ἀπειλησάμενος ἐκεῖνα τὰ δεινότατα.

(v. 12) Ὅτι ὥσπερ διαλελυμένως κατὰ Ἴωνας ἄκρη πόλις ἡ ἀκρόπολις, οὕτω καὶ Σάμος Θρηϊκίη ἐνταῦθα ἡ παρὰ τοῖς ὕστερον Σαμοθρᾴκη, ἣν καὶ ὡς ὀρεινὴν ὑλήεσσαν λέγει καὶ ὑψηλὴν δέ, εἴπερ ἐκ τῶν ἐκεῖσε ἄκρων ἐφαίνετο πᾶσα μὲν Ἴδη, πάντα δὲ τὰ κατὰ Τροίαν.

(v. 11-16) Διὸ καὶ ὁ Ποσειδῶν "θαυμάζων ἧστο πτολεμόν τε μάχην τε ὑψοῦ ἐπ' ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης Θρηϊκίης. ἔνθεν γὰρ ἐφαίνετο πᾶσα μὲν Ἴδη, φαίνετο δὲ Πριάμοιο πόλις καὶ νῆες Ἀχαιῶν", ὅτε καὶ "ἐλέαιρεν Ἀχαιοὺς Τρωσὶ δαμναμένους, Διῒ δὲ κρατερῶς ἐνεμέσσα", ὃ δὴ καὶ αἴτιόν ἐστι τοῦ καὶ παρὰ τὴν τοῦ Διὸς βουλὴν βοηθῆσαι αὐτὸν τοῖς Ἀχαιοῖς. Ἰστέον δὲ ὅτι τε [Ἰώνων ἰδιότης ποιεῖ τὴν εἰρημένην διάλυσιν, καθ' ἣν καὶ τὸ κοκκύμηλον διαλύσας ὁ Νίκανδρος μῆλόν φησιν, ὃ κόκκυγος καλέουσι, καὶ ὅτι ὑψηλοτέραν τινὲς εἶπον τοῦ Ἄθω τὴν ἄκραν τῆς Σάμου, καὶ ὅτι] ὡς τὸν Δία ὁ ποιητὴς ἔν τινι ἄκρᾳ τῆς Ἴδης, οὕτω καὶ τὸν Ποσειδῶνα ὑψοῦ τῆς εἰρημένης κορυφῆς ἀντικαθίζει, ὡς ἂν ἐκ μετεώρου θεῶνται τὸν πόλεμον. διὸ τὸν Δία στραφέντα ἑτέρωθι ὁ Ποσειδῶν ἐκ μετεώρου ἰδὼν ὡς ἀπὸ σκοπιᾶς βοηθεῖ τοῖς Ἀχαιοῖς, οὐ γὰρ ἀλαοσκοπιὴν εἶχεν, ὃ πολλαχοῦ κεῖται, ὡς καὶ τὸ "πόλεμόν τε μάχην τε". Καὶ ὅρα ὅτι καὶ ἐν μύθοις φευκτικὸν μὲν ἡ τύραννος βία τοῖς φρονοῦσιν, ἄλλως δὲ εὐλαβῶς καταστρατηγεῖν ἀλλήλους οὐ μωμητόν. Ποσειδῶν οὖν ἄρτι τοῦ Διὸς πρὸς ἄλλοις ὄντος καιροφυλακήσας καὶ [429] λαθὼν ἀμύνει τοῖς Ἕλλησι, καὶ Ἀθηνᾶ δὲ ἐν τῇ νυκτεγερσίᾳ ἐβοήθησέ τι λαθοῦσα τοὺς ἐπικουροῦντας τοῖς Τρωσὶ δαίμονας. ἡ δ' αὐτὴ ὁμοίως λαθοῦσα τὸν Ὀδυσσέα ἐπανάγει, ὅτε Ποσειδῶν μετεκίαθεν εἰς Αἰθίοπας.

(v. 12 s.) Ἰστέον δὲ ὅτι Θρηϊκίη λέγεται ἡ Σάμος αὕτη πρὸς διαστολὴν ἑτέρας τῆς Ἰωνικῆς, ἤδη δὲ καὶ τῆς ἐν Ὀδυσσείᾳ Κεφαλληνιακῆς, καὶ ὅτι ἡ Θρᾳκικὴ αὕτη κατὰ τὸν Γεωγράφον Σάμος καλεῖται διὰ τὸ ὕψος. σάμοι γάρ, φησί, τὰ ὕψη, ὡς καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ δηλοῦται. Θρηϊκίη δὲ ἡ τοιαύτη ἢ διὰ τὸ ἀντιπαρακεῖσθαι τῇ κατὰ Θρᾴκην χέρσῳ, ἢ ἀπό τινων Θρᾳκῶν οἰκησάντων ἐκεῖ ποτε. Λέγει δὲ ὁ Γεωγράφος καί, ὅτι Σάμιοι ἐκ Μυκάλης πολλοὶ ᾤκησαν ἐν αὐτῇ, ἐρημωθείσῃ κατὰ ἀφορίαν καρπῶν, ὥστε καὶ οὕτω κληθῆναι Σάμον. Ἄλλοι δὲ περὶ τῆς τοιαύτης μετοικίας φασίν, ὅτι Σάμιοι ἐξ Ἰωνίας μετὰ διακοσιοστὸν ἔτος τὸ Τρωϊκὸν καὶ μικρόν τι πρὸς εἰς τὴν Σαμοθρᾴκην μετῴκησαν, ὡς μὴ ἂν διὰ τοὺς τοιούτους Σαμίους κληθῆναι Σαμοθρᾴκην, ἀλλὰ μάλιστα διὰ τὰς πρώτας δύο αἰτίας. Ἱστορεῖ δὲ ὁ Γεωγράφος καὶ Μελίτην πρότερον τὴν Σαμοθρᾴκην καλεῖσθαι καὶ πλουσίαν δὲ εἶναι. Κίλικες γάρ, φησί, πειραταὶ προσπεσόντες λάθρᾳ τὸ ἐν Σαμοθρᾴκῃ ἐσύλησαν ἱερὸν καὶ ἀπήνεγκαν τάλαντα πλείω χιλίων. Τὸ δὲ "ἐφαίνετο" καιρία λέξις, διὸ καὶ ἐπιμείνας δὶς αὐτὴν συνεχῶς ἔφη ὁ ποιητής.

(v. 16) Τὸ δὲ "ἐνεμέσσα" ἐπίκρισίς ἐστιν Ὁμηρική, ὡς μὴ μάτην χολουμένου τοῦ Ποσειδῶνος, ἀλλὰ κατὰ νέμεσιν, ἣ δικαία μέμψις ἐστίν.

(v. 17) Ὅτι τῷ ἐξ ὑψηλοῦ αἴφνης ταπεινωθέντι ἢ ἑκοντὶ συγκαταβάντι πρέπει τὸ "αὐτίκα δ' ἐξ ὄρεος κατεβήσετο".

(v. 18) Ταχυτῆτος δὲ δηλωτικὸν τὸ "κραιπνὰ ποσὶ προβιβάς". εἰ δέ τις ἐξ ἀρετῆς εἰς τὸ ἔμπαλιν ὑποκαταβαίη, καλὸν εἰπεῖν τὸ ὅλον οὕτω "αὐτίκα δ' ἐξ ὄρεος κατεβήσετο παιπαλόεντος κραιπνὰ ποσὶ προβιβάς".

(v. 18 s.) Ὅτι ποιητικῆς διασκευῆς ἴδιον τὸ εἰπεῖν ὡς Ποσειδῶνος ἰόντος "τρέμεν οὔρεα μακρὰ καὶ ὕλη", τὸ ὀρεινὸν δηλαδὴ [430] δάσος, "ποσσὶν ὑπ' ἀθανάτοισιν". Ἐνοσίχθων γὰρ κατὰ τὸν μῦθον ὁ Ποσειδῶν. Ὀλίγον δέ τι προϊὼν καὶ ἄλλα ἐρεῖ περὶ αὐτοῦ τεράστια ἐφ' ἵππων ἰόντος διὰ θαλάσσης. Τὸ δὲ "ἔτρεμεν" ὡς ἐπὶ ἐμψύχων καὶ αἰσθανομένων τῶν ὀρέων λέγει.

(v. 20) Ἐπάγει δὲ καὶ ὅτι "τρὶς μὲν ὀρέξατ' ἰών, τὸ δὲ τέτρατον ἵκετο τέκμωρ", ἤγουν κατὰ δ' ὄρεγμα ποδῶν, ἤτοι κατὰ βῆμα τέταρτον, ἦλθεν εἰς τὸ τῆς ὁδοῦ τέλος.

(v. 21) Ὃ καὶ ἑρμηνεύων φησὶν "Αἰγάς, ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης χρύσεα μαρμαίροντα τετεύχαται ἄφθιτα αἰεί". ἔπαινος δὲ ταῦτα οἴκου λαμπροῦ. λέγει δ' ἐνταῦθα καὶ ἱπποστάσια εἶναι τῷ Ποσειδῶνι, ἐκφράζων καὶ τοὺς αὐτοῦ ἵππους, ὡς ῥηθήσεται. Ἰστέον δὲ ὅτι Ὁμήρου τέσσαρα βήματα θεῖα ἐνταῦθα μετρήσαντος ἐπὶ τοπικοῦ διαστήματος ὁ Πίνδαρος τὸ τοιοῦτον τέρας μεγαλοφυέστερον, οἷος ἐκεῖνος, ἐγχειρήσας ὑπερβαλέσθαι, ὅπου φησὶ περὶ Ἀπόλλωνος ὡς βήματι ἐν πρώτῳ κιχὼν παῖδα ἐκ νεκροῦ ἅρπασε, κατηγορίαν ἔσχε ψεύδους ψυχροῦ.

(v. 20) Τὸ δὲ "ὀρέξασθαι" οὐ μόνον ἐπὶ χειρῶν, ὡς πολλαχοῦ ἐφάνη, ἀλλ' ἰδοὺ καὶ ἐπὶ ποδῶν συντόνου τάσεως καὶ διαστάσεως ἢ ἐκτάσεως. διὸ ἐκ τοῦ τοιούτου ὀρέγω καὶ ἡ ὀργυιὰ κατὰ συγκοπήν. Ἰστέον δὲ ὅτι τὸ μὲν πρῶτον ὀρέγεσθαι διασαφεῖται τῷ χερσὶν ὀρέγεσθαι, τὸ δὲ δεύτερον εἴη ἂν ποσὶν ὀρέγεσθαι, ὡς δηλοῖ νῦν τὸ "τρὶς μὲν ὀρέξατο ἰών".

(v. 21) Αἰγὰς δὲ ἢ τὰς ἐν Εὐβοίᾳ λέγει, ἔνθα μυθεύεται τὸ κατὰ τὰς ἐφημέρους ἀμπέλους, αἵ, φασίν, ἕωθεν ἀνθοῦσαι πρὸς μεσημβρίαν πεπαίνουσι βότρυας, ἑσπέρας δὲ ἄκρατον χορηγοῦσι δαψιλῆ τῷ χορῷ τῶν τελουμένων τῷ Διονύσῳ ἢ τῶν Μαινάδων, ὁσάκις ἀναλίσκονται, φασί, τοσαυτάκις ἐνδαψιλευόμεναι. ἢ κατὰ Νικόστρατον Αἰγὰς νοητέον νῆσον περὶ τὸ Αἰγαῖον, περὶ ἧς παραδοξολογία φέρεται, ὡς οἱ προσορμιζόμενοι ἐκεῖ νυκτὸς ἀφανεῖς γίνονται, διὸ μηδὲ προσπελάζειν τινά, ὡς εἶναι καίριον κἀνταῦθα τὸ Σοφόκλειον εἰπεῖν "οὐκ ἐνθάδ' οἱ πλοῖ τοῖσι σώφροσι βροτῶν". Ἕτεροι δέ φασιν Αἰγὰς ἐνταῦθα λέγειν τὸν ποιητὴν τὰς ἐν Πελοποννήσῳ, ἤτοι Ἀχαϊκάς, ἔνθα καὶ Ποσειδῶνος ἑορτὴν ἄγεσθαι καὶ τὰ Διονύσια ὀργιάζεσθαι, ὅπου καὶ συστάντος τοῦ χοροῦ, φασίν, εἰς τὰ ὄργια συμβαίνει τὸ προρρηθὲν τῶν ἐφημέρων ἀμπέλων τέρας. Ὁ δὲ Γεωγράφος φησίν, ὅτι περὶ τὴν τῶν Ἀχαιῶν εἰσιν ἄλλαι Αἰγαί, αἵτινες καὶ ἑνικῶς λέγονται ἡ Αἰγά, ἔνθα καὶ πόλις τὸ Αἴγιον, ἧς οἱ πολῖται Αἰγιεῖς, ὅπου μῦθος τὴν Αἶγα τῷ Διῒ μαζὸν ἐπισχεῖν, ἣν ὁ Ἄρατος Ὠλενίαν φησὶν ἀπὸ Ὠλένης ἢ Ὠλένου ἐγχωρίας πόλεως. δηλοῦται δὲ καὶ ἀλλαχοῦ περὶ τοιούτων [431] Αἰγῶν τοπικῶν. Ἰστέον δὲ ὅτι ἀπὸ τῆς κατὰ τὸν Ὀλύμπιον Δία αἰγὸς καὶ μάλιστα τῆς κατὰ τὴν Ἀμάλθειαν φέρεται καὶ παροιμία τὸ "αἲξ οὐρανία", ὁμοία τῷ "λευκὴ ψῆφος" κατὰ Παυσανίαν. ὡς γὰρ ἡ Ἀμάλθεια, φησί, τροφὸς ἦν τοῦ Διός, οὕτω καὶ ἡ τοιαύτη ψῆφος ἔτρεφε τοὺς δωροδοκοῦντας δικαστάς. ἢ καὶ ἄλλως, ὥσπερ ὁ τὸ τῆς Ἀμαλθείας Αἰγὸς ἔχων κέρας πάντ' εἶχεν, οὕτω καὶ οἱ κυαμεύοντες, φησί, τὰς ἀρχὰς καὶ τἆλλα ἀργυριζόμενοι. Διὸ καὶ αἲξ οὐρανία ἔοικε λέγεσθαι οἱονεὶ θεία καὶ ὑψοῦσα τοὺς δικαστάς, ὅσοι δῶρα ἐλάμβανον. [Ὅτι δὲ ὁ μῦθος οὐρανώσας κατηστέρισε τὴν τοῦ Διὸς αἶγα, καὶ ὡς τὸ κατ' αὐτὴν κέρας μεγαλόδωρον ἦν, ἐξ οὗ καὶ Ἡρακλῆς ἔσχεν ἀγαθά, πολλοὶ καὶ πολλαχοῦ δηλοῦσιν. Οὕτω δὲ καὶ περὶ τῆς ζωογόνου παρ' Ἀττικοῖς λευκῆς ψήφου, ὁμοίως δὲ καὶ περὶ κέρατος, ὡς οὐ μόνον τὸ ζωϊκόν ἐστιν, ἀλλά που καὶ τοπικὸν τροπικῶς, ὡς δῆλον ἐκ τοῦ "ὑψικέρατα πέτραν", καὶ "κέρατα ποταμῶν", ἤτοι καμπαί. καὶ ἐπὶ ἰσχύος δὲ τὸ κέρας, καὶ ἐπὶ πολεμικῆς ἐκτάξεως κέρας δεξιὸν καὶ ἀριστερόν. ἐδηλώθη δὲ κέρας καὶ τριχῶν ἐμπλοκὴ καὶ συμποσίου δέ τι σκεῦος, ἐπεὶ κέρασι βοῶν οἱ παλαιοὶ καὶ πρῶτοι ἔπινον. ὅθεν καὶ Διόνυσος, φασί, κερατοφυὴς ἐπλάττετο καὶ ταῦρος ἐκαλεῖτο καὶ ἐν Κυζίκῳ ταυρόμορφος ἵδρυτο. καὶ ἐκ τοιούτου δὲ κέρατος καὶ τὸ μῖξαι οἶνον ὕδατι κεράσαι φαμὲν καὶ κρατῆρα τὸ εἰς τοῦτο δεξιὸν ἀγγεῖον ὡς οἷον κερατῆρα. ἐκαλεῖτο δέ, φασί, τὰ τοιαῦτα κέρατα ῥυτά. Ὠνομάζετο δέ τι σεμνῶς τοιοῦτον ποτήριον καὶ κέρας Ἀμαλθείας, παρενεχθὲν ἀπὸ τοῦ θρυλλουμένου τοῦ κατὰ τὴν μυθικὴν αἶγα. Ἄλλῳ δὲ τοιούτῳ ποτηρίῳ κλῆσις ἦν ἐνιαυτός, ἴσως διὰ τὸ μεγαλεῖον εἶναί τι καὶ ἐπιτελεστικόν, ἐπεὶ καὶ τελεσφόρος ὁ ἐνιαυτὸς λέγεται. Μεγάλα δέ, ὡς εἰκός, τινα τῶν κεράτων ὡς ἐκ μεγάλων βοῶν, ὁποῖοι οἱ παρὰ Παίοσι καὶ Μολοττοῖς, ἐξ ὧν ἐκπώματα ἐποίουν περιαργυροῦντες καὶ χρυσοῦντες τὰ χείλη, ὧν ἡ εὐρύτης ἐχώρει, φασί, καὶ τέσσαρας χοᾶς, ἤγουν χοέας, τοὺς παρὰ Ἀττικοῖς. [Χρῆσις δὲ συμποσιακῶν κεράτων παρά τε Ξενοφῶντι, ὡς καὶ ἀλλαχοῦ ἐγράφη, καὶ παρὰ Αἰσχύλῳ ἐν τῷ "ἀργυρηλάτοις κέρασι χρυσᾶ στόμια [432] προβεβλημένοις", καὶ παρὰ Πινδάρῳ, ἔνθα λέγει τοὺς φῆρας, ἤγουν θῆρας, Κενταύρους, ἐξ ἀργυρέων κεράτων πίνειν. ἦν δὲ ἄρα ἡ τῶν τοιούτων κεράτων χρῆσις οὐ πενητευτικόν, εἴγε καὶ βασιλεῖς οὕτως ἔπινον. Φίλιππος γοῦν, φασίν, ὁ βασιλεὺς κέρατι προὔπινεν οἷς ἐφιλοφρονεῖτο.]

(v. 20-38) Ἰστέον δὲ ὡς δυνάμενος ὁ ποιητὴς εὐθὺς ἀπὸ Σαμοθρᾴκης τὸν Ποσειδῶνα εἰς τὸ ναύσταθμον τῶν Ἀχαιῶν ἀγαγεῖν, ὅμως οὐ ποιεῖ οὕτω, ἀλλὰ στρέφει αὐτὸν εἰς τὰς Εὐβοϊκὰς ἢ Ἀχαϊκὰς Αἰγάς, κἀκεῖθεν ἔφιππον ἄγει αὐτὸν εἰς Ἴμβρον καὶ Τένεδον, ὅθεν πεζὸς εἰς Τροίαν ἄπεισι. Τοῦτο δὲ ποιεῖ πρός τε καινοτροπίαν πλάσματος καὶ ὡς ἂν εὐμεθόδως οὕτω τὰ διὰ μέσου λογογραφήσῃ πρός τε ἱστορίαν καὶ τερατείαν ποιητικήν. τὸ γάρ τοι ἀπὸ Σαμοθρᾴκης εὐθὺς αὐτὸν βοηθῆσαι τοῖς Ἕλλησιν, εἰ καὶ ἀπερίεργον καὶ σαφές, ἀλλ' οὖν ἀτεράτευτον καὶ οὐκ ἄξιον μεγαλοφροσύνης ποιητικῆς. Ἔτι δὲ καὶ μιμεῖταί πως οὕτω τὸν Δία ὁ Ποσειδῶν, καὶ ὥσπερ ἐκεῖνος πάλιν τρέψας τοὺς ὀφθαλμοὺς ποιεῖ τὰ δοκοῦντά οἱ, οὕτω καὶ αὐτὸς ἐκ τῆς κατὰ Θρᾴκην Σάμου πάλιν τρέψας ἑαυτὸν ποιεῖ ἃ βούλεται.

(v. 22-26) Ὅτι καὶ ἀλλαχόθι μὲν ὁ ποιητὴς τὰ δαιμόνια πράγματα κοσμεῖ χρυσῷ τῷ δοκοῦντι ἀφθίτῳ διὰ τὸ ἀνίωτον, τιμῶν τὰ ἐκείνων ὕλῃ τῇ παρ' ἡμῖν ἀξιουμένῃ, καὶ ἐνταῦθα δὲ τὰ τοῦ Ποσειδῶνος ὁμοίως ἀποσεμνύνει, μεταλλείαν ὅλην μύθου ἀνασκαλεύων ἐπ' αὐτῷ, καθά που πρὸ τούτων καὶ ἐπὶ τῷ Διΐ. Μόνους γὰρ τοὺς ἵππους αὐτῷ χαλκόποδας εἰπὼν καὶ τὸν ἄξονα χάλκεον ἐκ χρυσοῦ τὰ ἄλλα ποιεῖ, τά τε δώματα, ὡς προεγράφη, καὶ ἵππους ὠκυπέτας χρυσέαις ἐθείραις κομόωντας, ἃ δὴ ἔπαινος ἵππων ἐστί. "χρυσὸν δέ, φησίν, αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δέ", τουτέστιν εἵλετο, "ἱμάσθλην, χρυσείην, εὔτυκτον", καὶ ἀμφὶ τοῖς τῶν ἵππων δὲ ποσὶ προϊὼν πέδας ἔβαλε χρυσείας, οὗπερ ἡ τοῦ Διὸς Ἥρα οὐκ ἔτυχεν. Ἵππους δὲ ὁ μῦθος αὐτῷ δίδωσιν Ἐριώλην καὶ Γλαῦκον ἢ Ἐγκέλαδον καὶ Σθένοντα, τοῦτο μὲν διὰ τὸ σθεναρὸν τοῦ Ἐννοσιγαίου, παρ' ὃ καὶ Δυναμένη μία τῶν Νηρηΐδων πέπλασται, Ἐγκέλαδον δὲ διὰ τὸν κελάδοντα πόντον, Γλαῦκον δὲ διὰ τὴν γλαυκὴν θάλασσαν, ἧς [433] καὶ δαίμονα Γλαῦκον οἶδεν ἡ ποίησις τὸν Ἀνθηδόνιον καὶ Γλαύκην Νηρηΐδα. Ἐριώλην δὲ διὰ τοὺς ὑγρὸν ἀέντας ἀνέμους, ὧν καὶ ἡ σφοδρὰ καὶ καταιγιδώδης ἐριώλη, ἧς μέμνηται καὶ ὁ Κωμικός.

(v. 23) Ἰστέον δὲ ὅτι χαλκόποδες ἵπποι οὐ μόνον οἱ στερεόποδες ἀλλὰ καὶ οἱ ἠχόποδες. λέγει δέ που καὶ ἐριγδούπους πόδας ἵππων καὶ ὑψηχέας ἵππους, ὧν ὑψοῦ ὁ ἦχος ἥκει τῶν ποδῶν. Ὅτι δὲ ἠχητικὸς ὁ χαλκός, ἐξ οὗ καὶ οἱ ἵπποι, ὡς ἐρρέθη, χαλκόποδες οἱ ἠχόποδες, δηλοῖ μὲν καὶ τὸ ἤνοπα λέγεσθαι χαλκόν, ὅ ἐστιν ἔμφωνον. Δηλοῖ δὲ καὶ ἡ καθ' Ἡρόδοτον ἱστορία ἐκείνη, λέγουσα ὅτι Βαρκαῖος χαλκεύς ‑ Λιβυκὴ δὲ πόλις ἡ Βάρκη ‑ ὑπόνομον ἐκ μηχανῆς πολεμίων ἐν τῇ κατ' αὐτὸν πόλει ὀρυγέντα δι' ἀσπίδος ἐπιχάλκου ἐφράσατο. περιφέρων γάρ, φησί, αὐτὴν ἐντὸς τοῦ τείχους προσίσχε τῷ δαπέδῳ. καὶ τὰ μὲν ἄλλα ἦν κωφά, ἔνθα δὲ ἐγεωρύχουν οἱ πολέμιοι, ἤχει ὁ χαλκὸς τῆς ἀσπίδος, καὶ οὕτως ἀντορύξαντες οἱ Βαρκαῖοι καὶ ἐντυχόντες τοῖς πολεμίοις ἀπέκτειναν αὐτούς. Ἡ γοῦν ἐνάργεια ἠχητικώτερον τῶν λοιπῶν ὑλῶν κατέλαβε τὸν χαλκόν, ὅθεν καὶ κύων χαλκεόφωνος, παρεοικὼς τὸν ἦχον χαλκῷ, εἴ τις ἐξακριβοῖτο.

(v. 25) Τὸ δὲ "γέντο" ἀχρεῖον μὲν τοῖς πεζογραφοῦσιν. ἐπεὶ δὲ ἡ Παρεκβολὴ καὶ αὐτὸ ἔχει, ἰστέον ὅτι Δωρικὴ μέν ἐστιν ἡ λέξις, γίνεται δὲ ἀπὸ τοῦ ἕλετο κατὰ συγκοπὴν ἔλτο, ὡς ἥλατο ἅλατο ἆλτο, καὶ τροπῇ Δωρικῇ ἔντο, καθὰ καὶ τὸ Φίλτις κύριον Φίντις παρὰ Πινδάρῳ κεῖται, καὶ τὸ φίλτατος δὲ φίντατος εὕρηται Δωρικῶς, προσθήκῃ δὲ τοῦ γ γέγονε γέντο, ἀπόθετον εἰς μόνην ποίησιν οὐδὲν ἧττον τοῦ γέντα, ὃ δηλοῖ Θρᾳκιστὶ τὰ κρέα, ὡς οἱ τὰ τῶν γλωσσῶν ἱστορήσαντές φασι. [Ταῖς δὲ εἰρημέναις Δωρικαῖς λέξεσιν ἀκολουθοίη ἂν καὶ τὸ Ἀθήλη Ἀθήνη καὶ τὸ γάνος, ὡς ἐκ τοῦ γάλα, καὶ εἴ τι τοιοῦτον. ἀνάπαλιν δέ γε ταύταις Ἀττικῶς [434] τὸ νίτρον, ἐξ οὗ λίτρον, ὅθεν τὸ ψευδόλιτρον παρὰ τῷ Κωμικῷ, ἔτι δὲ καὶ τὸ νεογιλόν, ὡς ἐκ τοῦ νεογινόν, ὅθεν συγκέκοπται τὸ νεογνόν.]

(v. 27-30) Ὅτι τερατολογῶν Ὅμηρος καὶ τὴν διφρηλασίαν τοῦ Ποσειδῶνός φησι "βῆ δ' ἐλάαν ἐπὶ κύματα, ἄταλλε δὲ κήτε' ὑπ' αὐτῷ πάντοθεν ἐκ κευθμῶν, οὐδ' ἠγνοίησεν ἄνακτα, γηθοσύνῃ δὲ θάλασσα διΐστατο· τοὶ δ' ἐπέτοντο ῥίμφα μάλα". Εἶτα ἑρμηνεύων, ὡς ἐπέτοντό φησιν "οὐδ' ὑπένερθε διαίνετο χάλκεος ἄξων". Καὶ ὅρα, ὡς τερατωδέστεροι οὗτοι τῶν ἐφεξῆς που, οἳ ἐπὶ ῥηγμῖνος, ὅ ἐστιν ἐπιφανείας θαλάσσης, καὶ ἀνθερίκων ἄφετοι σκιρτῶντες ἔθεον. Ἰστέον δὲ καὶ ὅτι ὡς ὑπὸ δεσπότῃ τῷ Ποσειδῶνι τά τε κήτεα ἀτάλλει, τουτέστι σκιρτᾷ, καὶ ἡ θάλασσα διΐσταται ὁδοποιοῦσα οἷον αὐτῷ. τῷ μέντοι Ἑρμῇ ἐν Ὀδυσσείᾳ διὰ θαλάσσης ἰόντι οὐδὲν τοιοῦτον ποιοῦσιν. οὐ γὰρ ἐπιστατεῖ θαλάσσης ὁ Ἑρμῆς. Σημείωσαι δὲ καὶ ὅτι οὐδὲν καινόν, ἐὰν ὁ ποιητής, ᾧ καὶ τερατολογεῖν δέδοται, τοιαῦτα λέγῃ, ὅπουγε Καλλισθένης τὸ Παμφύλιον πέλαγος Ἀλεξάνδρου παριόντος, εἰ καὶ μὴ γηθόσυνον διαστῆναι, ὡς ἐν ὁδοποιΐᾳ, ἀλλ' ἐξυπαναστῆναι λέγει αἰσθόμενον οἷον τῆς ἐκείνου πορείας καὶ οὐδ' αὐτὸ ἀγνοῆσαν τὸν ἄνακτα, ἵνα ἐν τῷ ὑποκυρτοῦσθαί πως δοκῇ προσκυνεῖν.

(v. 28) Τὸ δὲ "πάντοθεν" προπαροξύνεται κανόνι τοιούτῳ. Τὰ εἰς θεν τῷ ο παραληγόμενα ἐν τούτοις μόνοις προπαροξύνονται· οἴκοθεν, ἔνδοθεν, ἄλλοθεν, ἑκάστοθεν, ἀπόπροθεν, ἔκτοσθεν, πάντοθεν, τὰ δ' ἄλλα πάντα παροξύνονται, οἷον ποντόθεν τὸ ἐκ πόντου, Αἰνόθεν τὸ ἐξ Αἴνου πόλεως καὶ τὸ ἐξ αἰνοῦ πράγματος, οἷον "αἰνόθεν αἰνῶς", θεόθεν, Ἀβυδόθεν, οἰόθεν ἐκ τοῦ οἶος, ὁ μόνος, πατρόθεν, καὶ ὅσα τοιαῦτα. Τὸ δὲ "κευθμῶν" ἀπὸ εὐθείας ἐστὶ τῆς ὁ κευθμός, ὡς δρυμός, σταθμός, βαθμός. τοὺς δὲ εἰπόντας αὐτὸ συγκεκόφθαι ἐκ τοῦ κευθμώνων εὖ ποιοῦντες οὐκ ἀποδέχονται οἱ παλαιοί.

(v. 29) Τὸ δὲ "γηθοσύνῃ" ἐνταῦθά τινες εἶπον [435] ἀντὶ τοῦ χαίρουσα, ὡς ἀπὸ ἀρσενικοῦ τοῦ ὁ γηθόσυνος, οἱ δ' ἀκριβέστεροι τῶν παλαιῶν φασι μὴ ἀνάγκην εἶναι τοῦτο γενέσθαι, λέγοντες ὅτι ἰδοὺ δικαιόσυνος μὲν Ζεὺς εὕρηται, δικαιοσύνη δὲ ἐπ' οὐδενὸς ὀνόματός ἐστιν ἐπίθετον, ἀλλὰ μόνον πρᾶγμα σημαίνει, τουτέστιν ἕξιν ψυχικήν. [Προσθετέον δὲ καὶ ὅτι δεσπόσυνος μὲν εὕρηται παρ' Εὐριπίδῃ, οὐ μὴν δὲ καὶ δεσποσύνη.] Οὔκουν ἐξ ἀνάγκης, εἴπερ ἀρσενικῶς λέγεται ὁ γηθόσυνος ἐν τῷ "γηθόσυνος χάρμῃ", ἔσται καὶ ἡ γηθοσύνη θηλυκὸν ἐξ αὐτοῦ, ὡς οὐδὲ τοῦ πίσυνος ἔσται θηλυκὸν ἡ πισύνη, οὐδὲ ἡ θαρσύνη τοῦ θάρσυνος. φασὶ δὲ καὶ ὅτι τὰ διὰ τοῦ οσυνη θηλυκὰ οὐκ ἐπίθετά εἰσι παρὰ τῷ ποιητῇ, ἀλλ' οἷον κυρίων σημαντικὰ πραγμάτων καὶ ἐνεργημάτων τινῶν, ὁποῖον τὸ κερδοσύνη, δρηστοσύνη, παλαισμοσύνη, πλαγκτοσύνη, [τοξοσύνη,] βριθοσύνη, ὅμοιον δὲ καὶ τὸ ταρβοσύνη καὶ ὅσα τοιαῦτα πραγμάτων κατηγορικὰ καὶ παθημάτων δηλωτικά. Ὅρα δὲ καὶ τὸ "γηθοσύνῃ διΐστατο" πρὸς διαστολὴν τοῦ ἄλλως διΐστασθαι, ὁποῖον καὶ τὸ "διαστήτην ἐρίσαντε", ὅ τινες μεταγράψαντες καὶ ἄλλως ἑρμηνεύσαντες ἠχρείωσαν. εὕρηται γὰρ ἐκεῖνο ἐν οὐκ ἀγαθοῖς ἀντιγράφοις γραφὲν "διὰ στήτην ἐρίσαντο" τουτέστι διὰ γυναῖκα ἤρισαν, ὡς καὶ προδεδήλωται.

(v. 30) Τὸ δὲ "ἐπέτοντο ῥίμφα", διαλυτικὴ ἑρμηνεία ἐστὶ τοῦ ὠκυπέτα. οἱ γὰρ ὠκυπέται ῥίμφα μάλα πέτονται, οἱ δ' αὐτοὶ καὶ εὔσκαρθμοι, ὡς εἰρήσεται. Τὸ δὲ μὴ διαίνεσθαι τὸν ἄξονα συμπέτεσθαί τε δηλοῖ καὶ τὸ ἅρμα τοῖς ἵπποις, καὶ σθεναροὺς δὲ εἶναι τοὺς ἵππους ἐμφαίνει τοιοῦτον ἅρμα κουφίζοντας, οὗ καὶ ἄξων χάλκεος. ταῦτα δὲ ὕδατος αἰνίττεται τάχος, ὅτε κατὰ πρανοῦς φέρεται ἢ ὑπ' ἀνέμων ἐλαύνεται. Σημειωτέον δὲ καὶ ὅτι οὐκ εἶπεν ὡς οἱ τροχοὶ οὐκ ἐδιαίνοντο, ἵνα μὴ ἀπιθάνως εἴπῃ. αὐτοὶ γὰρ ἐπιπολῆς, ὡς εἰκός, τοῦ ὕδατος ἐστρέφοντο, καθάπερ εἰ καὶ ἐπὶ γῆς, οὐκ ἐβυθίζοντο δέ. ὅθεν ὁ ἄξων ἀδίαντος ἔμενε. Σημείωσαι δὲ ὅτι ἀπὸ τοῦ ἄξονος καὶ τῶν ἐχόντων αὐτὸν εἴτε ἁρμάτων εἴτε ἁμαξῶν ἀμφαξονεῖν λέγεται παροιμιακῶς τὸ μὴ πορεύεσθαι κατ' ὀρθόν. τίθεται δὲ κατὰ Παυσανίαν ἡ λέξις καὶ ἐπὶ τῶν τὰ γόνατα ἀσθενούντων καὶ ἐκκλωμένων.

(v. 31) Ὅτι "εὔσκαρθμοι ἵπποι", καθά που καὶ εὔσκαρθμος Μύριννα, οἱ εὐκίνητοι παρὰ τὸ εὖ σκαίρειν. Φησὶ γὰρ "τὸν δέ", ἤγουν τὸν Ποσειδῶνα, "ἐς νῆας ἐΰσκαρθμοι φέρον ἵπποι".

(v. 32-38) Ὅτι χρᾶται καὶ νῦν συνήθει σχήματι διηγήσεως ὁ ποιητὴς εἰπὼν "ἔστι δέ τι σπέος εὐρὺ βαθείης βένθεσι λίμνης μεσσηγὺς Τενέδοιο καὶ Ἴμβρου παιπαλοέσσης", ἔνθα τοὺς [436] ῥηθέντας ἵππους ἔστησε Ποσειδῶν "λύσας ἐξ ὀχέων, παρὰ δ' ἀμβρόσιον βάλεν εἶδαρ ἔδμεναι, ἀμφὶ δὲ ποσσίν", ὡς καὶ προεγράφη, "πέδας ἔμβαλε χρυσείας, ἀρρήκτους, ἀλύτους", ὃ δὴ ἀρετή ἐστι δεσμοῦ, "ὄφρ' ἔμπεδον αὖθι μένοιεν νοσήσταντα ἄνακτα". Καὶ ὅρα, ὡς ἡ Ὁμηρικὴ Μοῦσα καὶ τὰ κατὰ βυθοῦ περιεργάζεται, ὑπεμφαίνουσα τὸ πολύ τε βάθος τῆς ἐκεῖ θαλάσσης, καὶ τὸ μέχρι τῶν δηλουμένων νήσων ὡς πρὸς Βορρᾶν τὴν τοῦ Αἰγαίου πελάγους ἀναπαύεσθαι πλατύτητα. διὸ καὶ πέδας ἐκεῖ τοῖς ἵπποις ὁ Ποσειδῶν περιτίθησιν, ὡς αὐτόθι παυομένου μὲν τοῦ Αἰγαίου πελάγους, ἀρχομένου δὲ τοῦ Ἑλλησπόντου, ὃς μικρὸν ὅσον ἀποστενοῦται εἰς θαλάσσης πορθμόν, οὐ κατὰ τὴν τοῦ Αἰγαίου χύσιν εὐρυνόμενος, ἀλλ' οἷον σφιγγόμενος καὶ πεδούμενος. Ἴσως δὲ μᾶλλον τὸ περὶ Τένεδον καὶ Ἴμβρον στῆναι τοὺς τοῦ Ποσειδῶνος ὠκυπέτας καὶ εὐσκάρθμους καὶ ῥίμφα μάλα πετομένους ἵππους αἴνιγμά ἐστι τοῦ μέχρις ἐκεῖ περατοῦσθαι τὸν ἀγάρροον Ἑλλήσποντον, ὡς δοκεῖ τοῖς μεθ' Ὅμηρον. Περὶ δὲ Ἴμβρου καὶ Τενέδου ἱκανῶς ἐρρέθη καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ.

(v. 33) Ἰστέον δὲ ὅτι κατὰ τοὺς παλαιοὺς καὶ Τρίοδος ἐκαλεῖτο ἡ Τένεδος, ὡς μέση κειμένη Αἰγαίου τε καὶ Ἑλλησπόντου καὶ μέλανος κόλπου τοῦ πρὸς τῇ Αἴνῳ, καὶ ὅτι οὕτω λαλεῖ ὁ ποιητὴς τὰ κατὰ τοὺς ῥηθέντας ἵππους, ὡς εἴπερ ἦσαν ἀμφίβιοι καὶ αὐτοὶ κατὰ τοὺς θαλαττίους δαίμονας, οἷς καὶ τὰ καλὰ δώματα ὑπόβρυχα πλάττονται καὶ ἡ λοιπὴ τρυφή.

(v. 32) Λίμνη δὲ συνήθως παρὰ τῷ ποιητῇ ἡ θάλασσα διὰ τὸ μὴ ἀπορρέειν κατὰ ποταμούς, ἀλλὰ λίαν μένειν, ὃ καὶ τὴν ἁπλῶς λίμνην καὶ τὸν λιμένα δὲ ποιεῖ.

(v. 35 s.) Τὸ δὲ "εἶδαρ ἔδμεναι" τρόπος ἐτυμολογίας ἐστίν. ἀπὸ γὰρ τοῦ ἔδω τὸ εἶδαρ. Οὕτω δὲ καὶ τὸ "ἀμφὶ ποσσὶ πέδας", ἐκ γὰρ τῶν ποδῶν αἱ πέδαι κατὰ τροπὴν τοῦ ο εἰς ε. Ὅτι δὲ τὸ παραβαλεῖν εἶδαρ ταὐτόν ἐστι τῷ παραθεῖναι, καὶ ὡς ἐξ αὐτοῦ συντέθειται τὸ κοινῶς λεγόμενον παράβλημα, καὶ ἀλλαχοῦ δηλοῦται.

(v. 39-41) Ὅτι οἱ Τρῶες "φλογὶ ἶσοι", ὅ ἐστιν ὅμοιοι, "ἀολλέες ἠὲ θυέλλῃ Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτες ἕποντο, ἄβρομοι, αὐΐαχοι". Ταῦτα δὲ πρὸς τὸ εὐκίνητον καὶ ἠχητικὸν τοῦ ἔθνους καὶ ἀλόγως ὁρμητικόν. διὰ τοῦτο γὰρ οὐ λέουσιν ἢ λύκοις αὐτοὺς ἢ τοιούτοις τισὶν εἴκασε. καὶ τὸν Ἕκτορα δὲ μετ' ὀλίγα φλογὶ παρεικάζει.

(v. 41) Δηλοῖ δὲ τὸ "ἄβρομοι, αὐίαχοι" τὸ ἅμα [437] βρόμῳ, ἅμα ἰαχῇ, ὧν βρόμος μὲν ἐπὶ φλογός, ἰαχὴ δὲ ἐπὶ θυέλλης. Αἰολικὴ δὲ ἡ τοῦ υ ἐπένθεσις ἐν τῷ αὐίαχοι, ὡς καὶ ἐν τῷ ἀγάω ἀγαός ἀγαυός καὶ ἀγαυρός, καὶ ἄρρηκτος, αὔρηκτος. οὕτω δὲ καὶ τὸ παρ' Ὁμήρῳ "ἔωθεν ἐνικλᾶν" εὔωθεν λέγεται, εἰ μή τι ἄρα ἐκεῖνο ἐκ τοῦ εἴωθε τροπὴν ἔπαθε τοῦ ι εἰς υ. Ἰστέον δὲ [ὅτι τε εἶχε μὲν ὁ ποιητὴς εἰπεῖν ἀΐαχοι ἐκτάσει τῆς ἀρχούσης, ὁποία γίνεται καὶ ἐν τῷ ἀθάνατος καὶ ἀκάματος, προέκρινε δὲ τοῦ κοινοῦ καὶ χασμώδους τὸ καὶ ποιητικώτερον καὶ ἀχάσμητον. Καὶ] ὅτι βρόμος κυρίως ἐπὶ ἀνέμου καὶ ἐπὶ πυρός, ἐφ' ὧν καὶ τὸ βρέμειν. Παυσανίας δὲ βρόμον λέγει καὶ σπέρμα λεπτῇ κριθῇ ὅμοιον, τὸ κοινῶς δηλαδὴ λεγόμενον βρόμιον. τὸ μέντοι βρωμᾶσθαι, ὃ καὶ ἐκτείνεται, φησὶν ὁ αὐτὸς ἐπὶ ἀρσένων ὄνων τίθεσθαι ὅτε λιμώττουσιν, ἵνα ᾖ, φησί, βρωμᾶσθαι τὸ βρώμης, ὅ ἐστι τροφῆς, δεῖσθαι. Ὅρα δ' ἐν τοῖς ῥηθεῖσι τὸ σύντομον τῶν παραβολῶν, τῆς φλογὸς καὶ τῆς θυέλλης, ἔτι δὲ καὶ τὸ τῶν ἀποδόσεων, τοῦ βρόμου δηλαδὴ καὶ τῆς ἰαχῆς, ἔβρεμον μὲν γὰρ ὡς πῦρ, ἴαχον δὲ ὡς ἄνεμος.

(v. 41 s.) Ὅτι ἐξ Ὁμήρου λαβόντες οἱ ὕστερον ἐπὶ μόνων ἀγαθῶν τὴν ἐλπίδα τιθέασι, φάμενοι ὡς οὐδέποτέ τις ἐλπίζειν κακὰ λέγεται. πανταχοῦ γοῦν ἀγαθόν τι τὴν ἐλπίδα εἰδώς φησι κἀνταῦθα περὶ Τρώων, ὡς "ἔλποντο νῆας Ἀχαιῶν αἱρήσειν κτενέειν τε παρ' αὐτόφι πάντας Ἀχαιούς". ἡ μέντοι παρὰ τῷ Ἡσιόδῳ ἐλπὶς ἄλλως δοκεῖ ἔχειν παρὰ τὸ Ὁμηρικόν, εἴπερ κακῶν καραδοκίαν ἐκείνη δηλοῖ.

(v. 43 s.) Ὅτι ἐν τῷ "ἀλλὰ Ποσειδάων γαιήοχος, ἐννοσίγαιος, Ἀργείους ὤτρυνεν", ὡς πρὸ ὀλίγων ἐρρέθη, ἀστείως ἀντέθηκε τὰ ἐπίθετα. ὁ γὰρ αὐτὸς καὶ συνέχει γαῖαν ὡς ἀσφάλιος, καὶ διασείει ὡς ἐννοσίγαιος.

(v. 45) Ὅτι ἐν τῷ τὸν Ποσειδῶνα εἰκασθῆναι τῷ Κάλχαντι δέμας καὶ ἀτειρέα φωνὴν ἕνα τῶν ἐννέα κηρύκων ἐστοχάσαντό τινες εἶναι τὸν Κάλχαντα, ὡς καὶ προερρέθη, οὗ νῦν ἡ φωνὴ ἀτειρὴς παρασημειοῦται. ἔοικε δ' ἐν τούτοις ὁ Κάλχας μεγαλοφώνως ἐξονειδίσαι, εἰ τῇ θαλάσσῃ [438] πιστεύσουσιν ἑαυτοὺς φεύγοντες οἱ Ἀχαιοὶ καὶ οὕτως ἐντρέψαι καὶ εἰς ἀντιπαράταξιν στρέψαι. διὸ Ποσειδῶν λέγεται ἐλθὼν ἐξ ἁλὸς καὶ ὁμοιωθεὶς Κάλχαντι θαρρῦναι τοὺς Ἕλληνας, ὡς καὶ προεδηλώθη.

(v. 47 s.) Ὅτι ἀνδρείων ἔπαινος πρὸς τοὺς Αἴαντας ῥηθὲν τὸ "ὑμεῖς μέν τε σαώσετον λαὸν Ἀχαιῶν ἀλκῆς μνησάμενοι μηδὲ κρυεροῖο φόβοιο", τουτέστιν ἀκράτως ἀνδρισάμενοι καὶ μὴ ἐνδοιαστικῶς ἔχοντες εἰς νοῦν, ὡς ἢ στῆναι ἢ φυγεῖν. ἢ καὶ ἄλλως, ἀλκήεντες φανέντες διόλου καὶ μὴ πρὸς ὥραν τινά, ὡς ἀνδρίσασθαι πρὸς ὀλίγον, εἶτα φυγεῖν.

(v. 49 s.) Ὅτι πάνυ ἐξαίρων ὁ τοῦ μύθου Ποσειδῶν τὸν Ἕκτορά φησι πρὸς τοὺς Αἴαντας, ὡς "ἄλλῃ μέν", ἤγουν ἀλλαχοῦ καὶ ἐντελῶς εἰπεῖν ἐν ἄλλῃ τάξει ἢ μερίδι ἢ φάλαγγι, "ἔγωγ' οὐ δείδια χεῖρας ἀάπτους Τρώων, οἳ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ", τουτέστιν ὁμιλαδόν, παμπληθεί, ὃ δὴ καὶ μετ' ὀλίγα κείμενον τὴν τῶν ὅλων Τρώων δηλοῖ διὰ τοῦ Ἑλληνικοῦ τείχους ἔξωθεν ἄνοδον καὶ ἔσω κάθοδον ὡς πρὸς τὰς νῆας, πάνυ γοργῶς φρασθέν.

(v. 51-54) Εἶτα ἐπάγει ἐφεξῆς "ἕξουσι γάρ", ἤτοι κωλύσουσιν, "ἅπαντας ἐϋκνήμιδες Ἀχαιοί. τῇ δὲ δή", ἤγουν ἐνταῦθα, "αἰνότατον περιδείδια μή τι πάθωμεν, [ᾗ ῥ' ὅ γε", ἤγουν] ἔνθα ὅδε, "ὁ λυσσώδης φλογὶ ἴκελος ἡγεμονεύει Ἕκτωρ". Δῆλον δὲ ὡς διαβάλλει τοῖς ἐχθροῖς τὸν Ἕκτορα ὁ Ποσειδῶν, λυσσώδη αὐτὸν καὶ φλογερὸν προσειπών, ἐπαγαγὼν καὶ τὸ "ὃς Διὸς εὔχεται ἐρισθενέος πάϊς εἶναι". ψεύδεται οὖν ἡγεμονικῶς καὶ οἰκονομικῶς ἐρεθίζων τοὺς Ἀχαιούς, ἵνα καὶ αὐτοὶ ἀντιστάντες εἶεν οὕτω φῶτες ἰσόθεοι. ὥρμηται δὲ ἡ διαβολὴ ἐκ τοῦ "τιοίμην ὡς τίεται Ἀθηναίη καὶ Ἀπόλλων", ὅπερ ηὔξατό που Ἕκτωρ. [(v. 49) Ὅρα δὲ ὅτι τε τὸ "ἄλλῃ μὲν οὐ δείδια, τῇ δέ" ἀντίκεινται συνδετικῶς ἀλλήλοις, ὡς τὸ "ἀλλαχοῦ μὲν οὐ δειλιῶ, ταύτῃ δέ", ἤγουν ἐνταῦθα.

(v. 53) Καὶ ὅτι τὸ "ᾗ ῥ' ὅ γε" θεληματικῶς ῥοίζου χάριν παρενέβαλε τὸν ῥα σύνδεσμον, οὐ μὴν κατά τι ἀναγκαῖον, ὡς δηλοῖ τὸ "ἢ ὅ γε δίφρον ἑλών", ὅπερ ἀνεμεσήτως ἐν τῇ κ΄ ῥαψῳδίᾳ χασμᾶται ἄρροιζον.]

(v. 55) Ὅτι τὸ κοινῶς λεγόμενον "ὁ θεὸς ὁδηγήσειε" "θεὸς ἐνὶ φρεσὶ ποιήσειε" λέγει ὁ ποιητής, ὅπερ ἐστὶ θήσοι εἰς νοῦν. ταὐτὸν γὰρ ἐν πολλοῖς τὸ θεῖναι καὶ [439] τὸ ποιῆσαι.

(v. 55 s.) Φησὶ γοῦν "σφῶϊν δ' ὧδε θεὸς ἐνὶ φρεσὶ ποιήσειεν αὐτώ θ' ἑστάμεναι κρατερῶς", ἤγουν ὑμᾶς τοὺς Αἴαντας, "καὶ ἀνωγέμεν ἄλλους". Δῆλον δ' ὅτι ἀρετὴν ἀγαθοῦ στρατηγοῦ ὑπογράφει τὸ αὐτόν τέ τινα ἑστάμεναι κρατερῶς καὶ κελεύειν ἄλλοις.

(v. 57 s.) Εἶτα εἰς πάνυ πλέον θαρρύνων τοὺς ἥρωας ὁ μυθικὸς Ποσειδῶν ἐπάγει, ὡς οὕτως ἂν καὶ "ἐσσύμενόν περ ἐρωήσαιτ' ἀπὸ νηῶν, εἰ καί μιν Ὀλύμπιος αὐτὸς ἐγείρει", ὃ ταὐτόν ἐστιν ἐνταῦθα τῷ ὑπὲρ αἶσαν. ταὐτὸν γὰρ αἶσα καὶ Ζεὺς Ὀλύμπιος. Ὑπερβολικῶς δὲ καὶ σεμνῶς εἴρηται, ὡς οἱ Αἴαντες καὶ ἐσσύμενόν περ διώξουσι τὸν Ἕκτορα, εἰ καὶ ὁ Ζεὺς αὐτὸς ἐγείρει. Ὅρα δὲ τὸ "ἐρωήσαιτε ἀπὸ νηῶν" ἀλλοπαθῶς λεχθέν. δηλοῖ γὰρ οὐχ' ὅτι αὐτοὶ ἐρωήσαιτε ἀλλὰ τὸν Ἕκτορα εἰς ἐρωὴν κινήσοιτε διώξαντες.

(v. 59-61) Ὅτι Ποσειδῶν σκηπανίῳ ἀμφοτέρω τὼ Αἴαντε κεκοπὼς "πλῆσε μένεος κρατεροῖο, γυῖα δὲ θῆκεν ἐλαφρὰ πόδας καὶ χεῖρας ὕπερθεν". Προσυπακουστέον δὲ εἰς τὸ πόδας τὸ ἔνερθεν, ἐλλιπῶς γὰρ εἴρηται διὰ συντομίαν. ὑποκαταβὰς οὖν ἐρεῖ ἐντελῶς "ἔνερθεν πόδες καὶ χεῖρες ὕπερθεν". Δῆλον δὲ ὅτι παρὰ τὰ γυῖα, ὃ τὰς χεῖρας ἰδίᾳ δηλοῖ πολλαχοῦ, γίνεται καὶ ἐγγύη, ἡ ὡσανεὶ ἐν χερσὶ τιθεῖσα τὸ κατεγγυηθέν, καὶ τὸ ἐγγυαλίζω, ἤγουν ἐν χερσὶ τίθημι, καὶ τὸ ὑπόγον, ὃ καὶ ἐξ ὑπογύιου λέγεται, τὸ ἐγγύς, φασί, προσδόκιμον ἢ παραυτίκα γεγονὸς καί, ὡς εἰπεῖν, πρόχειρον ἢ μᾶλλον ὑποχείριον, ὅπερ ἐν Ὀδυσσείᾳ κεῖται. Ἰστέον δὲ ὅτι πᾶσα θεία ῥάβδος παρ' Ὁμήρῳ δρᾷ μέγα τι καινόν, οἷον ἡ τῆς Ἀθηνᾶς εἰς Ὀδυσσέα, ποτὲ μὲν νέον ποιοῦσα, ποτὲ δὲ γέροντα, ἡ τοῦ χρυσορράπιδος Ἑρμοῦ ἐπὶ τοῖς ἐγρηγορόσιν ἢ καθεύδουσιν, ἡ τῆς Κίρκης κατὰ τῶν πινόντων κυκεῶνα. οὕτω δὴ κἀνταῦθα τὸ τοῦ Ποσειδῶνος σκηπάνιον, ἤτοι σκῆπτρον, ἐρεθίζει τεραστίως τοὺς Αἴαντας.

(v. 59) Γλώσσης δέ, φασί, Κυρηναίων τὸ σκηπάνιον. Εἴτε δὲ κεκοπὼς γράψει τις, εἴτε κεκοφώς, ὡς τὸ κεκλοφώς, ἄμφω ἀνάλογα. καὶ Ἀρίσταρχος ἀρέσκεται ταῖς δυσὶ γραφαῖς. ἐπὶ ἁπλῶς δὲ κρούσεως ἐνταῦθα τὸ κεκοπώς, καθὰ καὶ τὸ "τίς ὁ κόπτων τὴν θύραν", δηλοῖ δέ ποτε καὶ σωματικὴν τομήν. Ὁ δὲ δράκων [440] ἐν τοῖς πρὸ τούτων ἔκοψεν ἀετὸν κατὰ τὴν δειρὴν κατ' ἀμφοτέρας τὰς σημασίας τῆς λέξεως

(v. 62-65) Ὅτι ὁποῖος μέν τις ὁ Ποσειδῶν εἰς Ἀχαιοὺς ἦλθεν, οὐ λέγει ὁ ποιητὴς ἀσχολήσας ἑαυτὸν εἰς ἄλλα τινὰ τῶν ἐκείνου, ἀπιόντα δὲ οὕτω φράζει "αὐτὸς δ' ὥς τ' ἴρηξ ὠκύπτερος ὦρτο πέτεσθαι, ὅς ῥά τ' ἀπ' αἰγίλιπος πέτρης περιμήκεος ἀρθεὶς ὁρμήσει πεδίοιο", ἤγουν διὰ τῆς πεδιάδος, "διώκειν ὄρνεον ἄλλο, ὣς ἀπὸ τῶν ἤϊξε Ποσειδάων".

(v. 64) Καὶ ὅρα τὸ "ὄρνεον ἄλλο", τουτέστιν ἕτερον τῷ εἴδει, ἀλλόφυλον. ἐμφαίνει γάρ, φασίν, ὁ ποιητὴς τὸν ἱέρακα τῶν ὁμοφύλων μὴ ἅπτεσθαι. οὕτω φασὶ καὶ ἐν τῷ "ὑπὸ δελφῖνος μεγακήτεος ἰχθύες ἄλλοι" τὸ "ἄλλοι" ἀντὶ τοῦ ἑτεροειδεῖς πρὸς τὸν δελφῖνα, κῆτος ὄντα, οὐ μὴν ἰχθῦν.

(v. 62) Τὸ δὲ ἴρηξ Ἰωνικῶς ψιλοῦται, εἰ καὶ τὸ ἱέραξ δασύνεται. πέτραις δὲ ὡς ἐπὶ πολὺ τὰ τοιαῦτα ἐπικαθῆσθαι ὄρνεα ἡ ἐνάργεια φαίνει.

(v. 63) Τὸ δὲ περιμήκης βαρύνεται κανόνι τοιούτῳ. Τὰ εἰς ης σύνθετα γενόμενα παρ' οὐδέτερον εἰς ος τῷ η παραληγόμενον βαρύνεται· κῆτος μεγακήτης, μῆκος περιμήκης, ἦθος κακοήθης. Τὸ λαθικηδής καὶ οἰνοπληθής οὐκ ἀπὸ τοῦ κῆδος καὶ πλῆθος, ἀλλὰ παρὰ ῥῆμα τὸ κήδω καὶ πλήθω γεγόνασι.

(v. 65) Τὸ δὲ "ἤϊξε" ταὐτόν ἐστι τῷ ῥᾷον ἀπῆλθεν, ὡς δηλοῖ μετ' ὀλίγα ὁ Λοκρὸς Αἴας, εἰπὼν γνῶναι τὸν Ποσειδῶνα ῥεῖα ἀπιόντα.

(v. 68-70) Ὅτι ἐν τῷ "Αἶαν, ἐπεί τις θεῶν, οἳ Ὄλυμπον ἔχουσι, μάντει εἰδόμενος κέλεται μάχεσθαι, οὐδ' ὅ γε Κάλχας ἐστί" καὶ ἑξῆς, χωλὸν τὸ ἔπος, μὴ ἔχον ἀπόδοσιν. ἕπτα γὰρ ὄντων τῶν καθεξῆς ἐπῶν, οἵαν ἄν τις ἐρεῖ ἀπόδοσιν, ἀλόγιστός ἐστιν. ἤγουν ὁ ταῦτα λέγων Λοκρὸς Αἴας τεταραγμένος ὢν οὐ κρατεῖ τῆς φράσεως, ἢ μέλλων ἀποδοῦναι ὅμως ὑποβλήδην ὑπὸ τοῦ Τελαμωνίου ἐγκόπτεται, συνάψαντος τὸν οἰκεῖον λόγον καὶ παραφράσαντος τὰ τοῦ Λοκροῦ, ἅπερ ἐπίτηδες πεποίηται, ἵνα τῇ προσωπικῇ μιμήσει ἐκφαίνηται ἡ ποιητικὴ ἀρετή. Τινὲς μέντοι δύο στίχους κρεμάσαντες, εἶτα τὴν ἔννοιαν πληροῦσιν ἀποδοτικῶς, ἵνα εἴπῃ· Αἶαν, ἐπεί τις θεός, εἰκασθεὶς μάντει, κελεύει μάχεσθαι, οὐχ' οὗτος Κάλχας ἐστίν. ἔχει δὲ καὶ πάλιν ἡ ἔννοια οὐδὲν γενναῖον, ἀλλ' ἔστιν ἀληθῶς ἡ [441] φράσις χωλεύουσα. Λέγει δ' ἐν τούτοις Κάλχαντα καὶ θεοπρόπον οἰωνιστήν, ὡς εἴ τις εἴποι μάντιν οἰωνοπόλον, γενικοῦ μὲν ὄντος ὀνόματος τοῦ θεοπρόπος, ὡς καὶ τοῦ μάντις, εἰδικοῦ δὲ τοῦ οἰωνιστής.

(v. 71 s.) Ὅτι τὸ "ἴχνια γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάων ῥεῖ' ἔγνων ἀπιόντος, ἀρίγνωτοι δὲ θεοί περ", ὅπερ ὁ μικρὸς Αἴας περὶ Ποσειδῶνός φησι, χρήσιμον ἔσται ποτὲ παρῳδηθὲν εἴς τινα θείαν ἐνάργειαν καὶ ἐνέργειαν ἐκ μικρᾶς ἀφορμῆς μέγα τι ἐνδειξαμένην. καὶ γάρ τοι καὶ ὁ ῥηθεὶς Αἴας ἐκ μόνων ἰχνῶν ἔγνω παρουσίαν θεοῦ, ὡς οἷα τοῦ Ποσειδῶνος ἐν τῷ ταχὺ ἀπιέναι καὶ κοῦφα θέειν ἢ μηδὲ ἴχνη ἐντυποῦντος ὡς χαράξεις ποδῶν τὴν γῆν ἀπομάξασθαι, ἢ καὶ πλατὺ διαβαίνοντος, ὡς πολὺ διεστάναι ἀλλήλων τὰ ἴχνη καὶ μὴ κατὰ βῆμα ἀνθρώπου, ἢ καὶ ὡς λίαν ταχὺ καὶ ἀχρόνως ἴχνος ἐπὶ ἴχνει ποιοῦντος. Τὸ δὲ εἶναι τὸ θεῖον ἀρίγνωτον οὐχ' ἁπλῶς ἐρρέθη, ἀλλ' ὅτε δηλαδὴ ἐνέργημά τι οἰκεῖον ἐκφήνῃ, ὅπερ οὐ κατὰ τὰ ἀνθρώπινά ἐστιν.

(v. 71) Ἰστέον δὲ ὅτι ἐν τῷ "ἴχνια δὲ ποδῶν ἠδὲ κνημάων" περιττῶς κεῖσθαι δοκεῖ τὸ κνημάων. ἴχνη γὰρ αἱ κνῆμαι οὐ τυποῦσιν, εἰ μὴ ἄρα ὅτι ἐρείδουσαι τῷ βάρει βαθύνουσι τὰ ἴχνη, καθὰ καὶ βραχίων τῇ χειρὶ συνεργάζεται τὰ κοιλώματα.

(v. 73-75) Ὅτι σημεῖον τοῦ θεόθεν εἰς μάχην ἐρεθισθῆναι ὁ Λοκρὸς Αἴας ἑαυτῷ πορίζει τοιοῦτον "καὶ δ' ἐμοὶ αὐτῷ", φησί, "θυμὸς ἐνὶ στήθεσσι φίλοισι μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι, μαιμώωσι δ' ἔνερθε πόδες καὶ χεῖρες ὕπερθεν". Καὶ ὅρα συχνὰ ἐνταῦθα πάρισα, τά τε ἄλλα καὶ τὸ ἔνερθεν καὶ ὕπερθεν. καὶ ταῦτα μὲν ὁ Λοκρός.

(v. 76-79) Ὁ δὲ μέγας παραφράζων δεξιῶς τὸ τελευταῖον ἔπος καὶ τὰ λοιπὰ δὲ ἄλλως φράζων ἐπάγει "οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι χεῖρες ἄαπτοι μαιμῶσι, καί μοι μένος ὤρορε, νέρθε δὲ ποσσὶν ἔσσυμαι ἀμφοτέροισιν".

(v. 79 s.) Εἶτα τὸ κεφάλαιον τοῦ θάρσους δεικνὺς ἐπάγει "μαιμώω δὲ καὶ οἶος Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτι μάχεσθαι". Ταῦτα δὲ πάντα θάρσους εἰσὶ χαρακτῆρες καὶ οἷα λέγεσθαι ὑπὸ θαρσαλέων ἀνδρῶν.

(v. 73) Ἰστέον δὲ [ὅτι τε τὸ "ἐμοὶ αὐτῷ" συνήθως Ὁμήρῳ πέφρασται ἀντὶ τοῦ ἐμαυτῷ, ἐπεὶ μηδὲ οἶδε σύνθετον ἀντωνυμίαν, καὶ ὅτι τὸ "οἶος Ἕκτορι μάχεσθαι", ὅπερ διαλελυμένως μονομαχίαν παραλαλεῖ, ἐπὶ μὲν τῷ Λοκρῷ νοηθῆναι μικροπρεπῶς ἔχει· τί γὰρ μέγα, εἴπερ ὁ τοσοῦτος Αἴας μόνος δίχα τοῦ Λοκροῦ μαχεῖται μόνῳ τῷ Ἕκτορι;] Ἔστι δὲ ἀληθῶς μεγαλοπρεπές, εἰ μόνος ἐκ πάντων Ἀχαιῶν ὁ Τελαμώνιος ἀντικατασταίῃ τῷ νῦν τηλικούτῳ Ἕκτορι. καὶ ὅτι χρόνου μετάθεσιν καὶ νῦν πέπονθε τὸ ὤρορεν, ὡς τοῦ μεγάλου ω τῆς παραληγούσης μεταπεπτωκότος εἰς τὴν ἄρχουσαν. Καὶ ὅτι ὁ μὲν Τελαμώνιος ὡς νωθὴς καὶ πολὺ μετέχων ἰδίας ἀνδρίας οὐ ταχὺ κατὰ τοὺς παλαιοὺς τῆς τοῦ Ποσειδῶνος ἐπικουρίας αἰσθάνεται, ὁ δὲ Λοκρὸς πρῶτος. [442] οὔτε γὰρ πάνυ ἀνδρεῖος, ἀλλὰ καὶ ὀξύτερος ἐπισημήνασθαι, ὃς καὶ τὴν τοῦ Ποσειδῶνος ἀπέλευσιν τοῦ μεγάλου Αἴαντος μὴ γνόντος αὐτὸς ἐσημειώσατο, καθὰ προσεχῶς ἐρρέθη.

(v. 77) Ὅρα δὲ ἐν τῷ "περὶ δούρατι χεῖρες μαιμώωσι" τὴν περι πρόθεσιν δοτικῇ συνταχθεῖσαν, οὐχ' ἁπλῶς μέντοι, ἀλλὰ διὰ τὸ εἰλῆφθαι ἀντὶ ἐπιτάσεως. δηλοῖ γὰρ τὸ περισσῶς. [Ἄλλως δ' ἄν τις "δουρὸς μαιμῶσιν" εἶπε "χεῖρες" κατὰ τὸ "καὶ πῶς ἐπέσχε χεῖρα μαιμῶσαν φόνου;"]

(v. 80) Τὸ δὲ "Ἕκτορι Πριαμίδῃ" καὶ ἐνταῦθα καὶ ἐν τοῖς πρὸ τούτου καὶ εἴ που δὲ ἀλλαχόθι οὕτω κεῖται, παρέλκει πρὸς μέτρου τε ἀναπλήρωμα καὶ εἰς σέμνωμα δὲ τοῦ γέροντος Πριάμου.

(v. 82) Ὅτι ἐν τῷ "χάρμῃ γηθόσυνοι, τήν σφιν θεὸς ἔμβαλε θυμῷ" ‑ περὶ δὲ τῶν Αἰάντων ὁ λόγος οἰκεῖος ὢν ἐπὶ θαρραλέων στρατιωτῶν λέγεσθαι ‑ ἔοικε τὸ γηθόσυνοι ἐτυμολογία τις εἶναι τῆς χάρμης. Γεγηθέναι γὰρ καὶ χαίρειν ταὐτά εἰσιν, ὥστε λέγοιτο ἂν ἡ μάχη χάρμη οὐ μόνον κατὰ ἀντίφρασιν, ἀλλὰ καὶ κυρίως, ἐπεὶ χαίρουσιν οἱ ἀνδρεῖοι ἀμυνόμενοι. διό τινες οὐδὲ τὴν μάχην αὐτὴν χάρμην φασίν, ἀλλὰ τὴν εἰς μάχην προθυμίαν. καὶ ἄλλως δέ, ἡ μάχη μετὰ θυμοῦ, ὁ δὲ θυμὸς μέλιτος γλυκίων καταλειβομένου τῷ θυμουμένῳ γίνεται. Εἴη ἂν οὖν καὶ διὰ τοῦτο ἡ μάχη χάρμη λεγομένη, τουτέστι χάρμα τι καὶ χαρὰ διὰ τὴν ῥηθεῖσαν οἷον γλυκύτητα, ὥσπερ καὶ τὸ βρῶμα βρώμη λέγεται ποιητικώτερον.

(v. 84-88) Ὅτι πολλοὶ Ἀχαιοὶ τὴν μάχην ἀφέντες "παρὰ νηυσὶν ἀνέψυχον φίλον ἦτορ", ἤγουν ἀνελάμβανον τὴν ψυχήν. "Τῶν", ἤγουν ὧν "ἅμα τ' ἀργαλέῳ καμάτῳ φίλα γυῖα λέλυντο, καί σφιν ἄχος κατὰ θυμὸν ἐγίνετο δερκομένοισι Τρῶας, τοί", ἤγουν οἵ, "μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ", καθὰ προείρηται, οὓς καὶ εἰσορόωντες Ἀχαιοὶ "ὑπ' ὀφρύσι δάκρυα λεῖβον". Καὶ ὅρα τὸ τοῦ λόγου πάνυ περιπαθές, οὗπερ αἰτία τὸ ἄκρον τοῦ κινδύνου.

(v. 89) "Οὐ γὰρ ἔφαν", φησί, "φεύξεσθαι ὑπ' ἐκ κακοῦ".

(v. 85) Ἰστέον δὲ ὅτι ἐν τῷ "καμάτῳ φίλα γυῖα λέλυντο" ἔκλυσιν μελῶν καὶ τὸν πολὺν κάματον ὁρίζεται. κακουργεῖ γὰρ ὁ κάματος περὶ τὸν ζωτικὸν σύνδεσμον, διὸ καὶ οἱ τεθνεῶτες καμόντες λέγονται. [Ὥστε λυσιμελὴς καθὰ ὁ ὕπνος καὶ ὁ θάνατος, οὕτω καὶ ὁ κάματος. Τὸ δὲ "φίλα γυῖα" φίλη φράσις Ὁμήρῳ, καθὰ πρὸς ἄλλοις πολλοῖς καὶ τὸ "φίλαι χεῖρες" καὶ "φίλον κῆρ".]

(v. 958) Ὅτι πρὸ ὀλίγων ὁ Ποσειδῶν εἰπὼν τοῖς Αἴασιν, ὡς ὑμεῖς [443] "σαώσετε λαὸν Ἀχαιῶν, ἀλκῆς μνησάμενοι μηδὲ κρυεροῖο φόβοιο", ὁ αὐτὸς νῦν ἑτέρους τινὰς καταδημαγωγῶν λέγει παραφράζων ἐκεῖνα, ὅτι "ὔμμιν ἔγωγε μαρναμένοισι πέποιθα σαωσέμεναι νέας ἁμάς", ἤγουν ἡμετέρας, "εἰ δ' ὑμεῖς πολέμοιο μεθήσετε λευγαλέοιο, νῦν δὴ εἴδεται ἦμαρ ὑπὸ Τρώεσσι δαμῆναι". Καὶ ὅρα τὸ ὑπὸ Τρώεσσι, δοτικῇ γὰρ κἀνταῦθα ἡ ὑπο συντέτακται πρόθεσις. Τὸ δὲ "εἴδεται ἦμαρ" ἀρχή ἐστι τοῦ λεχθῆναι τὴν ἡμέραν εἰδῶ.

(v. 95 s.) Ἄρχεται δ' ἐνταῦθα τῷ Ποσειδῶνι ὁ λόγος ὁ τοὺς ἀριστεῖς ὀτρύνων ὀπίσω τοῦ στρατοῦ ὄντας οὕτω "αἰδὼς Ἀργεῖοι κοῦροι νέοι, ὔμμιν ἔγωγε πέποιθα" καὶ ἑξῆς. Καὶ ὅρα ὅτι ἀγωνιῶν καὶ ἐλλιπῶς καὶ νῦν λέγει ἐν τῷ "αἰδὼς Ἀργεῖοι" διὰ συντομίαν προοιμίῳ πρέπουσαν, καὶ ταὐτολογίᾳ χρᾶται ἐν τῷ "κοῦροι νέοι", καὶ περιττολογεῖ ἐν τῷ "ἔγωγε πέποιθα". οὐ πάνυ γὰρ ἀναγκαίως ἐνταῦθα τέθειται τὸ ἔγωγε, τὸ γὰρ πέποιθα καὶ χωρὶς αὐτοῦ τὴν τοῦ πρώτου προσώπου ἰσχὺν ἔχει. ὅμως δὲ κατ' ἐξοχὴν ἄλλως καὶ διαστολὴν ἐρρέθη, ὡς ἂν λέγῃ, ὅτι κἀν μὴ οἱ ἄλλοι ἀλλ' ἐγὼ πέποιθα. ὁμοίως δὲ σχηματίσει καὶ κατωτέρω ἐν τῷ "ἔγωγε ἔφασκον". Ἰστέον δὲ ὅτι καὶ ἄλλως τὸ "κοῦροι νέοι" διπλασιάζεται κατὰ σχῆμα ἐπιμονῆς πρός τε ὑπόμνησιν τῆς ἐν νεότητι ἀκμῆς, ἣν οἱ Ἀργεῖοι ῥᾳθυμοῦντες ἄρτι αἰσχύνουσι, καὶ ἅμα κατὰ μέθοδον διπλασιάζουσαν ἐν προοιμίοις τὰ ὀνόματα, ὅπερ εἰς τέχνην παραδεδώκασιν οἱ μεθ' Ὅμηρον. [Δοκεῖ δὲ καὶ διασταλτικὴν ἐπιστασίαν ἔχειν ὁ ῥηθεὶς τῶν λέξεων διπλασιασμός, ἐφιστῶντος τοῦ συμβούλου ὅτι οὐ πρὸς γέροντας ὁ λόγος, ὧν οὐδὲν δεῖται ἡ μάχη, ἀλλὰ πρὸς κούρους βριαρόχειρας, οὓς οὐδὲν κωλύει ζαχρηεῖς ἐν πολέμῳ εἶναι.] Τὴν δὲ ἔλλειψιν τοῦ "αἰδὼς Ἀργεῖοι", ἔνθα βούλεται εἰπεῖν, ὡς αἰδώς ἐστιν ἢ αἰδὼς ἔστω, διασαφεῖ μετ' ὀλίγα τὸ "ἐν φρεσὶ θέσθε ἕκαστος αἰδῶ". καὶ οὕτω μὲν ταῦτα.

(v. 100 s.) Ὁ δὲ Ποσειδῶν πλατύνων ἀναγκαίως τὴν δημηγορίαν διὰ τὸ τῆς μάχης, ὡς αὐτὸς ἔφη, λευγαλέον ‑ πάνυ γὰρ βαρὺς ὢν ὁ πόλεμος ἐδεῖτο τῶν ἐρεθιζόντων εἰς αὐτόν ‑ ἐπάγει καὶ ταῦτα ὀνειδιστικώτερον καὶ δριμύτερον "ὢ πόποι, ἢ μέγα θαῦμα τόδ' ὀφθαλμοῖσιν ὁρῶμαι, δεινόν, ὃ οὔποτ' ἔγωγε τελευτήσεσθαι", ἤγουν ἀποτελεσθῆναι, [444] "ἔφασκον". τοῦτο δὲ οἰκεῖον ἐπὶ ἀνελπίστῳ κακῷ λέγεσθαι.

(v. 101-104) Εἶτα ἐκτιθέμενος ὁποῖον ἐκεῖνο τὸ μέγα, τὸ δοκοῦν πρὶν ἀναποτέλεστον, ὃ μὴ ἁπλῶς ὡς θαῦμα ἐκπλήττει, ἀλλὰ καὶ δεινόν ἐστιν, οὐ διανοίᾳ ἐν τῷ μὴ ὁρᾶσθαι φανταζόμενον, ἀλλ' αὐτοψεὶ φαινόμενον, καθὰ καὶ πρὸ τούτων οὔασιν ἀκούειν ἐρρέθη τὸ γενέσθαι αὐτήκοον, φησὶ "Τρῶας ἐφ' ἡμετέρας ἰέναι νέας, οἳ τὸ πάρος περ φυζακινῇς ἐλάφοισιν ἐοίκεσαν, αἵ τε καθ' ὕλην θώων πορδαλίων τε λύκων τ' ἤϊα πέλονται, αὕτως ἠλάσκουσαι ἀνάλκιδες οὐκ ἐπὶ χάρμῃ", τουτέστι πάνυ ἀσθενεῖς. ἐκ παραλλήλου γὰρ τῆς αὐτῆς ἐννοίας δηλωτικὰ καὶ τὸ "ἀνάλκιδες" καὶ τὸ "οὐκ ἐπὶ χάρμῃ". Ἐν οἷς σημείωσαι, ὅτι τε τὸ ἐφ' ἡμετέρας ἰέναι νέας νόημά ἐστιν ἐκ θαλάσσης πεπορισμένον καὶ λογισμὸς ὁ μάλιστα τοὺς Ἀχαιοὺς εἰς μάχην στήσας ἐκ τοῦ φεύγειν, οὗ χάριν, ὡς προερρέθη, καὶ ὁ θαλάσσιος Ποσειδῶν αὐτοῖς πέπλασται συμμαχεῖν, καὶ ὅτι ἐν τῷ "Τρῶας ἐπὶ τὰς νῆας ἰέναι" τοιαῦτά τινα κατὰ τοὺς παλαιοὺς παθητικῶς ἐμφαίνει ὁ Ποσειδῶν, τοὺς βαρβάρους ἐπὶ τὰς τῶν Ἑλλήνων, τοὺς δειλοὺς ἐπὶ τὰς τῶν γενναίων, τοὺς ὀλίγους ἐπὶ τὰς τῶν πλειόνων.

(v. 105-107) Εἶτα καὶ ἀναμιμνήσκει, ὡς οἱ "Τρῶες τὸ πρίν γε μένος καὶ χεῖρας Ἀχαιῶν μίμνειν οὐκ ἐθέλεσκον ἐναντίον οὐδ' ἠβαιόν· νῦν δ' ἕκαθεν πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται", οἱ μηδὲ τοῦ τείχους τολμῶντες προκύψαι ὅτε Ἀχιλλεὺς προεμάχετο.

(v. 108-110) Ἐφ' οἷς εἰδὼς ὁ Ποσειδῶν, ὡς οἱ πολλοὶ παρὰ τὰς ἀτυχίας μεμψιμοιροῦσι τοῖς ἄρχουσι καταδημαγωγεῖ τοὺς ἀκούοντας πρὸς ἀρέσκειαν οὐ μὴν πρὸς ἀλήθειαν, λέγων γενέσθαι ταῦτα "ἡγεμόνος κακότητι μεθημοσύνῃσί τε λαῶν, οἳ κείνῳ ἐρίσαντες" τὴν κακὴν δηλαδὴ ἔριν "ἀμυνέμεν οὐκ ἐθέλουσι νηῶν", ἤγουν περὶ νηῶν ἢ ὑπὲρ νηῶν, "ἀλλὰ κτείνονται ἀν' αὐτάς". Καὶ ὅρα ὡς πλεονάζει τῇ μνήμῃ τῶν νεῶν διὰ τὸ ἀνωτέρω ῥηθὲν αἴτιον εἰς ἐρεθισμὸν τῶν Ἀχαιῶν.

(v. 111-115) Εἶτα λαλῶν ὑπὲρ τοῦ βασιλέως ὡς ἐν δισταγμῷ καὶ ἀντιπαραστατικῶς φησιν "ἀλλ' εἰ δὴ καὶ πάμπαν ἐτήτυμον", ἤγουν ἀληθῶς, "αἴτιός ἐστιν ἥρως Ἀτρείδης, οὕνεκ' ἀπητίμησε" τὸν τοῦ Πηλέως. ‑ καὶ ὅρα ὡς καὶ νῦν εὐφυῶς καὶ συνήθως ἀνάμνησιν Ἀχιλλέως παρενέβαλεν ‑ "ἡμέας γ' οὔ πως ἔστι μεθιέναι πολέμοιο, ἀλλ' ἀκεώμεθα θᾶσσον".

(v. 115-122) Καὶ ἐπαγαγὼν ἐξ ἀφορμῆς τοῦ "ἀκεώμεθα" γνωμικὸν γοργότατον διὰ τὸ κατεπεῖγον τῆς ὥρας τὸ "ἀκεσταί τοι φρένες ἐσθλῶν", τουτέστιν εὐδιόρθωτοι. ‑ ῥᾷον γὰρ ἐπανορθοῦνται οἱ σπουδαῖοι τὸ ἁμαρτηθέν ‑ , ἐπιφέρει "ὑμεῖς δ' οὐκέτι καλά", ἤγουν [445] καλῶς, "μεθίετε θούριδος ἀλκῆς, πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν. οὐδ' ἂν ἔγωγε ἀνδρὶ μαχεσσαίμην, ὅς τις πολέμοιο μεθείη λυγρὸς ἐών, ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι. ὦ πέπονες, τάχα δή τι κακὸν ποιήσετε μεῖζον τῇδε μεθημοσύνῃ, ἀλλ' ἐν φρεσὶ θέσθε ἕκαστος αἰδῶ καὶ νέμεσιν· δὴ γὰρ μέγα νεῖκος ὄρωρε". Καὶ ἔστιν αὕτη δευτέρα τῆς δημηγορίας ἀξίωσις. πρώτη δὲ ἦν τὸ "ἀλλ' ἀκεώμεθα θᾶσσον".

(v. 123 s.) Ἐφ' οἷς ἀναμιμνήσκει καὶ ὡς "Ἕκτωρ δὴ παρὰ νηυσὶ βοὴν ἀγαθὸς πολεμίζει καρτερός, ἔρρηξεν δὲ πύλας καὶ μακρὸν ὀχῆα". Καὶ ὅρα ὅτι πρὸ τούτων ὀχῆας εἰπὼν νῦν ἑνικῶς ὀχῆα εἶπε, καὶ αὐτὸν μακρὸν τρόπῳ συλλογισμοῦ. δηλοῖ γὰρ οὕτω πυλῶν μέγεθος.

(v. 101) Ἰστέον δὲ ὅτι τὸ "ἐφ' ἡμετέρας ἰέναι νῆας" ἀντὶ τοῦ κατὰ τῶν ἡμετέρων νηῶν. ὃ καὶ σημείωσαι ὡς πολλαχοῦ χρήσιμον. οὕτω καὶ ἐπίρρητος παρὰ τοῖς ὕστερον, καθ' οὗ ῥηθείη ἂν πολλά, καὶ ἐπίκλημα τὸ κατέγκλημα, καὶ ἐπέχειν ἐν Ὀδυσσείᾳ τὸ κατά τινος ἔχειν, ὃ καὶ ἐνέχειν λέγεται.

(v. 102) Τὸ δὲ φυζακινόν ἐπίθετόν ἐστιν ἐλάφων κοινὸν διὰ τὸ ἑτοίμους αὐτὰς εἶναι εἰς φύζαν ἤγουν εἰς φυγήν. Τὸ δὲ "ἐοίκεσαν" Ἰωνικόν ἐστι, τὸ μέντοι Ἀττικόν, ἤδη δὲ καὶ κοινόν, ἐῴκεσαν.

(v. 103) Τὸ δὲ θώων παρ' ἡμῖν μὲν σεσημείωται ὡς ἀπὸ δισυλλάβου ἑνικῆς γενικῆς ὀξυτόνου βαρυνόμενον. θώς γὰρ θωός θώων, καθάπερ καὶ Τρώων, δμώων, λάων, δᾴδων, πάντων. Πάμφιλος δέ τις, ὡς ἐν τοῖς Ἀπίωνος καὶ Ἡροδώρου φέρεται, περισπωμένως ἀνεγίνωσκε καὶ τὰ τοιαῦτα. Κἀκεῖνο δὲ ἰστέον, ὡς περὶ θώων ἱστοροῦντες οἱ παλαιοί φασι καί, ὅτι ζῷον ὁ θὼς ὑαίνῃ παραπλήσιον, οὗ ἡ βάδισις μετὰ ἅλματος. ὃ τεχθὲν ἅμα βαδίζει. πλανώμεθα οὖν οἱ τοὺς ἀγεννεῖς καὶ καρποφάγους λυκοπάνθηρας εἰς τοιούτους θῶας νοοῦντες, οἳ καὶ πρὸς λέοντα θρασύνονται. Ὅτι δὲ ἡ πόρδαλις παρ' Ὁμήρῳ διὰ τοῦ ο παρὰ τὸ πορεύεσθαι ἁλλομένη, ἵνα ᾖ πρόαλις καὶ μεταθέσει καὶ πλεονασμῷ τοῦ δ πόρδαλις, καὶ ὡς ἡ ταύτης δορὰ διὰ τοῦ α λέγεται ἀεὶ παρδαλέη, ἑτέρωθι σεσημείωται, ὥσπερ καὶ τὸ πόθεν ἤϊα, τὰ κυρίως μὲν ἐφόδια ἢ ἄχυρα, ὡς καὶ ἐν Ὀδυσσείᾳ φαίνεται, ἄλλως δὲ ἁπλῶς βρώματα, λέξις αὕτη [446] φορτικὴ λογογράφοις, ἀλλαχοῦ δηλοῦται. ῥητέον δὲ καὶ νῦν ὅτι τὰς τροφὰς ἤϊα λέγει ὁ ποιητὴς παρὰ τὸ εἴω, τὸ πορεύομαι, τὰ αἴτια τοῦ ζῆν καὶ προϊέναι, ὡς διϊκνούμενα ὅλου τοῦ σώματος, ὅθεν καὶ δαὶς ἐΐση, καὶ ναῦς δὲ ὁμοίως ἐΐση κατά τινας ἡ πορευτικὴ καὶ ταχεῖα. Καὶ ἄλλως δέ, ἤϊα τὰ βρώματα παρὰ τὸ ἔω, τὸ ὑπάρχω, ὡς αἴτια τοῦ εἶναι.

(v. 104) Τοῦ δὲ αὕτως πλανᾶσθαι τὰς ἐλάφους ἑρμηνεία τὸ ἀνάλκιδες, ὡς τῶν ἐλάφων διὰ τὸ ἄναλκι μάτην οὕτω πλανωμένων. Τοῦ δὲ "ἠλάσκειν" πρωτότυπον τὸ ἀλῶ ἀλάσω καθ' ὁμοιότητα τοῦ θνῶ θνήσω θνήσκω, βάσω βάσκω, τὸ λέγω, δάσω δάσκω καὶ ἀναδιπλασιασμῷ διδάσκω, καὶ τῶν ὁμοίων.

(v. 106) Τὸ δὲ "οὐκ ἐθέλεσκον" ἀντὶ τοῦ οὐκ ἐδύναντο. σύνηθες δὲ Ὁμήρῳ καὶ οὕτω λαμβάνειν τὴν τοιαύτην λέξιν, ὡς καὶ προδεδήλωται, κατωτέρω δέ γε τὸ "ἀμυνέμεν οὐκ ἐθέλουσιν" ἄλλως εἴληπται.

(v. 107) Τὸ δὲ "κοίλαις ἐπὶ νηυσίν" ἑρμηνεία ἐστὶ τοῦ "ἕκαθεν πόλιος".

(v. 112) Τὸ δὲ "ἥρως Ἀτρείδης" ἐμφαίνει μὴ ἀληθῶς τὸν Ποσειδῶνα καταλέγειν τοῦ βασιλέως. οὐ γὰρ ἂν ἥρωα ἐκάλει τὸν ἐπίρρητον. τοῦτο δὲ καὶ διὰ τῆς ἀντιπαραστάσεως ὑποδηλοῖ.

(v. 113) Τὸ δὲ "ἀπητίμησε" περιττὴν ἔχει καὶ αὐτὸ κειμένην τὴν πρόθεσιν, ὡς καὶ τὸ ἀπομηνίσας καὶ ἕτερα, περὶ ὧν προείρηται, ἐν οἷς καὶ τὸ ἀπελωβήθη παρὰ Σοφοκλεῖ.

(v. 114) Ὅρα δὲ καὶ τὸ "ἡμέας γ' οὔ πως ἔστι" τραχυφωνηθὲν καὶ [στιχηρὸν συνιζήσεως] πάθος ἔχον τῇ ἐπενθέσει τοῦ γε συνδέσμου ποιητικώτερον, καὶ ταῦτα ἐξὸν ὂν εἰπεῖν δακτυλικῶς "ἡμέας οὔπως ἔστι". Τὸ δὲ μεθιέναι ὅτι γενικὴν φιλεῖ παρὰ τῷ ποιητῇ σύνταξιν, οὐκ ἔστιν ἀμφιβαλεῖν, οὐδ' ὅτι ἐξ αὐτοῦ ἡ μεθημοσύνη, [447] λέξεις αὗται καίριαι ποιηταῖς. διὸ ἐν τοῖς νῦν εἰρημένοις τέσσαρα μὲν κεῖνται τοιαῦτα σύστοιχα ῥήματα, τὸ μεθήσετε, τὸ μεθιέμεναι, τὸ μεθίετε, καὶ τὸ μεθείη, δὶς δὲ ἡ μεθημοσύνη.

(v. 115) Τὸ δὲ ἀκεῖσθαι ὅτι καὶ ἐπὶ ἀνυφαινομένων ἱματίων λέγεται, ὅθεν καὶ γυναῖκες ἀκέστριαι, καὶ ἐπὶ νηῶν δὲ περιποιουμένων, δῆλον καὶ ἐκ τῶν εἰς τὴν Ὀδύσσειαν.

(v. 117) Τὸ δὲ "πάντες ἄριστοι ἀνὰ στρατόν" βαρὺ ὄνειδος ἀριστεῦσιν, εἰ τοιοῦτοι καὶ τοσοῦτοι ὄντες μεθίενται. ἴσως δὲ καὶ κολακείαν τὸ τοιοῦτον ἔχει τινά. [Ὃ καὶ σημείωσαι ὡς δέον ὂν ἐν καιρῷ καὶ κολακεύειν τοὺς ἄλλως ὀκνοῦντας πείθεσθαι, ὡς εἴπερ ἑτεροῖος καιρός, οὐκ ἂν ὤκνησεν εἰπεῖν καὶ ὁ Ποσειδῶν κατὰ τοὺς Αἴαντας "ὦ φίλοι, ὅς τ' ἔξοχος, ὅς τε μεσήεις, ὅς τε χερειότερος", τοῦτο δὴ τὸ πρὸς ἀλήθειαν. ἀληθῶς γὰρ τοιοῦτοι ἀνὰ στρατόν, οὐ μὴν πάντες ἄριστοι.]

(v. 118) Τὸ δὲ "μαχεσαίμην" ἀντὶ τοῦ ὀνειδιστικῶς λαλήσω ἢ μέμψομαι, οὐ γὰρ κυριολεκτεῖται ἡ λέξις ἐνταῦθα, καιριώτερον δὲ εἰπεῖν, ἀντὶ τοῦ νεμεσήσω, διὸ ἐπήγαγεν "ὑμῖν δὲ νεμεσσῶμαι", οὗπερ ἡ διφόρησις δήλη. καὶ νεμεσῶ γὰρ καὶ νεμεσῶμαι καθ' ὁμοίαν σημασίαν λέγεται.

(v. 120) Πέπονες δὲ νῦν οὐχ' οὕτως οἱ φίλοι, ὡς οἱ ἔκλυτοι, καθὰ καὶ ἀλλαχοῦ κεῖται. τοιοῦτοι γὰρ οἱ μεθιέντες. Τὸ δὲ "κακὸν μεῖζον" προαναφωνητικῶς ἐρρέθη διὰ τὴν πλείω φυγὴν καὶ τὸ κατὰ τῶν νηῶν πῦρ. Αἰδοῦς δὲ καὶ νεμέσεως ἡ μὲν αἰδὼς ἐξ ἡμῶν αὐτῶν, ἡ δὲ νέμεσις ἐξ ἄλλων, πρὸς οὓς τὴν αἰδῶ ἔχομεν [ἐν ὀφθαλμοῖς οὖσαν, κατὰ τὸ "αἰδὼς ἐν ὀφθαλμοῖς". ὅπερ σημείωσαι διὰ τὴν ἐπιχωριάζουσαν τοῖς ἄρτι παράχρησιν. Ἀριστοτέλους γὰρ φιλοσοφώτατα παραδομένου οἰκητήριον αἰδοῦς εἶναι τοὺς ὀφθαλμούς, οἱ μετ' αὐτὸν παρήγαγον τὸ νόημα εἰς παροιμίαν ἀστείαν τὴν "αἰδὼς ἐν ὀφθαλμοῖς", ἤγουν αἰδούμεθα οἱ πολλοὶ τῶν ἀνθρώπων οὐκ ἀεί, ἀλλ' ἕως ἄν τινας βλέπωμεν.] εἴρηται δὲ περὶ αὐτῶν καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν.

(v. 123) Τὸ δὲ "βοὴν ἀγαθός", ὅ ἐστι μάχην ἢ κραυγήν, ὅθεν καὶ τὸ αὐτοβοεί ἐπίρρημα γίνεται, ὀνειδιστικῶς ἔχει, ὡς τοῦ μὲν Ἕκτορος πολεμιστοῦ ὄντος ἀγαθοῦ, τῶν δὲ Ἑλλήνων ἄρτι οὐ τοιούτων ὄντων.

(v. 125) Ἐνταῦθα δὲ καὶ τὸ "κελευτιόων" κεῖται, δηλοῦν σαφῶς ὡς ἐπὶ δημηγορίας ὀτρυντικῆς λέγεται. Φησὶ γὰρ ἐν σχήματι συμπληρωτικῷ [448] "ὥς ῥα κελευτιόων γαιήοχος ὦρσεν Ἀχαιούς". [Καὶ ὅρα ὡς οἱ μὲν ὕστερον κελευστόν οἴδασι διὰ τοῦ σίγμα, ὡς δῆλον καὶ ἐκ τοῦ αὐτοκέλευστον, οἱ δ' αὐτοὶ καὶ γνωστόν φασιν, Ὅμηρος δὲ ὥσπερ γνωτόν, οὕτω καὶ κελευτιόων δίχα τοῦ σίγμα λέγει.]

(v. 126-128) Ὅτι "ἀμφὶ Αἴαντας δοιοὺς ἵσταντο φάλαγγες καρτεραί, ἃς οὔτ' ἄν κεν Ἄρης ὀνόσαιτο μετελθών", ἤγουν συνελθών, "οὔτε κ' Ἀθηναίη λαοσσόος", οἱ τῇ μάχῃ ἐπιστατοῦντες, ἀλλὰ δηλονότι θαυμάσειεν, ὁ μὲν Ἄρης τῆς ἀνδρίας καὶ τοῦ θάρσους, ἡ δὲ Ἀθηνᾶ τῆς συνέσεως. Ἐπίκρισις δὲ [εὐειδὴς διὰ τὴν ἀπόφασιν] τὸ σχῆμα, εἰδότος τοῦ ποιητοῦ, ὡς ἄριστα διασκευάσει τὰ κατὰ τὴν ναυμαχίαν.

(v. 12833) Εἶτα καὶ ἐκφράζων τὴν τοιαύτην σύνταξιν εὐτέχνως τε συγκεκροτημένην καὶ ἀνδρείως φησὶν "οἱ γὰρ ἄριστοι κρινθέντες Τρῶάς τε καὶ Ἕκτορα δῖον ἔμιμνον φράξαντες δόρυ δουρί, σάκος σάκεϊ προθελύμνῳ· ἀσπὶς ἂρ ἀσπίδ' ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ' ἀνήρ, ψαῦον δ' ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι νευόντων". Εἶτα καὶ ἐπιφωνηματικῶς δηλῶν ἐν κόμματι τὸ εἶδος τῆς παρατάξεώς φησιν "ὣς πυκνοὶ ἐφέστασαν ἀλλήλοισι". πάνυ γὰρ πολλὴ ἡ τοιαύτη πυκνότης. διὸ καὶ ὁ ποιητὴς αὐτὴν ἐπισημηνάμενός φησιν ὑποκαταβὰς καὶ ὅτι ὁ Ἕκτωρ πυκιναῖς ἐνέκυρσε φάλαγξι. Καὶ ἐῴκει, φασίν, ἡ τάξις αὕτη πύργῳ. διὸ καὶ Ἕκτωρ μετ' ὀλίγα φησὶ "μάλα πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες", ὅ ἐστιν ἀσφαλῶς διὰ τῆς πυκνώσεως. Εἰκάζεται δὲ πύργῳ ἡ τοιαύτη σύνταξις, ἴσως μὲν διὰ τὴν ἐρείδουσαν ἐπάλλαξιν τῆς τε τῶν ὅπλων συνθέσεως καὶ τῆς τῶν στρατιωτῶν στάσεως ἐοικυῖαν λίθων συνθέσει, δι' ὧν πύργος γίνεται, ἴσως δὲ καὶ διὰ τὸ ἐν ἑτερομήκει τετραγώνῳ, τουτέστιν, ὡς καὶ ἀλλαχοῦ ἐγράφη, ἐν πλινθίου σχήματι, ἐπιστοιβασθῆναι τὴν σύνταξιν. Φασὶ γὰρ οἱ παλαιοὶ οὕτω πως διατετάχθαι αὐτούς. οἱ μὲν πρωτοστάται κατὰ τὸ μέτωπον προβεβλημένα εἶχον τὰ δόρατα, κατόπιν δὲ οἱ δευτεροστάται κατὰ δεξιὰ πλευρὰ τῶν πρωτοστατῶν παραβεβλημένοι δόρατα μείζω δυσὶ πήχεσι, καὶ οἱ τρίτοι ὀπίσω ἔτι παρ' ἀμφοτέρους μείζοσι δόρασι τὴν αὐτὴν τάξιν πληροῦντες, ὥστε τρεῖς ἀκμὰς ἔχειν τὰ τοῦ μετώπου προεξέχοντα δόρατα. τέταρτοι μέντοι καὶ πέμπτοι τὰς αἰχμὰς εἶχον ὀρθάς, ὡς ἂν εἴ που κενωθείη ἡ τάξις, αὐτοὶ τὸ λεῖπον ἀναπληροῖεν. καὶ ἦν, φασίν, οὕτως ἡ τάξις ἀμφίστομος. Ἰστέον δὲ ὅτι ἐν τῇ τοιαύτῃ τάξει συνέφραττον μὲν οἱ στρατιῶται φαλαγγηδὸν ἐν τῷ ἵστασθαι, εἰς μάχην μέντοι συμβάλλοντες διέλυον τὴν φάλαγγα. πῶς γὰρ ἦν ἄλλως ὁρμᾶν αὐτοὺς καὶ ὑποχωρεῖν καὶ σκυλεύειν, εἴπερ ἐπὶ σχήματος μένοντες ἀεὶ [449] ἐν τῷ αὐτῷ ἦσαν ἀμετακινήτως πυκνώματι; ἐφυλάττετο οὖν ἡ πυργοειδὴς σύμφραξις, ὅτε μόνον ἀνάγκη στάντας τὴν μάχην ἀναδέχεσθαι. Ἑρμόλυτος δὲ ὁ τακτικός φησιν, ὅτι Λυκοῦργος μὲν ἐνομοθέτησε Λακεδαιμονίοις ὕστερον τὸν τοιοῦτον συνασπισμόν, Λύσανδρος δὲ ὁ Λάκων ἐν ἔργοις αὐτὸν ἐδίδαξε, καθὰ καὶ Ἐπαμινώνδας Θηβαίους καὶ Χαρίδημος Ἀρκάδας τε καὶ Μακεδόνας. Ὅρα δ' ἐν τῷ ῥηθέντι χωρίῳ καὶ τὰ συχνὰ κόμματα καὶ τὸ ἐν αὐτοῖς ἀσύνδετον, τὸ δόρυ δουρί, σάκος σάκεϊ, ἀσπὶς ἀσπίδα, κόρυς κόρυν, συντροχάζοντος τοῦ λόγου τῇ τοῦ ἔργου σπουδῇ.

(v. 126) Φάλαγξ δὲ οὐ μόνον στρατιωτικὸν σύστημα, ὅπερ καὶ μόνον τῆς λέξεως ταύτης οἶδε σημαινόμενον ὁ ποιητής, ἀλλὰ καὶ ὁ ἀράχνης παρὰ τοῖς ὕστερον, οὐ μόνον ὁ μείζων, ἀλλὰ καὶ ὁ ὑποκοριζόμενος εἰς φαλάγγιον, ὡς δηλοῖ καὶ Ξενοφῶν ἐν τοῖς κατ' αὐτὸν Ὑπομνημονεύμασι. Τῆς δὲ τοιαύτης φάλαγγος συχναὶ μὲν αἱ χρήσεις, Αἴλιος δὲ Διονύσιος παράγει τοιαύτην ἐκ τοῦ Κωμικοῦ Πλάτωνος "ἐοίκασιν ἡμῖν οἱ νόμοι τοῖσι λεπτοῖς ἀραχνίοις, ἃ τοῖσι τοίχοις ἡ φάλαγξ ὑφαίνει". Τὴν δὲ τοιαύτην ἔννοιαν οἱ πλείους εἰς τὸν Σκύθην ἀνάγουσιν Ἀνάχαρσιν. Ἰστέον δὲ ὅτι ἐν μὲν τῷ "Ἀτρείδα δύο", καὶ τοῖς ὁμοίοις, ἐκ περισσοῦ παράκειται τὸ δύο, ἐνταῦθα δὲ τὸ δοιοὺς καλῶς κεῖται μετὰ τοῦ Αἴαντας διὰ τὸ πληθυντικῶς καὶ μὴ πρὸς δυάδα σαφῶς ἐσχηματίσθαι αὐτούς. τοιοῦτον δὲ καὶ τὸ "δοιοῖς ἐπεύξεαι Ἱππασίδαισι".

(v. 127 s.) Τὸ δὲ "οὔτ' ἂν Ἄρης ὀνόσαιτο οὔτ' Ἀθηνᾶ" σεμνότερόν ἐστι τοῦ ἐν τῇ δ΄ ῥαψῳδίᾳ, ἔνθα ἔφη, ὡς οὐκ ἄν τις ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών, καὶ ἑξῆς. ἐκεῖ μὲν γὰρ οὐκ ἄν τινα θνητὸν μέμψασθαι τὸ ἔργον φησίν, ἐνταῦθα δὲ ἀθανάτοις ἀμεμφῆ τὰ κατὰ τοὺς Αἴαντας εἶναι λέγει. ἐπαινεῖ δὲ ὁ ποιητὴς ἐκεῖ μὲν τὸ τηνικαῦτα τοῦ πολέμου δραστήριον, ἐν ᾧ πολλοὶ Τρώων καὶ Ἀχαιῶν ἔπεσον, ἐνταῦθα δὲ μόνην τὴν κατὰ τοὺς Αἴαντας παράταξιν, σεμνύνων κατ' ἐξαίρετον τούτους τοὺς ἥρωας. Λαοσσόος δὲ τί ποτέ ἐστιν, ἑτέρωθι δηλοῦται σαφῶς.

(v. 129) Τὸ κρινθέντες, ὥσπερ που καὶ τὸ κλινθέντες, φυσικῶς μὲν οὐκ ἐκβάλλει τὸ ἀμετάβολον, ἀσυνήθως δὲ ὅμως τῇ κοινῇ χρήσει. αὐτὴ γὰρ κριθέντες καὶ κλιθέντες φράζει. ἐξοχὴ δὲ κἀνταῦθα [450] Ἕκτορος τὸ "Τρῶάς τε καὶ Ἕκτορα".

(v. 130) Τὸ δὲ "φράξαντες" τοὺς μεθ' Ὅμηρον φρακτικοὺς καὶ καταφράκτους ὁπλίτας παρήγαγε. Δηλοῖ δὲ ἡ λέξις τὸ πυκνῶσαι, ἀφ' οὗ καὶ οἱ τῶν γῃδίων φραγμοί. Προθέλυμνον δὲ σάκος τὸ πυκνὸν καὶ ἀλλεπάλληλον καὶ ἐν ᾧ ἐστι τὸ ἄλλο πρὸ ἄλλου τεθεῖσθαι.

(v. 131) Ἐν δὲ τῷ "ἀσπὶς ἀσπίδ' ἔρειδε" καὶ ἑξῆς, ἐξαλλαγή ἐστι σχήματος. τὸ μὲν γὰρ ἀκόλουθον τῆς συντάξεως ἦν "φράξαντες δόρυ δουρί, [ἀσπίδα ἀσπίδι,] σάκος σάκεϊ, κόρυν κόρυθι, ἄνδρα δὲ ἀνδρί", ὁ δὲ ποιητὴς μετὰ τὸ σάκος σάκεϊ ἀλλοιοῖ τὸ σχῆμα διὰ τὸ σαφέστερον, ἤδη δὲ καὶ ποικιλίας χάριν, καὶ ἀντὶ τοῦ φράξαι λαβὼν τὸ ἐρείδειν, μεταλαβὼν δὲ καὶ τὸ σάκος εἰς ἀσπίδα, καὶ οὕτω ταὐτολογήσας φησὶν "ἀσπὶς ἀσπίδ' ἔρειδε" καὶ ἑξῆς. δῆλον γὰρ ὡς ταὐτὰ μὲν τὸ ἔφραξαν σάκος σάκεϊ καὶ τὸ ἀσπὶς ἀσπίδ' ἔρειδε, σαφέστερον δὲ τοῦτο ἐκείνου. Ὅτι δὲ τὸ φράξαι καὶ τὸ ἐρεῖσαι σύντροχά εἰσιν ἀλλήλοις, δηλοῖ καὶ φραγμὸς ὁ πύκνωσιν ξύλων ἔχων τῶν μὲν ὀρθῶν, τῶν δὲ ἐγκαρσίων, ἐρειδόντων πρὸς ἄλληλα. Ἰστέον δὲ καὶ ὅτι ἡ κόρυς ἐκίνησε καὶ τὴν τοῦ κράνους παραγωγήν. ὡς γὰρ αὕτη ἐκ τοῦ κάρα, οὕτως ἐκεῖνο ἐκ τοῦ κρανίου.

(v. 132) Τὸ δὲ "ἱππόκομοι κόρυθες" κανονικῶς προπαροξύνεται οὕτω. Τὰ εἰς η λήγοντα θηλυκά, συντεθέντα καὶ μεταβαλόντα τὸ τέλος εἰς ος, προπαροξύνονται, οἷον φωνή ἄφωνος, αὐδή ἄναυδος, κόμη ἱππόκομον. τὸ δὲ ἱπποκόμος, ὃ δηλοῖ τὸν ἐπιμελητὴν τῶν ἵππων, οὐ παρὰ τὴν κόμην γέγονεν, ἀλλὰ τὸ κομεῖν τῇ τοιαύτῃ λέξει ἔγκειται, ὡς δηλοῖ Ὅμηρος εἰπὼν "Νεστορέας ἵππους θεράποντε κομείτην". [Δῆλον δ' ὅτι κόμη οὐ μόνον ἐπὶ ἀνθρώπου, ἀλλὰ καὶ ἐπὶ ἵππου, ἀφ' ἧς καὶ ἡ ἱππόκομος κόρυς. εἰκὸς δὲ καὶ διὰ τὴν ἐπὶ κεφαλῆς ἀνθρωπίνης κόρυν σεμνολογεῖσθαι εἰς κόμην τὴν τρίχα, ἐξ ἧς ἵπποι καλλίτριχες.] Φάλοι δὲ κατά τινας τῶν παλαιῶν συρίγγιά τινα ἐπὶ τῶν μετώπων, εἰς ἃ καθίεντο οἱ λόφοι. καὶ ἔστι μὲν ἀμήχανον κόρυθας ψαύειν ἀλλήλων φάλοις, νευόντων δὲ τῶν φορούντων αὐτὰς γένοιτ' ἄν ποτε ἡ τοιαύτη ψαῦσις, καὶ μάλιστα ἐν πολλῇ πυκνότητι. εἴρηται δὲ περὶ φάλων καὶ ἀλλαχοῦ.

(v. 134) Ὅτι τὸ "ἔγχεα δ' ἐπτύσσοντο θρασειάων ἀπὸ χειρῶν σειόμενα" εὐλύγιστα εἶναι δηλοῖ τὰ τοιαῦτα ἔγχεα, ὡς καὶ μικροῦ δεῖν πτύσσεσθαι, ὅ ἐστι διπλοῦσθαι [451] ἐν τῷ ἀμπεπαλόμενα σείεσθαι. Ὅτι δὲ πτύσσειν λέγεται τὸ διπλοῦν, δῆλον καὶ ἐκ τοῦ "πτύξασα καὶ ἀσκήσασα χιτῶνα". [Τοῦ δὲ τοιούτου πτύσσειν παράγωγον καὶ ἡ πτύξ καὶ ἡ τραγικὴ πτυχή καὶ περιπτυχή καὶ τὸ πύκα δέ, ὅπερ ἐστὶ πυκνῶς, ἐξ οὗ καὶ ὁ πύξος πυκνότατος ὤν. τοῖς γὰρ πυκνουμένοις ἐπιπίπτειν στεγανῶς δοκεῖ τὰ μόρια ὡς μὴ ἔχειν ἀραίωσιν. Ἐξ οὗ δὴ πίπτειν δοκεῖ εἶναι τὸ πτύσσειν κατὰ παραγωγήν, ἵνα ᾖ ὡς ὄρω ὀρύσσω, ἀμῶ ἀμύσσω, οὕτω καὶ πτῶ πτύσσω. ἐπιπίπτει γὰρ ἀλλήλοις τὰ διπλούμενα. ὅθεν καὶ πτύχες ὀστρέων καὶ πτύγμα πέπλου καὶ πτυχίον ἐπὶ βίβλου καὶ ὅσα τοιαῦτα.]

(v. 135) Ὅτι τὸ "ἰθὺς φρονέων", ὅπερ ἀλλαχοῦ φησιν ὁ ποιητής, διασαφῶν ἐνταῦθα καὶ εἰπὼν ὁμοίως "οἳ δ' ἰθὺς φρόνεον" ἐπάγει ἑρμηνεύων "μέμασαν δὲ μάχεσθαι", οἱονεὶ λέγων ὡς ταὐτόν ἐστιν εἰπεῖν ἰθὺς φρονεῖν καὶ προθυμεῖσθαι εἰς ἀντιπρόσωπον μάχην. ὁ γὰρ μὴ φρονῶν ἰθύς, ὅ ἐστιν ἀντικρὺ καὶ πρὸς εὐθύ, ἐκεῖνος ἢ πλαγιάζει ἢ ὀπίσω τρέπεται. τὰ δὲ τοιαῦτα οὐκ ἔστι μάχεσθαι. σαφεστέρα δὲ ἑρμηνεία τοῦ ἰθὺς φρονεῖν τὸ ἀντικρὺ προθυμεῖσθαι, ὃ μετ' ὀλίγα φράζει ὁ ποιητὴς ἐν τῷ "ἀντικρὺ μεμαώς".

(v. 136) Ὅτι τὸ "Τρῶες δὲ προὔτυψαν ἀολλέες" ἀντὶ τοῦ προέκρουσαν, προενέβαλον εἰς πόλεμον. καὶ ἐχρῆν οὕτω γενέσθαι. οἱ γὰρ Ἀχαιοὶ οὐκέτι ὁρμῶσιν, ἀλλ' ἱστάμενοι μένουσι τοὺς προκρούσοντας.

(v. 136-148) Ὅτι σεμνύνων παραβολικῶς τὸν Ἕκτορα ὡς αὐτὸν μόνον ἀνδραγαθιζόμενον κατ' ἐξαίρετόν φησιν "ἦρχε δ' ἂρ Ἕκτωρ ἀντικρὺ μεμαώς, ὀλοοίτροχος ὣς ἀπὸ πέτρης, ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάρροος ὤσει, ῥήξας ἀσπέτῳ ὄμβρῳ ἀναιδέος ἔχματα πέτρης· ὕψι δ' ἀναθρῴσκων πέτεται, κτυπέει δέ θ' ὑπ' αὐτοῦ ὕλη, ὃ δ' ἀσφαλέως θέει ἔμπεδον, ὄφρ' ἂν ἵκηται ἰσόπεδον, τότε δ' οὔ τι κυλίνδεται ἐσσύμενός περ· ὣς Ἕκτωρ εἵως μὲν ἀπείλει μέχρι θαλάσσης ῥεῖα δ' ἐλεύσεσθαι κλισίας καὶ νῆας Ἀχαιῶν, κτείνων. ἀλλ' ὅτε δὴ πυκινῇς ἐνέκυρσε φάλαγξιν, στῆ ῥα μάλ' ἐγχριμφθείς· οἳ δ' ἀντίοι υἷες Ἀχαιῶν νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν ὦσαν ἀπὸ σφείων", ἤγουν ἀπ' αὐτῶν. Εἶτα διασαφῶν τὸ ὦσαν ἐπάγει "ὃ δὲ χασάμενος [452] πελεμίχθη", ὃ πολλαχοῦ κεῖται. Καὶ σημείωσαι καὶ ταύτην τὴν παραβολὴν προσφυῶς ἔχουσαν οἷς παρελήφθη. οὐ μόνον γὰρ ὑψόθεν ἐκ Διός, ἀλλὰ καὶ ἐξ Ἰλίου ἠνεμοέσσης καταρραγεὶς ὡς ὀλοοίτροχος ὁ Ἕκτωρ ἄτρομος καὶ ἄτρεπτος θέει δεινὰ ποιῶν, ἕως γενόμενος τοῦ ναυστάθμου ἵσταται καὶ οὐκέτι πῆμα τοῖς Ἀχαιοῖς κυλίνδεται, ὅπερ ἀλλαχοῦ ἐρρέθη περὶ αὐτοῦ. Σημείωσαι δὲ [πρῶτα μὲν τὴν ὅλην φράσιν ἕως τοῦ "ἐσσύμενός περ" ἐν ἑπτὰ ἔπεσι λίαν σκληρῶς ἐκτεθειμένην καὶ ῥοιζοῦσαν, ὡς οὐκ ἂν τραχύτερον φράσοι τις, ἀναλόγως τῇ ὑποκειμένῃ τῆς ὑποθέσεως δεινότητι, ὡς μὴ πρέπον ὂν ἐν πράξεσι πενθίμοις καλλιλογεῖν, εἶτα καὶ ὅτι διχῶς ἔφρασεν ὁ ποιητὴς ἐν τούτοις τὸ αὐτὸ νόημα, τὸ μὲν συντομώτατα καὶ διὰ τοῦτο ἀσαφῶς, τὸ δὲ ἐνδιασκεύως διὰ σαφήνειαν. Τὸ γὰρ "ὀλοοίτροχος ὣς ἀπὸ πέτρης" ὅλη ἐστὶ παραβολὴ ἀσαφὴς διὰ συντομίαν καὶ ἀδιάσκευος. ὅθεν διὰ σαφήνειαν ἐνδιασκεύως εὐθὺς ἔφρασε τὸ "ὃν κατὰ στεφάνης" καὶ τὰ ἑξῆς, μεταχειρισάμενος τὸ παχὺ τῆς κατὰ τὸν ὀλοοίτροχον γοργῆς παραβολῆς καὶ οἷον λατομήσας καὶ ἀπολεπτύνας εἰς τὸ σαφέστερον. Καλῶς δέ, φασί, τὴν βάρβαρον καὶ ἄλογον τοῦ Ἕκτορος ὁρμὴν ἀψύχῳ εἴκασε βάρει κυλινδομένῳ αὐτομάτως. ἑτεροκίνητος γάρ πως καὶ ὁ Ἕκτωρ ὡς ἐκ Διὸς ἔχων ἄνωθεν τὰς ῥοπὰς τοῦ νικᾶν.

(v. 137) Ἰστέον δὲ ὅτι ἐν τοῖς ῥηθεῖσι τὸ μὲν "ἀντικρὺ μεμαώς" ὅμοιόν ἐστι τῷ "ἰθὺς φρονεῖν", ὃ πρὸ ὀλίγου ἐγράφη, τὸ δὲ ὀλοοίτροχος ἔχει μὲν πλεονασμὸν τοῦ ἰωτα, [ὅμοιον πρὸς τὸ ὁδοιδόκος καὶ ὁδοιπόρος, οὐ διὰ μέτρον, ἀλλὰ πρὸς ἀποφυγὴν τῶν ἀλλεπαλλήλων ο χάριν εὐφωνίας μόνης.] Καὶ εἰ μὲν ψιλοῦται κατά τινας, δηλοῖ τὸν ὀλοὸν ἐν τῷ τρέχειν, εἰ δὲ καθ' ἑτέρους δασύνεται, σημαίνει τὸν ὅλον τροχοειδῆ καὶ πανταχόθεν ἀστήρικτον. Δημόκριτος δέ, φασί, τὸ κυλινδροειδὲς σχῆμα οὕτω καλεῖ, λαβὼν ἴσως ἀρχὴν ἐκ τοῦ "οὔ τι κυλίνδεται ἐσσύμενός περ". Ἡρόδοτος δὲ τετρασυλλάβως ὀλοίτροχον πέτρον λέγει, ὃς λειαίνεται κατασυρόμενος ἐν τῇ πρὸς ἄλλους προστρίψει, λέγων που καὶ ὅτι προσιόντων τῶν βαρβάρων πρὸς τὰς πύλας ὀλοιτρόχους ἀφίεσαν. Ἐλλιπῶς οὖν εἴρηται παρὰ τῷ ποιητῇ ὀλοοίτροχος. λείπει γὰρ τὸ λίθος ἢ πέτρος, νοούμενον κατὰ κοινοῦ ἐκ τοῦ ὡς ἀπὸ πέτρης. τὸ γὰρ τῆς πέτρας ἀποτμηθὲν λίθος πάντως ἐστί. Πέτραν δὲ λέγει τὸ ὄρος, [453] ἐξ οὗ ὡς ἐν ὑποθέσει ὀλοοίτροχος ὄμβρῳ πολλῷ, οἷα εἰκός, ἀπορραγεὶς ἵεται κατὰ γῆς. Καὶ ἔστι πιθανὸν τὸν τροχοειδῆ καί, ὡς εἴρηται, ἀστήρικτον καὶ σημείοις ὀλίγοις ἄνω βεβηκότα διὰ τὸ οἷον σφαιροειδὲς ταχὺ ἀπορραγῆναι τοῦ πρὸς τῇ ῥηθείσῃ πέτρᾳ ἔχματος. ὁ γὰρ ἄλλως κατὰ πλατὺ ἐπίπεδον ἐχόμενος τῆς ὀρεινῆς πέτρας λίθος οὐκ ἂν ῥᾳδίως οὔτε ἀποκινηθείη αὐτῆς οὔτε πετόμενος κατακυλισθείη εἰς γῆν.

(v. 138) Στεφάνην δὲ ἢ τὴν τοῦ ὄρους ἐξοχήν φησιν ἢ κατά τινας τὴν πλατύτητα. ὅθεν καὶ ἡ κοινὴ φράσις στεφαναίαν τινὰ πέτραν καλεῖ. Τὸ δὲ "ποταμὸς χειμάρροος" παρακείμενόν τε καὶ νῦν ἔχει τῷ γένει τὸ εἶδος, ὁμοίως τῷ βοῦς ταῦρος καὶ τοῖς ὁμοίοις, καὶ ἐντελῶς δὲ πέφρασται. ὅτε μέντοι μόνον χειμάρροος λεχθῇ, λείπει τότε τὸ ποταμός. Ἐκ δὲ τοῦ χειμάρροος, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, κραθέντος μὲν ὁ χειμάρρους γίνεται, ἀποκοπέντος δὲ ὁ χείμαρρος. Τὸ δὲ "ὤσει" τὴν προκειμένην κατα πρόθεσιν οἰκειωσάμενον γίνεται καταώσει, τουτέστι καταρρίψει, καὶ ἔχει ἔμπαλιν πρὸς τὸ "λάαν ἄνω ὤθεσκεν", ἐξ οὗ σύγκειται τὸ ἀνωθεῖν, ἀντικείμενον πρὸς τὸ κατωθεῖν, ὧν γενικώτερον τὸ ὠθεῖν καὶ προωθεῖν.

(v. 139) Τοῦ δὲ "ῥήξας", ὅ ἐστιν ἀποκόψας, οὐκ ἔστιν οὐδ' ἐνταῦθα καιριωτέραν λέξιν εὑρεῖν. Τὸ δὲ "ἀσπέτῳ ὄμβρῳ" ὑπογραφήν τινα τοῦ χειμάρρου παραλαλεῖ. χείμαρρος γάρ ἐστιν ἀσπέτου ὄμβρου ῥεῦμα, ὁτεδήποτε γινομένου, καὶ οὐ μόνον ἐν χειμῶνι. Τὸ δὲ "ἀναιδέος", καθὰ καὶ ἐν ἄλλοις δηλοῦται, ἀφελῶς καὶ οὕτω γλυκέως ὡς ἐπὶ ἐμψύχου εἴρηται, καθά που καὶ ἐπὶ σιδήρου τὸ ἀνηλεής. ἐψύχωσε γὰρ ἐνταῦθα τὴν πέτραν ὥσπερ καὶ τὸν ὀλοίτροχον, ἀναθρῴσκοντα εἰπὼν αὐτὸν καὶ πετόμενον καὶ θέοντα καὶ ἐσσύμενον. ἐμψύχων γὰρ καὶ τὰ τοιαῦτα. Ἔχματα δὲ αἱ τοῦ ὀλοοιτρόχου λίθου συνοχαί, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, πρὸς τὴν πέτραν, τὸ ὄρος. Γίνεται δὲ ἀπὸ τοῦ ἔχω, τὸ συνέχω, καὶ δηλοῖ συνοχήν, ἣν ῥήξας ὁ πολὺς ὄμβρος κατέρρηξε τὸν ὀλοοίτροχον. προϋπάρχει δὲ αὐτοῦ ὁ [454] ἐχμός, ἐξ οὗ τὸ ἔχμα, ὁμοίως τῷ δεσμός δέσμα ἐν Ὀδυσσείᾳ, καὶ βρεχμός βρέγμα. ἔστι δὲ ὁ μὲν ἐχμὸς ἄχρηστος, ὁ δὲ ἐξ αὐτοῦ συνεοχμὸς χρηστός που τῷ ποιητῇ.

(v. 141) Τὸ δὲ "θέει" ἔχει τι ἀστειότητος τῆς κατὰ ἰδέαν γλυκύτητος, εἴπερ ἄλλως μὲν λίθος λέγεται παρὰ τὸ λίαν τεθεῖσθαι ὡς ἄψυχος καὶ βαρύς, ὁ δὲ ὑποκείμενος ὀλοοίτροχος λίαν θέει. Ἀκόλουθον δὲ τῷ θέειν καὶ τὸ ἀσφαλέως, ἐπεὶ κυρίως ἀσφαλέως θέειν λέγεταί τις, ὅτε ἀπροσκόπτως τρέχει. Νοητέον δὲ ὅτι τὸ μὲν ὕψι ἀναθρῴσκειν καὶ τὸ μὴ ἀσφαλέως θέειν, ἴσως δὲ καὶ τὸ πέτεσθαι καὶ κτυπεῖν [καὶ τὸ ἐσσύμενος] πάθη τοῦ ὀλοοιτρόχου μάλιστά εἰσιν, ὅτε κυλίνδεται ἀπορραγεὶς τῆς πέτρας. Τὸ δέ γε ἀσφαλέως θέειν ἔχει, ὅτε τοῦ ἰσοπέδου γένηται καὶ οὐκέτι κυλίνδεται. [Ἐν οἷς τὸ πέτεσθαι συντελεῖ πάντως, ἔνθα καὶ πρὸ τούτων εἴρηνται λίθοι πέτεσθαι θαμειαί.] Τὸ δὲ "θέει ἔμπεδον ἕως ἵκηται ἰσόπεδον" σῶφρον ἔχει κάλλος τῇ παρισώσει τοῦ ἔμπεδον ἰσόπεδον.

(v. 143) Τὸ δὲ "εἵως μέν", καθὰ καὶ ἐν τῇ πρὸ ταύτης ῥαψῳδίᾳ, οὐ συνήθως εἴληπται ἀλλ' ἀντὶ τοῦ τέως καὶ μέχρι τινός. Ἰστέον γὰρ ὅτι τὸ ἕως δηλοῖ μὲν καὶ τὸ ἄχρις οὗ, οἷον· ἕως ἂν σὺ τόδε τι ποιήσῃς, μενῶ. λαμβάνεται δὲ ὡς νῦν καὶ ἐπὶ τοῦ τέως, καὶ πλεονασμῷ τοῦ ι γίνεται εἵως, ὡς καὶ τὸ τέως τείως. εὕρηται δέ ποτε παρὰ τῷ ποιητῇ καὶ ἀντὶ τοῦ ὡς, ὃ δηλοῖ τὸ ὅπως, πλεονάσαντος Ἀττικῶς τοῦ ε.

(v. 146) Τὸ δὲ "μάλα ἐγχριμφθείς" ταὐτὸν μέν ἐστι τῷ "ἐν χρῷ τοῖς πολεμίοις γενόμενος". Γίνεται δέ, ὥσπερ ἐκ τοῦ ῥῶ τὸ ῥίπτω, οὕτω καὶ αὐτὸ ἐκ τοῦ χειρῶ χρῶ χρίπτω, καὶ πλεονασμῷ συνήθει δι' εὐφωνίαν χρίμπτω ὁμοίως τῷ σκίμπτω, ὃ παρὰ Πινδάρῳ κεῖται, ἀφ' οὗ ὁ σκίμπους. Πολὺ δὲ θάρσος δηλοῖ Ἕκτορος τὸ μάλα ἐγχριμφθέντα τοῖς ἐναντίοις στῆναι, ὥσπερ αὖ πάλιν ἀνδρίαν δείκνυσι τῶν ἀντιπάλων τὸ ὦσαι βιαίως αὐτὸν ἀπὸ σφείων, ὡς εἴρηται.

(v. 147) Ἐν δὲ τῷ "νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι" τὸ μὲν κάλλος τῶν παρισώσεων ἱλαρύνει τὸ ἐν τοῖς [455] ἔργοις σκυθρωπόν. Ἀμφίγυα δὲ λέγει ἔγχη ἢ τὰ ἀμφοτέρωθεν ἐπάγοντα γόον ἀπό τε τῆς ἔμπροσθεν αἰχμῆς καὶ τοῦ ἐν τῷ πέρατι σιδηρέου στύρακος, ὡς οἱονεὶ ἀμφίγοα, καὶ Αἰολικῶς ἀμφίγυα, ἢ τὰ ἀμφοτέρωθεν [γυιῶσαι, ὅ ἐστι βλάψαι, δυνάμενα ὡς ἀμφίστομα, ἢ τὰ ἀμφοτέρωθεν] ἐνεργὰ καὶ πρακτικά, παρὰ τὰ γυῖα, ὃ καὶ χεῖρας δηλοῖ, ὡς πρὸ ὀλίγων εἴρηται. γυῖα γὰρ ὡσανεὶ δόρατος ὁ πρὸς τοῖς ἄκροις ἐνεργὸς σίδηρος. τὰ μέντοι ναυμάχα οὐκ ἀμφίγυα κατὰ τοὺς παλαιούς, ἀλλὰ κατὰ στόμα μόνον ἐκεκάλυπτο χαλκῷ μὴ ἔχοντα στύρακα. ἄλλοι δὲ ἀμφίγυα εἶπον τὰ ἀμφοτέροις γυίοις, ὅ ἐστι χεροῖν ἀμφοῖν, τοῖς τῶν πολεμίων ἐπερειδόμενα σώμασι.

(v. 148) Τοῦ δὲ "σφείων" πρόεστι τὸ σφέων, ὡς τοῦ τείως καὶ εἵως τὸ τέως καὶ ἕως, αὐτοῦ δὲ πάλιν προϋπάρχει τὸ σφῶν.

(v. 144) Ἐν δὲ τῷ "ῥεῖα δ' ἐλεύσεσθαι" εἰς οὐδὲν δέον κεῖται ἀγλευκῶς ὁ δε σύνδεσμος ἀντὶ τοῦ δή, [ἴσως δὲ καὶ κατὰ τὸ οἶκονδε.]

(v. 145) Ἐν δὲ τῷ "κτείνων" ἐκ κοινοῦ νοητέον τὸ Ἀχαιούς, ἵνα μὴ ἄλλως ὁ σχεδιασμὸς κλισίας καὶ νῆας ἐρεῖ κτείνεσθαι.

(v. 149) Ὅτι εὐρυβόαν ὑπογράφει στρατηγὸν τὸ "ἤϋσε δὲ διαπρύσιον γεγωνώς", ὃ περὶ Ἕκτορος εἴρηται. Τί δὲ τὸ διαπρύσιον, καὶ ὅθεν κανονίζεται ἡ γεγωνώς μετοχή, προδεδήλωται. Νῦν δὲ τοσοῦτον ῥητέον, ὡς ἀσυνήθως τοῖς πάλαι γράφουσι, παρ' οἷς εὕρηται λόγος γεγωνός, ὁ προφορικός, ὃς κλίνεται γεγωνοῦ, ὡς οἰωνός οἰωνοῦ. ἐκ τοῦ τοιούτου δὲ ὀνόματος ἀναντιρρήτως καὶ γεγωνότερον, τὸ τρανέστερον.

(v. 151-154) Ὅτι στρατὸν φοβούμενον θαρρύνοι ἂν στρατηγὸς ἀνδρεῖος καὶ θεοφιλὴς εἰπὼν τὸ τοῦ Ἕκτορος "παρμένετε, οὔ τι δηρὸν ἐμὲ σχήσουσιν ἐχθροί, καὶ μάλα πυργηδὸν σφέας αὐτούς", ἤγουν ἑαυτούς, "ἀρτύναντες, ἀλλ' οἴω χάσονται ὑπ' ἔγχεος, εἰ ἐτεόν με ὦρσε θεός". Παρῴδηται δ' ἐνταῦθα καὶ τὸ "ἐχθροί" καὶ τὸ "θεός". τὸ γὰρ Ὁμηρικὸν "Ἀχαιοί" ἐστὶ καὶ "θεῶν ὥριστος" Ζεύς, ἤγουν ὁ ἄριστος, οὗ χρῆσις καὶ ἐν τῷ "λοῖσθος ἀνὴρ ὥριστος ἐλαύνει".

(v. 152) Πυργηδόν δὲ τί ἐστι, πρὸ βραχέων εἴρηται, ὡς καὶ περὶ τοῦ ἀρτύνειν.

(v. 153) Τοῦ δὲ "οἴω" οὐκ ἔστι χρῆσις παρὰ τοῖς πεζογραφοῦσιν, οἴομαι δέ φασιν αὐτοί.

(v. 156-158) Ὅτι Δηΐφοβος, [οὗ ἐτυμολογία τὸ τοὺς δηίους κινεῖν εἰς φόβον, ἤγουν εἰς φυγήν,] "μέγα φρονέων ἐβεβήκει, πρόσθεν δ' ἔχεν ἀσπίδα πάντοσ' ἐΐσην, κοῦφα ποσὶ προβιβὰς καὶ ὑπασπίδια προποδίζων", [456] τουτέστιν εὐρύθμως ἐντὸς τῆς ἀσπίδος βαίνων καὶ οὐ προβάλλων τὰ ἴχνη, ἀλλ' ὑπ' αὐτὴν τὸ σῶμα κρύπτων. Ἐξ οὗ συλλογιστέον κατὰ τοὺς παλαιοὺς ὡς οὔτε ἀμφιβρότην εἶχεν ἀσπίδα οὔτε πλαγίαν κατεῖχεν αὐτήν, ἣν μετ' ὀλίγα καὶ ταυρείην ἀσπίδα ἐν δυσὶ τόποις φησί. Ἕτεροι δὲ τὸ "ὑπασπίδια προποδίζων" ἀντὶ τοῦ ἐνόπλια οἷον ὀρχούμενος.

(v. 160) Ὅτι τὸ "καὶ βάλεν οὐδ' ἀφάμαρτεν" ἔμπαλιν μὲν ἔχει πρὸς τὸ "ἤμβροτες οὐδ' ἔτυχες", ἐκ παραλλήλου δὲ ταὐτὸν δηλοῖ, ὡς τὸ "βάσκ' ἴθι" καὶ τὰ τοιαῦτα.

(v. 161 s.) Ὅτι τὸ διήλασε γενικῇ συντάσσει ἐν τῷ "τῆς δ' οὔ τι διήλασεν", ἤγουν τῆς τοῦ Δηϊφόβου ἀσπίδος, "ἀλλὰ πολὺ πρὶν ἐν καυλῷ ἐάγη δολιχὸν δόρυ". Λέγει δὲ καυλὸν τὸ καθιέμενον ξύλον εἰς τὴν ἐπιδορατίδα, ἤγουν εἰς τὸ κοῖλον αὐτῆς.

(v. 168) Τὸ τοῦ Μηριόνου δὲ οὕτως ἐκολούσθη δόρυ, ὃς καὶ ἄπεισιν "οἰσόμενος δόρυ μακρὸν, ὅ οἱ κλισίῃφι λέλειπτο". παρὼν γὰρ τῇ μάχῃ ὅμοιος ἦν μὴ παρόντι ἄοπλος ὤν. ἄπεισι δὲ αὐτὸς καὶ οὐ στέλλει ἕτερον διὰ σπουδήν, ἐπεὶ οἱ πεμπόμενοι οὐχ' ὁμοίως ταχύνουσι. Σημείωσαι δὲ ὅτι οὐκ εἰς τὴν ἑαυτοῦ κλισίην ὁ Μηριόνης ἐλθὼν οἴσεται δόρυ, οὐ γὰρ αὐτὴ σχεδὸν ἦν ἑλέσθαι, ἀλλὰ εἰς τὴν τοῦ ἑταίρου Ἰδομενέως, ὡς ἐν τοῖς ἑξῆς φαίνεται. κοινὰ γὰρ τὰ τῶν φίλων. Διαφορὰν δὲ τοῦ οἴσων καὶ οἰσόμενός φασιν οἱ παλαιοί, ὅτι τὸ μὲν οἴσων ἀπ' ἄλλου εἰς ἄλλον κινεῖ τὴν ἐνέργειαν τοῦ χρησίμου, τὸ δὲ οἰσόμενος ἑνὶ προσώπῳ ἐμπεριγράφει αὐτήν, οἷον· ἄπεισί τις δόρυ οἰσόμενος ἑαυτῷ, οἴσων δὲ ἑτέρῳ τινι. πολλάκις δὲ καὶ ἐν τοῖς ἑξῆς τὸ οἰσόμενος ἐρεῖ ὁ ποιητής.

(v. 165 s.) Ὃς λέγει καί, ὡς ἐχώσατο αἰνῶς ὁ Μηριόνης, "ἀμφότερον, νίκης τε καὶ ἔγχεος, ὃ ξυνέαξε". λυπεῖ γὰρ ὅπλον ἀγαθὸν κενὸν ἀπελθόν, οὐχ' ὡς χρῆμα, ὥσπερ τι δὲ μέλος καίριον ἀργῆσαν. Ὅρα δ' ἐνταῦθα ὅτι καὶ ὁ βαλών Μηριόνης καὶ ὁ βληθεὶς Δηΐφοβος ἔπαθον τὴν ψυχήν. ὁ μὲν γὰρ χώσατο, τουτέστι συνεχέθη, λυπηθεὶς ὡς μὴ νικήσας, Δηΐφοβος δὲ ἔδεισε μὴ καιρίως βέβληται.

(v. 161) Ἰστέον δὲ ὅτι, καθὰ τὸ διελάσαι, οὕτω καὶ τὸ διαδῦναι γενικῇ συντάσσεται, ὡς δηλοῖ καὶ ὁ τοίχων διαδυόμενος ἄνεμος.

(v. 166) Τὸ δὲ "ἀμφότερον" ἐπιρρηματικῶς κἀνταῦθα κεῖται καθ' ὁμοιότητα τοῦ "ἀμφότερον, βασιλεύς τ' ἀγαθὸς κρατερός τ' αἰχμητής", καὶ τῶν τοιούτων.

(v. 1716) Ὅτι ὥσπερ ἐν Ὀδυσσείᾳ Αἰγύπτιός τις εὕρηται ὄνομα κύριον ὁμωνυμοῦν τῷ ἐθνικῷ, οὕτω κἀνταῦθα Ἴμβριος ἀνὴρ Πριάμου γαμβρὸς οὐκ ἀπὸ νήσου Ἴμβρου, ἀλλὰ κατὰ κυριωνυμίαν, ὡς εὐθὺς φανεῖται. Πήδαιον [457] γὰρ τόπος οὐκ ἐπίσημος περί που τὰ κατὰ Τροίαν, ἔνθα ἔναιε καθ' Ὅμηρον ὁ προσεχῶς ἱστορηθεὶς Ἴμβριος, πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν, ὃς "κούρην Πριάμοιο νόθην ἔχε Μηδεσικάστην. αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον, ἂψ ἐς Ἴλιον ἦλθε. μετέπρεπε δὲ Τρώεσσιν", ὅ ἐστι διαπρεπὴς ἦν, ὃ παρεφράσθη ἐκ τοῦ "ἔπρεπε καὶ διὰ πάντων". "Ναῖε δέ", νῦν δηλαδὴ ἐν τῷ καιρῷ τοῦ πολέμου, "πὰρ Πριάμῳ. ὃ δέ μιν τίεν ἶσα τέκεσσιν".

(v. 178-180) Οὗτος ἔπεσε "μελίη ὥς, ἥ τ' ὄρεος κορυφῇς ἕκαθεν περιφαινομένοιο, χαλκῷ ταμνομένη, τέρενα χθονὶ φύλλα πελάσσῃ", [ὡς οἷα καί τινας κόμας ἀγαθάς, ὁποίας οἰκτίζεταί που ἐν τοῖς ἑξῆς ἡ ποίησις.]

(v. 177 s.) Ἔρριψε δὲ αὐτὸν ὁ μέγας Αἴας νύξας ὑπ' οὔατος, ἤγουν ὑπὸ τὸ οὖς, ἔγχεϊ μακρῷ. Περιπαθῶς δὲ ἡ παραβολὴ ἔχει καὶ οἷον συναχθόμενος φράζει ὁ ποιητὴς κατὰ τοὺς παλαιούς, οἵ φασι καὶ ὅτι σπάνιόν ἐστι μελίαν ἐν πεδίῳ φυομένην εὑρεῖν.

(v. 173) Ἡ δὲ ῥηθεῖσα Μηδεσικάστη πρὸς ὁμοιότητα τῆς Ἰοκάστης δόξοι ἂν λέγεσθαι. Ἰοκάστη τε γὰρ ἡ κοσμουμένη ἰότητι, τουτέστι βουλῇ, καὶ Μηδεσικάστη ὁμοίως ἡ καζομένη μήδεσιν, ὅ ἐστι βουλεύμασι. τοιούτου δέ τινος τρόπου καὶ ἡ Ἀγαμήδη καὶ ἡ Μήδεια καὶ ὅσαι τοιαῦται. παρατηρητέον δὲ αὐτὸ καὶ εἰς ὁμοιότητα τοῦ κηρεσσιφορήτους. [(v. 179) Ἰστέον δὲ ὅτι ἐκ τοῦ περιφαίνεσθαι, ὅπερ ἐστὶ πέριξ φαίνεσθαι λόγῳ περιωπῆς, οὗ μετοχὴ τὸ "περιφαινομένοιο", γίνεται κοινῶς μὲν τὸ περιφανές, ἄλλως δὲ ὁ παρὰ τῷ Σοφοκλεῖ περίφαντος ἀνήρ.

(v. 180) Τὸ δὲ "τέρενα χθονὶ φύλλα πελάσσῃ" περίφρασίς ἐστι τοῦ "πέσῃ".] Ὅρα δὲ καὶ νῦν τὴν τῆς ἱστορίας ἐπεμβολὴν ἐπεντεθεῖσαν συνήθως πιθανότητός τε χάριν καὶ ποικίλματος γραφικοῦ. τοιοῦτον γὰρ τὸ περὶ τόπου καὶ γένους καὶ τῶν τοιούτων ἱστορεῖν ἐν τοῖς περὶ τῶν πιπτόντων λόγοις. ἔστι δὲ καὶ ἄλλως εὔκαιρον τὸ πρᾶγμα καὶ εὐμέθοδον. οὐ γὰρ ἔξω πίπτει καιροῦ τὸ ἐν τοῖς ἑκάστῳ συμπίπτουσι παραδιηγεῖσθαί τι περὶ αὐτῶν. [(v. 181) Ὅτι τοῦ ἔβραχε πολλαχοῦ τῆς ποιήσεως κειμένου χρῆσις κἀνταῦθα ἐν τῷ "ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ". δῆλον δ' ὅτι διαφόρων ὄντων τοῦ βρέχειν καὶ βράχειν, ἐκείνου μὲν εὕρηται καὶ μέλλων καὶ λοιπὴ κλίσις, ἧς καὶ τὸ "ἐβρέχθη ἡ γῆ", ὃ καὶ ἐβράχη λέγεται κοινότερον. τοῦ μέντοι βράχειν ζητητέον εἴπερ ἐστὶ μετάβασις κλίσεως ἐξ ἐνεστῶτος εἰς λοιποὺς χρόνους.]

(v. 182) Ὅτι τὸ σκυλεῦσαι ἀπὸ τεύχεα δῦσαί φησι, περιφράζων τὸ συλᾶν, ᾧ μυριαχοῦ χρᾶται [458] ἡ ποίησις.

(v. 185) Ὅτι Ἀμφίμαχον ἐνταῦθα Ἕκτωρ ἀναιρεῖ Κτεάτου υἱὸν Ἀκτορίωνος, Ποσειδῶνος υἱωνόν. καὶ χολοῦται μὲν δι' αὐτὸν ὁ Ποσειδῶν, οὐδὲν δέ τι ποιεῖ σφοδρὸν τῷ τέως αὐτίκα πρὸς ἄμυναν ἀξίαν σεμνότητος, ἣν αὐτῷ πλάττει ὁ ποιητής. εἰπεῖν δὲ μᾶλλον ἀκριβῶς, ἐχολώθη μὲν εὐθὺς ὁ Ποσειδῶν υἱωνοῖο πεσόντος, οὐκ ἔσχε δὲ ὁ ποιητὴς αὐτίκα ἱστορῆσαι τί ἐποίησε χολωθεὶς ὁ Ποσειδῶν. διηγησάμενος δὲ ἀναγκαίως ὅπως ἤρθη καὶ ἐσκυλεύθη ὁ Ἴμβριος, εὐθὺς λέγει ἅπερ ἐποίησε χολωθεὶς ὁ Ποσειδῶν, καὶ οὕτω μετὰ τὴν ὑπὲρ Ἀμφιμάχου ἐκδίκησιν ὑπὸ τῶν Αἰάντων ἔκκειται καὶ ἡ τοῦ πάππου Ποσειδῶνος, ὀτρύναντος Δαναούς. τοῦ τῶν Μολιόνων δὲ γένους ἦν ὁ εἰρημένος Ἀμφίμαχος, περὶ ὧν καὶ ἐν τοῖς ἑξῆς δηλωθήσεται.

(v. 187) Ὅτι τὸ "βράχε τεύχεα", ὃ φθάσας ἔγραψεν, "ἀράβησε τεύχεα" ἐνταῦθά φησιν.

(v. 191) Ὅτι χροῦς μὲν οὐχ' εὕρηται παρὰ τῷ ποιητῇ, ἀλλὰ χρώς, καὶ οἶδεν ἀκολούθως καὶ τὴν τούτου αἰτιατικήν "χρῶτ' ἀπονιψαμένη", τὰς δὲ ἄλλας κινήσεις ὡς ἀπὸ τοῦ χροῦς χροός ποιεῖ, οἷον "χρυσὸν ἔδυνε περὶ χροΐ", καὶ "οὔ πῃ χροὸς εἴσατο", τουτέστιν οὐδαμοῦ τοῦ κατὰ Ἕκτορα χρωτὸς διῆλθε τὸ τοῦ Αἴαντος δόρυ. καὶ τὰ σύνθετα δὲ ὡς ἀπὸ τοῦ χροῦς συντίθησιν, οἷον "μελαγχροιὴς γένετο", καὶ "δέρμα ἐϋχροές", καὶ "μελανόχροος οὐλοκάρηνος", καὶ "ταμεσίχροα χαλκόν".

(v. 191 s.) Ὅτι πανοπλίτην κατὰ τὸν Ἕκτορα ὑπογράφει τὸ "πᾶς δ' ἄρα χαλκῷ σμερδαλέῳ κεκάλυπτο". ἔστι δὲ καὶ νῦν τὸ πᾶς ἀντὶ τοῦ ὅλος. Ἔνθα ὅρα ὅτι σμερδαλέον σίδηρον ἔφη κυριολεκτῶν τὸν ἐκπλήττοντα ἐν τῷ βλέπεσθαι.

(v. 193) Ἀριστείαν δὲ καθ' ἑνός τινος διαγράφει τὸ "ὦσε δέ μιν σθένεϊ μεγάλῳ, ὃ δ' ἐχάσσατ' ὀπίσσω". Ἕκτωρ δὲ τοῦτο πάσχει ὠσθεὶς ὑπὸ Αἴαντος. Ὅτι τοὺς Αἴαντας ὑψοῦ ἔχοντας τὸν ἀνωτέρω ῥηθέντα Ἴμβριον καὶ συλῶντας οὕτω καινότερον τὰ ἐκείνου ὅπλα εἰκάζει πρὸς λέοντας, οἳ αἶγα ἐκ κυνῶν ἁρπάξαντες φέρουσι.

(v. 197-200) Φησὶ γὰρ "Αἴαντε δὲ ὥστε δύ' αἶγα λέοντε κυνῶν ὑπὸ καρχαροδόντων ἁρπάξαντε φέρητον ἀνὰ ῥωπήϊα πυκνὰ ὑψοῦ ὑπὲρ γαίης μετὰ γαμφηλῇσιν ἔχοντες". Καὶ δηλοῖ πολλὴν εὐτονίαν λεόντων τούτων, εἰ μηδὲν τοῦ φερομένου παραφέρεται κάτω, ἀλλ' ὑψοῦ ὅλον αἴρεται. Ζηνόδοτος δέ, φασίν, αἰτιᾶται τὴν παραβολήν, λέγων ὡς λέοντες οὐ συμμαχοῦσιν ἀλλήλοις. διὸ οὐδὲ γράφει ἐκεῖνος αἶγα, ἀλλὰ αἶγε δυϊκῶς, ὡς ἂν ἑκάτερος τῶν λεόντων αἶγα φέρῃ. Ἰστέον δὲ ὅτι διὰ τῆς τοιαύτης μεταγραφῆς ὁ Ζηνόδοτος ἀχρειοῖ τὴν περὶ ἑνὸς νεκροῦ ὑπὸ δύο φερομένου παραβολήν, [459] δυάζων αὐτὸς τὰς αἶγας καὶ ἐξαλείφων τὴν εἰκόνα τῆς ἡρωϊκῆς πράξεως καὶ ἀτέχνως ἀπαιτῶν ὅλην ὅλῳ ἐξ ἀνάγκης προσαρμόσαι τῷ πράγματι τὴν παραβολήν, ὅπερ σπανίως γίνεται. οὔκουν καὶ περὶ συμμαχίας ἡ τῆς παραβολῆς ὁμοιότης, ἀλλὰ περὶ μόνης ἄρσεως ἑνὸς σώματος ὑπὸ δύο τινῶν. Καί φασιν οἱ παλαιοί, ὅτι νοητέον ὡς ἑνὸς ἁρπάσαντος λέοντος συναρπάζει ἕτερος ὑπαντώμενος, καὶ ἑκάτερος ἄγει ἄγραν ἑαυτῷ. Αἰσχύλος δέ, φασί, μιμησάμενος ἔφη που "εἷλκον ἄνω λυκηδόν, ὥς τε διπλόοι λύκοι νεβρὸν φέρουσι". Τοὺς δὲ ὡς νεκροφόρον χλευάζοντας τὴν ἡρῴαν ταύτην δυάδα περιφρονητέον καὶ ῥητέον ὡς ἀστεΐζονταί πως οἱ Αἴαντες, τῶν Τρώων ἐμβριθῶς καταπαίζοντες καὶ ἐν μετεώρῳ τὸν ἐχθρὸν ἐκδύοντες.

(v. 2025) Διὸ καὶ τὴν τοῦ νεκροῦ τούτου "κεφαλὴν ἁπαλῆς ἀπὸ δειρῆς κόψεν", ἤτοι ἀπέκοψεν, "Ὀϊληάδης κεχολωμένος Ἀμφιμάχοιο" τοῦ προρρηθέντος, "ἧκε δέ μιν σφαιρηδὸν ἑλιξάμενος δι' ὁμίλου, Ἕκτορι δὲ προπάροιθε ποδῶν πέσεν ἐν κονίῃσιν". Ὃ δὴ χαριέντως οὕτω συνέπεσεν εἰς ἔλεγχον τοῦ μὴ δεόντως αὐτὸν μάχεσθαι. καὶ ἔστιν ἀστεῖον τὸ σύμπτωμα ἐπ' ὀνειδισμῷ καὶ λύπῃ ἐχθροῦ. Ποιεῖ δὲ τοῦτο οὐχ' ὁ μέγας, ἀλλ' ὁ λοιπὸς Αἴας, ἐπειδὴ νεωτέρῳ ἔπρεπε τὸ ἔργον καὶ θερμοτέρῳ τὸν τρόπον, καὶ οὐκ ἦν ἡ πρᾶξις κατὰ τὴν τοῦ Τελαμωνίου μεγαλοπρέπειαν. ὠμὸν μὲν οὖν φασι τὸ ἔργον καὶ οὐχ' Ἑλληνικόν, οὕτω νεκρὸν σῶμα λυμαίνεσθαι καὶ κωφὴν γῆν αἰκίζεσθαι. πλὴν συγγνωστέον τῷ ὑπὲρ φίλου ἀγανακτοῦντι, ὅς, ὡς ἐρρέθη, κεχολωμένος ἦν Ἀμφιμάχοιο. καὶ Ἀγαμέμνων δὲ Ἀντιμάχου παῖδα ἐν τοῖς ἔμπροσθεν τοῦ αὐχένος ἀπέτεμε καὶ τῶν χειρῶν. θεμέλιοι δὲ Ὁμηρικῆς ἀπολογίας ταῦτα πρὸς τὴν ἐν τοῖς ἐφεξῆς τοῦ Ἀχιλλέως ὠμότητα, ὃς δι' ὀργὴν εἰς Ἕκτορα παρανομεῖ τὰ δεινότατα.

(v. 199) Ἰστέον δὲ ὅτι τε ἀγρίου αἰγὸς ἡ παραβολὴ μέμνηται, ὑπὸ κυνῶν ἐν ὄρει ἑαλωκότος, καὶ ὅτι καὶ νῦν τὸ ἁρπάξαι κυρίως ἐλέχθη ἐπὶ λεόντων, καὶ ὅτι ταὐτὸν ῥωπήϊα καὶ ῥῶπας εἰπεῖν, καὶ ὅτι ῥωπήϊα μὲν παρὰ τοῖς παλαιοῖς δρυμοῦ φρύγανα, ἢ καὶ ἄλλως λεπτά τινα φυτὰ εὐλύγιστα παρὰ τὸ ῥέπειν. ἔστι γὰρ ὥσπερ βλέπω βλέψω βλέψ, καὶ βλὼψ κατὰ ἔκτασιν, ἐξ οὗ ὁ παραβλώψ, οὕτω καὶ ῥέπω ῥέψω ῥώψ, ἐξ οὗ τὰ ῥωπήϊα. Ῥῶπος μέντοι λεππὸς καὶ εὐτελὴς φόρτος, ὡς δὲ Αἴλιος Διονύσιος λέγει, καὶ ποικίλος, γέλγην δέ, φησίν, αὐτὸν ἔλεγον οἱ παλαιοί. ὅθεν καθὰ ὁ ῥωποπώλης, [460] οὕτω καὶ ὁ γελγοπώλης. ἡ δὲ λέξις τοῦ ῥώπου παρά τε Δημοσθένει καὶ ἑτέροις, κεῖται δὲ καὶ παρὰ τῷ Στράβωνι. ἐκ τούτου δὲ καὶ ῥωποπερπερήθρα τις προσερρήθη ἐπὶ χυδαιότητι καὶ φλυαρίᾳ σκωπτόμενος, οὗ ἡ παραγωγὴ κατὰ τὸ δακτυλήθρα καὶ τὰ ὅμοια. φέρεται δὲ καὶ ῥῆμα τὸ ῥωπίζειν, ὃ δηλοῖ τὸ σύμμικτα καὶ συμπεφυρμένα ποιεῖν.

(v. 200) Τὸ δὲ "ὑπὲρ γαίης" ἑρμηνευτικόν ἐστι τοῦ ὑψοῦ. Τὸ δὲ "μετὰ γαμφηλῇσιν" ἀντὶ τοῦ ἐν σιαγόσι. πρόθεσις γὰρ καὶ νῦν ἐλήφθη ἀντὶ προθέσεως.

(v. 202) Ἁπαλὴ δὲ καὶ νῦν δειρὴ ἢ κατὰ ἀντίφρασιν ἡ σκληρὰ διὰ τὸ ὀστῶδες, ἢ ἐσκιατραφημένη καὶ ἀγύμναστος.

(v. 204) Τὸ δὲ σφαιρηδόν ἀντὶ τοῦ δίκην σφαίρας, [ὁποία τις ἡ κεφαλή,] ὥσπερ καὶ πυργηδόν τὸ δίκην πύργου καὶ λυκηδόν τὸ κατὰ λύκους. Τούτων δὲ καὶ τῶν τοιούτων ἀλλοιότερόν τι παρὰ τῷ Ἁλικαρνασεῖ Διονυσίῳ τὸ γνωμηδόν, οἷον "εἰ συγχωρητέον ταῖς γυναιξί, γνωμηδὸν ἐπυνθάνοντο". [(v. 203) Ἰστέον δὲ ὅτι ἐν τῷ "κόψεν Ὀϊληάδης", τουτέστιν ὁ τοῦ Ὀϊλῆος υἱὸς Αἴας, οὐ πάνυ προσεκτέον ἀντιγράφοις παλαιοῖς, τυποῦσι τὴν λη συλλαβὴν διὰ τοῦ ι στοιχείου, εἰ μὴ ἄρα τολμήσει τις εἰπεῖν, ὡς ὁ Ὀϊλεὺς εὕρηται καὶ Ὀΐλιος τετρασυλλάβως, ἵνα ᾖ ὡς Δέξιος Δεξιάδης, οὕτω καὶ Ὀΐλιος Ὀϊλιάδης. Ἔστιν οὖν ἐκ τοῦ Ὀϊλεύς ὡς Πηλεύς Ὀϊληιάδης ὡς Πηληιάδης, καὶ συγκοπῇ τοῦ ι Ὀϊληάδης. εἰ μὴ ἄρα τοῦ η συγκοπέντος ἐλείφθη τὸ ἰῶτα.]

(v. 207) Ὅτι υἱωνὸν Ποσειδῶνος ὁ ποιητὴς εἰπὼν ἐνταῦθα τὸν πρὸ βραχέων ἱστορημένον Ἀντίμαχον τὸν [461] υἱὸν Κτεάτου τοῦ Ἀκτορίωνος, μέθοδον συντομίας ὑπέφηνεν. ἐκεῖ μὲν γὰρ Ἄκτορος υἱὸς ὁ Κτέατος, ἑνὸς τῶν Μολιόνων, ὧν ἐν τῇ πρὸς Πάτροκλον λαλιᾷ ἐμνήσθη ὁ Νέστωρ, ἐνταῦθα δὲ ὁ αὐτὸς Ἀκτορίδης Κτέατος Ποσειδῶνος ἀναφαίνεται υἱός, εἴπερ ὁ υἱὸς αὐτοῦ Ἀμφίμαχος υἱωνὸς εἶναι τῷ Ποσειδῶνι λέγεται. ὥστε γοργῶς εἰπεῖν ἀμφιπάτριος ὁ Κτέατος. Ποσειδῶνός τε γὰρ καὶ Ἄκτορος ὁ αὐτός. Ὅτι πιθανότητος ἐργαστικὸν τοῖς ῥήτορσι καὶ μίμησις ἀληθείας ἐστὶ καὶ τὸ μὴ πᾶν πρόσωπον φράζειν ἐξ ὀνόματος ὡρισμένως καὶ ὡς εἰδότας, ἀλλ' ἔστιν οὗ καὶ ἀορισταίνειν τὸν λόγον. ὃ δὴ ποιεῖ Ὅμηρος ἔν τε τῷ "ὧδε δέ τις εἴπεσκε" καὶ ἐν ἄλλοις.

(v. 210-214) Κἀνταῦθα δὲ λέγει, ὡς Ἰδομενεὺς Ποσειδῶνι ἀντεβόλησεν "ἐρχόμενος παρ' ἑταίρου", ὅ ἐστιν ἀπὸ ἑταίρου, ὃν νέον ἐκ πολέμοιο κατ' ἰγνύην βεβλημένον ἑταῖροι ἔνεικαν, ἤγουν πολέμου ἐξήγαγον, "ὃ δ' ἰητροῖς ἐπιτείλας" τὰ κατ' αὐτὸν ἐποίει ἃ ἤθελε. Τὸ γὰρ ὄνομα τοῦ τοιούτου μὴ προσθεὶς πολυλογίας ἀφορμὴν ἐνδέδωκε τοῖς ζητοῦσι Γραμματικοῖς, τίς ἂν εἴη οὗτος ὁ ἑταῖρος, οἷον κύριον ἢ ἐπίθετον, καὶ εἰ ἐπίθετον, περὶ τίνος τῶν Ἀχαιῶν ὁ λόγος ἐστί. καὶ αὐτοὶ μὲν οὕτω, ὁ δέ γε ποιητὴς ἐξωμολογήσατο ἤδη φανερῶς χαλεπὸν εἶναι πάντα φράζειν αὐτόν.

(v. 212) Ἰγνύη δὲ τὸ κατόπιν ἤτοι ὀπίσω μέρος τοῦ γόνατος, ὅπερ καὶ ἀγκύλη λέγεται. γίνεται δὲ παρὰ τὸ ἱκνεῖσθαι, ἱκνύη τις οὖσα, ἐπεὶ καμπτομένης αὐτῆς ἱκνούμεθα. Εἰ δὲ ψιλοῦται ἡ ἄρχουσα τῆς ἰγνύης, οὐ καινόν. λείπει γὰρ τὸ κ τὸ τὴν δασεῖαν προκαλούμενον, [καθὰ καὶ ἐν τῷ ἴχνος καὶ ἴχνιον.] Οὕτω καὶ τὸ ἰχθύς ζητεῖ μὲν δασύνεσθαι, γίνεται γὰρ παρὰ τὸ ἰκέσθαι καὶ θύειν, ὅ ἐστιν ὁρμᾶν, πολυκίνητον γὰρ ζῷον ὁ ἰχθύς. ἀλλὰ μεταβληθὲν τὸ ψιλὸν κ εἰς δασὺ τὸ χ μετέτρεψε τὴν δασύτητα τοῦ πνεύματος εἰς τὸ ἔμπαλιν.

(v. 213) Ἐν δὲ τῷ "ἰητροῖς ἐπιτείλας", ἤγουν ἐντειλάμενος, δηλοῖ ὡς οὐ μόνον Ποδαλείριος καὶ Μαχάων ἰατροὶ ἐν Ἀχαιοῖς, ἀλλὰ κατὰ ἔθνη, ὡς εἰκός, ἦσαν καὶ ἄλλοι. φησὶ δὲ καὶ ἀλλαχοῦ "ἰατροὶ πολυφάρμακοι ἀμφεπένοντο".

(v. 216-218) Ὅτι ὁ Θόας πάσῃ, τουτέστιν ὅλῃ, "Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι Αἰτωλοῖσιν ἄνασσε, θεὸς δ' ὣς τίετο δήμῳ". Λέγει δὲ ταῦτα ὁ ποιητής, οὐχ' ὡς ἄγνωστα ‑ ἔφθη γὰρ εἰπὼν ἐν τῷ Καταλόγῳ περὶ τούτων ‑ , ἀλλ' ὅτι πολλὰ διττολογεῖ πολλαχοῦ [462] πρός τε ἀνάμνησιν καὶ πρὸς εὑρεσιλογίαν πλατυσμοῦ καὶ ποικιλίαν γραφῆς. Ἰστέον δὲ ὅτι Αἰτωλοὶ λέγονται, ὡς καὶ προϊστόρηται, ἀπὸ Αἰτωλοῦ τοῦ Ἐνδυμίωνος, Ἠλείου τὸ γένος, ὃς Ἆπιν ἀνελὼν ἀκουσίως τὸν Φορωνέως καὶ φυγὼν μετέδωκε ταύτῃ τῇ χώρᾳ τῆς ἀπ' αὐτοῦ παρωνυμίας. ἴσχει δὲ κατά τινας παῖδα Πλευρῶνα, οὗ παῖδες Κούρης καὶ Καλυδών, καὶ ἐκ τούτων τῶν τριῶν ἔθνος μὲν οἱ Κουρῆτες, πόλεις δὲ ἡ Πλευρὼν καὶ ἡ Καλυδών.

(v. 218) Τὸ δὲ "θεὸς ὣς τίετο δήμῳ" ἀγαθὸν βασιλέα ἐν ὁμοίοις ὑπηκόοις εἶναι δηλοῖ τὸν Θόαντα.

(v. 219 s.) Ὅτι πρὸς τοὺς μάτην λόγοις ἐκφοβοῦντας λεχθήσεται τὸ "ποῦ τοι ἀπειλαὶ οἴχονται, ἅς" τοῖς δεῖνα οἱ δεῖνα ἀπείλεον; Περὶ τῶν Ἀχαιῶν δὲ ὁ λόγος ἐκ Ποσειδῶνος πρὸς Ἰδομενέα. Ἔνθα σημείωσαι ὅτι, ὅπερ ἐν ἄλλοις πλατέως ἐρρέθη, ὅτε οἱ Ἕλληνες ὠνειδίζοντο ὡς ἐν Λήμνῳ πίνοντες καὶ ἀπειλούμενοι κενὰ τοῖς Τρωσί, τοῦτο ἐνταῦθα διὰ τὸ κατεπεῖγον τοῦ καιροῦ ἐν ὀλίγῳ ἐφράσθη.

(v. 222-227) Ὅτι ὁ ἐν κινδύνοις πολέμου ἢ ἄλλως δεινοῖς τισιν ἑαυτοῦ ἢ ἑτέρων ὑπεραπολογούμενος ὡς οὐ διὰ κακίαν οἰκείαν πασχόντων ἐρεῖ ἅπερ ἐνταῦθα τῷ Ποσειδῶνί φησιν ὁ Ἰδομενεὺς "οὔ τις ἀνὴρ νῦν αἴτιος, ὅσσον ἔγωγε γινώσκω· πάντες γὰρ ἐπιστάμεθα πολεμίζειν" ἢ τόδε τι ἄλλο ποιεῖν, "οὔτε τινὰ δέος ἴσχει ἀκήριον οὔτε τις ὄκνῳ εἴκων ἀνδύεται", ἤγουν ἀναδύεται, "πόλεμον κακόν, ἀλλά που οὕτω μέλλει θεῷ ὑπερμενέϊ φίλον εἶναι νωνύμνους", ἢ νωνύμους, "ἀπολέσθαι" τοὺς δεῖνα. Καὶ σημείωσαι ὅτι σοφώτατα ὁ ποιητὴς ἐνταῦθα ἐξέθετο πᾶν αἴτιον, οὗ ἕνεκα φεύγομεν τὰ δεινά. εἰσὶ δὲ τρία αἴτια, ἀπειρία καὶ δέος καὶ ὄκνος. διὸ κατατολμῶν ἐνταῦθα Ἰδομενεὺς τῶν δεινῶν καὶ φιλοκίνδυνος ἐν δέοντι ὢν ἀποφάσκει καὶ τὰ τρία, τὴν μὲν ἀπειρίαν ἐν τῷ "πάντες ἐπιστάμεθα". ὁ γὰρ ἐπιστάμενος οὐκ ἂν εἴη νηΐς, ὅ ἐστιν ἄπειρος. τὰ δὲ λοιπὰ δύο ἐν τῷ "οὔτε δέος ἴσχει τινά, οὔτε τις ὄκνῳ εἴκει".

(v. 222 s.) Τὸ δὲ "ὅσσον ἔγωγε γινώσκω" οἱ μεθ' Ὅμηρον ὅσα ἐμὲ εἰδέναι φασί.

(v. 224) Δέος δὲ ἀκήριον τὸ ἀψυχοποιόν. φθάσας μέντοι ὁ ποιητὴς ἐν ἄλλοις καὶ τὸν νεκρὸν ἀκήριον ἔφη, ὡς ταὐτὸν ὂν οὕτω ἢ οὕτω εἰπεῖν διὰ τὸ τῆς ἐτυμολογίας ὅμοιον. Νεκρὸς γὰρ καὶ ἀκήριος ἄμφω παρὰ τὸ ἐστερῆσθαι κῆρος, ὅ ἐστι ψυχῆς, γίνεται.

(v. 225) Τὸ δὲ ἀναδύεσθαι κατὰ τοὺς παλαιοὺς ἀπὸ ζῴων εἴληπται, ἃ προθύμως μὲν ἔχοντα δύεται ὑπὸ ζυγόν, μὴ προθυμούμενα δὲ ἀναδύεται. καὶ ἄλλως δὲ ἔστιν εἰπεῖν, ὡς δύεσθαι μὲν καὶ καταδῦναι ὅμιλον τὸ θαρρεῖν εἰς μάχην δηλοῖ καὶ οὕτως εἰς βάθος αὐτῆς χωρεῖν, ἀναδύεσθαι δὲ τὸ ἄλλως ἀναχωρεῖν, ὁμοίως τοῖς καθ' ὑδάτων δυομένοις ζῴοις.

(v. 227) Τὸ δὲ "νωνύμνους" ἢ ἐν τῷ τέλει πλεονασμὸν ἔχει τοῦ νυ, ὡς καὶ προερρέθη, ‑ ἔδει γὰρ εἶναι νωνύμους, ἤτοι [463] ἀνονομάστους ‑ ἢ κατά τινας τὸ πρὸ αὐτοῦ νυ παρενέπεσε. νωνύμνους γάρ, φασίν, εἰπεῖν βούλεται, ὅ ἐστιν ἀθρηνήτους. λέγουσι γὰρ παρ' Ἀνακρέοντι ἐπὶ θρήνου κεῖσθαι τὸν ὕμνον.

(v. 228 s.) Ὅτι ἀγαθοῦ στρατηγοῦ ἔπαινος τό· ἀλλὰ ὦ δεῖνα, "καὶ γὰρ τὸ πάρος μενεδήϊος ἦσθα, ὀτρύνεις δὲ καὶ ἄλλον, ὅθι μεθιέντα ἴδηαι", τουτέστιν ἴδῃς.

(v. 230) Ταῦτα δὲ ἐφερμηνεύων ἢ καὶ ἄλλως παραφράζων ὁ ποιητὴς ἐπάγει· "τῷ", ἤγουν διό, "νῦν μήτ' ἀπόληγε, κέλευέ τε φωτὶ ἑκάστῳ". ὁ γὰρ μενεδήϊος οὐκ ἂν ἀπολήγοι καὶ ὁ ὀτρύνων ἄλλους κελεύοι ἂν φωτὶ ἑκάστῳ. Δῆλον δὲ ὡς ταὐτὸν μενεδήϊόν τινα εἰπεῖν καὶ μενεχάρμην καὶ μενεπτόλεμον, [οἷς ἐναντίον ὁ φυζακινὸς καὶ μάλιστα ὁ φύξηλις.]

(v. 2324) Ὅτι ἐνδιάθετος λόγος ἐπὶ τῶν ἐν δεινοῖς ῥᾳθυμούντων τὸ "μὴ κεῖνος ἀνὴρ ἔτι νοστήσειεν, ἀλλ' αὖθι", τουτέστιν αὐτόθι, "κυνῶν μέλπηθρα γένοιτο, ὅς κεν ἐπ' ἤματι τῷδε ἑκὼν μεθίησι μάχεσθαι".

(v. 234) Καὶ ὅρα τὸ "ἐπ' ἤματι τῷδε" ἀσφαλῶς ῥηθέν. εἰ γὰρ καὶ ἄλλοτε, ἀλλ' οὐχὶ καὶ σήμερον. Ὅρα δὲ καὶ τὸ ἑκών. οὐδεὶς γὰρ οὕτω μεθίησιν. Εἰ δὲ Ἀγαμέμνων καὶ Νέστωρ καὶ Ὀδυσσεὺς ἀμελοῦσιν, ἀλλ' οὔτι που ἑκόντες. διὸ οὐδὲ πίπτουσιν ὑπὸ τὴν ἀράν.

(v. 233) Μέλπηθρα δὲ ἀντὶ τοῦ παίγνια. μετὰ κόρον γὰρ οἱ κύνες ἐμπηδῶσί τε τῷ λοιπῷ τοῦ νεκροῦ καὶ τὰς σάρκας διασπῶντες οἷον σφαιρίζουσι, καί πως τὰ συνήθη μέλποντες ἐφυλακτοῦσι, σκιαμαχίαν ταύτην θήρας ὑπεμφαίνοντες καὶ τὴν φαντασίαν εἰς κυνηγέσιον ἐρεθίζοντες.

(v. 2357) Ὅτι πρὸς ὁμαιχμίαν ἐρεθιστικὸν τὸ "ἀλλ' ἄγε τεύχεα δεῦρο λαβὼν ἴθι. ταῦτα δ' ἅμα χρὴ σπεύδειν, αἴ κεν ὄφελός τι γενώμεθα καὶ δύ' ἐόντε". Ποσειδῶν δὲ Θόαντι ὁμοιωθείς φησι καὶ ταῦτα πρὸς Ἰδομενέα, καθὰ καὶ τὰ προσεχῶς ἀνωτέρω κείμενα, ἐπάγων καὶ γνωμικὸν τοῦτο "συμφερτὴ δ' ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν", ὅπερ ἀπὸ τοῦ ἐλάττονος εἴληπται, δηλοῦν ὡς καὶ οἱ μάλα δειλοὶ ἀλλήλοις συμφερόμενοι καὶ εἰς ἓν ἐρχόμενοι γενναῖα δρῶσι.

(v. 238) Νῶϊ δέ, φησίν, ἤγουν ἡμεῖς, "καί κ' ἀγαθοῖσιν ἐπιστάμεθα πολεμίζειν", οὐ λυγροὶ δηλαδὴ ὄντες. Τὸν μὲν οὖν ἕνα ἡ παροιμία εἰς οὐδὲν ἄγει, ἄρχεται δὲ τὸ καλὸν ἐκ τῶν δύο, κατὰ τὸ "σύν τε δύ' ἐρχομένω", καθὰ καὶ νῦν φαίνεται ἐν τῷ "ὄφρα ὄφελος γενώμεθα καὶ δύ' ἐόντε", καὶ ὡς ἐπὶ Ὀδυσσέως καὶ Διομήδους προεδείχθη καὶ ἐπὶ ἄλλων πολλῶν. Ἰστέον δὲ ὡς νομίσοι ἄν τις οὐ [464] καλῶς ἔχειν τὴν Ὁμηρικὴν ταύτην γνώμην. μᾶλλον γὰρ χρῆναι εἰπεῖν "συμφερτὴ δ' ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα ἐσθλῶν", ἵνα λέγῃ κατὰ ἐπιχείρημα τὸ ἀπὸ μείζονος, ὡς οὐδ' αὐτοὶ ἀρετᾶν οἱ ἀγαθοὶ δύνανται, εἰ μὴ συνάγοιντο εἰς ἓν, ὡς ἂν ἐντεῦθεν συννοῆται ὡς, εἴπερ τῶν ἀγαθῶν ἡ ἀρετὴ συμφερτή, πολλῷ πλέον ἡ τῶν λυγρῶν. νῦν δ' ἀνάπαλιν εἰπών, ὡς καὶ τῶν ἀχρείων ἡ ἀρετὴ συμφερτή ἐστι, δοκεῖ διὰ τὸν και σύνδεσμον γελοῖόν τι εἰπεῖν. ἐπὶ μὲν γὰρ τῶν ἀγαθῶν ἀνδρῶν καλῶς κείσεται ὁ σύνδεσμος ‑ συμφερτὴ γὰρ καὶ αὐτῶν τῶν ἀγαθῶν ἡ ἀρετή ‑ , ἐπὶ δὲ τῶν λυγρῶν οὐκ ἀναγκαῖος ὁ και σύνδεσμος. ἀρκεῖ γὰρ μᾶλλον ἁπλῶς οὕτω εἰπεῖν, ὅτι συμφερτή ἐστιν ἡ τῶν λυγρῶν ἀρετή, ὡς καθ' ἑαυτοὺς μὴ δυναμένων τῶν λυγρῶν ἀνδρίζεσθαι. καὶ οὕτω μὲν ἄν τις ἀπορήσῃ. Λύεται δὲ τὸ ἄπορον ὡς οἷον λέγοντος τοῦ ποιητοῦ, ὅτι στέρονται μὲν ὅλως ἀρετῆς οἱ λυγροὶ ἐν τῷ θεωρεῖσθαι καθ' ἕνα, ἐστὶ δέ τις ὅμως καὶ αὐτῶν ἀρετή, ἐὰν συμφερτὴ γένοιτο, ὅ ἐστι συμφορητὴ καὶ συνάξιμος ἐκ πολλῶν, καὶ ὡς οἱ παλαιοί φασι συνοιστή. Ὥστε χωρὶς ἄρθρου νοητέον τὸ ἀρετή, καὶ ῥητέον οὕτω· ἀρετὴ πέλει καὶ τῶν λυγρῶν, πλὴν συμφερτή, ἅμα σπευδόντων κατὰ τὸν ποιητήν. Ἕτεροι δὲ ἀπὸ κοινοῦ νοοῦντες ἀρετή καὶ τὴν λέξιν οὕτω δισσεύοντές φασιν, ὅτι καὶ ἡ τῶν λυγρῶν ἀρετή, συμφερτὴ γενομένη, ἀρετὴ ὄντως ἐστίν. εἰ δὲ τοῦτο, πολλῷ πλέον ἡ τῶν ἀγαθῶν. διὸ ἐπήγαγε τὸ "ἡμεῖς δὲ καὶ ἀγαθοῖς πολεμήσομεν", ὡς προερρέθη. Ἀρετὴν δὲ νῦν τὴν ἀνδρίαν φησί. Τὸ δὲ "ἐπιστάμεθα μάχεσθαι" εὖ εἰδότας μάχης τοὺς τοιούτους δηλοῖ. [Φυσικοῦ δὲ κάλλους ἡ παρίσωσις τοῦ συμφερτή καὶ τοῦ ἀρετή.]

(v. 239) Ὅτι λόγου ἐμπράκτου τὸ "ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη ἂν πόνον ἀνδρῶν", ἤγουν ἔνθα ἐπονοῦντο οἱ ἄνδρες, ὅπως ἂν καὶ νοηθείη ὁ πόνος.

(v. 242-245) Ὅτι ὁ Ἰδομενεὺς ὁπλισάμενος ἔβη ἐλθεῖν "ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίδης χειρὶ λαβὼν ἐτίναξεν ἀπ' αἰγλήεντος Ὀλύμπου, δεικνὺς σῆμα βροτοῖσιν, ἀρίζηλοι δέ οἱ αὐγαί". Ἡ δὲ παραβολὴ αὕτη πρός τε ὅπλων λαμπρότητά ἐστιν, ὡς ἡ ἀπόδοσις δηλοῖ, λέγουσα "ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσιν", ἔτι δὲ καὶ πρὸς τὸ τάχος τοῦ φοροῦντος, ἔλαμπε γάρ, φησί, θέοντος, καὶ πρὸς τὸ εἰς μάχην δὲ ἐμπύριον. καὶ πολέμου γὰρ ἔστιν οὗ σημεῖον ἡ ἀστραπή. [465] Τὸ δ' ἐτίναξε καιριωτάτη λέξις, καὶ οὐκ ἄν τις φράσῃ κάλλιον. ὡς οἷα δὲ βέλος αὐτὴν ἀφίησι, διό φησι "χειρὶ λαβὼν ἐτίναξε".

(v. 244) Τὸ δὲ "δεικνὺς σῆμα βροτοῖς" ἑτέρως ἔφρασε πρὸ τούτων, εἰπὼν "πιφαυσκόμενος βροτοῖσι τὰ ἃ κῆλα", ὡς ἐκεῖ ἐρρέθη. [Δῆλον δ' ὅτι σωματικῶς πλάττεται ὁ Ζεὺς ἀφιέναι τὴν ἀστραπήν, ὅτε τι ποιεῖ διοσημίας χάριν, καθὰ δόρυ ἢ λίθον ἤ τι ἄλλο βέλος. ἡ δέ γε ἀλληγορία τὰ τοιαῦτα Διῒ ἀέρι ἀποκληροῖ.

(v. 246) Ὅτι μάχης μὲν ἀντιβολῆσαι τὸ ἄντην βαλεῖν καὶ ὡς εἰπεῖν τυχεῖν, ἀνδρὶ δὲ ἀντιβολῆσαι κατὰ σύνταξιν δοτικὴν ἢ ἑτεροίῳ τινὶ τὸ συναντῆσαι, ὡς καὶ ἐνταῦθα ὁ Μηριόνης Ἰδομενεῖ ἀντεβόλησεν.]

(v. 249 et 255) Ὅτι εἰς οὐδὲν δέον, ἁπλῶς δ' οὕτω χάριν φιλίας, ἄλλα τε μυριαχοῦ ἐπαινετικὰ ἐξ ἑτέρων εἰς ἑτέρους λέγεται, καὶ ἐνταῦθα δὲ Ἰδομενεὺς μὲν τὸν ἑταῖρον Μηριόνην οὕτω προσφωνεῖ "Μηριόνη, Μόλου υἱέ, πόδας ταχύ, φίλταθ' ἑταίρων", ὁ δ' αὖθις ἐκεῖνον "Ἰδομενεῦ, Κρητῶν βουληφόρε χαλκοχιτώνων". Ἐπαινεῖται δὲ τὸ τοῦ Ἰδομενέως ἔπος οὐ μόνον ὡς γοργόν, ἀλλὰ καὶ ὡς ἐν σμικρῷ γραφῆς ὄγκῳ πολλὰ περιέχον· τὸ κύριον, τὸ γένος, τὴν σωματικὴν ἀρετὴν καὶ τὴν ἄκραν φιλίαν.

(v. 250-252) Ὅτι ὁ ἐκ πολέμου παρὰ καιρὸν εἴξας ἀκούσοι ἄν ποτε ἐκ τοῦ ἐντυχόντος τὸ "τίπτ' ἦλθες πόλεμόν τε λιπὼν καὶ δηϊοτῆτα; ἠέ τι βέβληαι, βέλεος δέ σε τείρει ἀκωκή, ἠέ τευ ἀγγελίης μετ' ἔμ' ἤλυθες", ἤγουν ἕνεκά τινος ἀγγελίας εἰς ἐμὲ ἦλθες;

(v. 252 s.) Ἐνεργοῦς δὲ στρατιώτου λόγος τὸ "οὐδέ τι αὐτὸς ἧσθαι ἐνὶ κλισίῃσι λιλαίομαι, ἀλλὰ μάχεσθαι".

(v. 250) Τὸ δὲ "πόλεμόν τε καὶ δηϊοτῆτα" ταὐτὸν τῷ "πόλεμόν τε μάχην τε", ὃ πολλαχοῦ κεῖται. [(v. 251) Τὸ δὲ "βέβληαι" ἢ συλληπτικῷ τρόπῳ καὶ τρῶσιν δηλοῖ τὴν ἐκ τοῦ ἐγγύς, ἢ καὶ ἄλλως, τὸν Μηριόνην σεμνύνει, ὡς μὴ ἂν τολμήσοντός τινος ἀντιστῆναί οἱ ὡς καὶ σχέδην τύψαι, ἀλλὰ πόρρωθεν βαλόντος.]

(v. 257 s.) Ὅτι σχῆμα καινὸν τὸ εἰπεῖν "ἔγχος κατεάξαμεν, ὃ πρὶν ἔχεσκον, ἀσπίδα Δηϊφόβοιο βαλὼν ὑπερηνορέοντος". Ὤφειλε γὰρ ὁ πρὸς τὸν Ἰδομενέα τοῦτο εἰπὼν Μηριόνης ἢ κατέαξα εἰπεῖν, οἷον ὅτι τὸ ἔγχος κατέαξα βαλὼν τὴν τοῦ ἐχθροῦ ἀσπίδα, ἢ ἄλλως ὅτι τὸ ἔγχος κατεάξαμεν βαλόντες τὴν ἀσπίδα. Αἰτία δὲ τῆς καινῆς ταύτης συντάξεως τοιαύτη. καθὸ μὲν γὰρ κοινὰ τὰ τῶν φίλων, προσεταιρίζεται καὶ τὸν Ἰδομενέα ὁ Μηριόνης ἐν τῷ "κατεάξαμεν", κοινοποιούμενος τὴν βολήν, ὃς καὶ ἐκ τῆς τοῦ Ἰδομενέως σκηνῆς ἔγχος ἕτερον λήψεται, ὡς εἴπερ Ἰδομενεὺς ἐκεῖνο κατέαξε. καθὸ δὲ τῇ ἀληθείᾳ Μηριόνου μόνου ἦν τὸ ἔργον, διὰ τοῦτο "βαλών" λέγει ἑνικῶς καὶ οὐ βαλόντες. εὖ δὲ καὶ τὸ "κατεάξαμεν" μόνον εἰπεῖν πληθυντικῶς, οὐ μὴν καὶ ὃ πρὶν εἴχομεν, ἀλλ' ὃ πρὶν εἶχον ἐγώ. τὸ μὲν γὰρ ἔχειν ἔγχος οὐκ ἔστι σημεῖον ἐξ ἀνάγκης ἀνδρείου, τοῦτο γὰρ ἂν καὶ θεράπων καὶ δορυξόος ποιήσῃ. τὸ δὲ ἐν πολέμῳ κατάξαι ἀρετήν τινα παραδηλοῖ. [466] διόπερ ὁ Μηριόνης οὐ τοῦ ἔχειν δόρυ, ἀλλὰ τοῦ ἐν μάχῃ κατᾶξαι κοινωνὸν ποιεῖται τὸν ἀνδρεῖον φίλον, εἰπὼν "κατεάξαμεν". Εἰ δὲ καὶ περὶ ἑαυτοῦ καὶ Δηϊφόβου ἴσως κατά τινας τὸ "κατεάξαμεν" ὁ Μηριόνης φησίν, ἑτέρου τοῦτο λόγου. δοκοῦσι γὰρ ἀμφότεροι κατᾶξαι τὸ βέλος, ὅ τε βαλὼν αὐτὸ Μηριόνης καὶ ὁ τὴν ἀσπίδα ἔχων Δηΐφοβος, ἐν ᾗ τὸ ἔγχος ἐάγη. Ὑπερηνορέοντα δὲ Μηριόνης φησὶ τὸν Δηΐφοβον, σεμνύνων ἑαυτόν, εἰ τοξότης ὢν ὅμως τοιούτῳ ἀνδρὶ ἐτόλμησε μετ' αἰχμῆς ἀντιστῆναι.

(v. 260-263) Ὅτι καυχᾶται Ἰδομενεὺς χαίρων καὶ διὰ τοῦτο ἐπορχούμενος οἷον καὶ τῷ μετ' ἐπιθέτων καὶ παρίσων κάλλει τῆς φράσεως, ὡς δούρατά τ' ἐστὶν αὐτῷ καὶ ἀσπίδες ὀμφαλόεσσαι καὶ κόρυθες καὶ θώρηκες λαμπρὸν γανόωντες, ἤγουν γάνος ἐμποιοῦντες τῷ βλέποντι. "οὐ γὰρ ὀΐω", φησίν, "ἀνδρῶν δυσμενέων ἑκὰς ἱστάμενος πολεμίζειν", ἀλλὰ δηλονότι ἀγχέμαχός εἰμι μαχητής. Λέγει δὲ μετὰ ἁπλότητος ἡρωϊκῆς καὶ ὅτι "δούρατα [δέ", ἤγουν δή,] "αἴ κ' ἐθέλῃσθα, καὶ ἓν καὶ εἴκοσι δήεις", ὅ ἐστιν εὑρήσεις, "ἑσταότα ἐν κλισίῃ πρὸς ἐνώπια παμφανόωντα, Τρώϊα", ὡς λάφυρα δηλαδή. διὸ καὶ ἐπάγει "τὰ κταμένων ἀποαίνυμαι", ὡς ἔναρα, ὁ δὴ μετ' ὀλίγα ὁ Μηριόνης ἐρεῖ, συντεμὼν τὸ τοῦ Ἰδομενέως περιφραστικόν. καὶ εἶχε μὲν εἰπεῖν καὶ ἄλλον ἀριθμὸν ὁ Ἰδομενεύς, ἠρκέσθη δὲ ἀφελῶς καὶ ἀσκέπτως, ὡς ἐν σχεδιασμῷ εἰπὼν "καὶ ἓν καὶ εἴκοσι".

(v. 261) Τὸ δὲ "παμφανόωντα" ἢ πρὸς τὸ ἐνώπια κολλητέον ἢ πρὸς τὸ δόρατα, ὁποῖον καὶ τὸ "ἅρματα δ' ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα". καὶ οὕτω μὲν ὁ Ἰδομενεύς.

(v. 266-271) Μηριόνης δὲ συντομώτατα καὶ αὐτὸς φράζων φησίν· καί τοι ἐμοὶ πόλλ' ἔναρα Τρώων. εἶτα προστίθησιν ἁπλοϊκῶς οὕτω κατὰ ἀφέλειαν καὶ αὐτὸς πλατύτερον μὲν ἤπερ Ἰδομενεύς, ἀπεστενωμένον δὲ ἄλλως ἔπαινον ἑαυτοῦ, λέγων "οὐδὲ γὰρ οὐδ' ἐμέ φημι λελασμένον ἔμμεναι ἀλκῆς, ἀλλὰ μετὰ πρώτοισι μάχην ἀνὰ κυδιάνειραν ἵσταμαι, ὁππότε νεῖκος ὀρώρηται πολέμοιο", τουτέστιν ὅτε πόλεμος ἐγείρεται. Καὶ σημείωσαι ὅτι Ἰδομενεὺς μὲν τὸ περὶ τῶν ὅπλων πλατύνας ἀπεστένωσε τὸ οἰκεῖον σέμνωμα, Μηριόνης δὲ ἀνάπαλιν ποιεῖ. καί εἰσι ταῦτα Ὁμηρικαὶ μέθοδοι πρὸς μῆκος λόγου καὶ βραχύτητα. Ὅρα δὲ καὶ ὡς οἱ ἥρωες οὗτοι ἐπιτέμνουσι τοὺς οἰκείους ἐπαίνους καὶ οὐκ ἐθέλουσι μακρὰ περιαυτολογεῖν ἔξω καιροῦ, ὅπερ ὁ Τεῦκρός που ἐποίησεν ἀφηγούμενος ἀγνοοῦντι τῷ βασιλεῖ ὅσων Τρώων κατετοξάσατο. Αἰτία δὲ τῆς συντομίας ταύτης, ἣν καὶ αὐτὸς Ὅμηρος τεχνικῶς θεωρεῖ, τὸ πρὸς εἰδότα δηλαδὴ λέγειν.

(v. 272 s.) Φησὶ γὰρ ὁ Μηριόνης "ἄλλον πού τινα μᾶλλον λήθω μαρνάμενος, σὲ δὲ ἴδμεναι αὐτὸν ὀΐω". Καὶ ὅρα τὸ "ὀΐω" τοῦτο, ἑτεροῖον ὂν παρὰ τὸ "οὐ γὰρ ὀΐω δυσμενέων ἑκὰς ἱστάμενος πολεμίζειν", ὃ δὴ ὁ Ἰδομενεὺς [467] ἔφη. ἐκεῖνο γὰρ πάνυ ἀφελὲς ἤπερ τοῦτο. οὐ γὰρ ἐθέλει ἐκεῖνος ἀξιωματικῶς ὑπὲρ ἑαυτοῦ εἰπεῖν ὁμοίως τῷ Μηριόνῃ "οὐδὲ γὰρ οὐδ' ἐμέ φημι ἐπιλελῆσθαι ἀλκῆς", ἀλλ' ἐνδοιάζει ἐπιεικῶς ὡς μὴ γαῦρος τὸ ἦθος κατὰ τὸν Μηριόνην καὶ φιλότιμος. ὅπερ Ἰδομενεὺς αἰσθόμενος, τὸ φιλότιμον δηλαδὴ τὸν Μηριόνην εἶναι, πλατὺ ἐγκώμιον εὐθὺς κατατείνει αὐτοῦ μετ' ὀλίγα, καὶ ὁ Μηριόνης ἡδέως ἀκούων ἵσταται.

(v. 292) Ἐφ' οἷς αἰσθόμενος ὁ ποιητὴς ὡς μέμψοιτο ἄν τις τοὺς ἥρωας ἀργοὺς ἑστῶτας καὶ εἰς οὐδὲν δέον τοιαῦτα λαλοῦντας, ἐρεῖ "μηκέτι ταῦτα λεγώμεθα" καὶ ἑξῆς. Εὐριπίδης μὲν οὖν τὴν Ἑκάβην ἠθικευομένην πλάσας καὶ φιλοσόφως προβαλλομένην ἀπορίαν καὶ λύουσαν ἐν τῷ "ἆρ' οἱ τεκόντες διαφέρουσιν ἢ τροφαί", εἶτα καταγνοὺς ἀκαιρίαν τῆς τοιαύτης φιλοσοφίας τοῦ λόγου ἐπήνεγκεν Ὁμηρικῷ δῆθεν ζήλῳ τὸ "ταῦτα μὲν δὴ νοῦς ἐτόξευσε μάτην". Ἀλλ' ἐὰν μάτην, διὰ τί, ὦ Εὐριπίδη, ὅλως ἐτόξευσεν; Ὁμήρῳ δὲ οὐ μάτην ἐνταῦθα λελάληταί τι, εἰ καὶ ἀφελῶς διὰ μίμησιν καίριον.

(v. 293) Ὅθεν οὐδὲ καταγινώσκει ἑαυτοῦ, ἀλλ' ἐρεῖ "μή τις ἡμῖν νεμεσήσῃ ὑπερφιάλως", ὅ ἐστιν ὑπὲρ τὸ δέον. οὐ γὰρ ἁπλῶς λαλοῦσιν ἃ μὴ χρή, ἀλλὰ πολλὰ καμόντες λόγοις ἀναψύχουσι φίλον ἦτορ, καθὰ καὶ ἕτεροι πρὸ αὐτῶν, βραχεῖαν εὑρόντες πολέμου ἄδειαν.

(v. 268) Ὅρα δὲ ὅτι τὸ "ἔναρα Τρώων" ἀνωτέρω ἄλλως ἔφρασεν Ἰδομενεὺς εἰπὼν "Τρώϊα, τὰ κταμένων ἀποαίνυμαι", ὅ ἐστιν ἀφαιροῦμαι, ὡς καὶ ἀλλαχοῦ τεθὲν ἡρμήνευται. τοῦτο δὲ ὁρισμός ἐστιν ἐνάρων, ὅ ἐστι λαφύρων. ἔναρα γάρ ἐστιν, ἅ τις κταμένων ἀποαίνυται.

(v. 270) Ἐν δὲ τῷ "μάχην ἀνὰ κυδιάνειραν ἵσταμαι" ἦν εἰπεῖν καὶ δι' ἀπαρεμφάτου, ἵνα ἔλεγεν· οὐδὲ γὰρ ἐμέ φημι λελῆσθαι ἀλκῆς, ἀλλὰ μαχόμενον ἵστασθαι. εἵλετο δὲ σχηματίσαι καινότερον.

(v. 271) Τὸ δὲ "ὀρώρηται" τοῦ ὄρωρα παρακειμένου ἤρτηται, ἀναχθέντος εἰς ἐνεστῶτα τὸν ὀρώρω. Τὸ δὲ "νεῖκος πολέμοιο" πρὸς διαστολὴν ἑτέρων νεικέων εἴρηται. [(v. 269) Ἰστέον δὲ ὅτι τε τὸ λελῆσθαι ἀλκῆς, ὥσπερ καὶ τὸ μεμνῆσθαι ἀλκῆς, φράσις ἐστὶ συνήθης Ὁμήρῳ, καὶ ὅτι σεμνότερόν ἐστι τοῦ δειλιᾶν τὸ λανθάνεσθαι ἀλκῆς. Δῆλον γὰρ ὡς ὁ μὲν δειλιῶν στέρησιν ἀνδρίας πάσχει, ὁ δὲ λαθόμενος ἀλκῆς μνήσεταί ποτε αὐτῆς. καὶ ὅτι τὸ "οὐδὲ γὰρ οὐδ' ἐμέ φημι" κάλλος τε ἔχει διὰ τῶν εὐειδῶν ἀποφάσεων καὶ σεμνότητι κέκραται καὶ ἐπιεικείᾳ. ἐπαινῶν γὰρ σεμνῶς ἑαυτὸν ὁ Μηριόνης ὅμως ὑπολαλεῖ, ἐπικριτικῶς μέντοι, ὡς εἰ καὶ μή [468] τινες ἄλλοι, ἔγωγ' οὖν φημι οὐκ ἄναλκις εἶναι.

(v. 272) Τὸ δὲ "ἄλλον πού τινα λήθω" οὐκ ἂν ἔχοι ἀμφιβολίαν, ὅτι διστακτικὸν καὶ διὰ τοῦτο ἀνόξυντον ἔχει τὸ που, ταὐτὸν δὲ εἰπεῖν βαρύτονον ἐν τῇ συνεπείᾳ. εἰ δὲ τοῦθ' οὕτως ἔχον ἐστί, καλῶς ἄρα ἡ ἐγκλιτικὴ ἀκολουθία ὀξύνει αὐτὸ πρὸς ὁμοιότητα τοῦ πώποτε. εἰ δέ τις αὐτὸ περισπᾶν ἐθέλει, μὴ φειδέσθω τοῦ γραφικοῦ μέλανος.]

(v. 275) Ὅτι πρὸς τὸν παρὰ τοῖς εἰδόσιν ἐθέλοντα περιαυτολογεῖν εἴπῃ ἄν τις οἰκείως τὸ τοῦ Ἰδομενέως πρὸς τὸν Μηριόνην "οἶδ' ἀρετὴν οἷός ἐσσι, τί σε χρὴ ταῦτα λέγεσθαι", τουτέστι μετρεῖν καὶ ἀπαριθμεῖσθαι τὰ οἰκεῖα καλά. Τῷ γὰρ λέγειν ἐπὶ τοῦ λαλεῖν οὐ χρᾶσθαί φασί τινες τὸν ποιητήν, ἀλλ' ἀντ' αὐτοῦ τῷ μυθεῖσθαι ἢ τῷ εἰπεῖν. διὸ οὐδὲ λόγοσ[, φασί,] κεῖται παρ' αὐτῷ, ἀλλὰ μῦθος. καὶ μὴν πολλαχοῦ ἐφάνη καὶ ἐπὶ τοῦ διαλέγεσθαι ἡ λέξις κειμένη, ὡς καὶ μετ' ὀλίγα ἐν τῷ "ἀλλ' ἄγε μηκέτι ταῦτα λεγώμεθα". Ἀρετὴν δὲ καὶ ἐνταῦθα, ὡς καὶ μετὰ βραχέα, τὴν ἀνδρίαν φησίν. οἶδε δὲ καὶ τὴν εὐδαιμονίαν ἀρετὴν καλουμένην, ὅθεν καὶ τὸ "ἀρετῶσι δὲ λαοὶ ὑπ' αὐτοῦ". Ὁ δὲ Ἰδομενεὺς ἐπάγει ἐπαινῶν τὸν Μηριόνην πλατύτερον, ὡς ἐρρέθη, καὶ ὅτι οὐχ' ἁπλῶς ἐν πολέμῳ τῷ ἐκ κοινοῦ δεξιός ἐστιν, ἀλλὰ καὶ ὅτε λόχος καθίζεται, ὡς αὐτίκα εἰρήσεται.

(v. 276 s.) Ἰστέον δὲ ὅτι τε μακρὸν ἐνταῦθα κεῖται ὑπερβατὸν ἐν τῷ "εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα πάντες ἄριστοι ἐς λόχον", ἡ γὰρ τοῦ νοήματος ἀπόδοσις μετὰ δέκα κεῖται στίχους. ἔχει δὲ ὁ τόπος ἔπαινον, ὡς ἐρρέθη, Μηριόνου. καὶ ὅτι κἂν ὁ Μηριόνης ὤκνησεν εἰς πολὺ περιαυτολογῆσαι, ἀλλ' Ἰδομενεὺς ἀναπληροῖ τὸ λεῖπον, αὐτὸς μακρὸν λαλήσας ἔπαινον ἐνδιάσκευον, ὃν καὶ [469] σημείωσαι. τὸ μὲν γὰρ νόημα πάντῃ εὐπερίγραπτον, ὅτι δηλαδὴ ὁ Μηριόνης καὶ ἐν λόχῳ ἄριστος. ὁ δὲ πλατυσμὸς αὐτοῦ ἐν στίχοις ἑκκαίδεκα διείληπται, διασκευάσαντος τοῦ ποιητοῦ ἀρχετυπικῶς ὡς ἐν τύπῳ χαρακτῆρος, ὁποίους δή τινας ὕστερον καὶ Θεόφραστος ἐξετυπώσατο, οἷος μὲν ὁ ἄλκιμος ἐν καιρῷ λόχου, οἷος δὲ ὁ δειλός.

(v. 276-287) Φησὶ γὰρ "εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα πάντες ἄριστοι ἐς λόχον, ἔνθα μάλιστ' ἀρετή", ὅ ἐστιν ἀνδρία, "διαείδεται ἀνδρῶν, ἔνθ' ὅ τε δειλὸς ἀνὴρ ὅς τ' ἄλκιμος ἐξεφαάνθη· τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ, οὐδέ οἱ ἀτρέμας ἧσθαι ἐρητύεται ἐν φρεσὶ θυμός, ἀλλὰ μετοκλάζει καὶ ἐπ' ἀμφοτέρους πόδας ἵζει, ἐν δέ οἱ κραδίη μεγάλα στέρνοισι πατάσσει κῆρας ὀϊομένῳ, πάταγος δέ τε γίνεται ὀδόντων· τοῦ δ' ἀγαθοῦ οὔτ' ἂρ τρέπεται χρὼς οὔτε τι λίην ταρβεῖ, ἐπειδὰν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν, ἀρᾶται δὲ τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ· οὐδέ κεν ἔνθα", τουτέστιν ἐνταῦθα, "τεόν γε μένος καὶ χεῖρας ὄνοιτο".

(v. 288-291) Καὶ ἕως ὧδε πληρώσας τὸ νόημα τοῦ, ὡς καὶ ἐν λόχῳ ἄριστος εἶ, ὦ Μηριόνη, ἐπάγει ἕτερον ἔπαινον "εἴ περ γὰρ καὶ βλεῖο πονεύμενος ἠὲ τυπείης, οὐκ ἂν ἐν αὐχέν' ὄπισθε πέσοι βέλος οὐδ' ἐνὶ νώτῳ, ἀλλά κεν ἢ στέρνων ἢ νηδύος ἀντιάσειε πρόσσω ἱεμένοιο μετὰ προμάχων ὀαριστύν".

(v. 292 s.) Ἐνταῦθα δὲ λόγου ἐλθών, ἐπείπερ οἶδεν οὐκ ἐν καιρῷ τοιαῦτα λαλεῖν κατὰ τὸ "μήτ' ἄρ με μάλ' αἰνέε", καὶ ὅτι καὶ παρθένου καὶ ἠϊθέου τὸ οὕτω λαλεῖν ἐφ' οἷς οὐ δεῖ, ὡς ἀλλαχοῦ ἐρεῖ ὁ ποιητής, παύει τὸν λόγον, ἐπισημηνάμενος ἀφελῶς λαλῆσαι, οὐ μὴν σταθερῶς, καί φησιν "ἀλλ' ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς ἑσταότες, μή πως τις ὑπερφιάλως νεμεσήσῃ", δόξας ὑποκλέπτειν ἡμᾶς τὴν φυγήν, ἐπεὶ καὶ ἄλλως οὐχ' οὕτω χρὴ ἑστάναι, ἀλλὰ μετὰ πρώτοισι μάχην ἀνὰ κυδιάνειραν ἵστασθαι, ὡς πρὸ βραχέων εἴρηται. Καὶ ὅρα ὅπως ἦθος φιλικὸν ὑπέγραψεν Ὅμηρος καὶ ἐνταῦθα. ἐχθροῖς μὲν γὰρ στρυφνῶς, φίλοις δὲ ἀφελέστερον προσφερόμεθα, ὡς ἐνταῦθα Ἰδομενεὺς μικροῦ καὶ ὡς νήπιος τῷ ἑτέρῳ διαλέγεται.

(v. 277) Ὅρα δὲ καὶ οἷόν τι ὁ λόχος, ὃς ἐξ ὀλίγων συνειλεγμένος ταράσσει μὲν διὰ τοῦτο τοὺς δειλούς, ἐκφαίνει δὲ τοὺς ἀλκίμους, οἳ τῷ λόχῳ ἐγγυμνασάμενοι καὶ μονομαχεῖν ἕλοιντο ἄν. Ἰστέον δὲ ὅτι [τε λόχος διττῶς λέγεται, αὐτό τε γὰρ τὸ ἔργον, ἤγουν τὸ λοχᾶν, καὶ τὸ τάγμα δὲ τῶν ἀνδρῶν τὸ τόσον, ἐξ οὗ ὁ λόχος ἀπαρτίζεται, καὶ ὅτι] τὸ "λεγοίμεθα πάντες ἄριστοι", ὅ ἐστιν ἐπιλεγοίμεθα, τὸ ῥῆμά ἐστιν, ἐξ οὗ παράγεται ὁ λόχος. ἐν λόχῳ γὰρ ἔκκριτοι ἐπιλέγονται, καὶ οὐχ' ἁπλῶς ἀλλὰ πάντες. ἐκεῖ γὰρ οὐ τοσοῦτον ποσότητος χρεία, ὅσον [470] ποιότητος τῆς κατ' ἀνδρίαν. [Διὸ καί τι ἐτυμολογίας ἔχει τὸ λεγοίμεθα ἐς λόχον.] Ποιεῖ δέ τι κάλλος τὸ λεγοίμεθα μετὰ τοῦ λέγεσθαι, ὃ ἀνωτέρω προέκκειται. Τὸ δὲ "μάλιστα διαείδεται" δηλοῖ ὡς καὶ ἐν τῷ ἑτέρῳ μὲν πολέμῳ διαφανεῖς οἱ ἄριστοι, μάλιστα δὲ ἐν τῷ λόχῳ. οὐ γὰρ ἐπισκοτοῦνται τῷ ὄχλῳ, ἀλλ', ὡς εἰπεῖν, διαείδονται, ὅ ἐστιν ὡς ἐν ἡμέρᾳ διαφαίνονται οὐ μετὰ πλήθους ὄντες. περιττὴ δὲ ἡ δια πρόθεσις ἐν τῷ διαείδεται, καθὰ καὶ ἐν τῷ διειπεῖν καὶ ἐν ἄλλοις.

(v. 278) Τὸ δὲ "ἔνθα ὅ τε δειλὸς καὶ ὁ ἄλκιμος ἐξεφαάνθη" διασαφητικόν ἐστι τοῦ "ἔνθ' ἀρετὴ διαείδεται ἀνδρῶν". τὸ μὲν γὰρ ἐξεφαάνθη ταὐτὸν τῷ μάλιστα διαείδεται. ἡ γὰρ ἐξ πρόθεσις ἐπίτασιν δηλοῖ, ὁποίαν καὶ τὸ μάλιστα. ἄλκιμος δέ ἐστιν ὁ τὴν κατ' ἀνδρίαν ἀρετὴν ἔχων. Κακὸν δὲ τὸν δειλὸν ἔφη ὡς ἀπὸ τοῦ χάζω, τὸ ὑποχωρῶ καὶ ἀναποδίζω. οὐκοῦν ἀγαθὸν ἀντιθετικῶς ἐφεξῆς τὸν ἀνδρεῖόν φησι; Τὸ δὲ "τρέπεται χρὼς ἄλλυδις ἄλλῃ" ἀντὶ τοῦ ἄλλοτε ἄλλως, πολύχρωμος δηλονότι γινόμενος κατὰ τὰς τῶν πολυπόδων βαφάς.

(v. 280) Τὸ δὲ "ἀτρέμας ἧσθαι" γλυκέως ἐπὶ ψυχῆς κεῖται ἀντὶ τοῦ βεβαίως μένειν. Τὸ δὲ "μὴ ἐρητύεσθαι ἐν φρεσὶ θυμόν" ταὐτόν ἐστι τῷ μὴ κατέχεσθαι, ἀλλά που ἔξω στηθέων ἐκθρῴσκειν, ὅπερ ἀλλαχοῦ πού φησιν ὁ ποιητής. λέγει οὖν ὅτι οὐκ ἐπέχεται τῷ δειλῷ ἡ ψυχὴ ὥστε ἀτρέμας ἧσθαι, ὡς εἴρηται.

(v. 281) Τοῦ δὲ μετοκλάζειν πρωτότυπον τὸ κλῶ, ἐξ οὗ πλεονασμῷ καὶ παραγωγῇ τὸ ὀκλάζειν, ὅθεν καὶ δίφρος ὀκλαδίας παρὰ τῷ Κωμικῷ. Τὸ δὲ ἵζει καὶ ἵζεταί φησιν ἐνταῦθα, διχῶς προενεγκών. Σημείωσαι δὲ ὅτι τε τὸ "ἐπ' ἀμφοτέρους ἵζει πόδας" ἐφερμηνευτικόν ἐστι τοῦ μετοκλάζει, ὅ ἐστι κλᾶται, ὃ πάσχει καὶ ὁ καθίζων. καὶ ὅτι τοὺς οὕτως ἵζοντας ἐπ' ἀμφοτέρους πόδας καὶ γονυκρότους τηνικαῦτα δριμέως ἐστὶ προσειπεῖν, καθὰ καὶ οἱ παλαιοὶ δηλοῦσιν, ἐν οἷς φασιν, ὅτι γονύκροτοι οἱ βλαισοί. Ἀνακρέων δὲ κέχρηται καὶ ἐπὶ δειλῶν. εὐτράπελος δὲ ἀνὴρ θήσοι ἂν τὴν λέξιν ταύτην ποτὲ καὶ εἰς ὁμοιότητα τοῦ "λὰξ ἰσχίῳ ἐνάλλεσθαι".

(v. 283) Τὸ δὲ "κῆρας ὀϊομένῳ" διδάσκει μὴ χρῆναι τὸν λοχῶντα φαντάζεσθαι κῆρας, ἀλλ' ἀγαθὴν ἐλπίδα προβεβλῆσθαι.

(v. 282) Τὸ δὲ πατάσσειν, περὶ οὗ ἐν ἄλλοις εἴρηται, καὶ ὁ ἐξ αὐτοῦ πάταγος παρήχησίν τε ἔχει καὶ τρόπον ἐτυμολογικόν. Εἴη δ' ἂν ἐνταῦθα ταὐτὸν πατάσσειν καὶ βαμβαίνειν εἰπεῖν, ὡς δηλοῖ ὁ τῶν ὀδόντων πάταγος. [471] [Παρῆκται δὲ ὀνοματοποιΐας λόγῳ ἐκ τοῦ πάτου.]

(v. 284) Τὸ δὲ "τοῦ δ' ἀγαθοῦ οὔτ' ἂρ τρέπεται χρώς" καὶ τὸ ἑξῆς κατὰ τὸ ἐκ τοῦ ἐναντίου κεφάλαιον εἴρηται. ἔμπαλιν γὰρ ἔχει τοῦτο πρὸς τὸ "τοῦ κακοῦ τρέπεται χρώς". Ἐκ τοῦ χροῦς δὲ ἴσως ὁ χρὼς κατὰ τὸ Μοῦσα Μῶσα. εἰ δὲ μὴ περισπᾶται κατὰ τὸν χροῦν, αἰτιατέον τὸν χαρακτῆρα τῶν εἰς ως ὀξυτόνων. Τὸ δὲ "οὐ λίαν ταρβεῖ" τινὲς μὲν ἀντὶ τοῦ οὐδ' ὅλως, ὁμοίως τῷ οὐ πάμπαν, ἕτεροι δὲ ἁπλούστερον ἀντὶ τοῦ οὐ πάνυ κατὰ τὸν τῆς ἀνδρίας κανόνα. ταρβήσει μὲν γάρ ποτε καὶ ὁ ἀνδρεῖος, οὐ λίαν δέ, κατὰ τὸ "μηδὲν ἄγαν".

(v. 285) Τὸ δὲ "ἐπειδὰν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν" ἀσφαλῶς καὶ αὐτὸ πρόσκειται. πρὶν μὲν γὰρ τὸν λόχον θαρρῆσαι, ταρβήσοι ἂν ὁ συνετὸς διὰ τὸ ἄδηλον τοῦ τε τῶν πολεμίων ποσοῦ καὶ ποιοῦ καὶ τοῦ κατὰ τὴν μάχην τέλους, ἐπὰν δὲ πρῶτον, ὅ ἐστι καθάπαξ, ἐσίζηται λόχον καὶ τοῦ ἔργου γένηται, τότε δὴ καὶ εὔξεται μάχην. ἄκαιρος γὰρ τοῦ λοιποῦ ὁ φόβος καὶ βλαπτικός. Ἰστέον δὲ ὅτι τὸ "ἐσίζηται λόχον" γέγονέ τισιν ἀφορμὴ ἐτυμολογῆσαι τὸν λόχον οὐ μόνον, ὡς ἐρρέθη, ἀπὸ τοῦ ἐπιλέγεσθαι, ἀλλὰ καὶ ἀπὸ τοῦ λέγω, τὸ κάθημαι καὶ κεῖμαι, ὡς τῶν λοχώντων οὕτω ποιούντων ὡς ἐπὶ πολὺ πρὸ τοῦ καιρίου ἔργου καὶ ἐπικρυπτόντων ἑαυτοὺς ἄλλον τρόπον ἤπερ ὁ πρὸ ὀλίγων μετοκλάζων καὶ ἐπὶ πόδας ἵζων [Ὅθεν καὶ ἔγκρυμμα τὸν λόχον ὁ τοῦ δήμου ἄνθρωπος λέγει. κρύπτονται δὲ πάντως οἱ μὴ τετανοὶ ἑστῶτες, ἀλλ' ἀναγκαίως ἐν τῷ συνιζάνειν συστέλλοντες ἑαυτοὺς ὡς μὴ προφαίνεσθαι. Εἰ δὲ τὸ οὕτω λέγεσθαι, ἀφ' οὗ ὁ λόχος, ταὐτόν ἐστι τῷ ἵζειν καὶ τῷ ἕζεσθαι, καλῶς ἄρα καὶ ἐνέδρα ὁ λόχος, ὡς ἀπὸ τοῦ ἕζω ἡρμήνευται. οὕτω δὲ καὶ λοχᾶν τὸ ἐνεδρεύειν.]

(v. 287) Ἐν δὲ τῷ "χεῖρας ὄνοιτο" λείπει ὄνομα, οἷον τὸ τίς, ἢ τὸ ὁ θέλων ὀνόσασθαι. οὕτω δὲ ἐλλιπῶς ἐφράσθη διὰ τὸ τοῦ λέγοντος ἐναγώνιον καὶ τὸ μιγῆναι ἐν δαῒ λυγρῇ. οὐ γὰρ χρὴ νοεῖν μιγῆναι τῇ μάχῃ, ἐμποδίζει γὰρ εἰς τοῦτο ἡ ἐν πρόθεσις, ἀλλ' ὅτι ἠρᾶτο μιγῆναι τοῖς Τρωσὶν ἢ τοῖς πολεμίοις ἐν τῇ δαΐδι, ἐξ ἧς ἀποκέκοπται τὸ δαΐ. [Σημείωσαι δὲ τὸ ὄνοιτο, ἤγουν μέμφοιτο, ἐκ βαρυτόνου θέματος κινηθὲν ἀρρήτου τοῦ ὄνω. εἰ γὰρ ἦν ἐκ τοῦ ὀνῶ ὀνόσω, ἦν ἂν περισπωμένως ὀνοῖτο, κατὰ τὸ ὀμοίμην ὀμοῖο ὀμοῖτο.]

(v. 288) Ἐν δὲ τῷ "βλεῖο ἢ τυπείης" φανερὰ διαφορὰ τοῦ βάλλειν καὶ τύπτειν, ὡς καὶ ἀλλαχοῦ. Διὰ διφθόγγου δὲ γράφεται τὸ "βλεῖο", [472] οἷα εὐκτικὸν μέσου ἀορίστου δευτέρου ἀπὸ τοῦ βλῆμι ἀχρήστου ῥήματος, οὗ δεύτερος ἀόριστος ἔβλην, μέσος δὲ ἐβλέμην, καὶ εὐκτικὸν βλείμην βλεῖο, οὐ προσιτὰ ταῦτα λόγῳ πεζῷ. Ἰστέον δὲ ὅτι ἐντελέστερον ἔφη νῦν ὁ Ἰδομενεὺς ἀμφότερα εἰπὼν καὶ τὴν βολὴν καὶ τὴν τυπὴν ἤπερ πρὸ ὀλίγου τὸ ἓν μόνον εἰπὼν ἐν τῷ "τίπτ' ἦλθες λιπὼν πόλεμον; ἢ βέβληαι;" καὶ χρὴ καὶ ἐκεῖ συνεπινοῆσαι λόγῳ συνεκδοχικῷ, ἤτοι συλληπτικῷ, καὶ τὸ ἕτερον, ἤγουν τὸ τέτυψαι, ἵνα εἶπε· βέβλησαι ἢ τέτυψαι. Τὸ δὲ "πονεύμενος" κατὰ φιλίαν ποιητικὴν ἐφράσθη. οὐκ εὐηρεστήθη γὰρ κοινότερον εἰπεῖν πονούμενος.

(v. 289) Τὸ δὲ "ἐν αὐχένι πέσοι βέλος" καλῶς μὲν πέφρασται καὶ αὐτό, οὐχ' ἧττον δὲ καλὸν καὶ τὸ συνθέτως εἰπεῖν "ἐμπέσοι αὐχένι". Σημείωσαι δὲ ὅτι αὐχὴν οὐ μόνον ἐπὶ ζῴων λέγεται ἀλλὰ καὶ ἐπὶ καρπῶν, ὡς δηλοῖ ὁ οὕτω γράψας· ἕσμα φησὶν Ἀριστοτέλης, Θεόφραστος δὲ μίσχον, ἔστι δὲ ὁ αὐχὴν τοῦ καρποῦ τῶν ἀκροδρύων.

(v. 290) Ὅτι δὲ ἀγεννὲς μὲν ἡ κατὰ νώτου πληγή, ἐπαινετὸν δὲ ἡ ἐκ τῶν ἔμπροσθεν, προδεδήλωται ἱκανῶς. Ἰστέον δὲ καὶ ὅτι ἔχει τι ἀφελοῦς ἁπλότητος καὶ τὸ "στέρνων ἢ νηδύος ἀντιάσειεν". εἰκὸς γὰρ καὶ ἄλλως τὸν ἀριστέα βληθῆναι καὶ κατὰ πρόσωπον ἢ χεῖρας ἢ ἀλλαχοῦ που τῶν ἔμπροσθεν. ὁ δὲ τὸ ὡς ἐπὶ τὸ πλεῖστον εἶπεν. οὐ μακρὰν δὲ τοιαύτης γλυκύτητος οὐδὲ τὸ ἀντιάσειεν. εἴρηται γὰρ ὡς ἐπὶ ἐμψύχου καθ' ὁμοιότητα τοῦ "ἀντιόων ταύρων" καὶ ἑξῆς.

(v. 291) Τὸ δὲ "πρόσω ἱεμένου" πρὸς διαστολὴν κεῖται τοῦ ἄλλως ἔμπροσθεν βαλλομένου ἐν τῷ ἀπρακτεῖν, ὃς οὐκ ἂν εἴη ἀγαθός. Ὀαριστὺς δὲ ἡ ἁπλῶς ὁμιλία, ταὐτὸν δ' εἰπεῖν συνουσία, ὡς καὶ ἀλλαχοῦ φαίνεται. Δῆλον δὲ ἐκ παρασημειώσεως παλαιᾶς καὶ ὅτι ὄαρος λόγος, ὁμιλία, παιδιὰ ἢ παιδεία παροξυτόνως. καὶ ἄλλως δέ, προμάχων ὀαριστύς, ὅ ἐστιν ὁμιλία, καθ' ἣν καὶ ὅμιλος ἂν ῥηθείη προμάχων τῶν ἑκατέρωθεν, καὶ ὁμιλαδόν ἐπίρρημα. [Συγγενὴς δὲ τοῖς τοιούτοις λέξις καὶ ἡ μῖξις, καθ' ἣν προεγράφη τὸ μιγήμεναι ἐν δαῒ λυγρῇ. Γίνεται δὲ ἡ ὀαριστὺς καὶ ὁ ἐν Ὀδυσσείᾳ δὲ ὀαριστής, ἤγουν ὁμιλητής, καὶ ὁ πρὸ βραχέων ὄαρος, καὶ ὁ παρὰ Πινδάρῳ δὲ Ὀαρίων καὶ κατὰ κρᾶσιν Ὠρίων, ὅθεν καὶ ἡ ξυνωρὶς καὶ τὸ τέτρωρον καὶ ὦρες αἱ γυναῖκες, περὶ ὧν ἀλλαχοῦ δηλοῦται σαφέστατα. δῆλον γὰρ ὅτι προϋπόκειται τούτων καὶ τῶν τοιούτων τὸ ἀείρω, οὗ χρῆσις ἐν τῷ "σὺν δ' ἤειρεν ἱμᾶσι".]

(v. 292) [473] Νηπύτιος δέ, οὗ χρῆσις καὶ παρὰ τῷ Κωμικῷ, ὁ μὴ φρονῶν, ἀλλ' ἐστερημένος τοῦ πεπνῦσθαι καὶ πινυτότητος, ἤγουν φρονήσεως. τολμήσῃ δ' ἄν τις εἰπεῖν ἐντεῦθεν συγκεκόφθαι καὶ τὸν νήπιον ὅτε ἐπὶ ἄφρονος λέγεται. Ἀντιτίθησι δὲ ὁ Κωμικὸς τῷ νηπυτίῳ τὸν τρίβωνα, ὅς ἐστιν ἐντριβὴς περὶ πράγματα, ὃν ἄλλοι φασὶ καὶ τριβακόν.

(v. 294) Ὅτι τὸ ἕλε, ὅ ἐστι λάβε, παθητικῶς νῦν φράζει ἐν τῷ "ἀλλὰ σύ γε ἕλευ ὄβριμον ἔγχος".

(v. 296) Τὸ δὲ εἵλετο μετὰ προθέσεώς φησιν εἰπὼν "ἀνείλετο χάλκεον ἔγχος", ὁ Μηριόνης δηλαδή, ἐκ τῆς κλισίας Ἰδομενέως τοῦ ἑταίρου, ἐπεὶ καὶ κοινά, ὡς ἐρρέθη, τὰ τῶν φίλων.

(v. 295-297) Ἐνταῦθα δὲ Μηριόνης μὲν θοῷ ἀτάλαντος Ἄρηϊ λέγεται, Ἰδομενεὺς δὲ μέγα πτολέμοιο μεμηλώς, καθά πού τις ἕτερος μέγα πλούτοιο μεμηλώς. Διὸ ἐφεξῆς αὐτίκα παραβολὴν σεμνὴν ὁ ποιητὴς προσαρμόσει αὐτοῖς, δαιμονίως καθά που τὸν βασιλέα, οὕτω νῦν τοὺς τῶν Κρητῶν ἀρχηγοὺς εἰκάζων.

(v. 298-304) Φησὶ γὰρ "οἷος δὲ βροτολοιγὸς Ἄρης πόλεμόνδε μέτεισι, τῷ δὲ Φόβος φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀταρβὴς ἕσπετο, ὅς τ' ἐφόβησε ταλάφρονά περ πολεμιστήν· τὼ μὲν ἂρ ἐκ Θρῄκης Ἐφύρους μέτα", ἤγουν εἰς Ἐφύρους, "θωρήσσεσθον ἠὲ μετὰ Φλεγύας μεγαλήτορας, οὐδ' ἄρα τώ γε ἔκλυον ἀμφοτέρων, ἑτέροισι δὲ κῦδος ἔδωκαν· τοῖοι Μηριόνης τε καὶ Ἰδομενεύς, ἀγοὶ ἀνδρῶν, ἤϊσαν", ἤγουν ἤρχοντο, εἰς μάχην, Ἰδομενεὺς μὲν ἴσως τύπον φέρων Ἄρεος, Μηριόνης δὲ Φόβου, ὡς νεώτερος. Καὶ ὅρα, ὡς καὶ τὴν τοιαύτην παραβολὴν ποικίλως ἤρτυσεν ὁ ποιητής, οἷα ἐθὰς ὢν δαιδάλλειν πολυμαθέστερον τὰς παραβολάς, πῇ μὲν ἰδιότητι ζῴων, πῇ δὲ παθήμασι φυσικοῖς, ἔστι δὲ οὗ καὶ ἠθικοῖς παραγγέλμασι, πολλαχοῦ δὲ καὶ ἑτέροις πράγμασιν, οἷς ἐν βίῳ χρῶνται ἄνθρωποι, ἐνιαχοῦ δὲ καὶ ἱστορίαις, καθὰ καὶ ἐνταῦθα τὴν Θρᾴκην Ἄρεος οἰκητήριον εἶναι δηλοῖ διὰ τὸ τῶν Θρᾳκῶν δηλαδὴ φιλόμαχον. Φιλοπολέμους δὲ καὶ τοὺς Ἐφύρους καὶ τοὺς Φλεγύας ἱστορεῖ. διὸ καὶ χαίρειν αὐτοῖς τὸν Ἄρην φησὶν ἐκ Θρῄκης εἰς αὐτοὺς ἰόντα. οὗ καὶ τὸ ἀλλοπρόσαλλον ἐνταῦθα δεικνὺς λέγει αὐτὸν οὐκ ἀμφοῖν τοῖν μεροῖν ἐν τοῖς ῥηθεῖσιν ἀκούειν, ἀλλ' ἑτέροις κῦδος διδόναι, ὅ ἐστιν ἑτεραλκέα νίκην, ὡς ποτὲ μὲν τούτοις, ποτὲ δὲ ἐκείνοις χαριζόμενον.

(v. 299) Ὅρα δ' ἐνταῦθα καί, ὡς ἀριδήλως ὁ Φόβος υἱὸς Ἄρεος πλάττεται, εἰ καὶ ἀλλαχοῦ ἐν τῷ "ἵππους κέκλετο Δεῖμόν τε Φόβον τε ζευγνύναι" ὁ γραμματικὸς Ἀντίμαχος ἵππους Ἄρεος [474] τὸν Δεῖμον καὶ τὸν Φόβον νοεῖ.

(v. 299 s.) Σημείωσαι δὲ καὶ τὸ "Φόβος ἀταρβής" καὶ τὸ "ὃς ἐφόβησε ταλάφρονα". οὐ γὰρ ἁπλῶς φόβῳ εἰκάζοιτ' ἂν ὁ Μηριόνης, ὅτι μηδὲ φύξηλις ἦν, ἀλλὰ τῷ τοῦ φεύγειν αἰτίῳ, τουτέστι τῷ θάρσει ἢ τῷ ἀνδρισμῷ τῷ φεύγειν ποιοῦντι. διττὸς γὰρ ὁ φόβος, ὅ τε τοῦ φεύγοντος καὶ ὁ ἐκ τοῦ κατόπιν διώκοντος, τοῦ μέν, ὡς πάσχοντος φόβον, ἤγουν φυγήν, διὰ τάρβος, τοῦ δέ, ὡς ποιοῦντος καὶ ἀταρβοῦς καὶ ἀεὶ κατ' ἐνέργειαν φοβοῦντος, οὐ μήν ποτε καὶ φοβουμένου ἕτερον. ὃς καὶ Ἄρεος υἱὸς μυθεύεται σωματωδέστερον καὶ ἑπόμενος αὐτῷ ἑτεροῖον φόβον ὁμώνυμον τοῖς μαχομένοις ἀποτελεῖ τὸν ἐκ τοῦ φέβεσθαι παρονομαζόμενον, ὃν ἡ δειλία γεννᾷ. διὸ καὶ ὁ ποιητὴς ἑρμηνεύων ἔφη "Φόβος κρατερὸς καὶ ἀταρβής, ὃς ἐφόβησε ταλάφρονά περ πολεμιστήν". ἐξ οὗ διασαφεῖται ὁ ἐν ἄλλοις ἀταλάφρων σαφέστατα. Ὅτι δὲ φιλεῖται τῷ τῶν Θρᾳκῶν ἔθνει ὁ πόλεμος, δηλοῖ καὶ ὁ εἰπών, ὡς περὶ Θρᾴκην ὁ Ἄρης καλός. ἔνθα εἰ στίζονται, εὐγενὲς τοῦτο κρίνουσι, καὶ γῆν μὲν ἐργάζεσθαι ἄτιμον οἴονται, ζῆν δὲ ἀπὸ πολέμου καὶ λῃστείας κάλλιστον.

(v. 301 s.) Περὶ δὲ Ἐφύρων καὶ Φλεγυῶν εἴρηται μέν τι καὶ ἐν τῇ Βοιωτίᾳ, νῦν δὲ ἐκεῖνα ἰστέον, ὅτι οἱ Ἔφυροι, ὅ ἐστιν οἱ Κραννώνιοι, ἢ οἱ ἐξ Ἐφύρης τῆς Ἠπειρωτικῆς Θεσπρωτοί, μάχιμοι ἐτύγχανον καὶ δραστήριοι. Ὁμοίως δὲ καὶ οἱ Φλεγύαι, ὅμοροι τοῖς Ἐφύροις ὄντες ἢ κάτοικοι τῆς ἐν Φωκίδι Γυρτώνης ἢ περὶ τὴν Δαυλίδα τῆς Φωκίδος, ἀσεβεῖς ἄνδρες καὶ λῃστρικοί, οἳ καὶ τὸν ἐν Πυθοῖ ναὸν ἐπόρθησαν. καὶ τὰς Θήβας δὲ διὰ τὸ ἐξ αὐτῶν δέος τετειχίσθαι ὑπ' Ἀμφίονος καὶ Ζήθου φασίν. ὧν θανόντων ἁλῶναί τε πάλιν τὴν πόλιν ὑπὸ Φλεγυῶν Εὐρυμάχου βασιλεύοντος καὶ ἔρημον μεῖναι αὐτὴν μέχρι Κάδμου. οὕτω δὲ ἦσαν βίαιοι καὶ ὑβρισταί, ὥστε καὶ τὸ ὑβρίζειν, φασί, δι' αὐτοὺς παρὰ Φωκεῦσι φλεγυᾶν λέγεσθαι. μῦθος δέ ἐστι ταρταρωθῆναι αὐτοὺς ὑπ' Ἀπόλλωνος Θηβαίοις ἐπιχειροῦντας. Λέγονται δὲ οὐ μόνον Φλεγύαι ἀπὸ εὐθείας τῆς Φλεγύας, ὡς ὁ Μινύας, ἀλλὰ καὶ Φλέγυες ἀπὸ τοῦ Φλέγυς Φλέγυος, ὡς νέκυος. Πολλῶν δὲ οὐσῶν Ἐφυρῶν, ὡς καὶ ἐν τῇ Βοιωτίᾳ καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν δηλοῦται, τῶν μὲν ἄλλων τὸ ἐθνικὸν Ἐφυραῖος λέγεται. ἔστι δέ τις κώμη Αἰτωλικὴ Ἔφυρα, ἧς τὸ ἐθνικὸν Ἔφυρος, ὥς φησιν ὁ τὰ Ἐθνικὰ γράψας, παρ' ᾧ καὶ Φλεγύα εὕρηται πόλις Βοιωτίας ἀπὸ Φλεγύου, υἱοῦ Ἄρεος, [475] ἧς, φησίν, ὁ πολίτης Φλεγύας καὶ Φλεγυεὺς καὶ Φλεγύης καὶ Φλέγυς. φαίνεται δὲ παρ' αὐτῷ καὶ οὐ μόνον ἰσοσυλλάβως κλίνεσθαι Φλεγύας Φλεγύου, ἀλλὰ καὶ περιττοσυλλάβως Φλεγύαντος. καὶ τοῦτο μὲν οὕτω. Μήποτε δέ, ὥσπερ ἐκ τοῦ Κέρκυρα Κερκυραῖος γίνεται κατὰ ἀποκοπὴν Κέρκυρ Κέρκυρος, οὕτω καὶ Ἔφυρα Ἐφυραῖος, ὅθεν Ἔφυρ Ἔφυρος, καὶ ἀπ' αὐτοῦ κατὰ ἀναδρομὴν γενικῆς εἰς εὐθεῖαν ὁ Ἔφυρος, οὗ πληθυντικὸν οἱ Ἔφυροι. Ὅτι δὲ ἦν καὶ Ἐφύρη ἡ καὶ Κραννὼν λεγομένη, ἀφ' ἧς οἱ ῥηθέντες Κραννώνιοι, ἡ ἱστορία λέγει. ἐν ᾗ δύο μόνους ἀεὶ κόρακας εἶναί φασιν, οἳ ὅταν ἴσους αὑτοῖς ἐκνεοττεύσωσιν, ἀφιπτάμενοι οἴχονται. Ἐν δὲ τοῖς τοῦ Γεωγράφου δηλοῦται Ἐφύρους μὲν λέγεσθαι τοὺς Κραννωνίους, Φλεγύας δὲ τοὺς Γυρτωνίους, οὕτω πρότερον καλουμένους ἀπὸ Φλεγύου, ἀδελφοῦ Ἰξίονος. Γυρτῶνα δὲ πόλιν λέγει Μαγνῆτιν πρὸς ταῖς τοῦ Πηνειοῦ ἐκβολαῖς. Ῥήτωρ δέ τις, κατὰ στοιχεῖον συντάξας ἅπερ ἐπόνησε, λέγει καὶ ὅτι φλεγύας ξανθὸς ἀετός, κατὰ γλῶσσάν τινα, ὡς ἔοικεν. Ἰστέον δὲ καὶ ὅτι ἐν τῷ "εἰς Ἐφύρους ἢ Φλεγύας θωρήσσεσθον" ἄδηλον εἴτε κατ' ἀλλήλων εἰσὶν οἱ τοιοῦτοι μάχιμοι εἴτε καὶ κατά τινων ἑτέρων πλησιοχώρων αὐτοῖς. [Ἰστέον δέ, ὡς καθ' ὁμοιότητα τοῦ Ἐφύρη Ἔφυρος φέρεται καὶ παρὰ τοῖς ἄρτι ἐκ τοῦ γέφυρα εἴτ' οὖν Ἰωνικῶς γεφύρη Γέφυρος, λόγῳ τοιούτῳ. Ἔχει καθιστοροῦσα ἡ τοῦ Πέλοπος νῆσος γυναῖκα ἐπιφανοῦς [476] ἀνδρὸς εἰς ἐννέα εὐθυβολήσασαν βρέφη καθ' ἕνα τοκετόν. καὶ ἡ μὲν μήτηρ πυθμενικῶς οἷον ὑπεξεῖλε δύο μόνα νεογνά, τὰ δὲ λοιπὰ εὐλαβηθεῖσα μὴ καὶ τεκεῖν σκωφθείη, καθὰ καὶ ὗς θήλεια, ἐξέδοτο θεραπαίναις, εἴ πως ἔκ τινος ἐγχωρίου γεφύρας καταρρίψασαι βυθίσαιεν εἰς παραρρέοντα ποταμόν. καὶ οὕτω μὲν αὐτὴ πλοῦτον γένους ὑπέκλεπτε τῷ ἀνδρί, ὄντι ἐκδήμῳ. ὡς δὲ αἱ μὲν ἀμφίπολοι ἀπῄεσαν διακονήσουσαι τῇ τῆς δεσποίνης ἀπανθρωπίᾳ, ὁ δὲ ἀνὴρ εὐτυχῶς τοῖς βρέφεσιν ἐπανῄει καὶ πυθόμενος τὰ τοῦ φόρτου, ὡς ἔμαθε τὴν φορτικὴν συγκυρίαν, ἀνεσώσατο τὰ νεογιλὰ καί, ὡς οἷον εἰπεῖν, ἀνελάβετο ἐκ Κωκυτοῦ ἢ Ἀχέροντος ἢ Στυγός. καὶ ἀναδοὺς αὐτὰ τροφοῖς ἀγέλην τέκνων περιεποιήσατο. καὶ ὡς περιεγένοντο ἕως καὶ εἰς αὔξην ἐκεῖνοι, Γέφυροι ἐπεκλήθησαν καί που περίεισιν αἱ ἐξ ἐκείνων διαδοχαὶ κηρύττουσαι τὸ θαυμάσιον. εἰ γὰρ καὶ πενταδύμους οἶδε τὸ καθ' ἡμᾶς γένος φύντας, ὧν εἷς καὶ εἰς ἀξίαν προήχθη οὐκ ἄσημον, ἀλλὰ τὸ τῶν εἰρημένων Γεφύρων οὐκ ἔχει πλείω τεραστίαν ὑπερβολήν.]

(v. 305) Τοῦ δὲ "ἤϊσαν" τὸ θέμα εἴω, ἐξ οὗ καὶ ὑπερσυντέλικος ἠΐειν ἀντὶ τοῦ ἦλθον. ὥσπερ δὲ τὸ ἤϊσαν συναιρεθὲν γίνεται ᾖσαν, οὕτω καὶ τὸ ἠΐειν ᾔειν σὺν προσγραφῇ τοῦ ἰῶτα. ἐν Ὀδυσσείᾳ δὲ καὶ παρατατικὸς κεῖται μετὰ προσγραφῆς ὁμοίας ἐν τῷ "ᾔομεν ἀνὰ δρυμά". ἔστι δὲ καὶ ἀόριστος τοῦ ἐΐω ἤϊα. δῆλον δὲ ὡς καὶ τὸ ἐΐω συναιρεθὲν εἴω γίνεται, οὗ χρῆσις ἐν τῷ "ἐγκίκρα ὡς εἴω", ἤγουν κίρνα ὅπως πορευθῶ. τούτου δεύτερος ἀόριστος ἐνεργητικὸς ἴον, οὗ μετοχὴ ἰών, ὡς λείβω ἔλιβον λιβών, λείπω ἔλιπον λιπών.

(v. 307-309) Ὅτι κατὰ σχῆμα συντομίας ἐνταῦθα εἰς τρία διαιρεῖ τὸ πᾶν τοῦ στρατοῦ λέγων "πῇ μέμονας καταδῦναι ὅμιλον; ἢ ἐπὶ δεξιόφιν παντὸς στρατοῦ ἢ ἀνὰ μέσσους ἢ ἐπ' ἀριστερόφιν". Ἐντεῦθεν δὲ παρὰ τοῖς ὕστερον ἡ τοῦ στρατεύματος τάξις ἐκ τῶν δύο κεράτων καὶ τῆς μεσότητος σύγκειται. Ἀπερίεργα δὲ πάρισα τὸ δεξιόφιν καὶ τὸ ἀριστερόφιν, ὡς καὶ ἐν τοῖς ἑξῆς τὸ "μακροῖσι [477] ξυστοῖσι" καὶ "νήεσσι θοῇσι" καὶ "πελέκεσσι νεήκεσσιν". Ἰστέον δὲ ὅτι πάνυ κινδυνῶδες τὸ καὶ ἐν δεξιοῖς καὶ ἀνὰ μέσους καὶ ἐπ' ἀριστερὰ ἐθέλειν ἐλθεῖν τινα ἐπὶ συμμαχίᾳ, ὡς πανταχοῦ χρείας οὔσης.

(v. 309 s.) Διὸ καὶ ὁ ποιητὴς ἐπισημαίνεται εἰπὼν "ἐπεὶ οὔ ποθι ἔλπομαι οὕτω δεύεσθαι πολέμου καρηκομόωντας Ἀχαιούς", ὅ ἐστιν οὐδαμοῦ οἶμαι ἀπολεμήτους εἶναι. Τοῦτο δὲ ἀφελῶς καὶ γλυκέως εἴρηται. τίς γὰρ ἂν ἄλλως πολέμου δεύοιτο ἐθέλων κακὸν τοιοῦτον, ὅπερ οὐδεὶς ἂν ἐθέλοι. Λέγει οὖν, ὡς πανταχόθεν οἱ Ἀχαιοὶ πολεμούμενοι ἀνενδεῶς ἔχουσι τοῦ πολεμεῖσθαι, οὐδαμοῦ ἀκινδύνως ἔχοντες.

(v. 307) Ἐνταῦθα δὲ κεῖται καὶ Δευκαλίδης συγκοπὲν ἐκ τοῦ Δευκαλιωνίδης. Δευκαλίωνος γάρ, οὐ μὴν Δευκάλου, υἱὸς ὁ Ἰδομενεύς.

(v. 313 s.) Ὅτι Τεῦκρος "ἄριστος Ἀχαιῶν ἦν τοξοσύνῃ, ἀγαθὸς δὲ καὶ ἐν σταδίῃ ὑσμίνῃ". καὶ ὅρα τὴν παρίσωσιν τοῦ τοξοσύνη καὶ ὑσμίνη, πρέπουσαν ἐγκωμιαστικῷ εἴδει. Δῆλον δὲ ὡς ἄριστος ὁ Τεῦκρος ἦν Ἀχαιῶν τοξότης τῶν νῦν ὄντων ἐν Τροίᾳ. ἄλλως γὰρ ὁ ἀπόδημος Φιλοκτήτης πάντων ὑπερέχει τῇ τοξείᾳ. Τὸ δὲ τοξοσύνη ὁμοίως τῷ μαντοσύνη καὶ τοῖς τοιούτοις ἐσχημάτισται. Σημείωσαι δὲ τὸ "ἀγαθὸς δὲ καὶ ἐν σταδίῃ ὑσμίνῃ". τοξοτῶν μὲν γὰρ ἄριστος, οὐ μὴν καὶ σταδαίων μαχητῶν, ἀγαθὸς δὲ ἄλλως καὶ ἐν τῇ τοιαύτῃ μάχῃ. ἐν μέσαις δὲ ἄρτι ναυσὶν ἀμύνει ὁ Τεῦκρος ἅμα τοῖς δυσὶν Αἴασιν.

(v. 315) Ὅτι καὶ ἐνταῦθα κεῖται τὸ ἄδην ἀντὶ τοῦ δαψιλῶς δι' ἑνὸς δ καὶ συστολῆς τοῦ α. Φησὶ γὰρ "οἵ μιν ἄδην ἐλόωσιν", ἤγουν δαψιλῶς καὶ εἰς κόρον οἱ Αἴαντες καὶ Τεῦκρος διώξουσι "καὶ ἐσσύμενον πολέμοιο Ἕκτορα, καὶ εἰ μάλα καρτερός ἐστι". Ταῦτα δέ, ὡς καὶ πολλὰ τῶν ἐφεξῆς, εἰς ἄνδρα παρῳδηθήσονται ἀριστέα. κεῖται δέ τις ἐν Ὀδυσσείᾳ ὁμοία ἔννοια ἐν τῷ "ἄδην ἐλάαν κακότητος".

(v. 317-320) Τοὺς δὲ ῥηθέντας ἥρωας ἐπὶ πλέον ἐξαίρων ὁ ποιητὴς μετὰ τὸ εἰπεῖν ὡς ἀπελάσουσιν ἐκεῖνοι τὸν Ἕκτορα, καὶ εἰ μάλα καρτερός ἐστιν, ἐπάγει ἀσυνδέτως οὕτω διὰ τοῦ Ἰδομενέως, ὃς ἐπ' ἀριστερὰ τῶν νηῶν ἐν τοῖς ἑξῆς ἀμυνεῖ, "αἰπύ οἱ ἐσσεῖται μάλα περ μεμαῶτι μάχεσθαι κείνων νικήσαντι μένος καὶ χεῖρας ἀάπτους νῆας ἐνιπρῆσαι, ὅτε μὴ αὐτός γε Κρονίων ἐμβάλῃ αἰθόμενον δαλὸν νήεσσι θοῇσιν".

(v. 321-323) Εἶτα ὑπερτιθεὶς τὸν μέγαν Αἴαντα συγκριτικῶς καὶ ἀξιωματικῶς ἐπάγει "ἀνδρὶ δέ κ' οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας, ὃς θνητός τ' εἴη καὶ ἔδοι Δημήτερος ἀκτὴν χαλκῷ τε ῥηκτὸς μεγάλοισί τε χερμαδίοισιν".

(v. 324 s.) Ἐφ' οἷς καὶ ὡρισμένην ἐπιφέρων σύγκρισιν λέγει "οὐδ' ἂν Ἀχιλλῆϊ ῥηξήνορι χωρήσειεν ἔν γ' αὐτοσχεδίῃ, [478] ποσὶ δ' οὔ πως ἔστιν ἐρίζειν". Καὶ σημείωσαι ὅτι διὰ τοῦτο πλεοναζόντως τε καὶ διαφερόντως ποδώκη καὶ ποδάρκη καὶ πόδας ταχὺν καὶ ὠκὺν ὁ ποιητὴς πολλαχοῦ τὸν Ἀχιλλέα καλεῖ ὡς καὶ ἐν πολέμῳ διώκτην ποδωκέστατον, καθὰ καὶ ἐν τοῖς ἑξῆς δηλωθήσεται. [Ὡς δὲ ἀρετῆς εἶδος τῆς κατὰ σῶμα καὶ τὸ ποδῶκες, οὐκ ἄδηλόν ἐστι. καὶ οἱ Βορεάδαι γοῦν, Ζήτης καὶ Κάλαϊς, δι' αὐτὸ πτερωτοὶ πλάττονται. οὕτω δὲ καὶ ὁ Περσεὺς τὰ κάτω ἀρβυλόπτερος οὖν εἴρηται.] Ὅρα δὲ καὶ ὅτι πάλιν ἐπιτηδείως μνήμην τοῦ Ἀχιλλέως παρεισωδίασε, καὶ ὅτι οὐχ' ὑπερέθηκε τοῦ Ἀχιλλέως τὸν μέγαν Αἴαντα, εἰς ἶσον δέ πως ἀμφοτέρους ἤγαγεν, οὐκ εἰπών, ὅτι νικήσειεν ἂν καὶ ἐν αὐτοσχεδίῃ μάχῃ τὸν Ἀχιλλέα, ἀλλ' ὅτι οὐκ ἂν ἐκείνῳ χωρήσειεν, ἤγουν ἐκχωρήσειε, καὶ ὡς ἐπὶ Αἴαντος ἀνωτέρω εἶπεν "εἴξειεν", ἀλλὰ τὸ ἐκείνου βίαιον μόνος ὑπομενεῖ. Ἀληθὴς δὲ ὁ τοῦ Αἴαντος ἔπαινος ὑπὸ τοῦ τοιούτου ἀνδρὸς ἐν καιρῷ τοιούτῳ ἀπαθῶς λεγόμενος. Λέγει δὲ ταῦτα περὶ τοῦ Αἴαντος ὁ ποιητὴς ἐθέλων συστῆσαι αὐτὸν καὶ ἐπὶ μᾶλλον ἄρτι ἐγγράψαι τῇ τοῦ ἀκροατοῦ ψυχῇ ὡς ἐν τοῖς ἑξῆς μόνον τῶν ἄλλων Ἀχαιῶν τὴν ναυμαχίαν ἀρτύσοντα καὶ ταῖς Τρωϊκαῖς ἐμβολαῖς ἐξαρκέσοντα.

(v. 315) Ὅρα δὲ ὅτι ἐν τῷ "οἵ μιν ἄδην ἐλόωσι" προτάξας ὡς ἐν σχεδιασμῷ τὴν μιν ἀντωνυμίαν εἶτα διορθωτικῶς ἐπήγαγε τὸ Ἕκτορα. καὶ ἔστι καὶ τὸ τοιοῦτον σχῆμα καινόν.

(v. 316) Ἰστέον δὲ καὶ ὅτι ὁ μάλα καρτερὸς κρείττων ἐστὶ τοῦ ἁπλῶς μεμαῶτος μάχεσθαι, καὶ ὅτι ἄμφω ταῦτα πάνυ γοργῶς ἐπιμαρτύρεται τοῖς Αἴασιν ἐν τῷ "κείνων μένος καὶ χεῖρας ἀάπτους", καὶ ὅτι τεχνικῶς ἄμφω τοὺς Αἴαντας ὕπερθεν τοῦ Ἕκτορος θέμενος ἐν τῇ πρὸς Ἀχιλλέα συγκρίσει οὐκ ἀμφοτέρους ἀλλὰ μόνον τὸν μείζονα ἐσέμνυνεν Αἴαντα.

(v. 319) Τὸ δὲ "ὅτε μὴ αὐτός γε Κρονίων", καθὰ καὶ τὸ "ὅτι μὴ αὐτός γε" ἀρχαϊκά εἰσι, λαμβανόμενα ἀντὶ τοῦ "εἰ μὴ αὐτός γε". Ὁ δὲ Κρονίων καὶ ἐνταῦθα διὰ μέτρον ἐκτείνει τὴν παραλήγουσαν.

(v. 320) Ὁ δὲ αἰθόμενος δαλὸς πρὸς διαστολὴν κεῖται νοουμένου πυρός, ὃ καὶ παρ' Ἡσιόδῳ κεῖται ἐν τῷ "εὕει ἄτερ δαλοῦ".

(v. 322) Δήμητρος δὲ ἀκτὴν τὴν ἀπὸ σίτου καὶ τῶν σιτωδῶν λέγει τροφήν, ὡς καὶ ἀλλαχοῦ δηλοῦται. καὶ γίνεται ἀπὸ τοῦ ἄγω, ἤτοι κλῶ καὶ συντρίβω, μυλήφατος γὰρ σῖτος χρήσιμος εἰς τροφήν, ἵνα ᾖ ἀκτὴ Δήμητρος τὸ κλάσμα τοῦ ἄρτου, ἢ ἀπὸ τοῦ ἄγω, τὸ φέρω, ὃν ἡ Δημήτηρ ἄγει. [479] μάλιστα δὲ κατὰ τοὺς παλαιοὺς ἀπὸ τοῦ ἄγω, τὸ προάγω καὶ προτιμῶ, ἡ προαχθεῖσα καὶ προτιμηθεῖσα τῶν ἄλλων. Λείπει δὲ ἐνταῦθα τὸ δωρεάν, ὡς ἂν εἴη τὸ πλῆρες τοῦ λόγου Δημήτερος ἀκτὴν δωρεάν, ὡς καὶ ἐν τῷ ξυστόν λείπει τὸ δόρυ καὶ ἐν τῷ διπλόη συννοεῖται ἡ χλαῖνα καὶ ἐν τῷ ἔν γ' αὐτοσταδίῃ λείπει ἡ μάχη, ὡς δηλοῖ τὸ "ἐν σταδίῃ ὑσμίνῃ". πλῆρες ὂν αὐτό. καὶ ὁ ἑανὸς δὲ ἔχει τὸν πέπλον ἐλλείποντα. οὕτω δὲ καὶ ἐν τῇ Ἀττικῇ Ποικίλῃ ἐλλείπει ἡ στοά, καὶ ἐν τῷ βροτός λείπει τὸ ἀνήρ, καὶ ἐν τῷ χείμαρρος λείπει τὸ ποταμός. ἄλλοι δὲ ἀρσενικῶς λέγουσι τὸν ἀκτήν. Τινὲς δὲ ἀκτήν φασι τὸ οἱονεὶ ἐξέχον τῶν ἄλλων σπορίμων ἐκ μεταφορᾶς τῆς θαλαττίας ἀκτῆς, ἥτις ἐξέχει τοῦ ὕδατος. Ἰστέον δὲ καὶ ὅτι ἤρκει καὶ μόνον τὸ "ὃς θνητὸς εἴη", τὸ δὲ "καὶ ἔδοι Δημήτερος ἀκτήν" ἀφελῶς ἐκ περισσοῦ πρόσκειται.

(v. 323) Τὸ μέντοι "χαλκῷ ῥηκτὸς καὶ χερμαδίοις" οὐ περιττῶς κεῖται, ἀλλ' ὡς τοῦ μακροῦ χρόνου ἐνέγκοντος καὶ τοιοῦτον ἄνθρωπον, ὁποῖος ᾄδεται ὁ Καινεύς, ὡς ἐν τῇ α΄ ῥαψῳδίᾳ γέγραπται. Τοιοῦτος δὲ καὶ παρά γε τοῖς μεθ' Ὅμηρον καὶ ὁ μέγας Αἴας, ἄτρωτος λεγόμενος τἆλλα, δίχα γε τῆς πλευρᾶς, ὡς καὶ ὁ Λυκόφρων ἱστορεῖ.

(v. 322) Τὸ δὲ "καὶ ἔδοι" παρασήμως ἐσχημάτισται. ἦν γὰρ τὸ κοινότερον εἰπεῖν "καὶ ἔδων Δημήτερος ἀκτήν".

(v. 326) Ὅτι τὸ "ἐπ' ἀριστερὰ ἔχε στρατοῦ" χρήσιμον εἰς τὸ "δαιμονίη, τί μοι ἐπέχεις; "κἀνταῦθα γὰρ τὸ ἐπ' ἀριστερὰ ἔχειν, ὅ ἐστιν ἐλαύνειν, κατ' ἐκεῖνο εἴρηται.

(v. 327) Ὅτι τὸ "εἴδομεν ἠέ τῳ εὖχος ὀρέξομεν ἠέ τις ἡμῖν" θάρρος μὲν ἔχει τοῦ εἰπόντος Ἰδομενέως, δηλοῖ δὲ τὸ "ἢ βλάψομέν τινα πολεμοῦντες ἢ βλαβησόμεθα", γοργότερον δὲ εἰπεῖν, ἢ νικήσομεν ἢ νικηθῶμεν. Ἀσύνηθες δὲ τοῖς μεθ' Ὅμηρον τὸ ῥηθὲν εἴδομεν. ἐνεστὼς γάρ ἐστι δύσχρηστος ἀντὶ τοῦ αὐθυποτάκτου δευτέρου ἀορίστου ἐνεργητικοῦ.

(v. 328 et 330) Ὅτι παραβολῇ μυθικῇ καὶ ἐνταῦθα, ὡς καὶ πρὸ ὀλίγων, ἐπὶ Μηριόνου χρησάμενος, γοργοτάτῃ μέντοι, τῇ "ἀτάλαντος Ἄρηϊ" ἐπήγαγεν εὐθὺς ἐπὶ Ἰδομενέως αἰσθητὴν τὸ "φλογὶ ἴκελος". ὃ καὶ ἐπὶ Ἕκτορος ἀλλαχοῦ κεῖται. ἐν τῇ β΄ δὲ ἐπὶ τοῦ βασιλέως ἄμφω ἐποίησε, θεοῖς τε νοητῶς εἰκάσας καὶ αἰσθητῶς βοῒ ἐκεῖνον.

(v. 331) Ὅρα δὲ καί, ὡς τὸν Ἰδομενέα φλογὶ ἴκελον ἀλκὴν εἰπὼν ἐπάγει τὸ "σὺν ἔντεσι δαιδαλέοισιν", [480] ὑποδηλῶν ἐκ τῶν ὅπλων εἶναι τὸ φλογερὸν τῷ ἥρωϊ, καθά που καὶ τῷ Διομήδει, φαεινῶν, ὡς εἰκός, ὄντων. [(v. 332) Ὅτι τὸ κέλω, ἤγουν κελεύω, συγκοπὲν εἰς τὸ κλῶ, οὐκ ἔμεινεν οὕτω, ἵνα μὴ συνεμπίπτῃ θέματι, ἐξ οὗ γίνεται τὸ κλᾶν, ὡς τὸ "ἔωθεν ἐνικλᾶν, ὅττι νοήσω", ἀναδιπλασιασθὲν δὲ γέγονε κέκλω, οὗ μυρία χρῆσις. ὅθεν καὶ τὸ "κεκλόμενοι καθ' ὅμιλον ἐπ' αὐτῷ πάντες ἔβησαν". ἔνθα ὅρα τὸ "ἐπ' αὐτῷ", ἤγουν κατ' αὐτοῦ, τοῦ Ἰδομενέως δηλαδή.]

(v. 333) Ὅτι τῶν μαχομένων πρὸ τῶν νηῶν "ὁμὸν ἵστατο νεῖκος ἐπὶ πρύμνῃσι νέεσσι", τουτέστιν ὁμοῦ ποιοῦν εἶναι αὐτούς.

(v. 334-337) Ἐπεὶ δὲ ὑποδύσκολος ἡ λέξις, ἐπάγει παραβολὴν εὐθὺς ἐπὶ σαφηνείᾳ "ὡς δ' ὅθ' ὑπὸ λιγέων ἀνέμων σπέρχωσιν", ὅ ἐστι κατεπείγουσιν, "ἄελλαι ἤματι τῷ, ὅτε τε πλείστη κόνις ἀμφὶ κελεύθους, οἵ τ' ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὁμίχλην, ὣς ἄρα τῶν ὁμόσ' ἦλθε μάχη". διὸ καὶ νεῖκος ὁμὸν ἔφη τὸ τοιοῦτον. Δηλοῖ δὲ διὰ τῆς παραβολῆς τὸ συμπεφυρμένον τοῦ πολέμου καὶ τήν, ὡς αὐτός φησιν, ὁμόσε ἐλθοῦσαν μάχην καὶ τὸ πάντας ἔρχεσθαι ἄμυδις, ὡς μετ' ὀλίγα ἐρεῖ, ἤγουν ὁμοῦ συνέρχεσθαι καὶ ἀναμὶξ γίνεσθαι τὰ τοῦ στρατοπέδου ἄκρα, ὅπερ καὶ ἐπιμὶξ κτείνεσθαι λέγει ἀλλαχοῦ. Ἰστέον δὲ ὅτι δύναται τρόπον ἄλλον τὸ ὁμὸν νεῖκος ὅμοιον εἶναι τῷ ἴση μάχη, ὅπερ ἑτέρωθι ὁ ποιητὴς εἶπεν ἐν τῷ "ἴσας ὑσμίνῃ κεφαλὰς ἔχον". Ὅρα δὲ καὶ ὅτι τὰς μὲν ἀέλλας ὡς οἷά τι πρόσωπον εἴληφε, τοὺς δὲ θερινοὺς ἀνέμους καθά τι ὄργανον, ὑφ' οὗ αἱ ἄελλαι σπέρχουσι τὰ κινούμενα, κόνιν τυχὸν ταῦτα ἢ ἀκάνθας ἢ θάμνους ἤ τι τοιοῦτον. διχῶς δὲ ἐνταῦθα τὸ αὐτό, καὶ κόνις καὶ κονίη.

(v. 335) Ὅτι δὲ ἡ μὲν τοιαύτη κόνις διὰ καθαροῦ τοῦ ος κλίνεται, οἷον "κόνιος δεδραγμένος", ἡ δὲ περὶ τὰς τρίχας τῆς κεφαλῆς ἡ φθειροποιὸς διὰ τοῦ δ κόνις κόνιδος, δηλοῦσι τὸ μὲν Ἴωνες καὶ Ἀττικοί, τὸ δὲ Ἀριστοτέλης [ἐκ τῆς τῶν φθειρῶν ὀχείας γίνεσθαι τὰς κόνιδας λέγων] ἐν τῇ Περὶ ζῴων ἱστορίᾳ.

(v. 336) Σημείωσαι δὲ καὶ ὅτι ἀλλαχοῦ παραβολικῶς ὁμίχλῃ βαθείᾳ τὴν πολλὴν εἰκάσας κόνιν, νῦν θαρρῶν κονίης ὁμίχλην φησίν, ὡς τὸ τῆς τροπῆς σκληρὸν ἤδη προθεραπεύσας ἐν ἐκείνῃ τῇ παραβολῇ. Τὸ δὲ "ἱστᾶσιν ὁμίχλην" καιριώτερον τοῦ ἐγείρουσιν. [Ἀκόλουθον δὲ τῷ ἱστᾶσι καὶ τὸ μεγάλην, ἵνα λέγῃ ὅτι οὐ μόνον πλατεῖαν, ἀλλὰ καὶ ὑψηλὴν ἀνιστῶσι κόνιν.]

(v. 337) Ὅρα δὲ καὶ [481] ὅτι ἐκ τοῦ "ὁμόσε ἦλθεν ἡ μάχη" λαβόντες ἀρχὴν οἱ Ἀττικοὶ ἐπὶ παρασκευῆς πολεμικῆς ἢ καὶ ἄλλης ἐναντιωματικῆς τὸ ὁμόσε τιθέασι, λέγοντες· ὁμόσε ἦλθεν ὁ δεῖνα τῷ δεῖνι, τουτέστιν ἀντικατέστη ὡς εἰς πόλεμον, καὶ ὁμόσε ἦλθε τοῖς λόγοις ἢ ταῖς ἀντιλογίαις.

(v. 333) Σκοπητέον δὲ ἐν τῷ "ὁμὸν ἵστατο νεῖκος", καὶ "ὁμόσε ἦλθεν ἡ μάχη" μήποτε ὁπηνίκα ὁ ποιητὴς ὁμοίϊον λέγει τὸν πόλεμον, ἐντεῦθεν καὶ ἐκεῖνο τὸ ὅμοιον εἴληπται, ὡς ὁμοίου λεγομένου πολέμου, ὅτε συναναμιγῶσιν ἀλλήλοις οἱ ἀντίμαχοι. Ὅρα δὲ λέξεων συστοιχίαν ἐν τῷ ὁμὸν νεῖκος καὶ ἄμυδις ἱστᾶσι καὶ ὁμόσε ἦλθε μάχη. δὶς δὲ κεῖται τὸ ἄμυδις.

(v. 339-344) Ἐν τούτοις δὲ καὶ ἐκφράζων ὁ ποιητὴς ἑτοιμασίαν πολεμικήν φησιν "ἔφριξε δὲ μάχη φθισίμβροτος ἐγχείῃσι μακρῇς, ἃς εἶχον ταμεσίχροας· ὄσσε δ' ἄμερδεν αὐγὴ χαλκείη κορύθων ἀπὸ λαμπομενάων θωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶν ἐρχομένων ἄμυδις· μάλα κεν θρασυκάρδιος εἴη, ὃς τότε γηθήσειεν ἰδὼν πόνον, οὐδ' ἀκάχοιτο". Καὶ συλλογιστέον ὡς, ἐὰν ὁ ἰδὼν ἀκάχοιτο, τί ἂν δρῴη ὁ καὶ πολεμῶν; ἐννοητέον δὲ αὖθις καὶ ὡς θρασυκάρδιοι ὁ Ἰδομενεὺς καὶ ὁ Δηΐφοβος, οἳ μετ' ὀλίγα ἐν καιρῷ τοιούτῳ σαρκάζοντες ἀστεΐζονται.

(v. 339) Φρίσσειν δὲ καὶ νῦν τὸ μετὰ πυκνώσεως ὀρθοῦσθαι, ὃ πάσχουσιν ἐν παρατάξει μὲν πολέμου τὰ δόρατα, ἐν δὲ ληΐῳ στάχυες, ἐν δὲ σώματι τρίχες. ὧν ἐστι καὶ ἡ τοῦ κάπρου λοφιά. φρίσσει γὰρ καὶ ὁ κάπρος τῇ λοφιᾷ, ὡς ἀκάνθαις ἐχῖνος καὶ λέων χαίτῃ καὶ θάλασσα κύμασιν. Ὅρα δὲ ὡς καὶ τὴν τοῦ φρίσσειν λέξιν ἐνταῦθα ἐπὶ τῆς μάχης ὡς ἐπί τινος σώματος ἀνεπεξέργαστον τέθεικεν οἷα φθάσας ἐν ἄλλοις διὰ παραβολῆς ἑρμηνεῦσαι τί ποτε ἡ λέξις τοῦ φρίσσειν βούλεται. Ἰστέον δὲ καὶ ὡς, εἰ μὴ προσέκειτο τὸ ἐγχείῃσιν, οὐκ ἂν ἦν μὴ μέμψασθαι τῆς ἀσαφείας τὸν ποιητήν, αὐτὸ μόνον τὸ φρίσσειν ἐπὶ μάχης θέμενον.

(v. 340) Ἀμέρδειν δὲ τὸ ἀμαυροῦν καὶ ἀποστερεῖν τοῦ μέρδειν, ὅ ἐστι τοῦ βλέπειν. οὗ τὸ ἐναντίον [482] ζμέρδειν διὰ τοῦ ζ παρὰ τοῖς ἀρχαίοις, ὅ ἐστιν ἄγαν βλέπειν ἐν τῷ μερίζειν τὰς ὀπτικὰς ἀκτῖνας. ὅθεν σμερδνόν κυρίως τὸ τῇ ὄψει καταπληκτικόν. Ὅτι δὲ οὐ μόνον τὸ σμέρδειν, ἀλλὰ καὶ ἕτεραι πολλαὶ λέξεις διὰ τοῦ ἐν ἀρχῇ προεφέροντο ζ, καὶ ὡς ἐκ τοῦ ζα ἐπιτατικοῦ μορίου τὸ τοιοῦτον ζ δοκεῖ εἶναι ἐν τῷ σμικρόν καὶ ἐν τῷ σμέρδειν καὶ ἐν τῷ σμερδνῷ, καὶ ὡς ἐκ τοῦ μερίζω γίνεται, ἀλλαχοῦ ἱκανῶς δεδήλωται. Σημείωσαι δὲ ὅτι τοῦ "ὄσσε δ' ἄμερδεν αὐγὴ χαλκείη" συνέστραπται σφιγκτῶς ἡ ἔννοια ἐν τῷ "νῶροψ χαλκός". πάντως γὰρ νῶροψ χαλκός, οὗ ἡ αὐγὴ ἀμέρδει ὄσσε, ὡς ἀποστερεῖν τοῦ ὁρᾶν, ἐξ οὗ ὁ νῶροψ γίνεται.

(v. 341) Τὸ δὲ "αὐγὴ χαλκείη" τολμηρόν φασιν ἐνταῦθα εἶναι οἱ παλαιοί. οὐ γὰρ παραβολικῶς εἶπεν, ὡς ἐν ἄλλοις "χαλκὸς ἐλάμπετο ἴκελος αὐγῇ πυρός" ἤ τι τοιοῦτον, ἀλλὰ μονονουχὶ ἐφλόγωσε τὰ ὅπλα, ἡλίου ἤ τινα τοιαύτην λαμπηδόνα προσπλάττων αὐτοῖς. Ἐπαινεῖται δὲ καὶ ἡ φράσις ἐνταῦθα, ποικίλως φράζοντος τοῦ ποιητοῦ τὴν κατ' εἶδος διαφορὰν τῶν ὅπλων ἐν τῷ τὰ μὲν λαμπόμενα φάναι, τὰ δὲ νεόσμηκτα, τὰ δὲ φαεινά, ἐξ ὧν πάντων πολλὴ ἡ αὐγή. ἐν οἷς διδάσκει καὶ λαμπηδόνος ὅπλων ἐπιμελεῖσθαι τοὺς στρατιώτας.

(v. 343) Τὸ δὲ "ἐρχομένων" ἀρσενικοῦ γένους ἐστί, λεχθὲν περὶ τῶν πολεμούντων, εἰ καὶ ἡ συνθήκη τῆς φράσεως εἰς οὐδέτερον φαντάζει αὐτό.

(v. 344) Τὸ δὲ "οὐδ' ἀκάχοιτο" ἀσφαλῶς εἴρηται. οὐ γὰρ ἀρκεῖ πρὸς φρίκην μόνον τὸ μὴ γηθῆσαι, εἰ μή τις καὶ ἀκάχοιτο, ὥστε καὶ ἐν τῷ "οὐδ' ἄρα τώ γε ἰδών γήθησεν Ἀχιλλεύς" οὐκ ἀρκεῖ μόνον τὸ οὐκ ἐγήθησεν εἰς παράστασιν σαφῆ τοῦ "ἀλλ' ἐλυπήθη". Οὐκ ἀργὸν δ' ἐν τούτοις οὐδὲ τὸ "ἰδών". ὁ γὰρ τοιοῦτος, ἤγουν ὁ ἰδών, ἀκάχοιτο ἂν ἐπὶ τοῖς τότε οὕτω φοβεροῖς. τὸ γὰρ ἐν τοῖς τοιούτοις ἄλγιστον κατὰ τὴν Τραγῳδίαν ἡ ὄψις ἐστίν, ὡς καὶ ἐν τοῖς χαρτοῖς ἔμπαλιν ἡ αὐτή ἐστι τὸ ἥδιστον. ὁ μέντοι ἀκροατὴς τοῦ Ὁμήρου [483] θαυμάσοι ἂν μόνον ἐπὶ τοῖς ἄρτι ἱστορουμένοις, οὐ μὴν καὶ πάνυ λυπηθείη ἄν, τὸ δ' ἀκριβὲς εἰπεῖν, καὶ γηθήσοι ἂν τῇ Ὁμηρικῇ φράσει ἀγαλλιώμενος.

(v. 345) Ὅτι τὸ "ἀμφὶς φρονεῖν" ἐναντίον ἐστὶ τῷ ὁμὰ φρονεῖν, ὅπερ συνθέτως ὁμοφρονεῖν λέγεται καὶ τὸ ἐξ αὐτοῦ ὄνομα ἐν Ὀδυσσείᾳ ὁμοφροσύνη. ἔτι τὸ ἀμφὶς φρονεῖν ὅμοιόν ἐστι τῇ παρὰ τοῖς παλαιοῖς διθυμίᾳ, ὅ ἐστι διχοστασίᾳ, καὶ, ὡς εἰπεῖν, διψυχίᾳ. τοῦτο δὲ ἀνάπαλιν ἔχει πρὸς τὸ "ἕνα θυμὸν ἔχοντες". τὸ δὲ ἀμφὶς φρονέειν ἀλλαχοῦ ἀμφὶς φράζεσθαι ἔφη.

(v. 345-351) Ἑρμηνεύων δ' ἐνταῦθα ὁ ποιητὴς τὴν ῥηθεῖσαν λέξιν φησί· τὼ δ' ἀμφὶς φρονέοντε ἦσαν, Ζεὺς μὲν διὰ κῦδος Ἀχιλλέως Τρωσὶ βουλόμενος νίκην, κατὰ τὸ "Διὸς δ' ἐτελείετο βουλή", Ποσειδῶν δέ, ὀροθύνων Ἀργείους.

(v. 346) Κεῖται δ' ἐνταῦθα καὶ τὸ "τετεύχατον ὁ Ζεὺς καὶ ὁ Ποσειδῶν ἄλγεα λυγρά", πρὸς ὁμοιότητα τοῦ "αὐτοὺς δ' ἑλώρια τεῦχε".

(v. 348-350) Ὅτι καὶ ἐνταῦθα Ὅμηρος προαναφωνεῖ πρὸς παραμυθίαν φιλέλληνος ἀκροατοῦ, λέγων, ὡς οὐ πάμπαν Ζεὺς "ἤθελε λαὸν ὀλέσθαι Ἀχαϊκὸν Ἰλιόθι πρό, ἀλλὰ Θέτιν κύδαινε καὶ υἱέα κρατερόθυμον", οὗ πάλιν δὶς ἐνταῦθα τὴν μνήμην τῷ ἀκροατῇ δεξιῶς ἀνήγειρεν. Ἔνθα ὅρα καὶ ὅτι ὡς ἐν σχεδιασμῷ ἀνωτέρω εἰπὼν "κυδαίνων Ἀχιλλῆα πόδας ὠκύν", ὑποκαταβὰς ἔφη διορθωτικῶς "Θέτιν κύδαινε καὶ υἱέα κρατερόθυμον", προθεὶς τὴν Θέτιν, δι' ἣν καὶ Ἀχιλλεὺς κυδαίνεται. Ἰστέον δὲ ὅτι κοινότερον μὲν οἱ ὕστερον ὡς ἀπὸ τῆς Ἀχαΐας Ἀχαϊκὸν λέγουσιν, οἱ δὲ παλαιοὶ ῥήτορες Ἀχαιϊκόν φασι δεῖν γράφειν διὰ τῶν δύο ι, ὡς καὶ ἀρχαιϊκόν, φασί, καὶ γενναιϊκὸν καὶ δικαιϊκόν.

(v. 351 s.) Ὅτι οὐδ' ἐνταῦθα στοιβὴ μάτην οὕτω κεῖται προθέσεων ἐν τῷ "Ποσειδῶν Ἀργείους ὀρόθυνε μετελθὼν λάθρῃ ὑπεξαναδὺς πολιῆς ἁλός", ἀλλ' ἐν τῷ "ὑπεξαναδύς" ἡ μὲν ὑπο πρόθεσις ἢ τὸ κρύφα δηλοῖ ἢ τὸ ὑποκάτω, ἡ δὲ ἐξ τὸ ἐκτὸς τοῦ ὕδατος, ἡ δὲ ἀνα τὸ ἄνω γενέσθαι καὶ παντελῶς ἀπηλλάχθαι τοῦ ὑγροῦ, γενόμενον πρὸς τῇ γῇ τῇ ὑπερκειμένῃ τῆς θαλάσσης. Ἰστέον δὲ ὅτι ἐνταῦθα χρὴ νοῆσαι [484] κατὰ τὸ σιωπώμενον ὡς ἔδυ κατὰ θαλάσσης ὁ Ποσειδῶν ἐρεθίσας πρὸ ὀλίγων τοὺς Ἀχαιοὺς εἰς μάχην, νῦν δὲ αὖθις ὑπεξανέδυ.

(v. 352 s.) Ὅτι τὸ "ἤχθετο γὰρ Τρωσὶ δαμναμένους" ὁμοίως ἐσχημάτισται τῷ "τίς ἂν τάδε γηθήσειε", περὶ οὗ ἀλλαχοῦ δηλοῦται. λείπει γὰρ ἐν ἀμφοῖν ἢ τὸ βλέπων ἢ ἡ δια πρόθεσις. περὶ Ποσειδῶνος δὲ ὁ λόγος τῷ ποιητῇ ὡς δυσανασχετοῦντος, ἐφ' οἷς κακῶς οἱ Ἀργεῖοι πρὸς Διὸς ἔπασχον.

(v. 354-357) Ὅτι πολλαχοῦ καὶ ἐν τοῖς μύθοις παιδευτικὸς ὢν Ὅμηρος καὶ νῦν ὁμοίως ποιεῖ. Φησὶ γὰρ οὕτω "ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος", Ποσειδῶνί τε καὶ Διΐ, "ἠδ' ἴα πάτρη", ἤγουν καὶ μία πατρίς, "ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδη". διὸ καὶ "ἀμφαδίῃ μὲν ἀλεξέμεναι ἀλέεινε, λάθρῃ δ' αἰὲν ἔγειρε κατὰ στρατόν", ἐπεὶ τῷ Διῒ κρατερῶς ἐνεμέσσα. Καὶ νῦν οὖν λάθρᾳ, ὡς εἴρηται, θαλάσσης ὑπεξαναδὺς Ἀργείους ὀρόθυνε. Καὶ διδάσκει διὰ τοῦ μύθου χρῆναι ὑπεξίστασθαι τοὺς νεωτέρους τοῖς σοφωτέροις καὶ πρεσβυτέροις τῶν ἀδελφῶν καὶ αἰδεῖσθαι αὐτούς. ὅτι δὲ οἱ πρεσβύτεροι πλείω οἴδασιν ὡς πολυπειρότεροι, δηλοῖ καὶ τὸ "ἐγὼ δὲ νοήματι προβαλοίμην, ἐπεὶ πρότερος γενόμην", ἔτι δὲ καὶ ὁ ἐν Ὀδυσσείᾳ γήραϊ κυφὸς καὶ πολλὰ εἰδώς. Φιλοσόφως δὲ ὁ ποιητὴς γένος μὲν ὁμὸν τῷ Διῒ καὶ τῷ Ποσειδῶνί φησι διὰ τὸ κατ' ἀλληγορίαν ἐν αὐτοῖς ὁμογενὲς εἴτ' οὖν ὁμοειδές, μίαν δὲ πάτρην τὴν ἀρχέγονον ὕλην, ἧς ἐξώρμηνται. δῆλον δὲ ὡς ἐκ τοῦ ὁμὸν γένος συντέθειται τὸ ὁμογενές, καὶ ὅτι πρωτότυπον τῆς πατρίδος ἡ πάτρη. ἐν τούτοις δὲ τὸ μὲν "ἀμφοτέροισιν ὁμὸν γένος ἠδ' ἴα πάτρη" ἐπὶ συγγενῶν καὶ πατριωτῶν λέγοιτο ἄν, ἑξῆς δὲ τὸ "πρότερος γεγόνει καὶ πλείονα ᾔδη" γηραιοτέρῳ οἰκεῖον καὶ λογιωτέρῳ ἢ φρονιμωτέρῳ τινῶν.

(v. 356) Τὸ δὲ "ἀμφαδίῃ" ἐλλειπτικῶς καὶ αὐτὸ εἴρηται. λείπει γὰρ τὸ μάχῃ, ἵνα δηλοῖ τὸ ἐν φανερᾷ μάχῃ. ταύτης δὲ τῆς δοτικῆς ἡ αἰτιατικὴ ἀμφαδίην, ὅθεν τὸ σύνηθες ἐπίρρημα. ἀντίκειται δὲ τὸ ἀμφαδίῃ πρὸς τὸ λάθρῃ, ὡς δηλοῖ καὶ Ὅμηρος, καθὰ καὶ τὸ κρύφα καὶ τὸ φανερῶς.

(v. 357) Ἐν δὲ τῷ "ἔγειρε κατὰ στρατόν" ἢ περιττὴ πρόθεσις κεῖται ἢ ἔλλειψιν ὁ νοῦς ἔχει, ἵνα ᾖ· ἔγειρε κατὰ στρατὸν τοὺς ἀναπίπτοντας.

(v. 358-360) Ὅτι παραδηλῶν ὁ ποιητὴς τὸ ἰσόρροπον καὶ δυσαπάλλακτον τοῦ νῦν πολέμου καὶ ἀδιάλυτον, καὶ ὡς οὐ δυνατὸν παύσασθαι τὴν ἄρτι μάχην, χρᾶται παραβολῇ ἀλληγορικῇ, λέγων ὅτι Ζεὺς καὶ Ποσειδῶν "ἔριδος κρατερῆς καὶ ὁμοιΐου πολέμοιο πεῖραρ ἐπαλλάξαντες ἐπ' ἀμφοτέροισι τάνυσαν ἄρρηκτόν τ' ἄλυτόν τε, ὃ πολλῶν γούνατ' ἔλυσεν". Ἡ δὲ μεταφορὰ γέγονεν εἰς τὴν μάχην ἀπὸ τῶν ἐν τοῖς [485] σχοίνοις ἢ τοῖς ἱμᾶσι δεσμῶν, ἃ δήσαντές τινες ἐξ ἄκρων, εἶτα διαστάντες, τανύουσιν ὡς ἂν ὁ δεσμὸς πυκνωθεὶς καὶ σφιγχθεὶς ἀσφαλισθῇ. Παλαιὸς δὲ τίς φησιν οὕτω· πεῖραρ ἐπαλλάξαντες ἀντὶ τοῦ μάχην παρατείναντες, ἀπὸ τῶν ἐπιπλεκομένων σχοινίων κατὰ τὰ πέρατα. Ὅρα δὲ ὡς καὶ αὐτὸ τὸ σχῆμα τῆς παραβολῆς ὁμοίως τοῖς πράγμασιν ὁ ποιητὴς ἐπήλλαξε καὶ συστρέψας συνέδησεν. οὐ γὰρ ἰδίᾳ μὲν ἔθηκε τὴν εἰκόνα τῆς παραβολῆς, ἰδίᾳ δὲ τὸ εἰκονιζόμενον, ὡς ἐπὶ τῶν ἄλλων ποιεῖ παραβολῶν, ἀλλὰ συνέχεεν αὐτὰ καὶ οὕτω λαλεῖ ὡς ἐὰν οὐ περὶ μάχης, ἀλλὰ περί τινος ἁπλῶς δεσμοῦ ἔλεγε. διὸ καὶ ἀλληγορικὴ ἡ παραβολή, μᾶλλον δ' αὐτόχρημα ῥητορικὴ ἀλληγορία, τῇ συνδέσει τῆς ἔριδος καὶ τοῦ πολέμου δηλοῦσα τὸ ἄλυτον τῆς τοῦ πολέμου συμπλοκῆς, ἵνα νοηθεῖεν σωματικῶς ἄμφω δεθέντα, ἡ ἔρις δηλαδὴ καὶ ὁ πόλεμος, τανυσθῆναι καὶ οἷον ἐπιρριφῆναι τοῖς μαχομένοις μέρεσι. καὶ ἑτέρως δὲ εἰπεῖν, ῥητορικῶς ὁ τόπος ἠλληγόρηται, ὡς μεταφέρων ἐπὶ τὴν μάχην τὰ κατὰ κυριολεξίαν ἴδια τοῦ τῶν σχοίνων δεσμοῦ, τὸ πεῖραρ, ὅ ἐστι τὸ πέρας, τὴν κατὰ δεσμὸν ἐπάλλαξιν, τὸν τανυσμόν, τὸ ἄρρηκτον, τὸ ἄλυτον, ἵνα λέγῃ τρόπον τινα ὡς ὁ Ζεὺς καὶ ὁ Ποσειδῶν τὸν πόλεμον τῇ ἔριδι συνέδησαν, τὸ πέρας τῆς ἔριδος καὶ αὖ τὸ τοῦ πολέμου πέρας ὁμοῦ λαβόντες καὶ πρὸς ἄλληλα ἐπαλλάξαντες, ὡς οἱ τὰ ἅμματα τόδε ἐπὶ τόδε ποιοῦντες, ὥς φασιν οἱ παλαιοί, [ὡς ἂν οὕτως αἰνιχθείη, ὅτι τὰ μέσον δύο ἄκρα τῶν ἐριζόντων ἄρτι ἐπὶ πολέμῳ οὕτως ὁμόσε ἦλθον καὶ οἷον δι' ἀλλήλων ἐχώρησαν, ὡς δοκεῖν συνδεδέσθαι ἱμάντων ἢ σχοινίων στερρῶν δίκην, οἷς τὰ πέρατα δεσμωτικῶς ἑνωθέντα οὔτε λύονται οὔτε ῥήγνυνται, εἴπερ τείνονται, ἀλλ' ἐπὶ μᾶλλον πυκνοῦνται εἰς ἄλυτον καὶ ἄρρηκτον, τὸ μὲν διὰ τὸ σφίγμα τοῦ δεσμοῦ, τὸ δὲ διὰ τὴν στερρότητα τῶν συνδεθέντων. Δοκεῖ γοῦν αἴτημα προκεῖσθαί τι τοῖς Ὁμηρίδαις, ἵνα νοοῖεν τὴν ἐν τοῖς [486] Τρωσὶ καὶ τοῖς Ἀχαιοῖς ἔριν καὶ μάχην οὕτω συναφθῆναι καὶ κατὰ τῶν πολεμούντων ταθῆναι, ὡς μήτε αὐτὰς ἔχειν λύεσθαι ἢ ῥήγνυσθαι μήτε τοὺς πολεμοῦντας δύνασθαι ἢ κατὰ εἰρήνην ἀπολύεσθαι ἢ κατὰ ῥώμην ῥηγνύεσθαι, ἀλλὰ μένειν συνημμένους ἐφ' ἑνὸς ὡς ἐν δεσμῷ διὰ τὸ ἰσοπαλές.] Ἔστι δὲ τὸ ἐπαλλάξαντες ἀντὶ τοῦ συνάξαντες, συνδήσαντες, συνάψαντες, ὅθεν, φασίν, ὁ μουσικὸς Ἀριστόξενος πλεονάζει τῇ τοιαύτῃ λέξει, ἐπηλλαγμένα λέγων τὰ συνημμένα. Δῆλον δὲ ὅτι τὸ πέρας καὶ τὸ ἐπαλλάξαι καὶ τὸ τανύσαι καὶ τὸ ἄρρηκτον καὶ τὸ ἄλυτον ἐπὶ ἁμμάτων κυριολεκτοῦνται, καὶ ὅτι ὥσπερ οὐ μόνον πεῖραρ ποιητικῶς ἀλλὰ καὶ πέρας, ἐξ οὗ ἡ κλίσις τοῦ πέρατος καὶ πείρατος, οὕτω νοητέον καὶ ἐπὶ τοῦ "φρείατα μακρὰ νάουσι", καὶ ὅτι ἐπαλλάξαι τὸ συνδῆσαι λέγεται διὰ τὴν τῶν περάτων ἐπαλλαγὴν ἐν τῷ οὕτω καὶ οὕτω εἰς δεσμὸν κάμπτεσθαι. ποιητὴς δ' ἂν εἴποι γνάμπτεσθαι, ὅθεν καὶ ἀναγνάμψαι δεσμὸν ἐν Ὀδυσσείᾳ τὸ ἀναλῦσαι. Σημείωσαι δὲ καὶ ὅτι ἡ μὲν ἐκ τῆς κόνεως πρὸ ὀλίγου παραβολὴ σύγχυσιν μάχης ἐδήλου καὶ τὸ ἁπλῶς δι' ἀλλήλων ἥκειν τοὺς μαχομένους, ἐνταῦθα δὲ καὶ τὸ ἀλύτως οἷον συνδεδέσθαι αὐτοὺς ἐμφαίνεται. Ἰστέον δὲ καὶ ὅτι τὸ ἀσφαλὲς ἡ ῥηθεῖσα παραβολὴ ἔχει ἀπὸ τῆς πρὸ μικροῦ ῥηθείσης, ἔνθα ὁμόσε εἶπε τὴν μάχην ἐλθεῖν. ἡ γὰρ ὁμόσε ἐλθοῦσα δῆλον ὅτι συγκέχυται καὶ διὰ τοῦτο ἐπήλλακται. διὸ οὐδ' ἀπεικὸς κατὰ τὸ πρὸ ὀλίγων ὁμὸν νεῖκος, οὕτω καὶ ὁμοίϊον ἐνταῦθα ῥηθῆναι πόλεμον τὸν οὕτως ὁμόσε ἐλθόντα. ὁ δὲ νῦν ἄρρηκτος πόλεμος οὐδ' ἂν ἔχοι τινὰ ῥηξήνορα οὐδὲ κυριολεκτηθείη ἂν ἐπ' αὐτοῦ τὸ ἐρράγη πόλεμος.

(v. 360) Τὸ δὲ "ἄλυτον" καὶ τὸ "πολλῶν γούνατ' ἔλυσεν" ἀντιθετικῶς ἐρρέθη. ἀντίκειται γὰρ τῷ ἀλύτῳ τὸ λυόμενον.

(v. 361) Ὅτι μεσαιπόλιον ἐνταῦθα τὸν Ἰδομενέα ἱστορεῖ καὶ ὅμως δυνάμενον τοὺς ἐναντίους φοβεῖν. [Ἔστι δὲ μεσαιπόλιος ὁ μήπω πάντῃ πολιός, ἀλλ' ὑπερβὰς μὲν τὸν ἀκμαῖον, παραγγείλας δὲ καὶ εἰς ὑπέρακμον ἢ καὶ ὠμογέροντα καὶ μέσως πως ἔχων τῶν πολιῶν, ὡς οἷα μιξόθριξ κατὰ τὸ ὑποπόλιον. Παραγωγὴ δὲ αὐτοῦ, ὡς ἀλλαχοῦ τέθειται, κατὰ τὸ Πυλαιμένης καὶ τιθαιβώσσειν καὶ Ἰθαιμένης καὶ ἰθαιγενής καὶ Κλυταιμνήστρα [487] καὶ ὅσα τοιαῦτα.]

(v. 363-369) Ὅτι κἀνταῦθα Ὅμηρος ἱστορίαν ψυχαγωγικῶς παρενείρων λέγει ὡς Ὀθρυονεὺς Καβησόθεν ἔνδον ἐὼν νέον πολέμου μετὰ κλέος ἦλθεν, "ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην Κασάνδρην, ἀνάεδνον, ὑπέσχετο δὲ μέγα ἔργον, ἐκ Τροίης ἀέκοντας ἀπωσέμεν υἷας Ἀχαιῶν. τῷ δ' ὁ γέρων Πρίαμος ὑπέσχετο καὶ κατένευσε δωσέμεναι", τὸ τῆς ἀλαζονείας πέρας καραδοκῶν. "ὃ δὲ μάρνατο ὑποσχεσίῃσι πιθήσας" ταῖς τοῦ Πριάμου. Βαρβαρικὸν δέ, φασί, τὸ ἐπὶ μισθῷ στρατεύειν καὶ χωρὶς ὑποσχέσεως μὴ συμμαχεῖν. οὐκ ἔμφρονος δὲ ἀνδρὸς οὐδὲ τὸ μὴ ὡς βασιλικήν, ἀλλ' ὡς εἶδος ἀρίστην τὴν Κασάνδραν ζητεῖν, ὅπουγε καὶ οἱ ἀκολαστότατοι μνηστῆρες παρ' Ἕλλησιν ἕνεκα τῆς κατὰ Πηνελόπην ἀρετῆς ἐριδαίνουσι καὶ οὐ διὰ κάλλος ἁπλῶς.

(v. 363) Κάβησος δὲ πόλις Ἑλλησποντὶς ἢ Θρᾴκης τῆς κατὰ τὸν Αἷμον, οἱ δὲ Καππαδοκίας φασὶ τὰ λεγόμενα Κάβησα, τινὲς δὲ Λυκίας, οἳ καὶ Λύκιον τὸν Ὀθρυονέα φασὶ καὶ Σαρπηδόνος ἀδελφόν. Τὸ δὲ ["ἔνδον ἐόντα" διαστολὴν ἔχει πρὸς τοὺς ἄλλως ὄντας ἔξωθεν τῆς Καβήσου, ἤγουν ἐκ τῆς περιχώρου, οὐ μὴν ἔνδοθεν κατὰ τὸν Ὀθρυονέα.

(v. 365) Τὸ δὲ] "εἶδος ἀρίστην" τινὲς τῶν παλαιῶν εἶπον ἀντὶ τοῦ ἀρίστην κατὰ σοφίαν, εἶδος νοήσαντες τὴν τῆς μαντικῆς εἴδησιν. ὅθεν, φασί, καὶ ὁ ᾀδόμενος μάντις Πολύειδος, ὁ κατὰ τὴν γραφὴν τῆς παραληγούσης διφορούμενος, ἐκ τοιαύτης σημασίας τὴν κλῆσιν εἴληφε.

(v. 366) Τὸ δὲ ἀνάεδνον τὴν Κασάνδραν ζητεῖν, ὅ ἐστι μὴ δόντα ἕδνα πρὸς ἐκείνην, ὥς φασιν οἱ παλαιοί, γλίσχρου ἤθους καὶ χρημάτων ἥττονος. οὐδὲ γὰρ οἱ ἄδικοι μνηστῆρες ἕδνων δίχα ἐγχειροῦσι τῷ ἔρωτι. Ἕτεροι δὲ "ἀνάεδνον" τὴν ἄπροικόν φασι διὰ τὸν πρὸς ἐκείνην ἔρωτα, ὡς ἕδνων λεγομένων οὐ μόνον τῶν ἀπὸ ἀνδρὸς πρὸς γυναῖκα πρὸ τοῦ γάμου δωρεῶν, ἀλλά ποτε καὶ αὐτῆς τῆς γυναικείας προικός, ὥς που καὶ ἐν Ὀδυσσείᾳ δηλοῦται, ἧς δίχα ζητεῖ τὴν Κασάνδραν κατὰ ἔρωτα Ὀθρυονεύς. διὸ καὶ ἑεδνωτὰς παρακατιὼν ἐρεῖ τοὺς πενθεροὺς ὁ ποιητὴς ὡς ἕδνα διδόντας τοῖς γαμβροῖς. [Γίνεται δὲ [488] τὸ ἀνάεδνον ἐκ τοῦ ἕδνον, καὶ κατὰ στέρησιν ἄεδνον, καὶ ἐν ἐπιτάσει ἀάεδνον, ἤγουν λίαν ἄπροικον, καὶ ἐπενθέσει τοῦ νυ πρὸς κωλύμην χάσμης ἀνάεδνον. τοιοῦτον καὶ τὸ γνωστόν, ἄγνωστον, ἀάγνωστον, καὶ διὰ τοῦ νυ, ἀνάγνωστον, ὡς δηλοῖ ὁ γράψας "μηδὲν ἐθέλειν ἔχειν καλὸν ἀνάγνωστον", ἤγουν λίαν ἄγνωστον, ἑτεροῖος αὐτὸς ὢν πρὸς τὸν εἰπόντα "λάθε βιούς". Δῆλον δ' ὅτι ἕδνον μὲν ἁπλοῦν ἐστιν, ἕεδνον δέ, ἀφ' οὗ καὶ οἱ ἑεδνωταί, πρόσθεσιν ἔχει κατὰ τὸ ἕρση ἑέρση.] Τὸ δὲ "μέγα ἔργον", ὃ καὶ ἀλλαχοῦ ἐπὶ μάχης ἐρρέθη, προαναφωνητικῶς νῦν κεῖται, ὡς τοῦ Ὀθρυονέως μὴ ἀνύσοντος τὸ οὕτω μέγα.

(v. 368) Ὅρα δὲ καὶ τὸ "ὁ γέρων Πρίαμος", ἠθικῶς ῥηθέν. σύνεσιν γὰρ αὐτῷ μαρτυρεῖ, ἐπεὶ καὶ φρονίμου ἦν ἐννοήσασθαι, ὡς ἢ πίπτει Ὀθρυονεὺς καὶ γέγονεν οὐδὲν ἢ διώκει τοὺς Ἕλληνας καὶ ἄξιός ἐστι ληφθῆναι γαμβρός.

(v. 371) Ὅτι τὸ μὲν "μακρὰ βιβάσθων" ἐν ἄλλοις ῥηθὲν σύντονον ἁπλῶς κίνησιν σημαίνει, ἐνταῦθα δὲ τὸ ὕψι βαίνειν ἄλλο τι δηλοῖ. Φησὶ γοῦν "καὶ βάλεν ὕψι βιβάντα τυχών", ἤγουν πηδῶντα ἐνθουσιωδῶς, ἴσως δὲ καὶ κατά τι ὀρχήσεως εἶδος ἐνόπλιον.

(v. 371-373) Τὴν δὲ ῥηθεῖσαν βολὴν γενναίαν εἶναι ὁ ποιητὴς ἱστορῶν ἐπάγει "οὐδ' ἤρκεσε θώρηξ χάλκεος, ὃν φορέεσκε, μέσῃ δ' ἐν γαστέρι πῆξε. δούπησεν δὲ πεσών".

(v. 374) Ὅτι πατὴρ ὢν Ὅμηρος καὶ κωμῳδίας, καθὰ καὶ τῶν ἄλλων ῥητορικῶν εἰδῶν, ἐν Ὀδυσσείᾳ μὲν πλεονάζει καὶ ἀφειδέστερον ἢ καὶ αὐθαδέστερον χρᾶται αὐτῇ, οἷα καὶ χορηγούντων αὐτῷ τῶν ἐκεῖ προσώπων ὕλην γελοιασμοῦ διὰ τὸ τῆς ποιήσεως ἐκείνης ἠθικώτερον, ἡ δὲ Ἰλιὰς πολὺ ἔχει τὸ ἡρωϊκὸν καὶ σεμνὸν καὶ οὐκ ἔστιν ἐν αὐτῇ γελᾶν, καὶ μᾶλλον κατὰ τοὺς πολέμους, καὶ μάλιστα νῦν, ἔνθα ἔφη θρασυκάρδιον εἶναι τὸν γηθήσοντα. Ὅμηρος μέντοι τεχνικῶς μιγνύων τὰ ἄμικτα παραρρίπτει καὶ ἐνταῦθά τινας ἀστεϊσμοὺς ἐκ μεγαλαυχίας ἡρωϊκῆς, οἳ τοῖς μὲν ἀκροαταῖς ἔξω βελῶν ἑστῶσι παρασύρουσι τὰ χείλη πρὸς μειδίαμα ὑπανοίγοντες, αὐτοῖς δὲ τοῖς τότε μαχομένοις ὑπανῆπτε τὸν θυμὸν ἐπὶ πλέον καί, ὡς ὁ ποιητής φησιν, ἄχος ἐγίνετο καὶ θυμὸν ὄρινεν, ὅ ἐστιν ἐβάρυνε τὴν ψυχήν.

(v. 374-382) Ἰδομενεὺς οὖν ἄρτι τὸν Ὀθρυονέα βαλὼν ὕψι, ὡς ἐρρέθη, βιβάντα καὶ κτείνας, λέγει ἐπευχόμενος "Ὀθρυονεῦ, πέρι δή σε βροτῶν αἰνίζομαι ἁπάντων, εἰ ἐτεὸν δὴ πάντα τελευτήσεις, ὅσ' ὑπέστης Πριάμῳ, ὃ δ' ὑπέσχετο θυγατέρα ἥν. καί κέ τοι ἡμεῖς ταῦτά γ' ὑποσχόμενοι τελέσαιμεν, δοῖμεν δ' Ἀτρείδαο θυγατρῶν εἶδος ἀρίστην, Ἄργεος ἐξαγαγόντες ὀπυιέμεν, εἴ κε σὺν ἄμμιν Ἰλίου ἐκπέρσῃς εὖ ναιόμενον πτολίεθρον. ἀλλ' ἕπευ, ὄφρ' ἐπὶ νηυσὶ συνώμεθα ποντοπόροισιν ἀμφὶ γάμῳ, ἐπεὶ οὔ τοι"[, ὡς ἐρρέθη,] "ἑεδνωταὶ κακοί εἰμεν", [489] ἤγουν ἐσμέν.

(v. 383 s.) Καὶ οὕτως εἰπὼν καὶ κατακύψας ποδὸς εἷλκε τὸν Ὀθρυονέα κατὰ κρατερὴν ὑσμίνην, ὡς ἂν δῆθεν ἕποιτο εἰς τὰς νῆας. καὶ ὁ μὲν οὕτω χαριέντως καὶ λέγει καὶ ποιεῖ σαρκάζων καὶ δάκνων τοὺς ἀκροατὰς Τρῶας τῷ σκώμματι, τὸ δὲ πρᾶγμα ἐκμαίνει τὸν προδεδηλωμένον μέγαν Ἄσιον καὶ ἀμύνει.

(v. 38491) Φησὶ γοῦν "τῷ δ' Ἄσιος ἦλθεν ἀμύντωρ", ἢ ἦλθ' ἐπαμύντωρ, "πεζὸς πρόσθ' ἵππων", οἳ ἔπνεον κατ' ὤμων. καὶ βληθεὶς λαιμὸν ὑπ' ἀνθερεῶνα παρὰ Ἰδομενέως πίπτει καὶ αὐτός, "ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς ἠὲ πίτυς βλωθρή, τήν τ' οὔρεσι τέκτονες ἄνδρες ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι". Καὶ οὕτω μὲν ἐνταῦθα ὁ ποιητὴς τοῖς σκυθρωποῖς ἱλαρότητα συναναμίγνυσιν, ἐμβριθείας οὐκ ἀπηλλαγμένην, ἐν δὲ τῇ βῆτα καθαρῶς ἱλαρύνεται καὶ τὸ κωμικὸν ἀπαρακαλύπτως ἐμφαίνει κατακερτομῶν εἰς τὸν γελοῖον Θερσίτην, ἐφ' ᾧ καὶ οἰκτρὰ παθόντι πάντες ἱλαρυνθέντες νόμῳ κωμῳδικῷ ἡδὺ ἐγέλασαν. καὶ τοῦτο μὲν τοιοῦτον.

(v. 413-416) Τοῦ δὲ ἀνωτέρω ῥηθέντος εἴδους, ἤγουν τοῦ πρὸς ὀργὴν χαριεντισμοῦ, ἐστὶ καὶ ὁ ἐν τοῖς ἑξῆς τοῦ Δηϊφόβου λόγος, ἐν ᾧ ἐρεῖ ὡς οὐ μὴν ἄτιτος, ὅ ἐστιν ἄτιμος ἢ ἀτιμώρητος, "κεῖται Ἄσιος, ἀλλά ἕ φημι εἰς Ἄϊδός περ πυλάρταο κρατεροῖο ἰόντα γηθήσειν κατὰ θυμόν, ἐπεί ῥά οἱ ὤπασα πομπόν", τουτέστιν ὁδηγόν, ὡς εἰς ἀσυνήθη ὁδόν, τὸν Ὑψήνορα, ὃν ἀνεῖλε δηλαδὴ ὁ Δηΐφοβος. τῆς δ' αὐτῆς ἰδέας ἐστὶ καὶ ὁ μετὰ ταῦτα κατά τινα μέθοδον ἀμοιβαίαν λόγος τοῦ Ἰδομενέως ἀνελόντος τρεῖς Τρῶας, εἶτα ἐρωτῶντος ἐν εἰρωνείᾳ τὸν Δηΐφοβον, εἰ καλῶς οἱ Ἕλληνες χρῶνται τῇ λογιστικῇ καὶ ὀρθῶς στοχάζονται ἀντάξιον εἶναι τρεῖς ἀντὶ ἑνὸς πεσεῖν.

(v. 445-447) Ἐρεῖ γὰρ ἔκπαγλον ἐπευξάμενος καὶ μακρὸν ἀΰσας "Δηΐφοβε, ἦ ἆρα δή τι ἐΐσκομεν ἄξιον εἶναι τρεῖς ἑνὸς ἀντιπεφάσθαι, ἐπεὶ σύ περ εὔχεαι αὔτως", ἤγουν ἁπλῶς οὕτως ἢ μάτην. ὅπερ καὶ θεραπεία ἐστὶ τοῦ τοιούτου ἐρωτηματικοῦ ἀστεϊσμοῦ. οἱονεὶ γάρ φησιν ὡς οὐκ ἂν Ἰδομενεὺς ἐκερτόμει, εἰ μὴ Δηΐφοβος ἠλαζονεύετο.

(v. 448) Οἷς ἐκεῖ ἐπάγει βαρέως Ἰδομενεὺς καὶ τὸ "δαιμόνιε, ἀλλὰ καὶ αὐτὸς ἐναντίος ἵστασ' ἐμεῖο", οἱονεὶ λέγων ὡς, εἰ μὴ ἄξιον τρεῖς ἑνὸς ἀντιπεφάσθαι, ἐλθὲ καὶ αὐτὸς πεσούμενος τέταρτος. Εὑρήσει δέ τις καὶ ἄλλα τοιαῦτα προϊὼν οὐκ αὐτόχρημα γελοιαστικά, ὁποῖα δ' ἄν τις εἴποι ἀνὴρ πάσχων, ὡς εἰπεῖν, θυμόγελων. Ὅρα δὲ ὡς οἱ πολέμιοι ἐν Τροίᾳ τὰ ἑκατέρων περιειργάζοντο [ἀπό τε συνήθων πευθήνων καὶ] ἀπ' αὐτομόλων καὶ ἀπὸ αἰχμαλώτων, ὡς εἰκός. ἐντεῦθεν γὰρ πάντως καὶ Ἰδομενεὺς τὴν τοῦ Ὀθρυονέως οἶδεν ἀλαζονείαν καὶ τὴν τοῦ Πριάμου ὑπόσχεσιν, καὶ οὐδὲν ἀπεικὸς πεφημίσθαι τὸν Ὀθρυονέα [490] τοῖς Τρωσὶ μὲν ἐπὶ νίκης ἐλπίδι, τοῖς δὲ Ἀχαιοῖς ἐπὶ ἀβελτερίᾳ.

(v. 375 s.) Σημείωσαι δὲ καὶ ὅτι τὰ κατὰ Ὀθρυονέα καὶ Πρίαμον καὶ Κασάνδραν φθάσαντα πρὸ βραχέων πλατύτερον ῥηθῆναι ἀπεστένωσε τεχνικῶς ὁ ποιητὴς ἐπὶ Ἰδομενέως ἐν οὐδὲ ὅλοις δυσὶ στίχοις, εἰπὼν "ὅσσα ὑπέστης Πριάμῳ, ὃ δ' ὑπέσχετο θυγατέρα ἥν". καὶ οὕτω μὲν καὶ ταῦτα.

(v. 374) Τὸ δὲ αἰνίζομαι ὁμοίως παρῆκται τῷ πολεμίζω, προκαλίζω, νεμεσίζω.

(v. 375) Τὸ δὲ "τελευτήσεις" ταὐτόν ἐστι τῷ τελέσεις, ὥσπερ καὶ τὸ ὑπέστης ὅμοιον τῷ ὑπέσχου. ὅθεν διὰ τὴν ἰσοδυναμίαν ἐπήγαγεν "ὑποσχόμενοι τελέσαιμεν", ὡς εἴπερ εἶπεν· ὑποστάντες τελευτήσομεν. προετιμήσατο δὲ τοῦ ὑπέστης τὰ ἐκ τοῦ ὑποσχέσθαι διὰ σαφήνειαν, τρὶς μὲν εἰπὼν τὸ ὑπέσχετο δίχα γε τοῦ ὑποσχόμενοι καὶ ὑποσχεσίῃσιν, ἅπαξ δὲ τὸ ὑπέστης.

(v. 378) Τὸ δὲ "δοῖμεν" γεννητικόν ἐστι τοῦ δοῖεν ἀποβληθέντος τοῦ μ. τοιοῦτον δὲ καὶ τὸ γνοῖεν καὶ εἶεν καὶ τὰ τοιαῦτα. Τὸ δὲ ὀπυίειν οἱ μὲν παλαιοὶ παρὰ τὸ διὰ ὀπῆς ὕειν γίνεσθαί φασιν, ὡς καὶ ἐν ἄλλοις δηλοῦται. Ἔστι δὲ εἰπεῖν καὶ ὅτι παρὰ τὴν ὄπιν, ὃ δηλοῖ τὴν ἐπιστροφήν, γίνεται καὶ τὸ υἱός, ἐπειδὴ ὁ γάμος ὀπίζεται, ὅ ἐστιν ἐπιστρέφεται, τεκνοποιΐας, τῷ τοῦ υἱοῦ ὀνόματι ὡς ἐκ μέρους συνεπινοουμένης καὶ θυγατρός. διὸ οὐδὲ εἶχε μέλλοντα τὸ ὀπυίειν παρὰ τοῖς παλαιοῖς, διὰ τὸ μηδέποτε μετὰ τὴν υι δίφθογγον εὑρίσκεσθαι σύμφωνον.

(v. 379 s.) Τὸ δὲ "σὺν ἡμῖν Ἴλιον ἐκπέρσῃς" ἀστείως ἔχει ὡς οἷον κεφάλαιον ὂν ἐκ τοῦ δυνατοῦ. δοκεῖ γὰρ λέγειν, ὅτι τοῖς μὲν Τρωσὶ μέγα ἔργον ὑπέσχου καὶ οὐ δυνατὸν τὸ μόνος ἐκ Τροίας ἀπῶσαι τοὺς Ἀχαιούς, ἡμεῖς δὲ ῥᾷόν τι ἐθέλομεν, τὸ σὺν ἡμῖν ἐκπορθῆσαι τὴν Ἴλιον.

(v. 381) Τὸ δὲ ["ἕπευ" εἶχε μὲν καὶ ἕπου ῥηθῆναι κοινότερον, προετιμήθη δὲ ἄλλως ὡς ποιητικώτερον. βαρέως δὲ ῥηθὲν ἔχει τι καὶ γλυκύτητος ἀφελοῦς κατὰ τὸ "ἡ χεὶρ τοῦ νεκροῦ ἐπηκολούθησε". νεκρῷ γὰρ ἐνταῦθα ἐπεφωνήθη τὸ "ἀλλ' ἕπευ ὦ Ὀθρυονεῦ", ὡς εἰ καὶ ζῶν ἦν. Τὸ δὲ] "συνώμεθα" ἐστὶ μὲν ποιητικὴ λέξις, δηλοῖ δὲ τὸ συνθώμεθα, μᾶλλον δὲ συμβῶμεν, ἀπὸ τοῦ συνιέναι. καὶ γίνεται ἀπ' αὐτοῦ ἡ συνημοσύνη, ὃ δηλοῖ συνθήκην καὶ συμβίβασιν. Τὸ δὲ "ἀμφὶ γάμῳ", ἤγουν περὶ γάμου, καινότερον ἔχει τὴν ἀμφι πρόθεσιν συντεταγμένην δοτικῇ.

(v. 385 s.) Ὅρα δὲ καὶ ὡς ὀψὲ μὲν φρονεῖ τὸ δέον ὁ ῥηθεὶς Ἄσιος, οὐ μὴν εἰς τὸ παντελές. οὐδὲ γὰρ ἔξω τοῦ [491] τείχους τοὺς ἵππους ἀφίησιν, ἀλλ' αὐτὸς μὲν πεζὸς πρὸ αὐτῶν ἔρχεται, τοὺς δὲ πνέοντας, ὡς ἐρρέθη, κατ' ὤμων εἶχεν ἡνίοχος θεράπων. οὐ γὰρ ἀποστῆναι ἐθέλει τῶν ἵππων πάνυ ἐπτοημένος περὶ αὐτούς. Τὸ δὲ "πνέειν κατ' ὤμων" ταὐτόν ἐστι τῷ καταπνέειν τὰ μετάφρενα, ὅπερ ἀλλαχοῦ ὁ ποιητὴς ἐπὶ ἀνδρῶν τρεχόντων οὕτω φράζει "κὰδ δ' ἄρα κεφαλῆς ἔχεεν ἀϋτμένα", ὃ δηλοῖ τὴν ἐκ τοῦ στόματος πνοήν.

(v. 388) Ἐν δὲ τῷ "λαιμὸν ὑπ' ἀνθερεῶνα" δηλοῦται ὡς μετὰ τὸν ἀνθερεῶνα εὐθὺς ὁ λαιμός. [Ἰστέον δὲ ὅτι λαιμὸς ὁμωνύμως τῷ μέρει τοῦ σώματος λέγεται καὶ τὸ παρὰ τοῖς ὕστερον ἰδιωτικῶς φράσει ζωγραφικῇ λαιμίον λεγόμενον. Λέγεται γὰρ ὅτι κατὰ τὴν ἐν μέσῃ Πελοποννήσῳ Μεγάλην Πόλιν, ἣν καὶ κρομυοφόρον ἡ ἱστορία οἶδε, κατὰ τὸν τοῦ Ἀπόλλωνος θρόνον ἦν ἀπομεμιμημένος διὰ γραφῆς λαιμός, ἔχων γυναικὸς μορφήν. δοκεῖ δὲ ἐκεῖνος ὁ λαιμὸς ἐπίσημος γενέσθαι, εἴπερ ἱστορίας ἠξίωται.]

(v. 389) Τὸ δὲ "ἤριπε" καιρία λέξις ὡς ἐν ποιήσει, διὸ καὶ δισσεύει αὐτήν. Θέμα δὲ αὐτῆς τὸ ἐρείπω. καὶ γίνεται ἐκεῖθεν μὲν τὸ ἐρείπιον, ἐκ ταύτης δὲ τὸ ἐριπῶ ὁμοίως τῷ ἔτυχον τυχῶ, ἔτυπον τυπῶ, ἔστιβον στιβῶ, ἐξ οὗ καὶ ἡ ἀστίβητος, ἔστιχον στιχῶ, ἐξ οὗ τὸ "ἐστιχόωντο". Ἀχερωΐδα δὲ τὴν λεύκην καλεῖ ὡς ἀπὸ τοῦ Ἀχέρων, ὃς ἦν ἐν Ἅιδου ποταμὸς κατὰ τὸν καὶ ἐν Ὀδυσσείᾳ κείμενον μῦθον. Φασὶ γὰρ Ἡρακλέα ἐκεῖ διὰ τὸν Κέρβερον κατελθόντα καὶ ἰδόντα τὸ φυτὸν καὶ τῆς εὐφυίας θαυμάσαντα στεφανώσασθαί τε καὶ ἀναγαγεῖν καὶ ἡλίῳ δεῖξαι. Ὡς ἄκαρπος δὲ ἡ ἀχερωῒς τῷ Ἅιδῃ ἀνάκειται. διὸ καὶ ἰτέαι καὶ αἴγειροι τὸν τῆς Περσεφόνης πληροῦσι λειμῶνα. Ἕτεροι δὲ ἀντὶ τοῦ ἀχερωΐς ἀχελωΐς γράφουσιν, ὡς ἄν τις εἴποι ὑδατοτρεφής, ὡς Ἀχελῴου λεγομένου παντὸς ὕδατος, καθὰ καὶ ἐν τοῖς ἑξῆς που ῥηθήσεται. καὶ νοοῦσιν, ὡς αὐτοὶ βούλονται, ἀχελωΐδα τὴν αἴγειρον ὡς ὕδασι χαίρουσαν, ᾗ καλῶς εἰκάζεται ὁ καθ' Ὅμηρον μέγας Ἄσιος.

(v. 390) Βλωθρὴ δὲ πίτυς, ὥς φασιν οἱ παλαιοί, κατὰ Τυρρηνοὺς [492] μὲν ἡ ηὐξημένη ἢ εὐαυξής, ὑψηλὴ δὲ κατὰ Βοιωτοὺς ἀπὸ τοῦ μολεῖν εἰς αἰθέρα, μολοαιθρή τις οὖσα, καὶ ἐν συγκοπῇ καὶ ἐκβολῇ μὲν τοῦ μῦ, ἀντιβολῇ δὲ συνήθει τοῦ β διὰ τὸ εὔφωνον, βλωθρή. Ἀρκάδες δὲ βλωθρὴν τὴν ἁπαλήν φασι, Μάγνητες τὴν φλοιοβαρῆ, Δρύοπες τὴν τραχεῖαν, Καρύστιοι τὴν σκληράν. παρατετηρημένως δέ, φασίν, Ὅμηρος καὶ οἰκείως ἑκάστοις τὰς κλήσεις ἐπιτιθεὶς λέγει δρῦς ὑψικόμους, ἰτέαν ὠλεσίκαρπον, πίτυν βλωθρήν, μελίης ταναήκεας ὄζους, αἰγείρους ὑδατοτρεφέας, τανύφλοιον κράνειαν.

(v. 391) Τὸ δὲ "νεήκεσιν" οἱ μὲν ἀντὶ τοῦ νεωστὶ ἠκονημένοις, οἱ δὲ τοῖς ἔχουσι νέαν ἀκήν, ὅ ἐστιν ἀκωκὴν καὶ ὀξύτητα. Διό, φασί, καὶ ὤφειλεν ὀξύνεσθαι κανόνι τοιούτῳ. Τὰ εἰς η λήγοντα θηλυκά, ποιοῦντα ἐκ συνθέσεως ἀρσενικὰ εἰς ης ἐπιθετικά, ὀξύνονται, ὅταν ἔχωσιν οὐδετέρου παρασχηματισμὸν καὶ τὴν γενικὴν περατουμένην εἰς ους, οἷον τύχη εὐτυχής. διότι τὸ μὲν οὐδέτερον εἰς ες, ἡ δὲ γενικὴ εἰς ους, πύλη εὐρυπυλής, διότι εὐρυπυλές τὸ οὐδέτερον ἐν Ὀδυσσείᾳ, καὶ ἡ γενικὴ εὐρυπυλοῦς. ἐχρῆν οὖν, φασίν, ὀξύνεσθαι καὶ τὸ νεήκης, ἔχει γὰρ θηλυκόν τε τὴν ἀκὴν προϋπάρχον καὶ οὐδέτερον εἰς ες καὶ γενικὴν εἰς ους. ἀλλ' ἡ παράδοσις βαρύνει αὐτὸ κατὰ συνεκδρομὴν τοῦ εὐμήκης καὶ μεγακήτης καὶ τῶν τοιούτων. Βαρύνεται δὲ ὁμοίως καὶ ξυρήκης ὁ ξυρήσιμος καὶ κουριῶν, ὥς φησιν Αἴλιος Διονύσιος. Τὸ δὲ νήϊον διὰ πολυπειρίαν ἔγκειται τῇ παραβολῇ, ὡς ἂν εἴη γνωστὸν τὴν πίτυν εἶναι καὶ ναυσὶ χρήσιμον. εἰ δ' ἴσως καθάπερ ἐπὶ δρυός, οὕτω καὶ ἐπὶ ἀχερωΐδος χρὴ νοῆσαι τὸ νήϊον εἶναι, εἴη ἂν τοῦτο καλὸν εἰς ναυτιλίας ψόγον διὰ τὸ κακοσύμβολον, οἷα τῆς νηὸς ἀχερωΐδι συγκροτουμένης τῇ παρωνυμουμένῃ τῷ Ἀχέροντι. Ἀναγκαίως δὲ πρὸ τοῦ νήϊον κείσεται ὑποδιαστολή, ἵνα μή τις οἴηται τοῦ νυ ᾠκειωμένου τῇ ὄπισθεν συλλαβῇ λείπεσθαι μετ' αὐτὴν τὸ ἤϊον εἶναι, ὅ ἐστι βρῶμα ἢ ἄχυρον.

(v. 392 s.) Ὅτι Ἄσιος ὑπὸ Ἰδομενέως βληθεὶς καὶ πεσών, ὡς ἐρρέθη, "πρόσθ' ἵππων καὶ δίφρου κεῖτο τανυσθείς", κατὰ δρῦν μακρὰν δηλαδὴ ἢ πίτυν, τὰς ἐν τῇ ῥηθείσῃ παραβολῇ, "βεβρυχώς", ὡσεὶ καὶ λέων ἴσως ἢ καὶ κατά τινα τραχεῖαν ἐρυγὴν ταύρου ἐρυγμήλου, [493] "κόνιος δεδραγμένος αἱματοέσσης", ἤτοι ἀπρὶξ ἐχόμενος τῆς γῆς, χερσὶν ἢ ὀδοῦσι. Καὶ ἔστι, φασί, τοῦτο ἐναργὲς εἴδωλον ἥρωος ἐν αὐτῷ τῷ θυμῷ τὴν ψυχὴν ἀφιέντος καὶ διὰ τοῦτο βρυχωμένου, ὡς εἴρηται, καὶ ἐν τῷ σφαδάζειν δραττομένου γῆς πεφυρμένης τῷ αὐτοῦ αἵματι. καὶ οὐδὲν αὐτὸν οἱ ἵπποι ὤνησαν, οἳ καταπνέοντες τῶν ὤμων εἵποντο. καὶ ἴσως ἐμπαίζων ὁ ποιητὴς εἶπε τὸ "πρόσθεν ἵππων καὶ δίφρου ἔκειτο". ἐχρῆν γὰρ μὴ ἵππους ἀλλ' αἰχμητὰς ἄνδρας ἔχειν ἐφεπομένους, οἳ καὶ ἀμφιβάντες περιεσώσαντο ἂν αὐτὸν κινδυνεύοντα. [(v. 393) Ὅτι δὲ βεβρυχέναι λέγεται κατὰ ὀνοματοποιΐαν καὶ ἐπὶ ὕδατος ἀντὶ τοῦ βλύζειν ἢ βρύειν κατὰ τὸ "ἀναβέβρυχεν ὕδωρ", ἐκ πηγῆς δηλαδή, φανεῖται ἀλλαχοῦ.] Καλεῖ δὲ καὶ τὸν δίφρον τοῦ Ἀσίου προϊὼν εὐεργέα περιέργως. αὐτός τε γάρ, φασί, μέγας καὶ οἱ ἵπποι αὐτῷ καλοὶ καὶ ὁ δίφρος εὐεργής.

(v. 394) Ὅτι καὶ ὁ τοῦ Ἀσίου ἡνίοχος ἀλαζὼν ἔοικέ τις καὶ ἀνόητος εἶναι, ἀκαταμάχητον τὸν δεσπότην οἰόμενος. διὸ πεσόντα ἰδὼν ἔπαθε τὰς φρένας. Φησὶ γὰρ "ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας, ἃς πάρος εἶχεν".

(v. 395-401) Ὅπερ ἐφερμηνεύων ἐπάγει· οὐδ' ἐτόλησε δηΐων χεῖρας ἀλύξας ἵππους στρέψαι, οἷα δὴ ἐκπληγεὶς φρένας, ἀλλ' Ἀντίλοχος "δουρὶ μέσον περόνησε τυχών. οὐδ' ἤρκεσε θώρηξ χάλκεος" καὶ ἑξῆς, ὡς ἐπὶ Ὀθρυονέως εἶπε ταὐτολογικῶς, καὶ τοὺς ἵππους ἐξήλασε Τρώων εἰς Ἀχαιούς. Σημείωσαι δὲ ὅτι τὸ "ἐξεπλήγη φρένας" καὶ τὸ "οὐδ' ἐτόλμησεν ἵππους στρέψαι" οὐδὲν ἄλλο ἐστὶν ἢ θελχθῆναι τὸν ἡνίοχον, ὃ δὴ λέγειν εἴωθεν ἐπὶ τῶν τοιούτων ὁ ποιητής, ὡς καὶ μετ' ὀλίγα δηλωθήσεται. Ὁ δὲ τοιαῦτα πάσχων καὶ βλαβῆναι φρένας λεχθείη ἂν καὶ ἐκπλαγεὶς στῆναι, ὡς τὸ "τὸν δ' ἄτη φρένας εἷλε, στῆ δὲ ταφών", ὅπερ που ἐρεῖ ἐπὶ Πατρόκλου.

(v. 394) Ἰστέον δὲ ὅτι τε τὸ ἐκπλήγη ποιητικῶς πέφρασται. τὸ γὰρ κοινὸν ἐξεπλάγη λέγεται παρὰ τοῖς μεθ' Ὅμηρον, καὶ ὅτι ἔκ τινος τοιαύτης ἐννοίας παρῆχθαι δοκεῖ καὶ τὸ "ἐκπαγλότατ' ἀνδρῶν", ἵνα δηλοῖ τὸν ἐκπληγέντα τὰς φρένας, καὶ ὅτι φρένας οὐ τὸ σωματικὸν λέγει μέρος, ἀλλὰ τὸ ἐκεῖθεν ἐνέργημα. φρένας μὲν γὰρ τὸ μόριον ἔχει ὁ ἡνίοχος, οὐ φρονεῖ δὲ ὡς πάρος.

(v. 395 s.) Καὶ ὅτι τὸ οὐκ ἐτόλμησε δηΐων χεῖρας ἀλύξας ἵππους στρέψαι, ἀνέστραπται ὁμοίως τῷ "ὃ δὲ χασάμενος πελεμίχθη". ὡς γὰρ ἐκεῖ ὀρθὸν τὸ "πελεμιχθεὶς χάσατο", οὕτω καὶ ἐνταῦθα εἰπεῖν χρή, ὡς οὐκ ἐτόλμησεν ἵππους στρέψας ὑπαλύξαι τοὺς ἐχθρούς.

(v. 397) Τὸ δὲ "μέσον περόνησεν" ἐκ μικροπρεποῦς πράγματος μέγα τι δηλοῖ. ἀπὸ γὰρ τῆς κατὰ περόνην διελάσεως ἡ κατὰ τὸ δόρυ ἐνταῦθα τέτραπται.

(v. 404 s.) Ὅτι ἐνταῦθα μὲν Ἰδομενεὺς ἠλεύατο βολὴν δόρατος κρυβεὶς ὑπὸ τὴν ἀσπίδα [494] καὶ ὑπ' αὐτῇ συστραφείς. Φησὶ γάρ, ὅτι τε κρύφθη ὑπ' ἀσπίδι πάντοσε ἴσῃ καὶ ὅτι ὑπ' αὐτῇ πᾶς, ἤτοι ὅλος, ἐάλη, ὅ ἐστι συνειλήθη, συνεστράφη.

(v. 408-410) Τὸ δ' "ὑπέρπτατο χάλκεον ἔγχος, καρφαλέον δέ οἱ ἀσπὶς ἐπιθρέξαντος ἄϋσεν ἔγχεος" καὶ μιμεῖται, φασί, διὰ τοῦ "ἄϋσεν" ἐλαφρὸν μὲν ψόφον ἀσπίδος, ἐπὶ πολὺ δὲ παραταθέντα. Καὶ οὕτω μὲν Ἰδομενεὺς ἐκκλίνει τὴν βολήν, ἕτερος δέ που κατακύπτει, τὸ δ' ἐξόπισθεν δόρυ μακρὸν ἐνσκήπτει τῇ γῇ. Ἕκτωρ δέ που ἀλεύατο, "ἕζετο γὰρ προϊδών". ἄλλος δέ τις "ὕπαιθα λιάσθη καὶ ἀλεύατο κῆρα λικριφὶς ἀΐξας". οὕτω πόριμος καὶ ἐν τούτοις ὁ ποιητής. ἀλλαχοῦ μέντοι ἁπλῶς οὕτω φησὶν "ἄντα ἰδὼν ἀλεύατο", μὴ προσθεὶς καὶ τὸν τρόπον τῆς ἀποφυγῆς. [(v. 405) Τὸ δὲ "ὑπ' ἀσπίδι" Ἀττικὸν καὶ αὐτό, τὸ μέντοι κοινὸν ὑπ' ἀσπίδα.]

(v. 408) Τὸ δὲ "ἐάλη" ποιητικὴ καὶ τοῦτο λέξις, ἀσυντελὴς τοῖς γράφουσι καταλογάδην, γίνεται ἀπὸ τοῦ εἷλον, οὗ παθητικὸς ἀόριστος Ἰωνικὸς ἄλην, καὶ ἐξ αὐτοῦ πλεονασμῷ τοῦ ε τὸ ἐάλη. ἢ κοινῶς, ἤλην ἤλης ἤλη, καὶ διαλύσει ἐάλη ὡς ἐάγη, ὃ συγγενές ἐστι τῷ ἐκρύφθη οἷα συντελοῦν εἰς κρύψιν.

(v. 409) Τὸ δὲ "καρφαλέον ἄϋσεν", ἤγουν ξηρόν, ὅπερ προϊὼν σαφέστερον φράζει ἐπὶ θώρακος εἰπών, ὅτι αὖον ἄϋσεν, ἐναργεστάτην ὀνομασίαν φασὶν οἱ παλαιοί, ὡς τοῦ δόρατος πληγὴν μὲν οὐ ποιήσαντος, ἐπιπολῆς δὲ δραμόντος καὶ ξηρόν τι ψοφήσαντος. Ἐν τούτοις δὲ τὴν ἀσπίδα τοῦ Ἰδομενέως δινωτήν τε λέγει καὶ κανονωτήν.

(v. 406 s.) Φησὶ γὰρ "ἣν ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷ δινωτὴν φορέεσκε, δύο κανόνεσσ' ἀραρυῖαν". Οὐ γὰρ ἐχίαζον, [495] φασίν, αὐτὴν ὀχάνοις, ὡς νῦν γίνεται, ἀλλ' ἦσαν ἀντὶ πόρπακος οἱ κανόνες, οὓς χρυσοῦς εἶχεν ἡ τοῦ Νέστορος ἀσπίς. Καὶ ἄλλως δὲ κατὰ τοὺς παλαιούς, ἐπεὶ οὐ πόρπακας εἶχον αἱ ἀσπίδες, ἀλλὰ τελαμώνων ἤρτηντο, διὰ τοῦτο πρὸς τὸ κατευθύνειν αὐτὰς ἐχρῶντο δυσὶ κανόσι. Τινὲς δὲ τοὺς κανόνας ῥάβδους ἡρμήνευσαν καὶ ῥαφάς.

(v. 405) Ὅρα δὲ τὸ κρύφθη, φιλητὸν ὂν τῇ ποιήσει μᾶλλον ἤπερ τὸ κρύβη. οὕτω δὲ καὶ τὸ βλαφθείς καὶ στρεφθείς καὶ θρεφθείς προτιμότερα τοῖς ποιηταῖς τοῦ βλαβείς καὶ στραφείς καὶ τραφείς εἶναι δηλοῦνται ἀλλαχοῦ διά τε μέτρου χρῆσιν καὶ ὅτι κάλλιον παρ' αὐτοῖς ἡ καίριος τραχυφωνία τῆς ἁπλῶς ἐν προφορᾷ λόγου λειότητος.

(v. 407) Δινωτὴ δὲ ἡ πάντοσε ἴση, τουτέστι περιφερής, ὡς εἴπερ ἦν τορευτή. Δῖνος γὰρ ὁ τόρνος, [ἐξ οὗ καὶ τὸ δινῶ δινήσω ἐν πρώτῃ συζυγίᾳ τῶν περισπωμένων, καὶ ἐν τρίτῃ τὸ δινῶ δινώσω, καθὰ καὶ ἀλλαχοῦ δηλοῦται.]

(v. 408) Τὸ δὲ "ὑπέρπτατο" σφοδρὰν δηλοῖ δόρατος ἄφεσιν, καθ' ἣν ὑπερπετασθῆναι τῆς ἀσπίδος λέγεται ὡς εἰ καὶ πτερόεν βέλος ἦν. [Φανερὸν δ' ὅτι καὶ πτάσθαι λέγεται κατὰ χρόνον μέσου ἀορίστου πρώτου, ἐξ οὗ τὸ ἔπτατο, καὶ πτέσθαι δὲ ὡς τυπέσθαι, οὗ προϋπόκειται τὸ ἐπτόμην καὶ ἀνεπτόμην.]

(v. 409) Ὅτι δὲ τοῦ τρέχω ἐνεστῶτος ὁ μέλλων θρέξω ἐστί, καὶ ὡς πολλαχοῦ ἡ τούτου χρῆσις, ἔκδηλόν ἐστιν.

(v. 410) Ὅτι ἐπιτυχίαν βολῆς δηλοῖ τὸ "οὐδ' ἅλιον ἔγχος βαρείης χειρὸς ἀφῆκεν, ἀλλ' ἔβαλε" τὸν δεῖνα.

(v. 414-416) Ὅτι ἐν τῷ "οὐ μὰν ἄτιτος κεῖται Ἄσιος" καὶ ἑξῆς ἕως τοῦ "ἐπεί ῥά οἱ ὤπασα πομπόν", ἤγουν συνοδοιπόρον, ὡς προγέγραπται ‑ Δηΐφοβος δὲ σαρκαστικῶς τοῦτο ἔφη βαλὼν Ὑψήνορά τινα ἑταῖρον [496] Ἀντιλόχου ‑ κρατερὸς μὲν ὁ Ἅιδης ἐρρέθη διὰ τὸ βίαιον, πυλάρτης δὲ διὰ τὸ δυσεξίτητον, [ἔτι δὲ καὶ διὰ τὸ δυσόρατον, ὅθεν καὶ Ἀΐδης, ὃν οὐκ ἔστιν ἰδεῖν. τοιοῦτον γὰρ αἱ ἀραρυῖαι πύλαι, οὔτε ἔσωθεν φυκταὶ οὔτε ἔξωθεν ὁραταὶ τά γε ἐντός.] Ἡ δὲ ἁπλότης τοῦ πυλάρτου ἦν ἐν τῷ "πύλας στιβαρῶς ἀραρυίας".

(v. 413) Ὅτι δὲ τοῖς ἥρωσιν ἔθος ἦν ἐν τοῖς κατὰ πόλεμον δεινοῖς βαρέως σαρκάζειν, πρὸ ὀλίγων καὶ αὐτὸ εἴρηται. Ἐν τούτοις δὲ καὶ ταὐτολογεῖ ὁ ποιητὴς εἰπὼν ἐπί τε Δηϊφόβου ἐπί τε Ἰδομενέως τὸ "ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας".

(v. 419 s.) Ὅτι πολλάκις ἡ λύπη ἐμποδὼν καὶ εἰς τὰ πρὸ ἔργου γίνεται, καθὰ δηλοῖ ὁ ποιητὴς καὶ ἐν τῷ "ἀλλ' οὐδ' ἀχνύμενός περ ἑοῦ ἀμέλησεν ἑταίρου", ὁ Ἀντίλοχος δηλαδή, "ἀλλὰ θέων περίβη". οὗ διασαφητικὸν εὐθὺς ἐπενεχθὲν τὸ "καί οἱ σάκος ἀμφεκάλυψεν", ἵνα ᾖ καὶ νῦν περιβῆναι τὸ στῆναι περί τινα πεσόντα ἐπὶ σκέπῃ αὐτοῦ. Ἰστέον δὲ ὅτι οὐ μόνον τὸ πολεμικὸν σκεῦος, ἀλλὰ καὶ ὁ κοινὸς λεγόμενος σάκκος δι' ἑνὸς κάππα προεφέρετο παρ' Ἀθηναίοις, καθά φησιν Αἴλιος Διονύσιος. ὅθεν καὶ σακεύειν, φησί, τὸ ὑλίζειν, ὡς Ἡρόδοτος, χρήμαθ' ὑποσακιζόμενοι, καὶ ὑποσακίζειν τῆς ὁδοῦ τὸ προκόπτειν καὶ ὑφαιρεῖσθαι. τοῦτο δὲ ἴσως καὶ ἀπὸ τοῦ κατὰ μικρὸν ἐκκενουμένου σάκου.

(v. 421-423) Ὅτι νεκροφορίαν φράζει τὸ "τὸν μὲν ἔπειτα ὑποδύντε δύο ἐρίηρες ἑταῖροι φερέτην βαρέα στενάχοντε". [Κυριολεκτεῖται δὲ καὶ ἐνταῦθα ὡς μάλιστα τὸ φέρειν ἐπὶ νεκροῦ λεχθέν, οὗ καὶ ἡ κλίνη φέρτρον, ἀλλοῖόν τι οὖσα παρὰ τὸ φορεῖον. Κεῖται δ' ἐν τούτοις καί τις Ἐχίος καὶ ἕτερος Ἀλάστωρ, Ἑλληνικὰ κύρια ὀνόματα.]

(v. 424-426) Ὅτι πάνυ πολλὴν προθυμίαν καὶ ὁρμὴν ἐν μάχῃ δηλοῖ τὸ "Ἰδομενεὺς δ' οὐ λῆγε μένος μέγα, ἵετο δ' αἰεὶ ἠέ τινα ἐρεβεννῇ νυκτὶ καλύψαι ἢ αὐτὸς δουπῆσαι, ἀμύνων" τοῖς ἑαυτοῦ. Καὶ ὅρα ὅτι τὸ κτεῖναι νυκτὶ καλύψαι φησίν, ὅπερ ἀλλαχοῦ εἶπεν Ἄϊδι προΐαψεν, ὡς ταὐτὸν ὂν μεταφορικῶς νύκτα τε καὶ Ἅιδην εἰπεῖν. Ἰστέον δὲ ὡς τὸ [μὲν "καί οἱ σάκος ἀμφεκάλυψε" σκέπην [497] δηλοῖ, τὸ δὲ "νυκτὶ καλύψαι" θανατηρὰν σημαίνει ἐπίκρυψιν. οὐ μὴν καὶ τὸ "ἠέρι καλύψαι", τοιοῦτόν ἐστιν, ἀλλὰ δήλωσιν ἔχει τοῦ πρὸς ὥραν ἀόρατον γενέσθαι τινά.

(v. 424) Τὸ δὲ] "ἔληγε μένος" οἱ μεθ' Ὅμηρον ἔληγε μένους ἐροῦσιν ἄν, τοιαύτῃ συντάξει χαίροντες. [Ἔστι δὲ τὸ μὲν "ἔληγε μένος" ἀντὶ τοῦ ἔπαυσε, τὸ δὲ "ἔληγε μένους" ἀντὶ τοῦ ἐπαύσατο".]

(v. 426) Τὸ δὲ δουπῆσαι παρακολούθημα τοῦ ἐν μάχῃ θανεῖν. ἐντεῦθεν δὲ ἡ κοινὴ γλῶσσα ἐπὶ ζῴων εἴληφε τὸ ψοφεῖν, οἷς ὅμοιον καὶ τὸ "δεδουπότος Οἰδιπόδαο". [Ὕπεστι δέ τι καὶ σεμνότητος ἐν τοῖς τοιούτοις τῇ λέξει τοῦ δουπεῖν. ἐμφαίνει γὰρ σωμάτων μέγεθος. τῶν γὰρ τοιούτων ἐστὶ τὸ ἀποτελεῖν δοῦπον, ὅτε καταρριφῶσι. δῆλον δὲ ὡς ὁ ἁπλῶς δοῦπος ἐπιταθεὶς τὸν ἐρίγδουπον σεμνότερον συντίθησιν.]

(v. 427-433) Ὅτι ὁ τοῦ Αἰσυήτου υἱὸς ἥρως Ἀλκάθοος γαμβρὸς ἦν Ἀγχίσαο ἐπὶ πρεσβυτάτῃ θυγατρὶ τῇ Ἱπποδαμείᾳ, "ἣν περὶ κῆρι φίλησεν", [ἤγουν περισσῶς ἐφίλησεν, οὐ χείλεσιν ἀλλὰ ψυχῇ,] "πατὴρ καὶ πότνια μήτηρ", ἡ κατὰ τοὺς παλαιοὺς Ἐριῶπις, "ἐν μεγάρῳ· πᾶσαν γὰρ ὁμηλικίην", ἤγουν κατὰ πάσας τὰς ὁμήλικας, "ἐκέκαστο κάλλεϊ καὶ ἔργοισιν ἰδὲ φρεσί. τοὔνεκα καί μιν γῆμεν ἀνὴρ ὤριστος ἐνὶ Τροίῃ εὐρείῃ". Καὶ ὅρα ὅτι παιδεύει ὁ ποιητής, ὡς καὶ γονεῦσι πρὸς παῖδας πλείων ἡ εὔνοια δι' ἀρετὴν ἤπερ διὰ φύσιν. καὶ Ἱπποδάμειαν γὰρ οἱ αὐτῆς διὰ τὰς ἀρετὰς φιλοῦσιν. Ὅρα δὲ καὶ ὡς ἐν οὐδὲ ὅλῳ ἑνὶ στίχῳ πᾶσαν ἐξέθετο γυναικὸς ἀρετήν, εἰπὼν κάλλει καὶ ἔργοις καὶ φρεσί, συντόμως φράσας ἤπερ ἐν τῇ α΄ ῥαψῳδίᾳ, ἐπειδὴ ὅπερ εἶπεν ἐκεῖ δέμας καὶ φυήν, ἐνταῦθα κάλλος ἔφη, συνελὼν ἐκεῖνα τὰ δύο ἐν λέξει μιᾷ.

(v. 433) Σημείωσαι δὲ καὶ ὅτι ἐνταῦθα μετὰ τὸ "ὤριστος ἐνὶ Τροίῃ εὐρείῃ" ὑποτάσσουσί τινες προσγράφοντες στίχους τούτους "πρὶν Ἀντηνορίδας τραφέμεν καὶ Πανθόου υἷας, Πριαμίδας θ' οἳ Τρωσὶ μετέπρεπον ἱπποδάμοισιν, ἕως ἔθ' ἥβην εἶχεν, ὄφελλε δὲ κούριον ἄνθος", ἵνα ᾖ ὁ Ἀλκάθοος ἄριστος πρὶν γενέσθαι τοὺς ῥηθέντας. Ὅτι δὲ, καθὰ προεσημειώθη, ἐν πολλοῖς ἔπη Ὁμηρικὰ ἐκ τῶν ἀντιγράφων λείπουσι, πολλοὶ τῶν παλαιῶν καὶ λέγουσι καὶ ἀποδεικνύουσιν.

(v. 435) Ὅτι τὸ θέλγειν πανταχοῦ παρὰ τῷ ποιητῇ, [ὡς καὶ προερρέθη,] ἐκτροπήν τινα δηλοῖ καὶ μετάθεσιν τοῦ κατὰ φύσιν διὰ φόβον ἢ λύπην ἢ ἡδονὴν ἢ ἕτερόν τι πάθος ὑπερβάλλον, καὶ ὃς ἂν ἐνεὸς μείνῃ παθών τι τοιοῦτον, ὁ [498] τοιοῦτος θέλγεσθαι λέγεται, καὶ ἐκ τοῦ τοιούτου θέλγειν καὶ Τελχῖνας, ὡς καὶ ἐν Ὀδυσσείᾳ ἐρρέθη, πλάττουσιν οἱ μῦθοι δαίμονάς τινας κακοποιοὺς καὶ οὐκ ἐπὶ καλῷ θέλγοντας. ὅθεν καὶ νῦν εἰπὼν Ὅμηρος, ὡς ἐδάμασεν ὑπὸ τῷ Ἰδομενεῖ τὸν Ἀλκάθοον Ποσειδῶν, "θέλξας ὄσσε φαεινώ", ἐφερμηνεύει λέγων "πέδησε δὲ φαίδιμα γυῖα".

(v. 436-439) Τοῦτο δὲ ἀναπτύσσων εἰς πλείω σαφήνειαν ἐπιφέρει "οὔτε γὰρ ἐξοπίσω φυγέειν δύνατο οὔτ' ἀλέασθαι", [τῇ εἰς πλαγιόν τι δηλαδὴ ἐκκλίσει] "ἀλλ' ὥς τε στήλην ἢ δένδρεον ὑψιπέτηλον ἀτρέμας ἑσταότα στῆθος μέσον οὔτασε δουρὶ ἥρως Ἰδομενεύς". Καὶ ἔστι τὸ τοιοῦτον θέλγειν ἤ, ὥς που ἐγράφη, ἀντὶ τοῦ ἀπάγειν τινὰ οὗ ἐθέλει, ἢ τὸ εἰς ὃ θέλει ὁ ἐχθρὸς ἄγειν. τὸ δὲ ἦν ἐνταῦθα τὸ μεταβαλεῖν τῆς ὀξυωπίας καὶ στήσειν ἀκίνητον ὡς τρόπον τινὰ τῆς ψυχῆς νεκρῷ, φασίν, ἐνοικούσης τῷ σώματι. λέγει δὲ καὶ ἀλλαχοῦ "οὐδέ μ' ἔθελξε", καὶ Κίρκη δὲ πρὸς Ὀδυσσέα φησὶ "ὡς οὔ τι πιὼν τάδε φάρμακ' ἐθέλχθης", ἤτοι τοῦ κατὰ φύσιν μετέστης. δοκεῖ δὲ καὶ πρὸ ὀλίγου ὁ τοῦ Ἀσίου ἡνίοχος, ὅπου ἐξεπλήγη φρένας, τοιοῦτόν τι παθεῖν, ὡς καὶ προερρέθη, ἐκ πολλῆς δειλίας καὶ ἐκπλήξεως, εἰ καὶ Ὅμηρος τὴν τοῦ θέλγειν λέξιν ἐκεῖ οὐκ ἐξεφώνησε.

(v. 437) Σημείωσαι δὲ ὅτι ἐπὶ μὲν τοῦ Ἀσίου καὶ ὡρισμένως εἶπε δρῦν καὶ ἀχερωΐδα καὶ πίτυν, αἷς ὅμοιος ὁ Ἄσιος ἔπεσεν, ἐνταῦθα δ' ἐπὶ Ἀλκαθόου ἠρκέσθη δένδρον εἰπὼν ὑψιπέτηλον, πλὴν οὐ κείμενον ἀλλὰ ἑστώς, προσθέμενος καὶ στήλην, καὶ στίχῳ ἑνὶ δύο ἐμπεριγράψας παραβολάς, ὧν ἡ ἐκ τῆς στήλης προσφυεστέρα τῷ ὑποκειμένῳ προσώπῳ τε καὶ πράγματι. [Ἐν δὲ τῷ "ὑψιπέτηλον" καὶ πρὸ αὐτοῦ ἐν τῷ "πέτηλον" σημειῶδες ὅτι τὸ μὲν ἐκ τοῦ πέτω γινόμενον πέτηλον διὰ τοῦ ἦτα γράφεται, τὸ δὲ ἐκ τοῦ συγκεκομμένου πτῶ παράγωγον πτίλον τὴν διὰ τοῦ ἰῶτα γραφὴν ἀπηνέγκατο. Ὅτι δὲ τὰ πέτηλα φυλάττει τὴν κλῆσιν ταύτην εἰς ἔτι παρά τισι, δηλοῦσι τὰ παρὰ τοῖς Λυκίοις πετήλια.]

(v. 436) Ὅρα δ' ἐν τοῖς ῥηθεῖσι καὶ τὸ "ἐξοπίσω", περιττὴν ἔχον τὴν πρόθεσιν, καὶ τὸ "ἀτρέμας", φανερῶς ὂν ἐπίρρημα.

(v. 439 s.) Ὅτι τελικὸν αἴτιον θώρακος τὸ κατὰ ὀλέθρου βοηθεῖν, ὡς δῆλον ἐκ τοῦ "ῥῆξε δέ οἱ ἀμφὶ χιτῶνα χάλκεον, ὅς οἱ πρόσθεν ἀπὸ χροὸς ἤρκει ὄλεθρον". [Ἔστι δὲ τὸ πρόσθεν χρονικὸν ἀντὶ τοῦ κατὰ τὸν πρότερόν ποτε χρόνον.]

(v. 441) Ὅτι ὥσπερ πρὸ μικροῦ ἀσπὶς ἄϋσεν ἐπιθρέξαντος ἔγχεος, οὕτω καὶ νῦν ῥαγεὶς χιτὼν χάλκεος αὖον ἄϋσεν, ὥστε καὶ ἐπὶ ἀψύχων λέγεται τὸ ἄϋσεν. Ἰστέον δὲ ὅτι τὸ ῥήσσειν καὶ ἐρείκειν [499] λέγεται. διὸ τὸν ῥαγέντα τοῦτον χιτῶνα ὑποκαταβὰς ἐρείκεσθαι λέγει, εἰπὼν "αὖον ἄϋσεν ἐρεικόμενος περὶ δουρί". Ποιητικὴ δὲ λέξις τὸ ἐρεικόμενος καὶ τὸ αὐτοῦ θέμα τὸ ἐρείκω, ἐξ οὗ φυτόν τε ἐρείκη, ὃ παραφθείροντες οἱ χυδαῖοι ἐρείχην φασί, καὶ ὄσπρια ἐρεικτὰ τὰ σχιστά, ὁποῖον ὁ κύαμος. Παυσανίας δὲ καὶ ἐρεικτὸν πυρὸν λέγει τὸν μὴ εἰς ἄλευρα ἀληλεσμένον, ἀλλ' ὥστε δύο ἐξ ἑνὸς γεγονέναι, ὃν ἄνθρωπος κοινὸς εἴποι ἂν ἁδράλεστον.

(v. 442-444) Ὅτι εἰπὼν Ὅμηρος ὡς στῆθος μέσον οὔτασε, "δόρυ δ' ἐν κραδίῃ ἐπεπήγει, ἥ ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον πελέμιξεν ἔγχεος", ἤγουν τὸ ἕτερον ἄκρον τοῦ δόρατος ἐκράδανε, περὶ οὗ καὶ ἀλλαχοῦ ἐρρέθη, διδάσκει ποῦ τε ἡ καρδία κεῖται καὶ ὅτι ὁρμῶν ὁ σίδηρος ἐπὶ τὰ πρόσω ἀνεκρούσθη τῷ παλμῷ τῆς καρδίας.

(v. 443) Οὐρίαχος δέ, ὡς καὶ προδεδήλωται, τὸ ἀντικείμενον τῇ αἰχμῇ καὶ οἷον οὐρὰ δόρατος, ὃ καὶ στύραξ λέγεται καὶ σαυρωτήρ.

(v. 444) Τὸ δὲ ἐπαγόμενον, τὸ "ἔνθα δ' ἔπειτ' ἀφίει μένος ὄβριμος Ἄρης", οἱ μὲν κἀνταῦθα ἐφερμηνευτικὸν εἶπον εἶναι τοῦ οὐρίαχος, ἵνα δηλοῖ τὸν ἐν τῷ ἑτέρῳ ἄκρῳ τοῦ δόρατος Ἄρην, ἤγουν σίδηρον, ἔνθα τελευτῶν αὐτός, ἤγουν πληρούμενος, ἀφίησιν, ὅ ἐστι παύει, τὸ ἑαυτοῦ μένος. Οἱ δὲ περὶ τῆς αἰχμῆς τοῦτο νοοῦντές φασιν "ἔνθα", τουτέστι περὶ τὴν παλλομένην καρδίαν, ἀφῆκε τὸ μένος ὁ σίδηρος, ἤγουν ἔστη τῆς προσωτέρω ὁρμῆς. ἢ καὶ ἄλλως, ἔνθα ὁ σίδηρος ἐποίησε τὸν τετρωμένον ἀφεῖναι τὸ ψυχικὸν μένος, ἤγουν θανεῖν. Ὅτι ἔκπαγλον ἐπευξάμενος ὁ Ἰδομενεὺς ἐνταῦθα ἐφ' οἷς ἠρίστευσε, καὶ ἐρωτήσας εἴπερ ἄξιον τρεῖς ἑνὸς ἀντιπεφάσθαι, ὡς πρὸ βραχέων εἴρηται, εἶτα καὶ τὸν Δηΐφοβον, ὡς καὶ αὐτὸ προερρέθη, ἀντίον αὐτοῦ στῆναι προκαλεσάμενος, γενεαλογεῖ ἑαυτόν, ἵνα ἔργοις αὐτοῖς ἀνδρεῖος ἀναδειχθεὶς συστήσῃ, ὡς καὶ εὐγενής ἐστιν οὐδὲν ἔλαττον τῶν ἀμφὶ τὸν Πρίαμον.

(v. 448-453) Φησὶ γὰρ "δαιμόνι', ἀλλὰ καὶ αὐτὸς ἐναντίος ἵστασ' ἐμεῖο, ὄφρα ἴδῃ", ἤγουν θεάσῃς, "οἷος Ζηνὸς γόνος ἐνθάδ' ἱκάνω. ὃς πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον", ὅ ἐστι φύλακα, ὡς προδεδήλωται, ταὐτὸν δ' εἰπεῖν βασιλέα. "Μίνως δ' αὖ τέκεθ' υἱὸν ἀμύμονα Δευκαλίωνα, Δευκαλίων δ' ἐμὲ τίκτε, πολέεσσ' ἄνδρεσσιν ἄνακτα, Κρήτῃ ἐν εὐρείῃ".

(v. 453 s.) Εἶτα καὶ ἐκφοβῶν τὸν ἀντίπαλόν φησιν "νῦν δ' ἐνθάδε νῆες ἔνεικαν σοί τε κακὸν καὶ πατρὶ καὶ ἄλλοισι Τρώεσσιν", ὅπερ ἐπὶ μεγάλου παρῳδηθήσεταί ποτε κακοῦ. Καὶ ὅρα ὡς καὶ ἐνταῦθα Ἰδομενεὺς ἁπλοϊκῶς [500] οὕτω ἀντικρὺ τοῦ ἐχθροῦ ἑστὼς τὴν ἑαυτοῦ γενεαλογίαν σεμνολογεῖ, ἐρωτηθεὶς ὑπ' οὐδενός, ὥς που ὁ Γλαῦκος ὑπὸ Διομήδους, ἀλλ' αὐθαιρέτως περιαυτολογῶν οὐ μόνον εἰς ἔκπληξιν τοῦ ἀνθισταμένου, ἀλλὰ καὶ διότι ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ φιλόλαλον ἀφελῶς τὸ ἦθος τοῦ Ἰδομενέως πλάττεται.

(v. 452) Ἰστέον δὲ καὶ ὡς, εἰ Δευκαλίων πατὴρ τῷ Ἰδομενεῖ, ἄρα Δευκαλιωνίδης αὐτός, ὥστε ὅπου Δευκαλίδην εἶπεν αὐτόν, κατὰ συγκοπὴν ἐκ τοῦ Δευκαλιωνίδης τοῦτο ἔφη.

(v. 450) Καὶ ὅτι πρῶτον Μίνωα τεκεῖν λέγεται Ζεὺς οὐχ' ἁπλῶς ἐν ἅπασιν υἱοῖς, ἀλλ' ἐν τῷ κατὰ τὸν Μίνωα φύλῳ τῷ κατὰ βάθος. εἰ γὰρ καὶ πάντων τῶν τοιούτων πατὴρ ὁ Ζεύς, ἀλλὰ κυρίως πρώτου τοῦ Μίνωος, τῶν δὲ ἐφεξῆς ὡς πρόγονος. Ὅρα δὲ καὶ ὡς διχῶς ἔφη "τέκετο υἱόν" παθητικῶς καὶ "Μίνωα τέκεν" ἐνεργητικῶς.

(v. 453) Εὐρεῖα δὲ Κρήτη διὰ τὸ τῆς νήσου εὐμέγεθες οἰκειότερον ἤπερ πρὸ ὀλίγων ἐρρέθη τὸ "ἐνὶ Τροίῃ εὐρείῃ", πλὴν εἰ μὴ ἄρα τοῦτο διὰ χώραν ὅλην ἐλέχθη τὴν κατὰ Τροίαν, οὐ μὴν δι' αὐτὴν μόνην τὴν Τρωϊκὴν πόλιν. πάντως δὲ ὁ χώρας εὐρείας ἄναξ καὶ πολέεσσιν ἄνδρεσσιν ἀνάσσει.

(v. 455-457) Ὅτι Δηϊφόβῳ βουλευσαμένῳ ἤ τινά που Τρώων ἑταρίσσαιτο μεγαθύμων κατὰ Ἰδομενέως ἂψ ἀναχωρήσας ἢ πειρήσαιτο καὶ οἶος, δοάσσατο, ἤγουν ἔδοξε, κέρδιον εἶναι βῆναι ἐπ' Αἰνείαν. κρίνει γὰρ καὶ αὐτὸς καλὸν εἶναι τὸ "σύν τε δύο", ὅπερ ἀλλαχοῦ εἶπεν ὁ ποιητής. Καὶ ὅρα τὸ ἑταρίσαιτο καὶ πειρήσαιτο, ἔτι δὲ καὶ τὸ εἶναι καὶ βῆναι, σχήματα κάλλους ὄντα διὰ τὸ παρισοῦν. Ἔστι δὲ ἑταρίσασθαι νῦν μὲν τὸ εἰς βοηθὸν προσλαβεῖν, ἐπεὶ καὶ ἑταῖρος ἔστιν ὅτε ὁ ὑπουργῶν, ὡς καὶ ἡ Ὀδύσσεια δηλοῖ. οὕτω γὰρ ναύτης ἑταῖρος τῷ διαπλωϊζομένῳ, ἔτι δὲ καὶ ἄνεμος. ἁπλῶς μέντοι ἑταιρίζεσθαι τὸ φιλιοῦσθαι. διχῶς δὲ λέγεται καὶ αὐτό, κατά τε πάθος, ὡς ἐνταῦθα, καὶ κατ' ἐνέργειαν, ὡς ἐν τῷ τέλει τῆς Ἰλιάδος, οἷον "σοὶ γὰρ φίλτατόν ἐστιν ἀνδρὶ ἑταιρίσαι". Τὸ δὲ "δοάσατο" ἀποβολὴν ἔπαθε τοῦ κ ἐκ τοῦ δοκῶ δοκάζω, καθὰ καὶ ῥοδαλὸν ἐρεῖ που ποταμὸν δονακῆα, ἤτοι κραδαλόν, ὅ ἐστιν εὐκράδαντον διὰ τοὺς ἐκεῖ δόνακας. καὶ αὐτόθι γὰρ κατά τινας τὸ κ ἐκλέλοιπε. Τινὲς δὲ δοάσασθαί φασι τὸ μετὰ δοιήν, ὅ ἐστιν ἀμφιβολίαν καὶ ἐνδοιασμόν, κρῖναί τι καὶ τυπῶσαι, ὡς ἂν εἴη δοιάσασθαι, καὶ ἀποβολῇ τοῦ ι δοάσασθαι. [501]

(v. 459-461) Ὅτι τὸν Αἰνείαν Δηΐφοβος ἑταρίσασθαι, ὡς προερρέθη, ἐθελήσας οὐ προμαχοῦντα εὗρεν ἀλλ' ὕστατον ὁμίλου ἑσταότα. διὰ τί δὲ τοῦτο; ἆρα διὰ δειλίαν; οὐχί. ἀλλ' ὡς οὐραγοῦντα; οὒ μὲν οὖν οὐδὲ τοῦτο, ἀλλὰ διὰ λύπην βαθεῖαν. "Αἰεὶ γάρ", φησίν, "Πριάμῳ ἐπεμήνιε δίῳ, οὕνεκ' ἂρ ἐσθλὸν ἐόντα μετ' ἀνδράσιν οὔ τι τίεσκεν". Ὑπωπτεύετο γὰρ ὡς βασιλειῶν. ὑπῆν δέ, φασί, καὶ χρησμός, ἁλούσης τῆς Ἰλίου Αἰνείαν βασιλεῦσαι, καθὰ καὶ ὁ ποιητὴς ἐρεῖ ἐν τοῖς ἑξῆς. Τινὲς δὲ φθόνῳ μὴ τιμᾶσθαί φασι τὸν Αἰνείαν ὑπὸ Πριάμου, ἐπεὶ θεὸς ὣς τίετο δήμῳ. ἄλλοι δὲ μισεῖσθαί φασιν αὐτόν, ὡς τῆς μητρὸς αὐτοῦ Ἀφροδίτης ἐκμηνάσης τὸν Ἀλέξανδρον εἰς τὸν τῆς Ἑλένης ἔρωτα. Ὅρα δὲ ὡς ἀεὶ δακνηρὸν ἦν τὸ ἐσθλόν τινα ὄντα ἐν ἀνδράσι μὴ τιμᾶσθαι. Ἐσθλὸς δὲ Αἰνείας, ὡς καὶ γένους τὰ πρῶτα ἔχων καὶ ἀνδρίᾳ προέχων.

(v. 461) Τὸ δὲ, "ἀεὶ ἐπεμήνιε" παρατεταμένον θυμὸν εἶναι τὴν μῆνιν δηλοῖ διὰ τοῦ αἰεί ἐπιρρήματος.

(v. 465-467) Ὅτι ὁ πρὸ ὀλίγων δηλωθεὶς Ἀλκάθοος ὁ τῷ Ἀγχίσῃ γαμβρὸς δόμοις ἔνι τυτθὸν ἐόντα τὸν Αἰνείαν ἔθρεψεν, ᾧ καὶ ὀφείλων τροφεῖα, εἰπεῖν δὲ καθ' Ὅμηρον θρέπτρα, καὶ κῆδος φυλάσσων, ἔβη ἐπαμῦναι πεφονευμένῳ ὑπὸ Ἰδομενέως. καὶ αὐτὸς μὲν ἐπῆλθεν,

(v. 470) "ἀλλ' οὐκ Ἰδομενέα φόβος λάβε τηλύγετον ὥς", ἤγουν ὡς γέροντα καὶ ἤδη τῆλε γενόμενον, τουτέστι πόρρω ἡλικίας ἥκοντα. μεσαιπόλιον γὰρ φθάσας εἶπεν αὐτόν. Ἕτεροι δὲ τηλύγετον ἐνταῦθα εἶπον τὸν μεμονωμένον, ὡς καὶ προεγράφη. διὸ καὶ προϊὼν ἐρεῖ "καί μοι οἴῳ ἀμύνετε". Εἴληπται δὲ ἡ λέξις μεταληπτικῶς ἐκ τῶν μονογενῶν τέκνων, καὶ ἔστιν ὅμοιον τῷ "Τυδείδης αὐτός περ ἐὼν προμάχοισιν ἐμίχθη". Καὶ ὅρα ὅτι φόβος, φησίν, αὐτὸν οὐκ ἔλαβεν, ἤγουν οὐκ ἐθέλησε φυγεῖν. ἄλλως μέντοι ὅτι δέδιεν ἐκεῖνος αἰνῶς τὸν Αἰνείαν, ὁμολογήσει μετὰ μικρόν. ἴσως δὲ καὶ ἔφυγεν ἄν, εἴπερ εἶχεν, οὐκ εἶχε δὲ ὑπὸ γήρως, ὡς μετ' ὀλίγα δηλώσει Ὅμηρος.

(v. 463 s.) Ἰστέον δὲ ὅτι Ὅμηρος εἰπὼν ἐνταῦθα, ὡς χρὴ "γαμβρῷ ἀμυνέμεναι, εἴ πέρ τί σε κῆδος ἱκάνει", τριχῇ τὸ κῆδος νοεῖν ἀφίησι, λύπην δηλαδὴ τὴν ἐπὶ τῷ γαμβρῷ, καὶ φροντίδα, καὶ οἰκειότητα κηδεστικήν, ὅ ἐστι τὴν κατὰ συμπενθερίαν.

(v. 471-475) Ὅτι ἔμενε τὸν Αἰνείαν Ἰδομενεύς, "ὡς ὅτε τις σῦς οὔρεσιν ἀλκὶ πεποιθώς, ὅς τε μένει κολοσυρτὸν ἐπερχόμενον πολὺν ἀνδρῶν χώρῳ ἐν οἰοπόλῳ, φρίσσει δέ τε νῶτον ὕπερθεν. ὀφθαλμὼ δ' ἄρα οἱ πυρὶ λάμπετον· αὐτὰρ ὀδόντας θήγει, ἀλέξασθαι μεμαὼς κύνας ἠδὲ καὶ ἄνδρας". Καὶ ὅρα ὡς πολλάκις χρησάμενος [502] τῇ ἀπὸ συὸς παραβολῇ ὁ ποιητὴς ἀεὶ εὐπορεῖ ἑτεροτρόπου φράσεως, ποικίλην καὶ αὐτὸς πανδαισίαν τοῖς φιλομαθέσιν ἐξ ἑνὸς ζῴου τούτου δαιτρεύων, καὶ ἐκπλήττων κατὰ τὸν ἱστορούμενον φίλον δειπνοκλήτορα ἐπὶ τοῦ μεγάλου Ἀλεξάνδρου, ὃς ἐκ τοιούτου ζῴου πολλὰ παραθεὶς τῷ βασιλεῖ καρυκεύματα τότε δεξιὸς ἔδοξε. Τῶν δ' ἐνταῦθα λέξεων περὶ μὲν τοῦ ἀλκί καὶ τοῦ φρίσσει προερρέθη.

(v. 472) Κολοσυρτὸς δὲ ὁ μετὰ κολῳοῦ, ὅ ἐστι θορύβου, ἐπισυρμός, ἢ κυρίως, ὡς καὶ προείρηται, ὁ ἐν ὄρει κάλων, ὅ ἐστι ξύλων, ἑλκυσμὸς καὶ ὁ ἐξ αὐτῶν θόρυβος, ἢ κτύπος γινόμενος ἐν τῷ κόλα σύρεσθαι ξύλα, ἤγουν κολοβωθέντα, ὡς εἰκός, τομαῖς καὶ πελεκήμασι. Τινὲς δὲ τὸν μέγαν θόρυβον οὕτω νοοῦσι. κόλον γὰρ παρ' αὐτοῖς τὸ μέγα, ἐξ οὗ καὶ κολόκυμα τὸ μέγα κῦμα, καὶ ὁ μεγάλην δέ, φασίν, ἁφὴν ἔχων κόλαφος καλεῖται, ἀφ' οὗ ῥῆμα κολαφίζειν. Ἰστέον δὲ ὅτι τὸ κόλον οὐ μόνον ἐπὶ μεγάλου τινὸς λαμβάνεται, ἀλλὰ καὶ τὸ κολοβὸν δηλοῖ καὶ μὴ ἔχον ὁλότητα, ὅθεν καὶ κόλος βοῦς, καὶ ἵνα τις εἴπῃ τὸ αὐτὸ συνθέτως, ὁ κολοβός, καὶ κόλον δόρυ ἐν τοῖς ἑξῆς, οὗ ἀποτέτμηται καὶ ἡ αἰχμὴ καὶ ὁ καυλός, καὶ κολόκυμα καθ' ἑτέρους τὸ κωφὸν κῦμα, ὃ ἐκολούσθη ὡς ἀνέμου δίχα κινούμενον, καὶ κολώνη καὶ κολώνεια καὶ κολωνὸς δέ, τὰ λήγοντα μὲν εἰς ὀξύ, μὴ ἀκριβῶς δὲ ἀπωξυμμένα, ἀλλ' ἔχοντά τι καὶ πλάτους ἐν τῇ κορυφῇ.

(v. 473) Οἰοπόλος δὲ χῶρος κἀνταῦθα ὁ ἔρημος, ἐν ᾧ οἶός τις, ὅ ἐστι μόνος, πολεῖ, ἢ ἔνθα οἰῶν πώεα πολοῦσι βοσκόμενα. [Ἔνθα σημείωσαι ὡς, εἰ καὶ τὸ πωλεῖν καὶ πωλεῖσθαι, ὅ ἐστιν ἀναστρέφεσθαι, ὁ ποιητὴς ἐκτείνει, ἀλλὰ τὰ ἐκεῖθεν, οἷον οἰωνοπόλος, ὀνειροπόλος, οἰοπόλος, ἱπποπόλος, οἷον "ἱπποπόλων Θρᾳκῶν", καὶ ὅσα τοιαῦτα, ἐν τῷ ο μικρῷ γράφεται. τὸ μέντοι εὔπωλος γῆ ἑτεροίαν παρὰ τὰ ῥηθέντα ἔχει σύνθεσιν, διὸ οὐδὲ γράφεται κατ' αὐτά.]

(v. 473) Τὸ δὲ "φρίσσει νῶτον ὕπερθεν" οἱ μεθ' Ὅμηρον φρίσσει φασὶ λοφιάν.

(v. 474) Τὸ δὲ "πυρὶ λάμπετον", [ἐξ οὗ σύνθετον ὁ Πυριλαμπής,] [503] ὅμοιον μέν ἐστι τῷ "πῦρ ὀφθαλμοῖσι δεδορκώς", ἤγουν ὡς πῦρ, τολμηρότερον δὲ εἴρηται τοῦ "πυρὶ λαμπετόωντι ἐΐκτην". πυρὶ γὰρ αὐτόχρημα λάμπειν λέγει νῦν τοὺς ὀφθαλμοὺς τοῦ συός. Θήγειν δὲ ὀδόντας ἐν τῷ θυμοῦσθαι ἴδιον μάλιστα συός. Ἔστι δὲ θήγειν ὀδόντας τὸ εἰς θοὸν ἄγειν, ἤγουν εἰς ὀξύ. τὸν δὲ ἐντεῦθεν κτύπον φθάσας κόμπον ἔφη.

(v. 476) Κεῖται δ' ἐνταῦθα καὶ παρήχησις σώφρων ἐν τῷ "ὣς μένεν Ἰδομενεύς", ἢ καὶ ἐτυμολογία, ὡς καὶ τοῦ Ἰδομενέως ἐκ τοῦ μένειν ἐτυμολογουμένου. τί δὲ τὸ μένειν, ἐδήλωσεν ἐπαγαγὼν "οὐδ' ὑπεχώρει".

(v. 471 et 476) Ὅρα δὲ ὡς ἐν τῇ ῥηθείσῃ παραβολῇ καὶ ἀπολύτως ἔφη τὸ ἔμενεν, οἷον "ἀλλ' ἔμενεν ὡς ὅτε σῦς", καὶ συντεταγμένως. ἡ γὰρ ἀπόδοσις "ὣς μένεν Ἰδομενεὺς Αἰνείαν" φησί.

(v. 481-484) Ὅτι Ἰδομενεὺς ἀληθευτικὸς ὢν ὁμολογεῖ δεδιέναι τὸν Αἰνείαν, εἰπὼν "δεῦτε φίλοι, καί μ' οἴῳ", ἤγουν καί μοι τῷ μόνῳ καί, ὡς προρρέθη, τηλυγέτῳ, "ἀμύνατε· δείδια δ' αἰνῶς Αἰνείαν ἐπιόντα πόδας ταχύν, ὅς μοι ἔπεισιν, ὃς μάλα καρτερός ἐστι μάχῃ ἔνι φῶτας ἐναίρειν, καὶ δ' ἔχει ἥβης ἄνθος, ὅ τε κράτος ἐστὶ μέγιστον". Καὶ ὅρα ὡς ἐγκωμιάζει φιλαλήθως τὸν ἐχθρὸν ἥρωα.

(v. 485 s.) Εἶτα δεικνύων, ὅτι διὰ τὴν νεότητα τοῦ Αἰνείου δέδιεν ἐκεῖνον, φησὶ "εἰ γὰρ ὁμηλικίη γε γενοίμεθα τῷδ' ἐνὶ θυμῷ, αἶψά κεν ἠὲ φέροιτο μέγα κράτος ἠὲ φεροίμην", τουτέστι τότε ἂν ἐν ἀμφιβόλῳ πεσεῖται τὰ τῆς νίκης, ὡς νῦν γε οὐκ ἔστιν ἀμφιβαλεῖν, ὅτι κρείσσων ὁ Αἰνείας. [Μέσως δὲ ἔχει τὸ φέροιτο, δύναται γάρ ποτε καὶ φέροι λέγεσθαι, ὡς μυριαχοῦ φαίνεται.]

(v. 478 s.) Φίλοι δὲ καλούμενοι πρὸς τοῦ Αἰνείου εἰς ἄμυναν Ἀσκάλαφος, ὁ τοῦ Ἄρεος, Ἀφαρεύς, οὗ ἡ παραγωγὴ ἐκ τοῦ ἄφαρ, ὅ ἐστιν εὐθέως, ἵνα δηλοῖ τὸν σύντομον ὁμοίως τῷ Ἀφάρεως, ἔτι δὲ Δηϊπυρός, συγκείμενος παρὰ τὸ δήϊον πῦρ, καὶ Μηριόνης καὶ Ἀντίλοχος. οὐ γὰρ ἐξαρκεῖ μόνος ὁ Ἰδομενεὺς ἀντιβῆναι τῷ τηλικούτῳ Ἕκτορι, ὃν οὐχ' ἁπλῶς, ἀλλὰ αἰνῶς δέδιεν, ὅ ἐστι λίαν, ὡς μάλα καρτερόν.

(v. 481 s.) Ἰστέον δὲ ὅτι ἔχει τι παρηχήσεως τὸ "δείδια αἰνῶς Αἰνείαν" κατὰ τὸ αἰνῶς καὶ τὸ Αἰνείαν. Τὸ δὲ "πόδας ταχύν" οὐ μάτην Ἰδομενεὺς παρεσημήνατο, ἀλλὰ διότι αὐτὸς οὐ τοιοῦτος ἦν. ἐρεῖ γὰρ ὑποκαταβαίνων ὁ ποιητὴς οὐκ ἔμπεδα γυῖα ποδῶν αὐτῷ εἶναι καὶ τὰ ἑξῆς. Τὸ δὲ "ὅς μοι ἔπεισι" παρέλκει. ἀρκεῖ γὰρ τὸ "δείδια Αἰνείαν ἐπιόντα". σχεδιασμοῦ δὲ καὶ τοῦτο ἔργον, ἐν ᾧ ἀπαρατήρητος ἡ γραφή. διὸ καὶ τὸ "ὅς" δὶς ἔθετο συναπτῶς [504] "ὅς μοι ἔπεισιν", "ὃς μάλα", ὥσπερ καὶ πρὸ ὀλίγων ἐν τῷ περὶ Ὀθρυονέως λόγῳ τὸ δη ἐπίρρημα ὁμοίως ἐδίσσευσεν, εἰπὼν "περὶ δή σε αἰνίζομαι, εἰ ἐτεὸν δὴ πάντα τελευτήσεις".

(v. 484) Ὅρα δὲ καὶ ὡς ἐπαινεῖ τὴν ἥβην, ἄρτι μὲν γνωμικῶς κράτος αὐτὴν εἰπὼν μέγιστον, ἐν δὲ τοῖς μετὰ ταῦτά που καὶ χαριεστάτην προσειπὼν τὴν τοῦ πρωθήβου. λέγεται δὲ καὶ ἐπὶ κτηνῶν ἡ ἥβη. φησὶ γοῦν Ἡσίοδος "ἥβης μέτρον ἔχοντες", καὶ ἐπὶ φυτῶν δέ. ἡμερίδες γὰρ ἐν Ὀδυσσείᾳ ἡβώωσαι. λέγεται δὲ ἥβη οὐ μόνον ἐπὶ ἡλικίας, ἀλλὰ καὶ τὰ περὶ τὸ αἰδοῖον, καὶ χρόνος ἥβης, ὅτε τὰ ἐκεῖ τριχοῦνται. τὸ δὲ ἥβης ἄνθος ἀφορμή ἐστι τοῦ ἔρνεϊ βρύοντι ἀπεικασθῆναί τινα παρὰ τῷ ποιητῇ.

(v. 485) Ὁμηλικίη δὲ καὶ νῦν ἡ ὁμοία ἡλικία. Τὸ δὲ "τῷδ' ἐνὶ θυμῷ" ἀντὶ τοῦ ἐν ταύτῃ τῇ προθυμίᾳ, ἣν δηλαδὴ ἄρτι ἔχω. Ἰστέον δὲ καὶ ὅτι οὐ μόνον Ἰδομενεὺς πόδας ταχὺν τὸν Αἰνείαν ἔφη, ἀλλὰ καὶ ὁ ποιητὴς ὀλίγον τι πρὸ αὐτοῦ βοῇ θοόν αὐτὸν ὠνόμασεν. [Εἰ μή τι ἄρα βοηθόον ἐκεῖνο συνθέτως τις ὑφὲν ἀναγνῶναι θελήσῃ πρὸς ὁμοιότητα τοῦ "βοηθόον ἅρμα τιταίνων"]

(v. 487 s.) Ὅτι τὸ "οἳ δ' ἄρα πάντες ἕνα φρεσὶ θυμὸν ἔχοντες πλησίοι ἕστασαν" λεχθείη ἂν ἐπὶ ὁμονοίας συμμαχικῆς. εἰ δὲ προστεθείη καὶ τὸ "σάκεα ὤμοισι κλίναντες", ἤγουν ἐγκλίναντες, ἐπιθέντες, πελάσαντες, ἐπὶ τῶν ἐν μάχῃ ὁμοφρονούντων ὁ λόγος ῥηθήσεται. τῆς δὲ τοιαύτης ὁμονοίας πόρρω τὸ ἀμφὶς φρονεῖν, ὅπερ ἀλλαχοῦ ἔφη ὁ ποιητής. ἐκ δὲ τοῦ ἕνα φρεσὶ θυμὸν ἔχειν ἐπενοήθη τοῦ ὁμοθυμαδόν ἡ σύνθεσις. Τὸ δὲ πλησίοι ἀπὸ εὐθείας τῆς ὁ πλησίος κέκλιται.

(v. 489-491) Ὅτι καὶ Αἰνείας εὐλαβούμενος τὸ τῆς τύχης ἐν μάχῃ ἄδηλον προσεταιρίζεται τὸν Δηΐφοβον, τὸν Πάριν καὶ τὸν Ἀγήνορα, "οἵ οἱ ἅμ' ἡγεμόνες Τρώων ἔσαν".

(v. 492 s.) Ὅτι φθάσας εἰκάσαι που κτίλῳ τὸν Ὀδυσσέα κατὰ μόνον τὸ ἡμέρως ὧδε καὶ ἐκεῖ τοῦ στρατοῦ ἰέναι καθ' ἡσυχίαν, ἐνταῦθα παραβολὴν ἑτεροίαν ἀπὸ τοῦ κτίλου πορίζεται εἰπών, ὅτι τοῖς ῥηθεῖσι Τρωϊκοῖς ἡγεμόσι "λαοὶ ἕποντο ὡς εἴ τε μετὰ κτίλον ἕσπετο μῆλα πιόμεν' ἐκ βοτάνης· γάνυται δ' ἄρα τε φρένα ποιμήν". ὃ καὶ μάλιστα χρησιμώτατον τῇ παραβολῇ.

(v. 494 s.) Διό φησιν "ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει, ὡς ἴδε λαῶν ἔθνος ἐπισπόμενον ἑοῖ αὐτῷ". Ἔστι δὲ τὸ λαῶν ἔθνος περίφρασις τοῦ λαός. Τὸ δὲ "πιόμενα ἐκ βοτάνης" ἀντὶ τοῦ μετὰ βόσκησιν. καὶ ἔστι, φασίν, ὅμοιον τῷ "ἐξ ἀρίστου παρέσομαι", ἀντὶ τοῦ μεθὸ ἀριστήσω, καὶ τῷ "ἐκ νυκτῶν ἄνεμοι χαλεποί", ἀντὶ τοῦ μετὰ [505] τὰς νύκτας.

(v. 493) Τὸ δὲ "πιόμενα" ὤφειλε μὲν εἶναι πιούμενα, ἤγουν πιεῖν μέλλοντα, μετὰ καὶ συστολῆς τῆς ἀρχούσης, ἔπαθε δὲ καὶ αὐτὸ χρόνου ἐναλλαγήν, ἀναχθὲν εἰς ἐνεστῶτα, καθὰ καὶ τὸ ἴομεν, ὡς πολλαχοῦ ἐφάνη. καὶ ἄλλα δέ τινα χρονικὴν μετάθεσιν πάσχουσιν, ὁποῖον πολλαχοῦ καὶ τὸ ὤρορεν, ἔνθα τὴν μὲν ἄρχουσαν ἐκτείνει, συστέλλει δὲ τὴν παραλήγουσαν. οὕτω δὲ καὶ τὸ Κρονίωνος κανονικῶς μὲν συστέλλει τὴν προπαραλήγουσαν, ἐκτεῖνον τῇ φυλακῇ τοῦ ω τὴν παραλήγουσαν, κατὰ δὲ χρόνου μετάθεσιν ἔχει καὶ ἀνάπαλιν. τοιοῦτόν τι πάσχει καὶ ἡ Σιδών, παρὰ μὲν τοῖς ὕστερον διὰ βραχέος διχρόνου καὶ μεγάλου ω τὰς πλαγίας ἔχουσα, παρὰ δὲ τῷ ποιητῇ ἀνάπαλιν. [Οὕτω καὶ τὸ ἴφθιμος ἔπαθεν, ἐκ τροχαϊκοῦ μὲν φύσει ἐπιρρήματος γεγονός, ἐναλλάξαν δὲ τὸν χρόνον, καὶ σχὸν τὴν μὲν ἄρχουσαν θέσει μακράν, τὴν δὲ μετ' αὐτὴν αὐτοέκτατον.] Σημείωσαι δὲ ὅτι τὸ "πιόμενα ἐκ βοτάνης" καὶ ἑξῆς, ὡς προβατεὺς εἶπε κατὰ τοὺς παλαιοὺς ὁ ποιητής. πιαίνεται γὰρ ποτῷ τὰ θρέμματα, ὃ χαίρειν τὸν ποιμένα ποιεῖ. διὸ καὶ τὸ πῶϋ δοκεῖ τισιν ἀπὸ τοῦ πῶ παρωνομάσθαι, τὸ πίνω. Δοκεῖ δὲ καὶ μᾶλλον ὑγιαίνειν τὰ ζῷα ποτοῦ ὀρεγόμενα. ὅθεν θέρους οἱ ποιμένες ἅλας αὐτοῖς παραβάλλουσιν, ὥς τινές φασιν, μέδιμνον τοῖς ἑκατόν. Ὅρα δὲ καὶ ὅτι τὸ γάνυται φανερῶς δι' ἑνὸς νυ προφέρεται.

(v. 495) Τὸ δὲ "ἑοῖ" πλεονασμὸν ἔχει τοῦ ε. ταὐτὸν γὰρ εἰπεῖν οἷ αὐτῷ καὶ ἑοῖ αὐτῷ. κατὰ θέσιν μέντοι παράλληλον καὶ οὐκ ἰσοδυνάμως τῇ ἑαυτῷ συνθέτῳ ἀντωνυμίᾳ.

(v. 4968) Ὅτι ἀντιπροσώπου μάχης δηλωτικὸν τὸ "οἳ δ' αὐτοσχεδὸν ὡρμήθησαν μακροῖσι ξυστοῖσιν", [ὡς μὴ πόρρωθεν ἀκοντίσοντες, ἀλλ' ὀρεκταῖς μελίαις ἐκ τοῦ ἄγχιστα μαχησόμενοι,] "περὶ στήθεσσι δὲ χαλκὸς σμερδαλέον κονάβιζεν", ὅ ἐστιν ἤχει, "τιτυσκομένων καθ' ὅμιλον ἀλλήλων".

(v. 499-501) [506] Ἀνδρείων δὲ ἔπαινος τὸ "ἄνδρες ἀρήϊοι, ἔξοχοι ἄλλων, ἀτάλαντοι Ἄρηϊ, ἵεντ' ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ". Περὶ Αἰνείου δὲ καὶ Ἰδομενέως ταῦτα, οἳ δύο ἄνδρες ἀρήϊοι ‑ οὗ περίφρασις τὸ "ἀτάλαντοι Ἄρηϊ, ἔξοχοι ἄλλων", τῶν περὶ αὐτοὺς δηλαδή ‑ ὥρμησαν κατ' ἀλλήλων.

(v. 498) Τὸ δὲ τιτύσκεσθαι ὅτι δηλοῖ μὲν τὸ καταστοχάζεσθαι, φιλεῖται δὲ τῇ ποιήσει μόνῃ, οὐ πρὸ πολλῶν ἐδηλώθη.

(v. 501) Τὸ δὲ "ταμέειν χρόα" συντίθησι τὸν πολλαχοῦ ταμεσίχροα σίδηρον.

(v. 502) Ὅτι τὸ "Αἰνείας ἀκόντισεν Ἰδομενῆος" ἐνδεῶς ἔχει τῆς κατα προθέσεως, ὡς καὶ ἀνωτέρω τὸ "τιτυσκομένων ἀλλήλων". κατ' ἀλλήλων γὰρ καὶ ἐκεῖ τὸ ἐντελές.

(v. 504 s.) Ὅτι βολὴν ἄπρακτον φράζων φησὶν "αἰχμὴ δὲ κραδαινομένη κατὰ γαίης ᾤχετο, ἐπεί ῥ' ἅλιον", ἤγουν ματαίως, "στιβαρῆς ἀπὸ χειρὸς ὄρουσε". τὸ δὲ κραδαίνειν κραδάειν μετ' ὀλίγα φησὶν ἐν τῷ "ὀξὺ δόρυ κραδάων". Ὅτι δὲ κυρίως αἰχμὴ ἡ τοῦ σιδήρου ὀξύτης ἐν δόρατι, δηλοῖ καὶ ὁ Κίλιξ ποιητής, αἰχμὴν ἀγκίστρου εἰπὼν τροπικῶς τὴν τοῦ στόματος ὀξύτητα.

(v. 505) Ὅρα δὲ καὶ ἐν τῷ "ἐπεί ῥ' ἅλιον", ὅτι ἔχων εἰπεῖν "ἐπεὶ ἅλιον", ὅμως ἐφίλησεν ὑπὲρ τὴν λειοφωνίαν τὸν τοῦ ῥα συνδέσμου ῥοῖζον διὰ τὸ τραχύτερον καὶ οὕτω ποιητικώτερον. πάνυ γὰρ χαίρει τῷ τοιούτῳ συνδέσμῳ ἡ Ὁμηρικὴ ποίησις.

(v. 507) Ὅτι ἐν τῷ "ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δ' ἔντερα χαλκὸς ἤφυσε" γύαλον θώρακος τὸ κατ' αὐτὸν κύτος λέγει, καθὰ καὶ τὰ κεκοιλωμένα ἄντρα γύαλα καλοῦνται, ὡς παρὰ Σοφοκλεῖ "ὦ κοίλης πέτρας γύαλον". Καὶ φασί τινες τὴν πολλὴν τοῦ θώρακος καὶ πλατεῖαν κοιλότητα οὕτω καλεῖσθαι πρὸς διαστολὴν τῆς ἐν ταῖς χερσὶ καὶ τῷ τραχήλῳ στενότητος.

(v. 508) Ἀφύσσειν δὲ καὶ νῦν τὸ ἀπαντλεῖν καὶ ἐκκενοῦν, ἐξ οὗ, φασί, καὶ τὸ λαφύσσειν. γίνεται δέ, φασίν, ἢ ἐκ τοῦ ὕω, τὸ βρέχω, οὗ στέρησις τὸ ἀφύσσειν, ἵνα ᾖ ἀφύσσειν κυρίως τὸ ἱστᾶν τὸ ἐπιρρέον, ἢ ἐκ τοῦ φυσᾶν, ἐξ οὗ, φασί, καὶ ἡ φύσις, ὡς οἷον φύσησις, ἵνα εἴη ἀφύσσειν ἀφύσσητον καὶ κενὸν ἐᾶν τὸ ὑποκείμενον, ἐκ μεταφορᾶς τῶν ἀσκῶν, ἢ διὰ τὸ στερεῖν τοῦ κατὰ φύσιν ἔχειν. Ἀστείως δὲ ὁ ποιητὴς τὴν ἐκ κοιλίας χύσιν τῶν ἐντέρων ἐξαντλήσει ἀπείκασεν. οὕτω δὲ καὶ πλοῦτον ἀφύσσειν ἀλλαχοῦ εἶπε τὸ ὡς ἔκ τινος ὑγρὸν κοιλότητος ἐξαντλεῖν. Ὅτι τῷ Ἰδομενεῖ, ὃν ὁ ποιητὴς φθάσας μεσαιπόλιον ἱστόρησεν, οὐκέτι εὖ εἶχε τὰ γυῖα ὡς ἢ δραμεῖν εἰς ἀφεθὲν ἴδιον βέλος ἢ ἐκκλῖναι τὸ ἀλλότριον ἢ καὶ φυγεῖν τροπῆς γενομένης. [507]

(v. 5125) Φησὶν οὖν "οὐ γὰρ ἔτ' ἔμπεδα γυῖα ποδῶν ἦν ὁρμηθέντι, οὔτ' ἂρ ἐπαΐξαι μεθ' ἑὸν βέλος οὔτ' ἀλέασθαι. τῷ ῥα", ἤγουν διὸ δή, "καὶ ἐν σταδίῃ μὲν ἀμύνετο νηλεὲς ἦμαρ, τρέσαι δ' οὐκέτι ῥίμφα πόδες φέρον ἐκ πολέμοιο".

(v. 509-511) Διὸ καὶ ῥίψας τινὰ βολῇ δόρατος "ἐκ μὲν νέκυος δολιχόσκιον ἔγχος ἐσπάσατο, οὐδ' ἂρ ἔτ' ἄλλα δυνήσατο τεύχεα καλὰ ὤμοιϊν ἀφελέσθαι, ἐπείγετο γὰρ βελέεσσιν". Ὃ δὴ ἐπιφωνηματικῶς ἐρρέθη, μακρὰν ἔννοιαν ἐν ὀλιγίστῳ δηλοῦν.

(v. 516 s.) Τοῦ δέ, φησί, "βάδην ἀπιόντος", οὐ γὰρ ποδώκης, ὡς εἴρηται, ἦν, "ἀκόντισε δουρὶ φαεινῷ Δηΐφοβος, δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί". Καὶ ὅρα τὸ αἰεί ἁπλῶς οὕτω νῦν κατὰ τοὺς παλαιοὺς παραρριφὲν ἐπὶ ὀλιγίστου χρόνου κατὰ συνήθειαν Ἀττικήν, ὥσπερ καὶ τὸ πάλαι καὶ τὸ ποτέ παρὰ τοῖς ἀττικίζουσιν οὐκ ἐπὶ μακροῦ χρόνου ἀεὶ τίθενται. Ἕτεροι δὲ ἀκολουθοῦντες τῇ Σιμωνίδου καὶ Ἰβύκου ἱστορίᾳ φασίν, ὡς ἀληθῶς ἀεὶ ἐνεκότει τῷ Ἰδομενεῖ Δηΐφοβος ὡς ἀντεραστῇ. ἤρα γάρ, φασί, καὶ αὐτὸς τῆς Ἑλένης. Σημείωσαι δὲ ὅτι ἐφ' οἷς ἀμβλὺς ὁ Ἰδομενεύς, ὀξὺς ἐπ' αὐτοῖς ὁ ἑταῖρος Μηριόνης, ὃς μετ' ὀλίγα αἰγυπιοῦ δίκην ἐφάλλεται τῷ βληθέντι, ὡς ῥηθήσεται.

(v. 510) Ἰστέον δὲ ὅτι τὸ μὲν "ἔγχος ἐσπάσατο" καὶ ἐνεργητικῶς φασιν οἱ μεθ' Ὅμηρον, ἐξέσπασε γὰρ λέγουσι, τὸ δὲ "δυνήσατο" μονάζει, μὴ ἔχον συστοιχίαν ὁμοίαν.

(v. 511) Τὸ δὲ "ἐπείγετο βελέεσσι" γλυκέως ὡς ἐπὶ ἐμψύχων εἴρηται τῶν βελῶν ἀντὶ τοῦ ἠναγκάζετο ὑπ' αὐτῶν καὶ κατεσπεύδετο φυγεῖν. [ἀλλαχοῦ δὲ σαφέστερον εἶπε τὸ "βιάζετο γὰρ βελέεσσι".]

(v. 512) Τὸ δὲ "γυῖα ποδῶν" ἐντελῶς εἴρηται, ὥστε ὅταν εἴπῃ γυῖα τὰς χεῖρας ἢ τοὺς πόδας, προσυπακουστέον ἐκεῖ τὸ χειρῶν καὶ ποδῶν. [Ἔχει δέ τι ψευδοπαρηχήσεως ἐνταῦθα τὸ ἔμπεδα καὶ τὸ ποδῶν. οὕτω δ' ἑξῆς καὶ τὸ "ἔγχος ἔσχε".]

(v. 514) Τὸ μέντοι "ἐν σταδίῃ", ἀλλ' αὐτὸ ἐλλιπῶς πέφρασται, λείπει γὰρ τὸ μάχῃ, ὡς καὶ προδεδήλωται. Νηλεὲς δὲ ἦμαρ κατ' ἐξοχὴν τὸ θανάσιμον λέγει.

(v. 515) Τρέσαι δὲ τὸ κατὰ δειλίαν φυγεῖν, ταὐτὸν δ' εἰπεῖν, μετὰ δέους τραπῆναι. Τὸ δὲ "οἱ πόδες ἔφερον" συντονίαν καὶ νῦν δρόμου συνήθως δηλοῖ.

(v. 516) Τὸ δὲ "δουρὶ φαεινῷ" παρέλκει ἐν τῷ "ἀκόντισε δουρὶ φαεινῷ". ἤρκει γὰρ καὶ μόνον τὸ ἀκόντισε.

(v. 517) Τὸ δὲ "ἐμμενὲς αἰεί" τὸν κότον συνιστᾷ. κότος γὰρ κυρίως ὁ ἐχόμενός τινι ἐμμενὲς αἰεὶ καὶ οὕτως ἀποκείμενος. Τὸ δὲ τοιοῦτον ἐμμενές καὶ εἰς ἐτυμολογίαν συντελεῖ τῆς ὁμοφύλου τῷ κότῳ μήνιδος, ἐκ τοῦ μένειν γὰρ καὶ ἡ μῆνις καὶ τὸ ἐμμενές.

(v. 518 s.) Ὅτι Ὅμηρος μὲν ἀεί, ὡς καὶ ἐνταῦθα ἐν τῷ "Ἀσκάλαφον, υἱὸν Ἐνυαλίοιο", Ἄρεος ἐπίθετον οἶδε τὸν [508] Ἐνυάλιον, οἱ δὲ παλαιοί φασι καὶ ὅτι Ἐνυάλιος Κρόνου καὶ Ῥέας υἱός. ἔστιν οὖν καὶ κύριον ὁ Ἐνυάλιος, ὡς καὶ ἐν ἄλλοις κεῖται πλατύτερον.

(v. 520) Ὅτι τὸ "δι' ὤμου ὄβριμον ἔγχος ἔσχεν" ἀντὶ τοῦ διέσχισε, διῆλθε τοῦ ὤμου. ὅτι δὲ Ἀττικοὶ τὸ ἔσχον καὶ ἐπὶ τοῦ σχάσαι τιθέασιν, ὡς καὶ ὁ Κωμικὸς ἐν Νεφέλαις δηλοῖ, προερρέθη.

(v. 521) Ὅτι ἐν τῷ "οὐδ' ἄρα πώ τι πέπυστο βριήπυος ὄβριμος Ἄρης", ἤγουν οὔπω ἔμαθεν, ὡς ὁ παῖς αὐτῷ Ἀσκάλαφος κεῖται, βριήπυον τὸν Ἄρην φησὶν ὡς μεγαλόφωνον, ὅπερ ἀλλαχοῦ προκατεσκεύασεν, εἰπὼν αὐτὸν βοῆσαι ὡς ἐννεάχιλοι ἢ δεκάχιλοι. καὶ τοῦτο μὲν μυθικῶς, ἄλλως δὲ βριήπυος λέγεται διὰ τὰς ἐν μάχῃ βοάς, ὅθεν καὶ βοὴ καὶ φύλοπις καὶ ἀϋτὴ ὁ πόλεμος λέγεται. [Δῆλον δ' ὅτι τὸ ἠπύειν, ἤγουν φωνεῖν, ἐξ οὗ καὶ ὁ διὰ τοῦ η Ἠπυτίδης ἢ κατὰ κυριολεξίαν ἢ πατρωνυμικῶς, καὶ διὰ τοῦ α λέγεται ἀπύειν. ὅθεν καὶ τὸν κήρυκα ἀπύτην ἔφη τις τῶν παλαιῶν, οὐ κατὰ κύριον ἀλλ' ἐπιθετικῶς.]

(v. 523-525) Ὅτι ὁ μυθικὸς Ἄρης ἐν "ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσιν ἧστο Διὸς βουλῇσιν ἐελμένος", ἤγουν εἰλόμενος, ὅ ἐστιν ἐκκλειόμενος τοῦ πολεμεῖν, "ἔνθα περ ἄλλοι ἀθάνατοι θεοὶ ἦσαν ἐεργόμενοι πολέμοιο". Καὶ ὅρα ὡς ἠδύνατο κάλλος τι ποιεῖν καὶ τὸ ἐελμένος καὶ ἐεργμένος ἀλλήλοις παρακείμενα, εἴγε τέως ἐγράφετο ἐεργμένοι πολέμοιο, ὁποῖον καὶ ἐν Ὀδυσσείᾳ τὸ ἐρηρέδαται καὶ ἐληλέδαται καὶ τὰ ὅμοια. Σημείωσαι δὲ ὅτι τὸ εἰλόμενος, τὸ ῥηθέν, καὶ τὴν ἐξούλης δίκην παράγει παρ' Ἀττικοῖς, κροτουμένην ἐφ' οἷς ἐκκλείεταί τις ὧν εἶχε.

(v. 523) Χρύσεα δὲ νέφη τὰ αἰθέρια, χρυσίζειν οἷον δοκοῦντα ὡς τῷ αἰθέρι προσκυροῦντα καθαρωτάτῳ ὄντι καὶ ἀνεφεῖ. Ἰστέον δὲ ὅτι καὶ ὁ φιλοσοφῶν ἢ ὁ ἐν ὄρει μονάζων δι' ἀρετὴν λέγοιτ' ἂν ἐν ἄκρῳ Ὀλύμπῳ καθῆσθαι ὑπὸ χρυσέοις νέφεσι διὰ τὸ τῆς ἀρετῆς ἢ φιλοσοφίας λαμπρόν τε καὶ ὑπερύψηλον. Ὅτι τὸν τοῦ Ἄρεος υἱὸν Ἀσκάλαφον κτείνει διὰ τοῦ Δηϊφόβου ὁ ποιητής, οὐδέν τι περὶ αὐτοῦ καλὸν ὅλως εἰπὼν οὐδὲ σεμνύνας, καὶ ταῦτα Ἕλληνα ὄντα, ὁ πολλὰ καὶ ποικίλα περὶ πολλῶν ἄλλων εἰρηκώς. ποιεῖ δὲ τοῦτο οὐ μόνον διὰ τὸ πιθανόν, [509] ἵνα μὴ δοκῇ χαρίζεσθαι τοῖς Ἕλλησιν, ἀλλὰ καὶ περιφρονῶν τοὺς ἀρετῆς δίχα ἐπὶ μόνῳ γένει σεμνυνομένους, ὁποῖος ἴσως καὶ ὁ Ἀσκάλαφος. Σκοπητέον δὲ οἷος ἔσται ὁ Ἄρης τὸν τοῦ υἱοῦ μαθὼν θάνατον. πάντως γὰρ ὁπλισθήσεται, ὥς φασιν οἱ παλαιοί, ἐπὶ τοὺς φίλους Τρῶας ὡς τοῦ παιδὸς αὐθέντας, ὅ ἐστιν αὐτοφόντας, καὶ φανήσεται καὶ οὕτως ἀλλοπρόσαλλος καὶ τὸ ἦθος ἀκαταστατῶν, ὅς, καθὰ καὶ ἀλλαχοῦ κεῖται, πρὶν μὲν ὑπέσχετο βοηθῆσαι κατὰ Τρώων Ἀχαιοῖς, ἐψεύσατο δέ, νῦν δὲ αὖθις ὁρμήσει κατὰ Τρώων, ὡς ἐν τοῖς ἑξῆς δηλωθήσεται.

(v. 526-528) Καὶ οὕτω μὲν ἔπεσεν Ἀσκάλαφος μηδὲν γενναῖον δράσας, πεσὼν μέντοι περιμάχητος ἀπέβη, οὗ πήληκα φαεινὴν Δηΐφοβος ἥρπασεν ὀξυλαβείᾳ χρησάμενος. τοῦτο γὰρ ἡ ἁρπαγὴ δηλοῖ, οὐ γὰρ εἶχε σκυλεύειν ἐν ἀδείᾳ.

(v. 528-532) "Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ δουρὶ βραχίονα", τὸν τοῦ ἁρπάσαντος, "τύψεν ἐπάλμενος, ἐκ δ' ἄρα χειρὸς αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα. Μηριόνης δ' ἐξαῦτις ἐπάλμενος αἰγυπιὸς ὣς ἐξέρυσε πρυμνοῖο βραχίονος ὄβριμον ἔγχος". Καὶ ὅρα τὴν καὶ προρρηθεῖσαν ὀξύτητα τοῦ Μηριόνου καὶ γοργότητα, πολλὴν οὖσαν, ᾗ ἀνάλογον καὶ ἡ παραβολὴ συντέτμηται γοργῶς τὸ "αἰγυπιὸς ὥς". δεξιῶς δὲ ὁ ποιητὴς τῷ Ἰδομενεῖ, ὃς διὰ γῆρας οὔτε ἐπιδραμεῖν εἶχεν ἐν μάχῃ οὔτε φυγεῖν, ὑποστρατηγοῦντα τοιοῦτον ὀξὺν ἑταῖρον συνέζευξεν, ἀναπληροῦντα τὸ ἐκείνου ἔλλειμμα.

(v. 529) Ἐν δὲ τῷ "βραχίονα τύψε" φασὶν οἱ παλαιοί, ὡς ὁ Κομανὸς βραχίονα τὴν χεῖρα νοεῖ ἁπλῶς ἐνταῦθα, καὶ θηλυκῶς τὴν λέξιν προάγει τὴν βραχίονα λέγων, ὡς εἶναι τοῦτο διαστολὴν τῆς βραχίονος τῆς ἄλλης πρὸς τὸ μέρος αὐτῆς τὸν βραχίονα. ἔοικε δὲ ὁ Κομανὸς τὴν τοιαύτην λαβὼν ἔννοιαν ἐκ τοῦ μετ' ὀλίγα τὸν ποιητὴν εἰπεῖν "κατὰ δ' αἷμα νεουτάτου ἔρρεε χειρός".

(v. 530) Τὸ δὲ βομβεῖν ὠνοματοπεποιημένον ὂν καὶ ἐπὶ λίθου ἀφειμένου ἐν Ὀδυσσείᾳ κεῖται. βομβεῖν δέ τις ῥήτωρ φησὶ καὶ βροντήν. καὶ ὁ βομβυλιὸς δὲ ἐκ τῆς τοιαύτης παρῆκται λέξεως, ζωΰφιον ὢν αὐτὸς βομβητικὸν ἐν τῷ πέτεσθαι, κουλεόπτερον. τίς δέ ἐστιν ἡ αὐλῶπις, προδεδήλωται.

(v. 532) Τὸ δὲ ἐξέρυσεν, ὃ μετ' ὀλίγα ἐκ χειρὸς εἴρυσε λέγει, ἐστὶ μὲν ταὐτὸν τῷ ἐξείλκυσεν, οὐκ ἂν δὲ διαφέροι οὐδὲ τοῦ "ἐσπάσατο δολιχόσσκιον ἔγχος". ἐκεῖνό τε γὰρ ἐπὶ βαθυτέρας πληγῆς τῆς κατὰ γαστρὸς εἴρηται, [510] μετενεχθὲν ἀπὸ τῶν ἐκσπωμένων φυτῶν, καὶ τοῦτο βαθεῖάν τινα πληγὴν σημαίνει, ὡς δῆλον ἐκ τοῦ "πρυμνοῖο βραχίονος". οὐ γὰρ ἂν ἴσως εἴη ἐπιπολῆς πληγὴ ἡ ἐν πρυμνῷ βραχίονι.

(v. 5335) Ὅτι τὸ διαλαβεῖν εἴτ' οὖν χερσὶ λαβέσθαι μέσου τινὸς καὶ ὑπερεῖσαι πονοῦντα οὕτω φράζει ὁ ποιητής "Δηΐφοβον δὲ Πολίτης περὶ μέσσῳ χεῖρε τιτήνας ἐξῆγε πολέμοιο δυσηχέος, ὄφρ' ἵκεθ' ἵππους". τοῦτο δὲ καὶ εἰς τραυματίαν λεχθήσεται μαχητὴν ἀντιληφθέντα πρός τινος, ὡς καὶ ἐφεξῆς τὸ "οἳ τόν γε φέρον βαρέα στενάχοντα τειρόμενον, κατὰ δ' αἷμα νεουτάτου ἔρρεε χειρός".

(v. 533) Πριαμίδης δὲ καὶ ὁ ῥηθεὶς Πολίτης, οὗ ἐκτέταται ἡ παραλήγουσα, [ὁμώνυμος τῷ ἁπλῶς τοπικῷ κατά τινα ἴσως ἐξοχήν.]

(v. 541-544) Ὅτι σχῆμά τινος πίπτοντος ἐν πολέμῳ διαγράφων φησίν· ἔνθ' Αἰνείας λαιμὸν τύψε τοῦ δεῖνος. "ἐκλίνθη δ' ἑτέρωσε κάρη, ἐπὶ δ' ἀσπὶς ἑάφθη καὶ κόρυς", ὅ ἐστιν ἠκολούθησε ἀπὸ τοῦ ἕπω, ἵνα ὥσπερ ἀπὸ τοῦ εἰλῶ γίνεται τὸ ἐάλη, οὕτω καὶ ἀπὸ τοῦ ἕπω τὸ ἑάφθη. δοκεῖ δὲ συντελεῖν ἐνταῦθα καὶ τὸ τοῦ Ἡροδότου, εἰπόντος περί τινων, ὡς περιέφθησαν τρηχέως κατειληθέντες εἰς τὸν Παρνασόν. ἐκ τοῦ περιέπω γὰρ ἐκεῖ τὸ περιέφθησαν. Ὁ δὲ ποιητὴς μετὰ τὸ "ἀσπὶς ἑάφθη καὶ κόρυς" ἐπιφέρει "ἀμφὶ δέ οἱ θάνατος χύτο θυμοραϊστής". Ἔνθα τὸ μὲν χύτο τὴν σύντομον δηλοῖ τοῦ ὅλου σώματος νέκρωσιν, προσαρμόζον καὶ ὕπνῳ, καθὰ δηλοῖ τὸ "νήδυμος ἀμφιχυθείς", ἐπεὶ καὶ ἀδελφὰ νοεῖν ὁ μῦθος οἶδε τὸν ὕπνον καὶ τὸν θάνατον. Τὸ δὲ θυμοραϊστής δι' ἑνὸς μὲν γέγραπται ρ φυσικῶς διὰ τὸ μέτρον, ὡς δίχα γε αὐτοῦ ἡ σύνθεσις διπλασιάζει τὸ ρ Ἀττικῶς. δηλοῖ δὲ ἢ ψεκτικῶς τὸν τοῦ θυμοῦ ῥαΐστην, ὥσπερ καὶ κυνοραϊσταὶ λέγονται τὰ τῶν κυνῶν φθαρτικὰ ζωΰφια, ἢ καὶ ἄλλως, δι' οὗ ῥᾴων γίνεται ἡ ψυχὴ λυθεῖσα τοῦ κατὰ σῶμα δεσμοῦ.

(v. 5468) Ὅτι ἐν τῷ "ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν, ἥ τ' ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχέν' ἱκάνει, τὴν ἀπὸ πᾶσαν ἔκερσε" κύκλος παρ' ὀλίγον τὸ σχῆμα τῆς φράσεως, καταλῆξαν ἐκ τοῦ "πᾶσαν ἔκερσεν" εἰς τὸ αὐτό, ὅπερ ἐστὶ κύκλου ἴδιον ῥητορικοῦ κάλλος ποιοῦντος. ἦν δ' ἂν ἀκριβῶς κύκλος, εἴπερ καὶ ἐν τῷ τέλει τοῦ σχήματος τὸ τῆς φλεβὸς ἐξεφωνήθη ὄνομα. ὅτι δὲ μὴ γέγονε τοῦτο, ἀφείθη τὸ σχῆμα εἶναι ἀντιστροφὴ ῥητορικὴ γινομένη, ὅτε δύο κῶλα νοημάτων ἢ καὶ πλείονα εἰς τὰς αὐτὰς περαιοῦνται λέξεις, οἷον "ἐκεῖνά τε γὰρ παρ' ὑμῶν καὶ ταῦτα παρ' ὑμῶν", ὡς καὶ ἐνταῦθα δὶς κεῖται τὸ "πᾶσαν ἔκερσεν" [511] ἐν δυεῖν ἐννοιῶν τέλει.

(v. 548 s.) Ἑξῆς δὲ ἐπαχθὲν τὸ "ὃ δ' ὕπτιος ἐν κονίῃσι κάππεσε" παρίσωσιν τῇ ἀντιστροφῇ συνέπλεξε, κάλλους καὶ αὐτὴν οὖσαν, παρισοῖ γὰρ τὸ ἔκερσε καὶ κάππεσε. Σημείωσαι δὲ ὅτι φανερῶς ἐμελέτησεν ὁ ποιητὴς ἐνταῦθα κάλλος λόγου θέσθαι. ἄλλως γὰρ τί ποτε ἐν οὕτω βραχείᾳ ἐννοίᾳ τῇ περὶ φλεβὸς εἶπεν ἐπαναληπτικῶς τὸ "τὴν ἀπὸ πᾶσαν ἔκερσεν". ἐν γὰρ σχοινοτενέσιν ἐννοίαις ἀναγκαίως χρεία ἐπαναλήψεων, οὐ μὴν ἐν οὕτω γοργαῖς.

(v. 546) Φλέβα δέ, φασί, λέγει τὴν καλουμένην κοίλην ἢ νωτιαίαν, ἐκ δεξιῶν τῆς ῥάχεως ἀπὸ τοῦ ἥπατος ἀνιοῦσαν καὶ κατὰ τὸ διάφραγμα χωροῦσαν ἐπὶ τὴν καρδίαν καὶ ἀπ' αὐτῆς ἐπὶ τὸν τράχηλον.

(v. 548 s.) Ὅτι πίπτει τις καὶ νῦν "ὕπτιος ἐν κονίῃσιν, ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσας". καὶ δῆλον ὡς ἐν σχήματι πίπτει ἱκετεύοντος, ὥσπερ ἕτερός τις ἐν καιρῷ θυμοῦ πεσὼν βρυχᾶται, κόνιος δεδραγμένος, καί τις ἀσπαίρων σφαδάζει, καὶ ἄλλος ἄλλο τι ποιεῖ, ὧν ἡ Ὁμηρικὴ Μοῦσα ἐπινοεῖ.

(v. 5513) Ὅτι Τρῶες "περισταδὸν ἄλλοθεν ἄλλος οὔταζον σάκος εὐρὺ παναίολον", τὸ τοῦ Ἀντιλόχου, "οὐδὲ δύναντο εἴσω ἐπιγράψαι", [ὅ ἐστιν ἐπιξέσαι, ὡς καὶ προδεδήλωται,] "τέρενα χρόα νηλέϊ χαλκῷ". Ῥηθείη δ' ἂν τοῦτο καὶ ἐπὶ ἑτέρου ἀριστέως πολεμίοις ἐναποληφθέντος,

(v. 554-559) ὥσπερ καὶ τό· τὸν δεῖνα θεὸς "ἔρυτο καὶ ἐν πολλοῖσι βέλεσσιν. οὐ μὲν γάρ ποτε ἄνευ δηΐων ἦν, ἀλλὰ κατ' αὐτοὺς στρωφᾶτο, οὐδέ οἱ ἔγχος ἔχ' ἀτρέμας, ἀλλὰ μάλ' αἰεὶ σειόμενον ἐλέλικτο· τιτύσκετο δὲ φρεσὶν ἤ τευ ἀκοντίσαι ἠὲ σχεδὸν ὁρμηθῆναι", ὃ προϊὼν ἐγγύθεν ὁρμηθῆναι καὶ ἐγγύθεν ἐλθεῖν φησιν.

(v. 559) Καὶ σημείωσαι ὅτι ἀκοντίζειν οὐ τὸ τύπτειν δόρατι ἐκ τοῦ σχεδόν, ὃ καὶ σχέδην που λέγεται, ἀλλὰ τὸ ἀφιέναι κατά τινος.

(v. 551) Ἰστέον δὲ ὅτι τὸ περισταδόν ἀνάλογόν ἐστι κατὰ παραγωγὴν τῷ παρασταδόν καὶ ἀποσταδόν.

(v. 556) Τὸ δὲ "οὔ ποτε ἄνευ δηΐων ἦν" διασαφεῖ Ὅμηρος ἐπαγαγὼν τὸ "ἀλλὰ κατ' αὐτοὺς στρωφᾶτο", ὥσπερ καὶ τὸ "οὐδέ οἱ ἔγχος ἔχ' ἀτρέμας", ἤγουν εἶχεν ἀτρεμεί, τουτέστιν ἠτρέμει καὶ ἡσύχαζε, διὰ τοῦ "ἀλλὰ μάλα αἰεὶ σειόμενον ἐλέλικτο". περικαλλεῖς δὲ καὶ αὗται ἔννοιαι διὰ τὸ κατὰ ἄρσιν καὶ θέσιν ἐν αὐταῖς σχῆμα, ὅπερ ἐστὶ τὸ οὐ τόδε ἀλλὰ τόδε. Συχνῆς δὲ ἐνεργείας τὸ "μάλα αἰεὶ σειόμενον ἐλέλικτο".

(v. 559) Τὸ δὲ "ἤ τευ ἀκοντίσαι" κατὰ τὸ "ἀκόντισεν Ἰδομενῆος" συντέτακται.

(v. 558) Τῇ δὲ κινήσει τοῦ τιτύσκεσθαι πάνυ χαίρει ἡ Ὁμηρικὴ Καλλιόπη. μυριαχοῦ γὰρ αὐτῇ χρᾶται.

(v. 562 s.) Ὅτι τὸ "ἀμενήνωσε δέ οἱ αἰχμὴν Ποσειδάων βιότοιο [512] μεγήρας" ἀφορμὴ γέγονεν Ἡροδότῳ καὶ ἄλλοις τοῦ εἰπεῖν φθόνον εἶναι καὶ παρὰ θεοῖς καὶ φθονερὸν εἶναι τὸ θεῖον. Σαλαμινίων δέ, φασί, λέξις ἐστὶ τὸ μεγαίρειν. Τὸ δὲ ἀμενήνωσεν ἀντὶ τοῦ ἀμενηνὸν ἐποίησε καὶ ἠχρείωσεν, ὡς εὐθὺς δηλωθήσεται.

(v. 560 s. et 564 s.) Ὅτι καθὰ ὁ Μηριόνης, οὕτω πως ἐνταῦθα δυστυχεῖ καὶ Τρωϊκός τις Ἀδάμας, πλὴν ὅσον ἐκεῖ μὲν ἐν καυλῷ ἐάγη ἔγχος, νῦν δὲ τοῦ Ἀδάμαντος τὸ τοῦ Ἀντιλόχου σάκος οὐτάσαντος, τὸ μὲν τοῦ δόρατος αὐτοῦ μεῖνεν ὥστε σκῶλος πυρίκαυστος. ‑ ποῦ δὲ αὐτοῦ; ἐν σάκει, φησίν, Ἀντιλόχοιο ‑ , τὸ δ' ἥμισυ κεῖτο ἐπὶ γαίης, θραυσθὲν δηλαδὴ καὶ οὕτως, ὡς ἐρρέθη, ἀμενηνωθέν.

(v. 564) Σκῶλος δὲ πυρίκαυστος εἶδος σκόλοπος, ὃν ἀποξύναντες ἀγρόται πυρακτοῦσιν, ὡς ἂν τὸ ἄκρον ἐξικμασθὲν καὶ πιληθὲν καὶ οἷον βαφὲν εἴη ἀντὶ βέλους, περονᾶν δυνάμενον ὡς οἷον αἰχμή. οὕτω που καὶ Ὀδυσσεὺς ἐλάϊνον μοχλὸν κατὰ Κύκλωπος ἀποξύνας ἐπυράκτωσεν. Ἕτεροι δὲ εἶδος ἀκάνθης τὸν σκῶλόν φασιν, ἥτις πυρωθεῖσα εὔτονος γίνεται. ἅπαξ δὲ νῦν ἡ λέξις εἴρηται. Ἐκ δὲ τοῦ τοιούτου σκώλου καὶ τὸ σκῶλον ἐπὶ ἐμποδίου οἱ μεθ' Ὅμηρον ἔθεντο κατὰ γένους μεταπλασμόν, [ὃς πολλαχοῦ δηλούμενος ἔχει σὺν ἄλλοις περὶ αὐτὸν καὶ τὸν τοῦ μύρου ἀλάβαστρον, οὗ κοινότερον οὐδετέρως τὸ ἀλάβαστρον, ἔτι δὲ καὶ τὸν ναῦλον, ὃν ὁ μὲν Κωμικὸς ἀρσενικῶς προάγει, οἷον "ἀπόδος τὸν ναῦλον", ἄλλοι δὲ κατὰ γένος οὐδέτερον, οἷον "λαλῶν τὰ ναῦλα καὶ δάνει' ἐρυγγάνων". ὁμοίως καὶ τὸν ζυγόν, οὗπερ οὐδέτερον τὸ ζυγόν, ὡς δῆλον σὺν ἄλλοις καὶ ἐκ τοῦ "βαδίζουσιν αἱ σηπίαι κατὰ ζυγά".]

(v. 5679) Ὅτι ἔβαλέ τινα δουρὶ Μηριόνης "αἰδοίων τε μεσηγὺ καὶ ὀμφαλοῦ", τουτέστι περὶ τὸ ἦτρον, "ἔνθα μάλιστα γίνεται Ἄρης", τουτέστι πληγὴ καὶ τραῦμα, "ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσι", διὰ τὸ νευρῶδες εἶναι δηλονότι τὸ ἦτρον καὶ ὀδυνᾶσθαι τῇ πληγῇ. ὅθεν φασὶν ὡς οἱ διακεντοῦντες τοὺς ὑδερικοὺς οὐ κεντοῦσι κατωτέρω τοῦ ὀμφαλοῦ, ἵνα μὴ γίγνωνται σπασμοί.

(v. 567) Τὸ δὲ "ἔβαλε δουρί" κατωτέρω παραποιῶν "ἔνθα οἱ ἔγχος ἔπηξε" φησίν. Ἐν τούτοις δὲ σημείωσαι ὅτι, ὥσπερ ὁ Σαρπηδὼν φθάσας ἔνυξέ τινα, εἶτα ἐξέσπασεν ἔγχος, "ὃ δ' ἑσπόμενος περὶ δουρὶ πίπτει", οὕτω καὶ ὧδε Μηριόνου περί τινος ἦτρον ἔγχος πήξαντος,

(v. 570-573) ὁ πληγεὶς "ἑσπόμενος περὶ δουρὶ ἤσπαιρεν, ὡς ὅτε βοῦς τόν τ' οὔρεσι βουκόλοι ἄνδρες ἰλλάσιν οὐκ [513] ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν, ὣς ὃ τυπεὶς ἤσπαιρε μίνυνθά περ οὔ τι μάλα δήν". Καὶ ὅρα ὅτι ἀδιαφόρως καὶ κατὰ παράχρησιν ἐνταῦθα κεῖσθαι δοκεῖ ἢ τὸ βληθῆναι δουρὶ ἢ τὸ τυπῆναι. ‑ εἰ γὰρ κυρίως ἐβλήθη, πῶς ἐτύπη, καὶ αὖ πάλιν εἰ ἐτύπη, πῶς ἐβλήθη; ‑ διαφορᾶς ἐν ἄλλοις φανερᾶς οὔσης τοῦ τύπτειν τε καὶ τοῦ βάλλειν.

(v. 569) Ἰστέον δὲ ὅτι ἐν τῷ καθόλου φησὶν ὀϊζυροὺς τοὺς βροτοὺς ὑπερπαθῶν τῆς ἐν αὐτοῖς ἀσθενείας. δύναται δὲ αὐτὸ καὶ ἐπὶ τῶν ἐν πολέμῳ πασχόντων νοεῖσθαι.

(v. 570) Τὸ δὲ "ἑσπόμενος περὶ δουρί" ἔχει τι ἀστείας ἀνταποδόσεως. Μηριόνης τε γὰρ μετασπόμενος ἀπιόντα βάλε δουρὶ τὸν ἄρτι βληθέντα, καὶ αὐτὸς ἑσπόμενος περὶ δουρὶ ἀσπαίρει.

(v. 572) Ἰλλάδες δέ, φασί, κατ' Ἴωνας δεσμοὶ ἐξ ἱμάντων ἢ λύγων, ἀπὸ τοῦ εἰλῶ ἢ ἴλλω, τὸ συστρέφω, ὡς ἐν εἴδει στρεβλώσεως. λέγεται γὰρ καὶ ἐπὶ τοιαύτης σημασίας τὸ εἰλεῖν, ὡς δηλοῖ καὶ Παυσανίας εἰπών· εἰλάειν· στρεβλοῦν, πιέζειν. μάλιστα δὲ ἐπὶ ὑγρῶν οἰκεία ἡ λέξις, οἷον σταφυλῶν κατ' αὐτὸν ἢ ἐλαιῶν, καὶ εἰλεῖν τὸ συνάγειν, φησίν, εἰς ταὐτὸ σταφυλάς. Ἕτερος δὲ τεχνικός φησιν· εἰλεῖν ἐκπιέζειν ἐλαίας ἢ στέμφυλα. [Ἰστέον δὲ ὅτι ἰλλάδες οὐ μόνον αἱ νῦν Ὁμηρικῶς εἰρημέναι, ἀλλὰ παρὰ τοῖς ὕστερον καί τινες κίχλαι. ἰλλὰς γάρ, φασίν, εἶδος κίχλης. Τρία δὲ γένη κιχλῶν, ὧν ἡ πρώτη καὶ μεγίστη κίσσῃ πάρισος, ὡς καὶ παρὰ τῷ Ἀθηναίῳ κεῖται, καλεῖται δὲ ἰξοφάγος αὐτή, ἐπείπερ ἰξὸν ἐσθίει, ἑτέρα δὲ ὀνομαζομένη τριχάς, ἴση τῷ κοσσύφῳ, τρίτη δὲ ἐλαχίστη τῶν ἄλλων ἰλλὰς λεγομένη, κατὰ δέ τινας τυλάς, συναγελαστικὴ καὶ νεοττεύουσα κατὰ τὰς χελιδόνας.] Τὸ δὲ "βίῃ" διασαφητικόν ἐστι τοῦ οὐκ ἐθέλοντα.

(v. 571) Ὅρα δὲ καὶ ὅτι τὸ ἀσπαίρειν ἐπὶ βοὸς εἶπε σπωμένου καὶ οὐκ ἐθέλοντος ἕπεσθαι τοῖς ἄγουσιν. ἐντεῦθεν δὲ ἡ λέξις μετήνεκται εἰς [514] τοὺς ἐν τῷ θνῄσκειν ἀσπαίροντας. ἐξ οὗ καὶ τὸ σπαρίζειν, εὐχρηστότερον ὂν τοῦ σκαρίζειν παρὰ τοῖς παλαιοῖς. [Ἰστέον δὲ ὅτι τὸ σπαίρειν καὶ τὸ σπαρίζειν οὐκ ἀνάγκην ἔχει ἐφέλκεσθαι τὸ ἄλφα φύσει. γίνεται γὰρ ἀμφότερα ἐκ τοῦ σπῶ. οὐκοῦν τῷ ἀσπαίρειν ἢ ἐπίτασιν δηλοῦν ἢ καὶ ἄλλως πλεονάζον προσῆλθε τὸ α; οὕτω δὲ πλεονασμὸς τοῦ α ἐστὶ καὶ ἐν τῷ ἄσταχυς, στάχυς γὰρ τὸ κοινόν, καὶ ἐν τῷ ἀσταφίς, σταφὶς γὰρ τὸ ἀπλεόναστον, ἡ ἄλλως καὶ ὀσταφίς. ὅμοιον καὶ τὸ ἀπαμείρεται ἀντὶ τοῦ μερίζει, ἀπὸ τοῦ μείρω, καὶ τὸ ἄνηστις ἐκ τοῦ νῆστις, ὡς παρὰ Κρατίνῳ, καθὰ γράφει Ἀθήναιος "οὐ γάρ τοι σύ γε πρῶτος φοιτᾷς ἐπὶ δεῖπνον ἄνηστις".]

(v. 573) Τὸ δὲ "οὔ τι μάλα δήν" ἐφερμηνευτικόν ἐστι τοῦ μίνυνθα, ἀμφοῖν δὲ αὖ τὸ "ὄφρα οἱ ἔγχος ἀνεσπάσατο ἐγγύθεν ἐλθὼν ἥρως Μηριόνης", ὅπερ ἐπὶ Ἰδομενέως ἔγχος ἀνέσπασεν ἔφη ἐνεργητικῶς.

(v. 575) Εἰς πλεῖον δὲ διασαφεῖται τὰ εἰρημένα ἐν τῷ "τὸν δὲ σκότος ὄσσε κάλυψε". δῆλον γὰρ ὡς οὐκ ἐπὶ πολὺ ὁ τυπεὶς ἤσπαιρεν, ἐπεὶ ἀνασπασθέντος ταχὺ ἀναγκαίως τοῦ δόρατος εὐθὺς τέθνηκεν. Ἐκ δὲ τοῦ μίνυνθα καὶ τοῦ οὐ μάλα δήν ὁ μινυνθάδιος καὶ ὁ οὐ δηναιός, ὁποῖον ἀλλαχοῦ τὸν θεομαχοῦντά φησιν.

(v. 576-579) Ὅτι τὸ τοῦ Ἑλένου ξίφος Θρηΐκιον μέγα καλεῖ, εἰπὼν "Δηΐπυρον δ' Ἕλενος ξίφει σχεδὸν ἤλασε κόρσην Θρηϊκίῳ μεγάλῳ· ἀπὸ δὲ τρυφάλειαν ἄραξεν. ἣ μὲν ἀποπλαγχθεῖσα χαμαὶ πέσε, καί τις Ἀχαιῶν μαρναμένων μετὰ ποσσὶ κυλινδομένην ἐκόμισε". Καὶ ὅρα ὡς ἀορίστως εἶπε κἀνταῦθα διὰ πιθανότητα, οὐκ ὀνομάσας τίς ἦν ὁ κομισάμενος τὴν τρυφάλειαν.

(v. 576) Ἡ δὲ κόρση ὅτι καὶ κόρρη λέγεται, ἱκανῶς ἔγνωσται. ἀφ' οὗ καὶ κατὰ κόρρης καὶ ἐπὶ κόρρης δὲ κατὰ Αἴλιον Διονύσιον πληγὴ τυχὸν ἢ ῥάπισμα λέγεται τὸ εἰς σιαγόνα καὶ κρόταφον. Κόρρην δέ, φησί, καὶ κόρσην Ἀττικοὶ τὴν ὅλην κεφαλὴν σὺν τῷ αὐχένι λέγουσι. διὸ καὶ προπηλακισμὸς ἰσχυρός, φασί, τὸ ἐπὶ κόρρης καὶ μείζων τοῦ κονδύλου. Ἀπὸ τῆς κόρσης δὲ εὕρηται ἐν ῥητορικῷ Λεξικῷ καὶ δίκορσον ἀντὶ τοῦ δικόρυφον, δικραές, δικέφαλον. εἴρηται δὲ ἴσως τὸ δικραὲς εἰς ὅμοιον τῷ δίκρανον.

(v. 577) Εἰς δὲ τὸ "ξίφεϊ μεγάλῳ" φασὶν οἱ παλαιοί, ὡς μόνοι ἐν βαρβάροις οἱ Θρᾷκες μεγάλοις ξίφεσι χρῶνται. τινὲς δὲ ῥομφαίαν τὸ τοιοῦτον ξίφος ἐνόησαν. Καλῶς δὲ παρεσημήνατο μέγα [515] εἶναι τὸ ξίφος, ἵνα πιθανὸν δόξῃ τὸ δι' αὐτοῦ ἀπαραχθῆναι σὺν τῇ ῥηθείσῃ κόρσῃ καὶ αὐτὴν τὴν τρυφάλειαν. Ἀράσσειν δὲ γίνεται μὲν ἀπὸ τοῦ Ἄρης, ὁ σίδηρος, δηλοῖ δὲ τὴν ῥᾳδίαν καὶ ἄπονον ἐκκοπήν.

(v. 578) Ἀποπλαγχθῆναι δὲ ἀστείως ἐρρέθη νῦν τὸ πόρρω πεσεῖν τοῦ οἰκείου τόπου καὶ ἐκτιναχθῆναι, καθὰ καὶ μετ' ὀλίγα ἐπὶ ὀϊστοῦ φησὶ τὸ "πολλὸν ἀποπλαγχθείς". Ὅτι ὁ προσεχῶς μεγάλῳ ξίφει χρησάμενος Ἕλενος αὐτίκα νῦν τόξον κατὰ Μενελάου μεταλαμβάνει ποικίλος ὤν, ὡς εἰκός, τὴν ὁπλιτικήν.

(v. 582 s.) Φησὶ γάρ, ὡς Μενέλαος μὲν ἔβη "ἐπαπειλήσας Ἑλένῳ ἥρωϊ ἄνακτι ὀξὺ δόρυ κραδάων. ὃ δὲ τόξου πῆχυν ἀνεῖλκεν", ὅ ἐστιν, ὡς καὶ προεδηλώθη, τόξον περιφραστικῶς. οὕτω γοργὸς καὶ περισπερχὴς ὁ Πριαμίδης οὗτός ἐστιν πολυειδῶς τῇ μάχῃ χρώμενος.

(v. 584-587) "Τὼ δέ", φησίν, ἤγουν οὗτοι, "ὁμαρτήτην. ὃ μὲν ἔγχεϊ ὀξυόεντι ἵετο ἀκοντίσαι, ὃ δ' ἀπὸ νευρῇφιν ὀϊστῷ. Πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος βάλεν ἰῷ θώρηκος γύαλον", τὸ καὶ προγραφέν, "ἀπὸ δ' ἔπτατο πικρὸς ὀϊστός".

(v. 588-592) Πρὸς ὃ παραβολὴν ποιῶν φησιν "ὡς δ' ὅτ' ἀπὸ πλατέος πτυόφιν μεγάλην κατ' ἀλωὴν θρῴσκωσι κύαμοι μελανόχροες ἢ ἐρέβινθοι πνοιῇ ὑπὸ λιγυρῇ καὶ λικμητῆρος ἐρωῇ, ὣς ἀπὸ θώρηκος Μενελάου πολλὸν ἀποπλαγχθεὶς ἑκὰς ἔπτατο πικρὸς ὀϊστός". καὶ οὕτω μὲν ὠΐστευσεν Ἕλενος.

(v. 593-597) Μενέλαος δὲ τὴν τοξοφόρον ἔβαλε χεῖρα. "ἐν δ' ἄρα τόξῳ ἀντικρὺ διὰ χειρὸς ἐλήλατο χάλκεον ἔγχος. ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων χεῖρα παρακρεμάσας. τὸ δ' ἐφέλκετο μείλινον ἔγχος", ὡς οἷά τι ἐφόλκιον. οὕτω γὰρ εἰπεῖν δίδωσιν ἡ τοῦ "ἐφέλκετο" λέξις. Καὶ ὅρα ὡς γραφικῶς οἷον φράζει τὸ πρᾶγμα ὁ ποιητὴς ὡς οἷα ἑωρακὼς αὐτός. Σημείωσαι δὲ καὶ τὸ ἀφελὲς καὶ γλυκὺ τοῦ "παρακρεμάσας" καὶ τοῦ "ἐφέλκετο". ταῦτα δὲ καὶ ἐνάργειαν ἔχουσι δηλοῦντα τὸ καίριον τῆς βολῆς, ὑφ' ἧς ὡς ἄψυχόν τι παρακρέμαται ἡ χεὶρ ἐφελκομένη τὸ ἔγχος. Ὅρα δὲ τὴν ποιητικὴν ἐπίνοιαν καὶ εὑρεσιλογίαν καὶ ἐν τῷ πρὸ τούτων μὲν ἐπὶ Σαρπηδόνος τῷ μηρῷ τὸ δόρυ παρασύρεσθαι, ὃ καὶ βαρύνει ἐκεῖνον, Ἑλένου δ' ἐνταῦθα τὴν χεῖρα τὸ δόρυ ἐφέλκεσθαι. [(v. 582) Ἰστέον δὲ ὅτι ἄναξ καὶ ἄνακτες οὐ μόνον ἐπὶ βασιλείας ὡς καὶ ἐνταῦθα ἐν τῷ "Ἑλένῳ ἥρωϊ ἄνακτι", ἀλλὰ ἐδήλου μὲν ἡ λέξις καὶ ἄλλα τινά, ὡς ἑτέρωθι γέγραπται. Καί τι δέ, φασί, τάγμα ἔνδοξον ἐν Κύπρῳ ἄνακτες ἐκαλοῦντο, πρὸς οὓς ἀνεφέρετο, φασίν, ἑκάστης ἡμέρας πρὸς τῶν ὠτακουστούντων, ὅ [516] τι ἂν ἀκούσωσιν. ἐπὶ διορθώσει δὲ τοῦτο ἦν τῶν κατὰ τὴν νῆσον. οἱ δὲ τοιοῦτοι ὠτακουσταὶ εἶεν ἂν καὶ πευθῆνες ὡς ἀπὸ τοῦ πεύθω, οὗ παράγωγον ἡ πύστις, οἷον "στείλας ἐπὶ τῆς Αἰολίδος κατὰ πύστιν ἅμα καὶ οἰκισμὸν τῆς χώρας". ἀνάλογον δὲ πάντως τῷ πεύθω πύστις καὶ τὸ κεύθω κύστις, ἡ κεύθουσα ἔσω ὑγρὸν φυσικόν.]

(v. 584) Τὸ δὲ "ὁμαρτήτην" οἱ μὲν ἐπίρρημα νοοῦσιν ἀντὶ τοῦ ὁμοῦ, ἕτεροι δὲ ῥῆμα κρειττόνως φασὶν ἀντὶ τοῦ ἠκολούθησαν κατὰ τὴν βολήν. οἱ δέ φασι τριπλῆν ἐνταῦθα εἶναι γραφήν· ἁμαρτήδην καὶ ὁμαρτήδην καὶ διὰ τοῦ ταῦ ὁμαρτήτην, ἐν πᾶσι δὲ δηλοῦσθαι τὸ ὁμοῦ. εἰ δὲ καὶ ἔστι ῥῆμα τὸ ὁμαρτήτην παραληγόμενον τῷ ἦτα, ἐκ τοῦ ὁμαρτησάτην συγκέκοπται. Τὸ δὲ "τὼ δ' ἄρ, ὃ μὲν ἔγχεϊ ὀξυόεντι ἵετο ἀκοντίσαι, ὃ δὲ τοξεῦσαι" σχῆμα προεπιζεύξεώς ἐστι κατὰ τοὺς παλαιούς. φθάνει γὰρ ἐπιζεῦξαι τοὺς ποιοῦντας, εἶτα διαιρεῖ αὐτοὺς καθ' ἕνα, καὶ τοῦτο μὲν ἐν δυϊκῷ ἀριθμῷ. μετ' ὀλίγα δὲ πληθυντικῶς προεπιζευγνύει ἐν τῷ· οἳ δέ, Ἀτρείδης μὲν ἅμαρτε, Πείσανδρος δὲ οὔτασε. μυρία δὲ τοιαῦτα παρά τε τῷ ποιητῇ καὶ παρ' ἄλλοις. Τὸ δὲ ὀξυόεν ἔγχος ὀξὺ δόρυ ἀνωτέρω ἔφη.

(v. 585) Ἐν δὲ τῷ "ἀπὸ νευρῇφιν ὀϊστῷ" προσυπακουστέον τὸ ἔβαλεν, ὃ κατωτέρω κεῖται. οὐ γὰρ δήπου ὡς ὁ Μενέλαος δόρατι, οὕτως ἀκοντίζει τις καὶ διὰ νευρᾶς. καὶ ἔστι τὸ σχῆμα σύλληψις. [Τὸ δὲ "ἀπὸ νευρῇφιν" εἰ καὶ νοεῖται κοινότερον ἀντὶ τοῦ ἀπὸ νευρᾶς, ἀλλ' οὐκ ἂν ἔχοι καὶ ἀπὸ γενικῆς γενέσθαι τοῦ νευρῆς ἀποβολῇ τοῦ σ. εἴη δὲ ἂν μάλιστα ὡς ἐπίρρημα ἔχον περιττὴν συνήθως τὴν ἀπο πρόθεσιν, ἵνα ᾖ, ὡς βίῃ βίῃφι, οὕτω [517] καὶ νευρῇ νευρῇφι, καὶ μετὰ προθέσεως "ἀπὸ νευρῇφι".]

(v. 586) Ἐν δὲ τῷ "Πριαμίδην μὲν ἔπειτα κατὰ στῆθος βάλεν" ἀργὸν οὕτω κεῖται τὸ ἔπειτα ἀντὶ τοῦ δή κατὰ τοὺς παλαιούς, οὐ μὴν ὑστεροχρονίαν δηλοῖ.

(v. 584) Ἁμαρτήδην γὰρ ἢ ὁμαρτήδην, ὅ ἐστιν ἅμα καὶ ὁμοῦ ἀφῆκαν, Ἕλενος ὀϊστὸν καὶ δόρυ Μενέλαος, καθά που καὶ Σαρπηδὼν καὶ Γλαῦκος δόρατα. ἔνθα δὲ τὸ ἅμα, ἐκεῖ χώραν οὐκ ἔχει τὸ μετέπειτα. Ἐν δ' ἄρα τῷ "Φοῖνιξ μὲν πρῶτον, αὐτὰρ ἔπειτα Αἴας" ἀριδήλως τὸ ἔπειτα τὸ μετὰ ταῦτα δηλοῖ. ἐν πολλοῖς δὲ καὶ ἄλλοις τῶν Ὁμηρικῶν τὸ ἔπειτα οὕτω δισήμαντον εὕρηται. Ἐν δὲ τῷ "ἀπὸ δ' ἔπτατο" καὶ ἑξῆς, κύκλος ἐσχημάτισται παρ' ὀλίγον. εἰπὼν γὰρ "ἀπὸ δ' ἔπτατο πικρὸς ὀϊστός", εἶτα ἐπεμβαλὼν τὴν εἰρημένην παραβολὴν ἐπάγει μετὰ τέσσαρας στίχους "ἑκὰς ἔπτατο πικρὸς ὀϊστός". τοιοῦτον δέ τι καὶ πρὸ ὀλίγου ἐσημειώθη σχηματισθὲν ἐν τῷ περὶ φλεβός. καλὸν δὲ δὶς ῥηθὲν τὸ "ἔπτατο" ἐπὶ πτερόεντος ὀϊστοῦ.

(v. 588-590) Ἡ δὲ ῥηθεῖσα παραβολὴ πάνυ ἀστεία. Τὸν γὰρ οὐκ εὐστόχως βληθέντα ὀϊστὸν οὐδὲ λίαν τοῦ σκοποῦ τυχόντα οὐδὲ βέλος κρίνει ἐκ χειρὸς καὶ τόξου ἀφεθέν, ἀλλὰ κυάμῳ ἢ ἐρεβίνθῳ εἰκάζει, οὐ πεμφθέντι κατά τινος, ἀλλὰ πτύου ἀποτιναχθέντι καὶ ἀέρα μόνον τύψαντι, πτύου δέ, οὐ δι' οὗ γῆν ἀναρρίπτουσιν, ἀλλὰ λικμητικοῦ ἀναβάλλοντος τὰ ἠλοημένα, τοῦ καὶ εἰς τύπον ἐσχηματισμένου χειρὸς δακτύλων. διὸ τῇ ἐκ τοῦ βασιλικοῦ θώρακος ἀποπλανήσει τοῦ ὀϊστοῦ, ἥτις κατὰ τὴν ἐκ τῆς χειρὸς τοῦ Ἑλένου ἄπρακτον συνδιανοεῖται βολήν, δόξοι ἂν ὁ ποιητὴς μυκτηρίζειν ὡς οἷον ἀπὸ ξυλίνης καὶ ὁμωνύμως λεγομένης χειρὸς εἰκῇ ἀφειμένου τοῦ βέλους, εἶτα εἰς ἀέρα μάτην ἀντιπαλθέντος, ὃ καὶ κυάμῳ εἴκασεν ἢ ἐρεβίνθῳ διὰ τὸ τῶν σπερμάτων τούτων ἁδρότερον. οὐ γὰρ ἔδει βέλος ἡρωϊκὸν σίτῳ ἤ τινι τοιούτῳ σπορίμῳ βραχυτάτῳ παρεικάσαι.

(v. 592) Ἰστέον δὲ ὅτι ἐνταῦθα μὲν ἐπὶ βέλους ψαύσαντος μέν, ἀπρακτήσαντος δέ, τὸ πέτεσθαι εἶπεν, ἐν δὲ τῷ "καθ' ὅμιλον ἐπιπτέσθαι μενεαίνων" ἐπὶ βέλους ἀφεθέντος καὶ μήπω βαλόντος. δῆλον δὲ ὡς ἄλλο τὸ [518] ἐπιπτέσθαι, καὶ ἄλλο τὸ ἀποπτέσθαι. Θαυμάζουσι δ' ἐν τούτοις οἱ παλαιοὶ τὸν ποιητὴν καὶ ὡς πρᾶγμα ταπεινὸν τὸ κατὰ κυάμους καὶ ἐρεβίνθους καὶ ἔννοιαν εὐτελῆ ἐπιθέτοις τε ὑψώσας ἐσέμνυνεν, ἐπικαλύπτων τὸ ταπεινόν, καὶ λέξεσι μεμεγεθυσμέναις ἐπῆρε καὶ ταῖς ἐν τῷ τέλει παρισώσεσιν ἐξωράϊσε, τῷ "πνοιῇ" καὶ "λιγυρῇ" καὶ "ἐρωῇ".

(v. 588) Τὸ δὲ "πτυόφιν" ληφθὲν καθ' ἑρμηνείαν ἀντὶ πτύου κατὰ πτῶσιν γενικήν, σύνταξιν καινὴν οὕτω παρείλκυσε τὸ "ἀπὸ πλατέος πτυόφιν". Ὅτι δὲ τὸ πτύον καὶ πτέον ἔλεγον οἱ Ἀττικοὶ ὕστερον, Αἴλιος Διονύσιός φησιν, ἕτερος δέ τις λέγει· πτέον οἱ ἄλλοι, πτύον δὲ Σοφοκλῆς, ἀκολουθῶν δηλαδὴ τῷ ποιητῇ. Μεγάλην δὲ ἀλωὴν λέγει ἢ τήν, ὡς εἰκός, τοιαύτην οὖσαν ἢ τὴν πολυχώρητον καὶ διὰ τὸ κυκλικὸν σχῆμα μεγάλην. Ψιλοῦται δὲ ἡ ἀλωή, ὡς καὶ ἡ Ὁμηρικὴ δηλοῖ συναλιφὴ ἐν τῷ "κατ' ἀλωήν", παρὰ τὸ ἀλοίω ἢ ἀλοῶ ἐκταθέντος τοῦ ο εἰς μέγα ω. ἡ μέντοι ἅλως ὡς ἀπὸ τοῦ ἅλις ἢ ἁλίζω δασύνεται.

(v. 589) Σημείωσαι δὲ καὶ ὅτι Ὁμήρου εἰπόντος κύαμοι μελανόχροες γράφουσιν οἱ παλαιοί, ὅτι τοὺς κυάμους ὡς μέλανας οὐκ ἐσθίουσιν οἱ ἱερεῖς, οἷς καὶ λόγον φασὶν εἶναι ἱερὸν τοιοῦτον "ἶσόν τοι κυάμους τε φαγεῖν κεφαλάς τε τοκήων", διὰ τὸ "ψυχῆς αἰζηῶν βάσιν ἔμμεναι ἠδὲ ἀνάβαθμον ἐξ Ἀΐδαο, ὅταν αὐγὰς εἰσανίωσιν". Οἱ δέ φασιν, ὅτι ἐπὶ Κρόνου ἄρτος ἐξ αὐτῶν ἐγίνετο τοῖς ἀνθρώποις, ὕστερον δὲ μὴ γεύεσθαι αὐτῶν ἐπετράπη, ἵνα μηδ' ὅλως μνήμη τοῦ Κρόνου φυλάττοιτο. Ὡς δέ οἱ κύαμοι καὶ πύαμοι ἐλέγοντο διὰ τοῦ πι, ὅθεν καὶ πυανεψιὼν μὴν ἀπὸ τῶν τοιούτων πυάμων, δεδήλωται ἀλλαχοῦ. Ἰστέον δὲ ὡς, εἴπερ διὰ τὸ περὶ κύαμον βραχὺ μέλαν ἐπιθετικῶς οἱ κύαμοι καλοῦνται μέλανες, ἐστὶ καὶ τοῦτο παράδειγμα σαφὲς τοῦ ἀπὸ μέρους καλεῖσθαι τὸ πᾶν. [Παρὰ τὸ κύειν δὲ αἷμα σύγκεινται οἱ κύαμοι, ὧν ἡ κλῆσις ἔτι σῴζεται πολλαχοῦ τῶν Ἑῴων, οἳ κυάμιά φασιν αὐτοὺς ὑποκορίζοντες. Ὅτι δὲ καὶ ἄγριοι κύαμοι γλυκύτεροι μὲν τῶν ἡμέρων, βραχεῖς [519] δέ, ἡ πεῖρα μέχρι καὶ νῦν δείκνυσιν ἐνιαχοῦ. Δῆλον δ' ἐκ τῶν παλαιῶν καὶ ὅτι συνθέτως θερμοκύαμοι λέγονται, οἱ καὶ ἀσυνθέτως θέρμοι λεγόμενοι, ὧν ἴδιον μὴ ἐμφύειν ζῷα διὰ πικρότητα καὶ δριμύτητα. κατὰ γὰρ Θεόφραστον θέρμος καὶ ὄροβος καὶ ἐρέβινθος μόνα τῶν χεδροπῶν οὐ ζῳοῦται διὰ τὴν ῥηθεῖσαν αἰτίαν. Ὅτι δὲ καὶ Αἰγύπτιος ἐλέγετό τις κύαμος, οὗ ῥίζαι παρὰ Νικάνδρῳ ἐν Θηριακοῖς τὰ ὑπ' Ἀλεξανδρέων καλούμενα κολοκάσια, ὧν παρώνυμος Ἀθηνᾶ Κολοκασία ἐν Σικυῶνι, καὶ ὅτι τὸ φυτόν, οὗ ἡ ῥηθεῖσα ῥίζα καὶ ὁ κύαμος, κιβώριον ἐκαλεῖτο, ἱστορεῖ Ἀθήναιος. Εἰ δὲ καὶ ἕτνος ὁ κύαμος λέγεται, ἀλλὰ τοῦτο μὲν ὡς οἷον κατ' ἐξοχὴν διὰ τὸ τοῦ ὀσπρίου ἀπολαυστικόν. ἐκ τοῦ ἕω γάρ, τὸ πληρῶ καὶ ἀπολαύω, τὸ ἕτνος, ἄλλως δὲ τὸ ἕτνος ἐπὶ ἐψητῶν ὀσπρίων λέγεται γενικώτερον, ὡς δῆλον καὶ ἐκ τοῦ "ἕτνος κυάμινον". πρὸς διαστολὴν γὰρ αὐτὸ εἴρηται. Ἔφιππος δὲ τραγήμασιν ἐντάττων κυάμους καὶ ἐρεβίνθους συναριθμεῖ καὶ χόνδρον, πυρόν, μέλι, σησαμίδας καὶ κανναβίδας. Ἐρεβίνθων δὲ μνεία καὶ παρὰ Ξενοφάνει ὡς χρηστῶν ὄντων ἐν συμποσίῳ. φησὶ γὰρ "πίνοντα γλυκὺν οἶνον ὑποτρώγοντ' ἐρεβίνθους". Μέμνηται δ' αὐτῶν καὶ ὁ ἀριθμήσας οὕτω· ὦχρος, λάθυρος, φηγός, βολβός, τέττιξ, ἐρέβινθος, ἀχράς. Δῆλον δ' ὅτι ὦχρος μὲν καὶ λάθυρος ὄσπρια ὡς καὶ ἐρέβινθος, φηγὸς δὲ βάλανοι φήγινοι οἷαι τρώγεσθαι, βολβὸς δὲ κρόμυόν τι ἄγριον, οὗ χρῆσις καὶ παρὰ τῷ Κωμικῷ, πολὺς δὲ αὐτὸς καὶ ἐν Ἀττικῇ, τέττιξ δὲ βρώσιμόν τι καὶ αὐτό, ὃ καὶ σημείωσαι. ἀχρὰς δὲ ἀπίους σημαίνει ἀγρίους κυρίως. Ἔτι ἐρεβίνθων μνεία καὶ παρὰ τῇ Σαπφοῖ ἐν τῷ "χρύσειοι ἐρέβινθοι ἐπ' ἀϊόνων ἐφύοντο". λέγει [520] δέ, φασί, χρυσέους ἐκείνη ἐρεβίνθους τοὺς κατὰ πύξον ὠχρούς, οὓς δηλοῖ καὶ ὁ εἰπών, ὡς κρείττους οἱ λευκοὶ τῶν μελάνων καὶ οἱ πυξοειδεῖς. ἐλέγοντο δέ τινες ἐρέβινθοι καὶ κρεῖοι, ἴσως ὡς μεγάλοι, ὁμωνύμως τῷ μυθευομένῳ Κρείῳ. Ποσειδῶν δέ, φασίν, εὗρεν ἐρεβίνθους. Ἔνθα δὲ ὁ Κωμικὸς λέγει τὸ "ἐρεβίνθου δραττόμην", παίζει πρὸς ἀνδρὸς μόριον, οὗ τὸ ἑτερογενὲς κριθὴν ἔφη τις. ὅτι δὲ οὐ μόνον φηγοῦ βάλανοι, ἀλλὰ προσφυέστατα καὶ φοινίκων, τέτριπται εἰς εἴδησιν. Ἐλέγετο δέ, φασί, καὶ Διὸς βάλανος τὸ Ποντικὸν κάρυον, ὃ καὶ Ἡρακλεωτικὸν ἐκαλεῖτο. καὶ Εὐβοϊκὰ δέ, φασί, κάρυα κάστανα καὶ Σαρδιανὰ βάλανοι ἐκαλοῦντο. καὶ τοιάδε μὲν καὶ ταῦτα.]

(v. 592) Τὸ δὲ "πολλὸν ἀποπλαγχθεὶς ἑκὰς ἔπτατο" καὶ τὴν βολὴν βιαίαν εἶναι δηλοῖ καὶ τὸν θώρακα τοῦ βασιλέως πάνυ στερρόν. ὅτι δὲ τὸ ἀποπλαγχθῆναι πολλαχοῦ καὶ ἐπὶ ὅπλων κεῖται, δεδήλωται καὶ ἐν τῷ "πλάγχθη δ' ἀπὸ χαλκόφι χαλκός".

(v. 594) Τὴν δὲ τοξοφόρον χεῖρα περιφράζων φησὶν "ἥ ῥ' ἔχε τόξον". τοῦτο δὲ ἀμφιβόλως ἔχει. ἢ γὰρ κατ' εὐθεῖαν νοητέον· ἥτις χεὶρ εἶχε τὸ τόξον. ἢ ἐπιρρηματικῶς ὡς ἐκ δοτικῆς· ἔνθα εἶχε τὸ τόξον ὁ Ἕλενος. σφοδρὸν δὲ τὸ τῆς βολῆς, εἰ τὴν χεῖρα διασχὸν τὸ ἔγχος ἠλάθη καὶ διὰ τοῦ κρατουμένου τόξου.

(v. 596) Τὸ δὲ "ἂψ δ' ἑτάρων" καὶ ἑξῆς ὁ στίχος ὅλος ἐν πολλοῖς τόποις κεῖται, καθὰ καὶ ἕτεροι, οἷα μὴ ὀκνοῦντος τοῦ ποιητοῦ τὸ ἔλλογον ταὐτολόγημα.

(v. 598-600) Ὅτι τὴν τοῦ Ἑλένου χεῖρα βληθεῖσαν ἐθεράπευσεν ὁ ἀδελφὸς Ἀγήνωρ οὕτω· ἔγχος μὲν ἐκ χειρὸς ἔρυσεν "αὐτὴν δὲ ξυνέδησεν ἐϋστρόφῳ οἰὸς ἀώτῳ σφενδόνῃ, ἣν ἄρα οἱ θεράπων ἔχε ποιμένι λαῶν". Λέγει δ' ἐνταῦθα ὁ Σχολιαστής, ὅτι ἐρίοις πάλαι τὰ κῶλα τῆς σφενδόνης συνέπλεκον καὶ οὐ νεύροις ὡς ὕστερον, ἵνα τοῦ ἐρίου ὑπενδιδόντος διατείνοιντο αὐτὰ ἐν τῇ ἀπορρίψει.

(v. 599) Σημείωσαι δὲ ὅτι, ὡς ἐν περιφράσει ἄωτον οἰὸς εἰπὼν ἁπλῶς τὸ ἔριον, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, προσέθετο τὸ εὔστροφον, ἵνα μὴ ἄωτον οἰὸς ἄρτι νοήσωμεν τὸ ἀκατέργαστον ἔριον. ὡς ἂν δὲ αὖ πάλιν μὴ τὸ ἁπλῶς ἐξ ἐρίου νῆμα νοηθείη, ἐπήγαγε τὸ εἶδος τὴν σφενδόνην, ἥτις καὶ αὐτὴ εὔστροφον οἰὸς ἄωτον οὖσα, ὡς δεδήλωται, ἔχει εἰς διαφορὰν εἰδικὴν τὸ πετροβολεῖν, ἵνα ᾖ σφενδόνη εὔστροφον οἰὸς ἄωτον πετροβόλον. [Ἐτυμολογία δὲ [521] αὐτῆς τὸ σπεύδειν, ἀφ' οὗ καὶ τὸ σφεδανόν, ἐπισπεύδει γὰρ οἷον αὐτὴ καὶ κατεπείγει τὴν τῶν λίθων ἄφεσιν.] Ἰστέον δὲ ὅτι ἐν τοῖς ἑξῆς που εἰπὼν "τόξοις καὶ εὐστρόφῳ οἰὸς ἀώτῳ" οὐ προστίθησιν ἐκεῖ καὶ τὸ σφενδόνη, ὡς ἤδη ἑρμηνευθέν. Ὅτι δὲ ἀπὸ τοῦ ἄω [τὸ φιλητὸν καὶ πολύχρηστον τῷ Πινδάρῳ] ἄωτον γίνεται προσλήψει συλλαβῆς, ὡς εἴδω εἴδωλον, δηλοῦται καὶ αὐτὸ ἐν ἄλλοις.

(v. 600) Ὅρα δὲ ὡς πολλάκις ὀργάνων παράχρησις διά τινας ἀνάγκας γίνεται, εἴγε καὶ ἡ ῥηθεῖσα σφενδόνη ἐνταῦθα εἰς ἕλκους σύνδεσμον ἐχρησίμευσε. θεράποντος δὲ ὅπλον αὕτη, οὐ μὴν ἥρωος, οὐδὲ γὰρ ἐχρῆν. δῆλον δ' ὅτι καὶ σφενδονήτας εἶχεν ὁ Τρωϊκὸς πόλεμος. Θαυμαστέος δὲ ὁ ποιητὴς τῆς τε πολυπειρίας τῆς τε χρηστομαθείας, πολλὰ παρενείρων τῇ ποιήσει ἐπέκεινα τῶν προκειμένων ἄξια. [Εἰ δὲ ἡ τοῦ Ἑλένου χεὶρ τῇ σφενδόνῃ περιδεθεῖσα τεθεράπευται, εἴτε καὶ προσεδεήθη ἑτέρας ἰατρείας ὕστερον, τί χρὴ ζητεῖν.]

(v. 602) Ὅτι κεῖται παρατατικὸς ἐνταῦθα τοῦ ἐΐω ῥήματος. φησὶ γὰρ "Πείσανδρος δ' ἰθὺς Μενελάου ἤϊεν", ὅ ἐστιν ἐπορεύετο.

(v. 604) Ἐπῆκται δὲ μετ' αὐτὸ καὶ τὸ "ἐπ' ἀλλήλοισιν ἰόντες", ἤγουν κατ' ἀλλήλων.

(v. 602 s.) Ὅτι καὶ ἐνταῦθα κεῖται ἀποστροφῆς σχῆμα ἐν τῷ "τὸν δ' ἄγε μοῖρα κραταίη θανάτοιο τέλοσδε, σοὶ Μενέλαε δαμῆναι". προσφωνήσει δὲ ἡ Ὁμηρικὴ Μοῦσα καὶ τὸν Πάτροκλον ἐν τοῖς ἑξῆς πολλάκις οἷα ἐπιστρεφομένη τοιούτων προσώπων ὡς ἀξίων λόγου.

(v. 605) Ὅτι ἀστοχίαν βολῆς φράζει τὸ "Ἀτρείδης μὲν ἅμαρτε, παραὶ δὲ οἱ ἐτράπετ' ἔγχος", ἤγουν οὐ κατ' εὐθὺ ἦλθεν, ἀλλ' εἰς πλάγιον ἐστράφη. καὶ ἔστι τοῦτο ἐφερμηνευτικὸν τοῦ "ἥμαρτεν".

(v. 606-609) Ὅτι καὶ ἑτέρου δόρατος καυλὸς ἐνταῦθα κλᾶται. "Πείσανδρος γὰρ σάκος Μενελάου οὔτασεν, οὐδὲ διαπρὸ δυνήσατο χαλκὸν ἐλάσσαι. ἔσχετο γὰρ σάκος εὐρύ, κατεκλάσθη δ' ἐνὶ καυλῷ ἔγχος".

(v. 608) Καυλός δὲ καὶ νῦν τὸ ἄκρον ξύλον, ὃ ἐνίεται τῇ αἰχμῇ.

(v. 609) Ὁ δὲ τοῦτο δυστυχήσας "φρεσὶν ᾗσι", φησί, "χάρη καὶ ἔλπετο νίκην". μυκτηρίζων δὲ τοῦτο λέγει ὁ ποιητής, ὥστε οἰκεῖον ῥηθῆναι αὐτὸ ἐπὶ τῶν ἐκπεσόντων νίκης ἐλπιζομένης.

(v. 610-613) Ὅτι Πείσανδρος ὁ Τρωϊκὸς τοῦ ἔγχους αὐτῷ κλασθέντος, ὡς προσεχῶς εἴρηται, ἐπεὶ Ἀτρείδης ἐρυσάμενος ξίφος ἆλτο ἐπ' αὐτῷ, "ὑπ' ἀσπίδος εἵλετο καλὴν ἀξίνην εὔχαλκον ἐλαΐνῳ ἀμφὶ πελέκκῳ, μακρῷ, ἐϋξέστῳ, ἅμα δ' ἀλλήλων ἐφίκοντο", αὐτὸς δηλαδὴ καὶ ὁ Μενέλαος.

(v. 614-619) Καὶ "ὃ μὲν κόρυθος φάλον ἤλασεν ἱπποδασείης, ἄκρον ὑπὸ λόφον αὐτόν", Μενέλαος "δὲ προσιόντα μέτωπον ἤλασε", δηλαδὴ ξίφει, "ῥινὸς ὑπὲρ πυμάτης, λάκε ὀστέα, τὼ δέ οἱ ὄσσε πὰρ ποσσὶν αἱματόεντε χαμαὶ πέσον ἐν κονίῃσιν, ἰδνώθη δὲ πεσών· ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων" ἐσκύλευσέ τε καὶ εἶπε τὰ ῥηθησόμενα.

(v. 612) Ὅρα δὲ ὅτι ἀξίνην φέρει ὁ Πείσανδρος καινότερον ὁπλιζόμενος, ὥσπερ καὶ ἕτερός τις [522] σφενδόνῃ ἐχρήσατο, καὶ ἄλλος μεγάλῳ ξίφεϊ. Βαρβαρικὸν δὲ τὸ ἀξίναις μάχεσθαι καὶ πελέκεσσι, διὸ Τρῶές που ὀξέσι πελέκεσσι καὶ ἀξίνῃσι μάχοντο. καλὴ δὲ ἡ ῥηθεῖσα ἀξίνη διὰ τό, ὡς εἰκός, κατακεκροτῆσθαι εἰς κάλλος. Τὸ δὲ ἐλάϊνον ἢ ἀπὸ τοῦ ἐλαία γέγονεν ἀποθέσει τοῦ ι τῆς διφθόγγου, ἢ ἀπὸ τοῦ ἐλάα Ἀττικοῦ, ὡς δηλοῖ καὶ ἡ παρὰ τῷ Κωμικῷ χρῆσις καὶ ὁ κατὰ Διογένην ἀστεϊσμὸς τοῦ "μάστιξε δ' ἐλάαν", ἤγουν ἀπερράπισεν ἀπωσάμενος τὴν ἐλαίαν. [Κρεῖττον δὲ τὸ πρῶτον. ἐλάα γάρ, ὡς καὶ ἀλλαχοῦ παρεσημάνθη, οὐ τὸ δένδρον ἀλλ' ὁ καρπὸς αὐτοῦ.] Τεχνικῶς δὲ πέλεκκον ἐλάϊνον τῇ ἀξίνῃ χορηγεῖ ὁ ποιητής, ὥς που καὶ τῷ σκεπάρνῳ, οἷα καὶ τῶν τοιούτων εὖ εἰδὼς αὐτὸς καὶ ἡμῖν ἐκ παρέργου πολυπειρίας χάριν εἴδησιν διδούς. οὐ γὰρ δήπου μάτην οὐδὲ τὰ τοιαῦτα παρασημαίνεται. Πέλεκκον δὲ οὐδετέρως ὁ στειλειός, τουτέστιν ἡ λαβὴ τοῦ πελέκεως ἤτοι τῆς ἀξίνης, διπλασιασθέντος τοῦ κ ὡς καὶ ἐν τῷ ἡμιπέλεκκα. ἐκεῖνά γε μὴν οὐ στειλειοὺς δηλοῖ, ἀλλὰ μικρούς τινας πελέκεας. Καινότερον δὲ καὶ ἐνταῦθα ἡ ἀμφι πρόθεσις δοτικῇ σύγκειται ἐν τῷ "ἀμφὶ πελέκκῳ", ὃ μακρὸν μὲν λέγεται ὡς μὴ σκεπάρνου ὂν ἀλλὰ ἀξίνης, ἐΰξεστον δὲ διὰ τὸ καλὴν τὴν ἀξίνην εἶναι ὡς εὖ ἠσκημένην.

(v. 613) Τὸ δὲ "ἀλλήλων ἐφίκοντο" ἀντὶ τοῦ καθίκοντο καὶ ἴψαντο, οἷα τῆς ἐπι προθέσεως ἀντὶ τῆς κατα ἐπὶ ἐναντιώσει κειμένης καὶ ἐνταῦθα. εἰ δὲ γράφεται ἀφίκοντο, λείπει ἡ κατα πρόθεσις, καὶ δηλοῖ ὡς ὁμοῦ κατ' ἀλλήλων ὥρμησαν. καὶ ἔστιν ὅμοιον τῷ "ἐπαΐσσοντα νεῶν", ἤγουν ὁρμώμενον κατὰ τῶν νεῶν, ὅπερ ἐν τοῖς ἑξῆς κεῖται.

(v. 614 s.) Ἐν δὲ τῷ "κόρυθος φάλον ἄκρον ὑπὸ λόφον αὐτόν" δηλοῖ φανερῶς ὑποκεῖσθαι καὶ ἐγγυτάτω εἶναι τῷ λόφῳ τοὺς φάλους. οὕτω δὲ καὶ ἐν τῷ "μέτωπον ῥινὸς ὑπὲρ πυμάτης" περατοῦσθαι δηλοῖ τὸ μέτωπον πρὸς τῇ ἀρχῇ τῆς ῥινός. Ἀπὸ δὲ τοῦ λόφου καὶ λοφεῖον, οὐ μόνον παρὰ τῷ Κωμικῷ, ἀλλὰ καὶ παρ' ἑτέροις, οἳ καί φασιν ὅτι λοφεῖον θήκη λόφου περικεφαλαίας.

(v. 616) Ἀπὸ δὲ τῆς ῥινὸς παρὰ Παυσανίᾳ ἔνρινον, [ἴσως δὲ] καὶ ἔρρινον, διὰ [523] δύο ρ, ἄρωμα ᾧ τὰς ῥῖνας, φησίν, ἐνεχρίοντο. [Ἰστέον δὲ ὡς οἱ τὴν ῥῖνα μύτιν καλέσαντες οὐ φαύλως οὕτως ὠνόμασαν. Ἔστι γὰρ καὶ τῆς λέξεως ταύτης χρῆσις παρὰ τοῖς παλαιοῖς, ἐπὶ θαλασσίων μέντοι. Ἀριστοτέλης γοῦν φησι τὴν σηπίαν ἔχειν τὸ μὲν ὄστρακον ἐν τῷ νώτῳ, ἐν δὲ τῇ μύτιδι τὸν θολόν. αὕτη δέ, φησίν, κεῖται παρὰ τὸ στόμα αὐτὸ κύστεως τόπον ἐπέχουσα. ἴσως δὲ ἡ αὐτὴ μύτις καὶ μυκτὴρ ὑπ' αὐτοῦ λέγεται ἐν τῷ "αἱ σηπίαι καὶ αἱ τευθίδες νέουσιν ἅμα καὶ συνεπόμεναι τὰ στόματα καὶ τὰς πλεκτάνας ἐφαρμόττουσι καταντικρὺ ἀλλήλαις. ἐφαρμόττουσι δὲ καὶ τὸν μυκτῆρα εἰς τὸν μυκτῆρα". εἰ δέ, καθὰ ὁ μυκτὴρ καὶ ἡ μύξα ἐκ τοῦ μύζειν λέγεται, οὕτω μεταφορικῶς καὶ ἡ μύτις, ἤδη δὲ καὶ ὁ μυξῖνος ‑ κεφάλου δέ, φασί, μικροῦ εἶδος οὗτος ‑ , εὑρητέον εἴ πού ἐστιν ἄλλοθι. χρῆσις δὲ μυξίνου καὶ ἐν τῷ λευκίσκων πλείονα εἴδη, κέφαλοι, κεστρεῖς, μυξῖνοι, χελλῶνες οἱ καὶ βάκχοι. εἰκὸς δὲ τοὺς μυξίνους, εἴπερ λέγονται γενικῶς λευκίσκοι ὡς οἷα λευκοί, παρὰ τὴν γλαγόεσσαν γίνεσθαι μύξαν, ἣ κεῖται παρὰ τῷ Ὀππιανῷ.] Λακεῖν δὲ οὐχ' ἁπλῶς τὸ φωνεῖν ἢ λαλεῖν, ὡς οἱ Τραγικοὶ διθυραμβικώτερον χρῶνται καὶ ὁ Κωμικὸς παίζει ἐν τῷ "ὁ Φοῖβος ἔλακεν ἐκ τῶν στεμμάτων", ἀλλὰ ποιόν τινα ἦχον ἀψύχων σωμάτων ἡ λέξις δηλοῖ. ὅθεν καὶ ἡ ἐν ἱματίοις ἢ σαρκίοις λακὶς ὠνοματοπεποίηται. καὶ νῦν μὲν ἐπὶ ὀστέων τὴν λέξιν ὁ ποιητὴς ἔθηκε, προϊὼν δέ που ἐπὶ ξίφους αὐτὸ θήσει ἐν τῷ "λάκε περὶ χροῒ χαλκὸς ἀτειρής".

(v. 617) Ἐν δὲ τῷ "ὄσσε αἱματόεντα" ἢ αἱματόεντε, γράφεται γὰρ ἀμφοτέρως, εἰ μὲν αἱματόεντα ἐρεῖ τις, ἀριδήλως οὐδετέρου γένους εἶναι παριστᾷ τὸ ὄσσε, εἰ δὲ διὰ τοῦ ε αἱματόεντε, ἀμφίβολον αὖθις μένει τὸ γένος. Ὅρα δ' ἐνταῦθα τὸ βίαιον τῆς πληγῆς, εἰ παρὰ γῆν πίπτουσιν οἱ ὀφθαλμοὶ δι' αὐτὴν τῆς οἰκείας ἕδρας ἐξωσθέντες.

(v. 618) Τὸ δὲ "ἰδνώθη πεσών" ταὐτόν ἐστι τῷ "ἰδνωθεὶς ἔπεσεν", ὡς καὶ τὸ "κάμε τεύχων" ὅμοιόν ἐστι τῷ "καμὼν ἔτευξε", [καὶ τὸ "χασσάμενος πελεμίχθη" ὡμοίωται τῷ "πελεμιχθεὶς ἐχάσσατο".] Ἰδνωθῆναι δὲ καὶ νῦν τὸ συγκαμφθῆναι καὶ συγκαθεσθῆναι. καὶ γίνεται ἡ λέξις ἐκ τοῦ ἕζω, καθὰ καὶ [524] ἀλλαχοῦ ἐδηλώθη, ἀφ' οὗ τὸ ἕδω, οἷα φιλιουμένων τοῦ ζ καὶ δ. πλεονασμῷ δὲ τοῦ νῦ παρακολουθεῖ αὐτίκα καὶ τροπὴ τοῦ ε εἰς ι, καὶ γίνεται ἕδω ἰδνῶ, ὡς πέλω πιλνῶ, σκεδῶ σκιδνῶ καὶ ἄλλα μυρία. Ἰδνῶ γοῦν τὸ συστέλλομαι καὶ οἷον συνιζάνω. οὕτω καὶ ὁ Θερσίτης ἰδνοῦται, ὄφις δὲ ἄλλως ἰδνώθη πρὸ ὀλίγων, ὡς ἐκεῖ ἐδηλώθη.

(v. 618 s.) Ὅτι Μενέλαος λὰξ ἐν στήθεσι βαίνων καὶ σκυλεύσας τὸν εἰρημένον Πείσανδρον λαλεῖ τι πρὸς τὸν ἤδη νεκρὸν ὡς ἐν ἠθοποιΐᾳ κατὰ ἦθος ἀφελές. ἔνθα καὶ τὸ ἐν δημηγορίᾳ λιγὺ τοῦ Μενελάου δηλοῦται, καὶ ὡς ἐπιτροχάδην ἔχει ἀγορεύειν, τουτέστιν ἐπιτρέχων τὰ πολλὰ καὶ λέγων τὰ καίρια. ἔστι δὲ καὶ καταφορά, ἐν οἷς λέγει, πολλὴ διὰ τὸ ὑπερπαθεῖν ἐφ' οἷς πάνυ πολλὰ ἠδίκηται.

(v. 620 s.) Λέγει δ' ἐπὶ τῷ νεκρῷ τοιαῦτα "λείψετέ θην", ἤγουν καταλείψετε δή, "οὕτω γε νέας Δαναῶν ταχυπώλων Τρῶες ὑπερφίαλοι, δεινῆς ἀκόρητοι ἀϋτῆς".

(v. 622-629) Ἐπεὶ δὲ τοῦτο οὐ πάνυ ἦν ψογερόν, [οὐ γὰρ πάνυ μωμητὸν τὸ ἐν καιρῷ δέοντι ἀκόρητόν τινα εἶναι μάχης,] ἐπάγει "ἄλλης μὲν λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευεῖς, ἣν ἐμὲ λωβήσασθε κακαὶ κύνες, οὐδέ τι θυμῷ Ζηνὸς ἐριβρεμέτεω χαλεπὴν ἐδδείσατε μῆνιν, ξεινίου, ὃς τέ ποτ' ὔμμι διαφθέρσει πόλιν αἰπήν. οἵ μευ κουριδίην ἄλοχον καὶ κτήματα πολλὰ μὰψ οἴχεσθε ἀνάγοντες, ἐπεὶ φιλέεσθε παρ' αὐτῇ νῦν αὖτ' ἐν νηυσὶ μενεαίνετε ποντοπόροισι πῦρ ὀλοὸν βαλέειν, κτεῖναι δ' ἥρωας Ἀχαιούς".

(v. 6302) Ἐφ' οἷς ἀποκαθιστῶν τὸ νόημα, τὸ "λείψετε οὕτω νῆας", καὶ παραφράσας αὐτὸ ἐν τῷ εἰπεῖν "ἀλλά ποθι σχήσεσθε καὶ ἐσσύμενοί περ Ἄρηος" ἐπάγει μετὰ πάθους, ἠθικῶς καὶ ἐμψύχως ἀποτείνων ἐν σχήματι ἀποστροφῆς τὸν λόγον ὡς πρὸς παρόντα τὸν Δία, καὶ ὡς εἰκός, δυσανασχετῶν κατά τινα λόγον νεμέσεως "Ζεῦ πάτερ, ἦ τέ σέ φασι περὶ φρένας ἔμμεναι ἄλλων ἀνδρῶν ἠδὲ θεῶν, σέο δ' ἐκ τάδε πάντα πέλονται".

(v. 633-639) Καὶ οὕτω σεμνῶς ὡς ἐν θεολογίᾳ φράσας ἐπιφέρει τὸ δυσχερὲς καί φησιν "οἷον δὴ ἄνδρεσσι χαρίζεαι, ὑβριστῇσι Τρωσίν, ὧν μένος αἰὲν ἀτάσθαλον, οὐδὲ δύνανται φυλόπιδος κορέσασθαι καὶ ὁμοιΐου πολέμοιο. πάντων μὲν κόρος ἐστὶ καὶ ὕπνου καὶ φιλότητος μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο. τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἷναι ἢ πολέμου", τουτέστιν, ὧν μᾶλλόν τις ἐπιθυμεῖ κορεσθῆναι. πόλεμος γὰρ οὐδεὶς ἐπιθυμητός. Εἶτα κατακλείων τὸ νόημα ταὐτολογικῶς εἰς τὸ ἐξ ἀρχῆς φησι "Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν", ὃ φθάσας εἶπε "Τρῶες ὑπερφίαλοι δεινῆς ἀκόρητοι ἀϋτῆς". Καὶ ὅρα ὅτι τετράκις ἔφρασε τὸν αὐτὸν νοῦν, ἄνω μὲν ἐν στίχῳ ἑνί, ἐν ᾧ δεινῆς ἀκορήτους ἀϋτῆς ἔφη τοὺς Τρῶας, κατωτέρω δὲ μετὰ στίχους δώδεκα, ἐν δυσὶ παρά τι ὀλίγον, ὅπου καὶ τὸ μένος [525] αὐτοῖς αἰὲν ἀτάσθαλον ἔφη, μὴ δυναμένοις κορέσασθαι πολέμου, καὶ συναπτῶς εὐθὺς ἐν στίχοις ὑπὲρ τοὺς τρεῖς "πάντων κόρος ἐστὶ καὶ ὕπνου καὶ φιλότητος" καὶ ἑξῆς, καὶ ἐν τῷ τέλει κομματικῶς "Τρῶες μάχης ἀκόρητοι ἔασι". καὶ ἔστι δριμεῖα ἡ τοῦ τρίτου ἐπιχειρήματος ἐπίτασις, εἴπερ τῶν μὲν ἡδέων κόρος ἐστίν, οἱ δὲ Τρῶες τῆς δεινῆς μάχης οὐ κορέννυνται, ἧς οὐδὲ τὴν ἀρχὴν αἱρήσεταί τις γεύσασθαι. Ὅρα δὲ ὅτι βαρυνόμενος ὁ Μενέλαος ὅμως οὐδὲν αὐτὸς κατὰ ἄλλους ἐσάρκασε πρὸς ἀστεϊσμόν, ἀλλ' ἠρκέσθη βαρέως εἰπὼν "λείψετε οὕτω νέας Δαναῶν" καὶ "ἀλλά ποθι σχήσεσθε Ἄρηος", ἔτι δὲ καὶ κατενεχθεὶς ὑβριστικῶς.

(v. 622) Τὸ δὲ "οὐκ ἐπιδευεῖς" θαυμασίως ἔχει. ἐπεὶ γὰρ ταὐτὸν τὸ οὐκ ἐπιδευεῖς τῷ ἀνενδεεῖς, ἤγουν πλήρεις καὶ κεκορεσμένοι, φησὶ κατά τι ἀντιθετικὸν σχῆμα, ὅτι οἱ Τρῶες μάχης τέ εἰσιν ἀκόρητοι καὶ λοιπῆς δὲ κακίας κεκορεσμένοι καὶ ἀπροσδεεῖς. ἔστι δὲ περίφρασις τοῦ λωβηταί καὶ αἰσχροί τὸ "λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευεῖς".

(v. 623) Τὸ δὲ "ἣν ἐμὲ λωβήσασθε", ἤγουν καθ' ἣν ἐβλάψατέ με, πίστις ἐστὶ τοῦ εἰς πλάτος ῥηθέντος λόγου ἐκ μερικοῦ τοῦ κατ' αὐτὸν πάθους. πάντως γὰρ οὐκ ἐπιδευεῖς λώβης οἱ καὶ τοῦτον λωβησάμενοι. δῆλον δ' ὡς Ἀττικὸν τὸ "λώβης ἣν λωβήσασθε". Τὸ δὲ "κακαὶ κύνες" Ἰωνικῶς μὲν ἔχει τῆς κατὰ γένος θηλυκὸν φράσεως, ἴσως δὲ καὶ ὡς διὰ τὸ Τρωϊκὸν ἐκτεθηλυμμένον οὕτως ἐσχημάτισται. δηλοῖ δὲ ἢ τοὺς κατωφερεῖς καὶ λάγνους, ὁποῖος ὁ Πάρις, ἢ τοὺς ἀναιδεῖς, ὁποῖος ὁ Ἕκτωρ, ἢ καὶ ἄλλως, τοὺς ἀνάνδρους, εἴγε κακοὶ οἱ δειλοί. κάκη γὰρ οὐ μόνον ἡ κακία κατὰ τοὺς περὶ Πλάτωνα, ἀλλὰ καὶ ἡ δειλία, ἐξ οὗ κακὸς ὁ [526] δειλός, καὶ κακίζεσθαι τὸ δειλιᾶν, ὡς τὸ "ἐπεὶ οὔ ἑ κακιζόμενόν γε κατέκτα". ἐξ αὐτοῦ δὲ τὸ κακκᾶν συνήθως ἐπὶ παιδίων, ἐπεὶ καὶ τοῖς δειλιῶσιν ἕπεται τοιοῦτόν τι πάσχειν, ὃ καὶ ἐξιδίειν σεμνῶς ἡ Κωμῳδία φησίν, [ἀρχὴν λαβοῦσα ἐξ Ὁμηρικοῦ χωρίου τοῦ "ἴδιον ὡς ἐνόησα", ἤγουν ἵδρωσα ἐξ ἀγωνίας. καὶ] ἄλλως δέ, κακαὶ κύνες οἱ Τρῶες ὡς βλάπτοντες τοὺς Ἀχαιούς, ἐφ' οἷς αὐτοὶ οὐκ ὠφεληθήσονται. ἐξ οὗ λόγου καὶ παροιμία τὸ "ἡ κύων ἐπὶ φάτνης", ἐπὶ τῶν μήτε χρωμένων μήτε ἄλλοις διδόντων.

(v. 624) Τὸ δὲ "ἐριβρεμέτεω" τραχὺ ὂν ἐπίθετον καὶ ὑπόδεινον, οἰκείως παράκειται τῇ χαλεπῇ τοῦ Διὸς μήνιδι. Ἐν δὲ τῷ "Ζηνὸς μῆνιν ξεινίου" ἀσεβείας ἁλίσκεσθαι καὶ αἰσχροκερδείας τοὺς Τρῶας δηλοῖ καὶ ἐπιτείνει τὴν αὐτῶν ἀδικίαν. οἳ φιληθέντες, ὅ ἐστι φιλοφρονηθέντες, παρὰ τῆς Ἑλένης Δία τε τὸν ξένιον, εἴποι δ' ἄν τις καὶ ὡς Δία τὸν φίλιον, εἶτα ἠδίκησαν, τήν τε ξεινοδόκον ἁρπάσαντες καὶ κτήματα, ἤγουν χρήματα, πολλά. φασὶ γὰρ ὡς μετὰ πολυτελοῦς σκευῆς, ὡς ἐπὶ θυσίαν ἥκουσα, ἡρπάγη. [Ἰστέον δ' ἐν τούτοις ὅτι τε τὸ "μῆνιν Ζηνός", ἤγουν Διός, "ξεινίου" ἐλέγχει τὸν νοήσαντα παρ' Εὐριπίδῃ τὸ "πέφευγας τὸν ἐμὸν ἱκέσιον Δία" τρόπῳ ἀναστροφῆς ἀντὶ τοῦ διαπέφευγας, ὡς οὐκ ὀρθῶς ἐπέβαλεν. ὁ μὲν γὰρ ἔφη ἀπολύτως χρῆναι εἰπεῖν τὸν ἐμὸν ἱκέσιον, ἤγουν τὸν ἱκετευτικόν μου λόγον, ὡς ἰδιωτικὸν ὂν εἰπεῖν Δία ἱκέσιον. ἐνταῦθα δὲ φαίνεται ὡς, εἴπερ ἄψογόν ἐστι τὸ εἰπεῖν οὐκ ἐδείσατε Δία ξένιον, οὕτως οὐδ' ἐκεῖ τὸ φάναι πέφευγας Δία ἱκέσιον. καλὸν μὲν γὰρ καὶ τό· οὐκ ἔδεισας τὸν ξένιον ἢ τὸν φίλιον ἢ τὸν ἱκέσιον ἐλλειπτικῶς, ὀρθὸν δὲ οὐδὲν ἧττον καὶ τὸ συνάψαι Δία ξένιον, Δία φίλιον, Δία ἱκέσιον. Ἐκεῖνος δὲ ὁ παλαιὸς συνεκρότησε καὶ τὴν ἐν τῷ πέφευγας Δία ἀναστροφὴν διὰ τοῦ καρδία. οἱονεὶ γάρ, φησί, κᾶρ δία, ἤγουν διὰ τὸ κῆρ. οὕτω δέ, φησί, καὶ σκιάδιον τὸ σκιὰν δία, ἤγουν διὰ σκιάν. Καὶ μὴν καὶ τοῦτο ἀντιλέγεται ὡς καὶ διὰ διφθόγγου ὂν παρὰ τὸ τῇ σκιᾷ διδόναι ἄδειαν, καὶ οὐδὲ ἡ δια ἀναστρέφεται, ὡς μὴ συμπέσῃ τῇ αἰτιατικῇ τοῦ Διός.]

(v. 625) Τὸ [527] δὲ "ὅς ποτε ὔμμι διαφθέρσει πόλιν" προβολή ἐστιν ἀγαθῆς ἐλπίδος, ἣν ὁ ἀδικηθεὶς Μενέλαος προΐσχεται. ἅμα δὲ καὶ ὑπολαλεῖται δεξιῶς ἡ τῆς Τροίας ἅλωσις τῷ φιλέλληνι ἀκροατῇ. Ἡ δὲ τοῦ "ὔμμι" ἐνταῦθα ψίλωσις καὶ ὀξυτόνησις καὶ ἡ ἐν αὐτῷ διπλόη τοῦ μυ καὶ ἡ ἐκκοπὴ τοῦ ν Αἰολέων εἰσίν. Ἐν δὲ τῷ "πόλιν αἰπήν", [ἤγουν ὑψηλὴν τὴν διὰ τοῦτο καὶ ἠνεμόεσσαν, ὡς πολλαχοῦ δεδήλωται,] σημείωσαι ὅτι προϋπόκειται ἀρσενικὸν ὁ αἰπός, ὅθεν οὐδέτερον τὸ αἰπόν, ἐξ οὗ τὸ αἰπὰ ῥέεθρα.

(v. 626) Εἰς δὲ τὸ "κουριδίην ἄλοχον" φασὶν οἱ παλαιοί, ὡς οὐκ ἄρα οἶδεν ὁ ποιητὴς κατὰ τοὺς νεωτέρους τὴν τῆς Ἑλένης ὑπὸ Θησέως ἁρπαγὴν οὐδὲ τὸ ἐκ Θησέως καὶ αὐτῆς γενέσθαι τὴν Ἰφιγένειαν, ἥγε κουριδίη τῷ Μενελάῳ ἐστὶ γυνή.

(v. 627) Τὸ δὲ "μὰψ οἴχεσθε ἀνάγοντες" πρὸς διαστολὴν εἴρηται τῶν Ἑλληνικῶν πράξεων. οἰχήσονται μὲν γὰρ καὶ Ἀχαιοί ποτε ἄγοντες ἐκ Τροίας κτήματα καὶ γυναῖκας, οὐ μὰψ δέ, ἀλλ' ἀμυνόμενοι ἐφ' οἷς ἔπαθον. ἔτι δὲ καὶ ἄλλως εἰπεῖν, ἁρπάζουσι μὲν ἄρτι καὶ Ἀχαιοί, ἀλλ' ἀμυντικῶς, Ἀλέξανδρος δὲ ἐπιξενωθεὶς μὰψ ἥρπασεν. Ἀνάγοντες δὲ ἢ ἁπλῶς ἐκ λιμένος ἀναπλέοντες, ἢ καὶ ὅτι ἀνάπλους ὄντως ἐστὶν ὁ ἐκ Πελοποννήσου πλοῦς εἰς τὴν Τροίαν, ὡς καὶ ἐν ἄλλοις ἐρρέθη, διὰ τὸν τοῦ Ἑλλησπόντου κατάρρουν.

(v. 628 s.) Τὸ δὲ "νῦν αὖτ' ἐν νηυσὶ μενεαίνετε πῦρ βαλεῖν" ἡ αἰτία ἐστί, δι' ἣν οὕτω τῶν Τρώων ὁ ἐνηὴς Μενέλαος καταφέρεται, δηλοῦσα καὶ ὡς πάντῃ ἀδίκως θρασύνονται, εἰ μετὰ τὴν ἁρπαγὴν καὶ τὴν εἰς ξένιον Δία παραιβασίαν εἶτα καὶ οὕτω θαρροῦσι κατὰ τῶν ζητούντων τὰ οἰκεῖα. ὃ καὶ δυσχερὲς εἶναι δηλῶν φησι "κτεῖναι δ' ἥρωας Ἀχαιούς" μεγαλοφρόνως εἰπὼν τοῦτο, ὡς μὴ εὐχερὲς ὂν τοὺς ἥρωας οὕτω ῥᾷον πεσεῖν ὑπὸ Τρωσί.

(v. 630) Διὸ ἐπάγει "ἀλλά ποθι σχήσεσθε Ἄρηος", ὃ καὶ αὐτὸ ἀγαθῆς ἐλπίδος ἐστὶ προβολή. Ἐνταῦθα δὲ καὶ πῦρ ὀλοὸν πρὸς ἀντιδιαστολὴν εἴρηται τοῦ ἐν γάμοις καὶ θυσίαις καὶ πυρσοῖς καὶ δόρποις. αὐτὰ μὲν γὰρ σωτήρια, τὸ δ' ἐκ τῶν Τρώων ὀλέθριον. Ἥρωας δὲ Ἀχαιούς, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, τοὺς ὅλους Ἕλληνας λέγει, ἀποσεμνύνων αὐτοὺς διὰ τὸ ὑπὲρ ἀγαθοῦ μάχεσθαι.

(v. 631) Ἐν δὲ τῷ "Ζεῦ πάτερ" καὶ ἑξῆς, φρονιμώτατον καὶ αἴτιον πάντων τὸ θεῖον δοξάζει. Τὸ δὲ "φασὶ περὶ φρένας" καὶ ἑξῆς, μίγμα ἐστὶν ἐννοίας σεμνῆς καὶ τραχείας. σεμνολογεῖ μὲν γὰρ τὰ περὶ θεοῦ, αἰτιᾶται δὲ αὐτὸν ὡς [528] ὑβρισταῖς, εἰ καὶ μὴ πᾶσιν, ἀλλά γε τοῖς Τρωσὶ χαριζόμενον. Εἰ δὲ ἐνδοιαστικὸν ὂν τὸ φασίν ἐνδοιαστικῶς προάγει τὴν σεμνὴν ἔννοιαν, ἔστιν εἰπεῖν ὡς οὐ μόνον πολιτικώτερον ὁ λόγος οὕτως ἐσχημάτισται, ἀλλὰ καὶ βαρυνομένην ψυχὴν ὑποδηλοῖ. δυνατὸν δὲ καὶ ἄλλως τὸ φασί μὴ ἐνδοιασμὸν ἔχειν, ἀλλὰ κοινὴν δόξαν δηλοῦν τοῦ τοιοῦτον εἶναι τὸ θεῖον. Ἰστέον δὲ καὶ ὅτι τὸ "περὶ φρένας ἔμμεναι ἄλλων", καὶ "σέο δ' ἐκ τάδε πάντα πέλονται" οἰκεῖά εἰσι λεχθῆναι καὶ πρὸς συνετὸν καὶ πολυδύναμον ἄρχοντα. Τὸ δὲ "περὶ φρένας" εἶχεν εἰπεῖν καὶ περὶ φρεσίν, κατὰ τὸ "οἳ περὶ μὲν βουλῇ Δαναῶν ἐστε".

(v. 633 s.) Ὑβριστὰς δὲ τοὺς Τρῶας καλεῖ, ὡς καὶ λάγνους, καθὰ ἐδήλωσεν ἡ τῆς Ἑλένης ἁρπαγή, καὶ λώβης δὲ καὶ αἴσχεος οὐκ ἐπιδευεῖς, καὶ ὡς μένος αἰὲν ἀτάσθαλον ἔχοντας. ἔνθα καὶ ὅρα τὸ αἰέν, ψεκτὸν ὂν ὁμοίως τῷ "αἰεὶ γάρ τοι ἔρις φίλη". Δοκεῖ δὲ καὶ ὁρίζεσθαι τοὺς ὑβριστὰς ἐνταῦθα ὁ ποιητής, ἵνα εἶεν ὑβρισταί, ὧν μένος αἰὲν ἀτάσθαλον.

(v. 634 s.) Τὸ δὲ "οὐδὲ δύνανται φυλόπιδος κορέσασθαι" ἐπίτασίς ἐστι τοῦ "ἀκόρητοι ἀϋτῆς". οὐ γὰρ ἁπλῶς ἀκόρητοι, ἀλλὰ μηδὲ δυνάμενοι κορέσασθαι, εἰ καὶ θέλουσιν. ὥσπερ γὰρ ὁ ἀγαθὸς ἑτεροῖος εἶναι ῥᾷον οὐκ ἔχει, "ἐπεὶ μάθεν ἔμμεναι ἐσθλός", οὕτω καὶ ὁ αἰεὶ ἀτάσθαλος οὐ δύναται μὴ τοιοῦτος εἶναι. εἴποι δ' ἄν τις καὶ ὡς ἐπὶ ἀψύχων τινῶν εἰρῆσθαι τὸν λόγον, ὅμοιον ὡς καὶ εἴ τις εἴποι μὴ δύνασθαι τὴν θάλασσαν κορέσασθαι γλυκέος ὕδατος ἢ τὸ πῦρ ὕλης, ἣν δαπανᾷ, ἢ τὸν πολεμικὸν σίδηρον αἵματος. Ὅρα δὲ καὶ τὸ "φυλόπιδος" οὐκ ἀπολύτως ῥηθέν, ἀλλὰ μετὰ προσθήκης φυλόπιδος πολέμοιο. νοητέον οὖν ἐντεῦθεν, ὡς τοιοῦτόν τι καὶ ἡ βοὴ καὶ ἡ ἀϋτή. οὐδὲ γὰρ αὐτὰ τὴν μάχην αὐτόθεν δηλοῖ ἀνελλιπῶς, ἀλλὰ μετὰ προσθήκης, ἵνα εἶεν "βοὴ μάχης" καὶ "ἀϋτὴ πολέμου". Σημείωσαι δὲ ὅτι κορέσασθαι μὲν λέγει ὁ ποιητής, τὸ δὲ ἐξ αὐτοῦ σύνθετον οὐ λέγει ἀκόρεστος, ἀλλὰ ἀκόρητος, ἐκ τοῦ κορῶ κορήσω. καὶ μὴν οὐδὲ τὸ ἀκόρεστος εἰς οὐδὲν τῷ μέτρῳ λυμαίνεται, φιλεῖ δὲ ὅμως Ὅμηρος [μὴ] οὕτω φράσαι. Ἰστέον δὲ καὶ ὅτι Ἀττικοὶ ἀκόρητόν φασι τὸ ἀκαλλώπιστον καὶ ἀφιλοκάλητον, ὡς δηλοῖ καὶ ὁ Κωμικὸς ἐν τῷ "βίον ἀκόρητον εἰκῇ κείμενον". [Τοῦ δὲ τοιούτου ἀκορήτου θέμα τὸ κορῶ, ἐξ οὗ ἐκκορεῖν Ἑλλάδα ἡ Κωμῳδία λέγει τὸ ἐκκενοῦν καὶ καθαίρειν, ὡς εἰ καὶ ἐσαροῦτο κατὰ τὰς φιλοκαλουμένας [529] οἰκίας.]

(v. 636) Τὸ δὲ "πάντων μὲν κόρος" καὶ ἑξῆς, πεπόρισται τῷ (132) ποιητῇ ἐκ τοῦ "οὐδὲ δύνανται φυλόπιδος κορέσασθαι".

(v. 637) Ἀμύμονα δὲ ὀρχηθμὸν λέγει διαστέλλων τῆς φαύλης ὀρχήσεως. ἐκείνης γὰρ οὐδὲ προσάψασθαί τις ὅλως ἕλοιτο σωφρονῶν, ἣν καὶ Πρίαμος διαβάλλει ὀνειδίζων τοὺς παῖδας ὡς ψεύστας τε καὶ ὀρχηστάς. [Εἰκὸς δὲ καὶ ἐν τῷ καθόλου ἀμύμονα λεχθῆναι τὸν ὀρχηθμόν. εἰ γὰρ καὶ μὴ γλυκερός ἐστι κατὰ τὴν μολπήν, ἀλλ' οὖν ἄψογος τοῖς ὀρχουμένοις, οἷα αἱρετὸς ὤν, εἰ καὶ κόπον ἔχει.] Φασὶ δὲ τῆς ἐπαινετῆς ὀρχήσεως εὑρετὰς οἱ μὲν τὴν Ἀθηνᾶν, οἱ δὲ τοὺς Διοσκούρους, τῆς δὲ κωμικωτέρας καὶ σατυρικῆς τὸν Πᾶνα ἢ τὸν Διόνυσον. Ἰστέον δὲ ὅτι ἐπαινετῆς ὀρχήσεως εἴδη οὐ μόνον τὰ ἐν τοῖς περὶ Κουρήτων ἱστορηθέντα, ἀλλὰ καὶ τὸ τραγικόν, ὃ περισπούδαστον ἦν τοῖς Τραγῳδοῖς, ὡς παροιμιακῶς δηλοῖ καὶ τὸ "σχῆμα καὶ τριώβολον". Φρύνιχον γάρ, φασί, τὸν τραγῳδιοποιὸν οὕτω σπουδάσαι περὶ τραγικὴν ὄρχησιν, ὥστε τῷ καινὸν σχῆμα εὑρόντι διδόναι τριώβολον. καὶ οὕτω μέν τινες τὴν παροιμίαν συνεβίβασαν ταύτην. Οἴδαμεν δὲ ἐκ τῶν Ἰαμβλίχου καὶ ὅτι ἀπὸ Πυθαγόρου εἴληπται αὕτη, ὃς μαθητῇ δεξιῷ μέν, ὀκνηρῷ δὲ εἰς μάθησιν, καθ' ἕκαστον μαθηματικὸν σχῆμα τριώβολον ἐδίδου, ἐξωνούμενος οὕτω τὴν τοῦ παιδευομένου μάθησιν. [Ἰστέον δὲ ὅτι τε ἀναλόγως τῷ εἰρημένῳ τριωβόλῳ κεῖται παρὰ τοῖς παλαιοῖς καὶ τετρώβολον, στρατιωτικός τις μισθός. Ὡς δὲ ταὐτόν ποτε ἦν ὀβελὸς καὶ ὀβολός, δηλοῖ καὶ ὁ ὀβελίας ἄρτος, ὃν εὗρε, φασί, Διόνυσος, λεγόμενον οὕτως, ἐπεὶ ὀβολοῦ ἐπιπράσκετο, κατὰ δὲ ἄλλους, ὡς ἐν ὀβελίσκοις ὀπτώμενος.]

(v. 638) Τὸ δὲ εἷναι ἐν τῷ "ἐξ ἔρον εἷναι" κανονίζεται μὲν ἀπὸ τοῦ ἕω καὶ ἕημι, τὸ πληρῶ, ἐξ οὗ καὶ τὸ "ἐξ ἔρον ἕντο", καὶ δασύνεται ὡς καὶ τὸ ἕντο, σημαίνει δὲ τὸ κορεσθῆναι καὶ ἐκπλῆσαι τὸν τοῦ κόρου ἔρωτα. ἔστι δὲ καὶ παρὰ τῷ Κωμικῷ μετὰ πνεύματος δασέος τὸ εἷναι, δηλοῖ δὲ ἐκεῖ τὸ ἀφεῖναι καὶ πέμψαι. Τὸ δὲ "ὧν τις καὶ μᾶλλον ἐέλδεται ἔρον ἐκπλῆσαι" τεχνικὴν ἔχει θεωρίαν, ὡς τοῦ ποιητοῦ ἑρμηνεύοντος, ὅτι ἐκ τοῦ μᾶλλόν ἐστι νῦν ἡ ἐπιχείρησις. εἰ γὰρ τῶν ἐφετῶν ἐστι κόρος, πολλῷ πλέον τοὺς Τρῶας ἐχρῆν πολέμου ταχὺ κορέννυσθαι, οὗπερ οὐδεὶς ἐφίεται. καὶ ἄλλως δέ, ὁ λόγος ἐνδείκνυται εἶναί τινα ἐφετά, ὧν [530] οὐκ ἂν εὔξαιτό τις κόρον σχεῖν, ὁποῖόν τι καὶ ἡ σπουδαία γνῶσις τοῖς ἀγαθοῖς. Τὸ δὲ "ἐέλδεται" καὶ ἡ τούτου ὅλη ῥηματικὴ κίνησις πάσχει ἔστιν οὗ ἀφαίρεσιν τοῦ ἀρκτικοῦ ε, ὡς πολλαχοῦ ἔστιν εὑρεῖν.

(v. 640 s.) Ὅτι συλῆσαι ἔντεα κἀνταῦθα τὸ σκυλεῦσαι. Φησὶ γὰρ "ἔντε' ἀπὸ χροὸς αἱματόεντα συλήσας". Πόθεν δὲ τὸ σκυλεῦσαι, δηλοῦται παρὰ τοῖς παλαιοῖς, ὅπου ἀδέψητον βοέην φησὶν ἡ ποίησις. ἔνθα, ὡς ἐν ὀλιγίστῳ εἰπεῖν, σκῦλον τὸ δέρμα λέγεται, ἀφ' οὗ ἴσως καὶ σκυλεύειν, κυρίως τὸ ἐν πολέμῳ βύρσας, ὅ ἐστι βοείας ἀσπίδας, λαμβάνειν, ἐξ οὗ ὡς ἀπὸ μέρους καὶ ἐπὶ πάσης πολεμικῆς σκευῆς τὸ σκυλεύειν ἐλέχθη. [Οὗπερ ἡ ἀναλογία κατὰ τὸ ξύλον ξυλεύω, ἀφ' οὗ καὶ ἡ ξυλεία, ὡς δηλοῖ ὁ γράψας τὸ "πεντήκοντα πλοίων πεντηρικῶν ξυλεία".] Δοκεῖ δὲ Αἰολικὸν εἶναι τὸ σκῦλον, ὡς φαίνεται ἀπὸ ῥητορικοῦ Λεξικοῦ, ἐν ᾧ κεῖται καὶ ὅτι ἀποσκολύπτειν τὸ ἀφαιρεῖν τὸ δέρμα, ὅθεν καὶ τὸ σκυλεύειν μεταφορικῶς. Τὰ δὲ αἱματόεντα ἔντεα βροτόεντα λέγει ἀλλαχοῦ διὰ τὸν ἐκ τοῦ αἵματος βρότον.

(v. 643) Ὅτι εὐμενής μὲν τὸ παρὰ τοῖς ὕστερον κύριον, περιᾴδεται δὲ ἐκεῖνος, φυλάσσει τὸν τόνον τοῦ ἐπιθέτου καινότερον, ὡς δοκεῖ τοῖς παλαιοῖς, ὁ δὲ παρ' Ὁμήρῳ Πυλαιμένης, οὗ ἡ παραγωγὴ ὁμοία, [ὡς ἐρρέθη,] τῷ μεσαιπόλιος, βαρύνεται πρὸς διαστολὴν ἐπιθέτου, ἵνα μή τις ἴσως νοήσῃ τὸν ἐν Πύλαις μένοντα.

(v. 644 s.) Τούτου υἱὸς Ἁρπαλίων, ὅς, φησί, "πατρὶ φίλῳ ἕσπετο πολεμίζων ἐς Τροίην, οὐδ' αὖτις ἀφίκετο πατρίδα γαῖαν". ὃ δή ποτε λεχθείη ἂν περὶ ὁμοίου παιδὸς μὴ νοστήσαντος.

(v. 646 s.) Ὅτι ἀγεννῆ τρῶσιν δηλοῖ τὸ "μέσον σάκος οὔτασε δουρὶ ἐγγύθεν, οὐδὲ διαπρὸ δυνήσατο χαλκὸν ἐλάσαι". Ἁρπαλίων δέ, ὁ ῥηθεὶς προσεχῶς, οὕτως οὔτασεν. Ἔστι δὲ διαπρὸ χαλκὸν ἐλάσαι τὸ διασχεῖν τὰ φορούμενα ὅπλα ὡς καὶ εἰς βάθος πλῆξαι.

(v. 648 s.) Δειλοῦ δὲ ἀνδρὸς ὑπογραφὴ τὸ "ἐχάζετο πάντοσε παπταίνων, μή τις χρόα χαλκῷ ἐπαύρῃ". Ἔνθα ὅρα ὅτι τὸ σιδήρῳ πλῆξαι συμβολικῶς [531] καὶ ἀστείως ὁ ποιητὴς χρόα χαλκῷ ἐπαυρεῖν ἔφη, τουτέστιν ἀπολαῦσαι καὶ γεύσασθαι χροὸς διὰ χαλκοῦ, ὡς εἴπερ ἔμψυχος ὢν ὁ χαλκὸς ἀπήλαυε. τούτου δὲ θεραπεία ὅτι καὶ ξίφους στόμα λέγομεν, διόπερ ὁ δάκνων μὲν ὀδοῦσιν ἀπολαύει καὶ στόματι, ὁ δὲ τιτρώσκων τινὰ σιδήρῳ ἐπαυρίσκεται τοῦ βαλλομένου χροός.

(v. 651 s.) Ὅτι δηλῶν ὁ ποιητὴς ἀντικεῖσθαι γλουτῷ κύστιν[, περὶ ὧν ἀλλαχοῦ εἴρηται,] φησὶν "ἔβαλε γλουτὸν κατὰ δεξιόν· ὀϊστὸς δὲ ἀντικρὺ κατὰ κύστιν ὑπ' ὀστέον ἐξεπέρησεν".

(v. 653-655) Ὁ αὐτὸς δὲ Ἁρπαλίων τοῦτο φεύγων ἔπαθεν, ὃς αὐτίκα ἑζόμενος κατ' αὖθι φίλων ἐν χερσὶν ἑταίρων θυμὸν ἀποπνείων, ὥς τε σκώληξ ἐπὶ γαίῃ κεῖτο ταθείς. Καὶ ὅρα τὸ ταπεινὸν τῆς παραβολῆς. δηλοῖ γὰρ οὐδὲν εὐγενὲς τοῦ πεσόντος. οὐ γὰρ σφαδάζει, οὐ βέβρυχεν, οὐ διαπεταννύει χεῖρας, οὐ παντὶ μετώπῳ γῆν τύπτει, οὐ γαῖαν εἷλεν ἀγοστῷ, ἀλλὰ παρεθεὶς σκώληκος δίκην ταθεὶς κεῖται, οὗ κἄν τις θίγῃ, ἀκινητίζει, οὐ μὴν ὡς ὅτε δρῦς ἢ ἀχερωῒς ἢ πίτυς βλωθρὴ τανυσθείς. Φαίνεται δὲ καὶ σφηκώδης ὁ Ἁρπαλίων οὗτος εἶναι καὶ ἀλιπὴς καὶ τετανός, τοῦτο γὰρ ὑποβάλλει νοεῖν ἡ τοῦ σκώληκος παραβολή.

(v. 655) Οὗπερ ἄλλως διαστέλλων τὸν κείμενόν φησιν "ἐκ δ' αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν", ὡς τοῦ σκώληκος ἀναίμονος ὄντος. Δῆλον δὲ ὡς ταπεινοτέρα ἡ τοιαύτη παραβολὴ πάνυ καὶ τῆς ἀλλαχοῦ κατὰ τὴν μήκωνα. οὐ γὰρ οὕτως ἀγεννὴς ὁ πρὸς ἐκείνην παραβληθεὶς ὡς ὁ εἰκασθεὶς πρὸς σκώληκα. [Ἐν τούτοις δὲ σημείωσαι, ὅτι Ὁμήρου κατὰ τὴν εἰρημένην ἔννοιαν πεποιηκότος παραβολὴν ἀπὸ σκώληκος Ἀναξίλας ἄλλως μεταχειρισάμενος τὰ κατὰ τὸν σκώληκα ἔσκωψεν ἐντεῦθεν ἐκείνους, εἰπὼν ὅτι οἱ κόλακες τῶν ἐχόντων οὐσίας εἰσὶ σκώληκες. "εἰς οὖν ἄκακον ἀνθρώπου τρόπον εἰσδὺς ἕκαστος ἐσθίει καθήμενος, ἕως ἂν ὥσπερ πυρὸν ἀποδείξῃ κενόν. ἔπειθ' ὃ μὲν λέμμ' ἐστίν, ὃ δ' ἑτεροδακνεῖ". καὶ οὕτω μὲν αὐτός. Εὐφυὲς δὲ καὶ τὸ ἀπὸ κόλλης παρὰ τῷ Δειπνοσοφιστῇ σκῶμμα κατὰ κολάκων. Φησὶ γὰρ ὡς ἡ κολακεία ἔχει τὴν ἐπωνυμίαν ἀπὸ τοῦ προσκολλᾶσθαι ταῖς ὁμιλίαις. πάντα γὰρ ὑποδύεται ὡς δή τις ὑποστατικὸς νωταγωγῶν τῷ τῆς ψυχῆς ἤθει καὶ οὐ βαρυνόμενος. Ἔνθα ὅρα τὸ ὑποστατικός, χρήσιμον ὂν εἰς τὸ Ὁμηρικὸν "στεῦται", ἤγουν ὑπισχνεῖται, ὑπίσχεται, ὑφίσταται, δίκην δηλαδή τινος κίονος ὑπανίσχοντος τὸ ἐπικείμενον. Ὅρα δὲ καὶ τὸ προσκολλᾶσθαι, ἀφ' οὗ δοκεῖ παρῆχθαι ὁ κόλαξ. καὶ οὕτω μὲν καθεστάσθω καὶ ταῦτα.]

(v. 656-658) Λέγει δ' ἐνταῦθα ὁ ποιητὴς [περὶ Ἁρπαλίωνος] καὶ ὅτι "τὸν μὲν Παφλαγόνες μεγαλήτορες [532] ἀμφεπένοντο", ὃ καὶ εἰς ἑτέρους παρῳδοῖτο ἄν ποτε ἀγαθοὺς συμμάχους, [καὶ εἴς τινας δὲ ἀλλοίους, καθὰ δηλωθήσεται κατωτέρω,] καὶ ὡς οἱ τοιοῦτοι ἑταῖροι αὐτὸν ἐς δίφρον ἀνέσαντες, ἤγουν ἀνακαθίσαντες καὶ ἀναθέντες, ἀπῆγον εἰς Τροίαν ἀχνύμενοι. Οὐδένα δέ, φασί, τῶν ἀποθανόντων οὕτως ἐξάγει ὁ ποιητής. διὸ καὶ ἀθετοῦσί τινες τὸν στίχον, οὐκ εὖ ποιοῦντες. ἀφαιροῦνται γάρ, φασί, τοῦ ποιητοῦ τὸ κάλλιστον τῆς ποιήσεως, ἤγουν τὴν καινοτροπίαν τῆς πλάσεως καὶ τὸ ἀκμαῖον καὶ ποικίλον καὶ ἀνομοειδές.

(v. 655) Τὸ μέντοι "δεῦε δὲ γαῖαν" παρέλκει, οὐκ ἀναγκαίως κείμενον διὰ μόνην ἀναπλήρωσιν στίχου καὶ συνήθη λόγου διασκευήν.

(v. 658 s.) Ὅτι Ὁμήρου εἰπόντος, ὡς Πυλαιμένης ἀμφεπένετο καὶ αὐτὸς τὸν υἱὸν Ἁρπαλίωνα πεσόντα "δάκρυα λείβων, ποινὴ δ' οὔ τις παιδὸς ἐγίνετο τεθνειῶτος", τινὲς Πυλαιμένεα νοήσαντες τὸν ἐν τῇ ε΄ ῥαψῳδίᾳ πεφονευμένον ἀρχὸν Παφλαγόνων εἶπον ἐνταῦθα χρῆναι νοεῖν τὴν ψυχὴν τοῦ πατρὸς Πυλαιμένους τῷ υἱῷ ἕπεσθαι, οἷα μήπω ταφέντος καὶ διὰ τοῦτο ὑπὲρ γῆν ἔτι ὄντος κατὰ τὴν ἐν Ὀδυσσείᾳ Ἑλληνικὴν δόξαν, ἣν παραδηλοῖ καὶ ὁ παρὰ τῷ Εὐριπίδῃ Πολύδωρος. διὸ οὐδὲ ποινὴ παιδὸς ἐξ αὐτοῦ ἐγίνετο ἐπαμύναντος, οἷα μηδὲ ζῶντος. Ζηνόδοτος δὲ οὐ Πυλαιμένην, ἀλλὰ Κυλαιμένην γράφει τινά, τῇ λυθείσῃ λύσει μὴ ἀρεσκόμενος. Ἄλλοι δὲ ὁμωνυμίαν κἀνταῦθα αἰτιῶνται, ὡς ἑτέρου τούτου Πυλαιμένους ὄντος παρ' ἐκεῖνον τὸν ἀναιρεθέντα, παρασημειούμενοι καὶ ἄλλας πολλὰς ὁμωνυμίας παρὰ τῷ ποιητῇ, οἷον Σχεδίους δύο, Εὐρυμέδοντας δύο, Ἀδράστους τρεῖς, Ὀφελέστας δύο, καὶ ἕτερα τοιαῦτα. Ἰστέον δὲ ὡς εἶχεν ὁ ποιητὴς λῦσαι τὸ ἀμφίβολον ἐν τῷ "υἱὸς Πυλαιμένεος βασιλῆος Ἁρπαλίων", εἰ προσέθηκε καὶ τίνων ἦν βασιλεύς, εἴτε Παφλαγόνων εἴτε καὶ ἑτέρων. τότε γὰρ ἦν ἂν δῆλον, εἴτε περὶ τοῦ Παφλαγονικοῦ Πυλαιμένους φησὶν εἴτε περὶ ἑτέρου τινός.

(v. 656) Τὸ δὲ περὶ Παφλαγόνων ἔπος [τὸ "τὸν μὲν Παφλαγόνες μεγαλήτορες ἀμφεπένοντο", οὗ μνεῖα κεῖται καὶ ἀνωτέρω,] εἴποι τις ἂν ἀστείως καὶ ὅτε θόρυβός [533] τινι γένηται ὑπὸ στωμύλων ἀνδρῶν, οἳ λόγοις παφλάζουσι, [λαβὼν ἀφορμὴν ἐκεῖνος ἐκ τοῦ Κωμικοῦ, ὃς τὸν Ἀττικὸν Κλέωνα ὡς κεκράκτην καὶ στωμύλον Παφλαγόνα ἔσκωψεν.]

(v. 660-662) Ἔοικε δὲ καὶ ἐρωτικὸς ὁ Ἁρπαλίων εἶναι, διὸ καὶ ὁ Πάρις εὖ περὶ τὸν αὐτὸν εἶχε. "ξεῖνος γάρ οἱ ἔην", φησί, "πολέσιν μετὰ Παφλαγόνεσσιν". ὅθεν καὶ ἐπαμύνει αὐτῷ. "μάλα γάρ", φησί, "θυμὸν ἀποκταμένοιο χολώθη".

(v. 663-670) Ὅτι ἦν τις "Εὐχήνωρ Πολυΐδου μάντιος υἱός, ἀφνειός τ' ἀγαθός τε, Κορινθόθι οἰκία ναίων, ὅς ῥ' εὖ εἰδὼς κῆρ' ὀλοὴν ἐπὶ νηὸς ἔβαινε. πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος νούσῳ ὑπ' ἀργαλέῃ φθίσθαι οἷς ἐν μεγάροισιν, ἢ μετ' Ἀχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι. τῷ ῥ' ἅμα τ' ἀργαλέην θωὴν ἀλέεινεν Ἀχαιῶν νοῦσόν τε στυγερήν, ἵνα μὴ πάθῃ ἄλγεα θυμῷ". Καὶ ὅρα εἰς νόσου ψόγον, ὡς ὁ Εὐχήνωρ προτιμᾶται πολέμῳ πεσεῖν ἤπερ ὑπὸ νόσου τακῆναι καὶ δεινὰ ἐκεῖθεν παθεῖν, ἄλλως τε καὶ ἵνα μὴ θωὴν κατάθηται ζημιωθεὶς ἐπὶ ἀστρατίᾳ, ἀλλὰ δηλαδὴ μείνῃ ἀθῷος, ὃ γλισχρότητά τινα ὑποφαίνει καὶ κιμβικείαν ἤθους. ἐπαινετέοι δ' ὅμως αὐτὸς μέν, ἐπεὶ τὸν θάνατον εἰδὼς ἦλθεν, ὁ δὲ πατήρ, ὅτι οὐκ ἐκώλυσε.

(v. 669) Σημείωσαι δὲ ὅτι ἀρχαιότατον ἦν ζημιοῦσθαι τοὺς ἀστρατεύτους, καὶ οὐχ' ἁπλῶς, ἀλλὰ ἀργαλέην θωήν, καὶ ὅτι οὐχ' ὅμοιος τῷ Ἀχιλλεῖ ὁ Εὐχήνωρ, εἴγε καὶ αὐτὸς εἰδώς, ὡς θανεῖται, ἦλθεν εἰς Τροίαν, ἐκείνῳ μὲν γὰρ μὴ ἐλθόντι ζῆν ἦν ἐπὶ μακρόν, Εὐχήνορι δὲ τὰ τοῦ θανάτου ἄφυκτα κἂν οἴκοι ἔμεινεν. Ἐπιτυχῶς δὲ τὴν μὲν θωὴν ἀργαλέην εἶπεν ὡς ἁπλῶς ἐργώδη διὰ ζημίαν καὶ ἀτιμίαν, τὴν δὲ νόσον στυγερὰν διὰ τὸ θανάσιμον. παρὰ τὴν ἐν Ἅιδου γὰρ Στύγα γίνεται τὸ στυγερόν.

(v. 663) Ὅρα δὲ ὅτι τε καὶ εἰς τὸ παρὸν διήγημα συνήθως εἰσέβαλεν ὁ ποιητὴς ἀπὸ ῥήματος ἀρξάμενος ὑπαρκτικοῦ "ἦν δέ τις Εὐχήνωρ", καὶ ὅτι τεχνικῶς ἀνέστρεψε καὶ τουτὶ τὸ διήγημα, προθεὶς μὲν τὸ ὕστερον τὸ "ὃς εὖ εἰδὼς κῆρα ἐπὶ νηὸς ἔβαινε", τὰ δὲ πρῶτα ὕστερα θείς, τὸ "πολλάκι γάρ οἱ ἔειπε γέρων" καὶ τὰ ἑξῆς. Ὅτι δὲ τὸ Πολύϊδος τὸν σοφὸν ἐπὶ μαντείᾳ δηλοῖ, γέγραπται οὐ πρὸ πολλοῦ. διφορεῖται δὲ ἡ τούτου παραλήγουσα διὰ ἰῶτα μὲν μακροῦ γραφομένη παρὰ τὸ ἰδεῖν, διὰ διφθόγγου δὲ παρὰ τὸ εἶδος, ὃ δηλοῖ μαντικὴν ἐπιστήμην, ὡς προδεδήλωται. [(v. 664) Τὸ δὲ "ἀφνειός τ' ἀγαθός τε" δίδωσιν ἐφιστᾶν οὐκ ἀεὶ τῷ πλούτῳ ἐφέπεσθαι ἀρετήν, καθ' ἣν ἀγαθός τις λέγεται. Εἰ δέ ποτε τῷ πλούτῳ καθὰ κῦδος, οὕτω καὶ ἀρετὴ ὀπηδεῖ, τὸ Ἡσιόδειον, ἐπαινετὸς ἂν εἴη ἀνὴρ ἐκεῖνος ὁ ταῦτ' ἔχων, ὁποῖος καὶ ὁ Εὐχήνωρ ἐνταῦθα παραδίδοται ὁ ἐκ Κορίνθου. [534] ἧς ἄλλα μὲν μυρία σεμνὰ περιᾴδεται, ὧν ἔνια καὶ ἐν τῷ Καταλόγῳ τῶν νεῶν ἔκκειται ἐν βραχεῖ, ὁ δὲ κατ' αὐτὴν οἶνος οὐ πάνυ τι εὐλογεῖται, οἷα σκληρός, φασί. παράγεται οὖν Ἄλεξις γράφων οὕτω "οἶνος ξενικὸς παρῆν. ὁ γὰρ Κορίνθιος βασανισμός ἐστι". Ταύτης τῆς πόλεως περιώνυμος καὶ ὁ Ἀκροκόρινθος, ὃς ἤλεγξέ ποτε φιλόσοφον ὀφρὺν βρενθυομένην ἀτελεσφόρητα. Ἱστορεῖται γὰρ ὁ τοῦ Σωφρονίσκου φιλόσοφος ὁ καὶ δοξάσας καὶ διαμιλληθεὶς πρὸς Ζήνωνα, ὅτι ὁ σοφὸς πάντως ἂν εἴη καὶ στρατηγὸς ἀγαθός, πιστευθῆναι μὲν ὑπ' Ἀντιγόνου τὸν Ἀκροκόρινθον, καταστρατηγηθῆναι δὲ ὑπὸ τοῦ Σικυωνίου Ἀράτου.]

(v. 663) Γενεαλογία δὲ τοῦ Εὐχήνορος αὕτη. Μελάμποδος υἱὸς ὁ ἐν Ὀδυσσείᾳ Μάντιος, οὗ Κλεῖτος, οὗ Κοίρανος, οὗ Πολύϊδος, οὗ Εὐχήνωρ καὶ Κλεῖτος, οἳ Θήβας ἑλόντες σὺν τοῖς Ἐπιγόνοις εἶτα εἰς Τροίαν ἔρχονται, καὶ θνῄσκει μὲν Εὐχήνωρ ὑπ' Ἀλεξάνδρου.

(v. 665) Σημείωσαι δὲ τὸ "εὖ εἰδὼς κῆρα". οὐ γὰρ ὥσπερ τόξων εὖ εἰδὼς καὶ πολέμων εὖ εἰδὼς κατὰ γενικὴν σύνταξιν, οὕτω καὶ νῦν. ἐκεῖνο μὲν γὰρ καὶ πάντα τὰ κατ' ἐκεῖνο ἐπιστήμην δηλοῦσι καὶ ἔχουσι τὸ εἰδώς κείμενον ἀντὶ τοῦ ἐπιστήμην ἔχων καὶ ὢν ἐπιστήμων, ἐνταῦθα δὲ ἡ σημασία οὐ τοιαύτη. οὐ γὰρ περὶ τέχνης καὶ ἐπιστήμης ὁ λόγος, ἀλλ' εἴδησις μόνη δηλοῦται ψιλή. Δῆλον δὲ ὅτι, ὥσπερ φῶ φωνή, ζῶ ζωή, ῥῶ ῥωή καὶ ἐρωή κατὰ πρόσληψιν συλλαβῆς, οὕτω καὶ θῶ θωή, ἡ κατατιθεμένη ζημία, ἣν ὁ μὴ πάσχων ἀθῷος λέγεται, ὅ τινες μὲν προπαροξύνουσι τῶν παλαιῶν, ἵνα ᾖ ὥσπερ φωνή ἄφωνος, οὕτω καὶ θωή ἄθῳος. ἕτεροι δὲ προπερισπῶσιν, ὡς καὶ [535] ἡ συνήθεια κρατεῖ, κατὰ συνεκδρομὴν τοῦ Ἀθῴου Διός, ὅς ἐστιν ὁ ἐν τῷ Ἄθῳ ὄρει τιμώμενος. οὗ ὁ τόνος ἀνάλογος. ὡς γὰρ Μίνως Μινῷος, ἥρως ἡρῷος, οὕτως Ἄθως Ἀθῷος.

(v. 670) Τὸ δὲ "ἵνα μὴ πάθῃ ἄλγεα" μεγαλοψυχίαν τῷ Εὐχήνορι καὶ φιλοτιμίαν μαρτύρεται, εἴπερ τοῦ μὴ παθεῖν ἄλγεα [διὰ νόσου καὶ θωῆς] προέθετο τὴν εὐγενῆ τῆς ζωῆς ἀπόθεσιν.

(v. 671) Ὅτι γνάθος καὶ γναθμός καὶ σιαγών καὶ γαμφηλή ταὐτά τινα κατὰ πολυωνυμίαν εἰσί. χρῆσις δὲ γναθμοῦ καὶ ἐνταῦθα ἐν τῷ "ἔβαλεν ὑπὸ γναθμοῖο καὶ οὔατος", ἤγουν κατωτέρω τούτων, "ὦκα δὲ θυμός" καὶ ἑξῆς.

(v. 671 s.) Ἰστέον δὲ ὅτι τὸ "ὦκα δὲ θυμὸς ᾤχετ' ἀπὸ μελέων" καὶ ἑξῆς τὸ "στυγερὸς δ' ἄρα μιν σκότος εἷλεν" ὀξύτητα θανάτου δηλοῖ, ὁποία τις γίνεται καὶ τοῖς ὑπὸ γναθμὸν καὶ οὖς βληθεῖσιν. Ὅρα δὲ ὡς καὶ νῦν ἀρσενικῶς ὁ σκότος ἐγράφη. οὕτω γὰρ οἶδεν Ὅμηρος, εἰ καὶ παρὰ τοῖς ὕστερον διφορεῖται, ὁμοίως τῷ ὁ ὄνειδος καὶ τὸ ὄνειδος. Σημείωσαι δὲ ὅτι κατὰ Παυσανίαν καὶ τὰς χρίσεις σκότη ἐκάλουν οἱ ζωγράφοι, ὅθεν ἀπεσκοτωμένα, φησί, τὰ ἐζωγραφημένα καὶ κεχρωσμένα ἐλέγετο.

(v. 678) Ὅτι στρατηγοῦ ἔπαινος, ἔτι δὲ καὶ βοηθοῦ ἀγαθοῦ ἔν τε λόγοις ὀτρυντικοῖς καὶ ἔργοις τό· ὤτρυνε στρατὸν ἢ λαόν, "πρὸς δὲ σθένει αὐτὸς ἄμυνε". Περὶ Ποσειδῶνος δὲ ὁ λόγος, ὃς καὶ ὤτρυνε καὶ ἐνήργει, καθὰ καὶ ἐν Ὀδυσσείᾳ ἡ ἀνθρωπίνως φαινομένη Ἀθηνᾶ εὔχετο καὶ αὐτὴ πάντα τελεύτα.

(v. 67981) Ὅτι Ἕκτωρ εἶχε, τουτέστιν ἐπεῖχε, καὶ ἐπέμενεν ἐνστατικῶς ὅπου "τὰ πρῶτα πύλας καὶ τεῖχος ἐσᾶλτο", ἤγουν εἰσεπήδησε, "ῥηξάμενος Δαναῶν πυκινὰς στίχας ἀσπιστάων", οἷα δηλονότι ῥηξήνωρ, ἔνθα πρὸς τῷ τείχει Αἴαντός τε νέες καὶ Πρωτεσιλάου. Ἐπίτηδες δὲ τοιοῦτον τόπον ὁ ποιητὴς ἐπελέξατο, ὣς ἂν διὰ μὲν τὰς νῆας τοῦ Πρωτεσιλάου ἀκόσμως ἐχούσας, ὡς ἐστερημένας τοῦ ἀρχηγοῦ, ἀνδραγαθήσῃ ὁ Ἕκτωρ ‑ ἔφθη γὰρ ἠδὴ πάλαι θανεῖν ὁ Πρωτεσίλαος ‑ , [536] διὰ δὲ τὸν γειτνιῶντα Αἴαντα μηδὲν ἀνύσῃ μέγα ὁ αὐτὸς Ἕκτωρ.

(v. 682 s.) Λέγει δὲ καὶ ὡς αὐτόθι τεῖχος ἐδέδμητο χθαμαλώτατον, ὡς καὶ τοῦ ἄλλου μὲν χθαμαλοῦ ἴσως ὄντος, τοῦ δὲ ἐκεῖ ὡς μάλιστα. τοῦτο δὲ ἴσως γέγονε διὰ τὸ τοὺς ἐγγὺς αὐτόθι Αἴαντας ἀνδρείους εἶναι καὶ ἀντὶ ἀσφαλείας τείχους ἀρκεῖν.

(v. 683 s.) Λέγει δὲ καὶ ὡς ἐκεῖ μάλιστα ζαχρηεῖς ἐγίνοντο, τουτέστι χρειώδεις ἢ μᾶλλον ἄγαν βαρεῖς, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, αὐτοί τε καὶ ἵπποι, διά τε τὴν τοῦ τείχους χθαμαλότητα καὶ διὰ τὸ ἀντιφιλοτιμεῖσθαι, ὡς εἰκός, πρὸς τοὺς Αἴαντας. Ἐν δὲ τῷ "αὐτοί τε καὶ ἵπποι" δύναται τὸ αὐτοί καὶ τοῖς Ἀχαιοῖς καὶ μάλιστα τοῖς Τρωσὶ συμβιβάζεσθαι, εἰ καὶ μὴ κεῖται φανερῶς Τρώων μνεία ἐν τοῖς ῥηθεῖσιν.

(v. 685-687) Ὅτι μνησθεὶς ἐνταῦθα ὁ ποιητὴς διαφόρων ἐθνῶν, οἳ τὸν Ἕκτορα τοῦ τείχους ἀπεῖργον καὶ "σπουδῇ", φησίν, "ἐπαΐσσοντα νεῶν ἔχον", καὶ εἰπὼν "ἔνθα δέ", ἤγουν ἐνταῦθα δή, "Βοιωτοὶ καὶ Ἰάονες ἑλκεχίτωνες Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἠπειοί", καὶ μέλλων ἰδίᾳ περὶ ἑκάστου αὐτῶν εἰπεῖν, ἵνα κατάλογον βραχὺν καὶ ἐνταῦθα ποικίλον ποιήσηται, καί τινας ἱστορίας παρεμβαλεῖ, καὶ οὕτω τὴν διηγηματικὴν ὑπτιότητα ἐκφύγῃ τῇ τοιαύτῃ ὑπαλλαγῇ, συνέχεε τὴν προεκθετικὴν τάξιν καὶ οὐκ ἐχρήσατο εὐτάκτως αὐτῇ, ὅπερ ἂν ποιήσῃ τις ὁπηνίκα στοχάζεται σαφηνείας, ἀλλὰ πρώτους μὲν ἔθετο τοὺς ἐν τῇ ἐκθέσει δευτέρους Ἰάονας, εἶτα διέβη εἰς τοὺς τελευταίους Ἐπειούς, ἀπὸ δὲ αὐτῶν εἰς τοὺς τετάρτους Φθίους ἀνέδραμεν, ὧν ἦρχον οὓς λέγει, εἶτα ἐμνήσθη ἐπ' ὀνόματος μόνου τῶν Βοιωτῶν ἐν τῷ εἰπεῖν, ὡς Φθῖοι μετὰ Βοιωτῶν ἐμάχοντο, τελευταῖον δὲ λαλεῖ περὶ Λοκρῶν. Καὶ σημείωσαι τὴν μετάταξιν, καὶ ὡς οὐκ ἀεὶ τῇ τῶν προεκθέσεων τάξει ἐξ ἀνάγκης ἐμμένομεν. τοῦτο δὲ ἢ διὰ μέτρου γίνεται ἀνάγκην ἢ δι' ἄλλο τι χρειῶδες. [Ὅρα δὲ ὡς καὶ τῶν ἐνταῦθα ὀλίγων ἐθνῶν προὔθηκε τοὺς Βοιωτούς, ὁποίῳ λόγῳ καὶ ἐν τῷ Καταλόγῳ τῶν νεῶν, περὶ ὧν, εἰ καὶ προεγράφη, ὅμως οὐ περιττὸν δηλῶσαι καὶ νῦν, ὅτι ἀνδρεῖοι μὲν τὸ ἔθνος καὶ εὐγενεῖς, εἶχον δέ τινα καὶ σκωπτόμενα. Καὶ ἡ μὲν Βοιωτία ὗς, ἡ παρὰ Πινδάρῳ, σιγάσθω νῦν. Ὡς δὲ καὶ ἐπολυφάγουν, καθὰ καὶ οἱ Θετταλοί, λεγέτω Εὔβουλος, παρ' ᾧ φησί τις Βοιωτός, ὅτι "πονεῖν ἄμμες καὶ φαγεῖν ἀνδρικοί", καὶ ἄλλος "κτίζω Βοιωτῶν πόλιν, ἀνδρῶν ἀρίστων ἐσθίειν [537] δι' ἡμέρας", καὶ πάλιν "Θήβαζ' ἦλθον, οὗ τὴν νύχθ' ὅλην τήν θ' ἡμέραν δειπνοῦσιν". Ἐρατοσθένης δὲ λέγει Πέμπελον ἄνδρα οὕτω καλούμενον, ἐρωτηθέντα τί αὐτῷ δοκοῦσιν εἶναι Βοιωτοί, εἰπεῖν "τί γὰρ ἄλλο ἢ τοιαῦτα ἐλάλουν, οἷα ἂν καὶ τὰ ἀγγεῖα φωνὴν λαβόντα, πόσον ἕκαστος χωρεῖ". Καὶ Πολύβιος δὲ ἱστορεῖ, ὅτι μετὰ τὰ Λευκτρικά, ἤγουν μετὰ τὴν ἐν Λεύκτροις μάχην, ἐν οἷς μεγάλην ἔλαβον δόξαν, ἀνέπεσον ταῖς ψυχαῖς καὶ ἐμέριζον συσσιτίοις τὸ πλέον τῆς οὐσίας καὶ πολλοῖς τῶν Βοιωτῶν ὑπῆρχε δειλινὰ τοῦ μηνὸς πλείω τῶν εἰς τὸν μῆνα διατεταγμένων ἡμερῶν. Ὅτι δὲ καὶ κατέπεσον ὕστερον ἧς εἶχον ἀνδρίας, δηλοῖ ὁ γράψας, ὅτι Βοιωτῶν τινες τῶν Ἀρναίαν κατοικησάντων παρέδωκαν ἑαυτοὺς Θετταλοῖς καθ' ὁμολογίαν, ἐφ' ᾧ οὔτε ἐξάξουσιν αὐτοὺς ἐκ τῆς χώρας οὔτε ἀποκτενοῦσιν, αὐτοὶ δέ, ἤγουν οἱ Βοιωτοί, τὴν χώραν αὐτοῖς ἐργαζόμενοι τὰς συντάξεις ἀποδώσουσι. καὶ ἐκλήθησαν τότε μὲν μενέσται, ὕστερον δὲ πενέσται, καὶ πολλοὶ τῶν κυρίων αὐτῶν εἰσιν εὐπορώτεροι. Ὅτι δὲ δουλικὰ ὀνόματα σὺν ἄλλοις οἱ μενέσται ἢ πενέσται, οἱ λάτρις, οἱ ἄζοι, οἱ ἑρκῖται, οἱ μνῷται, οἱ σίνδρωνες, οἱ Εἵλωτες, οἱ ἀφέται, οἱ νεοδαμώδεις, οἱ κλαρῶται, οἱ οἰκέται, δηλοῦται ἀλλαχοῦ σαφέστερον.] Ἰστέον δὲ ὅτι τε τὸ ἔνθα τρὶς ἐν τοῖς τόποις τούτοις κεῖται, ἤγουν δὶς μὲν ἐν καταρχῇ στίχων, ἅπαξ δὲ περί που τέλος,

(v. 685) καὶ ὅτι τὸ Ἰάονες συστέλλει τὴν παραλήγουσαν διὰ τὴν τῆς προπαραληγούσης ἔκτασιν ὁμοίως τῷ Ἰάσονος καὶ ὅσα τοιαῦτα, καὶ ὅτι ἐνταῦθα οἱ μὲν τοὺς Ἰάονας ἄλλους εἶναί φασι παρὰ τοὺς Ἴωνας, καί εἰσιν αὐτοὶ ἐν Πελοποννήσῳ. καὶ δῆλον, φασίν, ἐξ ἐπιγράμματος, ὃ περὶ στήλην τινὰ γέγραπται εἰς τόπου διορισμόν, ἐπὶ θάτερα μὲν ἔχον οὕτω "τάδ' οὐ Πελοπόννησος ἀλλ' Ἰάονες", ἑτέρωθεν δὲ "τάδ' ἐστὶ Πελοπόννησος, οὐκ Ἰάονες".

(v. 689) Ἕτεροι δὲ Ἰάονας τοὺς Ἀθηναίους νοοῦσιν, ἐξ αὐτοῦ Ὁμήρου ἐντεῦθεν λαβόντες ἀφορμάς, εἰπόντος "οἳ μὲν Ἀθηναίων προλελεγμένοι", οὓς δηλαδὴ ἀνωτέρω Ἰάονας ἑλκεχίτωνας εἶπεν, Ἀθηναίων οὐ μνησθεὶς ἐν τῇ ἐκθέσει πρὸς ὄνομα. μέχρι γάρ, φασί, τῆς Περικλέους στρατηγίας ποδήρεις εἶχον χιτῶνας, φοροῦντες καὶ τέττιγας. Λέγει δ' ἐνταῦθα καὶ ὁ Γεωγράφος ἑλκεχίτωνας παρὰ τὸ ἐφέλκεσθαι τοὺς πέπλους, ὡς ζήλου τινός, φησίν, ὄντος τοῖς Ἕλλησι θηλυστολεῖν, ὅθεν καὶ Κουρῆτες, οἷα στελλόμενοι ὡς αἱ κόραι. Ἕτεροι μέντοι ἑλκεχίτωνας εἶπον τοὺς ἕλκος ποιοῦντας ἐν τοῖς τῶν πολεμίων χιτῶσιν, ὡς ἀπὸ τοῦ ἑλκῶ περισπωμένου ῥήματος. Ἡ [538] δὲ διάλυσις τοῦ Ἰάονες Βοιωτῶν, φασίν, ἐστίν.

(v. 686) Ὅτι δὲ Φθιῶται μὲν οἱ ὑπ' Ἀχιλλεῖ, Φθῖοι δὲ οἱ ὑπὸ Πρωτεσιλάῳ καὶ Φιλοκτήτῃ, καὶ περὶ Βοιωτῶν δὲ καὶ Λοκρῶν καὶ Ἐπειῶν προϊστόρηται. Ὡς δὲ καθάπερ ὁ δῖος καὶ ὁ Χῖος, οὕτω καὶ ὁ Φθῖος ἐκτείνει τὸ παραλῆγον δίχρονον διὰ κρᾶσιν, δηλοῖ τὸ "Λοκροὶ καὶ Φθῖοι" καὶ ἑξῆς. ἔνθα ἡ τῶν Φθίων παραλήγουσα μετὰ τοῦ και συνδέσμου σπονδεῖον ἀποτελεῖ. Τὸ δὲ "φαιδιμόεντες" ἢ παράγωγόν ἐστιν ἐκ τοῦ φαίδιμος ἢ σύνθετον κατά τινας ἐκ τοῦ φαίδιμα ἔχειν ἔντεα, ὅ ἐστι λαμπρὰν πανοπλίαν.

(v. 687) Τὸ δὲ "σπουδῇ" οἰκείως ἔχει καὶ πρὸς τὸ "ἐπαΐσσοντα", ἵνα λέγῃ τὸν Ἕκτορα κατὰ σπουδὴν ὁρμᾶν, καὶ πρὸς τὸ "ἔχον", ἵνα νοῇ ὅτι σπουδῇ ἐκώλυον οἱ ἀριστεῖς τὸν Ἕκτορα. Καὶ τὸ "νεῶν" δὲ διχῇ βαίνει πρός τε τὸ "ἐπαΐσσοντα" καὶ πρὸς τὸ "ἔχον". νοεῖται γὰρ καί, ὡς ὁ Ἕκτωρ σπουδῇ ἐπαΐσσει κατὰ νηῶν, καὶ ὡς οἱ Ἀχαιοὶ ἐκ τῶν νηῶν ἐπεῖχον τὸν Ἕκτορα. οὐκ ἀσπουδεὶ μέντοι οὐδὲ ταῦτα πάντα γίνονται. τούτου γὰρ δηλωτικὸν τὸ "σπουδῇ" καὶ τὰ ἑξῆς.

(v. 687 s.) Ἐν τούτοις δὲ καὶ τὸν Ἕκτορα κατὰ σύντομον παραβολὴν φλογὶ εἰκάζει διὰ τὸ μὴ δύνασθαι τοὺς τοσούτους περιγενέσθαι αὐτοῦ. Φησὶ γὰρ "οὐδὲ δύναντο ὦσαι ἀπὸ σφείων φλογὶ ἴκελον Ἕκτορα δῖον". [(v. 689) Οἱ δὲ Ἀθηναῖοι ὅτι καὶ Ἴωνες ἐκαλοῦντο, καὶ Ἰάονες δέ, ὡς προεγράφη, καὶ Ἀττικοὶ καὶ Ἀκταῖοι δέ, ἐπεὶ καὶ ἡ χώρα Ἀκτὴ καὶ Ἀκταία, δῆλόν ἐστι. Ψέγονται δὲ ὡς ἅπασι χαλεποί, καθὰ αἱ ἱστορίαι δηλοῦσιν. Ἴδιον γάρ, φασίν, οἷον αὐτοῖς φθονεῖν, προπηλακίζειν, ἐξοστρακίζειν, θανατοῦν, καὶ μάλιστα τοὺς ἀρίστους, καὶ μαρτυροῦσι τῷ λόγῳ Ἀριστείδης, Σωκράτης, Ἀλκιβιάδης, καὶ ἕτερος μυρίος ὁρμαθός. Ἔπαινος δὲ τῆς τῶν Ἀθηναίων χώρας ἐν τοῖς τοῦ Ἀθηναίου τοιοῦτος "ὄψει χειμῶνος μέσου σικύους, βότρυς, ὀπώραν, στεφάνους ἴων, κονιορτὸν ἐκτυφλοῦντα, ὥστ' οὐκέτ' οὐδεὶς οἶδε πηνίκ' ἐστὶ τοῦ 'νιαυτοῦ". εἶτά τινος εἰπόντος, ὅτι "μέγιστον ἀγαθόν εἴπερ ἔστι δι' ἐνιαυτοῦ ὅτου τις ἐπιθυμεῖ λαβεῖν", ἀντιτίθησί [539] τις, ὡς "κακὸν μὲν οὖν μέγιστον, εἰ μὴ γὰρ ἦν, οὐκ ἂν ἐπεθύμουν οὐδ' ἂν ἐδαπανῶντο". Ὅτι δὲ περιᾳδόμεναι ἦσαν ἐν τοῖς Ἀθήνῃσιν ἀγαθοῖς καὶ ἰσχάδες αἱ ἐκεῖθεν, ἄλλοθέν τε δηλοῦται, καὶ ἐκ τοῦ "εἰσέβαινον ἰσχάδες, τὸ παράσημον τῶν Ἀττικῶν".] Τὸ δὲ "προλελεγμένοι" ἀντὶ τοῦ ἐπιλέγδην προτεταγμένοι ὡς πρωτοστάται, εἰ καὶ ἐν τῇ προεκθέσει δεύτεροι κεῖνται. τοῦτο δὲ διὰ τὸ ὑπὸ βασιλεῖ τῷ Μενεσθεῖ τετάχθαι, ὃς ἄριστος τάξαι μάχην ἐν τῇ Βοιῳτίᾳ μεμαρτύρηται.

(v. 691 s.) Ἰστέον δὲ καὶ ὅτι ἐν τοῖς ῥηθεῖσι κεῖνται ὀνόματα δύο τριβράχεα στρατηγῶν, οἱ δέ εἰσι Στιχίος Ἀθηναῖος καὶ Δρακίος Ἐπειός

(v. 693), καὶ ὅτι ἐν τῷ "πρὸ Φθίων μενεπτόλεμος Ποδάρκης", ὃ καὶ αὐτὸ ἐν τοῖς εἰρημένοις κεῖται, οὐ πάνυ μὲν δῆλον, ποῖον κύριον καὶ ποῖον ἐπίθετον. ἀστεία δὲ ἡ τῶν ὀνομάτων παράθεσις διὰ τὸ ἐσχηματίσθαι πως ἀντιθετικῶς. ἐμφαίνει γὰρ ὡς ἄλλως μὲν ποδώκης ἦν ὁ ῥηθεὶς τῶν Φθίων ἡγεμών, ἐν μέντοι τῇ μάχῃ μόνιμος καὶ στάσιμος, [υἱὸς ὢν Ἰφίκλου τοῦ Φυλακίδαο, οὗ μνεία τῷ ποιητῇ καὶ ἐν ἄλλοις.] Ἱστορεῖ δ' ἐνταῦθα καὶ Μέδοντα πρὸ Φθίων τετάχθαι, νόθον Ὀϊλείδην, τέσσαρσιν ἔπεσιν ἐμπεριγράψας αὐτόν, ἃ καὶ ἐν τῇ ἑξῆς ἀπαραποιήτως κεῖνται ῥαψῳδίᾳ, ὡς ἐκεῖ φανεῖται. [Ἔγνωσται γὰρ ὡς οὐ φείδεται ὁ ποιητὴς οὐδὲ αἰδεῖται καιρίως ταὐτολογῶν.

(v. 693-697) Κεφάλαιον δὲ τῶν τεσσάρων στίχων, ὅτι Λοκρὸς ὢν ὁ ῥηθεὶς Μέδων, νόθος υἱὸς Ὀϊλῆος θείοιο, ᾤκει ἐν Φυλάκῃ φυγὼν τὴν πατρίδα διὰ φόνον ἀνδρός, ὃς ἦν γνωτός, ἤγουν ἀδελφός, μητρυιῆς Ἐριώπιδος, ἣν εἶχεν Ὀϊλεύς. Ἔνθα ὅρα τὸ Ἐριῶπις κύριον ταὐτοσήμαντον ὂν τῷ βοῶπις, οὐκ ἀπεοικὸς δὲ οὐδὲ τοῦ Εὐρώπη κυρίου ὀνόματος.]

(v. 701-708) Ὅτι ὁ Λοκρὸς Αἴας "οὐκέτι πάμπαν", τουτέστιν οὐδ' ὅλως, "ἵστατο ἀπ' Αἴαντος Τελαμωνίου οὐδ' ἠβαιόν, ἀλλ' ὥς τ' ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρον ἶσον θυμὸν ἔχοντε τιταίνετον, ἀμφὶ δ' ἄρα σφι πρυμνοῖσιν κεράεσσι πολὺς ἀνακηκίει ἱδρώς. τὼ μέν τε ζυγὸν οἶον ἐΰξοον ἀμφὶς ἐέργει, ἱεμένω κατὰ ὦλκα, τέμνει δέ τε τέλσον ἀρούρης, ὣς τὼ παρβεβαῶτε μάλ' ἕστασαν ἀλλήλοις". Καὶ ὅρα τὸ συμφερτὸν τῆς ἀρετῆς ὡς ἐν ἄλλοις, οὕτω καὶ ἐν τῇ κατὰ τοὺς Αἴαντας ὁμαιχμίᾳ, καὶ ὡς μετὰ μεγάλων κατὰ Σοφοκλῆν καὶ βαιοὶ ἄριστ' ἂν ὀρθοῖντο. Αἰτία δὲ τῆς τοιαύτης τῶν Αἰάντων, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, συμπνοίας οὐ μόνον ἡ κατὰ τὴν ὁμωνυμίαν συνοχή, ἀλλὰ καὶ μάλιστα τὸ ψιλοὺς εἶναι τοὺς Λοκροὺς καὶ δεῖσθαι τοῦ τῶν Σαλαμινίων προβλήματος.

(v. 7138) "Οὐ γάρ σφιν σταδίῃ", φησίν, "ὑσμίνῃ μίμνε φίλον κῆρ. οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας ἱπποδασείας, οὐδ' ἔχον ἀσπίδας εὐκύκλους καὶ μείλινα δοῦρα, ἀλλ' ἄρα τόξοισι καὶ ἐϋστρόφῳ οἰὸς [540] ἀώτῳ Ἴλιον εἰς ἅμ' ἕποντο πεποιθότες. οἷσιν ἔπειτα ταρφέα βάλλοντες Τρώων ῥήγνυντο φάλαγγας", προβαλλόμενοι τοὺς ὁπλίτας Σαλαμινίους.

(v. 719-722) "Οἳ μὲν γὰρ πρόσθε σὺν ἔντεσι", φησί, "δαιδαλέοισι μάρναντο Τρωσίν τε καὶ Ἕκτορι. οἳ δ' ὄπιθε βάλλοντες ἐλάνθανον, οὐδέ τι χάρμης Τρῶες μιμνήσκοντο, συνεκλόνεον γὰρ ὀϊστοί", οὓς ἀφίεσαν οἱ Λοκροί. τούτοις δὲ συνεπινοητέον κατὰ σχῆμα συλλήψεως, ὡς καὶ λίθοι συνεκλόνουν τοὺς Τρῶας οἱ ἐκ τῶν σφενδονητῶν. ἐΰστροφον γὰρ οἰὸς ἄωτον ἡ σφενδόνη, ὡς καὶ προδεδήλωται.

(v. 709-712) Λέγει δ' ἐν τούτοις ὁ ποιητὴς καί, ὅτι τῷ μεγάλῳ μὲν Αἴαντι "πολλοί τε καὶ ἐσθλοὶ λαοὶ ἕπονθ' ἕταροι, οἵ οἱ σάκος ἐξεδέχοντο, ὁππότε μιν κάματός τε καὶ ἱδρῶς γούναθ' ἵκηται", τῷ δὲ μικρῷ οὐχ' ἕποντο Λοκροί. προλελεγμένοι μὲν γὰρ κἀνταῦθα πρωτοστατοῦσιν οἱ Σαλαμίνιοι, ὄπισθεν δ' αὐτῶν ἦσαν οἱ Λοκροί. Ὅρα δὲ τὴν ῥηθεῖσαν παραβολὴν κατὰ πολλὰ τῷ παραβαλλομένῳ ἁρμόττουσαν, κατὰ τὸ "ἶσον θυμὸν ἔχειν", κατὰ τὸ σπουδαίως ἐνεργεῖν, ὥστε καὶ ἱδροῦν, καὶ κατὰ τὸ βραχὺ εἶναι τὸ εἶργον αὐτοὺς ἀπ' ἀλλήλων. γοργότερον δὲ εἰπεῖν, πρὸς τρία ἡ παραβολή, πρὸς ὁμοψυχίαν τῶν δύο ἡρώων, πρὸς τὸ σύμπονον καὶ τὴν σύστασιν, εἰς ἣν καὶ συγκλείει τὴν παραβολήν.

(v. 702) Τῶν δὲ τῆς παραβολῆς τὸ μὲν "ἵστατ' ἀπ' Αἴαντος" ἀντὶ τοῦ ἀφίστατο τοῦ Αἴαντος.

(v. 703) Νειὸς δὲ ἡ ἄρτι νεαζομένη γῆ, κατὰ δὲ τοὺς παλαιοὺς εἰπεῖν, ἀνανεουμένη. ἄλλως γάρ, εἰ προενεώθη, οὐκ ἂν οὕτως ἱδροῖεν οἱ βόες. Οἴνοπες δὲ βόες οἱ οἰνώδεις ἰδεῖν καὶ διὰ τοῦτο μέλανες, καθότι καὶ πόντον οἴνοπά φαμεν τὸν μέλανα. Πηκτὸν δὲ καὶ νῦν λέγει ἄροτρον ὡς τὸ αὐτόγυον, οἷα εἰκός, οὐκ εἰδώς, ἢ καὶ ὡς τὸ εὐποριστότερον λέγων, ἴσως δὲ καὶ τὸ πρωτοπαγὲς ἢ μᾶλλον εὐπαγές.

(v. 704) Τὸ δὲ "ἶσον θυμὸν ἔχοντες", εἰ καὶ ἐπὶ βοῶν ἐρρέθη, ὅμως οὐκ ἀπέοικε τοῦ ἕνα θυμὸν ἔχοντες, ὃ φθάσας εἶπεν ἐπὶ ἀνδρῶν. ὡς ἐκ μεταφορᾶς δὲ σταθμοῦ ἔφη τὸ "ἶσον θυμόν". ἄλλως μέντοι ὅμοιον ἐχρῆν θυμὸν κατὰ κυριολεξίαν εἰπεῖν. Τὸ δὲ "τιταίνετον" κεῖται μὲν ἀντὶ τοῦ ἕλκουσι, δηλοῖ δὲ συντονίαν ἑλκυσμοῦ.

(v. 705) Ἐν δὲ τῷ "πρυμνοῖς κεράεσσιν ἀνακηκίει ἱδρώς" ἢ τοὺς πολλαχοῦ γῆς κεραελκέας δηλοῖ ταύρους, οἷς διὰ τὸν περὶ κεφαλὴν κάματον ἱδροῦσι τὰ ἐκεῖ, ἢ καὶ ἄλλως παραδηλοῖ, φασίν, ὅτι συμπαθεῖ τοῖς ποσὶ τὰ κέρατα τῇ διατάσει τῶν νευρῶν. [541] διὸ μετὰ κάματον ἤλειφον αὐτὰ κηρῷ ἢ ἐλαίῳ ἢ πίσσῃ. Πρυμνὰ δὲ κέρατα αἱ ῥίζαι τῶν κεράτων, οὐ δήπου γὰρ τὰ ἄνω ἱδροῖ. Τὸ δὲ ἀνακηκίειν, ὃ ἀλλαχοῦ ἐπὶ αἵματος ἔφη, δηλοῦν ἁπλῶς τὸ ἀναδίδοσθαι καὶ ἔξω περὶ τὸν χροῦν ἐπιπολάζειν, παρὰ τὸ κίειν γίνεται, ἵνα ᾖ ἀνακίειν, καὶ διπλασιασμῷ ἀνακακίειν, καὶ τροπῇ ἀνακηκίειν. ἐκ τούτου δὲ καὶ ἡ κηκὶς παρὰ Σοφοκλεῖ, ὁμωνυμοῦσα κηκίδι τῇ κατὰ τὸν Γεώργιον εἰς τὸ τεχνικὸν συντελούσῃ μέλαν, ἣν κηκίδιον ἡ κοινολεξία καλεῖ.

(v. 706) Τὸ δὲ ζυγὸν οὐδετέρως κἀνταῦθα εἴρηται κατὰ γένους μεταπλασμόν. Ἰστέον δὲ ὡς πολλαχῶς ὁ ζυγός, διὸ καὶ τὰ ἀπ' αὐτοῦ διάφορα. ζυγὸς γὰρ ἵππων, ὅθεν καὶ ἵππος ζύγιος, ζυγὸς βοῶν καὶ τοιούτων τινῶν, ἀφ' οὗ τροπικῶς οἱ ὁμόζυγοι [καὶ τὸ διαζύγιον] καὶ τὸ ζυγομαχεῖν, ὅ ἐστιν ἀντερίζειν. ζυγὸς ἐπὶ σταθμοῦ, καθ' ὃν [ζυγοστατοῦντες] λέγονται ἀδικεῖν τινες ἐν ζυγοῖς. ζυγὸς ἐπὶ νηός, ἐξ οὗ ζύγιοι ἐρέται. ἔστι καὶ σανδαλίου ζυγὸς κατὰ Παυσανίαν τὸ συνέχον τοὺς δακτύλους, καὶ κιβωτοῦ δέ, ὡς δηλοῖ τὸ ζύγαστρον, ἡ ξυλίνη σορός, παρὰ τὸ ἐζυγῶσθαι οἷον κοίλῳ ζυγάστρῳ, ἐξ οὗ παρέφθαρται τὸ κοινολεκτούμενον σίγιστρον. καὶ θύρας δὲ ζυγὸς ὁ μοχλός, ὅθεν τὸ ἐπιζυγῶσαι θύρας. Παυσανίας δὲ οὕτω φησί· ζυγώσω ἀντὶ τοῦ καθέξω, δαμάσω. Τὸ δὲ "ζυγὸν οἶον", ἤγουν μόνον, ἐπισημασία ἐστὶ τῆς, ὡς εἴρηται, βραχυτάτης τῶν ἡρώων διαστάσεως, ἧς χάριν ἡ παραβολή.

(v. 707) Τὸ δὲ "ὦλκα" ἐκ τοῦ ἄλοκα γίνεται κατὰ μετάθεσιν, εἶτα καὶ κρᾶσιν τοῦ α [542] καὶ ο εἰς ω μέγα. εὐθεῖα δὲ αὐτοῦ ἀπαθὴς ἡ ἄλοξ ἀπὸ τοῦ ἀλέγειν, ὅ ἐστι φροντίζειν, γινομένη. φροντὶς γὰρ γῆς καὶ μάλιστα τοῖς γεωπείναις. Δῆλον δ' ὡς ἡ ἄλοξ μεταθετικῶς κραθεῖσα εἰς τὸ ὦλξ περισπᾶται ἀναγκαίως διὰ τὴν τῆς ὀξείας καὶ βαρείας εἰς περίκλασμα σύνοδον. χρῆσις δὲ αὐτῆς καὶ ἐν Ὀδυσσείᾳ. Τέλσον δὲ ἀρούρης, ὡς καὶ ἀλλαχοῦ κεῖται, ἢ ἁπλῶς τὸ τέλος ἢ τὸ κατ' ἐπιφάνειαν πέρας. Γίνεται δὲ κατὰ μετάθεσιν ἐκ τοῦ τέλος προσλήψει εὐθὺς καὶ τοῦ νῦ. οὐ γὰρ ἦν τέλσο εἰπεῖν, ἐπεὶ μηδὲν ὄνομα οὐδέτερον εἰς ο λήγει. τὸ γὰρ ἄλλο καὶ ἐκεῖνο καὶ τὰ τοιαῦτα οὐκ ὀνόματά εἰσιν ἀλλ' ἀντωνυμίαι.

(v. 708) Παραβαίνειν δὲ μάλ' ἀλλήλοις τὸ ἐγγὺς βαίνειν, ταὐτὸν δ' εἰπεῖν, ἄγχιστα ἑστάναι, ἐξ οὗ καὶ ὁ ἐφ' ἅρματος παραιβάτης γίνεται.

(v. 709 s.) Τὸ δὲ "πολλοί τε καὶ ἐσθλοὶ λαοὶ ἕποντο", ἕταροι δὲ ἦσαν οἱ τοιοῦτοι, πάνυ βαρὺ δηλοῖ τὸ Αἰάντειον εἶναι σάκος, εἴγε τοσοῦτοι καὶ τοιοῦτοι αὐτῷ ἦσαν ἐκδεχόμενοι τὸ σάκος ἄλλοτε ἄλλος μετὰ κάματον, ὃς ἥπτετο αὐτοῦ ὡς μὴ πάνυ φερεπονοῦντος εἰς τοσοῦτον βάρος, εἰ καὶ βουγάϊος ἦν, εἰπεῖν καθ' Ἕκτορα. Τὸ δὲ "οὔ" ἐπίρρημα τετράκις λεχθὲν ἐν τῷ "οὐδ' ἂρ Οἰληιάδῃ Λοκροὶ ἕποντο", καὶ "οὐ γάρ σφιν σταδίῃ" καὶ ἑξῆς, καὶ "οὐ γὰρ ἔχον κόρυθας", καὶ "οὐ γὰρ ἔχον ἀσπίδας" εὐειδῆ φράσιν ἀποτελεῖ, τετραχῆ κείμενον συναπτῶς ἐν στίχων καταρχαῖς.

(v. 714 s.) Τὸ δέ γε "οὐ γὰρ ἔχον κόρυθας" "οὐδ' ἔχον ἀσπίδας" καὶ ἀλλοῖον ἔχει κάλλος, φρασθὲν ἐπαναφορικῶς κατὰ τὴν τοῦ "ἔχον" ἀναδιπλασίασιν.

(v. 713) Ἐν δὲ τῷ "σταδίῃ ὑσμίνῃ" τελεία μὲν ἡ φράσις τῷ ποιητῇ. ἀλλαχοῦ γὰρ σταδίην μόνην εἶπεν ἐλλειπτικῶς. Δοκεῖ δὲ τὸ "ὑσμίνῃ" [543] ἐκ τοῦ μίμνειν παρετυμολογεῖν, ὡς τοῖς παλαιοῖς ἀρέσκει. ἀπὸ γὰρ τοῦ ὑπομένειν φασὶ τὴν ὑσμίνην γίνεσθαι, ὑπομίμνην τινὰ οὖσαν. ὡς δὲ καὶ παρὰ τὸ ὕω παράγεται, ἤγουν παρὰ τὸ ἐξ αἱμάτων ὕσμα, δῆλον. πάντως δὲ ὁ ἐν ὑσμίνῃ μίμνων μενεδήϊός ἐστι καὶ μενέχαρμος καὶ μενεπτόλεμος.

(v. 717) Τὸ δὲ "Ἴλιον εἰς ἅμα ἕποντο", ὅ ἐστιν εἰς Ἴλιον, ταὐτὸν κατὰ σχῆμα ἀναστροφῆς πρὸς τὸ "σέο δ' ἐκ τάδε πάντα", ἤγουν ἐκ σοῦ.

(v. 721) Τὸ δὲ "οἳ δ' ὄπιθεν" ἐκβολὴν καὶ νῦν ἔχει τοῦ σ. τὸ γὰρ φυσικὸν ὄπισθεν ἦν.

(v. 725-728) Ὅτι Πολυδάμας μέλλων Ἕκτορι συμβουλεύσασθαί τι καὶ δεδιὼς μὴ πάλιν ἐκεῖνος ἐκτραχυνθῇ θρασὺς ὤν, ὡς κἀνταῦθα παρασημαίνεται ὁ ποιητὴς εἰπών, ὡς Πολυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς, μεθοδεύει τὸν λόγον οὕτω δεξιώτατα "Ἕκτορ, ἀμήχανός ἐσσι παραρρητοῖσι πιθέσθαι". διὰ τί; "οὕνεκά τοι", ἤγουν σοί, "περιδῶκε θεὸς πολεμήϊα ἔργα, τοὔνεκα καὶ βουλῇ ἐθέλεις περιέμμεναι ἄλλων", ἢ περιΐδμεναι. τοῦτο δὲ πρέπει πρὸς πάντα ἀνδρεῖον μέν, οὐ κατορθοῦντα δὲ τὰ εἰς φρόνησιν. Τινὲς μέντοι ἐλεγκτικώτερον ἐν ἐρωτήσει τοῦτο ἀναγινώσκουσιν, οἷον· ἆρά γε, διότι πάνυ ἀνδρεῖος εἶ, νομίζεις ἐπακολουθεῖν καὶ τὸ πάνυ φρονεῖν; Καὶ ὅρα ὅτι ἀνόητον μὲν αὐτὸν οὐ λέγει, τὴν ἀνδρίαν δὲ εἰς ψόγον αὐτῷ περιτρέπει, ὡς αἰτίαν εἶναι λέγων αὐτὴν τοῦ μὴ πείθεσθαι τοῖς ὀρθὰ λέγουσι. Σημείωσαι δὲ ὅτι καὶ ἐκολάκευσε Πολυδάμας ἐν τούτοις τὸν Ἕκτορα, θεοφιλῆ καὶ ἀνδρεῖον αὐτὸν ὑποθέμενος, ἐν οἷς εἶπεν, ὅτι θεὸς αὐτῷ περισσῶς ἔδωκεν ἀνδρείῳ εἶναι. Καὶ οὕτω ῥητορικῶς τραχύτητά τε συνεκέρασε καὶ γλυκύτητα, τραχύτητα μέν, οἷς ὠνείδισε, γλυκύτητα δὲ τῷ εἰς ἐκεῖνον ἐπαίνῳ. ἦν γὰρ ὁ λόγος, οὐχ' ὡς πάνυ ἀνδρεῖον, οὕτω καὶ πάνυ ἀγαθὸν βουλευτὴν αὐτὸν εἶναι.

(v. 729-734) Εἶτα ἐπάγει γνωμικῶς "ἀλλ' οὔ πως ἅμα πάντα δυνήσεαι αὐτὸς ἑλέσθαι. ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα, ἄλλῳ δ' ἐν στήθεσσι τιθεῖ", ἢ τίθει. "νόον ἐσθλόν. τοῦ δέ τε πολλοὶ ἐπαυρίσκονται ἄνθρωποι, καί τε πολεῖς ἐσάωσεν", ἤτοι πολλοὺς ἀνθρώπους ἢ καὶ ἄλλως πόλεις ἐσάωσεν ‑ ἀμφοτέρως γὰρ γράφεται ‑ "μάλιστα δέ κ' αὐτὸς ἀνέγνω". Καὶ σημείωσαι ὡς ἀνωτέρω ἐπαινέσας [544] ἁπλῶς ἐπὶ ἀνδρίᾳ τὸν Ἕκτορα ὧδε προκρίνει τῆς ἀνδρίας τὴν φρόνησιν. διὸ ἐκείνην μηδ' ὅλως ἐπαινέσας τὴν φρόνησιν πάνυ ἐσέμνυνεν ὠφελιμωτάτην ἀποδείξας αὐτήν.

(v. 735) Εἶτα τὴν τοῦ Ἕκτορος εἰσέτι θρασύτητα ὑφορώμενος οὐκ ἐπικρίνει ἀποφαντικῶς, ὅτι ἀγαθὰ ἐρεῖ, ἀλλ' ἐνδοιάζων φησὶν "αὐτὰρ ἐγὼν ἐρέω, ὥς μοι δοκεῖ εἶναι ἄριστον", ἢ ἄριστα.

(v. 736-744) Ἐφ' οἷς ἀπὸ τοῦ γαρ συνδέσμου συνήθως ἀρχόμενος ὡς ἰσοδυναμοῦντος τῷ ἐπειδή, καὶ τὴν αἰτίαν ἐμπεριβόλως προτάξας τῆς ἐπαχθησομένης συμβουλευτικῆς ἀξιώσεως, καὶ εἰπὼν "πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε, Τρῶες δὲ μεγάθυμοι ἐπεὶ κατὰ τεῖχος ἔβησαν, οἳ μὲν ἀφεστᾶσι σὺν τεύχεσιν, οἳ δὲ μάχονται παυρότεροι πλεόνεσσι κεδασθέντες κατὰ νῆας", ἐπάγει ἀξίωσιν ταύτην "ἀλλ' ἀναχασσάμενος κάλει ἐνθάδε πάντας ἀρίστους· ἔνθεν δ' ἂν μάλα πᾶσαν ἐπιφρασσαίμεθα βουλὴν ἤ κεν ἐνὶ νήεσσι πολυκλήϊσι πέσοιμεν, αἴ κ' ἐθέλοι θεὸς δόμεναι κράτος, ἤ κεν ἔπειτα πὰρ νηῶν ἔλθοιμεν ἀπήμονες".

(v. 744-747) Ἐφ' οἷς παρρησιασάμενος τὸ κινδυνῶδες τῆς μάχης ἐμφῆναι ‑ ἤδη γὰρ καὶ τῷ Ἕκτορι ἐπῆλθε γινώσκειν τοῦτο ‑ φησὶν "ἦ γὰρ ἔγωγε δείδω μὴ τὸ χθιζὸν ἀποστήσωνται Ἀχαιοὶ χρεῖος, ἐπεὶ παρὰ νηυσὶν ἀνὴρ ἆτος πολέμοιο μίμνει, ὃν οὐκέτι πάγχυ μάχης σχήσεσθαι ὀΐω". Καὶ ὁ Ἕκτωρ ἐπὶ τούτοις, εἰ καὶ φθάσας ἐθρασύνθη κατὰ τοῦ Πολυδάμαντος, ἀλλὰ νῦν ἀναγκαίως αὐτῷ πείθεται.

(v. 748) Φησὶ γὰρ ὁ ποιητὴς "ὣς φάτο Πουλυδάμας, ἅδε δ' Ἕκτορι μῦθος ἀπήμων". Καὶ διδάσκει ἐντεῦθεν, ὡς δεῖ τοὺς ἐχέφρονας ἑαυτοὺς ἐνδιδόναι τοῖς καιροῖς. οὕτω καὶ Ἀγαμέμνων ἐν τῇ πρὸ τούτων Ἐπιπωλήσει μεμψάμενος καὶ ἐπιπλήξας Ὀδυσσεῖ καὶ Διομήδει ὕστερον ὀνειδιζόντων ἠνέσχετο αὐτῶν.

(v. 730) Ἰστέον δὲ ὅτι ἐν τῷ "ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα" προσγράφει κατὰ τοὺς παλαιοὺς ὁ Μαλλώτης Ζηνόδοτος καὶ τοῦτον τὸν στίχον "ἄλλῳ δ' ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν". Δῆλον δ' ὡς ἀχρειοῖ τὸ ἔπος τοῦτο τὴν Ὁμηρικὴν ἔννοιαν, ἧς ὁ σκοπὸς εἷς καὶ μόνος ἀνδρίαν συγκρῖναι φρονήσει, μᾶλλον δὲ τὸν ἀνδρεῖον Ἕκτορα τῷ σοφῷ Πολυδάμαντι. διὸ καὶ ὁ λόγος τρόπον τινὰ οὕτω προάγεται· ἄλλῳ μὲν δέδοται πολέμου ἔργα, οἷον σοὶ τῷ Ἕκτορι, ἄλλῳ δὲ νοῦς ἐσθλός, ὡς νῦν ἐμοὶ [545] τῷ Πολυδάμαντι. ἐκ περισσοῦ γοῦν ὁ ῥηθεὶς στίχος παρεντέθειται ὡς ἂν μερικαῖς ἐννοίαις ἐπιχειρηματικώτερον πυκνωθῇ ὁ τόπος οἷα ἐλλιπής. [Δῆλον δ' ὅτι οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἀλλαχοῦ τῆς Ὁμηρικῆς ποιήσεως παρενθέσεις εὕρηνται στίχων, ὡς οἱ παλαιοὶ σημειοῦνται. ἐν ἄλλοις δὲ ἀνάπαλιν ἐξωθοῦνται ἀθετούμενοι, ὡς καὶ αὐτὸ παραδέδοται, οὗ ἕνεκα ὁ γραφικὸς ὀβελὸς ἐξεύρηται. Ταῦτα δὲ οὐκ ἐπὶ μόνου γίνεται Ὁμήρου, ἀλλὰ καὶ ἐπὶ ἑτέρων. παρὰ Σοφοκλεῖ γοῦν, ἵνα τὸ Ζηνοδότειον ὑποδειχθῇ, προστίθεται στίχος ἐν τῷ "τὰς γὰρ ἡδονὰς ὅταν προδῶσιν ἀνδρὸς οὐ τίθημ' ἐγώ. πλούτει τε γὰρ κατ' οἶκον, εἰ βούλει, μέγα" καὶ τὰ ἑξῆς. ἐν τούτοις γὰρ μετὰ τὸ "οὐ τίθημ' ἐγώ" ἔχουσι τὰ ἀκριβῆ ἀντίγραφα τὸ "ζῆν τοῦτον, ἀλλ' ἔμψυχον ἡγοῦμαι νεκρόν", ἵνα λέγῃ ὁ Τραγικὸς ὅτι, ὅταν πρόδοτος γένηταί τινι ἡ ἡδονή, οὐ τίθημι ἐγὼ ζῆν ἔτι τὸν ἄνδρα τοῦτον, ἀλλὰ ψεύδεσθαι τὴν ζωήν, οὐ σκιὰν ἀΐσσοντα οὐδὲ "ἀέρος κίνυγμα" ἢ τοιοῦτόν τι, ἀλλ', εἰ καὶ σκληρὸν εἰπεῖν, νεκροζῶντα. ὃ δὴ ἀστειότερον τοῦ ἡμίζῳον καὶ τῶν ἄλλων ὅσα τοιαῦτα. ἔστι δὲ ἡ ῥηθεῖσα προσθήκη ἀναγκαιοτέρα πάνυ τῆς τοῦ Ζηνοδότου ὡς βελτιοῦσα διάνοιαν.] Ἔτι ἰστέον καὶ ὡς οὐ μόνον οἰκεῖον ἔθος ποιεῖ Ὅμηρος μνησθεὶς πάλιν Ἀχιλλέως, καθὰ μετ' ὀλίγα καὶ τῆς Ἑλένης ‑ φιλεῖ γὰρ μεμνῆσθαι καὶ αὐτῆς, εἰ καὶ μὴ καθάπερ τοῦ Ἀχιλλέως ‑ , ἀλλὰ [546] καὶ προαναφωνεῖ, ὡς μετ' οὐ πολὺ τὸν Ἀχιλλέα εἰς μάχην ἐξεγερεῖ, οὗ μνήμην εἰωθὼς Ὅμηρος παρενσπείρειν τῇ Ἰλιάδι κατά τινα ποσὰ διαστήματα ἐντεῦθεν καὶ ἐπὶ τὰ ἑξῆς φιλοτιμήσεται μάλιστα συχνότερον μεμνῆσθαι αὐτοῦ. Ἔτι σημείωσαι καὶ ὅτι πλάττει ὁ ποιητὴς τὸν Πολυδάμαντα συμβουλεύσαντα κληθῆναι πάντας τοὺς τῶν Τρώων ἀρίστους, ἵνα συναχθέντων εἰς μάχην ταχὺ οὕτω γένηται τὸ μέγα ἔργον, ἡ ἑτεραλκὴς νίκη κατὰ τῶν Ἀχαιῶν, μεθ' ἣν ἀναστήσεται τοῦ μηνίειν ὁ Ἀχιλλεύς.

(v. 725) Πολυδάμας δὲ φερωνύμως ἢ κατ' ἐνέργειαν ὁ πολλοὺς δαμάζων ἐν τῷ νικᾶν. [Ὁποίου δὴ λόγου καὶ ὁ πρὸ τούτων Χερσιδάμας καὶ ὁ Ἰφιδάμας, ἤδη δέ πως καὶ ὁ Ἀμφιδάμας, ἐν ᾧ ἀμφιδεξιότητος ἔμφασις, οὐχ' ἥκιστα δὲ σὺν ἄλλοις καὶ ὁ Ἀστυδάμας, οὗ παροιμία ἐξώρμηται τὸ σαυτὸν ἐπαινεῖς ὥσπερ Ἀστυδάμας, ἔτι δὲ καὶ ὁ Λαοδάμας.] ἢ ὁ πολλὰ δαμασθείς, ὅ ἐστι πολλοῖς πράγμασιν ἐντριβής, οὗ καθ' ἑτεροίαν ἔννοιαν ὁ Ἀδάμας, καὶ οὐ μόνον ὁ καὶ μετ' ὀλίγα Ὁμηρικός, τὸ κύριον, ἀλλὰ καὶ ὁ παρὰ τοῖς ὕστερον ὁμώνυμος αὐτῷ λίθος, ἑτεροιούμενοι αὐτοὶ τοῦ ἀδμὴς βοῦς καὶ τῶν τοιούτων, ὑφ' ὧν ἀλλοία τις ἔννοια δηλοῦται.

(v. 726) Τὸ δὲ "ἀμήχανος" τί δηλοῖ, ἀλλαχοῦ ἐρρέθη. Τὸ δὲ "παραρρητοῖσιν" ἢ κατὰ γένος ἀρσενικὸν νοητέον, ἵνα λέγῃ ὡς οὐ θέλεις πείθεσθαι. τοῖς παραινοῦσιν, ἢ κατὰ οὐδέτερον ἀντὶ τοῦ οὐ πείθῃ παραμυθήμασι, παραιφάσεσιν, ὃ καὶ κάλλιον. ἀλλαχοῦ γὰρ παραρρητοὺς οὐ τοὺς παραινοῦντας εἶπεν ἀλλὰ τοὺς παραινουμένους.

(v. 727) Τὸ δὲ "πολεμήϊα ἔργα" πλεονασμὸν ἀναντίρρητον ἔχει τοῦ η, καὶ οὐκ ἔστιν εἰπεῖν ὡς διάλυσις ἐνταῦθα διφθόγγου γέγονε, καθὰ ἐν τῷ ἀρήϊα καὶ τοῖς τοιούτοις. ὥστε καὶ ἐν τῷ "ξυνήϊα κείμενα πολλά" δυνατὸν τοιοῦτον εἶναι πλεονασμόν, καὶ οὐκ ἐξ ἀνάγκης ἐκ τοῦ ξυνόν ξύνειον διαλέλυται. τοιοῦτον δὲ καὶ τὸ ξεινήϊον, ὅ ἐστι ξένιον.

(v. 729) Τὸ δὲ μὴ δύνασθαι αὐτόν τινα πάντα ἑλέσθαι παρεφράσθη μὲν ἐκ τοῦ "ἑκὼν δ' οὐκ ἄν τις ἕλοιτο", ἔμπαλιν ἔχον πρὸς τὸ "εἰ δέ κε μὴ δώωσιν, ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι". εἴη δὲ ἂν ἶσον τῷ μὴ εἶναι πάντα τοῖς βροτοῖς αὐτάγρετα, ὅπερ ἀλλαχοῦ λέγει ὁ [547] ποιητής.

(v. 731) Ὀρχηστὺν δὲ λέγοι ἂν τὴν ἐπαινουμένην, [ὁποία καὶ ἡ τῶν Περσῶν, περὶ ὧν ἱστορεῖται ὅτι Πέρσαι ὥσπερ ἱππεύειν, οὕτω καὶ ὀρχεῖσθαι ἐμάνθανον, νομίζοντες ἐντεῦθεν ἐμμελῆ τινὰ λαμβάνειν γυμνασίαν τῆς τοῦ σώματος ῥώμης. Λέγονται δὲ καὶ παρὰ βασιλεῖ Ἀντιόχῳ τῷ ἐπικληθέντι Μεγάλῳ ἐν τῷ δείπνῳ πρὸς ὅπλα ὀρχεῖσθαι οὐ μόνον οἱ βασιλέως φίλοι, ἀλλὰ καὶ αὐτὸς ὁ βασιλεύς. καὶ Πολυσπέρχων δέ, φασίν, οὐδενὸς Μακεδόνων δεύτερος οὔτε τὴν στρατηγίαν οὔτε τὴν ἀξίωσιν ὠρχεῖτο, καίτοι πρεσβύτερος ὤν. Ἦν δὲ πολεμικὴ ὄρχησις καὶ ἡ πυρρίχη, ἣν ἔνοπλοι παῖδες ὠρχοῦντο, κληθεῖσα ἀπὸ Πυρρίχου, ἀνδρὸς Λάκωνος, καὶ παραμείνασα μέχρι πολλοῦ ἐν Λακεδαίμονι, καλουμένη καὶ χειρονομία. Ὅτι δὲ καὶ ἀγεννεῖς ὀρχήσεις ἦσαν, ὁποία καὶ ἡ τῶν κωμικῶν, ἀλλαχοῦ δηλοῦται.] Κίθαριν δὲ τὴν κιθαρῳδικὴν ἐπιστήμην, ὥς που καὶ τόξον τὴν τοῦ τοξεύειν τέχνην. διὸ καὶ ἐπῆκται διὰ σαφήνειαν τὸ "καὶ ἀοιδήν". τοῦτο δὲ καὶ ἄλλως ἀκριβῶς ἐπῆκται διὰ τὸ μὴ πάντα τὸν ἔχοντα κίθαριν ἔχειν καὶ ἀοιδήν.

(v. 732) Τὸ δὲ "τιθεῖ", ὅ ἐστι τίθησι, "νόον" ἀρχή ἐστι τοῦ λέγειν συνθέτως νουθετεῖν. εἰ δὲ καὶ βαρυτόνως τίθει γράφεται, σημαίνει μὲν τὸ αὐτό, εἴληπται δὲ χρόνος ἀντὶ χρόνου, ἀντὶ ἐνεστῶτος δηλαδὴ παρατατικός. [Τὸ δὲ "ἐν στήθεσσι τίθεσθαι νόον" ἐμφαντικόν ἐστι τοῦ ἐν καρδίᾳ εἶναι τὸ λογιστικόν.] Καλλοποιὸν δὲ σχῆμα τὸ "ἄλλῳ" τρὶς κείμενον ἐν ἀρχῇ στίχων ἐπαναφορικῶς, ὧν ἐν μέσῳ κεῖται καὶ τὸ "ἑτέρῳ" οὐκ Ἀττικῶς, ἀλλ' ὡς ἁπλῶς ἰσοδυναμοῦν τῷ ἄλλῳ.

(v. 732 s.) Τὸ δὲ "νόον ἐσθλόν" πρὸς διαστολὴν τοῦ μὴ τοιούτου νόου εἴρηται. Τὸ δὲ "τοῦ δέ τε πολλοὶ ἐπαυρίσκονται" παρόμοιόν ἐστι τῷ "πάντες ἐπαύρωνται βασιλῆος". παράγωγον δὲ τοῦ ἐπαυρεῖν τὸ ἐπαυρίσκειν κατὰ τὸ ῥυΐσκω καὶ ὅσα τοιαῦτα.

(v. 734) [548] Τὸ δὲ "ἀνέγνω" Ἴωνες μὲν καὶ ἐπὶ πειθοῦς τιθέασιν, ὡς δηλοῖ καὶ Ἡρόδοτος ἐν τῷ "ἀναγιγνώσκεις βασιλέα στρατεύεσθαι", ἤτοι ἀναπείθεις, Ὅμηρος δὲ νῦν ἀντὶ τοῦ ἔγνω, ᾔσθετο, ἐπαυρίσκων δηλαδὴ τοῦ καλοῦ. Καὶ ἑτέρως δέ, τὸ ἀνέγνω ἀντὶ τοῦ γνῶσιν ἔσχε καὶ σοφίαν καὶ νόησιν, ἵνα εἴη ῥηθὲν ἀστείως πρὸς σύγκρισιν ἀνδρίας, ὡς αὐτῆς μὲν τὸ σεμνὸν ἐχούσης ἄλλως ἐν τῷ σῴζειν ἑτέρους ‑ πρακτικὴ γάρ ἐστιν ἀρετή ‑ , τῆς δὲ νοήσεως, κἂν μή τινας ἔχῃ σῴζειν, ὅμως καὶ οὕτως αὐτάρκως ἐχούσης διὰ τὸ αὐτῆς γνωστικόν. δοκεῖ δὲ καὶ μυκτῆρά τινα ἔχειν οὕτως ἡ ἔννοια, μονονουχὶ λέγοντος τοῦ Πολυδάμαντος ὡς, κἂν μὴ πεισθείη ὁ Ἕκτωρ ἐπὶ σωτηρίᾳ τῶν Τρώων, ἀλλ' αὐτὸς οὐδὲν ἧττον σοφός ἐστι βουλευτὴς καὶ γνωστικός, νοῦν ἔχων ἐσθλόν, οὗ ἐστερῆσθαι νῦν ὁ Ἕκτωρ δοκεῖ. Ἔτι καὶ ἄλλως, τὸ "μάλιστα αὐτὸς ἀνέγνω" οὐ μόνον ἀντὶ τοῦ μάλιστα ἔγνω αὐτὸς τὴν σωτηρίαν ὡς ἑαυτὸν πρὸ τῶν ἄλλων σῴζων, ἀλλὰ καὶ ἀντὶ τοῦ τῆς πρώτης ἐστὶ τάξεως τῶν ἀγαθῶν ἀνδρῶν, ὡς αὐτὸς μόνος ἄνωθεν γνοὺς τὸ ποιητέον καὶ τοῖς ἄλλοις εὖ εἰπών, εἴπερ ἐκεῖνος "πανάριστος, ὃς αὑτῷ πάντα νοήσει".

(v. 736) Ὅρα δὲ καὶ ὅτι στέφανον μὲν ἐνταῦθα ἔφη ὁ ποιητὴς ὡς ἐπὶ κύκλου, ἀγωνιστικὸν δὲ οὐκ οἶδε στέφανον ἢ συμποτικόν, ὡς καὶ ἀλλαχοῦ δηλοῦται. Τὸ δὲ "στέφανος δέδῃεν" ἦν ἂν κακόζηλον, εἰ μὴ τὸ πολέμου προσέκειτο. στέφανος μὲν γὰρ ἁπλῶς οὐκ ἐκκαίεται, ὁ δὲ τῆς καυστειρᾶς δηΐδος εἰκότως ἂν οὕτω πάσχειν λέγοιτο.

(v. 740) Σημείωσαι δὲ καὶ ὅτι ἀπὸ τοῦ γάρ, ὡς εἴρηται, ἀρξάμενος ἐν τῷ "πάντῃ γὰρ στέφανος πολέμοιο" ἀποδίδωσι τὴν ἔννοιαν ἐν τῷ "ἀλλ' ἀναχασσάμενος κάλει ἐνθάδε πάντας ἀρίστους", οἱονεὶ εἰπὼν ὡς, ἐπειδὴ πάντῃ σε ἡ μάχη κυκλοῖ, ἀλλ' ἀναποδίσας ποίησον τόδε τι. καὶ ἔχει διχῶς ἐνταῦθα τὸ καινὸν ἡ φράσις, ὅτι τε ἤρξατο ἀπὸ τοῦ γαρ κατὰ σχῆμα περιβολῆς, καὶ ὅτι ἡ ἀπόδοσις ἔχει τὸν ἀλλα σύνδεσμον περιττόν. σύνηθες δὲ Ὁμήρῳ οὕτω καὶ ἐν Ὀδυσσείᾳ ποιεῖν. [549]

(v. 737) Τὸ δὲ "Τρῶες μεγάθυμοι", ἐπιστατικῶς εἴρηται διὰ τὸ τοιούτους εἶναι πάντας, οἳ παυρότεροι πλεόνεσσι γενναίως μάχονται.

(v. 738) Τὸ δὲ "σὺν τεύχεσι" ῥᾷον εἶναι δηλοῖ ἀναμαχήσασθαι τοὺς Τρῶας ἐνόπλους ἑστῶτας καὶ ἑτοίμους πολεμεῖν.

(v. 740 s.) Τὸ δὲ "κάλει ἐνθάδε πάντας" ἕως τοῦ "ἐπιφρασσαίμεθα βουλήν" χρήσιμον εἰς ἀγυρμὸν συγκλήτου.

(v. 742 s.) Σημείωσαι δὲ καὶ ὅτι τὸ "ἐν νήεσσι πέσωμεν, εἰ θέλει θεὸς δοῦναι κράτος" ἀριδήλως ἐνταῦθα κεῖται ἀντὶ τοῦ ἐμπέσωμεν, ὅ ἐστι βιαίως ἐπεισπέσωμεν, ἐπελευσόμεθα. Μήποτε δὲ καὶ εἰς φήμην τοῦτο ἀπαίσιον παρέρριπται, ὡς ἐν χρησμοῦ λοξότητι καθ' Ὁμηρικὴν δεξιότητα, ὡς τοῦ Πολυδάμαντος μὲν ἐπ' ἀγαθῷ εἰπόντος, τῆς δὲ τύχης ἄλλως ἀποβησομένης, ὡς πολλῶν Τρώων ἐκεῖ πεσουμένων μετ' ὀλίγα ὑπ' Ἀχαιῶν. Οὕτω καὶ στρατηγός τις διὰ γεφύρας εἰς πολεμίαν γῆν ἐμβαλὼν καὶ ἐπιτάξας καταλῦσαι γέφυραν, ἵνα μή τις ἀποστραφῇ, ἐλάλησε μὲν εἰς καλόν, ἵνα μή τινες τῶν περὶ αὐτὸν δειλανδρήσαντες ἀναχωρήσωσι, τὸ δ' ἄλλως ἀπέβη. πάντων γὰρ ἡττηθέντων οὐδεὶς ἐπανεστράφη. Καὶ ἔχει πάνυ πολλὴν ῥοπὴν εἰς τοιαύτην ἔννοιαν ὁ σχηματισμὸς τῆς ῥηθείσης φράσεως καὶ κατὰ τὸ "αἴ κ' ἐθέλῃσι θεὸς δόμεναι κράτος" καὶ ἑξῆς. ἔνθα φανερῶς καὶ ἑτέρα κειμένη κρυπτὴ διπλόη ἀμφίβολον ποιεῖ, τίσι θεὸς δώσει κράτος, εἴτε Τρωσὶν εἴτε Ἀχαιοῖς, ὥσπερ ὕστερον καὶ παρὰ Κροίσῳ ἦν ἄδηλον τὸ καταλῦσαι μεγάλην ἀρχήν, εἴτε τὴν Περσικὴν εἴτε τὴν τῶν Λυδῶν.

(v. 745) Τὸ δὲ "ἀποστήσωνται τὸ χθιζὸν χρέος" τινὲς μὲν γράφουσιν ἀποτίσωνται. οὐκ ἀρέσκονται δὲ οἱ σοφοί, ἀλλὰ θέλουσιν εἶναι ἀποστήσωνται ἀντὶ τοῦ ἀποσταθμήσωσιν, ἤγουν σταθμῷ ἀποδώσουσιν ἢ λήψονται, καὶ ὅπερ ἡμεῖς χθὲς νικῶντες ἐλάβομεν, αὐτοὶ σήμερον εἰσπράξωνται. Γίνεται δὲ ἡ λέξις παρὰ τὸ ἱστᾶν, τὸ ἐπὶ τοῦ ζυγοῦ λεγόμενον, ἐξ οὗ καὶ στατὴρ τὸ νόμισμα, καὶ μεταστῆσαι τὸ ἐν ἀλλαγῇ μετασταθμῆσαι. Ἰστέον δὲ ὡς ῥητορικὴ ἀλληγορία τὸ ῥηθέν ἐστιν. λέγει μὲν γὰρ ὡς περὶ σταθμιζομένου χρέους, αἰνίττεται δὲ ἀντισήκωσιν πράξεως.

(v. 746) Τὸ δὲ πρωτότυπον χρέος, ἐξ οὗ τὸ χρεῖος, ὅτι καὶ ἐκτείνεται καὶ συστέλλεται, δηλοῖ ὁ οὕτω γράψας ἐν ῥητορικῷ Λεξικῷ· [550] χρέως Ἀττικοὶ καὶ Ἴωνες, ὡς Πλάτων καὶ Δημοσθένης, διὰ τοῦ ω δηλαδὴ μεγάλου. λέγουσι δέ, φησί, καὶ χρέος, ἐν συστολῇ δηλονότι. καὶ τοῦτο μέν, φησί, διαφέρουσαν ἔχει γενικήν, τοῦ χρέους γάρ, τὸ δὲ χρέως τὴν αὐτήν. τὰ σύνθετα δὲ μᾶλλον διὰ τοῦ ω· ὑπέρχρεως, ἀξιόχρεως. Ἐν δὲ τῷ "ἀνὴρ ἆτος", ὅ ἐστιν ἀκόρεστος, "πολέμοιο" ὅρα, ὡς ὤκνησεν ὁ Πολυδάμας εἰπεῖν τὸ τοῦ Ἀχιλλέως ὄνομα πρός τε θεραπείαν Ἕκτορος καὶ ὅτι μισεῖ καὶ αὐτὸς τὸν ἥρωα ὡς δεινὸν πολέμιον, [ἵνα κατὰ τὸ "εἴθε ἀπ' οὔατος ἐμοὶ γένοιτο", ἤγουν μὴ ἀκουσθείη τόδε τι, οὕτω δοκοίη διανοεῖσθαι ὁ Πολυδάμας τὸ ἀπὸ στόματος ἐμοὶ ὁ Ἀχιλλεὺς γένοιτο, ἤγουν εἴθε μηδὲ λαλοῖτο.]

(v. 748) Τοῦ δὲ "ἄδεν", ἤγουν ἤρεσε, συστέλλεται μὲν ἡ παραλήγουσα, τὸ δὲ αὐτῆς πνεῦμα οὐ πάνυ δῆλον. δύναται γὰρ καὶ δασύνεσθαι ἀπὸ τοῦ ἥδω, ἵνα δηλοῖ τὸ ἡδὺς ἔδοξε, καὶ ψιλοῦσθαι δὲ ὡς ἀπὸ τοῦ ἀδεῖν, ὅ ἐστιν ἀρέσκειν. ἀμφοτέρως δὲ τὸ τοιοῦτον ῥῆμα δεύτερός ἐστιν ἐνεργητικὸς ἀόριστος.

(v. 751-753) Ὅτι βοηθοῦ σπουδαίου λόγος πρὸς συστράτηγον τὰ τοῦ Ἕκτορος πρὸς τὸν Πολυδάμαντα, ἤγουν τὸ "σὺ μὲν αὐτοῦ ἐρύκακε πάντας ἀρίστους, αὐτὰρ ἐγὼ κεῖσε εἶμι καὶ ἀντιόω πολέμοιο, αἶψα δ' ἐλεύσομαι αὖτις, ἐπὴν εὖ τοῖς ἐπιτείλω", ἤγουν ἐπιτάξω, ἐντείλωμαι, ὃ δὴ καὶ ἀλλαχοῦ κεῖται. [Ὡς δὲ καὶ παθητικῶς τὸ τοιοῦτον ῥῆμα λέγεται, δῆλον καὶ ἐκ τοῦ "ἐπετείλατο Παλλὰς Ἀθήνη".]

(v. 754 s.) Ὅτι εἰπὼν ὁ ποιητής, ὡς ὁ Ἕκτωρ "ὡρμήθη ὄρεϊ νιφόεντι ἐοικώς, κεκληγώς", ἐπάγει "διὰ δὲ Τρώων πέτετο καὶ ἐπικούρων", δύο μίξας παραβολὰς οὕτω γοργῶς. Καὶ ὅρα ὡς ἐκ βαρυτάτου σώματος καὶ ἀκινήτου, τοῦ ὄρους δηλαδή, εἰς πτηνὸν μετεωρίζει τὸν Ἕκτορα διὰ τοῦ "πέτετο", ἐκεῖνο μὲν διὰ τὸ μέγεθος τοῦ ἥρωος καὶ τὸ ὑπερφαίνεσθαι τῶν λοιπῶν, τοῦτο δὲ διὰ τὸ ταχὺν εἰς μάχην εἶναι καὶ κοῦφον ὁπλίτην. ὅτε δέ γε ὄρει τὸν Ἕκτορα εἰκάσας οὐκ ἐπήγαγε τὸ πέτεσθαι, οὐ πάνυ σεμνὸς ἦν ὁ λόγος, ἀλλὰ νωθρείαν τινὰ ὑπέφαινε τοῦ ἀνδρός, καθὰ καὶ Ἕκτωρ ἐν τοῖς ἑξῆς βουγάϊον τὸν Αἴαντα εἰπὼν ἀργίαν ὀνειδίζει καὶ βραδυκινησίαν τῷ ἥρωϊ. Ὅρα δὲ καὶ ἄλλως τὴν τέχνην τοῦ ῥήτορος. οὐ γὰρ ἀμέσως ἐκ τοῦ ὄρους καταβὰς ἢ μεταβὰς πτεροῖ τὸν Ἕκτορα, ἀλλὰ διὰ μέσου τοῦ "κεκληγώς", ὁ ἐπὶ ὀρνέων κυριολεκτεῖται, ἀφ' οὗ λαβὼν ἀφορμὴν ἐπήγαγε τὸ "ἐπέτετο".

(v. 756) Ὅτι εἰ καὶ οἴδασιν αἱ ἱστορίαι [551] Ἀγαπήνορά τινα ἥρωα, ἀλλ' ἐνταῦθα ἐπίθετόν ἐστι Πολυδάμαντος. Κεῖται δ' ἐν τούτοις καὶ τὸ ἀνώλεθρος διὰ τοῦ ο μικροῦ κοινότερον, οὐ μὴν Ἀττικῶς.

(v. 761) Φησὶ γὰρ "τοὺς δ' εὗρεν οὐ πάμπαν ἀπήμονας οὐδ' ἀνολέθρους".

(v. 763) Λέγει δὲ ὁ ποιητὴς καὶ τὸ "ἔκειντο ψυχὰς ὀλέσαντες", ὡς οἷά τι κτῆμα, ὅ ἐστι θανόντες. ἀφ' οὗ λαβὼν Εὐριπίδης ἔφη τὸ "Ἕκτορός τ' ἀπόλλυται ψυχή".

(v. 764) Ἐμφαίνει δὲ καὶ διαφορὰν συνήθη τοῦ βάλλειν καὶ οὐτάζειν εἰπὼν "ἐν τείχει ἔσαν βεβλημένοι οὐτάμενοί τε".

(v. 765) Φησὶ δὲ καὶ τὴν μάχην δακρυόεσσαν μυθικώτερον κατὰ σῶμα, ὡς τοιαύτην καὶ πλαττομένην τῷ μύθῳ καὶ ζωγραφουμένην οἷα μὴ ἱλαράν, ἄλλως μέντοι ὡς δακρυοποιόν.

(v. 766) Μέμνηται δὲ καὶ τῆς Ἑλένης, εἰπὼν "δῖον Ἀλέξανδρον, Ἑλένης πόσιν ἠϋκόμοιο". ἔνθα λέγουσι μὲν οἱ παλαιοὶ καὶ ἄλλα, προστιθέασι δὲ καὶ ὡς ὅμοιόν τί φησιν ὁ ποιητής, ὡς εἴπερ εἶπεν ὅτι ἤθελεν ἀνὴρ εἶναι αὐτῆς. Σημειοῦνται δὲ καὶ ὡς οὐδέποτε τὸν Μενέλαον πόσιν αὐτῆς ὁ Ὅμηρος ἐκάλεσε.

(v. 767) Λέγει δὲ καὶ στρατηγικὸν ἔπαινον Ἀλεξάνδρου τὸ "θαρσύνοντα ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι".

(v. 769) Ὅτι καὶ νῦν ὁ Ἕκτωρ τὸν Πάριν μεμφόμενος προσέφη αἰσχροῖς ἐπέεσσιν, εἰπὼν ὡς ἐν τῇ γ΄ ῥαψῳδίᾳ "Δύσπαρι, εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτά".

(v. 770-773) Εἶτα ἐρωτήσας, ποῦ Δηΐφοβος καὶ Ἕλενος καὶ Ἀσιάδης Ἀδάμας καὶ Ἄσιος, Ὑρτάκου υἱός, ποῦ δὲ Ὀθρυονεύς, ἐπάγει ἃ καὶ ἀλλαχοῦ κεῖνται "νῦν ὤλετο πᾶσα κατ' ἄκρης Ἴλιος αἰπεινή, νῦν τοι σῶς αἰπὺς ὄλεθρος" ἤτοι τέλειος, ἀνελλιπής. Καὶ ὅρα οἷα λαλεῖ ὁ θυμός. πρῶτα μὲν γὰρ οὐκ ἤδη κἂν οἱ πέντε κεῖνται, ὤλετο ἡ Τροία, εἶτα καὶ μεμπτέος ὁ Ἕκτωρ ἐστίν, ὃς ἀναγκάσας διαβῆναι τὸ τεῖχος γέγονεν αὐτοῖς ἀπωλείας αἴτιος, εἰ καὶ νῦν ἑτέρῳ τὴν αἰτίαν προσάπτει, ὃ δυσκολαινόντων ἴδιον. καὶ μὴν εὗρε τὸν Πάριν θαρσύνοντα ἑτάρους, ὡς ἐρρέθη, καὶ εἰς μάχην ὀτρύνοντα.

(v. 775) Διὸ καὶ ἐξελέγχει αὐτὸν ἐκεῖνος λέγων "ἐπεί σοι θυμὸς ἀναίτιον αἰτιάασθαι" καὶ τὰ ἑξῆς. ἔνθα σημείωσαι ὅτι οὐδὲ τὸ τοῦ Ἀχιλλέως ἦθος ἀνόμοιον πρὸς Ἕκτορα, εἴγε καὶ αὐτὸς τάχα κεν ἀναίτιον αἰτιόῳτο, ὡς προέγνωσται.

(v. 768) Ἰστέον δὲ ὅτι τε τὸ προσέφη οὐδὲ ἐνταῦθα ἔχει παρακείμενον ὄνομα, καὶ μὴν πρὸ βραχέων ἔφη συνήθως "καί μιν φωνήσας ἔπεα προσηύδα", καὶ ἔτι πρὸ αὐτοῦ ἐν τῷ "θρασὺν Ἕκτορα [552] εἶπε παραστάς". ἔνθα οὐ συνήθως τῇ φράσει τῇ ὕστερον συντέτακται τὸ Ἕκτορα, οὔτε πρὸς τὸ εἶπεν οὔτε πρὸς τὸ παραστάς. οἱ γὰρ μεθ' Ὅμηρον ἐν τούτοις δοτικὴν οἴδασι σύνταξιν.

(v. 769) Καὶ ὅτι τὸ "εἶδος ἄριστε" δεῖ κἀνταῦθα συνάπτειν πρὸς τὸ "γυναιμανὲς ἠπεροπευτά" καὶ ὑφὲν ἀναγινώσκειν, ἵνα λέγῃ· ὦ καλὲ ἐπὶ μοιχείᾳ καὶ ἀπάτῃ γυναικῶν. οὐ γὰρ αὐτὸ τὸ κάλλος ψεκτὸν καθ' αὑτό. ἐρεῖ γοῦν Ἀχιλλεὺς "οὐχ' ὁράᾳς οἷος κἀγὼ καλός τε μέγας τε".

(v. 771) Τὸ δὲ Ὕρτακος πρὸ δύο συλλαβῶν ἔχει τὸν τόνον κανονικῶς. Τὰ γὰρ εἰς κος τρισύλλαβα τὴν πρώτην συλλαβὴν ἔχοντα λήγουσαν εἰς ἀμετάβολον προπαροξύνονται· Λάμψακος, Ὕρτακος, Ῥύνδακος, οἷον "Ῥύνδακον ἀμφὶ βαθύσχοινον". οὕτω ἐν τοῖς Ἀπίωνος καὶ Ἡροδώρου. Καὶ σκοπητέον, εἰ καλῶς ποιοῦσιν οἱ παρὰ Λυκόφρονι τὸ Ῥύνδακος ὀξύνοντες, [οὗ ποταμοῦ ὄντος φυλάττεται μέχρι καὶ νῦν τὸ ὄνομα.]

(v. 772) Ἐν δὲ τῷ "κατ' ἄκρης" λείπειν τινές φασι τὸ πόλεως, ἵνα λέγῃ "κατ' ἄκρης πόλεως", ὡς καὶ ἐν Ὀδυσσείᾳ κῦμα τὸν Ὀδυσσέα ἤλασε κατ' ἄκρης, δηλαδὴ κεφαλῆς. Ἕτεροι δὲ ἀκούσαντές που Ὁμήρου εἰπόντος κρῆθεν ἀντὶ τοῦ κάρηθεν καὶ ἐκ κεφαλῆς, νοοῦσι καὶ ἐνταῦθα μονοσυλλάβως τὸ κρής, οἱονεὶ κατὰ κάρης, ὡς ἐκεῖθεν συγκοπέν, ἤγουν κατὰ κεφαλῆς. κεφαλὴ δὲ πόλεως ἡ ἀκρόπολις. τοῦτο δὲ οἱ ὕστερον κατάκρας φασίν, οἷον· ἑάλω κατάκρας.

(v. 773) Ἐν δὲ τῷ "Ἴλιος αἰπεινή", καὶ "αἰπὺς ὄλεθρος" ἔστι τι παρηχητικόν. τοιοῦτον γὰρ τὸ αἰπεινή καὶ τὸ αἰπύς. ἔχει δέ τι καὶ ἀστεῖον ἡ ἔννοια αἰνιττομένου οἷον Ἕκτορος, ὡς φερωνύμως ἡ ἠνεμόεσσα Τροία ἔχει τὸ αἰπὺ διὰ τὸν μέλλοντα αἰπὺν ὄλεθρον. Δῆλον δὲ ὅτι τὸ "νῦν ὤλετο πᾶσα κατ' ἄκρης πόλις, νῦν τοι σῶς αἰπὺς ὄλεθρος" εἰς κινδυνώδη πολιορκίαν παρῳδηθήσεται.

(v. 770) Τὸ δὲ "ποῦ τοι Δηΐφοβος, ποῦ δέ τοι Ὀθρυονεύς", καὶ τὸ "νῦν ὤλετο Ἴλιος, νῦν σῶς ὄλεθρος" κάλλους εἰσὶ κατ' ἐπαναφορὰν σχήματα, ἐπίτηδες τοῦ ποιητοῦ τὸ σκυθρωπὸν τοῦ χωρίου παραμυθησαμένου σχήμασιν ἱλαροῖς.

(v. 773) Τὸ δὲ "σῶς" εὕρηται, φασί, καὶ θηλυκῶς, Ἀριστοφάνης "οὕτω παρ' ἡμῖν ἡ πόλις μάλιστα σῶς ἂν εἴη". Λέγουσι δὲ καὶ σᾶ τὰ σῶα οἱ παλαιοί, παρ' οἷς καὶ σᾶ ἡ σῶα. Εὐριπίδης ἐν Ὑψιπύλῃ "εὔφημα καὶ σᾶ καὶ κατεσφραγισμένα", Ἀριστοφάνης "ἡ μάζα γὰρ σᾶ καὶ τὰ κρέα χ' ὡ κάραβος". Αἴλιος δὲ Διονύσιος εἰπών τινα καὶ αὐτὸς τοιαῦτα λέγει, ὅτι καὶ σῶοι σοῖ, καὶ σῷ δέ, φησί, μονοσυλλάβως οἱ σῶοι καὶ παρὰ Θουκυδίδῃ. [553]

(v. 775-777) Ὅτι σπουδαῖος ἀνὴρ πρὸς τὸν ἐφ' οἷς οὐ δεῖ φιλομεμφῆ τυγχάνοντα οἰκείως ἂν εἴποι τὸ τοῦ Πάριδος πρὸς τὸν Ἕκτορα "ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι, ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιο", ἢ τυχὸν ἔργοιο, "μέλλω, ἐπεὶ οὐδ' ἐμὲ πάμπαν ἀνάλκιδα γείνατο μήτηρ", νῦν δὲ δηλαδὴ οὔ. ὃ ἐλλέλειπται διὰ τὴν σπουδὴν τοῦ λέγοντος.

(v. 778 s.) Ὅτι καὶ ἐνταῦθα τὸ ὁμιλεῖν πολεμικὴ λέξις. Φησὶ γὰρ "ἐξ οὗ παρὰ νηυσὶ μάχην ἤγειρας, ἐκ τοῦδε ὁμιλέομεν Δαναοῖς", ἤγουν ὁμόσε κατὰ πολεμικὰς ἴλας αὐτοῖς γινόμεθα. [Τὸ δὲ "μάχην ἤγειρας" ἢ ἐκ τοῦ ἐγείρω ἐστίν, ἵνα δηλοῖ ὅτι ὡς οἷον εὕδουσαν αὐτὴν ἐξανέστησας ὀτρύνας τοὺς Τρῶας, ἢ ἀντὶ τοῦ διεσπαρμένην συνῆξας ὡς ἐκ τοῦ ἀγείρω κατὰ τὸ "ξυνάγομεν Ἄρηα".]

(v. 781 s.) Ὅτι ἐν τῷ "Δηΐφοβός τε βίη τε Ἑλένου οἴχεσθον μακρῇσι τετυμμένω ἐγχείῃσιν ἀμφοτέρω κατὰ χεῖρα" δοκεῖ οὐ καλῶς εἰρῆσθαι τὸ τετυμμένω. Δηϊφόβου μὲν γὰρ δουρὶ βραχίονα ὁ Μηριόνης ἔτυψεν, Ἑλένου δὲ τὴν χεῖρα ὁ Μενέλαος ἔβαλε. λύεται δὲ τὸ ἄπορον τῷ τῆς συλλήψεως, ἤτοι συνεκδοχῆς, σχήματι. συμπεριέλαβε γὰρ τῷ τετυμμένῳ Δηϊφόβῳ καὶ τὸν βεβλημένον Ἕλενον. καὶ ἐν τῇ ξ΄ δὲ ῥαψῳδίᾳ βεβλῆσθαι λέγεται Τυδείδης Ὀδυσσεύς τε καὶ Ἀγαμέμνων, καίτοιγε μόνος Διομήδης ἐκ προέσεως ἐκεῖ βέβληται. καὶ ἔστι καὶ αὐτὸ συνεκδοχή, τουτέστιν ὁμοία σύλληψις, συλλαμβανομένων τῷ βεβλημένῳ Διομήδει καὶ τῶν λοιπῶν. Ἢ μᾶλλον ἐκεῖ ἀντὶ γένους τοῦ πεπλῆχθαι εἴληπται τὸ εἶδος, ἡ βολή. οὐ γὰρ ἂν δύο τετυμμένοι ἑνὶ βεβλημένῳ συνεκδέχοιντο, ἵνα λέγοιντο καὶ αὐτοὶ βεβλημένοι, ἀλλὰ μᾶλλον ὁ εἷς τοῖς δυσὶν ἂν συλλαμβάνοιτο, ὡς λέγεσθαι δι' αὐτοὺς καὶ αὐτὸς τετυμμένος ἢ οὐτάμενος. αἱ γὰρ συλλήψεις, ὡς καὶ τοῦτο οἱ παλαιοί φασιν, ἢ πρὸς ἶσα ἢ πρὸς πλεονάζοντα γίνονται, οὐ μὴν πλείω ἐλάττονι συλλαμβάνεται.

(v. 782) Τὸ δὲ "οἴχεσθον" σαφῶς καὶ ἐνταῦθα διαστέλλεται τοῦ λεγομένου ἐπὶ θανάτῳ. Φησὶ γὰρ ὡς οἱ μὲν ἄλλοι κατέκταθεν, Δηΐφοβος δὲ καὶ Ἕλενος οἴχονται ζῶντες.

(v. 783) Διὸ ἐπάγει "φόνον δ' ἤμυνε Κρονίων". ἐκτείνει δὲ καὶ ἐνταῦθα ὁ Κρονίων τὴν παραλήγουσαν.

(v. 784-787) Ὅτι φησὶ Πάρις πρὸς Ἕκτορα, ὃ καὶ πᾶς ἂν ἐρεῖ ἐθέλων τῷ κρείττονι ἕπεσθαι "νῦν δ' ἄρχ' ὅππῃ σε κραδίη θυμός τε κελεύει, ἡμεῖς δὲ μεμαῶτες ἅμ' ἑψόμεθα, οὐδέ τί φημι ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστι. πὰρ δύναμιν δ' οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν". ὃ δὴ γνωμικῶς ἐρρέθη ὡς ἐξ ἀρχῆς τοῦ "μηδὲν ἄγαν". Ἔστι δὲ τὸ "οὐδέ τί φημι ἀλκῆς δευήσεσθαι" ὅμοιον ὡς εἰ καὶ εἶπεν ὅτι καὶ ἀλκὴν ἐνδειξόμεθα. [(v. 789) Ὅτι ἐν τῷ "βὰν δ' ἴμεν ἔνθα μάλιστα μάχη καὶ φύλοπις ἦεν" μάχην μὲν λέγει τὸν αὐτόχρημα πόλεμον, φύλοπιν [554] δὲ τὴν αὐτῷ παρεπομένην τῶν φύλων ὄπα, ἤγουν βοήν. ἴσως δὲ καὶ ἐκ παραλλήλου αἱ δύο αὗται λέξεις τὸ αὐτὸ νοοῦσιν, ὡς καὶ ἐν τῇ ἑξῆς ῥαψῳδίᾳ ὁ πόλεμος καὶ ἡ ἀϋτή, ἔνθα κεῖται τὸ "πολέμοιο συνεστῶτος καὶ ἀϋτῆς".]

(v. 791) Ὅτι τὰ διὰ τοῦ αιος ἔχοντα τὴν ἄρχουσαν εἰς ἀμετάβολον λήγουσαν περισπᾶσθαι θέλει, οἷον Ἑρμαῖος λόφος. ‑ τὸ γὰρ Ἕρμαιον προπαροξυτόνως ὄρος τέ ἐστι καὶ εὐτυχὲς εὕρημα ‑ , χερσαῖος, ὀρφναῖος, οὕτω οὖν καὶ ἐνταῦθα Ὀρθαῖος τὸ κύριον. φησὶ γὰρ "Φάλκην Ὀρθαῖόν τε". Ὅρα δὲ ὅτι ὁ μὲν εἰρημένος κανὼν προπερισπᾷ τὸν Ἑρμαῖον λόφον, ὡς καὶ ἐν Ὀδυσσείᾳ κεῖται. εἰσὶ δέ τινες, οἳ προπαροξυτόνως αὐτὸν προέφερον.

(v. 7914) Ὅτι σεμνὸν τοῖς Ἀχαιοῖς καὶ τὸ αὐτοὺς μὲν μὴ χρᾶσθαι διαδοχῇ τινι βοηθείας ἐξ Ἑλλάδος, τοῖς δὲ Τρωσὶ γίνεσθαι διαδοχὰς ἐπικούρων, οἷς καὶ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοὶ ἠοῖ τῇ προτέρῃ Φάλκης, Ὀρθαῖος, Ἀσκάνιος καὶ ἕτεροι.

(v. 793) Εἰσὶ δὲ νῦν ἀμοιβοὶ πολέμου διάδοχοι τοῖς προτέροις ἶσοι, ἢ τὸ ἀμοιβοὶ ἀντὶ τοῦ πεζοί, ἀμοιβαίᾳ ποδῶν ἐξαλλάξει ἀνύοντες τὴν ὁδόν, ἢ ἀμειβόμενοι Πρίαμον ὑπὲρ ὧν αὐτὸς ἐπεκούρησε τοῖς Φρυξί ποτε, ὡς ἐν τῇ γ ῥαψῳδίᾳ εἴρηται. καὶ ἐοίκασιν ἐντεῦθεν οἱ Ἀττικοὶ λαβόντες λέγειν χάριν ἀμοιβόν τὴν ἀντίχαριν. Περὶ δὲ Ἀσκανίας, ἧς παρώνυμος ὁ ἐλθὼν χθιζὸς ἐπίκουρος Ἀσκάνιος ἕτερος ὢν παρὰ τὸν ἐν τῇ Βοιωτίᾳ, ἤδη προγέγραπται τὸ ἀρκοῦν.

(v. 794) Τὸ δὲ "ἠοῖ τῇ προτέρῃ", [ὅπερ ἐστὶ χθές,] νῦν μὲν ἐντελῶς εἴρηται, οἱ δὲ μεθ' Ὅμηρον προτεραίαν φασὶν Ἰωνικῶς καὶ ἐλλειπτικῶς.

(v. 795-799) Ὅτι ἐπαινεῖται καὶ [555] ἐνταῦθα παραβολὴ ἐν τοῖς μάλιστα, ἐν ᾗ ἀργαλέων ἀνέμων ἀτάλαντοι ἀέλλῃ λέγονται οἱ Τρῶες εἰς πόλεμον ἰέναι, "ἥ ῥά θ' ὑπὸ βροντῆς πατρὸς Διός", ἤγουν σὺν ἀερίᾳ βροντῇ, "εἶσι πέδονδε, θεσπεσίῳ δ' ὁμάδῳ ἁλὶ μίσγεται. ἐν δέ τε πολλὰ κύματα παφλάζοντα πολυφλοίσβοιο θαλάσσης κυρτὰ φαληριόωντα, πρὸ μέν τ' ἄλλ' αὐτὰρ ἐπ' ἄλλα", τουτέστιν ἔμπροσθεν μὲν ἄλλα, ἐπὶ δ' αὐτοῖς ἄλλα, ὅπερ ἐξήγησίς ἐστι τοῦ πολλὰ κύματα.

(v. 800 s.) Πρὸς ὅπερ ἀποδιδοὺς τὴν παραβολὴν κατὰ ὅμοια ἰσοτέλευτά φησιν "ὣς Τρῶες πρὸ μὲν ἄλλοι ἀρηρότες, αὐτὰρ ἐπ' ἄλλοι, χαλκῷ μαρμαίροντες ἅμ' ἡγεμόνεσσιν ἕποντο". τοῦτο δὲ λειότερόν ἐστι τοῦ "πρὸ μέν τ' ἄλλ', αὐτὰρ ἐπ' ἄλλα". ἐκεῖνο γὰρ ἐπίτηδες τραχυφωνεῖται ὁμοίως τῇ ὅλῃ παραβολῇ. Περὶ ἧς φασιν οἱ παλαιοί, ὅτι τε φύσιν κυμάτων ἐνδείκνυται, ἃ ὑπὸ ἀνέμοις ἐγείρονται, καὶ τῇ τῶν λέξεων τραχύτητι τὸν ἦχον μιμεῖται. κοσμεῖ δέ, φασίν, αὐτὴν καὶ τὰ ὁμοιοκατάληκτα, τὸ πολλά, τὸ κύματα, τὸ παφλάζοντα, τὸ κυρτά, τὸ φαληριόωντα. ἔχει δὲ καὶ χάριν ἰδίαν τὰ ὀνόματα, τὸ παφλάζοντα πρὸς τὸν ἦχον, τὸ κυρτά πρὸς τὸ πολὺ τοῦ ὄγκου, τὸ φαληριόωντα πρὸς τὸ χρῶμα, οἱονεὶ τὰ λευκανθίζοντα τῷ ἀφρῷ καθὰ χαλκῷ μαρμαίρουσιν Ἕλληνες. Φάλιον γὰρ τὸ λευκόν, ἐξ οὗ καὶ οἱ φάλοι καὶ τὰ φάλαρα, καὶ ἡ παρὰ Λυκόφρονι φαληριῶσα σπίλος, τουτέστι λευκὴ νῆσος. Δηλοῖ δέ, φασίν, ἡ παραβολὴ τὴν πολλὴν καὶ σφοδρὰν καὶ συνεχῆ καὶ μετὰ ἤχου τῶν πολεμίων ἐπέλευσιν. Ὅτι δὲ ἡ βροντὴ καὶ τὸ μίσγεσθαι καὶ τὸ παφλάζειν καὶ ὁ φλοῖσβος ὠνοματοπεποίηνται οἰκείως τοῖς ὑποκειμένοις πράγμασι, δῆλόν ἐστι.

(v. 800) Τὸ δὲ "ἀρηρότες" δοκεῖ ῥηθῆναι πρὸς τὸ "μίσγεται", ἵνα καθάπερ ἀνέμων ἄελλα θαλάσσῃ μίσγεται, οὕτω πως ἔχοιεν ἐπ' Ἀχαιοῖς καὶ οἱ Τρῶες κατὰ τὸ ἀρηρέναι.

(v. 802) Ὅτι φθάσας μὲν πλατεῖαν ἐποίησεν Ὅμηρος παραβολὴν ἐξ εἰκασίας τῆς κατὰ τὸν Ἄρην, ἐνταῦθα δὲ συγκατεπείγων τὴν φράσιν τοῖς ἐκ πυκνῶν κυμάτων εἰκασμένοις πράγμασι λέγει οὕτω συντόμως "Ἕκτωρ δ' ἡγεῖτο βροτολοιγῷ ἶσος Ἄρηϊ", ὡς οἷά τι πρωτόκυμα.

(v. 803-808) Ὅτι ἡ τοῦ Ἕκτορος πάντοσε ἴση ἀσπὶς ῥινοῖσιν ἦν πυκινή, "πολλὸς δ' ἐπελήλατο χαλκός, ἀμφὶ δέ οἱ κροτάφοισι φαεινὴ σείετο πήληξ", ὅθεν ἴσως καὶ κορυθαιόλος καὶ κορυθάϊξ λέγεται, "πάντῃ δ' ἀμφὶ φάλαγγας ἐπειρᾶτο προποδίζων, εἴ πώς οἱ εἴξειαν ὑπασπίδια προβιβῶντι". Καὶ αὐτὸς μὲν οὕτω διέκειτο, "ἀλλ' οὐ σύγχει", ἤγουν οὐ συνέχεε, [556] "θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν", ἀλλὰ δηλονότι κοσμίως καὶ εὐκρινῶς, ὅ ἐστιν εὐτάκτως, εἶχον, εὖ διακρίνοντες ἑαυτοὺς κατὰ τὸ "Ἀχιλλεὺς στῆσεν ἐϋκρίνας", ὅπερ ἐναντίον ἐστὶ τῷ συγχέειν, καθὰ καὶ τῇ συγχύσει ἡ ἁπλῶς εὐκρίνεια.

(v. 807) Τὸ δὲ "ὑπασπίδια προβιβῶντι" ἐκ τῶν τοῦ Δηϊφόβου παρεποιήθη. ἐκεῖ μὲν γὰρ ἔφη οὕτω "κοῦφα προβιβὰς καὶ ὑπασπίδια προποδίζων", ἐνταῦθα δὲ ἐναλλάξας φησὶν "ἐπειρᾶτο προποδίζων", εἶτα ἐπάγει "ὑπασπίδια προβιβῶν". δι' ὧν οὐ πάνυ σφοδρὰ δηλοῦται κίνησις Ἕκτορος, ὁποία τις εὐθὺς δηλοῦται κατωτέρω ἐν τῷ "μακρὰ βιβάσθων", ὅ φησιν ἐπὶ Αἴαντος.

(v. 804) Ἰστέον δὲ ὅτι ὁ ἔξω ἐπεληλαμένος, ὡς ἐρρέθη, χαλκὸς ἐξήλατον ὑποβάλλει νοεῖν καὶ τὴν τοῦ Ἕκτορος ἀσπίδα, ὁποία καὶ ἡ τοῦ Σαρπηδόνος προϊστόρηται.

(v. 809-812) Ὅτι τὸν Ἕκτορα Αἴας πρῶτος προκαλέσσατο, "μακρά", ὡς ἐρρέθη, "βιβάσθων", λέγων "δαιμόνιε, σχεδὸν ἐλθέ. τί ἢ δειδίσσεαι", ὅ ἐστιν ἐκφοβεῖς, "αὕτως Ἀργείους; οὔ τί τοι μάχης ἀδαήμονές εἰμεν", ἤγουν ἐσμέν, "ἀλλὰ Διὸς μάστιγι κακῇ δάμημεν Ἀχαιοί". ὅπερ εἴποιεν ἄν τινες πρὸς ἐχθρὸν ἀπειλούμενον, ὃν οὐ πτοοῦνται.

(v. 815-820) Εἶτα εἰπών, ὡς "ἦ θήν πού τοι θυμός", ἤγουν ὄντως δήπου σοι ἡ ψυχή, "ἐέλπεται ἐξαλαπάξειν νῆας, ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν", ὃ καὶ παροιμιῶδές ἐστιν ἐπὶ τῶν ἑαυτοῖς θαρρούντων ἀμύνειν, ἐπάγει στοχαστικῶς καὶ ὡς ἐν σχήματι προαναφωνήσεως, ὅτι τε πολὺ φθαίη εὖ ναιομένη πόλις ὑμή, τουτέστιν ἡ ὑμετέρα, "χερσὶν ὑφ' ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε", καὶ ὅτι "σοὶ δ' αὐτῷ φημὶ σχεδὸν ἔμμεναι, ὁππότε φεύγων ἀρήσῃ θεῷ θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους, οἵ σε πόλινδε οἴσουσιν κονίοντες πεδίοιο". Παρέλαβε δὲ ἱέρακας εἰς τὸν λόγον διὰ τὴν τοῦ ὀρνέου ταχυπέτειαν. Ὅρα δὲ τὸ τοῦ Αἴαντος σῶφρον. προκαλεῖται μὲν γὰρ αὐτὸς τὸν Ἕκτορα, οὐ λέγει δὲ περὶ ἑαυτοῦ ὡς οὐκ ἔστι μάχης ἀδαήμων, ἀλλὰ τοῖς Ἀχαιοῖς κοινοποιεῖται τὸν ἔπαινον.

(v. 810) Ἐν δὲ τοῖς ἐκτεθειμένοις τὸ μὲν σχεδόν, ὅ ἐστιν ἐγγύς, ἐξ οὗ καὶ τὸ σχέδην ἐπίρρημα καὶ ἡ σχεδία ναῦς καὶ ὁ σχέδιος λόγος καὶ τὸ κοινῶς καλούμενον σχεδάριον, ὃ [557] σχεδίων λόγων ἐστὶν ἐδάφιον, δὶς κεῖται διὰ τὸ καίριον. Τὸ δὲ δειδίσσεσθαι οἱ μεθ' Ὅμηρον καὶ παθητικῶς λέγουσιν, ἵνα, ὥσπερ ὁ αἰκιζόμενος καὶ ὁ αἰτιώμενος καὶ ὁ μεμφόμενος, οὕτω καὶ ὁ δεδισσόμενος διχῶς νοεῖται, δηλῶν ποτὲ μὲν τὸν ἐκφοβοῦντα, ποτὲ δὲ τὸν φοβούμενον.

(v. 812) Διὸς δὲ μάστιγα τὴν θεομηνίαν φησίν. ὅθεν ἴσως καὶ Σοφοκλῆς λαβὼν τὸν παρ' αὐτῷ μαστιγοφόρον Αἴαντα ἐπέγραψε.

(v. 814) Τὸ δὲ "ἄφαρ" ὅτι ἐκ τοῦ ἅπτω ἅψω ἧφα γίνεται, καὶ ὅτι Αἰολικῶς ψιλοῦται, δηλοῦται καὶ ἑτέρωθι.

(v. 815) Τὸ δὲ "πολὺ φθαίη ἁλοῦσα" ἔχει τι ἀφελείας κατὰ νοῦν. ἁπλοϊκῶς γὰρ οὕτως ἐρρέθη καὶ οὐ πρὸς ἄκραν ἀκρίβειαν. οὐ γὰρ μετὰ Τροίας ἅλωσιν φθάσασαν γενέσθαι εἶτα καὶ αἱ νῆες ἀλαπαχθήσονται, ἵνα οὕτω ὀρθῶς εἴπῃ ὁ Αἴας, ὅτι πολὺ πρότερον ἁλούσης τῆς Τροίας μετὰ τοῦτο καὶ αἱ νῆες κακῶς οἰχήσονται, ἀλλ' ἡ μὲν Τροία πεσεῖται, αὐταὶ δὲ περιέσονται.

(v. 813) Ὅρα δ' ἐνταῦθα καὶ τὸ ἀλαπάζειν ἐπὶ νηῶν λεχθέν, ὥστε οὐκ ἐπὶ μόνων πόλεων ἡ λέξις κεῖται. [Κατωτέρω δ' εὐθὺς ἐπὶ Τροίας τίθεται ἀντ' αὐτοῦ τὰ σύστοιχα τούτῳ, ἤγουν τὸ ἁλῶναι καὶ τὸ πορθηθῆναι. ἔφη γὰρ "ἀλοῦσά τε περθομένη τε".]

(v. 815) Τοῦ δὲ "ὑμή", ὅπερ εἰς ῥητορείαν οὐκ εὔχρηστον, εὕρηται καὶ αἰτιατική, ἔτι δὲ καὶ οὐδέτερον ἐν τῷ "ὑμὰ κτήματ' ἔδοντες".

(v. 816) Τὸ δὲ "ἁλοῦσά τε περθομένη τε" ταὐτὸν κατὰ παραλληλίαν δηλοῦν, ὡς καὶ τὸ "πόλεμον καὶ δηϊοτῆτα", καὶ "πόλεμόν τε μάχην τε" ἐγκαθίζει τῇ τῆς ἐννοίας παραμονῇ τὸν περὶ τῆς πατρίδος φόβον εἰς τὴν τοῦ Ἕκτορος ψυχήν. ἴσως δὲ καὶ χεῖρον τοῦ ἁπλῶς ἁλῶναι τὸ πέρθεσθαι, εἴπερ ἐκ τοῦ πρήθω, τὸ καίω, γίνεται κατὰ τροπὴν καὶ μετάθεσιν. [(v. 817) Ἐν δὲ τῷ "σχεδὸν ἔμμεναι" διπλασθὲν Αἰολικώτερον τὸ μ διὰ χρείαν μέτρου ἐν τῷ "θάσσονας ἰρήκων ἔμεναι" ἀδιαπλασίαστον μένει διὰ τὸ ἐκ μέτρου ἀκατανάγκαστον.

(v. 819) Ἔνθα τὸ "ἰρήκων" ψιλοῦται Ἰωνικῶς, καθὰ καὶ τὸ ἰρεύς.]

(v. 820) Τὸ δὲ "κονίοντες πεδίοιο" θερινὸν εἶναι δηλοῖ τὸν τῆς ἄρτι μάχης καιρόν, καθὰ μυριαχοῦ φαίνεται. Ἔστι δὲ κονίειν πεδίου τὸ διὰ τῆς πεδιάδος κόνιν ἐγείρειν ἐν τῷ σπουδαίως θέειν. ἐκ δὲ τοῦ τοιούτου νοήματος [558] καὶ τὸ ἐγκονεῖν γίνεται καὶ τὸ διακονεῖν.

(v. 821-823) Ἐπὶ δὲ τούτοις ὁ ποιητὴς ὡς οἷον ἐκ τῶν ἱεράκων ἐνθύμησιν λαβὼν ἐπάγει νόημα ὀρνιθιακὸν εἰπὼν "ὣς ἄρα οἱ εἰπόντι", τουτέστι τῷ Αἴαντι, "ἐπέπτατο δεξιὸς ὄρνις, αἰετὸς ὑψιπέτης, ἐπὶ δ' ἴαχε λαὸς Ἀχαιῶν θάρσυνος οἰωνῷ". Καὶ ὅρα καὶ τὸ ὄρνις καὶ τὸ οἰωνός οὐχ' ἁπλῶς ῥηθέντα, ἀλλ' ὡς τοῦ μέλλοντος σημαντικά. Αἴσιον δὲ κἀνταῦθα σημεῖον τὸ δεξιόν.

(v. 821) Τοῦ δὲ "ἔπτατο" ἐστὶ καὶ δεύτερος ἀόριστος ἐπτόμην, ὡς τὸ "περιχαρὴς δ' ἀνεπτόμην". ἐξ οὗ καὶ τὸ πτέσθαι παρὰ Σοφοκλεῖ καὶ αὐτό, καὶ τὸ "ἐπιπτέσθαι μενεαίνων".

(v. 822) Τὸ δὲ "ἴαχε λαός" πάντας τούτους ἐπιστήμονας εἶναι δηλοῖ τῆς τοιαύτης οἰωνοσκοπητικῆς. ἣν ἁπλούστερον ὁ ποιητὴς ἔφρασε καὶ γοργῶς ἐν τῷ "δεξιὸς ὄρνις", καὶ οὐχ' ὡς ἀλλαχοῦ εἰς πλάτος. καὶ οὕτω μὲν ταῦτα.

(v. 823-831) Ἕκτωρ δὲ διὰ τὸ εὐτυχεῖν οὔτε τοῦ οἰωνοῦ τούτου ἐπιστραφείς, ὡς οὐδὲ τοῦ πρὸ αὐτοῦ, ἐκλαθόμενος δὲ καὶ ὧν ἐν τῇ μονομαχίᾳ ἔλεγεν ἐν τῷ "Αἶαν, ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τε καὶ πινυτήν" καὶ τὰ ἑξῆς, περιπετὴς τῇ ἑαυτοῦ μαρτυρίᾳ ἐκείνῃ γίνεται, καὶ ὡς ἄγροικον ἀλαζόνα σκώπτων τὸν ἥρωά φησι "Αἶαν, ἁμαρτοεπὲς βουγάϊε, οἷον ἔειπες", καὶ εὔχεται, ὡς εἴθε τάδε τινὰ μεγάλα καὶ ὑπὲρ ἄνθρωπον αὐτῷ εἴη ῥηθησόμενα ἀγαθά, "ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισι πᾶσι μάλα, ἐν δὲ σὺ τοῖσι πεφήσεαι, αἴ κε ταλάσεις μεῖναι ἐμὸν δόρυ μακρόν, ὅ τοι χρόα λειριόεντα δάψει".

(v. 832 s.) Ἐφ' οἷς ὀνειδίζων τῷ Αἴαντι ἀντὶ τοῦ προμεμαρτυρημένου ἡρωϊκοῦ μεγέθους τὴν ἄγαν πολυσαρκίαν [καὶ πιότητα, οἷς οἱ βουγάϊοι περιβρίθονται,] λέγει, ὅτι πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν "Τρώων κορέεις κύνας ἠδ' οἰωνούς", ἤγουν τὰ ἁπλῶς σαρκοφάγα ὄρνεα, "δημῷ καὶ σάρκεσσιν", ὅπερ ἐπὶ πλήθους νεκρῶν ἡ Ὁμηρικὴ ἔφη Μοῦσα ἐν τῷ "ἑλώρια τεῦχε κύνεσσι καὶ οἰωνοῖς". Ἐνταῦθα δέ τις ἔχει θαυμάσαι τὴν νέμεσιν, εἴπερ λύμην σώματος ὁ Ἕκτωρ ἀπειλῶν τῷ Αἴαντι ὡς μὴ ταφησομένῳ αὐτὸς αἰκισθήσεται τὸ σῶμα ὑπ' Ἀχιλλέως θανών.

(v. 825-828) Ἰστέον δὲ καί, ὅτι θυμομαχῶν ὁ Ἕκτωρ, ἐφ' οἷς ἐγγύς τε εἶναι τὸν τοῦ θανάτου καιρὸν αὐτοῦ ἤκουσεν ἐξ Αἴαντος καὶ ἐπὶ εὐχῇ δὲ ὠνείδισται ἀλλοκότῳ ‑ τοιοῦτον γὰρ τὸ εὔξασθαι ἂν θάσσονας ἰρήκων γενέσθαι αὐτῷ τοὺς ἵππους ‑ , ἐπάγει αὐτὸς εὐχήν τε ἑτέραν σεμνοτέραν [559] καὶ καιρὸν ἕτερον πάνυ ἐγγύτερον, τὸν τῆς σήμερον ἡμέρας, καθ' ἣν οἱ Ἀχαιοὶ ὀλοῦνται, εἰπὼν "αἲ γὰρ ἐγὼν οὕτω γε Διὸς πάϊς εἴην ἤματα πάντα, τέκοι δέ με πότνια Ἥρη", [οὐ μὴν θνητὴ Διῒ μιγεῖσα,] "τιοίμην δ' ὡς τίεται Ἀθηναίη καὶ Ἀπόλλων, ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει τοῖς Ἕλλησιν". Οὐ μάτην δὲ οὕτως εὔχεται ὁ Ἕκτωρ, ἀλλὰ συννοούμενος μεγαλοφρόνως τὸ ἐν αὐτῷ τῆς εὐτυχίας θειότατον. διὸ καὶ ὁ Ἀγαμέμνων ἐν τοῖς ἑξῆς λέγει, ὡς ὁ Ζεὺς τοὺς Τρῶας ὁμῶς μακάρεσσι θεοῖσι κυδαίνει. ἔστι δὲ ὅμως οὐ μακρὰν ἀλαζονείας καὶ φιλοτιμίας τῆς ὑπὲρ τὸ δέον ἡ ῥηθεῖσα εὐχὴ τοῦ Ἕκτορος. Σημείωσαι δὲ ὡς, εἴπερ οὕτως Ἕκτωρ ἐπιρρεπὴς ἦν παρενεχθῆναι εἰς τὸ εὔχεσθαι ἀλλόκοτα, καλῶς ἄρα καὶ ὁ Αἴας εὖ εἰδώς, ὡς εἰκός, εὐχὴν τοιαύτην ἐκείνῳ προσέπλασεν ἐν τῷ "ἀρήσῃ Διῒ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι θάσσονας ἰρήκων εἶναί σοι τοὺς ἵππους", ὅτε φεύγεις, ὃ καὶ ἔδακε μάλιστα τὸν Ἕκτορα. καὶ τοιάδε μὲν ταῦτα.

(v. 824) Τῶν δὲ τοῦ ῥηθέντος χωρίου λέξεων "ἁμαρτοεπής" μὲν ὁ ψεύστης καὶ τῶν βελτίστων λόγων ἀφαμαρτάνων, ἴσως δὲ καὶ ἀγλευκὴς τὴν φράσιν. ἢ καὶ ἄλλως, καθ' ὁμοιότητά τινα, ὡς εἰκός, τοῦ ἀφαμαρτοεπής, περὶ οὗ προγέγραπται, [ὃ παραφράζει Ἀθήναιος, ἔνθα τοὺς ἡδονικοὺς φιλοσόφους ἁμαρτολόγους φησίν, ὧν κορυφαῖος ὁ Ἐπίκουρος.] Βουγάϊος δὲ ἢ ὁ δυσκίνητος καὶ μὴ ποδώκης, ἀλλ' οἷον βοῦς τις πονῶν περὶ γῆν, ἢ ὁ ἐπὶ βοΐ, ἤτοι ἀσπίδι, γαίων, Αἴαντος γὰρ παράσημον ἡ ἀσπίς, ἢ βοῦς ἐργάτης, ἢ αὐτόχρημα βοῦς καὶ γῆ, γῆ μὲν διὰ τὸ βαρὺ τοῦ σώματος καὶ δυσκίνητον, βοῦς δὲ διὰ τὸ ἔμψυχον μέν, πολὺ δὲ τοῦ μεγέθους. Ὅτι δὲ καθάπερ ὁ ἵππος, οὕτω δὴ καὶ ὁ βοῦς πολὺ μέγεθος παρεμφαίνει ἐν ταῖς συνθέσεσι, δηλοῖ καὶ ἡ βου ἐπίτασις ἣν ἐκ τοῦ ζῴου τούτου εἰλῆφθαι λέγουσιν. [Ἐξ ἧς ἐπιτάσεως καὶ ἡ βούβρωστις καὶ ἡ βούπεινα καὶ ὁ βούλιμος καὶ ὁ βουθοίνας καὶ ὁ βούπαις, οὗπερ ἀκολουθία τοιαύτη. Βρέφος, ὡς ὁ γραμματικὸς Ἀριστοφάνης φησί, τὸ ἄρτι γεγονὸς παιδίον, ὃν τηθὴ τρέφει· παιδάριον τὸ περιπατοῦν καὶ ἤδη λέξεως ἀντιποιούμενον· παιδίσκος ὁ τῆς ἐχομένης ἡλικίας· παῖς ὁ δι' ἐγκυκλίων ἤδη μαθημάτων δυνάμενος ἰέναι· ὁ δὲ μετ' αὐτὸν πάλλαξ καὶ βούπαις καὶ ἀντίπαις καὶ μελλέφηβος.] [560] Οἱ δέ φασιν, ὡς Δουλιχιῶται καὶ Σάμιοι τοὺς γαλακτοφαγοῦντας καὶ μηδὲν ἰσχύοντας βουγαΐους καλοῦσιν. ἄλλοι δὲ βουκάϊε γράφουσιν, ὅ ἐστιν ἄγροικε, παραφέροντες καὶ χρῆσιν βοῦκον καὶ βουκαῖον τὸν ἄγροικον λέγουσαν παρά τε Νικάνδρῳ ἐν τῷ "βουκαῖος ὀροιτύπος" καὶ παρὰ Θεοκρίτῳ δέ. Ἰστέον δὲ ὡς καὶ ἐν Ὀδυσσείᾳ ὁ Ἶρος βουγάϊος ὑπὸ τῶν μνηστήρων προσερρέθη σκωπτικῶς, καὶ ὅτι Ἀριστάρχου γράφοντος, φασί, βουγάϊε, Ζηνόδοτος βουγήϊε γράφει, καὶ ὅτι ὁ διὰ βάρος προσρηθεὶς βουγάϊος ῥηθείη ἂν καὶ βουβάρας, ὅ ἐστι μέγας καὶ ἀναίσθητος, ὡς παρὰ Ἡρωδιανῷ ἐν τῇ μεγάλῃ Προσῳδίᾳ κεῖται, καθὰ καὶ βουκόρυζα ἡ μεγάλη κόρυζα. [Καὶ εἴη ἂν ὁ ῥηθεὶς βουβάρας προσήκων διὰ τὸ κατ' αὐτὸν βάρος προσρηθῆναι καὶ γῆς ἐτώσιον ἄχθος. Ἐπιτυχὴς δὲ μάλιστα ἐν τοῖς ἑρμηνεῦσιν ὁ μεταλαβὼν τὸν βουγάϊον εἰς βόσκημα ἀναίσθητον.] Ὅτι δὲ καὶ εἰς ἀναισθησίας σκῶμμα λαμβάνεται ὁ βοῦς, δηλοῖ καὶ ὁ παρὰ Μενάνδρῳ βοΐδης, ὅ ἐστι πρᾷος, εὐήθης, καθ' ὁμοιότητα τοῦ ἀμνοκῶν, ὅ ἐστι νοῶν ὡς ἀμνὸς κατὰ τὸν Κωμικόν. παροιμιάζεται δὲ ὁ βοῦς καί, ὥσπερ ἐπὶ βουγλώσσων ἐν τῷ "βοῦν ἐπὶ γλώσσης φέρεις", οὕτω κατὰ Παυσανίαν καὶ ἐπὶ ἀχρηστίας ἐν τῷ "βοῦς ἐν αὐλείῳ κάθῃ". καὶ ταῦτα μὲν περὶ τῆς καταρχούσης λέξεως ἐν τῷ βουγάϊος, εἴτε παρὰ τὴν βου ἐπίτασιν γίνεται, εἴτε παρὰ τὸν βοῦν. εἰς δὲ τὸ ἐφεξῆς, [ἤγουν τὸ γαΐος,] χρήσιμον καὶ τὸ τοῦ Αἰλίου Διονυσίου, εἰπόντος ὅτι γεώλοφον οἱ παλαιοὶ καλοῦσι τὸν παχὺν καὶ ἀναίσθητον ἄνθρωπον, [οἷα τῆς γῆς χρησίμου φαινομένης εἰς τὸ τοιαῦτα σκώπτεσθαι τοὺς μεγαλοσωμάτους, εἰ καὶ πολὺ τὸ ἐνεργὸν ἄλλως ἔχουσιν. Ἐνθυμητέον δ' ἐνταῦθα ὡς, εἴπερ ὁ τοσαύτης ἀρετῆς ἐπήβολος Αἴας [561] ὁ συμμετρίας λόγῳ εὖ ἔχων μεγέθους καὶ διὰ τοῦτο μείζων καὶ μέγας ὤν τε καὶ καλούμενος, καὶ τὸ φυσικὸν καὶ ἐνεργέστατον βάρος ἐπηχθισμένος κατὰ ἀναλογίαν μελῶν καὶ μερῶν, βουγάϊος ἔσκωπται, τί ἂν ὁ σκωπτόλης ἐρεῖ κατὰ τοῦ Βυζαντίου ῥήτορος, ὃς καταγελώμενός που ἐπὶ πλούτῳ σαρκῶν ἔφη καὶ γυναῖκα πολλῷ παχυτέραν ἔχειν, ἧς ἠρεμούσης μὲν στέγεσθαι ἄμφω ἐν μιᾷ κλίνῃ, στασιαζούσης δὲ μηδὲ τὸν ὅλον αὐτοῖς οἶκον εἶναι εἰς χωρίου περιοχήν. Τί δὲ οὐκ ἂν σκωφθείη ὁ διὰ παχύτητα μήτε ἔξυπνος γινόμενος ἐν τῷ κοιμᾶσθαι, εἰ μὴ βελόναις κεντοῖτο εἰς βάθος, μήτε ἐν τῷ ἀνθρώποις ἥκειν εἰς θέαν ἐθέλων ὅλος βλέπεσθαι, ἀλλὰ παραπετάσμασιν ὑποκλέπτων τὸ βλέπεσθαι; Τίς δ' ἂν εἴη τά γε εἰς τὸ σκώπτεσθαι ὁμοίως; Μάγης, ὁ Κυρήνης βασιλεύς, ὃς δι' ἀργίαν σώματος καὶ πλῆθος τροφῆς κατάσαρκος, φασί, γενόμενος, ὑπὸ τοῦ πάχους ἀπεπνίγη. Ὅτι δὲ τὰ ἐκ γῆς παρώνυμα οὐκ ἀεὶ σεμνά εἰσι, δηλοῦσι καὶ οἱ τοῦ μύθου Γηγενεῖς καὶ Γίγαντες οὐδὲν ἧττον ἢ ὁ βουγάϊος καὶ ὁ δεδηλωμένος γεώλοφος. συντελεῖ δ' ἐνταῦθα καὶ τὸ "ὁ δ' ἕτερος, τί ἂν τύχοιμ' ὀνομάσας; βῶλος, ἄροτρον, γηγενὴς ἄνθρωπος". Ἀλέξιδος δέ, φασί, τοῦ κωμικοῦ ὁ λόγος. Τὸ δὲ "ποῖον ἔειπες" ἁπλοϊκῶς μὲν ἔχειν φαίνεται, καθάπτεται δέ, ὧν ὁ Αἴας εἶπε μηδὲν εἰδὼς δῆθεν μέλλον. διὸ καὶ σαρκάζων λέγει μονονουχί, ὡς εἰ καὶ ἡ ἐμὴ πόλις πρὸ τῶν Ἀχαιϊκῶν νηῶν ἁλῶναι μέλλει, ἀλλ' ἐγὼ ἔνορκός φημι, ὡς οὐκ εἰς μακρὰν ἀλλὰ σήμερον κακὸν τοῖς Ἀργείοις ἔσται. καὶ οὕτω λόγον ἔχει ἐπαγόμενος αἰτιολογικῶς ὁ γαρ σύνδεσμος.]

(v. 825) Τὸ δὲ "Διὸς πάϊς εἴην" ἀφορμήν τινα εὔλογον ἔχει τὸ διογενῆ βασιλικῶς εἶναι τὸν Ἕκτορα, εἰ καὶ μὴ πραγματικῶς, ὡς καὶ ἐξ Ἥρας τεχθῆναι.

(v. 826) Τὸ δὲ "ἤματα πάντα" περίφρασίς ἐστι τοῦ αἰεί, δι' οὗ εὔχεται ὁ Ἕκτωρ τὸ ἀθάνατον.

(v. 828) Τὸ δὲ "ἡμέρη ἥδε" τοῦ νῦν ἐστι διασαφητικόν. οὐ γὰρ κατὰ πλατὺ νῦν, ἀλλ', ὡς εἴρηται, σήμερον ἔσται τοῖς Ἀργείοις κακόν. ἄλλως γὰρ οἶδεν ὁ Ἕκτωρ, [562] ὡς "ἔσσεται ἦμαρ, ὅτ' ἄν ποτε ὀλώλῃ Ἴλιος". ὀλεῖται δέ, ὡς μηκέτι οὕτω προλάμπειν μηδὲ προφαίνεσθαι. οὗ πρὸς ὁμοιότητα πέφρασται ἀλλαχοῦ τὸ "ἠέλιος οὐρανοῦ ἐξαπόλωλε".

(v. 829) Τὸ δὲ "πᾶσι" καὶ τὸ "μάλα" πανωλεθρίαν δεινὴν δηλοῖ, [μάλιστα μὲν οὖν κοινὸν ἀληθῶς ἅπασι κακόν. μόνῳ γὰρ τῷ Αἴαντι θάνατον ἀπειλεῖται ὁ Ἕκτωρ, τοῖς δ' ἄλλοις ἅπασι κακόν τι ἀπροσδιορίστως τοῖον ἢ τοῖον. Διὸ καὶ ἔλλογος εἶναι δόξοι ἂν ἡ τοῦ Ἕκτορος εὐχή, ὡς οἷον εἰπόντος οὕτω· εἴθε ἦν γενέσθαι μοι τὸ πάντῃ ἀδύνατον, ἤγουν τὸ Διὸς εἶναι παῖδα, ὡς ὁμολογουμένως ἔσται τοῖς Ἀργείοις κακὸν σήμερον. Εἰ δ' ὁ μῦθος ἐνταῦθα εἴπῃ, ὅτι Ἑκάβης μητρὸς καὶ Πτῴου πατρός, ἤγουν Ἀπόλλωνος, υἱὸς ὢν κατὰ τοὺς ὕστερον ποιητὰς ὁ Ἕκτωρ, ὅμως ἐθέλει τὸ μεῖζον, ἤγουν τὸ ἐκ Διὸς καὶ Ἥρας εἶναι, ληρείτω ἐκεῖνος τὸ δοκοῦν αὐτῷ.] Τὸ δὲ "πεφήσεαι", ὃ χρόνου μέν ἐστι μετ' ὀλίγον μέλλοντος, δηλοῖ δὲ τὸ φονευθήσῃ, ἀπὸ τοῦ φῶ φήσω γίνεται, ἀφ' οὗ καὶ τὸ φάζειν. ὅθεν καὶ τὸ πεφασμένος καὶ τὸ σφάζειν. φῶ δὲ λέγεται καὶ τὸ φαίνω, ἐξ οὗ καὶ τὸ φῶς. σημαίνει δὲ καὶ τὸ καίω, ἐξ οὗ φαΰζειν τὸ φρύγειν Ἀττικῶς κατὰ τοὺς παλαιοὺς καὶ φῷδες αἱ ἀπὸ φλογὸς φλύκταιναι, ὧν καὶ ὁ Κωμικὸς μέμνηται, καὶ φωγνύναι τὸ φρύγειν, ὅθεν ἰσχάδες πεφωγμέναι. τὸ μέντοι ῥηθὲν φαΰζειν ἀπὸ τοῦ φρύγειν τινὲς παράγουσι. Τοῦ δὲ "ταλάσσῃς", ὅ ἐστι τλήσῃ, θέμα ταλάω, ἐξ οὗ ἐν συγκοπῇ τὸ τλῶ τλήσω. Τοῦ δέ γε ταλάω ταλάσω ἐξώρμηται τοῦ μὲν ὁ Ταλαὸς τὸ κύριον, [563] τοῦ δὲ ὁ τάλας, ὅθεν κατὰ ἀναγραμματισμὸν ὁ Ἄτλας. ἐκ τοῦ ταλάσω δὲ γίνεται καὶ ταλασίφρων, ὡς καὶ ἐν Ὀδυσσείᾳ ἐρρέθη, καὶ ταλασιουργεῖν ἐπὶ γυναικῶν τὸ ἐμμένειν ἔργοις καὶ ταλασίᾳ, ἴσως δὲ καὶ ἡ παρὰ τῷ Τραγικῷ τάλις, τουτέστι μελλόγαμος παρθένος, μελλονύμφη, ὡς καὶ αὐτὴ ταλασίαν ἀσκοῦσα.

(v. 830) Δόρυ δὲ μακρὸν πρὸς διαστολὴν τῶν μὴ τοιούτων, ὁποῖόν τι καὶ ἡ αἰγανέα. Λειριόεις δὲ χροῦς ἐνταῦθα σκωπτικῶς εἴρηται ὁ ἐσκιατραφημένος καὶ ἀνθηρὸς διὰ τὸ ἐκ βάρους ἀγύμναστον τοῦ ἥρωος. Λείριον γὰρ ἄνθος, ὅθεν καὶ φωνὴ λειριόεσσα, καὶ Ποδαλείριος, οὐ μόνον, ὡς καὶ ἀλλαχοῦ κεῖται, ὁ ἀνθηρόπους διὰ τὸ εὐτυχές, ἀλλὰ καὶ τὰ ἀνθοῦντα περιοδεύων. ἰατρὸς γὰρ ἦν ῥιζοτόμος τὰ πολλά, ὡς εἰκός.

(v. 831) Τὸ δὲ "δάψει", ἐξ οὗ καὶ δαπταὶ παρὰ Λυκόφρονι αἱ μυῖαι καὶ τὸ δαρδάπτειν, ὡς ἐπὶ ἐμψύχου τοῦ δόρατος καὶ αὐτὸ εἴρηται. Τὸ δὲ "κορέεις" μέλλοντι ἰσοδυναμεῖ τῷ κορέσεις.

(v. 834) Ὅτι τὸ ἠχεῖν καὶ ἰάχειν λέγεται κατὰ ὀνοματοποιΐαν, ἀφ' οὗ καὶ Ἴακχος οὐ μόνον ὁ ἐπὶ Διονύσῳ ἦχος, ἀλλὰ καὶ αὐτὸς ἐκεῖνος, ὁ καὶ Βάκχος ἐκ τοῦ βάζειν λεγόμενος.

(v. 8337) Διὸ φάμενος ὁ ποιητὴς "τοὶ δ' ἅμ' ἕποντο ἠχῇ θεσπεσίῃ, ἐπὶ δ' ἴαχε λαὸς ὄπισθεν", εἶτα ἄρχεται ἀπὸ τοῦ ἰάχειν καὶ λήγει εἰς τὴν ἠχήν, εἰπὼν "Ἀργεῖοι δ' ἑτέρωθεν ἐπίαχον οὐδ' ἐλάθοντο ἀλκῆς", ἤγουν ἤχησαν οὐχ' ὡς δειλοί, ἀλλ' ἐπὶ ἀλκῇ, "ἠχὴ δ' ἀμφοτέρων ἵκετο αἰθέρα [564] καὶ Διὸς αὐγὰς", ὅ ἐστιν ἡλίου κατὰ τοὺς παλαιούς, δηλώσας οὕτω τὸ τῆς βοῆς μέγεθος. Εἶτα εὐθὺς ἀνακάμπτει πάλιν εἰς τὴν ἰαχὴν ἐν τῷ "Νέστορα δ' οὐκ ἔλαθεν ἰαχή". καὶ δοκεῖ καιριώτατον ἡ ἰαχὴ ἐπὶ πολέμου, ἐπὶ μέντοι θαλάσσης τὸ ἠχεῖν, ὅθεν καὶ θάλασσα ἠχήεσσα. Τὸ δὲ ἰαχή καὶ βοὴ μετ' ὀλίγα λέγεται ἐν τῷ "μείζων δὴ παρὰ νησὶ βοή".

(v. 835 s.) Ἰστέον δὲ ὅτι τε τὸ "οὐδ' ἐλάθοντο ἀλκῆς" εὐψυχίας εἶναι σημεῖον δηλοῖ τὴν ἐν πολέμῳ ἰαχήν, ὅθεν καὶ "βοὴν ἀγαθοί" οἱ τοιοῦτοι, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, καὶ ὅτι διασαφητικὸν τοῦ "οὐκ ἐλάθοντο ἀλκῆς" τὸ "ἀλλ' ἔμενον Τρώων ἐπιόντας ἀρίστους". ἔνθα σημείωσαι τὸ "οὐκ ἐλάθοντο, ἀλλ' ἔμενον", ὧν τὸ μὲν τὴν λήθην παράγει, τὸ δὲ τὴν μνήμην, τὰ ἐναντία. ἐκ τοῦ μένειν γὰρ ἡ μνήμη διὰ τὸ κατ' αὐτὴν μόνιμον τοῦ νοητοῦ.

(v. 837) Τὸ δὲ "ἠχὴ ἵκετο αἰθέρα" προϊὼν ἄλλως φράσει "ἀϋτὴ δ' οὐρανὸν ἵκει".

ΕΚ ΤΩΝ ΤΗΣ ΞΙ

   [565] Ὅτι τοῦ γράμματος τούτου ἡρωΐζουσα μὲν ἐπιγραφὴ αὕτη· ξι Κρονίδην λεχέεσσι καὶ ὕπνῳ ἤπαφεν Ἥρη, πεζὴ δὲ ἥδε· Διὸς ἀπάτη. ἐν ταύτῃ γὰρ τῇ ῥαψῳδίᾳ πάσχει πρὸς Ἥρας ἀπάτην ὁ Ζεύς.

(v. 1) Ὅτι ἐν τῷ "Νέστορα δ' οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης" τὸ οὐκ ἔλαθε τὴν ἐκ προαιρέσεως ἀμέλειαν ἀποφάσκει, λέγοντος Ὁμήρου, ὡς οὐκ ἀμελῶς τῶν εἰς μάχην εἶχεν ὁ Νέστωρ, εἰ καὶ ἔπινεν. οὕτω καὶ ἐν τῷ "ἢ λάθετο ἢ οὐκ ἐνόησεν" ἐπὶ Οἰνέως, τοιοῦτος ἦν ὁ νοῦς, ὡς ἢ ἑκὼν ἠμέλησεν ἢ οὐδ' εἰς νοῦν ὅλως ἔβαλεν. Ἀποσεμνύνει δ' ἐνταῦθα τὸν Νέστορα ὁ ποιητής, ὡς καὶ ἐν καιρῷ ἀνέσεως πάνυ προσεκτικὸν ὄντα. κἂν γὰρ ὡς τὰ πολλὰ πρὸς ἄλλοις ἡ ψυχὴ τοῦ πίνοντος γίνηται, ὁ Νέστωρ ὅμως καὶ πίνων οὐκ ἀπέχεται τῶν σπουδαίων, ἀλλὰ παραφυλάττει τὰ τοῦ πολέμου.

(v. 2 s.) Διὸ καὶ ὡς πάλαι πολέμων εὖ εἰδὼς τῇ ποιότητι τῆς βοῆς, μείζονος γινομένης, τὸ ἑτερορρεπὲς τοῦ πολέμου τεκμαίρεται. "Φράζεο" γάρ, φησίν, "δῖε Μαχᾶον, ὅπως ἔσται τάδε ἔργα· μείζων δὴ παρὰ νηυσὶ βοὴ θαλερῶν αἰζηῶν". οὕτω που καὶ Μενέλαος τῇ βοῇ τὸν Ὀδυσσέα ἔγνω βιαζόμενον. Πίνει δὲ ὁ Νέστωρ ἐκεῖνον τὸν κυκεῶνα, ὃν Ἑκαμήδη ἐσκεύασεν. οὐκ εἰς μέθην δὲ τοῦτο ποιεῖ, οὐ γὰρ εἶχε μεθύσκειν ὁ κυκεών, εἰ καὶ οἴνου μετεῖχε. Σημειοῦνται δὲ οἱ παλαιοὶ διὰ τῆς ἐνταῦθα τοῦ Νέστορος προσοχῆς, ὡς οὐδὲν τοῖς σοφοῖς τὰ ἡδέα πρὸς τὴν τῶν σπουδαίων ἐπίσκεψιν προσίσταται.

(v. 1) Δῆλον δὲ ὅτι τὸ "οὐκ ἔλαθεν" ἐκτείνει τὴν λήγουσαν λόγῳ κοινῆς συλλαβῆς. καταπεραιοῖ γὰρ εἰς μέρος λόγου κατὰ τοὺς Τεχνικούς, καὶ τὴν ἑξῆς ἔχει [566] ἀρχομένην ἀπὸ φωνήεντος.

(v. 3) Ἰστέον δὲ ὅτι προκαταστατικόν ἐστι συμβουλῆς τὸ "φράζεο ὅπως ἔσται τάδε ἔργα".

(v. 1) Τὸ δὲ "πίνοντα" ἐκτείνει τὴν ἄρχουσαν, ὡς καὶ τὸ "ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος", καὶ "οἴκῳ ἐν ἡμετέρῳ πίνοντα", οὕτω καὶ τὸ "πιόμεν' ἐκ βοτάνης".

(v. 5-8) Ὅτι τὸ "ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αἴθοπα οἶνον, εἰς ὅ κε" τόδε γένηται, "αὐτὰρ ἐγὼν ἐλθών" ποιήσω τόδε, εἴποι ἄν τις θερμὸς εἰς ἔργον πρός τινα ἐν τῷ ἀσθενεῖν τημελούμενον. Νέστωρ δέ φησιν αὐτὸ πρὸς Μαχάονα, ἐθέλων ἐκεῖνον οὕτω ποιεῖν, ἕως "θερμὰ λουτρὰ ἐϋπλόκαμος Ἑκαμήδη θερμήνῃ καὶ λούσει ἄπο", ἤγουν ἀπολούσει, "βρότον αἱματόεντα". ἐκεῖνος δὲ ἄλλο τι ποιεῖ εἰπὼν "αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν".

(v. 9-11) Ἧς γενόμενος διασκοπεῖται τὰ τῆς μάχης, ἑλὼν σάκος τὸ τοῦ υἱοῦ Θρασυμήδους χαλκῷ παμφαῖνον, ὁ δὲ εἶχε τὴν καλὴν τοῦ πατρὸς ἀσπίδα τὴν χρυσῆν, ἐκείνῳ μᾶλλον ἐπιπρέπουσαν. καί πώς ἐστι καὶ τοῦτο χρύσεα χαλκείων ἀλλάξασθαι. Νοητέον δὲ κατὰ τὸ σιωπώμενον ὅτι, ἐπεὶ κοινὰ τὰ τῶν φίλων, ὁ πατὴρ καὶ τοῦτο ἐπέταξεν, ἵνα εἰ μὴ τῷ σώματι τῇ γοῦν ἀσπίδι δοκοίη ὁ γέρων τῷ πολέμῳ ἐπιφαίνεσθαι.

(v. 12) Ὃς ἐνταῦθα καὶ ἄλκιμον ἔγχος εἵλετο, διδάσκων ὡς ἀεὶ ἐν μάχης καιρῷ ἐπιμελητέον ὁπλίσεως διὰ τὸ τῆς τύχης ἄδηλον.

(v. 6) Ὅρα δὲ ὡς καὶ ἐνταῦθα γυνὴ λουτροῖς ὑπηρετεῖ ἀνδρῶν, ὃ καὶ ἡ Ὀδύσσεια δηλοῖ, καὶ ὅτι μετὰ βρῶσιν γίνεται λουτρὰ τῷ Μαχάονι. θερμὰ δὲ λοετρὰ εἶπε τὰ μήπω ἐνεργείᾳ τοιαῦτα, ἀλλὰ μετὰ θέρμανσιν τὴν ἐν τῷ πυρί.

(v. 8) Τὸ δὲ "ἐλθὼν ταχὺ ἐς περιωπὴν εἴσομαι", ὅ ἐστι γνώσομαι, ἔλλειψιν ἔχει τοῦ· τίς ἡ βοὴ ἢ ἑτέρου τινὸς τοιούτου. Περιωπὴ δέ ἐστιν, ἀφ' ἧς τῶν πέριξ οἱ ὦπες αἰσθάνονται.

(v. 9 et 11) Ὅρα δ' ἐνταῦθα παρίσωσιν ἅμα καὶ πολυωνυμίαν συνήθη, καὶ ὑποπαρήχησιν δέ τινα ποιητικήν, ἐν τῷ "σάκος εἵλετο υἷος ἑῆος, ὃ δ' ἔχ' ἀσπίδα πατρὸς ἑοῖο". Τὸ μὲν γὰρ υἷος καὶ τὸ ἑῆος παρισοῦσι, τὸ δὲ ἑῆος καὶ τὸ ἑοῖο, εἰ καὶ μὴ εὐχρηστοῦνται [567] λόγῳ πεζῷ, ἀλλὰ ποιητικώτερον καὶ πολυωνυμοῦνται καὶ παρηχοῦσι. [Τὸ δὲ ῥηθὲν τοῦ Νεστορίδου Θρασυμήδους σάκος τετυγμένον ὁ ποιητὴς ἔφη κατὰ συνήθη φράσιν, ἶσον ὂν κατ' ἔλλειψιν τοῦ εὖ ὀνόματι συνθέτῳ τῷ εὔτυκτον.]

(v. 135) Ὅτι εἰπὼν Ὅμηρος ἀσαφῶς ἐν σχήματι συμπλοκῆς, ὡς "εἴσιδεν ἔργον ἀεικές" ὁ Νέστωρ "τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθεν", εἶτα διευκρινῶν τίνες μὲν οἱ τὸ ὀρίνεσθαι πάσχοντες, τίνες δὲ οἱ τὸ κλονεῖν ποιοῦντες, ἐπάγει εὐθὺς ὁμοιόπτωτον αἰτιατικὴν δηλωτικὴν τῶν ποιούντων τὸ "Τρῶας ὑπερθύμους". εἶτα καὶ πρὸς πλείω σαφήνειαν τῶν κλονουμένων ἐπιφέρει "ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν", ὡς εἶναι λοιπὸν Ἀχαιοὺς μὲν ὀρινομένους, ὧν καὶ τὸ τεῖχος ἐρείπεται, ποιοῦντας δὲ κλόνον τοὺς Τρῶας, οὓς καὶ ὑπερθύμους διὰ τοῦτο εἶπεν, ὥσπερ καὶ τὸ τοὺς Ἀχαιοὺς δυστυχεῖν φθάσας ἐνέφηνεν ὡς φιλέλλην ἐν τῷ "ἔργον ἀεικές". Σημείωσαι δὲ ὡς, εἰ καὶ εἶχεν ἐντελῶς καὶ σαφέστερον ἀποδοῦναι κατὰ συζυγίαν ὁμοιόπτωτον, οἷον "Τρῶας ὑπερθύμους ἰδὲ ἰφθίμους Ἀργείους", ἀλλὰ προέκρινεν ἄλλως φράσαι καινότερον, ἵνα λέγῃ ὅτι Τρῶες μὲν ἐκλόνουν, ὠρίνοντο δὲ δηλαδὴ ἐκεῖνοι ὧν τὸ τεῖχος ἐρέριπτο, τουτέστιν ἔρριπτο, ἢ μᾶλλον κεχάλαστο, ἀπὸ τοῦ ἐρείπω. διὸ καὶ μετ' ὀλίγα "κατερήριπε τεῖχος" φησίν, ὅπερ ἐστὶ τοῦ ἐρείπω μέσος παρακείμενος, συστέλλων καὶ αὐτὸς Ἀττικῶς τὴν τρίτην συλλαβήν, ὁμοίως τῷ ἐρήριπτο καὶ τῷ ἀλήλιφε καὶ ἐρηρότηκε καὶ τοῖς ὁμοίοις. Ἔτι σημείωσαι καὶ ὅτι ἤρκει μὲν πρὸς λόγου σαφήνειαν τὸ "κλονέοντας ὄπισθεν Τρῶας". οὕτω γὰρ ἐν τῇ Ω ῥαψῳδίᾳ εἰπὼν περὶ Τρώων καὶ Ἀχαιῶν, "τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθεν Ἀργείους" οὐδὲν πλέον ἐπάγει, ἀφεὶς ὀρινομένους τοὺς [568] Τρῶας νοεῖσθαι ὡς τῶν Ἀργείων κλονούντων αὐτούς. ἐποίησε δὲ ὅμως ἐνταῦθα τὸν λόγον σαφέστατον ἡ προσθήκη τοῦ "ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν". Ἔτι ἰστέον καὶ ὅτι ἐνταῦθα μὲν οὐχ' ὁμοιοπτώτως τοῖς Τρωσὶν ἡρμήνευσε τοὺς Ἀχαιούς, ἀλλὰ περιέφρασεν ἢ παρέφρασε τὸ κατ' αὐτούς, ἀντὶ τοῦ "Ἀχαιοὺς ὀρινομένους" εἰπὼν "ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν", ἑτέρωθι δὲ οὐκ ἐξ ἀνάγκης οὕτω γίνεται, ἀλλ' ὡς ἡ φραστικὴ μέθοδος δίδωσι. [Καὶ ἄλλως δὲ εἰπεῖν, τὸ "ἐρέριπτο τεῖχος" αἰτία ἐστί, δι' ἣν λυποῦνται οἱ ὀρινόμενοι. λέγει οὖν ὅτι ὠρίνοντο οἷς τὸ τεῖχος ἐρέριπτο, ἤγουν οἱ Ἀχαιοί. ἐκ δὲ τοῦ "ὀρινομένους καὶ κλονοῦντας" νοεῖν ἔστιν ὡς ταὐτόν ἐστιν ὀρίνεσθαι καὶ κλονεῖσθαι.]

(v. 16-22) Ὅτι τὸν γέροντα Νέστορα διχθάδια βουλευόμενον, ἢ μεθ' ὅμιλον ἴοι Δαναῶν ἢ μετ' Ἀτρείδην ποιμένα λαῶν, καὶ ἐν συννοίᾳ ὄντα καὶ τῇ σκέψει ἐμμένοντα καὶ ἐπέχοντα, πρὸς κῦμα εἰκάζει, ὃ πρὸ ἐμβολῆς ἀνέμου ἀργὸν ἕστηκε, φράζων οὕτως "ὡς δ' ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα αὕτως οὐδ' ἄρα τε προκυλίνδεται οὐδετέρωσε, πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον", ἤγουν ἐξ ἀέρος, "ὣς ὁ γέρων ὥρμαινε, δαϊζόμενος κατὰ θυμὸν διχθάδια". Καὶ ὅρα τὸ "διχθάδια", πρὸς ὃ μάλιστα ἡ παραβολή. καὶ τὸ κῦμα γὰρ οὐδετέρωσε προκυλίνδεσθαι εἶπε, τουτέστιν οὔτε ὧδε οὔτε ἐκεῖ. δύο γάρ τινων ἀπόφασις τὸ οὐδέτερος καὶ τὸ οὐδετέρωσε.

(v. 16) Πορφύρειν δὲ τὸ μελαίνεσθαι, ὅθεν καὶ κῦμα πυρφύρεον καὶ πορφύρεος θάνατος. ὅτι δὲ τὸ πορφύρειν καὶ καλχαίνειν λέγεται, ἀλλαχόθι φαίνεται. Τὸ δὲ "μέγα πέλαγος" τὸ πολύνουν ἐμφαίνει τοῦ ἥρωος. Κῦμα δὲ κωφὸν τὸ μήπω ὕπαφρον καὶ παφλάζον, ὡς καὶ ἦχον ποιεῖν ἀκουστόν, καθά που καὶ κωφὸν βέλος τὸ ἄρροιζον. κωφὰ δὲ τὰ τοιαῦτα ὡς μὴ ἐνεργοῦντα εἰς ἀκοήν, τὴν καὶ κωφεύειν ἂν δοκοῦσαν διὰ τὸ μὴ ἔχειν τῶν τοιούτων αἰσθάνεσθαι. [Ὥστε κἀνταῦθα τὸ κωφὸν μετήνεκται εἴτ' οὖν μετατέθειται ἀπὸ τοῦ μὴ ἀκούοντος ἀλλὰ κωφεύοντος εἰς τὸ ἠρεμοῦν καὶ μὴ κτυποῦν καὶ διὰ τοῦτο μηδὲ ἀκουόμενον, ἵνα ᾖ κωφὸν κῦμα ὥσπερ καὶ βέλος, ἐφ' ᾧ κωφεύοι ἄν τις οἷα μὴ ἀκούων. Δῆλον δ' ὅτι Ὅμηρος μὲν κωφὸν οὐχ' εὕρηται λέγων ἄνθρωπον, οἱ δὲ μεθ' Ὅμηρον οἴδασι καὶ ἐπὶ ἀνθρώπου τὴν [56-59] λέξιν, ὥσπερ σὺν ἄλλοις μυρίοις καὶ ὁ εἰπών, ὡς "καὶ κωφοῦ ξυνίημι καὶ οὐ λαλέοντος ἀκούω". Τὸ μέντοι εἰπεῖν τραγικῶς ὅτι πρὸς τὸ κάλλος ἐκκεκώφηνται ξίφη, τροπῆς ἐστιν οἷον Ὁμηρικῆς. ὡς γὰρ βέλος κωφόν, οὕτω καὶ ξίφος. Ἐρρητόρευσε δὲ ἄλλως αὐτὸ κυρίως ὁ καλὸς Ἀθήναιος, ἐκκεκωφημένα πρὸς τὸ περιβόητον κάλλος τῆς Ἑλένης εἰπὼν τὰ ἐξ Ἰθάκης εὐγενῆ μειράκια ἐς Μενελάου ἐλθόντα. ὧν καὶ θαυμάζει τὴν ὡς πρέπον τότε ἡσυχίαν]. Ἔστι δὲ καθ' Ὅμηρον κῦμα κωφὸν τὸ πορφῦρον αὕτως καὶ πρὸ ἀνέμων ἐγειρόμενον καὶ οὐδετέρωσε προκυλινδόμενον.

(v. 17) Ὀσσόμενον δὲ ἢ τὸ προορῶν, ὡς εἴπερ αἰσθητικὸν ἦν, [ἵνα κατ' ἀντίθεσιν ἢ τροπὴν σκληρὰν μέν, ἀστείαν δέ, τὸ αὐτὸ κῦμα κωφεύοι μέν, προβλέποι δέ, τὸ μὲν διὰ τὸ ἄκτυπον, τὸ δὲ διὰ τὴν τῶν ἀνέμων δήλωσιν,] ἢ τὸ προμαντευόμενον. σημεῖον γὰρ ὄντως ἀνέμου τὸ τοιοῦτον, δηλοῦν ὡς τὸ ἐν τῷ περιέχοντι ἄνω θερμὸν κινεῖ τὸν ἀέρα ἤδη καὶ λύει τὴν παρακειμένην ὑγρὰν ὕλην, ὅθεν ἄνεμος ἔσται, ὃς ἐξ ἰκμάδος καὶ τοιαύτης ὕλης τὴν σύστασιν ἔχει. ὅθεν καὶ ἴκμενος οὖρος καὶ Ζεύς, φασίν, ἴκμενος. Δῆλον δὲ ὅτι μαντική ποτε λέξις τὸ ὄσσεσθαι ἀπὸ τῆς ὄσσης, ἣν ἀεὶ ἐπὶ μαντείας τίθησι. τοιαύτη δὲ λέξις ἔστιν ὅτε καὶ ἡ ὄψ, ὡς Διονύσιος Αἴλιος παρασημειοῦται, λέγων ὄπα τὴν κληδόνα, καὶ ὀπεύεσθαι τὸ κληδονίζεσθαι. Ἀριστοφάνης Λυσιστράτῃ "ὀπευόμενος κάθηται". [Οἱ δὲ λιγέες ἄνεμοι λέγοιντ' ἂν καὶ λιγύφωνοι πρὸς ὁμοιότητα τῶν λιγυφθόγγων κηρύκων, ἔτι δὲ καὶ λιγυροί. Τὰ δὲ τῶν ἀνέμων λαιψηρὰ κέλευθα τὰς ἀνεμώκεις νεφέλας καὶ τὰς [570] ἀελλόποδας καὶ ὅσα τοιαῦτα παρήγαγον.]

(v. 19) Ὁ δὲ [ἐκ Διός, ἤγουν ἀέρος] κεκριμένος οὖρος ὁ αὐτός ἐστι τῇ εὐκρινεῖ αὔρᾳ, ἧς χρῆσις καὶ παρὰ Ἡσιόδῳ [ἐν τῷ "εὐκρινέες αὖραι", αἷς ἐναντίαι εἰσὶν αἱ συγκεχυμέναι καὶ ἄτακτοι, ἐπεὶ καὶ ἐναντίον τὸ εὐκρίνειν καὶ τὸ συγχέειν, ὡς καὶ πρὸ ὀλίγων εἴρηται.] Τὸ δὲ "καταβῆναι οὖρον" γλυκέως ἐρρέθη ὡς ἐπί τινος [ἐμψύχου] μεταβατικοῦ σώματος, κοινότερον μέντοι καταπνεῦσαι λέγοιτ' ἄν. Ὅτι κἀνταῦθα φιλοβασιλεὺς ὁ Νέστωρ. βουλευσάμενος γὰρ ἢ μεθ' ὅμιλον Ἀχαιῶν ἔλθοι, ὡς ἐρρέθη, ἢ μετ' Ἀτρείδην Ἀγαμέμνονα, κρίνει κέρδιον ἐπ' αὐτὸν ἐλθεῖν. ἐπεὶ δὲ οὐκ ἦν εὔπλαστον περιϊέναι τὸν γέροντα καὶ ζητεῖν ποῦ ὁ βασιλεύς, ποιεῖ ἐκεῖνον συναντῶντα τούτῳ ἐν τοῖς ἑξῆς, ὡς οὐδὲ αὐτὸν ἡσυχάζειν ἐν ταῖς σκηναῖς ἐθέλοντα.

(v. 24-26) Ὅτι λακεῖν ἐνταῦθα ἐπὶ χαλκοῦ λέγει κατὰ ὀνοματοποιΐαν. Φησὶ γὰρ "οἳ δ' ἀλλήλους ἐνάριζον μαρνάμενοι, λάκε δέ σφι περὶ χροῒ χαλκὸς ἀτειρὴς νυσσομένων ξίφεσί τε καὶ ἔγχεσιν ἀμφιγύοισι". σταδαία γὰρ ἡ μάχη, καὶ τὸ ἔργον ἀγχέμαχον. Ἰστέον δὲ ὡς ἀλλαχοῦ μὲν ὀστέα ἔλακε πάσχοντα, ἐνταῦθα δὲ αὐτὸς ἔλακεν, [ὡς καὶ προείρηται,] ὁ ποιῶν χαλκός.

(v. 26) Ὅρα δὲ καὶ τὸ "νυσσομένων". ἦν μὲν γὰρ εἰπεῖν νυσσομένοις, ἠθέλησε δὲ πλαγιάσαι καινότερον κατὰ γενικῆς διὰ τὸ πανταχοῦ ἀσόλοικον τοῦ πλαγιασμοῦ. τίνα δὲ τὰ ἀμφίγυα ἔγχη, προείρηται.

(v. 27 et 39) Ὅτι παθητικῶς ἔστι συμβαλέσθαι εἰπεῖν ἀντὶ τοῦ συναντῆσαι. φησὶ γὰρ "Νέστορι δὲ ξύμβληντο βασιλῆες, ὅσοι βεβλήατο χαλκῷ", καὶ "ὃ δὲ ξύμβλητο γεραιός". Παρὰ δέ γε τοῖς ὕστερον ξυμβαλέσθαι ἐστὶ τὸ νοῆσαι, οἷον "συνεβάλετο τὸν χρησμόν", ἤγουν ἔγνω τί βούλεται ὁ χρησμός. Λέγουσι δὲ συμβαλέσθαι καὶ τὸ λυσιτελῆσαι. ὅθεν ἀξύμβολος ὁ εἰς μηδὲν χρήσιμος. ἔτι δὲ ξυμβαλέσθαι ἦν καὶ [571] τὸ συνεισαγαγεῖν τι πρὸς δαπάνην, ὅθεν καὶ δεῖπνον ἀξύμβολον τὸ δωρεὰν καὶ εἰς ὃ οὐ ξυμβέβληταί τι πρὸς τοῦ κληθέντος. Τὸ δὲ "ξύμβληντο" καὶ τὸ "βεβλήατο" ἔχουσί τι παρηχητικόν.

(v. 29-31) Ἰστέον δὲ ὅτι παραδεικνὺς ἐνταῦθα Ὅμηρος πόθεν που ὁ Νέστωρ καὶ οἱ ξυμβλήμενοι, ὡς ἐρρέθη, αὐτῷ βασιλεῖς ἔρχονται, ὁ Διομήδης, ὁ Ὀδυσσεὺς καὶ ὁ Ἀγαμέμνων, ὅτι δηλαδὴ ἀπὸ τῶν πρὸς τῇ θαλάσσῃ νηῶν ἐπὶ τὰς πορρωτέρω, περὶ ἃς τὸ τεῖχος, φησὶ "πολλὸν γάρ ῥ' ἀπάνευθε μάχης εἰρύατο", τουτέστιν εἱλκυσμέναι ἦσαν, "νῆες θῖν' ἐφ' ἁλὸς πολιῆς", ἐν αἷς δηλαδὴ καθ' ἡσυχίαν ἦσαν οἱ βασιλεῖς οὗτοι.

(v. 31-36) Εἶτα ἑρμηνεύων πῶς ἦσαν αἱ πρὸς τῇ θαλάσσῃ αὗται νῆες πολὺ πόρρω τῆς μάχης, φησὶν "τὰς γάρ", ἤγουν ταύτας, ὅσαι πρῶται ἤγγισαν τῇ γῇ ἐν τῷ ἐξ ἀρχῆς κατάπλῳ, "πρώτας πεδίονδε εἴρυσαν", οἱ Ἀχαιοὶ δηλαδή, οὓς διὰ τὸ πάντῃ φανερὸν ἐσίγησεν ὁ ποιητής, "αὐτὰρ τεῖχος ἐπὶ πρύμνῃσιν ἔδειμαν. οὐδὲ γὰρ οὐδ' εὐρύς περ ἐὼν ἐδυνήσατο πάσας αἰγιαλὸς νῆας χαδέειν", ὅ ἐστι χωρῆσαι καθ' ἕνα στίχον, "στείνοντο δὲ λαοί. τῷ ῥα", ἤγουν διό, "προκρόσσας ἔρυσαν, καὶ πλῆσαν [ἁπάσης", ἤγουν] ὅλης, "ἠϊόνος στόμα μακρόν, ὅσον ξυνεέργαθον", ἤγουν ὅσον περιεῖχον καὶ συνέκλειον ἔντος "ἄκραι", ἤτοι τὰ ῥηθέντα ἀλλαχοῦ ἀκρωτήρια, ἢ τὰ τοῦ ναυστάθμου κέρατα. Καὶ ἦσαν λοιπὸν αἱ μὲν τῶν νηῶν νενεωλκημέναι μακρὰν τῆς μάχης θῖνα ἐφ' ἁλὸς πολιῆς, ἔνθα καὶ αἱ τοῦ βασιλέως, ὡς δηλοῖ καὶ τὸ "νῆες δέ τοι ἄγχι θαλάσσης", ἄλλαι δὲ ἵσταντο πορρωτέρω τῆς θινὸς ἑλκυσθεῖσαι εἰς τὸ πεδίον καὶ οὖσαι πρὸς τῷ τείχει, ἃς καὶ πρώτας φησίν, ὡς τὴν ἀρχήν τε τῶν ἄλλων προκαθορμισθείσας καὶ ὡς πρώτας οὔσας τοῖς ἀπὸ τοῦ τείχους ἰοῦσιν ἐπὶ τὴν θαλάσσαν, οἷς πάντως ἔσχαταί εἰσιν αἱ πρὸς τῇ θαλάσσῃ. Ἑτέρως μέντοι πρῶται μέν εἰσιν αἱ ἄγχι τῆς θαλάσσης, ἔσχαται δὲ αἱ τοῦ τείχους ἐγγύς, μεταξὺ δὲ τῶν δύο τούτων στίχων αἱ σκηναί, τὰ ἱπποστάσια, οἱ βωμοί, αἱ ἀγοραί, καὶ εἴ τι τοιοῦτον. Ὅτι δὲ καὶ τὰς παραθαλασσίους ὁ ποιητὴς πρώτας ἔχει, δηλοῖ μετ' ὀλίγα, εἰπὼν "νῆας, ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης", πρὸς διαστολὴν πάντως τῶν ἄλλων, αἱ ἄγχι τοῦ τείχους πρῶταί εἰσιν, ὡς εἶναι τὸ ἐλάχιστον δύο στίχους νηῶν, ἕνα τὸν πρῶτον πρὸς τῇ θαλάσσῃ, καὶ ἕτερον τὸν πρῶτον πρὸς τῷ τείχει. Ὁ μέντοι Κράτης οὐκ ἐν διστίχῳ φησὶν εἶναι τὰς ναῦς. ὅπως δὲ τοῦτο κατασκευάζει, περιττὸν ἐκθέσθαι.

(v. 35) Προκρόσσας δὲ Ὅμηρος λέγει τὰς οὕτως ὡρμισμένας νῆας, ὡς κλιμακηδὸν οἷον ἱσταμένας διὰ τὸ ὑψηλὸν [572] τοῦ τόπου. κρόσσαι γάρ, ὡς ἐρρέθη, τειχομάχοι κλίμακες. Οἱ δὲ παλαιοὶ καὶ οὕτω φασίν· προκρόσσας τὰς ἑτέρας πρὸ ἑτέρων, ὥστε θεατροειδὲς φαίνεσθαι τὸ νεώλκιον. Ἔτι δὲ καὶ οὕτω· προκρόσσας, ἄλλας ἐπ' ἄλλαις, ἀντιπρῴρους. Ἡ δὲ λέξις αὕτη καὶ παρὰ Ἡροδότῳ κεῖται, ὃς καὶ ἐφερμηνεύων αὐτήν φησιν "προκρόσσας ὥρμουν τὰς ναῦς, αἱ μὲν γὰρ πρὸς τὴν γῆν ὥρμεον, αἱ δ' ἐπ' ἐκείναις ἐπ' ἀγκυρέων" καὶ ἑξῆς, καὶ πάλιν "αἱ πρῶται τῶν νηῶν ὥρμεον πρὸς γῆν, ἄλλαι δ' ἐπ' ἐκείναις ἐπ' ἀγκυρῶν. ἅτε γὰρ τοῦ αἰγιαλοῦ ὄντος οὐ μεγάλου πρόκροσσαι ὡρμοῦντο ἐς πόντον καὶ ἐπὶ ὀκτὼ νέας". Καὶ οὕτω μὲν Ἡρόδοτος τὰς παρ' αὐτῷ φράζει προκρόσσας, αἱ μέντοι τῶν Ἑλλήνων ἐπὶ ξηρᾶς εἶχον τὸ πρόκροσσον καὶ ὑψηλότερον ἵσταντο αἱ πρὸς τῷ τείχει. καὶ ἦν ἴσως καὶ τοῦτο ἀποσιμοῦσθαι, ὅ ἐστιν ἀπὸ σιμοῦ καὶ κοίλου τόπου ἀνῆχθαι ὑψοῦ. Κεῖται δὲ τὸ ἀποσιμοῦσθαι παρὰ τοῖς παλαιοῖς, παρ' οἷς οὐ μόνον ἀπεσίμωσε· τὸ ὕψωσε καὶ πρὸς τὸ λαμπρότατον ἤγαγε, κατὰ Παυσανίαν, ἀλλὰ καὶ ἀποσιμῶσαι τὸ μετεωρίσαι ναῦς παρὰ Θουκυδίδῃ.

(v. 30) Τὸ δὲ "πολλὸν γάρ ῥ' ἀπάνευθεν" ὀκνοῦμεν πάλιν εἰπεῖν, ὡς ἐπίτηδες ἔχει τὸν ρα σύνδεσμον διὰ τραχυφωνίαν φίλην τοῖς ποιηταῖς. Ἀπὸ δὲ τοῦ ἐρύειν, ἀφ' οὗ τὸ εἰρύατο καὶ τὸ εἴρυσαν καὶ τὸ ἔρυσαν, δοκεῖ παρῆχθαι καὶ ὁ παρὰ τῷ Παυσανίᾳ ἐρυσμός, λάχανον, φησίν, θερμαντικόν, οὗ τὸ σπέρμα τρίβουσαι πίνουσιν αἱ κύουσαι γυναῖκες.

(v. 33) Τὸ δὲ "οὐδὲ γὰρ οὐδ' εὐρύς περ ἐών" εὐειδὲς καὶ αὐτὸ σχῆμα διὰ τὸ διπλοῦν τῆς ἀποφάσεως. Σύνηθες δὲ Ὁμήρῳ οὕτως ἀπὸ δύο ἀρνήσεων ἄρχεσθαι, οἷον καὶ τὸ "οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱός", καὶ τὸ "οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ἔκφυγε", καὶ ἕτερα.

(v. 34) Τοῦ δὲ "χαδέειν" ἐνεστὼς χάζω, οὗ δεύτερος ἀόριστος ἔχαδον, οὗ τρίτον πρόσωπον τὸ "οὐκ ἔχαδε στῆθος χόλον". ὅθεν μέλλων δεύτερος [573] χαδῶ, ἐξ οὗ χαδεῖν καὶ χαδέειν τὸ χωρῆσαι κατὰ ποιητάς. Τὸ δὲ "στείνοντο" δίδωσι νοεῖν, ὡς δυνατὸν στεῖνος εἰπεῖν καὶ τὸ ἁπλῶς στενοχώρημα, καθὰ ἐρρέθη στεῖνος καὶ τὸ μέσον τῆς τάφρου καὶ τοῦ τείχους.

(v. 35) Τὸ δὲ "ἔπλησαν στόμα ἠϊόνος" πάνυ ἀστείως εἴρηται κατὰ μεταφορὰν ζωϊκοῦ στόματος, ὃ τοῖς ἐντιθεμένοις βύεται. [Δῆλον δ' ὅτι ᾧ λόγῳ στόματα λέγεται ποταμῶν, ἔνθα ἐκεῖνοι εἰς θάλασσαν ἐρεύγονται, οὕτω καὶ στόμα θαλάσσης, ἔνθα ἐκείνη ἀποπτύει συνήθως ἄχνην. καί πως ἀλλήλας αἱ λέξεις αὗται συγκροτοῦσι πρὸς ἀσφάλειαν. στόματος γὰρ τὸ ἐξερεύγεσθαι καὶ τὸ ἀποπτύειν. Ὅτι δὲ τὸ στόμα μακρὸν ἔχει τι κάλλους κατὰ τὸ "ἦλθε θέων", καὶ τὸ "βοὴ ἦν" καὶ τὰ τοιαῦτα, οὐδ' αὐτὸ τοῖς περὶ λόγους ἄδηλον.]

(v. 36) Τὸ δὲ "ξυνεέργαθον", καὶ ὅλως εἰπεῖν, τὸ ξυνεεργάθειν ἀνάπαλιν ἔχει πρὸς τὸ ἀποεργάθειν, ὅπερ ἐν τῇ λ΄ ῥαψῳδίᾳ κεῖται.

(v. 28) Ἰστέον δὲ καὶ ὅτι τὸ βεβλῆσθαι τοὺς ῥηθέντας βασιλεῖς, ὡς καὶ ἀλλαχοῦ προπαρεσημειώθη, οὐ κατὰ κυριολεξίαν ἐρρέθη, ἀλλ' ἁπλῶς ἀντὶ τοῦ παθεῖν ἕλκος. κατὰ γὰρ τὸ κύριον τῆς λέξεως Διομήδης μὲν βέβληται ὀϊστῷ ὑπὸ Πάριδος, Ὀδυσσεὺς δὲ οὔτασται ὑπὸ Σώκου, τὸν δὲ βασιλέα ἔνυξε κατὰ χεῖρα ὁ Κόων. κατεχρήσατο οὖν τῇ λέξει τοῦ βεβλῆσθαι, ἢ καὶ γενικῶς αὐτὸ εἶπεν, ὡς τοῦ βάλλεσθαι κατὰ ἔννοιαν γενικὴν ἐπὶ παντὸς ἕλκους δυναμένου λέγεσθαι. οὕτω γὰρ καὶ μετ' ὀλίγα ὁ Νέστωρ ἐρεῖ "οὐ γάρ πως βεβλημένον ἔστι μάχεσθαι", ἤγουν ἕλκος ἔχοντα. Τινῶν δέ γε εἰπόντων σχῆμα καὶ τοῦτο εἶναι συλλήψεως, ὡς τῷ βεβλημένῳ Διομήδει συλλαμβανομένων τῶν οὐτασμένων δύο βασιλέων, οὐκ ἀρέσκονται οἱ ἀκριβέστεροι ὡς ἐν τῇ ν΄ ῥαψῳδίᾳ εἴρηται. διὸ μᾶλλον κάλλιον ὁ Διομήδης μετ' ὀλίγα φησὶν "ἴομεν εἰς πόλεμον οὐτάμενοί περ", συμπεριλαμβάνων ἕνα ἑαυτὸν τοῖς δυσὶν οὐταμένοις.

(v. 37) Ὅτι τὸ "βασιλεῖς ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο" ἀντὶ [574] τοῦ ὀπτικῶς ἔχοντες. Φασὶ γὰρ οἱ παλαιοί, ὡς τὰ τοιαῦτα ῥήματα ἔφεσίν τινα δηλοῦσι καὶ τὸ ἐπιθυμητικῶς τινὸς ἔχειν. ὅθεν καὶ βρωσείω τὸ βρωτικῶς, φασίν, ἔχω, καὶ κακκείοντες οἱ κοιμητικῶς ἔχοντες. Σημειοῦνται δὲ καί, ὡς οἱ τοιοῦτοι ἐνεστῶτες οὐ προχωροῦσιν εἰς μέλλοντας. Πτολεμαῖος δὲ ὁ ἐπίκλην ἐπίθετος, οὐκ ἀποδεχόμενος τὸ ὀψείοντες, ἔγραφεν "οὐ ψαύοντες πολέμοιο", καὶ ἀρέσκει τοῖς παλαιοῖς ἔχειν λόγον καὶ τὴν τοιαύτην γραφήν. [Τὸ δὲ "ἀϋτῆς" καὶ τὸ "πολέμοιο", συνήθως παραλληλισθέντα, τὴν αὐτὴν σημασίαν ἔχουσιν. ἄλλως γὰρ οὐκ ἔστιν ἀϋτήν, ἤγουν βοήν, ὅπερ ἐστὶ φωνήν, ὄψεσθαι ‑ ἀκουστὴ γὰρ ἡ φωνή ‑ οὐδὲ μὴν κατὰ τὴν Πτολεμαίου γραφὴν ψαῦσαι τοιαύτης ἀϋτῆς ἔστιν.]

(v. 38 s.) Ὅτι κατ' ἀνάγκην οἱ ῥηθέντες τρεῖς βασιλεῖς "ἔγχει ἐρειδόμενοι ἔκιον ἀθρόοι· ἄχνυτο δέ σφι θυμὸς ἐνὶ στήθεσσι", διὰ τό, ὡς ἐρρέθη, βεβλῆσθαι. Τὸ δὲ "ἀθρόοι" δασύνει Ἀρίσταρχος, καὶ εἴρηται περὶ τούτου ἐν τῇ τῆς Ὀδυσσείας ἀρχῇ. Σημείωσαι δὲ ὡς διὰ τὸ ἀθρόοι ἔφη τὸ ἔγχει ἑνικῶς, ἀθρόα, ὡς εἰπεῖν, συνεκφωνήσας καὶ τὰ τῶν τριῶν ἔγχεα τῷ ἑνί. ἄλλως δέ γε νοητέον, ὅτι ἐρειδόμενοι ἕκαστος τῷ οἰκείῳ ἔγχει. Ὅτι κατὰ τὸ Ἡσιόδειον τὸ "τὰ δὲ λείψεται ἄλγεα λυγρά", ἤγουν τὰ δὲ ἄλγεα ἐναπολειφθήσονται, οὕτω κἀνταῦθα καθ' ὑπέρβασιν τὸ "ὃ δὲ ξύμβλητο γεραιός", ὅπερ ἐστίν· ὁ δὲ γεραιὸς συνήντησε τοῖς βασιλεῦσι, δηλαδὴ ὁ Νέστωρ.

(v. 40) Ὅτι οὕτω σχέτλιος ὁ Νέστωρ, ὥς που ἐγράφη, καὶ ἀμήχανος καὶ γήραϊ λυγρῷ οὐκ ἐπιτρέπων καὶ πόνου οὔποτε λήγων, ὥστε οἱ βασιλεῖς ἰδόντες αὐτὸν ἐπ' αὐτοὺς ἥκοντα ἐθαύμασαν, εἰ καὶ αὐτὸς τὸν πόλεμον ἔλιπε, "πτῆξε δὲ θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν", τουτέστιν ἐθρόησεν, ἐξεφόβησεν, ἢ ὡς ὁ Σιδώνιος [575] καὶ ὁ Ζηνόδοτος γράφει "πῆξε", τουτέστι πεπηγέναι οἷον τῷ δέει ἐποίησε.

(v. 44-47) Διὸ καθὰ ὁ Πολυδάμας πρὸ μικροῦ δεδιέναι εἶπε, μὴ σήμερον τὸ χθιζὸν Ἕλληνες ἀποστήσωνται χρέος, οὕτω κἀνταῦθα ὁ βασιλεὺς "δείδω", φησί, "μὴ δή μοι τελέσῃ ἔπος ὄβριμος Ἕκτωρ, ὥς ποτ' ἐπηπείλησ' ἐνὶ Τρώεσσ' ἀγορεύων μὴ πρὶν πὰρ νηῶν προτὶ Ἴλιον ἀπονέεσθαι, πρὶν πυρὶ νῆας ἐνιπρῆσαι, κτεῖναι δὲ καὶ αὐτούς", τοὺς ἐν ταῖς ναυσὶ δηλαδή, συννοουμένους πάντως αὐταῖς, εἰ καὶ ὁ βασιλεὺς ἀγωνιῶν, ὡς εἰκός, καὶ συγκεχυμένος οὐκ ἐντελῶς ἔφρασε. [Δύναται δὲ τὸ "αὐτούς" εἶναι καὶ ἀντὶ τοῦ ἡμᾶς, οὗ χρῆσις μυριαχοῦ, ὡς καὶ ἐν τῷ "ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα".] Σημείωσαι δὲ ὅτι τε τὸ πτῆξε κατὰ ἀλλοπάθειαν ἔφη ἀντὶ τοῦ εἰς πτοίαν ἐκίνησεν, οὐ μὴν κοινότερον αὐτοπαθῶς ἀντὶ τοῦ ἐπτοήθη, καὶ ὅτι τὸ ποτέ καὶ ἐνταῦθα οὐκ εἰς μακρὸν ἀναφέρει χρόνον, ἀλλὰ τὸ χθὲς δηλοῖ, ὅτε μνημοσύνην πυρὸς γενέσθαι ὁ Ἕκτωρ ἐνεκελεύετο, εἰ πελάσει ταῖς ναυσί. τοιοῦτον καὶ τὸ ὑπὸ Διομήδους λεχθέν "οὕς ποτε ἀπ' Αἰνείαν εἱλόμην", ἤγουν πρὸ ὀλίγου. καὶ ὅτι τὸ "ὥς ποτε" δύναται καὶ διὰ τοῦ ο μικροῦ γραφῆναι ὡς ἄρθρον ὑποτακτικόν. Ὅρα δὲ κἀνταῦθα, ὡς οὐκ ἐλάνθανον τοὺς πολεμίους τὰ ἀλλήλων. ἰδοὺ γὰρ Ἀγαμέμνων οἶδεν, ἃ ὁ Ἕκτωρ χθὲς εἶπε. τὸ δὲ σχῆμα τοῦ βασιλικοῦ λόγου προαναφώνησις. προλαλεῖ γὰρ Ὅμηρος ἃ πράξει ὁ Ἕκτωρ.

(v. 42 s.) Ὅτι ἀνὴρ ἔντιμος παρὰ καιρὸν ἀπόμαχος γεγονὼς ἀκούσοι ἄν ποθεν τὸ "ὦ δεῖνα, μέγα κῦδος Ἀχαιῶν, τίπτε λιπὼν πόλεμον φθισήνορα δεῦρ' ἀφικάνεις". παρῳδηθήσεται δέ ποτε καὶ ἐπὶ τοῦ ἔκ τινος ἀγῶνος ἀκαίρως ὑποχωρήσαντος.

(v. 48) Ὅτι ἀλήθειαν προηγορευμένου λόγου δηλοῖ τὸ "κεῖνός θ' ὣς ἀγόρευε· τὰ δή", ἤγουν ταῦτα δέ, "νῦν πάντα τελεῖται". Ἰστέον δὲ ὅτι οὐκ ἐξ ἀνάγκης τὸ "κεῖνος" Ἰωνικὴν ἀφαίρεσιν ἔπαθε τοῦ κατάρχοντος ε. οὐ γὰρ ἀναμφιλέκτως πρωτότυπον τὸ ἐκεῖνος, ἵνα ἐξ αὐτοῦ γένηται τὸ κεῖνος καὶ τὰ τῆς αὐτοῦ συστοιχίας, ὁποῖον καὶ τὸ κεῖθι καὶ τὸ κεῖσε, ἀλλ' ἡ ἀναλογία δισυλλαβεῖν αὐτὸ οἶδε κατὰ τὸ αὐτός, οὗτος, ἐγώ. αἱ γὰρ πρωτότυποι ἀντωνυμίαι οὐ φιλοῦσιν ὑπερβαίνειν δισυλλαβίαν ἀπαθεῖς οὖσαι. τὸ γὰρ οὑτοσί οὐκ ἀπαθές, τὸ δὲ σφωΐτερος οὐ πρωτότυπον. Ἄλλῳ μέντοι λόγῳ ἀναλογώτερον τὸ ἐκεῖνος ἐκ φωνήεντος ἀρχόμενον κατὰ τὰς πρωτοτύπους μονοπροσώπους ἀντωνυμίας, ἃς ἐκτίθενται οἱ παλαιοί. [576]

(v. 49-51) Ὅτι συχνότερον ὁ ποιητὴς ἀναγκαίως ἐκ τοῦ νῦν μεμνημένος Ἀχιλλέως ‑ μικρὸν γὰρ ὅσον εἰς μάχην ἐξαγάγῃ αὐτόν ‑ ποιεῖ τὸν βασιλέα σχετλιάζοντα καὶ λέγοντα "ὢ πόποι, ἦ ῥα καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον, ὥσπερ Ἀχιλλεύς, οὐδ' ἐθέλουσι μάχεσθαι ἐπὶ πρύμνῃσι νέεσσι".

(v. 50) Καὶ ὅρα τὸ "βάλλονται" ἀντὶ τοῦ βάλλουσι, τιθέασι.

(v. 51) Τὸ δὲ "ἐπὶ πρύμνῃσι" τεχνικῶς πέφρασται. αἱ γὰρ τοιαῦται νῆες πρὸς τῇ γῇ τὰς πρύμνας ἔχουσιν, αἱ δέ γε πρῷραι τοῦ ὕδατός εἰσιν ἐν τῷ ὅρμῳ.

(v. 53) Ὅτι καὶ ἐνταῦθα ἑτοῖμα, τὰ πρόχειρα, προπερισπωμένως λέγει, εἰπὼν διὰ τοῦ Νέστορος "ἦ δὴ ταῦτά γ' ἑτοῖμα τετεύχαται". τὸ δὲ "οὐκ ἂν ἄλλως γένοιτο" οὕτω διὰ τοῦ αὐτοῦ φράζει "οὐδέ κεν ἄλλως Ζεὺς αὐτὸς παρατεκτήναιτο", ἤγουν παραποιήσειε. δηλοῖ δὲ διὰ τούτου φιλοσόφως μὴ ἂν εἶναι δυνατὸν τὸ γεγονὸς μὴ γεγονέναι. Τέτραπται δὲ τὸ "παρατεκτήναιτο" ἐκ τῶν τεκτονικῶς τεχνωμένων παραποιεῖν τὰ κατ' αὐτοὺς ἔργα.

(v. 55-60) Οὕτω δὲ εἰπὼν καὶ ἐπαγαγὼν γοργὴν ἀφήγησιν ταύτην "τεῖχος μὲν γὰρ δὴ κατερήριπεν", ὡς πρὸ ὀλίγων ἐρρέθη, "ᾧ ἐπέπιθμεν", ἤγουν ἐπεποίθειμεν, ἐπιστεύομεν, "ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ", ἤγουν ἔρυμα καὶ ἀσφάλειαν, "ἔσεσθαι, οἳ δ' ἐπὶ νηυσὶ μάχονται", ἐπιφέρει τινὰ ἐφεξῆς, ἃ τὸν πανταχοῦ κίνδυνον δηλοῦσιν, εἰπὼν "οὐδ' ἂν ἔτι γνοίης, μάλα περ σκοπιάζων, ὁπποτέρωθεν Ἀχαιοὶ ὀρινόμενοι κλονέονται· ὣς ἐπιμὶξ κτείνονται", διὰ τὸ ὁμόσε τὴν μάχην ἐλθεῖν, "ἀϋτὴ δ' οὐρανὸν ἵκει".

(v. 55) Ὅρα δὲ ὅτι τὸ "ᾧ ἐπέπιθμεν", εἰ μὴ διὰ δάκτυλον ἔσχε δοτικήν, εἶχε γράφεσθαι καὶ διὰ τοῦ ο μικροῦ διὰ τὸ ἔσεσθαι, ἵνα ἔλεγεν, ὡς ἐθαρροῦμεν ἔσεσθαι αὐτὸ εἶλαρ. νῦν δὲ ἐκτέταται διὰ τὸ ἐπέπιθμεν, ᾧ δηλαδὴ ἐπεποίθεισαν.

(v. 56) Τὸ δὲ "ἄρρηκτον" καιριωτάτη λέξις ἐπὶ στερεοῦ τείχους.

(v. 58) Σκοπιάζειν δὲ τὸ εἰς περιωπήν, ὡς προερρέθη, ἐλθεῖν κἀκεῖθέν τι κατασκοπεῖν.

(v. 59) Τὸ δὲ "ὀρινόμενοι κλονέονται" γοργῶς ἐπὶ Ἀχαιῶν ἔμιξε τὸ πρὸ βραχέων ῥηθὲν "τοὺς μὲν ὀρινομένους, [577] τοὺς δὲ κλονέοντας ὄπισθεν".

(v. 60) Πάνυ δὲ γοργὸν οἷα καὶ ἐπιφωνηματικὸν τὸ "ὣς ἐπιμὶξ κτείνονται". λέγεται δὲ τὸ ἐπιμίξ καὶ μίγδα ποιητικώτερον, ἔτι δὲ καὶ ἀναμίξ. ὀξύνεται δέ, διότι τὰ εἰς ιξ ἐπιρρήματα ὀξύνονται, οἷον κουρίξ, ἀντὶ τοῦ ἐκ κουρᾶς, ἤτοι ἀπὸ τριχῶν, ἀπρίξ, ἐπιμίξ, σεσημείωται τὸ πέριξ.

(v. 61-63) Ὅτι ἀπογνοὺς ὁ Νέστωρ τῆς διὰ χειρῶν βοηθείας τῶν βασιλέων φησίν, ὡς καὶ ἅπας εἴποι ἂν εἰς τὸ τῆς ἀνάγκης ἐφευρετικὸν ἀπιδὼν "ἡμεῖς δὲ φραζώμεθ' ὅπως ἔσται τάδε ἔργα, εἴ τι νόος ῥέξει. πόλεμον δὲ οὐκ ἄμμε κελεύω δύμεναι, οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι", ἤγουν ἕλκος ἔχοντα, εἴτε πόρρωθεν εἴτε ἐγγύς. γενικὴ γὰρ ἡ λέξις, ὡς καὶ πρὸ ὀλίγων δεδήλωται. Καὶ ὅρα ὅτι παιδεύει ὁ ποιητὴς ἐνταῦθα, ὡς καὶ ἐν τοῖς δεινοτάτοις ἔστιν ἀνασφῆλαι διὰ φρονήσεως.

(v. 67) Ὅτι ἐν πολλαῖς Ὁμηρικαῖς λέξεσιν, ὡς καὶ ἐν ἄλλοις ἐτηρήθη, λείπει τὸ εὖ. καὶ ὅτε γοῦν εἴπῃ· τάφρος ὀρυκτή καὶ πύλας ποιητάς καὶ ἅρματα κολλητά καὶ ἄροτρον καὶ μέγαρον πηκτόν καί τι ἔργον τυκτόν, ἐν τοῖς τοιούτοις κατὰ τοὺς παλαιοὺς τὸ εὖ ἐξακούεται. διὸ καὶ νῦν ἐν τῷ "τεῖχος δ' οὐκ ἔχραισμε τετυγμένον", [ὡς καὶ πρὸ τούτων ἐν τῷ "σάκος τετυγμένον", περὶ οὗ προείρηται,] προσυπακουστέον τὸ εὖ, ἵνα ᾖ εὖ τετυγμένον καὶ ὡς εἰπεῖν εὔτυκτον. ὅπερ ἢ ἀπὸ τοῦ τεύχω γίνεται ἀπελεύσει τοῦ ε, ἵνα ᾖ τὸ ἀπαθὲς εὔτευκτον, ἢ ἀπὸ τοῦ τύκω, ἐξ οὗ καὶ τὸ "τετύκοντό τε δαῖτα" καὶ ἡ παρὰ τοῖς παλαιοῖς καὶ εἰσέτι δὲ νῦν τυκάνη, ᾗ, φασίν, ἀλοῶσιν, ἢ καὶ ἀπὸ τοῦ τύκου, ἐργαλείου οἰκοδομικοῦ, ὃ καὶ τυκίον λέγεται, ἀφ' οὗ καὶ τυκίζειν ῥῆμα παρὰ τῷ Κωμικῷ. καὶ τοιοῦτος μὲν ὁ ῥηθεὶς τύκος. Ὁ μέντοι παρὰ τῷ Παυσανίᾳ διὰ τοῦ χ τύχος, ὡς ἐκεῖνός φησι, λιθοξοϊκόν ἐστι σιδήριον, ἀφ' οὗ ἀποτυχίσαι λίθον τὸ ἀποπελεκῆσαι.

(v. 67 s.) Ὅτι ἐπὶ τῇ τάφρῳ καὶ τῷ τείχει κατὰ τὸν λόγον τοῦ βασιλέως "πόλλ' ἔπαθον Δαναοί", ὅτε δηλαδὴ ἐποίουν αὐτά, "ἔλποντο δὲ θυμῷ ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι", ὃ δὴ καὶ πρὸ βραχέων ὑπὸ Νέστορος εἴρηται. Ἰστέον δὲ ὅτι τὸ "ᾗ ἔπι πόλλ' ἔπαθον" ὁμοίως πέφρασται τῷ "ᾧ ἔπι πόλλ' ἐμόγησα". [578] [Ἔνθα ὅρα τὸ ἔπαθον πλατύτερον ὂν τοῦ μογῆσαι. τὸ μὲν γὰρ μογεῖν ἐπίπονον, τὸ δὲ παθεῖν καὶ ἐπὶ ἡδέων καὶ ἐπὶ μέσων λέγεται.] Ὅτι τὸ "ᾔδεα" καὶ ἐνταῦθα κεῖται διαλελυμένον ἐκ τοῦ ᾔδειν Ἰωνικῶς, οὗ μνήμη καὶ ἐν τῇ α΄ ῥαψῳδίᾳ ἦν.

(v. 71-73) Φησὶ γὰρ ὁ βασιλεὺς "ᾔδεα γὰρ ὅτε πρόφρων Δαναοῖσιν ἄμυνεν", ὁ Ζεὺς δηλαδή, "οἶδα δὲ νῦν ὅτι Τρῶας μὲν ὁμῶς μακάρεσσι θεοῖσιν", ἤγουν οἷα καὶ θεούς, "κυδάνει, ἡμέτερον δὲ μένος καὶ χεῖρας ἔδησεν", ἃ δὴ παρῳδηθήσεταί ποτε καὶ εἰς ἑτέραν τινὰ δυσπραγίαν.

(v. 73) Ὅρα δὲ τὸ "ἔδησε", δι' οὗ βίαν τε τοῦ Διὸς δηλοῖ καὶ παντελῆ ἀπραξίαν τῶν Ἀχαιῶν. Τὸ δὲ "κυδάνει" ὅμοιον τῷ "μελάνει δέ τε πόντος", ὅ ἐστι μελαίνεται, καὶ τῷ "ἀλλά μοι κραδίη οἰδάνει", ἤγουν οἰδαίνεται.

(v. 74-79) Ὅτι ὁ βασιλεὺς ἢ μὴ ὁρῶν τὸ χρειῶδες διὰ τὴν ἐκ τοῦ λυπεῖσθαι σύγχυσιν ἢ καὶ τῶν ἀριστέων ἄρτι μόνων ἀποπειρώμενος, ὡς ἀλλαχοῦ ὅλου ἀπεπειράσατο τοῦ πλήθους, πρῶτα μὲν λαλεῖ μετὰ τὴν τοῦ Νέστορος δημηγορίαν, ὅπερ οἰκεῖον συμβούλῳ "ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες", εἶτά φησιν, ὅτι "νῆας, ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης, ἕλκωμεν, πάσας δὲ ἐρύσομεν εἰς ἅλα δῖαν, ὕψι δ' ἐπ' εὐνάων ὁρμίσομεν, εἰς ὅ κεν", ἤγουν ἕως, "ἔλθῃ νὺξ ἀβρότη, ἢν καὶ τῇ ἀπόσχωνται πολέμοιο Τρῶες, ἔπειτα δέ κεν ἐρυσαίμεθα νῆας ἁπάσας".

(v. 80 s.) Εἶτα αἰσθόμενος, ὡς αἰσχρὰ συμβουλεύει ὁ εἰπὼν ἀλλαχοῦ "ἰδρώσει μέν τευ τελαμὼν ἀσπίδος" καὶ τὰ ἑξῆς, καὶ εἰδὼς ὡς λειποτακτεῖ οὕτως αὐτὸς ὁ ἀπειλήσας τοῖς φυγομαχοῦσι, καὶ διὰ τοῦτο κρίνας, ὡς αἰσχρόν ἐστι δραπετεύειν τὴν μάχην, καὶ ταῦτα νυκτός, κατασκευάζει γνωμικῶς τὸ συμβουλευθέν, χρωματίζων αὐτὸ εἰς δῆθεν εὔλογον, καί φησιν· "οὐ γάρ τις νέμεσις φυγέειν κακὸν οὐδ' ἀνὰ νύκτα. βέλτερον, ὃς φεύγων προφύγῃ κακὸν ἤπερ ἁλῴη", ἢ καὶ ἄλλως, "ἠὲ ἁλῴη". ὃ δὴ παράφρασίς ἐστι τοῦ "οὐ γάρ τις νέμεσις φυγέειν κακόν", διττολογήσαντος καὶ νῦν καιρίως τοῦ ποιητοῦ διὰ πιθανότητα καὶ σαφήνειαν. Ἔνθα ὅρα ὡς οὐκ εἶπεν "οὐ γάρ τις νέμεσις φυγεῖν πόλεμον" ‑ ἀγεννέστατον γὰρ τοῦτό γε καὶ νεμεσητόν. ‑ , ἀλλ' ἐσχημάτισεν εἰπὼν "φυγέειν κακόν". διὸ οὐδὲ φεύγωμεν ἀπολύτως εἶπε καὶ σαφῶς, ὡς ἀλλαχοῦ, ἀλλ' ἐν γνωμικῷ λόγῳ τὴν ἔννοιαν ταύτην παρέρριψεν, ἅμα καὶ ἀνασκευάζων [579] διὰ τῆς γνώμης τὸ δοκοῦν τοῦ φεύγειν αἰσχρόν, ὃς καὶ τὸ κακόν ἐπίτηδες δὶς εἶπεν ἐπὶ τοῦ φευκτοῦ πολέμου, ἐξ οὗ δεῖ χάζεσθαι κατὰ τὴν ἐτυμολογίαν τοῦ κακοῦ. Καλῶς δέ, φασί, νῦν ὁ βασιλεὺς πειρᾶται τῶν ἀριστέων. οἶδε γὰρ ὡς ἐν ἡσυχίᾳ μὲν πραγμάτων κολακικῶς εἴτε καὶ αἰδημόνως ὑποπίπτουσιν οἱ πολλοὶ τῷ ὑπερέχοντι, κινδύνου δὲ προκειμένου φόβος οὐ δεκάζει, ἀλλὰ δηλοῖ τὴν προαίρεσιν ἕκαστος, πάντα τῆς ἰδίας ἀσφαλείας ἐν δευτέρῳ τιθέμενος. οἶδε δὲ ὁμοίως ὁ βασιλεὺς καὶ ὅτι πρὸς σώφρονας λέγει, οἳ οὐκ εὐθὺς εἰς φυγὴν προπηδήσουσι. βούλεται δέ, φασί, καὶ τὸν στρατὸν ἑαυτῷ ποιῆσαι διὰ τῶν ἡγεμόνων παράκλητον, ὡς μὴ ἔχων αὐτὸς τοῦτο ποιήσειν διὰ τὸ ἀπεχθῶς ἐκείνους ἔχειν αὐτῷ οἷα τὸν Ἀχιλλέα ὑβρίσαντι καὶ τῶν παρόντων κακῶν ὄντι αἰτίῳ. Καὶ ταῦτα μὲν ὁ βασιλεύς, τευτάζων καὶ αὐτὸς κατὰ τὸ πολλάκις προτρέπειν τοὺς ὑπ' αὐτὸν εἰς φυγήν, ἤγουν τῷ αὐτῷ λόγῳ προσλιπαρῶν, εἴγε τευτάζειν λέγεται κατὰ Αἴλιον Διονύσιον τὸ ἐπὶ πολὺ προσεδρεύειν τῷ αὐτῷ πράγματι.

(v. 82-84) Ὀδυσσεὺς δὲ καιροῦ εὐθέτου λαβόμενος καὶ ἐκ τῶν ἐν τῇ βῆτα ῥαψῳδίᾳ οἰόμενος ὡς πεῖραν καὶ νῦν ὁ βασιλεὺς καθίησι, μεμνημένος δὲ καὶ ὡς ἐκεῖ ὁ βασιλεύς ἐπέσκηψε τοῖς ἀριστεῦσι τὸ "ὑμεῖς δὲ ἐρητύετε ἐπέεσσι", θαρρῶν παρρησιάζεται ἄρτι κατὰ καιρόν, καὶ ὑπόδρα ἰδὼν καὶ εἰπὼν "ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων", σοβαρῶς ἐπιπλήττει τῷ βασιλεῖ, οὐ λέγων δαιμόνιε οὐδὲ κύδιστε οὐδὲ ἄναξ, ἀλλὰ "οὐλόμενε", ὅ ἐστιν ὀλέθρου αἴτιε ἢ ὀλέσθαι ἄξιε.

(v. 84-87) Εἶτα καὶ ἀπὸ τοῦ προσώπου τῶν παρόντων ἡρώων ἐπιχειρῶν, ὡς μὴ δέον ὂν παρὰ τοιούτοις ἀνδράσι μήτε ἄρχειν μήτε τοιαῦτα λαλεῖν, φησὶν "αἴθ' ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου σημαίνειν, μήδ' ἄμμιν ἀνασσέμεν, οἷσιν ἄρα θεὸς ἐκ νεότητος ἔδωκε καὶ εἰς γῆρας τολυπεύειν ἀργαλέους πολέμους, ὄφρα φθιόμεσθα", ἤγουν ἕως θάνωμεν, "ἕκαστος".

(v. 88 s.) Εἶτα καὶ τὸ πρᾶγμα αἰτιώμενος, ἦν γάρ τις οἷον λειποταξία, πρῶτα μὲν ἐρωτᾷ "οὕτω που δὴ μέμονας Τρώων πόλιν εὐρυάγυιαν καλλείψειν, ἧς εἵνεκα ὀϊζύομεν κακὰ πολλά", τὸ φυγεῖν εὐφήμως Τροίαν καταλείψειν εἰπών.

(v. 90 s.) Εἶτα καὶ "σίγα", φησί, "μή τις ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃ μῦθον", ὡς ἀρκοῦν, εἰ καὶ πρὸς μόνους φίλους τοιαῦτα εἶπεν.

(v. 91-94) Εἶτα θέλων μὲν εἰπεῖν, ὅτι μῦθον, ὃν οὐκ ἂν οὐδὲ ἰδιώτης ἢ ἄφρων εἴπῃ ἀνήρ, μὴ ὅτι γε βασιλεύς, ὁ δὲ ἄλλως πεφεισμένως οἷα πρὸς βασιλέα λαλῶν φησιν "ὃν οὔ [580] κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο, ὅς τις ἐπίσταται ᾗσι φρεσὶν ἄρτια βάζειν, σκηπτοῦχός τε εἴη, καὶ οἱ πειθοίατο λαοὶ τοσσοίδε, ὅσσοις" αὐτὸς ἀνάσσεις, μονονουχὶ λέγων, ὡς εἴποι μὲν ἄν τις καὶ ἄλλος τοιοῦτον λόγον, ἀλλ' οὐκ εἰδὼς ἄρτια βάζειν, ἢ εἰδὼς μὲν ἄρτια βάζειν, οὐ σκηπτοῦχος δέ, ἀλλὰ ἰδιώτης, ἢ σκηπτοῦχος μέν, οὐκ ἔχων δὲ λαὸν εὐπειθῆ, ἢ εὐπειθῆ μέν, οὐ τοσοῦτον δέ.

(v. 95-102) Ἐφ' οἷς καὶ ἀπὸ καιροῦ ὁ Ὀδυσσεὺς ἐπιχειρῶν φησιν "νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας οἷον ἔειπες, ὃς κέλεαι πολέμου συνεσταότος καὶ ἀϋτῆς νῆας ἅλαδ' ἑλκέμεν, ὄφρ' ἔτι μᾶλλον Τρωσὶ μὲν εὐκτὰ γένηται, ἐπικρατέουσί περ ἔμπης, ἡμῖν δ' αἰπὺς ὄλεθρος ἐπιρρέπῃ· οὐ γὰρ Ἀχαιοὶ σχήσουσι πόλεμον νηῶν ἅλαδ' ἑλκομενάων, ἀλλ' ἀποπτανέουσιν ἐρωήσουσι δὲ χάρμης. ἔνθα κε σὴ βουλὴ δηλήσεται, ὄρχαμε λαῶν", πάνυ ἠθικῶς εἰπὼν ἐν τῷ τέλει βαρέως τὸ "ὄρχαμε λαῶν". κερτομεῖ γὰρ ἄντικρυς, ὅτι σὺ ὁ βασιλεὺς πάντα συγχέεις. Καὶ τοιαῦτα μὲν καὶ τὰ τοῦ Ὀδυσσέως, οὐ παρρησιαστικὰ μόνον, ἀλλὰ καὶ γενναῖα καὶ στρατηγικά.

(v. 75) Ἰστέον δὲ ὅτι διαφορὰ πολλὴ τοῦ "ἄγχι θαλάσσης" ἐστὶ καὶ τοῦ "εἰς ἅλα δῖαν". ἄρτι γὰρ αἱ μὲν τῶν νηῶν πρὸς τῷ πεδίῳ πρῶταί εἰσιν ἐγγὺς τοῦ τείχους, αἱ δὲ πρῶται ἄγχι θαλάσσης. εἰ δὲ κατὰ τὸν βασιλικὸν λόγον καὶ αὗται καὶ ἐκεῖναι καθελκυσθῶσι, τότε πᾶσαι εἰς θάλασσαν ἐρύονται. [(v. 76 et 79) Ὅρα δὲ ὅτι ἐπὶ μὲν τῶν ἄγχι θαλάσσης νηῶν πάσας δισυλλάβως ἔφη ἐρύσομεν, ἐπὶ δὲ τῶν ὅλων τρισυλλάβως "ἐρυσαίμεθα νῆας ἁπάσας", ὡς εἶναι ὑπόνοιαν, ὅτι διαφέρει τοῦ πάσας τὸ ἁπάσας, καθὰ καὶ τὸ πᾶς τοῦ ἅπας, τῷ σημαινομένῳ τῆς ἀθροίσεως, δι' ἣν καὶ δασύνεται τὸ ἅπας. δῆλον γὰρ ὡς οὐ τοσαύτη ἄθροισις μόνων τῶν ἄγχι θαλάσσης, ὁπόση τῶν ὅλων Ἑλληνικῶν νηῶν, ὧν πέπλησται ὁ ναύσταθμος. Ὅρα δὲ καὶ ὅτι ἐνεργητικῶς τε εἶπεν ἐρύσσομεν, καὶ παθητικῶς ἐρυσαίμεθα.] Τὸ δὲ ἕλκειν κοινότερόν ἐστι τοῦ ἐρύειν, ὃ καὶ ἐρύεσθαι λέγεται, ὡς δηλοῖ τὸ "ἐρύαται", καὶ τὸ "πάσας ἐρύσομεν, καὶ τὸ "ἐρυσαίμεθα νῆας ἁπάσας". ἥκει δ' ἐνταῦθα ὁ ποιητὴς δι' ἀμφοῖν, τρὶς μὲν εἰπὼν τὰ τοῦ ἕλκειν, τρὶς δὲ τὰ τοῦ ἐρύειν. Ἀπεριέργως δὲ καλλωπίζει κατὰ τὸ παρατυχὸν ὁ βασιλεὺς τὴν φράσιν παρίσοις τῷ ἕλκωμεν ἐρύσομεν ὁρμίσομεν. ἄλλως γὰρ οὐκ ἐχρῆν πρὸς κάλλος ἄρτι λαλεῖν.

(v. 77) Τὸ δὲ "ὕψι ἐπ' εὐνάων ὁρμίσομεν", ὅπερ ἀλλαχοῦ "ὑψοῦ [581] ἐν νοτίῳ" φησίν, ἐρρέθη διὰ τὰ ὑπερυψῶσθαι τὸ παραιγίαλον ὕδωρ τῆς ὑποκειμένης ψάμμου ἢ γῆς, ὅθεν καὶ ἀναγωγὴ ὁ ἀνάπλους καὶ ἀνάγεσθαι μὲν τὸ ἐξ ὅρμου ἀναπλέειν, κατάγεσθαι δὲ τὸ καταπλέειν καὶ προσορμίζεσθαι. [Εἰπεῖν δὲ καὶ ἄλλως, τριχῇ λεγομένου. τοῦ ὕψι καὶ ὑψοῦ ἐπὶ νηῶν τοιούτων, ἑνὸς μὲν τοῦ "ὑψοῦ ἐν νοτίῳ", ἡνίκα δηλαδὴ ἔποχος ἡ ναῦς ὕδατι γένηται, ἑτέρου δὲ τοῦ "ὑψοῦ ἐν χέρσῳ" κατὰ τὰς ἐνταῦθα εἱλκυσμένας πρὸς τῷ τείχει, καὶ τρίτου τοῦ "ὑψοῦ ἐν ψαμάθοις", ὡς ἐν τῇ α΄ ῥαψῳδίᾳ κεῖται, τοιοῦτόν τι ἐνταῦθα τὸ "ὕψι ἐπ' εὐνάων", ὡς διὰ τὸ πρόκροσσον τῶν μὲν ἄλλων νηῶν ἐνδοτέρω μελλουσῶν εἱλκύσθαι, τοῦ δὲ τελευταίου στίχου ὁρμισθησομένου ἐν ψαμάθοις ἐπ' εὐνάων, ἃς εἰκὸς μὴ μόνον ἀγκύρας νοεῖσθαι, ἀλλὰ καὶ τὰ ὑποκείμενα ταῖς ναυσὶν ἕρματα.] Εὐναὶ δὲ αἱ ἄγκυραι, ὡς τὴν νῆα κατευνάζουσαι μετεωριζομένην ἀφ' ὕδατος. Ὁρμίζειν δὲ τὸ ἐπὶ ὅρμου ἱστᾶν. οὗ διαφορὰ πρὸς τὸ ὁρμεῖν ὡς τοῦ πλουτίζειν καὶ σωφρονίζειν πρὸς τὸ πλουτεῖν καὶ σωφρονεῖν. ὁρμεῖ μὲν γὰρ ναῦς, ὁρμίζει δὲ ἄλλος νῆα. ὅλον δὲ τὸ "ὕψι δ' ἐπ' εὐνάων ὁρμίσομεν" προκρόσσας ἐς πόντον ὁρμισθῆναι τὰς ναῦς δηλοῖ, ὁποῖόν τι Ἡρόδοτος ἔφη, ὡς προδεδήλωται.

(v. 78) Τὸ δὲ "νὺξ ἀβρότη" ἐντελῶς ἐρρέθη. ὅτε γὰρ ἀβρότη μόνον ῥηθείη, λείπει τὸ νύξ. ἔστι δὲ ἀβρότη κατὰ μὲν τὸν κοινόν, ἐν ᾗ βροτὸς οὐ πρόεισιν, ὅθεν καὶ ἄβροτός, φασίν, ἐρημία παρ' Αἰσχύλῳ, ἢ ὁπηνίκα βρότος, ἤγουν κατὰ πόλεμον μολυσμός, οὐ γίνεται, ὡς λυομένων τότε τῶν παρατάξεων διὰ τὸ ἀγαθὸν εἶναι νυκτὶ πείθεσθαι. ὅθεν καὶ ὁ δόρπος σύγκειται, ὡς τότε δηλαδὴ παυομένου τοῦ δουρός, ἤτοι τοῦ πολέμου. Καὶ [582] ἄλλως δέ, ἀβρότη μεταληπτικῶς, ὥς που καὶ προερρέθη σαφέστερον, ἡ ἄφως κατὰ τοὺς παλαιούς, ἐν ᾗ φῶς οὐκ ἔστι. τὸ φῶς γάρ, φασίν, ὁμόφωνόν ἐστι τῷ φώς, ἀρσενικῷ ὀνόματι, ὅπερ ἐστὶ βροτός, ὅθεν κατὰ μετάληψιν ἀβρότη ἡ ἄφως, τουτέστιν ἀφώτιστος. Καὶ ὅρα παλαιὰν τόλμαν ἐτυμολογίας ταύτης ἀχρειούσης τὰ σπουδαῖα. διθυραμβώδης γάρ ἐστι καὶ ὁμοία ἐκείνοις, ἐν οἷς Οὐδεὶς μὲν λέγεται ὁ Ὀδυσσεύς, ὡς Οὖτις ἐν Ὀδυσσείᾳ κληθείς, ἡ ποιμενικὴ δὲ σῦριγξ ἕλκος διὰ τὴν ὁμώνυμον ἐν ποσὶ σύριγγα, ἥτις ἐστὶν εἶδος ἑλκώσεως, καὶ ὅσα ἄλλα τοιαῦτα. Τὸ δὲ "ἢν καὶ τῇ ἀπόσχωνται πολέμοιο" ἐπεμβληθὲν ἔχεται λόγου διὰ τὸ ῥηθέν που ὑφ' Ἕκτορος, ὃς ἤθελε μὴ ἀσπουδεὶ νύκτωρ φυγῇ χρήσασθαι τοὺς Ἀχαιούς. [(v. 80) Τὸ δὲ "οὐ γάρ τις νέμεσις" ἤρτηται κατὰ σχῆμα τοῦ "οὐ νέμεσις τοιῇδ' ἀμφὶ γυναικί" τοὺς δεῖνα "πολὺν χρόνον ἄλγεα πάσχειν". εἰ δὲ καὶ ὁμοίως ἄμφω ἐσχημάτισται, ὅμως ἐκεῖνο τὸ ἐν τῇ γ΄ ῥαψῳδία κείμενον πολὺ τὸ σεμνὸν ἔχει διὰ τὴν ἐπαγομένην ἀνεμέσητον ἐπὶ τῇ Ἑλένῃ ἔννοιαν. Τῆς γὰρ καλλίστης Ἑλένης παρούσης ἐν τῷ Τρωϊκῷ τείχει καὶ νικώσης πρὸς ἀλήθειαν τούς τε ἄλλους δημογέροντας καὶ τὸν βασιλέα Πρίαμον, ἐχθρόν, φασίν, ὄντα, οὐδέν τι ἀπᾷδον ἐλαλήθη, ἀλλὰ πάντα τοιαῦτα, οἷα θαυμάζεσθαι διὰ πολλὴν σεμνότητα, οὐ μὴν ὁποῖα Ἑρμῆς ἔπαιξεν ἐν Ὀδυσσείᾳ, αἱρούμενος ἀπείροσι σφιγχθῆναι στερροῖς δεσμοῖς, εἰ μόνον εὕδοι παρὰ τῇ χρυσῇ Ἀφροδίτῃ. καὶ οὕτω μὲν ἐκεῖνο τὸ "οὐ νέμεσις" ὑψηλότερον τοῦ ἐνταῦθα.]

(v. 81) Τὸ δὲ "φεύγων προφύγῃ κακόν" δι' ἐνάργειαν διπλοῦται, ἵνα δηλώσῃ, ὅτι τὸ ῥηθὲν οὐκ ἔστιν ἁπλῶς φυγεῖν, ἀλλὰ προφυγεῖν κακόν, ἤτοι φυγεῖν αὐτὸ πρὸ τοῦ ἐπελθεῖν. Τὸ δὲ "ἁλῴη" ἐκ τοῦ ἁλοίη γέγονε κατὰ ἔκτασιν, ὁμοίως τῷ γνοίη γνῴη, δοίη δῴη, καὶ τοῖς ὁμοίοις.

(v. 83) Τὸ δὲ "ποῖόν σε ἔπος φύγεν" ἔχει τι νῦν πλεῖον τοῦ συνήθους γλυκὺ καὶ ἀστεῖον ἐν τῷ φύγεν. οἱονεὶ γάρ φησιν, ὡς ἡμεῖς μὲν οὐκ ἄν, [ὡς σὺ βούλει,] φύγοιμεν, σοῦ δὲ ἐξέφυγε λόγος οὐ χρηστός, ὃν ἐχρῆν ἔνδον καθεῖρχθαι ἀπρόϊτον. Ἕρκος [583] δὲ ὀδόντων εἰπεῖν τὰ χείλη ἀσφαλῶς ἔχει, ἐπεὶ καὶ πύλαι στόματος λέγονται. Ἰστέον δὲ καὶ ὡς, εἴ τις ἐξ Ὁμήρου ὁρμηθεὶς δραπέτην εἴπῃ λόγον τὸν ἀσκέπτως ἐκθορόντα τοῦ στόματος, εὐστοχήσοι ἄν, καὶ ὅτι κατὰ Αἴλιον Διονύσιον καὶ πλεκτά τινα ἐκ τριχῶν ἕρκη παρὰ τοῖς Κωμικοῖς ἐλέγοντο, καὶ ὅτι ἑρκάνη κατ' αὐτὸν ὁ φραγμός, ἀπὸ τοῦ ἕρκους ἴσως. Πρὸς διαστολὴν δὲ πάντως ἐρρέθη τὸ ἕρκος ὀδόντων, ἐπεὶ καὶ κήπου ἔστιν ἕρκος εἰπεῖν καὶ οἴκου καὶ ἑτέρων, εἴγε καὶ ἀγκίστρου ἕρκος παρὰ Ὀππιανῷ τὸ ἄνω αὐτοῦ χάλκωμα, μεθ' ὃ ἡ ὁρμιά. [Ἕρκος δὲ ὀδόντων ἢ περιφραστικῶς αὐτοὶ οἱ ὀδόντες μόνοι, ἢ τὰ χείλη, ἃ δὴ καθὰ τεῖχος ἐπὶ τείχει πόλεως, ὃ καὶ ἐπίτειχος λέγεται, οὕτω καὶ αὐτὰ ἕρκος ἐπὶ ἕρκει ὀδόντων εἰσί, στεγανοῦντα τὸν εἴργοντα ἔσω τὴν γλώσσαν φραγμόν.]

(v. 84) Τὸ δὲ "αἴθε" μετεποιήθη ἐκ τοῦ εἴθε τροπῇ τοῦ ε εἰς α. Δωριεῖς γάρ, ὥς φασιν οἱ Τεχνικοί, τρέπειν εἰώθασιν οὕτως τὸ τρέχω τράχω λέγοντες, καὶ τὴν Ἄρτεμιν Ἄρταμιν, καὶ τὸ κύπειρον κύπαιρον.

(v. 84 s.) Ὅρα δὲ καὶ ὅτι τὸ σημαίνειν γενικῇ συνέταξεν εἰπὼν "στρατοῦ ἄλλου σημαίνειν". τὸ μέντοι ἀνάσσειν κἀνταῦθα δὶς μετὰ δοτικῆς ἔφη.

(v. 86 s.) Ἰστέον δὲ καὶ ὅτι τὸ μὲν "οἷς θεὸς ἐκ νεότητος ἔδωκε" καὶ ἑξῆς ἕως τοῦ "ἀργαλέους πολέμους" ἐπὶ πολεμιστῶν λέγοιτο ἂν ἀνδρῶν.

(v. 90-92) Τὸ δὲ "σίγα, μή τις ἄλλος" καὶ ἑξῆς ἕως τοῦ "ἄρτια βάζειν" ἁρμόζει πρὸς τὸν λαλοῦντά τι, ἐφ' ᾧ δέον ἐστὶν αἰσχύνεσθαι, ὥσπερ καὶ τὸ "νῦν δέ σε ὠνοσάμην" καὶ ἑξῆς.

(v. 86) Ἔστι δὲ τὸ μὲν "ἐς γῆρας" ἀντὶ τοῦ ἕως γήρως, ὁμοίως τῷ εἰς τέλος, ἀντὶ τοῦ ἕως τέλους. Τολυπεύειν δὲ τὸ ἐκτελεῖν καὶ κατεργάζεσθαι, παρὰ τὴν τολύπην, ἥτις ἐστὶ κατειργασμένον ἔριον, ὡς καὶ ἐν Ὀδυσσείᾳ κεῖται "πόλεμον τολύπευσε".

(v. 87) Τὸ δὲ "φθιόμεσθα" φανερῶς ἐνταῦθα διὰ διχρόνου ἔχει τὴν ἄρχουσαν, εἰ καί τινες τὸ φθίσθαι καὶ τὸ φθισήνωρ καὶ τὰ τοιαῦτα διφορεῖν ἤθελον, ὡς τοῦ φθίω ποτὲ μὲν ἐν διχρόνῳ μόνῳ, ποτὲ δὲ ἐν διφθόγγῳ γραφομένου.

(v. 89) Τὸ δὲ "ἧς ἕνεκα ὀϊζύομεν πολλὰ κακά" ὅμοιόν ἐστι τῷ "τέλος δ' οὔ πώ τι πέφανται", καὶ τῷ "ἀτελευτήτῳ ἐπὶ ἔργῳ". τὸ γὰρ "οὗ ἕνεκα" τέλος πάντως ἐστίν, ὁποῖόν τι καὶ ἡ τῆς Ἰλίου ἅλωσις, ἧς ἕνεκα ὀϊζύουσιν Ἕλληνες. [584] Τὸ δὲ "κακὰ πολλά", κἂν ἐλλείπῃ, οὐ βλάπτει τὴν ἔννοιαν, ὡς δηλοῖ τὸ "περὶ κεῖνον ὀΐζυε", ἤτοι κακοπάθει.

(v. 90) Τοῦ δὲ σιγᾶν προηγεῖται ἡ τοῦ σίζειν ὀνοματοποιΐα, ἡ ἐν Ὀδυσσείᾳ κειμένη, ἧς μέσος παρακείμενος σέσιγα, ὅθεν τὸ σιγᾶν καὶ ὅσα ἐξ αὐτοῦ.

(v. 91) Τὸ δὲ "διὰ στόμα", ἤτοι κατὰ στόμα, ἢ ἀντιπτωτικῶς διὰ στόματος ἄγοιτο, δηλοῖ μὲν τὸ προάγοιτο καὶ προφέροι, ὅθεν καὶ ὁ προφορικὸς λόγος, ὡς ἐπὶ ἐμψύχου δὲ τοῦ μύθου κείμενον ἔχει τὸ ἄγειν, ὅτι καὶ ζῶσα φωνὴ ὁ προφορικὸς λόγος πρὸς διαστολὴν τοῦ ἐν γράμμασιν. Ἀττικὸν δὲ τὸ "ἄγοιτο" ἀντὶ τοῦ ἄγοι. οὕτω καὶ παρὰ τῇ συνηθείᾳ γυναῖκά τις ἄγεται.

(v. 92) Τὸ δὲ "ἐπίσταται ἄρτια βάζειν" πείθει καὶ αὐτὸ τῶν τινας παλαιῶν ἐπιστήμας εἰπεῖν τὰς ἀρετὰς καὶ ἐπιστήμην τὴν πολιτικήν. δηλοῖ δὲ φανερῶς καὶ τὸ τῆς ῥητορικῆς τέλος, ἧς ἔργον εἰδέναι ἄρτια βάζειν, ὅπερ ὁ μὴ κατορθῶν ὀνοστὸς πάγχυ φρένας ἐστίν. Ἰστέον δὲ καὶ ὅτι τοῦ ἐπίσταται τὸ δεύτερον ἐπίστασαι κατὰ τοὺς παλαιούς, ὡς καὶ τοῦ δύναται τὸ δύνασαι Ἀττικῶς, οἷον "δύνασαι δὲ πάντοσ' ἀκούειν", καὶ τοῦ παρίσταται τὸ παρίστασαι, οἷον "ἐν πάντεσσι πόνοισι παρίστασαι". Ἴωνες δέ, φασίν, ἐπίστεαι λέγουσι καὶ δύνεαι καὶ τὰ ὅμοια. Τὸ δὲ "ᾗσι φρεσὶν ἄρτια βάζειν" πρὸς ἀσφάλειαν ἐγράφη. οὐ γὰρ πᾶς ἄρτια βάζων καὶ ἰδίαις φρεσὶ ταῦτα βάζει. ἔστι γὰρ καὶ ἑτέρωθεν καθ' ὑποβολὴν λαβόντα εἰπεῖν.

(v. 96) Τὸ δὲ "πολέμοιο καὶ ἀϋτῆς" Ὁμήρῳ συνήθης φράσις ἐστίν. [Ἔνθα ὅρα, ὡς ἐξενίκησε συνήθως ἡ τοῦ ἀρσενικοῦ σύνταξις ἐν τῷ "πολέμοιο συνεσταότος καὶ ἀϋτῆς". τὸ γὰρ "συνεσταότος" [585] τῷ πολέμῳ κολληθὲν ἀφίησι τὴν ἀϋτὴν συνυπακούειν καὶ ζητεῖν ἐξ ἀναλόγου τὸ ἑαυτῆς.]

(v. 98) Τὸ δὲ "ἐπικρατέουσί περ" διασαφητικόν ἐστι τοῦ μᾶλλον ἂν εὐκτὰ γενέσθαι τοῖς Τρωσίν, οἳ χαίρουσι μὲν καὶ ἄλλως ὡς κρατοῦντες. εἰ δὲ καὶ φεύγοντας οὕτω τοὺς Ἀχαιοὺς ἴδωσιν, ὑπερχαρήσονται. ἀγαθὴ δὲ λέξις νικηταῖς τὸ ἐπικρατεῖν.

(v. 99) Τὸ δὲ "ὄλεθρος ἐπιρρέπῃ" ἀντὶ τοῦ κάτω βαρύνῃ. ἔχει δὲ τὴν ἀρχὴν καὶ τὸ ἀσφαλὲς ἡ λέξις ἐκ τῶν ἀλλαχοῦ κειμένων ταλάντων τοῦ Διός.

(v. 101) Τὸ δὲ "ἀποπτανέουσιν" ἢ ἀπὸ τοῦ ὄπτω ὀπταίνω ἀντὶ τοῦ ἀποβλέψουσιν, ἢ ἀπὸ τοῦ πτῶ πταίνω, τὸ φοβοῦμαι, ἵνα δηλοῖ τὸ πτήξουσιν, ἢ ἀπὸ τοῦ πέτω πτῶ πταίνω, τουτέστιν οἷον πετασθήσονται φεύγοντες. καὶ ἔστιν ἐφερμηνευτικὸν αὐτοῦ πρῶτον μὲν ἀποφατικῶς τὸ "οὐ γὰρ Ἀχαιοὶ σχήσουσι πόλεμον", ἤγουν οὐκ ἀνέξονται μάχεσθαι, εἶτα καταφατικῶς "ἐρωήσουσι δὲ μάχης". ποιηταῖς δὲ ἡ λέξις ᾠκείωται, οὐ μὴν λόγῳ πεζῷ.

(v. 102) Τὸ δὲ "σὴ βουλὴ δηλήσεται" ἀποτέκοι ἂν εὐγενῆ νοῦν τοιοῦτον, ὡς δηλητήριον μὲν ὥσπερ ἡ βουλὴ αὕτη τοῦ βασιλέως, ἀλεξιφάρμακον δὲ ἡ πρὸς αὐτὸ ἀντίρρησις τοῦ Ὀδυσσέως.

(v. 103-108) Ὅτι ὁ βασιλεὺς εἰδώς, ὡς ἐν κινδύνῳ ἐκ παντὸς ἀνθρώπου δεκτέον παραίνεσιν, ἐπιεικῶς φέρει λοιδορηθεὶς ὑπὸ Ὀδυσσέως ἐν καιρῷ ἐπὶ πάνυ συμφέροντι, καί φησιν "ὦ Ὀδυσεῦ, μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ ἀργαλέῃ, ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγα νῆας ἅλαδε ἑλκέμεν Ἀχαιούς. νῦν δ' εἴη, ὃς τῆσδέ γ' ἀμείνονα μῆτιν ἐνίσπῃ ἢ νέος ἠὲ παλαιός, ἐμοὶ δέ κεν ἀσμένῳ εἴη". Καὶ ὅρα ὡς παρεσημειώσατο διὰ τοῦ βασιλέως ὁ ποιητής, ὅτι καταφορικὴ μάλα ὡς πρὸς βασιλέα ἡ τοῦ Ὀδυσσέως δημηγορία ἐστί, καὶ ὅτι διὰ τοῦτο οὐδὲ σεμνολογεῖ τὸν Ὀδυσσέα συνήθως, πολύμητιν εἰπὼν ἢ πολύαινον ἢ πολυμήχανον ἢ ἄλλο τι τοιοῦτον, ἀλλ' ἠρκέσθη μόνον εἰπὼν "ὦ Ὀδυσσεῦ".

(v. 104) Ἰστέον δὲ ὅτι ἐν τῷ "μάλα πώς με" οὐκ ἂν εὐλόγως περισπάσῃ τις τὸν πως παραπληρωματικὸν σύνδεσμον, ἀλλ' ἐξ ὀξείας κοιμηθείσης εἰς βαρείαν ἐξέγερσις εἰς ὀξεῖαν αὖθις γενήσεται ἐγκλιτικῶς, ὁποῖόν τι καὶ ἐν τῷ πώποτε γίνεται [καὶ ἐν τῷ πώμαλα.] Τὸ δὲ καθικέσθαι, ὅ ἐστιν ἅψασθαι, οὗτος μὲν αἰτιατικῇ συνέταξεν, ὡς καὶ ἐν Ὀδυσσείᾳ, ἔνθα φησὶν "ἐπεί με καθίκετο πένθος", οἱ δὲ μεθ' Ὅμηρον [586] γενικῇ συντάσσουσι. Τὸ δὲ "ἐνιπῇ" δηλοῖ, ὡς ἔστι καὶ ἄλλως καθικέσθαι, ῥᾴβδῳ τυχὸν ἢ τοιῷδέ τινι.

(v. 105) Τὸ δὲ "ἀργαλέῃ" ἐπίτασιν δηλοῖ τῆς ἐνιπῆς. ἦν γὰρ ἀγαπητὸν ἡ ἐνιπὴ μὴ καὶ τὸ ἀργαλέον ἔχουσα.

(v. 107) Τὸ δὲ "τῆσδέ γ' ἀμείνονα" οὐ πρὸς ἀνάγκην οὐδὲ αὐτὸ τὸν γε σύνδεσμον ἔχει, ἀλλ' ἢ πρὸς βύσιν χασμῳδίας, ἢ διὰ τραχυφωνίαν φίλην τῇ ποιήσει. Ὡς δὲ καὶ οὐκ ἀεὶ παραπλήρωσιν ἔχει ὁ γε σύνδεσμος, ἀλλὰ καί τινας ἐμφάσεις ἰδίων ἐννοιῶν, ἴσασιν οἱ Τεχνικοί. οὕτω πως κεῖται κατωτέρω τὸ "οὐ γένος γε κακὸν καὶ ἀνάλκιδα", οὐ κατὰ ἀργίαν συνδέσμου, ἀλλ' εἰς ἔμφασιν τοῦ· εἰ μηδὲν ἄλλο, ἀλλὰ τὸ γοῦν γένος ἀγαθὸν εἶναι τὸν λαλοῦντα καὶ ἄλκιμον. [Ὃ δὴ βούλεται ὁ αὐτὸς σύνδεσμος καὶ ἐν τῷ "τῆσδέ γ' ἀμείνονα βουλήν". ταὐτὸν γάρ ἐστι τῷ "κἂν γοῦν ταύτης". οἶδε γὰρ ὁ βασιλεὺς ὡς, εἰ καὶ τἄλλα εὖ δημηγορεῖ καὶ πρὸς ἐκεῖνα οὐκ ἔχει τις ἀντιλέγειν, ἀλλ' ἡ παροῦσα μῆτις εὐκατάσειστός ἐστι. καί πως καθικνεῖται καὶ αὐτὸς τῶν ἀκροατῶν, οἱονεὶ λέγων ὡς, εἰ καὶ μὴ ἐν τοῖς κατὰ σπουδὴν λόγοις μου, ἀλλὰ νῦν γοῦν, ὅτε πρὸς μόνην ἀπόπειραν οὐκ εὐγενῶς ἐλάλησα, ὁ βουλόμενος ἀνδρισάσθω κατ' ἐμοῦ εἴτε νέος εἴτε παλαιός ‑ ἔχει γὰρ ἀφορμὰς ἀντιλογιῶν, ‑ ἐπείπερ οὐδὲ βούλομαι τοῖς ἀγαθὰ δημηγοροῦσιν ἀντικαθίστασθαι καὶ λέγειν κατὰ τὸν ἄφρονα Πάριν, ὡς ἔστι καὶ ἄλλον ἀμείνονα τοῦδε μῦθον εἰπεῖν καὶ τὰ ἑξῆς, ὧν ἐκεῖνος ἐλήρησε.]

(v. 108) Τὸ δὲ "ἢ νέος ἠὲ παλαιός" ὅμοιόν ἐστι τῷ ἐν Ἀθήναις ἔθει, ἔνθα κατ' ἀνάγκην ποτὲ διὰ ζήτησιν τοῦ συμφέροντος ἐξελαλεῖτο ἐπ' ἀγορᾶς τὸ "ὁ βουλόμενος δημηγορείτω". Τὸ δὲ "ἐμοὶ δὲ ἀσμένῳ εἴη" περιφραστικῶς εἴρηται, ἀντὶ τοῦ χαίρω καὶ ἀσμένως ἔχω, ἐξ Ὁμήρου μὲν ἀρξάμενον ἐλλειπτικῶς σχηματισθῆναι, διαβὰν δὲ καὶ εἰς τοὺς ὕστερον. τοιοῦτον καὶ τὸ "ἐμοὶ δὲ βουλομένῳ εἴη", καὶ τὸ "ἐμοὶ δὲ χαίροντί ἐστι τόδε τι", καὶ ὅσα τοιαῦτα. Σημείωσαι δέ, ὅτι ὁ μὲν βασιλεὺς οὕτως ἐξαθερισθεὶς ἐφ' οἷς εἶπεν, ἐπιεικεύεται, Ἕκτωρ δέ, εἴπερ ἦν, ἐποίησεν ἂν δεινά, ὅς που [587] τυραννικώτερον ἔφη "ὧδ' ἔστω, Τρῶες", κελεύων ἐκεῖνος, οὐ μὴν ἐπιεικευόμενος. Ὅτι Διομήδης οὐ προπετευόμενος ἀλλ' ἐκ τοῦ βασιλέως λαβὼν ἐνδόσιμον ἐν τῷ "ἢ νέος ἢ παλαιός", εἰ καὶ ἐν ἄλλοις ὀψὲ μετέειπεν, ἀλλ' ἐνταῦθα προαρπάζει τὴν συμβουλὴν καί πως δριμεῖαν ἀνταπόδοσιν ἐνταῦθα καιριώτατα ποιεῖται τῷ Νέστορι. μεμψαμένου γάρ που τὸν Διομήδην τοῦ Νέστορος ὡς εὖ μὲν εἰπόντα, οὐ τέλος δὲ τῷ μύθῳ ἐπιθέντα, νῦν ὁ Διομήδης λόγοις μὲν οὐκ ἐλέγχει, πραγματικῶς δὲ ἀποδεικνύει τὸν Νέστορα τοῖς αὐτοῖς ἁλόντα. Νέστωρ μὲν γὰρ εἰπὼν πρὸ ὀλίγων "φραζώμεθα, εἴ τι νόος ῥέξει", οὐ προστίθησι τί ἂν ῥέξῃ, αὐτὸς μέντοι ἀναπληροῖ ἐνταῦθα τὸ ἐλλεῖπον. [Τὸ δ' αὐτὸ διαβαίνει καὶ πρὸς τὸν Ὀδυσσέα, εἰ καὶ μὴ καθ' ὅμοιον λόγον. καὶ γὰρ οὐδ' αὐτὸς ἔφθη ἀμείνονα μῆτιν ἐνισπεῖν, ὡς οἷα τοῦ Διομήδους προαρπάσαντος τὸ λαλῆσαι. διὸ καὶ ἔοικε δευτερολογικῶς διατεθεῖσθαι ἡ τοῦ Διομήδους δημηγορία. Ὀδυσσεὺς μὲν γὰρ προλογίσας ἠγωνίσατο κατὰ τῆς βασιλικῆς λαλιᾶς, καὶ ἀνατρέψας ἀπήλεγξε μόνον τὸ χρῆναι φυγεῖν.

(v. 128-132) Διομήδης δὲ δεύτερος ἐλθὼν ἐκτίθεται ὡς οἷον ἐν δευτερολογίᾳ τὸ ποιητέον,] εἰπὼν "δεῦτε ἴομεν πόλεμόνδε" καὶ τὰ ἑξῆς. Καὶ οὕτω μὲν τέλος αὐτὸς ἐπιτίθησι τῷ τοῦ Νέστορος λόγῳ, τῷ δέ γε βασιλεῖ ἄκρως ἐναντιοῦται, εἴπερ ὁ μὲν φυγεῖν συνεβούλευσεν ἅπαντας, Διομήδης δὲ καὶ αὐτοὺς τοὺς τραυματίας ἄγει πρὸς πόλεμον. Ἐν οἷς πάλιν ὅρα, ὡς ἔστιν οὗ καὶ μεγάλοι κατὰ τὸν Σοφοκλῆν ὀρθοῖντο ἂν ὑπὸ σμικροτέρων. ἀλλὰ ταῦτα μὲν μικρὸν ὕστερον.

(v. 110-112) Πρὸ δὲ αὐτῶν καὶ τὴν τοῦ νοεῖν ὀξύτητα παραδεικνὺς ὁ Διομήδης καὶ προμαλάσσων τῇ προκατασκευῇ τὴν πρὸς τοιαῦτα πρόσωπα ἀντικατάστασιν, φησὶν "ἐγγὺς ἀνήρ", ὁ ζητούμενος δηλαδή, "οὐ δηθὰ ματεύσομεν, αἴ κ' ἐθέλητε πείθεσθαι, καὶ μή τι κότῳ", ἢ χόλῳ, "ἀγάσησθε ἕκαστος, οὕνεκα δὴ γενεῇφι νεώτατός εἰμι μεθ' ὑμῖν", ἤγουν ἐν ὑμῖν, οὐ μὴν ἁπλῶς νέος.

(v. 113 s.) Καὶ οὕτω τὴν νέμεσιν παραιτησάμενος εἶτα δείκνυσι τὴν εὐγένειαν, συνιστῶν ἑαυτόν, ὡς δέον ὂν ἔνδοξον εἶναι τὸν βουλευτήν, καί φησι "πατρὸς δ' ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι, Τυδέος, ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα κάλυψε".

(v. 115-125) Καὶ ἐφεξῆς ἱστορεῖ τὰ κατὰ τὸν πατέρα [588] εἰπὼν "Πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο, ᾤκεον δ' ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι", ταῖς προϊστορηθείσαις. Τίνες δέ οἱ ῥηθέντες τρεῖς; "Ἄγριος ἠδὲ Μέλας, τρίτατος δ' ἦν ἱππότα Οἰνεύς, πατρὸς ἐμεῖο πατήρ· ἀρετῇ δ' ἦν ἔξοχος αὐτῶν", οἳ καὶ αὐτοὶ ἀμύμονες ἐρρέθησαν. "ἀλλ' ὃ μὲν αὐτόθι μεῖνε", τουτέστιν ὁ Οἰνεύς, "πατὴρ δ' ἐμὸς Ἄργεϊ νάσθη, πλαγχθείς· ὣς γάρ που θεὸς ἤθελεν. Ἀδρήστοιο δ' ἔγημε θυγατρῶν", μίαν δηλαδὴ τὴν Δηϊπύλην, "ναῖε δὲ δῶμα ἀφνειὸν βιότοιο, ἅλις δέ οἱ ἦσαν ἄρουραι πυροφόροι. πολλοὶ δὲ φυτῶν ἔσαν ὄρχατοι ἀμφίς, πολλὰ δέ οἱ πρόβατ' ἔσκε. κέκαστο δὲ πάντας Ἀχαιούς", ὅ ἐστι κατὰ πάντας τοὺς τότε, "ἐγχείῃ. τὰ δέ", ἤγουν ταῦτα, "μέλλετ' ἀκουέμεν, ὡς ἐτεόν περ".

(v. 12632) Καὶ οὕτω συστήσας ἑαυτὸν καὶ τὸν λόγον συμπεράνας εἰς τὸ "τῷ", ἤγουν διό, "οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες μῦθον ἀτιμήσετε πεφασμένον, ὅν κ' εὖ εἴπω", ἐπιφέρει τὸ πρακτέον "δεῦτ' ἴομεν πόλεμόνδε καὶ οὐτάμενοί περ ἀνάγκῃ. ἔνθα δ' ἔπειτα αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος ἐκ βελέων, μή πού τις ἐφ' ἕλκεϊ ἕλκος ἄρηται· ἄλλους δ' ὀτρύνοντες ἐνήσομεν", ἤγουν ἐμβάλωμεν τῷ πολέμῳ, "οἳ τὸ πάρος περ θυμῷ ἦρα φέροντες ἀφεστᾶσιν οὐδὲ μάχονται".

(v. 133) Καὶ οὕτω μὲν ὁ Διομήδης ἔφατο, "οἳ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο". Καὶ σημείωσαι ὅπως τε εὐμεθόδως καὶ νῦν ἀνέπαυσε τὸν ἀκροατὴν ὁ ποιητὴς παρενθέσει ἐπεισοδίου ἱστορικοῦ, καὶ ὅτι πολλὰ ἔχων εἰπεῖν ἀγαθὰ ἴδια ὁ Διομήδης αὐτὰ μὲν ἀφίησιν ὡς φανερά ‑ παρὰ πόδας γὰρ τὰ τῆς ἀνδρίας δέδεικται ‑ , ἀνέρχεται δὲ εἰς τὰ τοῦ πατρός. καὶ καινὸν οὐδέν, εἰ τὰ ἑαυτοῦ σιγᾷ ὡς ἔκδηλα, ἵνα μὴ ταὐτολογῇ, ὅσγε καὶ τὰ τοῦ πατρὸς ἐπιτέμνει, λέγων ὅτι ταῦτα μέλλετε καὶ αὐτοὶ ἀκούειν. ὡς οὖν ταῦτα, φησί, σιωπῶ διὰ τὸ προακούεσθαι ὑφ' ὑμῶν, οὕτω καὶ τὰ ἐμὰ οὐ λαλῶ διὰ τὸ εὖ γινώσκεσθαι ὑφ' ὑμῶν, ἀρκούμενος μόνῃ τῇ τῆς εὐγενείας ἀποδείξει καὶ τῇ ἀναμνήσει τῆς ἀλκῆς, ἃ ἐνέφηνεν ἐν τῷ "οὐ γένος κακὸς οὐδὲ ἄναλκις εἶναι". Δῆλον δὲ ὡς Ὁμηρικῆς δεινότητος καὶ τὸ σιγῆσαι μὲν τὰ τοῦ Διομήδους, ἵνα μὴ ἀδολεσχῇ τὰ αὐτὰ πολλάκις λαλῶν, τὰ δὲ τοῦ Οἰνέως συντεμεῖν, ἵνα μηδ' ἐπ' αὐτοῖς μακρολογῇ ἔξω καιροῦ.

(v. 113) Ἰστέον δὲ ὅτι τὸ μὲν "πατρὸς ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι" ἐρεῖ ἄν τις ἐπ' εὐγενείᾳ οἰκείᾳ μεγαληγορῶν.

(v. 122) Τὸ δὲ "ἀφνειὸς βιότοιο", καὶ τὰ ἑξῆς ἕως τοῦ "πρόβατα ἔσκεν" ἔκφρασίς ἐστι πλούτου ἀρχαϊκοῦ, ὃς ἐν ἀρούραις ἦν καὶ φυτοῖς καὶ προβάτοις, [589] εἰπεῖν δὲ πλατικώτερον, θρέμμασιν. Ἡ δὲ κατὰ τὸν Τυδέα ἱστορία τοιαύτη τίς ἐστιν. Οἰνέως καὶ Περιβοίας ὁ Τυδεύς. οὗτος Λυκωπέα καὶ Ἀλκάθουν ἀνεψιοὺς ἐπιβουλεύοντας τῷ πατρὶ Οἰνεῖ ἀπέκτεινεν ἐν ἀγρῷ καὶ σὺν αὐτοῖς ἄκων τὸν πατράδελφον Μέλανα. φεύγων δὲ τὸν φόνον ἧκεν εἰς Ἄργος καὶ καθαίρεται ὑπὸ Ἀδράστου καὶ γίνεται γαμβρὸς ἐκείνῳ ἐπὶ τῇ ῥηθείσῃ γυναικί. Καὶ ὅρα ὅτι κἀνταῦθα μερίσας, ὡς αὐτῷ σύνηθες, ὁ ποιητής, ὃ ἤθελε τῆς κατὰ τὸν Τυδέα ἱστορίας, ἐπέτεμεν. [(v. 110) Τὸ δὲ ἐγγύς οὐ μόνον τοπικὴν σημασίαν ἔχει, ἀλλὰ καὶ χρονικὴν ἐμφαίνει, ὡς δηλοῖ ἐπαχθὲν τὸ "οὐ δηθά", ἵνα λέγῃ ὅτι αὐτίκα νῦν εὕρηται ὁ λαλήσων ἀνὴρ καὶ οὐ δηθὰ ζητηθήσεται.] Τὸ δὲ ματεύσομεν ἔλλειψιν ἔχει τοῦ σ, μαστεύειν γάρ ἐστι τὸ ζητεῖν. εἰ μή τις ἐρεῖ τοῦτο μᾶλλον εἶναι πρωτότυπον, ἐξ αὐτοῦ δὲ κατὰ πλεονασμὸν γενέσθαι τὸ μαστεύειν ὡς ἀπὸ τοῦ μῶ μάσω, ἐξ οὗ καὶ τὸ "αὐτόματος δέ οἱ ἦλθεν". εἰ δὲ τοῦθ' οὕτως ἔχει καὶ ἔστι ματεύειν, ὅρα ὡς πάνυ ἑτεροιοῦται τὸ ματεύειν τοῦ ἐν ἄλλοις εἰρημένου ματᾶν.

(v. 110 s.) Τὸ δὲ "αἴ κ' ἐθέλητε πείθεσθαι" καὶ τὰ ἑξῆς, προθεραπεία τῶν ῥηθησομένων εἰσὶ καὶ παραιτητικὰ νεμέσεως ἢ μᾶλλον φθόνου. τοῦτο γὰρ δηλοῖ τὸ "χόλῳ ἀγάσησθε ἕκαστος". Ἀγῶ γὰρ οὐ μόνον τὸ σέβομαι, ἀφ' οὗ ἀγάσματα τὰ σεβάσματα, καὶ εἶδος ἀγητοί, ἀλλὰ καὶ τὸ φθονῶ καὶ μέμφομαι, οὗ παράγωγον τὸ ἀγαίω. [Τὸ δὲ "ἀγάσησθε [590] ἕκαστος" Ἀττικόν ἐστι, κοινὸν μέντοι τὸ "ἀγάσηται ἕκαστος". αἴτιον δὲ τῆς πληθυντικῆς συντάξεως ὁ μερισμὸς τοῦ ἕκαστος, ἤγουν τὸ αὐτός καὶ ἕτερος καὶ οὗτος καὶ ἐκεῖνος καὶ ἄλλος καὶ ἰδοὺ πάντες, ὥστε ταὐτὸν ἕκαστος εἰπεῖν καὶ πάντες. διὸ δύναται καὶ μετὰ πλήθους συντάσσεσθαι, καθὰ καὶ τὰ συλληπτικά, οἷον τὸ λαός, χορός, πλῆθος καὶ τὰ ὅμοια.]

(v. 114) Χυτὴ δὲ καὶ νῦν γαῖα ἡ ἐπιχεομένη νεκροῖς. οὐ γὰρ βῶλοι αὐτοῖς ἐπιτίθενται, ἀλλὰ χοῦς, ὅς ἐστι γῆ χυτή, ἣν οὐδὲ συνέχειν ἂν ὁ γαιήοχος λέγοιτο οἷα παντελῶς ἐστερημένην ὑγροῦ.

(v. 118) Τὸ δὲ "πατρὸς ἐμεῖο πατήρ" περιπέφρασται διὰ σαφήνειαν, καὶ δηλοῖ τὸν πρὸς πατρὸς πάππον. ὃς καὶ γεροντίας ἐλέγετο Λακωνικῶς, οὗπερ ὁ ἐπάνω τῷ χρόνῳ ἐπίπαππος, οὐχὶ πρόπαππος, λέγεται, ὥς φησί τις ἀποσημειωσάμενος ὀνόματα συγγενικά, ὃς λέγει καὶ ὅτι τήθη μὲν ἡ τῆς μητρὸς [καὶ τοῦ πατρὸς] μήτηρ, ἐπιτήθη δὲ ἡ ὑπὲρ αὐτήν, καθ' ὁμοιότητα τοῦ πάππου, καὶ ὅτι ἀνεψιοὶ καὶ αὐτανέψιοι οἱ αὐτοί, δηλοῦντες τοὺς ἐξαδέλφους, καὶ ὅτι θεῖος πατρὸς ἢ μητρὸς ἀδελφός, [ὁ καὶ νέννος], καὶ ὅτι ὁ πάτρως καὶ ὁ μήτρως Ἰακὰ μᾶλλον, οἵπερ εἰσὶ θεῖοι ἐκ πατρὸς καὶ μητρός, καὶ ὅτι κηδεσταὶ μὲν οἱ κατ' ἐπιγαμίαν οἰκεῖοι, συγκηδεσταὶ δὲ οἱ ἀδελφάς, φησί, γεγαμηκότες, καὶ ὅτι τηθαλαδοῦς, ὃν οἱ πολλοὶ μαμμόθρεπτον λέγουσι, παρὰ τὴν τήθην Ἀττικῶς τὴν ἀνωτέρω ῥηθεῖσαν, ἥν, ὡς δηλοῖ Αἴλιος Διονύσιος, ὀκνοῦσιν [591] οἱ Ἀττικοὶ μάμμην καλεῖν, ὡς τῶν πολλῶν οὕτω τὴν μητέρα λεγόντων. Λέγει δὲ ἐκεῖνος ὁ τὰ ῥηθέντα συγγενικὰ ἐκγραψάμενος καὶ ὅτι ἀπφὺς παρά γε τοῖς Ἀττικοῖς βάρβαρόν ἐστιν. Ἔστι δὲ ὁ πατήρ, ὡς δηλοῖ Θεόκριτος, ἀφ' οὗ ἔφυ τις δηλαδή, καὶ ὤφειλε μὲν εἶναι ἀφφύς τροπῇ τοῦ ψιλοῦ π τῆς προθέσεως εἰς τὸ ἐπαγόμενον φ, ἐτράπη δὲ εἰς τὸ ἀντίστοιχον τοῦ φ, ἤγουν εἰς ἑαυτό, οἷον δή τι γίνεται καὶ ἐν τῷ "κὰπ φάλαρα" καὶ "κάτθανε" καὶ τοῖς τοιούτοις. Λέγει δὲ ἐκεῖνος καὶ ἄπφαν τὴν ἀδελφήν, καὶ ἄπφιον, ὑποκόρισμα ἐρωμένης, καὶ ἄλλα τινά, περὶ ὧν ἐν ἄλλοις γέγραπται. Ὅτι δὲ καὶ ἐξανέψοι ἐλέγοντο, ὧν οἱ πατέρες ἀλλήλων ἀνεψιοί, εὕρηται καὶ αὐτὸ ἐν τοῖς παλαιοῖς. Περὶ δέ γε τήθης καὶ μάμμης καὶ οὕτω φασί τινες. Τήθην οἱ Ἕλληνες τὴν πατρὸς ἢ μητρὸς μητέρα, οἱ δὲ παλαιοὶ ἀκύρως μάμμην καὶ μαῖαν, μάμμην γὰρ Ἀττικοὶ καὶ μαμμαίαν, τὴν μητέρα καλοῦσιν, ἣν δέ οἱ πολλοὶ τήθην, τηθίδα, μαῖαν δέ, ὡς ἡμεῖς, τὴν ὑπὸ Ἰώνων ὀμφαλητόμον, ὡς καὶ ἀλλαχοῦ δηλοῦται. [Ὅτι δὲ ὁ πάτρως καὶ ὁ μήτρως πατράδελφος καὶ μητράδελφος ἑρμηνεύονται, καὶ ὅτι που οἱ τῆς μητρὸς γονεῖς μήτρωες εἴρηνται, πάτρωες δὲ οἱ κατὰ πατέρα πρόγονοι, καὶ ὡς ὁ τηθαλλαδοῦς καὶ σκῶμμα εὐηθείας ἔχει, ὡς τῶν ὑπὸ τοιαύταις τεθραμμένων εἰς εὐήθειαν ἐπιδιδόντων διὰ τὸ ἀνειμένον τῆς τροφῆς. Διὸ καὶ ὁ εἰπὼν ἐρωτηματικῶς τὸ "ὀκνεῖς λαλεῖν; οὕτω σφόδρ' εἶ τηθαλλαδοῦς;" ὀνειδίζων κέχρηται τῇ λέξει, παίζων εἰς ἀνδραποδώδη τινά, φησί, καὶ οἷον γραοτρεφῆ. Εἰ δέ τινές, φησί, πλανῶνται προσηγορίαν συγγενείας εἶναι κατὰ τὸ ἀνεψιαδοῦς, ἀλλ' ἔστιν ἄλλως, ὡς εἴ τις ἔμπληκτόν τινα παίζων ἐμπληκταδοῦν ὀνοματοποιήσει ἢ τὸν μωρὸν μωροδαλλοῦν. Ἔτι δὲ καὶ ὅτι [592] μαῖα καὶ ἡ ἁπλῶς πρεσβυτέρα γυνὴ ἐλέγετο, ἡ δ' αὐτὴ καὶ [τήθη καὶ] τηθία καὶ τηθίβιος, δηλοῦσι καὶ αὐτὰ οἱ παλαιοί, ὡς καὶ ἀλλαχοῦ παρασεσημείωται, ὅπου καὶ ὁ διπλοῦς τόνος τοῦ τήθη. τινὲς γὰρ ὀξύνουσιν αὐτό, πλὴν κοινοτέρα ἡ παροξυτόνησις.] καὶ τοιαῦτα μὲν καὶ ταῦτα. Τὸ δὲ "ἀρετῇ ἦν ἔξοχος" δοκεῖ πρὸς τὸ τρίτατος ἀφορᾶν, ἵνα εἴπῃ ὡς, εἰ καὶ τρίτος ἦν ἐν ἀδελφοῖς ὁ Οἰνεύς, ἀλλ' ἀρετῇ, ὅ ἐστιν ἀνδρίᾳ, καθ' ἣν ἐγχείῃ κέκαστο, ἢ καὶ ἄλλως ἁπάσῃ ἀγαθῇ ἕξει, ὑπερεῖχε.

(v. 119) Τὸ δὲ "Ἄργεϊ νάσθη" καὶ τὸ "πλαγχθείς" σεμνῶς ἐσχημάτισται. τὴν γὰρ τοῦ Τυδέος φυγὴν ἐκ τῆς πατρίδος διὰ φόνον πλάνην καλεῖ καὶ μετοικίαν εἰς Ἄργος, σιωπῶν καὶ τὴν αἰτίαν τῆς φυγῆς. οὐ γὰρ ἐχρῆν φονικὰ τοῖς τοῦ πατρὸς ἐγκαταμῖξαι διηγήματα, τὰ πρὸς ἀρετὴν δὲ μόνον ἄρτι καὶ πλοῦτον εἰπεῖν. Τοῦ δὲ "νάσθη" νάω τὸ θέμα, ἐξ οὗ καὶ ναέτης καὶ νάσασθαι τὸ οἰκῆσαι. ὡς γὰρ κλαίω κλάω, οὕτω καὶ ναίω νάω.

(v. 120) Τὸ δὲ "ὣς γὰρ θεὸς ἤθελεν" οὐ μόνον αἰτίας ἐπίκρυψιν, ἀλλά τι καὶ οἴκτου ἔχει.

(v. 122) Τὸ δὲ "βιότοιο" εἴρηται μὲν ἀντιπτωτικῶς ἀντὶ τοῦ βιότῳ, δηλοῖ δὲ γενικῶς πάντα τὰ εἰς βίον χρήσιμα, οἷς οὐ πάνυ συνεισακτέος χρυσὸς καὶ ἄργυρος. διὸ τὸν βίοτον σαφηνίζων ἀρούρας πυροφόρους μετρεῖ καὶ τὰ ἑξῆς.

(v. 123 s.) Τὸ δὲ "πολλοὶ φυτῶν ὄρχατοι", ὅπερ κήπους παραλαλεῖ, καὶ τὸ "πολλὰ πρόβατα" ἐπιμονὴν ποιεῖ τῷ διπλασμῷ τῶν λέξεων, αἷς ἰσοδύναμον τὸ "ἅλις δέ οἱ ἔσαν ἄρουραι", καὶ τὸ ἦσαν δὲ καὶ ἔσαν καὶ ἔσκεν ἐπιμονῆς καὶ αὐτά. Ὄρχατοι δὲ ἢ παρὰ τὸ ὀρύσσω οἷον ὀρύχατοι, ἢ παρὰ τὸ ἕρκει ἠσφαλίσθαι, ἢ παρὰ τὸ ἔρχω, ἵνα ᾖ ὄρχος ἡ κατὰ τάξιν φυτεία, ὅθεν [593] ὄρχατος προπαροξυτόνως, ὡς μέσος μέσατος. Τὰ γὰρ ἀπὸ ὀνομάτων διὰ τοῦ τος παραγόμενα προπαροξύνονται· τρίτος τρίτατος, ἕβδομος ἑβδόματος, μυχός μύχατος, μέσατος, ὄρχατος. Πρόβατα δ' ἐνταῦθά φασί τινες τὰ τετράποδα πάντα βοσκήματα, παρὰ τὸ πρὸ τῆς πρώτης, ἤτοι τῆς ἔμπροσθεν, βάσεως ἑτέραν βάσιν ἔχειν. συμβάλλεται δ' ἐνταῦθά τι καὶ τὸ "κειμήλιά τε πρόβασίν τε".

(v. 125) Τὸ δὲ "ὡς ἐτεόν περ" σύστασις λόγου διαστελλομένου πρὸς τὰ ψευδῶς ἀκουόμενα.

(v. 126) Τὸ δὲ "οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες μῦθον ἀτιμήσητε", ὃν ἂν εὖ εἴπω, ἀρίστην ἔχει συγκρότησιν καὶ πάνυ συνιστᾷ τὸν ῥήτορα. οὐ γὰρ ἀρκετὸν εἰς πειθὼ ἡ πατραγαθία, ἐστὶ δὲ αἰδέσιμον, καὶ εἴ τις εἴη οὐκ ἄναλκις. εἰ δ' ἀμφοῖν τούτοιν προσείη καὶ τὸ εὖ εἰπεῖν, ὁ ταῦτ' ἔχων εἰκότως ἀκούοιτο ἄν.

(v. 127) Τὸ δὲ "πεφασμένον" οὐχ' ἁπλῶς ἀντὶ τοῦ εἰρημένον, περιττὸν γὰρ τοῦτό γε, ἀλλὰ τὸν ἀποφαντικῶς καὶ μὴ ἐνδοιαστικῶς ἀλλ' ἀξιωματικῶς ῥηθησόμενον, ὡς ἔστι πρέπον τῷ βουλευτῇ. Καὶ ἄλλως δέ, εἴπερ ἐστὶ τὸ πεφασμένον ἀντὶ τοῦ ἁπλῶς εἰρημένον, χρὴ νοῆσαι εὐθὺς ἐπηγμένον εἰς ἑρμηνείαν αὐτοῦ τὸ "ὅν κ' εὖ εἴπω", ἵνα λέγῃ ἀπὸ κοινοῦ "μῦθον πεφασμένον εὖ".

(v. 128) Τὸ δὲ "ἀνάγκῃ" ἀναγκαίους πολεμιστὰς κατὰ τοὺς ἐν τῇ Ὀδυσσείᾳ καὶ τούτους δηλοῖ. πῶς γὰρ οὐκ ἂν εἶεν ἀναγκαῖοι πολεμισταί, οἳ καὶ οὐτάμενοί περ μάχονται; Ἐνταῦθα δὲ ὅρα, ὅτι καὶ τὸ "ἴομεν πόλεμόνδε καὶ οὐτάμενοι" ἔοικεν ἀντιλαλεῖσθαι ῥητορικῶς καὶ πρὸς τὸ "οὐ γάρ πως βεβλημένον ἔστι μάχεσθαι", ὃ δὴ φθάσας ὁ Νέστωρ ἐγνωματεύσατο.

(v. 129 s.) Τὸ δὲ "ἐχώμεθα δηϊοτῆτος" ἢ ἀντὶ τοῦ ἐπεχώμεθα, οὗ πρὸς σαφήνειαν ἐπῆκται τὸ "ἐκ βελέων", καὶ τὸ "μή πού τις ἐφ' ἕλκεϊ ἕλκος ἄρηται", ἢ μᾶλλον ἀντὶ τοῦ ἁπτώμεθα μάχης, ὡς ἐγχωρεῖ, ἐκ βελέων, τουτέστιν [594] ἀπόμαχοι μὲν ὄντες, κοιρανέοντες δέ, ὡς ἀλλαχοῦ ἐρρέθη, καὶ ἔτι δέ, ὀτρύνοντες, παρακαλοῦντες, συμβουλεύοντες. Τὸ δὲ "ἐκ βελέων" σαφέστερον ἔχει ἐν τῷ "Ἕκτορα δ' ἐκ βελέων ὕπαγε Ζεύς". Οἱ δὲ μεθ' Ὅμηρον τὸ ἐκ βελέων ἔξω βελῶν φασι παροιμιακῶς. Τὸ δὲ "μή πού τις ἐφ' ἕλκεϊ ἕλκος ἄρηται" εἴη ἂν ὅμοιον παροιμίᾳ τῇ "κακὸν ἐπὶ κακῷ", ὅτε δηλαδὴ ἐπὶ προηγησαμένῃ καὶ ἑτέραν βλάβην πάθοι τινά. Ἐνταῦθα δὲ ὅρα, ὡς καὶ τὸ οὐτάσθαι καὶ τὸ βεβλῆσθαι εἰς τὸ ἄρασθαι ἕλκος ἀνήγαγε.

(v. 131) Τὸ δὲ ἐνήσειν καὶ ἐπὶ πλεόντων λέγεται, ὡς δηλοῖ τὸ "ἐνήσομεν εὐρέϊ πόντῳ".

(v. 132) Τὸ δὲ "θυμῷ ἦρα φέροντες" ἀντὶ τοῦ χαριζόμενοι ἑαυτοῖς. Ὅτι δὲ ἦρα τὴν χάριν λέγει καὶ τὸ ἐραστὸν δέ, [καὶ ὅτι ἐκ τοῦ ἦρ ἡ χάρις ἡ τοιαύτη λέξις γίνεται, ἢ μᾶλλον ἐκ τοῦ ἐρῶ, τὸ ἐπιθυμῶ, ἵνα ὥσπερ ἐκ τοῦ κόπτω καὶ ξέω καὶ τρυπῶ κόπανα καὶ ξόανα καὶ τρύπανα, οὕτω καὶ ἐρῶ ἤρανα καὶ κατὰ ἀποκοπὴν ἦρα], προδεδήλωται. ἐκ δὲ τοῦ θυμός καὶ τοῦ ἦρα ἔοικε συγκεῖσθαι τὸ θυμῆρες, ὡς καὶ ἀλλαχοῦ φαίνεται. Τοῦ δὲ "ἀφεστᾶσιν" ἑρμηνεία καὶ νῦν τὸ "οὐδὲ μάχονται". Σημείωσαι δὲ καὶ ὅτι τῶν βασιλέων ἐξελθόντων καὶ φανέντων γίνεταί τι ἀγαθὸν καὶ ἀνδρίζονται οἱ τοῦ δευτέρου στίχου τῶν νεῶν καὶ ποιοῦσι τὰ δηλωθησόμενα μετὰ ταῦτα, θαρρήσαντες ἢ καὶ ὀτρυνθέντες τοῖς ἐκ τοῦ αἰγιαλοῦ ἀνελθοῦσι στρατηγοῖς.

(v. 135 s.) Διὸ κἀνταῦθα ὁ θαλάσσιος Ποσειδῶν ἐπιφανῆναι λέγεται παλαιῷ φωτὶ ἐοικώς, ἐπεὶ μηδὲ νεωτερίζονται πρὸς μάχην οἱ βασιλεῖς, ἀλλὰ πρὸς φρόνησιν μόνην γηραιῷ πρέπουσαν ἀνδρὶ εὔθετοί εἰσι. καὶ τοιοῦτος ἐπιφανεὶς λέγει ἃ λέγει καὶ ποιεῖ ἃ ποιεῖ. Ἔτι πρὸς τοῖς εἰρημένοις σημειωτέον καί, ὡς πάνυ εὐμεθόδως ὁ ποιητὴς τοὺς ῥηθέντας τέσσαρας βασιλεῖς εἰς μάχην ἐξήγαγε καὶ οὐ πλείονάς τινας, διὰ τὸ ἐξαρκεῖν μόνους αὐτοὺς εἰς ὃ θέλει. Νέστωρ μὲν γὰρ προὐβάλλετο εὑρεῖν "εἴ τι νόος ῥέξει", ὁ δὲ βασιλεὺς ἐπεχείρησεν εὑρεῖν τὸ προβληθέν, Ὀδυσσεὺς δὲ ἐξήλεγξεν αὐτὸν ὡς οὐ καλῶς εὑρηκότα, Διομήδης δὲ τελειοῖ τὴν εὕρεσιν καὶ λέγει τὸ ποιητέον, καὶ οἱ λοιποὶ μάλα κλύουσι καὶ πείθονται. Ὅρα δὲ καὶ ὅτι ἐν τῷ "παλαιῷ φωτὶ ἐοικώς" ἀορίστως ἔφρασεν ὁ ποιητής, μή, ὡς ἔθος αὐτῷ, δηλώσας καὶ [595] τίς ἦν ὁ παλαιὸς φώς, ποιῶν καὶ οὕτω καινόν τι καὶ ἀνομοειδές. Νοοῦσι δ' ἐνταῦθα οἱ παλαιοὶ φῶτα παλαιὸν τὸν λίαν γέροντα.

(v. 137-141) Ὅτι ὁ μυθικὸς Ποσειδῶν δεξιτερὴν ἑλὼν χεῖρα τοῦ βασιλέως φησὶ "Ἀτρείδη, νῦν δή που Ἀχιλλῆος ὀλοὸν κῆρ γηθεῖ ἐνὶ στήθεσσι φόνον καὶ φύζαν Ἀχαιῶν δερκομένου, ἐπεὶ οὔ οἱ ἔνι", τουτέστιν, ὡς καὶ προεδηλώθη, ἔνεισι, "φρένες οὐδ' ἠβαιαί".

(v. 142) Εἶτα οὐ μόνον πρὸς ἡδονὴν λέγων τῷ βασιλεῖ, ἀλλὰ καὶ δυσχεραίνων, ἐπεὶ καὶ ἀληθῶς φαυλότητος ἴδιον τὸ τοῖς τῶν πέλας ἐπιχαίρειν κακοῖς, ἐπάγει "ἀλλ' ὃ μὲν ὣς ἀπόλοιτο, θεὸς δέ ἑ σιφλώσειεν", ὅ ἐστι κακώσειεν ἢ μωμητὸν ποιήσειε. σίπαλον γάρ τινές φασι τὸν εἰδεχθῆ. παρὰ δὲ Λυκόφρονι σίφλον κεῖται τὸ τοιοῦτον, [συγκοπῇ καὶ τροπῇ τοῦ ψιλοῦ πι εἰς δασὺ τὸ φι.] τοῦτο δὲ εἶπε διὰ τὸ κάλλιστον εἶναι τὸν Ἀχιλλέα καὶ ὑπὲρ τὸν Νιρέα, ὃ καὶ Ἀχιλλεὺς ἐπισημαίνεται, ὅπου ἐρεῖ καλός τε μέγας τε εἶναι. εὔχεται οὖν τὸν καλὸν αἴσχιστον γενέσθαι, σωφρόνως λαλῶν καὶ οὐ μέγα κακὸν αὐτῷ ἐπαρώμενος. Ἢ σιφλώσειεν ἀντὶ τοῦ ἐκλύσοι καὶ παύσοι τῆς ὁρμῆς. φλῶ γὰρ τὸ ὁρμὴν ἔχω, ὅθεν κατά τινας καὶ οἰνόφλυξ. νεωτέρων δὲ ἡ λέξις κατὰ τοὺς παλαιοὺς καὶ ἅπαξ εἴρηται. Τὸ δὲ "ἀλλ' ὃ μὲν ὣς ἀπόλοιτο" καὶ ἑξῆς κατὰ παντὸς ἂν λεχθείη ἀξίου ἀρᾶς. Ἰστέον δὲ ὅτι ὁ εἰπὼν σιφλὸν εἶναι τὸ τῶν ἰχθύων γένος, ἐπὶ γαστριμαργίας καὶ σικχότητός τινος τὴν λέξιν ἔθετο, καὶ ὅτι σῴζεται ἡ τοῦ σιφλοῦ λέξις παρά τισι τῶν Λυκίων ἕως καὶ νῦν, [παρ' οἷς καὶ ἀνὴρ λέγεται σιφλὸς ὁ ῥᾴθυμος καὶ οὐκ ἐνεργής. οἳ καὶ ἀπαιτηθέντες ἑρμηνείαν τοῦ σιφλοῦ φασι τοιοῦτον εἶναι τόν, ὡς ἐκεῖνοι μέν φασι, ζοφόν, κατὰ δὲ ἄλλους χυδαίους ζοχόν. τὸ δ' ἐστὶ λογίως σομφόν, ὁποῖόν τι καὶ [596] ὁ σπόγγος καὶ τὰ ἰδιωτικῶς λεγόμενα ζοχία. Οἱ δ' αὐτοὶ Λύκιοι σιφλὸν τὰ ἐντός φασι καὶ τὸν νάρθηκα, ἐπεὶ καὶ ἐκείνου τὰ ἔνδον σομφά εἰσι, τουτέστιν ἀραιὰ καὶ ἀπύκνωτα, ὡς εἶναι σιφλὸν ἐξ ἀποτελέσματος τὸν μὴ πυκνὸν καὶ στεγανὸν καὶ στερρὸν τὰ εἰς δρᾶσιν, ἀλλ' ἀραιὸν καὶ ἀχρεῖον ὡς μαλθακὸν καὶ ἀνενέργητον καὶ χαῦνον. τοιούτου δὲ σιφλώματος, ἤγουν Λυκιακοῦ, καὶ ἡ ῥαφανὶς καὶ ἡ γογγυλίς. σιφλαὶ γὰρ καὶ αὐταί.] Δεξιῶς δὲ κἀνταῦθα μνήμη συνήθης τοῦ Ἀχιλλέως παρεμβέβληται.

(v. 140) Τὸ δὲ "γηθεῖ" τὸ θέμα τοῦ γηθήσειν ἐστί. δῆλον δ' ὅτι καὶ βαρυτόνως τὸ τοιοῦτον ῥῆμα προφέρεται, ὡς δηλοῖ καὶ τὸ γηθόμενος.

(v. 143-145) Τοῖς δὲ εἰρημένοις ἐπάγει καθ' Ὁμηρικὴν προαναφώνησιν ὁ Ποσειδῶν καὶ τὸ "σοὶ δ' οὔ πω μάλα πάγχυ θεὸς κοτέει, ἀλλ' ἔτι που Τρώων ἡγήτορες εὐρὺ κονίσσουσιν πεδίον", ἐν τῷ φεύγειν δηλαδή.

(v. 145 s.) Ἐπεὶ δὲ προσαρμόζει καὶ τοῖς διώκουσιν οὗτος ὁ λόγος ‑ κόνιν γὰρ καὶ αὐτοὶ διὰ τῆς πεδιάδος ἐγείρουσι ‑ , διασαφεῖται τῇ ἐπαγωγῇ τοῦ "σὺ δ' ἐπόψεαι αὐτοὺς φεύγοντας προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων", αἷς ἄρτι ἤγγισαν.

(v. 143) Τὸ δὲ "πάγχυ μάλα" ταὐτολογεῖται Ἀττικῶς κατὰ τὸ λίαν πάνυ. [Ἰστέον δὲ ὅτι τε τὸ "οὔπω θεοὶ κοτέουσι κατὰ σοῦ" ἢ περιττὸν ἔχει ὡς ἐν παραπληρώσει τὸν πω σύνδεσμον, ἢ καὶ κοινότερον εἴληπται ἀντὶ τοῦ "οὔπω χρόνου πάνυ σοι τὸ θεῖον ὤργισται", ἀλλὰ νῦν μὲν ὄψει τοὺς ἐχθροὺς φεύγοντας, ἔσται δὲ καιρὸς ὅτε κακοπραγήσεις πάγχυ μάλα, περιπεσὼν οἴκαδε τοῖς ὑστάτοις κακοῖς,

(v. 144) καὶ ὅτι τὸ "ἀλλ' ἔτι που", ἀντὶ τοῦ ἀλλ' ἴσως, διστάζων εἶπεν ὁ Ποσειδῶν, ἵνα μὴ ἀποφηνάμενος γνωσθείη ὅστις ποτέ ἐστιν.]

(v. 1479) Ὅτι ὁ Ποσειδῶν ὀτρύνων τοὺς Ἀχαιοὺς εἰς μάχην βοᾷ μέγα, καθά που καὶ Ἄρης ἀλλαχοῦ, "ὅσον τ' ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι ἀνέρες ἐν πολέμῳ, ἔριδα ξυνάγοντες Ἄρηος" καὶ προαλαλάζοντες τῇ συμβολῇ. Εἰ δὲ σιγᾶν ἔδει αὐτὸν τὴν μάχην κλέπτοντα καὶ μὴ κατὰ χιλιάδας βοᾶν, ἀλλὰ [597] καὶ τούτου δίχα κατὰ τοὺς τὴν ἀπορίαν λύοντας ἡ τῶν στρατοπέδων ἠχὴ πρὸ μικροῦ ἵκετο αἰθέρα καὶ Διὸς αὐγάς, ὅ ἐστιν ἡλίου, ὡς εἴρηται. Ἀρίσταρχος δέ φησιν, ὅτι Ποσειδῶν μὲν οἷα θεὸς βοᾷ, ὅσον ἄνδρες ἐννέα [ἢ δέκα], ὥς που καὶ προεγράφη, ἐννέα [ἢ δέκα] χείλη ἔχοντες, ὅ ἐστι στόματα, ἐκ μέρους τοῦ χείλους τὸ ὅλον στόμα ἐκεῖνος νοῶν. Ὀδυσσεὺς δὲ ἀλλαχοῦ βοᾷ "ὅσον κεφαλὴ χάδε φωτός". ἄνθρωπος γάρ. οὐδὲν δὲ πάντως μέγα ὁ τοῦ Ἀριστάρχου λόγος τῷ Ποσειδῶνι προσμαρτυρεῖ. ἐχρῆν γὰρ ὡς Στέντορα γοῦν φωνῆσαι αὐτόν, ὃς αὐδήσασκεν ὅσον ἄλλοι πεντήκοντα. κρεῖττον οὖν τὸ πρῶτον.

(v. 150-152) Διὸ καὶ ὁ ποιητὴς λέγει θαυμαστικῶς "τόσσην ἐν στήθεσσιν ὄπα ἧκεν, Ἀχαιοῖσι δὲ μέγα σθένος ἔμβαλ' ἑκάστῳ κραδίῃ", ὡς καὶ ἀλλαχοῦ κεῖται. ὃ δὴ τέλος τῆς ἐν μάχῃ ὀτρυντικῆς βοῆς.

(v. 149) Τὸ δὲ "ἀνέρες" ἐκτείνει καὶ νῦν τὴν ἄρχουσαν, ἐν ἄλλοις πολλαχοῦ συστελλομένην.

(v. 151) Τὸ δὲ "ἑκάστῳ" καὶ ὧδε συλληπτικὴν ἅμα καὶ ἐπιμεριστικὴν ἔννοιαν ἔχον ἶσόν ἐστι τῷ "Ἀχαιοῖς". Τοῦ δὲ "μέγα σθένος" ἐφερμηνευτικὸν τὸ "ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι", ἐπαχθὲν μετὰ τὸ "σθένος ἔμβαλεν".

(v. 155 s.) Ὅτι φιλοπολέμου ἤθους τό· ἔγνω τὸν δεῖνα ποιπνύοντα, ἤγουν, [ὡς πολλαχοῦ κεῖται,] πονούμενον, "μάχην ἀνὰ κυδιάνειραν, χαῖρε δὲ θυμῷ". καὶ εἴη ἂν καὶ τῷ τοιούτῳ προσώπῳ ἡ μάχη χάρμη ἀληθῶς. ἐνταῦθα δὲ καὶ αὐτοκασίγνητον καὶ δαέρα ὁ μῦθος τῇ Ἥρᾳ τὸν Ποσειδῶνά φησιν. Ἰστέον δὲ ὅτι τὸ τῆς Ἥρας ἦθος κἀνταῦθα μυθικῶς ἐκτιθεὶς ὁ ποιητὴς πλάττει αὐτὴν δυστροπευομένην συνήθως ἐπὶ τῷ, ὡς ἐρρέθη, κασιγνήτῳ καὶ δαέρι Ποσειδῶνι.

(v. 156-158) Διὸ χαίρει μέν, ὡς εἴρηται, θυμῷ, ἐφ' οἷς ἔγνω τὸν Ποσειδῶνα ἐπαμύνοντα τοῖς Ἀχαιοῖς, τὸν δὲ Δία ἰδοῦσα ἐκ κορυφαῖς Ἴδης ἥμενον οὐ χαίρει, "στυγερὸς δέ οἱ ἔπλετο θυμῷ". διὸ καὶ μερμηρίζει, ὅππως ἐξαπάφοιτο Διὸς νόον ἐπ' ἀγαθῷ τῶν Ἑλλήνων.

(v. 161-165) Καὶ εὐθὺς ἐκτίθεται ὁ ποιητὴς ἐν σχήματι προεκθέσεως τὸν τρόπον τῆς ἀπάτης, εἰπὼν "ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή" καὶ ἑξῆς. εἶτα λέγει καὶ πῶς ἐντύνει ἑαυτὴν διά τε λοιποῦ καλλωπισμοῦ καὶ διὰ περιθέσεως τοῦ κεστοῦ, μεθὸ ἐκθήσεται καὶ τὸν τρόπον τῆς ἀπάτης καὶ τὰ λοιπά. Ἐν οἷς ὅρα τὴν πιθανὴν τοῦ πλάσματος ἐπίνοιαν [598] καὶ μεταχείρισιν καὶ ἐπαύξησιν. εἰ γὰρ μικρόν τι στρέψαντος Διὸς τὸν ὀφθαλμὸν εἰς γῆν ἄλλην ἡττῶνται Τρῶες, πολλῷ πλέον, εἰ καὶ κοιμηθήσεται, ὡς ῥηθήσεται. Ἰστέον δὲ ὡς οὐ μάτην ὁ ποιητὴς οὐδὲ τῷ τῆς Ἥρας ἐπεισοδίῳ ἐνταῦθα χρᾶται καὶ τῷ τοῦ κεστοῦ πλάσματι καὶ τῇ τοῦ Διὸς ἀπάτῃ, ἀλλ' ἵνα κεστόν τινα ποικίλον καὶ αὐτὸς τῇ τοιαύτῃ ἀφορμῇ ἐξ ἐννοιῶν διαφόρων συγκροτηθέντα ἐνθήσει τῇ οἰκείᾳ ποιήσει ἐπάγεσθαι τὸν ἀκροατὴν ἐξισχύοντα. Σκοπὸς μὲν γὰρ αὐτῷ προηγούμενος ἐρωτικὴν ἐνταυθοῖ ἐκθέσθαι διήγησιν ὡς ἐν ἰδέᾳ γλυκύτητος, τοῦτο δὲ ποιῶν οὐκ ὀλίγα οὕτω σεμνὰ κατορθοῖ, τοῖς ἀστείοις σπουδαῖα παραμιγνύς. Φυσιολογεῖ τε γάρ, ἐν οἷς περὶ Τιτάνων καὶ Κρόνου καὶ Ὕπνου ἐρεῖ, ναὶ μὴν καὶ ἐν οἷς περὶ ἀέρος φιλοσοφήσει, ἐμφαίνων τὸ αὐτοῦ δίοσμον δι' εὐόδμου μύρου κινήσεως. ἔτι δὲ καὶ ἠθικούς τινας λόγους ὑποκινεῖ, ἐν οἷς περὶ Χαρίτων διαλαμβάνει, καὶ ἐν οἷς διδάσκει ὡς παραφυλακτέον τῷ σώφρονι τὰς σφοδρὰς ἡδονὰς καὶ τοὺς τῶν γυναικῶν λόχους καὶ λόγους, αἳ τὰ πολλὰ δολοφρονέουσαι φθέγγονται, εἴγε καὶ ὁ Ζεὺς ὑπὸ τοιούτων ἀπάτην πάσχει. ὑπογράφει δὲ καὶ γυναικῶν τρόπους, ὁποῖαι τοῖς ἀνδράσιν εἰσίν, εἰ μὴ συντρέχοιεν οἷς αὐταὶ βούλονται. παρεμπλέκει δὲ καὶ ἱστορίας ἔν τε τοῖς περὶ Ἡρακλέος, ὃν μετὰ Τροίας ἅλωσιν εἰς τὴν Κῶ ἐξωσθῆναι ἀνέμοις φησί, καὶ ὅπου δὲ παίδων ὁρμαθὸν πλάττει τῷ Διΐ· τὸν Πειρίθοον, τὸν Περσέα, τὸν Μίνω, τὸν Ῥαδάμανθυν, ἱστορῶν καὶ ἐξ οἵων μητέρων ἐγένοντο. καὶ ἄλλα δὲ πολλὰ ποιεῖ ἄξια λόγου, ὧν τὰ καιριώτατα εἰρήσεται. Εἰ δέ τις τὴν τῆς Ἥρας ἀπάτην ἐπὶ τῷ Διῒ αἰνίττεσθαι εἴποι καὶ τὴν ἐκ τῶν μαθημάτων καὶ μετεωρολογίας ἐγγινομένην ἡδονὴν τοῖς ἐπιστήμοσι [599] λογισμοῖς, οὐκ ἂν οὐδ' οὕτως ἁμάρτῃ τοῦ δέοντος. Ζεὺς μὲν γὰρ ὁ νοῦς ὁ θεωρητικὸς τῶν μαθήσεων, Ἥρα δὲ αὐτός τε ὁ ἀήρ καὶ ὅσα ἐν τοῖς ἀνωτάτω συμπτώματα καὶ τὰ ἐν τοῖς μετεώροις παθήματα. εἰς ἅπερ καθάπαξ ὁ νοῦς ἀπιδὼν καὶ τοιαύταις ἑαυτὸν ἀλυκτοπέδαις ἐνδήσας θεαμάτων, ἐνίσχεται τῷ ἔρωτι καὶ ἀεὶ τὴν ἐπιθυμίαν φέρει ἀκμάζουσαν καὶ κατὰ ἑκάστην θεωρίαν λέγει καὶ αὐτὸς οὐ πώποτε οὕτως ἔρωτι δαμασθῆναι, καὶ θέλγεται καὶ εἰς ὕπνον κατενεχθεὶς ἀπήμονα, ὃν ἔμφρονά τις ἂν εἴποι ῥᾳστώνην, οὐκέτι δύναται ἀνενεγκεῖν, ἀλλὰ σύνεστιν ἀεὶ τῇ Ἥρᾳ ταύτῃ ἐπ' ἀκροτάτης κορυφῆς ὄρους, ὑπερηρμένος τῶν κάτω δηλαδὴ καὶ τῶν ἄνω μόνων γινόμενος. Ὁ δέ γε καὶ τὸν θελκτήριον κεστὸν εἰς τοιαύτην ἀλληγορίαν ἐκλαμβάνων οὐκ ἂν πόρρω πέσοι σκοποῦ, ἐν ᾧ ἦν φιλότης καὶ ἵμερος καὶ ὀαριστύς, πάρφασις νοῦν κλέπτουσα, ὡς καὶ αὐτὸ προϊών φησιν ὁ ποιητής. Φιλότης μέν, ἀφ' ἧς καὶ ἡ φιλοσοφία παρονομάζεται, φιλία οὖσα σοφίας, ἵμερος δὲ ὁμοίως, ἡ τῆς σοφίας ἔφεσις, ὀαριστὺς δέ, τουτέστιν ὁμιλία, δι' ἣν οἱ τὴν μάθησιν μετιόντες ὀαρισταὶ λέγονται, ὡς ὁ Μίνως ἐν Ὀδυσσείᾳ ὀαριστὴς Διός. Ἔτι δὲ καὶ ὁμιληταὶ οἱ αὐτοί, καθὰ δὴ καὶ αἱ διδασκαλίαι ὁμιλίαι. Ἥτις ὀαριστὺς καὶ κλέπτει νόον διὰ τὸ ἐν τοῖς τοιούτοις οὐ μόνον ἀληθὲς ἀεί, ἀλλ' ἔστιν ὅτε καὶ πιθανολογικὸν καὶ παραλογιστικόν, καὶ μάλιστα ἐν τοῖς κατὰ διάλεξιν, ὃ δηλοῖ ἡ πάρφασις. καὶ ποικίλος δὲ ὁ τοιοῦτος διὰ τὸ τῶν μαθημάτων καὶ ἀποδείξεων πολυειδές. αὐτὸ δὲ τοῦτο ἱμὰς καὶ κεστὸς ὁ τοιοῦτος, τὸ μὲν διὰ τὰς βίβλους αἷς τὰ τῶν μαθημάτων ἐντετύπωται θεωρήματα ὕλην ἐχούσαις ὡς ἐπὶ πολὺ δέρματα [600] ζῴων, ἐξ ὧν ποτε παρασύρονται καὶ ἱμάντες, κεστὸς δὲ διὰ τὰς ἐν αὐτῷ ἀμυχὰς τῶν γραμμῶν καὶ οἷον κεντήσεις τῶν γραμμάτων. Ὁ δὲ κεστὸς οὗτος καὶ κατὰ στῆθος φορεῖται, ἀφ' οὗ καὶ τὸ ἀποστηθίζειν παρονομάζεται. καθ' ἣν ἔννοιαν καὶ τῶν τις παλαιῶν γραμματικῶν τὸν οἰκεῖον διδάσκαλον ἐζωγράφησε φέροντα ἐπὶ στήθους τὴν τραγῳδίαν, αἰνιττόμενος τὸ ἐπὶ στόματος ἐκεῖνον φέρειν καὶ ὡς εἰπεῖν ἐκστηθίζειν τὰ τραγικά, [ὃ δὴ καὶ ἀπὸ στήθους λέγειν φαμέν, πρὸς διαστολὴν τοῦ ἀπὸ μεμβράνας ἢ ἀπὸ βιβλίου.] Καὶ ταῦτα μὲν οὕτω ἐκ τῶν Ὁμηρικῶν ἐννοιῶν τε καὶ λέξεων συνηγμένα, εἰ μὴ ἴσως σπουδαῖα τοῖς γε σεμνοπροσωποῦσιν, οὔκουν οὐδὲ γελοῖα. Τὰ δὲ κατὰ μέρος τοῦ τόπου τούτου συνήθως ὑποτετάξεται.

(v. 158) Καὶ πρῶτον, ὅτι γυναικεῖον ἦθος ὁ ποιητὴς καθυπογράφει ἐν οἷς λέγει, ὡς ὁ Ζεὺς τῇ Ἥρᾳ στυγερὸς ἔπλετο θυμῷ. δηλοῖ γάρ, ὡς αἱ γυναῖκες στυγοῦσι τοὺς ἄνδρας ἀποτυγχάνουσαι τῶν προθέσεων.

(v. 1615) Εἶτα ὅτι ἐν σχήματι προεκθέσεως ὑπισχνεῖται ὁ ποιητὴς ἅπερ εἰπεῖν μέλλει. τὰ δέ εἰσιν ὡς ἐν κεφαλαίῳ, τὸ τὴν Ἥραν βουλευσαμένην, "ὅπως ἐξαπάφοιτο Διὸς νόον, ἐλθεῖν εἰς Ἴδην εὖ ἐντύνασαν ἑαυτήν, εἴ πως ἱμείραιτο Ζεὺς παραδραθέειν φιλότητι ᾗ χροιῇ. τῷ δ' ὕπνον ἀπήμονά τε λιαρόν τε χεύῃ ἐπὶ βλεφάροισιν ἰδὲ φρεσὶ πευκαλίμῃσιν", ὅ ἐστι συνεταῖς, ὡς πλεισταχοῦ κεῖται. εἶτα τὰ ἑξῆς, καθὰ εὐτάκτως εἰρήσεται.

(v. 160) Ἰστέον δὲ ὅτι τὸ μὲν ῥηθὲν "ἐξαπάφοιτο" πρωτότυπόν ἐστι τῆς Παφίας Ἀφροδίτης. Παφία γὰρ ἀλληγορικῶς καὶ ἐκείνη, ὡς ἀπαφίσκουσα, ὅ ἐστιν ἀπατῶσα τῷ ἔρωτι. διὸ καὶ ἡ Ἥρα τῷ κεστῷ ἐκείνης τὸν Δία ἤπαφε.

(v. 162) Τὸ δὲ "ἐντύνασαν ἑαυτήν" σημαίνει μὲν τὸ ὁπλίσασαν, δηλοῖ δὲ ὅπλον οἷον κατὰ ἀνδρὸς τὸ κάλλος εἶναι τῇ γυναικί.

(v. 163) Τὸ δὲ ἱμείρειν ὅτι ἐκ τοῦ δηλωθέντος μυθικοῦ ἱμάντος παρῆκται, [601] δῆλόν ἐστι.

(v. 164) Τὸ δὲ "ᾗ χροιῇ" ὑπερβατῶς νοητέον, εἴ πως ἱμείραιτο ὁ Ζεὺς ἐν τῇ χροιᾷ, [ἤγουν διὰ τῆς κατ' αὐτὴν χροιᾶς καὶ τοῦ προφαινομένου ἡδέος,] παραδραθέειν τῇ Ἥρᾳ, ὃ δὴ καὶ χρωτίζεσθαι λέγεται, ληφθὲν ἐκ τῆς χροιᾶς, ἣ ταὐτόν ἐστι τῷ χρωτί. [Καὶ ἄλλως δέ, περίφρασίς ἐστι τὸ "ᾗ χροιῇ" τοῦ ἑαυτῇ, ὡς τῆς χροιᾶς αὐτῆς ἐφελκομένης τὸν Δία εἰς τὸ παραδραθεῖν αὐτῇ.] Χροιὰν δὲ λέγει τὴν ἐπιπολῆς ἐπιφάνειαν, περὶ ἣν τὸ κάλλος, ᾗ δελεαζόμενος ὁ ἐρῶν ἐνέχεται. Ἀπήμων δὲ ὕπνος ὁ καὶ λυσιμελὴς καὶ "λύων μελεδήματα θυμοῦ". ἐντεῦθεν δὲ λαβὼν Σοφοκλῆς ὀδύνης καὶ ἀλγέων ἀδαῆ τὸν ὕπνον προσφωνεῖ. [Ὅτι δὲ ὁ ὕπνος καὶ σκῶμμα παράγει τὸ κατὰ τοῦ φιλύπνου, δηλοῖ ὁ γράψας "φίλυπνον λέγεσθαι πρόσωπον τὸ προσποιούμενον καθυπνωκέναι καὶ πάσχον".] Λιαρὸς δὲ ἢ ὁ θερμός, θερμαίνει γὰρ τὸ σῶμα, ἢ ὁ ἡδύς, παρὰ τὸ ἰαίνω πλεονασμῷ τοῦ λ, ἢ ὁ λαρός, πλεονάσαντος τοῦ ι κατὰ τοὺς παλαιούς, ἢ ὁ λίαν προσαρηρώς.

(v. 165) Τὸ δὲ "χέῃ" τὸ ὑγρὸν τοῦ ὕπνου δηλοῖ, καθὸ καὶ "νήδυμος ἀμφιχυθείς" λέγεται. Τὸ δὲ "ἐπὶ βλεφάροισιν ἰδὲ φρεσί" βαθύτατον ὕπνον ἐμφαίνει, δι' οὗ καὶ φρένες ἀμβλύνονται τοῦ ὀξὺ νοεῖν. τὸ δὲ "φρεσί" προϊὼν σαφέστερον λέγει ἐν τῷ "ἔλεξα Διὸς νόον", ὅ ἐστι κατεκοίμησα τὰς φρένας τοῦ Διός. καὶ ταῦτα μὲν ἐν τούτοις.

(v. 1668) Ὁ δὲ ταῦτα εἰπὼν μῦθος καὶ θάλαμον ἡφαιστότευκτον ἀποκληροῖ τῇ Ἥρᾳ βιωτικώτερον, ὡς καὶ τοῖς ἄλλοις θεοῖς, οὗ πυκιναί, ὡς εἰκός, θύραι εἰσὶν ἡρμοσμέναι "κληῗδι κρυπτῇ, ἣν οὐ θεὸς ἄλλος ἀνῷγεν", ὃ δὴ ἀρετὴ μέν ἐστι [602] κλειδός. αἰνίττεται δὲ καὶ τὸ δυσκατάληπτον τῆς τῶν ἄνω θεωρίας φυσικώτερον καὶ ἠθικῶς δὲ τὸ κρυφιῶδες δεῖν εἶναι πᾶν, ὃ κατὰ τὴν ἐνταῦθα περιεργίαν τῆς Ἥρας γίνεται.

(v. 169) Διὸ καὶ ἐπάγει "ἔνθα εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς", καὶ μὴ βλεπομένη, ὃ δὴ θέμις γίνεσθαι, ἐντύνει ἑαυτήν, καθὰ εἰρήσεται. Ἰστέον δὲ ὡς κληῖδα κρυπτὴν λέγει ἢ τὴν ἔνδοθεν κλείουσαν τὰς θύρας καὶ οὕτω κρυπτομένην τοῖς ἔξωθεν, ἢ τὴν δυσεπιχείρητον τοῖς ἐπιβουλεύουσιν, ὁποῖα καὶ τὰ παρὰ τῷ Κωμικῷ κακοηθέστατα κλειδία.

(v. 168) Διὸ καὶ ἐπήγαγε τὸ "ἣν οὐ θεὸς ἄλλος ἀνῷγεν", ἵνα λέγῃ κρυπτὴν κλεῖδα, ἣν οὐ δύναταί τις ἄλλος ἀνοίγειν. Ἰστέον δὲ ὅτι τὸ "τὴν δ' οὐ θεὸς ἄλλος ἀνῷγε" τὰ πλείω τῶν ἀντιγράφων "τὸν δ' οὐ θεὸς ἄλλος" γράφουσιν, ἵνα ᾖ ὁ λόγος περὶ τοῦ κατὰ τὴν Ἥραν θαλάμου, ᾧ πυκινὰς θύρας σταθμοῖσιν ἐπῆρσεν Ἥφαιστος, ἤγουν ἐφήρμοσε, παρὰ τὸ ἄρω ἄρσω Αἰολικὸν βαρύτονον, ὅθεν καὶ τὸ "ἄρσαντες κατὰ θυμόν". Τὸ δὲ "ἀνῷγε" προπερισπᾶται τῷ λόγῳ τῶν τοιούτων τροχαϊκῶν, ὡς καὶ τὸ ἀνῆγε, κατεῖχε, καὶ τὰ ὅμοια σύνθετα, ὧν ὁ τόνος καὶ ἐν συνθέσει φυλάσσεται. τὸ μέντοι ἄνωγεν ἀντὶ τοῦ ἐκέλευεν, ἐκ τοῦ ἀνώγω ῥήματος ὄν, προπαροξύνεται.

(v. 169) Ὅτι εἰς τὸν ῥηθέντα θάλαμον ἐλθοῦσα ἡ Ἥρα, καὶ θύρας, ὡς ἐρρέθη, ἐπιθεῖσα, ὅ ἐστι κλείσασα, οὗ τὸ ἀνάπαλιν ἀνακλῖναι, ὅ ἐστιν ἀνοῖξαι, ἐπειδή, φασί, κλῖναι τὸ κλεῖσαι, καλλωπίζεται ἐν ἀπορρήτῳ, εἴ πως λάθῃ ἐπιποιοῦσα γυναικικῶς τῷ κάλλει καὶ μὴ ὑποβολιμαῖον ἐκ τέχνης κομμωτικῆς δοκοίη αὐτῆς τὸ καλόν, ἀλλὰ γνήσιον. Καὶ ὅρα ὡς ἀποκρυβῆς, καθὰ καὶ ἀνωτέρω προσεχῶς κεῖται, ἄξιος ὁ ἐπίθετος καλλωπισμός.

(v. 170 s.) Εἶτα "ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος λύματα πάντα κάθηρεν", ὅ ἐστι πάντα τὸν ῥύπον καὶ τὴν περὶ σῶμα ἀκαθαρσίαν, ἣν χρὴ ἀπολυμαίνεσθαι, ἤγουν ἀπολούεσθαι. τὸ γὰρ λῦμα ἐντεῦθεν παράγεται, οἱονεὶ λοῦμά τι ὄν, ὡς καὶ ἀλλαχοῦ δεδήλωται. Ὅρα δὲ καὶ ὅτι οὐ μόνον τροφή ἐστιν ἡ ἀμβροσία, ἀλλ' ἰδοὺ ἐνταῦθα καὶ ὡς σμῆγμά τι παραλαμβάνεται, καθάπερ τὸ κάλλος [603] ἀλλαχοῦ. τῷ δέ γε Πατρόκλῳ ὡς ἄλλο τι ὑγρὸν ὑπὸ ῥῖνα ἡ ἀμβροσία ἐνστάζεται.

(v. 171 s.) Καὶ οὕτω τέως ἡ Ἥρα καθηραμένη οὐχ' ὡς ξηρῷ τινι, ἀλλὰ πάντως ὑγρῷ, "ἀλείψατο λίπα ἐλαίῳ ἀμβροσίῳ, ἑδανῷ", ἤγουν εὐώδει, ἡδεῖ, ἐκ τοῦ ἥδω, ἐξ οὗ ἡδανός καὶ κατὰ μεταβολὴν ἑδανός. διὸ καὶ δασύνεται, ὡς καὶ τὸ ἕδνον, ὁμοίως καὶ αὐτὸ παραγόμενον. Τὰ δὲ τοιαῦτα ῥηματικὰ βραχεῖαν, φασίν, ἔχει τὴν ἄρχουσαν, πιθανός, ἑανός, τραγανός. [Ἰστέον δὲ ὅτι τε παρὰ τοῖς παλαιοῖς καὶ μύρον Ἀττικὸν ἐπαινεῖται, ὡς δηλοῖ ὁ χαρίεις Ἀντιφάνης, ἐν οἷς τὰ ἐξ ἑκάστης πόλεως ἰδιώματα καταλέγων, καὶ εἰπὼν τὸν ἐξ Ἤλιδος μάγειρον, τὸν ἐξ Ἄργους λέβητα, τὰς ἐξ Αἰγίου αὐλητρίδας καὶ ἄλλα, ἐπάγει "μύρον ἐξ Ἀθηνῶν, ἐγχέλυς Βοιώτιαι". Καὶ ὅτι φασὶν οἱ αὐτοὶ τὴν μὲν Ἥραν σώφρονα εἶναι μυραλοιφουμένην τὰ καίρια, τοὺς δὲ Ἀθήνῃσι τρυφητὰς φαυλοτάτους, οἵπερ τοὺς πόδας ἐνήλειφον μύρῳ ἰρίνῳ ἢ ῥοδίνῳ ἢ μεγαλλίῳ τῷ ἐν Ὀδυσσείᾳ ἡρμηνευμένῳ. καὶ ὅτι τὰ ὕστερον ἐπίτριπτα μύρα ἐκώλυον οἱ φρονοῦντες εὖ. Σόλων γοῦν οὐκ ἐπέτρεπεν ἀνδρὶ μυρεψικῆς τέχνης προΐστασθαι. καὶ ὅτι οἱ ὕστερον μύρον ἐφεῦρον, ὃ ἐκάλουν παιδέρωτα, ᾧ καὶ γυναῖκες ἐχρῶντο, καὶ ὅτι καὶ τὰ στήθη ἐμύρουν οἱ τότε, διότι αὐτόθι ἦν ἡ καρδία, ὥστε καὶ τὴν κεφαλὴν διὰ τὸ κατ' αὐτὴν τίμιον, καὶ ὅτι γυναικεῖον τὸ μυραλοιφεῖσθαι, ἄνδρας δέ, φασίν, Ὅμηρος οὔτε στεφανουμένους ἐν δαιτὶ ποιεῖ οὐδὲ μυρουμένους οὐδὲ θυμιῶντας. Λέγουσι δὲ καί, ὅτι μυρίζω μὲν οὐκ ἔλεγον οἱ πάλαι, μυρῶ δὲ μυρώσω, καὶ] ὅτι οἱ παλαιοὶ ἐλαιώδεσι μύροις ἐχρῶντο, ὡς αἱ ἱστορίαι δηλοῦσι σαφέστατα, ἐν αἷς καὶ παιδάριόν τι φέρεται τοιούτῳ μύρῳ περιχρισθὲν καὶ παιγνίου λόγῳ μικροῦ ἂν κατακαυθὲν ἐν τῷ φλόγα προσψαῦσαι αὐτοῦ κατὰ καιρὸν λούματος. Τοιοῦτον δή τι καὶ τὸ μυθικὸν τοῦτο τῆς Ἥρας ἄλειμμα, οὐχ' [604] ἁπλῶς ἔλαιον ὄν, ἀλλὰ κατὰ τὸν ποιητὴν τεθυωμένον.

(v. 172) Φησὶ γὰρ "τὸ ῥά οἱ", ἤγουν ὃ δὴ αὐτῇ, "τεθυωμένον ἦεν", ὡς ἄν τις εἴποι μεμυρωμένον ἢ μεμυρισμένον, ὡς ἀπὸ θύου τοῦ εὐώδους, οὗ μέμνηται καὶ ὁ Περιηγητής, ἢ παρὰ τὸ θύος, ὃ ἐν τῇ ἰῶτα ῥαψῳδίᾳ κεῖται. Ὅμηρος γὰρ μύρου χρῆσιν μὲν οἶδε, κλῆσιν δὲ ἀγνοεῖ, ὁποῖον τὸ βρένθειον καὶ ἡ ξίρις καὶ τὸ ἴρινον [καὶ τὸ ἀμαράκινον καὶ τὸ ῥόδινον καὶ τὸ ἢ μεγαλεῖον προπερισπωμένως κατὰ τοὺς πολλοὺς ἢ κατὰ τοὺς ἀκριβεστέρους μεγάλλιον προπαροξυτόνως ἐν δυσὶ λλ μετὰ παραλήγοντος ι, ἔτι δὲ καὶ τὸ κάλλος, ὡς ἐν τοῖς εἰς τὴν Ὀδυσσείαν περὶ ἀμφοτέρων εἴρηται, καὶ μὴν καὶ τὸ Αἰγύπτιον μύρον, τὸ καλούμενον μὲν μετώπιον, σκευαζόμενον δὲ κατὰ τὴν τοῦ Ἀθηναίου ἱστορίαν ἐξ ἐλαίου καὶ πικρῶν καρύων, σὺν τούτοις δὲ καὶ τὸ κινναμώμινον καὶ τὸ νάρδινον καὶ τὸ τήλινον καὶ τὸ σαμψύχινον, καὶ ἄλλα] ὅσα τοιαῦτα περιᾴδονται.

(v. 173 s.) Ἐν δὲ τῷ "τοῦ", φησίν, ἤγουν οὗ ἐλαίου, "καὶ κινυμένοιο Διὸς ποτὶ χαλκοβατὲς δῶ", περὶ οὗ ἤδη γέγραπται ἀλλαχοῦ, "ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετο ἀϋτμή" φανερῶς τὸ τοῦ ἀέρος δηλοῦται δίοσμον, ὥσπερ ἄλλως ἐν ἄλλοις τὸ διαφανὲς καὶ τὸ διηχές. τοῦτο δὲ καὶ ἐπὶ ἀνδρὶ ἀγαθῷ παρῳδηθήσεταί ποτε, οὗ ἡ κατ' ἀρετὴν νοερὰ εὐοδμία πάντα κόσμον πληροῖ. ἄλλως δὲ κοινότερον, καὶ μύρου αὐτὸ εὐγενοῦς ἐστιν ἔπαινος διϊκνουμένου ἐπὶ πολὺ ἐν τῷ ῥιπίζεσθαι. εἰ δὲ καὶ ῥοδόεντι χρίει τινά που ὁ ποιητὴς ἐλαίῳ, ἑτέρου ἐκεῖνο λόγου. [Ἰστέον [605] δὲ ὅτι τὸ εἰρημένον ἀνωτέρω εἰς ἔπαινον μύρου, ἤγουν τὸ "τοῦ καὶ κινυμένοιο" καὶ ἑξῆς, παρεκόλλησέ τις παρῳδήσας εἴτε καὶ αὐτολεξεὶ παραπλέξας ἐπὶ λοπάδι καλουμένῃ ῥοδουντία ἢ ῥοδωνία, ὡς γράφει Ἀθήναιος, ἐπεὶ ἀναπετασθεῖσα, φησί, πάνυ πολλὴν εὐωδίαν παρέσχε τῷ συμποσίῳ.]

(v. 175-186) Ἐνταῦθα δὲ λέγει ὁ ποιητὴς καί, ὅτι "τῷ ῥ' ἥ γε", ἤγουν τῷ τοιούτῳ δὴ αὕτη ἐλαίῳ, "χρόα καλὸν ἀλειψαμένη ἰδὲ χαίτας πεξαμένη", ὅ ἐστιν εὐθετίσασα, κτενίσασα ‑ κάλλους δὲ σχῆμα τὸ ἀλειψαμένη καὶ πεξαμένη ‑ , "χερσὶ πλοκάμους ἔπλεξε φαεινούς, καλούς, ἀμβροσίους, ἐκ κράατος ἀθανάτοιο. ἀμφὶ δ' ἂρ ἀμβρόσιον ἑανὸν ἕσατο, ὃν οἱ Ἀθήνη ἔξυσ' ἀσκήσασα, τίθει δ' ἐνὶ δαίδαλα πολλά· χρυσείῃς δ' ἐνετῇσι κατὰ στῆθος περονᾶτο. ζώσατο δὲ ζώνην ἑκατὸν θυσάνοις ἀραρυῖαν", ὅπερ που καὶ ἡ τῆς Ἀθηνᾶς ἔχει αἰγίς, "ἐν δ' ἄρα ἕρματα ἧκεν ἐϋτρήτοισι λοβοῖσι, τρίγληνα, μορόεντα, χάρις δ' ἀπελάμπετο πολλή. κρηδέμνῳ δ' ἐφύπερθεν καλύψατο, καλῷ, νηγατέῳ· λευκὸν δ' ἦν ἠέλιος ὥς. ποσσὶ δ' ὑπαὶ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα". Οὕτω κατὰ Διὸς ἐπιμελῶς ὁπλίζεται πανοπλίαν ταύτην περιθεμένη ἀσίδηρον, ἄμαχον. καὶ οὐδένα, ὡς οἱ παλαιοί φασι, γυναικεῖον κόσμον ἀφῆκεν ἀργόν, οὐ τὰ νίπτρα, οὐ τὸ περίεργον ἄλειμμα, οὐ τὴν ἐμπλοκήν, οὐ τὴν περιειργασμένην ἐσθῆτα, οὐ τὸν περὶ κεφαλὴν καὶ ὦτα καὶ πόδας καλλωπισμόν. ὕστερον δὲ προσάπτει τῷ τε φυσικῷ καὶ τῷ τεχνητῷ κάλλει καὶ ἄλλην μαγγανείαν ἐπαφρόδιτον τὴν τοῦ κεστοῦ, διδάσκων ὡς αἱ τῶν γυναικῶν ἡδοναὶ περιέργῳ τινὶ δυνάμει γίνονται τὰ πολλά, πρὸς ἣν δεῖ παρεσκευάσθαι τὸν ἔμφρονα. μία γάρ, φασί, τοῖς ἀσθενοῦσιν ὁδὸς τὸ ἡδονῇ περιγίνεσθαι τῶν μειζόνων. ἅμα δὲ καὶ διδάσκει ὁ ποιητής, ὅτι δυσχερὲς περιγενέσθαι τοῦ σοφοῦ μὴ πολλῇ καὶ τεχνικῇ τινι περιεργίᾳ. Ἐπεὶ δέ, φασί, τρία εἰσίν, οἷς περιγινόμεθά τινων, ἡ βία, ἡ πειθώ, καὶ ἡ ἀπάτη, ὁ Ζεὺς δὲ ἄμαχος ἦν διὰ τὴν ἰσχύν, πείθειν δὲ αὐτὸν οὐκ ἦν, οἷα καθάπαξ τὰ ὑπὲρ Ἀχιλλέως κατανεύσαντα, ἐπὶ τὴν ἀπάτην ἡ Ἥρα ἐξ ἀνάγκης ἀπεῖδε καὶ ἡδονῇ θηρᾶται τὸν Δία, δι' ἧς ὡς τὰ πολλὰ καὶ αὐτῆς τῶν μειζόνων οἱ ἀσθενεῖς περιγίνονται. Τοῦ δὲ χωρίου τούτου πολλὰ εἰς καλλωπισμὸν γυναικεῖον παρῳδηθήσεται καὶ παραπλακήσεται· Ὅρα δὲ ὡς ἐν οὕτω περιέργῳ καλλωπισμῷ οὐ κάτοπτρον ὁ ποιητὴς τῇ Ἥρᾳ δίδωσιν, ὡς Εὐριπίδης ταῖς Τρῳάσιν, οὐ κομμωτρίας, ὡς Ἡσίοδος τῇ Πανδώρᾳ, οὐδὲ θεραπαίνας τινὰς εἰσάγει, καθά που τῇ Κίρκῃ, ἀλλ' αὐτουργοῦσαν πλάττει [606] αὐτήν, ἥτις καὶ τοὺς πλοκάμους αὐτὴ ἔπλεξεν. Ὅρα δὲ καὶ ὅτι ποιητῶν ἄλλων γυμνὰς πλαττόντων, φασί, τὰς ὑπ' αὐτῶν ὡραϊζομένας πρὸς ἀπάτην, ὁ ποιητὴς ἄλλως ἐμφαίνει τὸν κόσμον καὶ τὸ κάλλος, καὶ λόγοις πλέον χρωμάτων αὐτὰ διατυποῖ, ἵνα μὴ γυμνώσας αὐτὴν εἰς αἰσχράν, φασί, ἐνάργειαν τὴν τῶν ἀκροατῶν διάνοιαν προκαλέσηται. καὶ οὕτω μὲν ὁ ποιητής. Ἄλλως δὲ οὐκ ἐν μόνοις πλάσμασι ποιητικοῖς ἐγυμνοῦντο γυναῖκες, ὡς ἂν ἡ ποίησις οὕτως ἐναγλαΐζηται τῇ συνήθει φραστικῇ, ἀλλὰ καὶ εἰς ἔθος παρὰ Δωριεῦσι τὸ πρᾶγμα παρείλκυστο. Αἴλιος γοῦν Διονύσιος δωριάζειν φησὶ τὸ παραφαίνειν καὶ παραγυμνοῦν πολύ τι τοῦ σώματος. αἱ γὰρ κατὰ Πελοπόννησον, φησί, κόραι διημέρευον ἄζωστοι καὶ ἀχίτωνες, ἱμάτιον μόνον ἐπὶ θατέρᾳ ἐπιπεπορπημέναι. Καὶ ὅρα ἐνταῦθα διαφορὰν χιτῶνος καὶ ἱματίου. Παυσανίας δὲ καὶ αὐτὸς δωριάζειν φησὶ τὸ παραγυμνοῦσθαι. Δωρικὸν γάρ, φησί, τὸ παραφαίνειν τὸ σῶμα διὰ τὸ μηδὲ ζώνας ἔχειν, τὸ πολὺ δὲ χιτῶνας φορεῖν, ἐν δὲ Σπάρτῃ καὶ τὰς κόρας γυμνὰς φαίνεσθαι. Καὶ ὅρα ὡς ὁ Διονύσιος μὲν ἀπέφησε τῶν Δωριάδων τὸ χιτωνοφορεῖν, Παυσανίας δὲ χιτῶνας φορεῖν αὐτὰς ἔφη, πλὴν οὐκ ἀεί, ἀλλ' ὡς ἐπὶ πολύ. Σημείωσαι δὲ καὶ ὅτι ὀρθῶς νῦν ὁ ποιητὴς ἐκτοπίζει τῆς Ἥρας τὴν παρθένον Ἀθηνᾶν ἐν τοῖς ἐρωτικοῖς, εἰ καὶ ἄλλως ἐν τοῖς ὑπὲρ τῶν Ἀχαιῶν εἴωθεν αὐτὴν προσεταιρίζεσθαι. ὅθεν ὁ τὰ Ἀργοναυτικὰ γράψας Ἀπολλώνιος οὐ καλῶς, φασί, τὴν Ἥραν περὶ τῆς Μηδείας ποιεῖ συσκεπτομένην τῇ Ἀθηνᾷ. καὶ τοιαῦτα μὲν καὶ ταῦτα.

(v. 171) Τὸ δὲ ἀλείψασθαι καιριωτάτη λέξις ἐπὶ ἐλαίου καὶ ἐλαιωδῶν, διὸ καὶ δεδίσσευται. [Λέγεται δὲ ἀλείφεσθαι καὶ τοῖχος κονίᾳ ἢ ἑτέρᾳ ὕλῃ. ὅθεν καὶ ὁ ἀλλαχοῦ δηλωθεὶς ἀλοιμός. Ἔστι δὲ καὶ γυμναστικὴ λέξις τὸ ἀλείφειν, ἐπεὶ καὶ οἱ γυμνικοὶ ἀγῶνες εἶχον ἔλαιον, ἐξ οὗ τινες ἠλαιοῦντο, εἰπεῖν κατὰ Πίνδαρον. καὶ τὸ τοιοῦτον ἀλείφειν παράγει τὸν διδασκαλικὸν ἀλείπτην, καὶ οὐ μόνον τὸν πάλαι ποτε ἀλείφοντα ἐλαίῳ τοὺς γυμνικοὺς μαθητάς, ἀλλὰ μεταφορικῶς καὶ τοὺς ὕστερον. Ἐκ τοῦ κατ' ἔλαιον δὲ ἀλείφειν καὶ τὸ ἀλείφαρ ἀλείφατος, ἐξ οὗ παρ' [607] Ἀθηναίῳ ἄρτος ἀλειφατίτης, ᾧπερ ἴσως καί τι πιμελῆς ἐγκαταμέμικται, καθὰ καὶ εἰς τοὺς λεγομένους τυρῶντας ἄρτους ἢ τυροῦντας τυρὸς ἐνέκειτο. χρῆσις δὲ τοιούτου ἄρτου παρ' Ἐπιχάρμῳ ἐν τῷ "ἄρτον κριβανίτην, σταιτίτην, ἐγκρίδα, ἀλειφατίτην". ἐν οἷς ὅρα ὅτι τε εἶδος ἄρτου καὶ ἡ ἐγκρίς, καὶ ὅτι οὐ μόνον κλίβανος διὰ τοῦ λ, ὡς καὶ παρ' Ἡροδότῳ, ἀλλὰ καὶ διὰ τοῦ ρω Ἀττικῶς, ὅθεν ὁ κριβανίτης.]

(v. 172) Δῆλον δὲ ὡς ἄλλο ἀμβροσία καὶ ἄλλο ἀμβρόσιον ἔλαιον.

(v. 175) Ὁ δὲ καλὸς χροῦς ἱμερόεις ἀνωτέρω εἴρηται, ῥηθείη δ' ἂν ἴσως καὶ λειριόεις ὁ αὐτός.

(v. 176) Τὸ δὲ πέκειν, ὡς καὶ προσεχῶς ἐδηλώθη, ἕτερόν ἐστι τοῦ πλέκειν. διὸ καὶ ὁ ποιητὴς διαστέλλων ἔφη· πεξαμένη ἔπλεξεν. ἐπὶ μέντοι προβάτων πέκειν τὸ κείρειν λέγεται, ὅθεν καὶ ὁ πόκος καὶ τὸ πέσκος, ὃ δηλοῖ τὸ πεκόμενον δέρμα, καὶ τὸ "τὸν Κριόν, ὡς ἐπέχθη", ὃ κεῖται παρὰ τῷ Κωμικῷ. Τὸ δὲ "πλοκάμους ἔπλεξε" παρονομασίαν ἐτυμολογικὴν καλοῦσιν οἱ παλαιοί, ὡς τῷ ὀνόματι συγκειμένου ῥήματος ἐτυμολογικῶς, ἀφ' οὗ παρωνόμασται. Τοιοῦτον κατωτέρω καὶ τὸ "ἀμφιέσατο ἑανόν". ὡς γὰρ ἀπὸ τοῦ πλέκειν ὁ πλόκαμος, οὕτως ἀπὸ τοῦ ἕσασθαι ὁ ἑανός, πέπλος ὢν καλὸς ἕσασθαι, ὅ ἐστιν ἐνδύσασθαι. ὅμοιον δ' ἐφεξῆς καὶ τὸ "ζώσατο δὲ ζώνην", ἀφ' ἧς καὶ γυνὴ εὔζωνος. Φαεινοὺς δὲ πλοκάμους ἔφη τοὺς ὑπερξανθίζοντας. δῆλον δ' ὡς ἐπὶ γυναικῶν ὁ πλόκαμος λέγεται, καθὰ καὶ ἐν Ὀδυσσείᾳ δηλοῦται. [Ἀπ' αὐτοῦ δὲ συγκοπέντος γίνεται οὐ πλογμός, κατὰ τὸ ἔοιγμεν, ὃ συνεκόπη ἐκ τοῦ ἐοίκαμεν, οὐδὲ κατὰ τὸ δόγμα τὸ ἐκ τοῦ δοκῶ, ἀλλὰ πλοχμός, οἷα τραπέντος τοῦ γ εἰς χι κατὰ τὸ ῥωγμός ῥωχμός, καὶ βρέγμα βρεχμός.] Οἱ δὲ φαεινοὶ αὐτίκα καὶ καλοί, ὅ ἐστιν ὡραῖοι, λέξις αὕτη καιρία ἐπὶ κάλλους. διὸ καὶ χρόα καλὸν ἔφη καὶ κρήδεμνον καλὸν καὶ καλὰ πέδιλα, ἐπιμείνας ἀναγκαίως τῇ λέξει. τοιοῦτον καὶ τὸ ἀμβρόσιος, ὡς πανταχοῦ φαίνεται, διὸ καὶ λίπα ἔλαιον ἀμβρόσιον ἐνταῦθά φησι καὶ πλοκάμους ἀμβροσίους καὶ ἑανὸν ἀμβρόσιον. εἴη δὲ ἂν καίριον ἐν τοῖς τοιούτοις ἀμβρόσιον εἰπεῖν μὴ μόνον τὸ θεῖον συνήθως, ἀλλὰ καὶ τὸ ἀνθηρόν. Ἀμβροσία γὰρ καὶ ἄνθος τι κατὰ [608] Παυσανίαν, ὃς λέγει καὶ ὅτι ἀμβροσία γένος τι συνθέσεως ἐξ ὕδατος ἀκραιφνοῦς καὶ μέλιτος καὶ ἐλαίου παγκαρπίας.

(v. 177) Τὸ δὲ "κράατος" σημειῶδές ἐστιν, οὗ πάντως ἡ γενικὴ τῶν πληθυντικῶν κραάτων, καὶ κατὰ συναίρεσιν ἐξ ἀνάγκης κράτων, ὥστε οὐκ ἀλόγως τὸ κράτων, ὅ ἐστι κεφαλῶν, βαρύνεται, ἀλλὰ εὐλογώτερον ἤπερ τὸ πάντων, δμώων, Τρώων καὶ τῶν λοιπῶν, ἃ σεσημείωται. οἷον δὲ τὸ τῆς τοιαύτης λέξεως γένος, οὐ πάντῃ εὔδηλον, τοσοῦτον δὲ μόνον δῆλον, ὅτι οὐ τεθήλυνται, ὡς ἔστι συμβαλέσθαι, ὡς καὶ ἐν Ὀδυσσείᾳ, ἐκ τοῦ "σῷ κράατι τίσεις", καὶ ἐν Τραχινίαις "μέσου κρατὸς διασπαρέντος".

(v. 178) Ὁ ἑανὸς δὲ παραγωγὴν ἔχει ἀπὸ τοῦ ἕω, τὸ ἐνδύομαι, ὁποίαν καὶ τὸ ἑδανόν, ὡς πρὸ βραχέων ἐρρέθη, ἀπὸ τοῦ ἥδω. ἐλλείπει δὲ ὁ πέπλος ἐν τῷ "ἑανὸν ἕσατο", καθὰ καὶ ἀλλαχοῦ ἐδηλώθη. Ἔστι δὲ ἡ λέξις αὕτη καὶ κασσιτέρῳ ἐπικειμένη, ὡς καὶ ἐν τοῖς ἑξῆς εὑρεθήσεται. λεχθήσεται γὰρ καὶ κασσίτερος ἑανός. φησὶ δέ τις ἐνταῦθα οὕτω· ἑανὸς κασσίτερος ὁ εὐδιάχυτος, καὶ ἐπιβόλαιον λιτόν, ποτὲ δὲ λεπτὸν ὕφασμα. Παυσανίας δέ, ὅτι ἑανὸς γυναικεία ἐσθὴς ποδήρης. Ἰστέον δὲ ὅτι, καθάπερ ὁ ἑανός, οὕτω καὶ τὸ ἔκκυκλον ἢ ἔγκυκλον, οὗ καὶ ὁ Κωμικὸς μέμνηται, γυναικεῖον ἦν ποτε φόρημα. Φησὶ γοῦν Παυσανίας ὅτι ἔγκυκλον περιπόρφυρον ἱμάτιον καὶ χιτὼν γυναικεῖος, ὃν ἔνδοθεν ἐνδύονται γυναῖκες, εἶτα τὸ ἔνδυμα. λέγεται δέ, φησίν, ὑπ' ἐνίων ἐπιγονατίς, διότι μέχρι γονάτων διήκει. Διαφέρει δὲ ἔγκυκλον ἐγκυκλήματος, ὅτι τὸ ἐγκύκλημα, ὃ καὶ ἐγκύκληθρον λέγεται, μηχάνημα ἦν ὑπότροχον, ὑφ' [609] οὗ ἐδείκνυτο τὰ ἐν τῇ σκευῇ ἢ σκηνῇ.

(v. 179) Τὸ δὲ "ἔξυσε" κατὰ τοὺς παλαιοὺς ἀντὶ τοῦ ἐκέρκισε. ξύουσι γάρ, φασί, τὴν κρόκην πρὸς τὸ πυκνωθῆναι, ἢ ἐλέανεν, ἀπὸ μεταφορᾶς τῶν ξύλων, ἢ ἔγναψε μετὰ τὸ ὑφῆναι. Ἀκόλουθον δὲ καὶ τὸ "ἀσκήσασα", ἧς δὴ λέξεως ἡ κίνησις Ὁμήρῳ συνήθης οὖσα σημαίνει μὲν ἐπιμέλειαν, ὡς δηλοῖ καὶ τὸ "ἤσκειν εἴρια" καὶ τὸ ἀσκητὸν νῆμα καὶ ὁ ἀσκητής. λαμβάνεται δὲ ἢ ἀπὸ τοῦ ἀκεῖσθαι, ὡς ἐν ἄλλοις ἐδηλώθη, ἢ ἀπὸ ἀσκοῦ, ὃς εἰ καὶ μὴ ξύεται πρὸς εὐχρηστίαν, ἀλλ' ἐν χρῷ κείρεται. Δαίδαλα δὲ ἀπὸ τοῦ δαιδάλεα συγκέκοπται, καὶ εἴρηται καὶ περὶ τούτου ἀλλαχοῦ. δῆλον δὲ ὅτι τὸ δαίδαλα πολλὰ ἔχειν ποικίλον ἀσκητὸν πέπλον σημαίνει. [Καὶ ὅτι ἐκ τοῦ Κρητὸς Δαιδάλου ἢ γυναικὸς Δαιδάλης αἱ τοιαῦται λέξεις εἰσί, καὶ ὅτι πλεονάζει καὶ ἐν τοῖς τοιούτοις τὸ δεύτερον δέλτα. ἐκ τοῦ δαίω γάρ, τὸ μανθάνω, καὶ ὁ Δαίδαλος καὶ τὰ κατ' αὐτόν.] Ὅρα δὲ τὸ πολλά, δι' οὗ ἐνέφηνεν ὁ ποιητὴς δύνασθαι μὲν εἰς πλέον καὶ νῦν πολυγραφῆσαι, ἀφιέναι δὲ τοῦτο, ἵνα μὴ ῥητορείαν ἐπιστοιβάσῃ φιλοτίμως ἄκαιρον.

(v. 180) Ἐνεταὶ δὲ περόνης εἶδος, χρησιμευούσης κατὰ τὸ ἰδιωτικῶς λεγόμενον τενάντιον. παρὰ τὸ ἐνίεσθαι, ὃ ἔστιν ἐμβάλλεσθαι, τῇ ἀντικειμένῃ ὀπῇ, ὥσπερ καὶ τὰ ἕρματα, ὡς ὁ ποιητὴς ἔφη, ἐνίενται εὐτρήτοις λοβοῖς. Καὶ ἔστι πως ἐτυμολογικὸν καὶ τὸ ἐνεταῖς ἐπερονᾶτο, ὡς εἰ ἔλεγε, περόναις ἐπερονᾶτο, ἢ ἐνεταῖς ἐνίετο. ταὐτὸν γὰρ κατὰ πολυωνυμίαν περόναι καὶ ἐνεταί.

(v. 181) Τοὺς δὲ θυσάνους γλῶσσα μέν τις σισύβους καλεῖ, ἡ δὲ κοινὴ κροσσούς, ἀφ' ὧν καὶ οἱ κροσσωτοί. Κρωσσὸς μέντοι διὰ τοῦ ω μεγάλου παρὰ Παυσανίᾳ κεράμειον, κρατὴρ ὕδατος, ὑδρία. Δῆλον δὲ ὡς κύκλῳ περὶ τὴν ζώνην ἀπῃώρηντο οἱ τοσοῦτοι θύσανοι, ὁποῖον δή τι καὶ μέχρι νῦν πολλαχοῦ γίνεται.

(v. 182) Ἕρματα δὲ τὰ τοῖς ὠτίοις ἐνειρόμενα κόσμια παρὰ τὸ ἐνείρεσθαι. δασύνεται δὲ ἡ λέξις ὁποίῳ [610] κανόνι καὶ τὰ τῶν νηῶν ἕρματα, ὧν ἡ ἐστερημένη ναῦς ἀνερμάτιστος λέγεται. Διονύσιος δὲ λέγει καὶ ὅτι ἕρμα λέγεται καὶ ἡ ἐν θαλάσσῃ πέτρα. Λοβοὶ δὲ τὰ τοῦ ὠτὸς ἄκρα, ἔνθα ἐνείρεται τὸ ἐνώτιον. διὸ καὶ ἐλλόβια λέγονται ἀπὸ τοῦ λοβοῦ, ὡς ἀπὸ τοῦ ὠτὸς ἐνώτια. γίνεται δὲ ὁ λοβὸς παρὰ τὴν λαβήν. εὐλαβῆ γάρ εἰσιν αὐτὰ δι' ἁπαλότητα. παρὰ δὲ τοῖς μεθ' Ὅμηρον καὶ μέρος ἥπατος ὁ λοβὸς καὶ ἀγγεῖόν τι ὀσπριοδόχον.

(v. 183) Τρίγληνα δὲ ἢ τὰ ἀξιοθέατα καὶ πολλῆς γλήνης ἄξια, ἤγουν θέας, ὅθεν καὶ τὸ "γλήνεα πολλὰ κεχάνδει", ἤγουν ἐχώρει, ἢ τὰ ἐκ τριῶν τινων ζῴων σύνθετα. οἱ δέ φασι τριόφθαλμα, ἃ οἱ Ἀττικοὶ τριόττια καὶ τριοττίδας καλοῦσιν. οἱ δέ τινες τριῶν ἔχοντα Χαρίτων ἐκτυπώματα. τοῦτο δὲ οὐ καλῶς. οὐ γὰρ οἶδε Χαρίτων ἀριθμὸν ὁ ποιητὴς κατὰ τοὺς ὕστερον. ἐνήγαγε δὲ τοὺς τοιούτους νοῆσαι οὕτως ἐπαχθὲν τὸ "χάρις δ' ἀπελάμπετο". Ἰστέον δὲ ὅτι καὶ οἱ ἀξιοθέατα εἰπόντες τὰ τρίγληνα καὶ οἱ τριόφθαλμα διὰ τὴν γλήνην οὕτως ἐνόησαν, δι' ἧς ὀφθαλμοῦ κόρη δηλοῦται, γινομένη κατὰ συγκοπὴν ἐκ τοῦ γαλήνη. Μορόεντα δὲ παρὰ τὸν μόρον, τὴν κακοπάθειαν, τὰ ἐκπεπονημένα, φασί, τῇ κατασκευῇ καὶ μεμεριμνημένα τῇ τέχνῃ. τὰς δὲ τοιαύτας λέξεις ἔστιν εὑρεῖν καὶ ἐν τοῖς ἑξῆς, κεῖνται δὲ καὶ ἐν Ὀδυσσείᾳ.

(v. 184) Τὸ δὲ κρήδεμνον κεφαλῆς ἦν, φασί, κάλυμμα, παρειμένον μέχρι τῶν ὤμων κατὰ τὸ λεγόμενον πέτασον, παρὰ τὸ κάρη καὶ τὸ δέμα πλεονασμῷ τοῦ ν. καὶ ὁ κεκρύφαλος δέ, φασί, κεφαλῆς ἦν δετὸς κόσμος, ὡς ἐν τοῖς μετὰ ταῦτα φανεῖται, ὁμοίως καὶ ἡ ἀναδέσμη.

(v. 185) Τὸ δὲ νηγάτεον τί δηλοῖ, καὶ ὅθεν γίνεται, ἐν τῇ βῆτα ῥαψῳδίᾳ εἴρηται. Τὸ δὲ "λευκὸν ἦν ἠέλιος ὥς" κόμμα ἐστὶν ἐπιφωνηματικόν, καθὰ καὶ τὸ "χάρις δ' ἀπελάμπετο πολλή". ἐσχημάτισται δὲ τὸ "λευκὸν δ' ἦν ὡς ἥλιος" διὰ ποικιλίαν. τὸ γὰρ ὀρθὸν ἦν εἰπεῖν καλῷ νηγατέῳ λευκῷ.

(v. 186) Λιπαροὺς δὲ πόδας εἰπεῖν ἀνδρωδέστερόν [611] ἐστιν. διὸ ἐν Ὀδυσσείᾳ ἐπὶ Ἀθηνᾶς ὡς θηλείας οὐχ' οὕτω κεῖται, ἀλλὰ "ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα". Τηλέμαχος δὲ ὑποδεῖται κατὰ τὴν ἐνταῦθα Ἥραν ποσὶν ὑπὸ λιπαροῖς πέδιλα καλά.

(v. 187) Ἐν τοῦτοις δὲ καὶ τὸ κοσμηθῆναι περιφράζων φησὶ "πάντα περὶ χροῒ θήκατο κόσμον", ὃν δὴ χρόα χροιήν πρὸ ὀλίγων ἔφη. [Ἔνθα ὅρα τὸ "πάντα κόσμον" σωφρόνως καὶ μετρίως ῥηθὲν περὶ μόνου τοῦ προκειμένου. ἄλλως γὰρ ἀμύθητος ταῖς περιέργοις γυναιξὶν ὁ κόσμος, οὗ μέρος καὶ τὸ ἐκ ψιμμυθίου περίπλασμα καὶ ἡ νόθος τῶν παρειῶν ἐρυθρότης καὶ ἡ μέλαινα στίμμις ἢ οὐδετέρως τὸ στίμμι καὶ αἱ τρίχες, ἃς ὁ ἥλιος ἐπιποιῶν οὐκέτι χρυσοκόμαν, ἀλλὰ ἡλιοκόμαν ποιεῖ τινα λόγῳ λευκότητος καὶ πολιὸν τρόπον ἄλλον. Ἔνθα καὶ ἔστιν εἰπεῖν ὡς πολιαὶ μὲν αἱ κατὰ φύσιν ἐπαινοῦνται παρά γε τοῖς συνετοῖς, εἰ καὶ οἱ Κωμικοὶ ἀστεϊζόμενοι ἀλφιτόχροτας καὶ τοιαῦτά τινα σκώπτουσι τοὺς πολιούς. καὶ θάλασσα δὲ πολιὰ ἔχει τι χαρίεν διὰ τὸν ἐν αὐτῇ γέροντα Νηρέα καὶ τὰς ἐκ γενετῆς μυθικὰς Γραίας, εἰ καὶ ἄλλως ἀφρὸς μυθικὸς τούτοις ἐπανθεῖ. Αἱ δὲ νεοτήσιαι πολιαί, ἅς, φασί, βάπτει παρὰ ταῖς ἑταιριζομέναις παρανομία φυσικοῦ κάλλους, πάνυ γελῶνται, ὡς δηλοῖ καὶ Εὔβουλος, γράψας οὕτω περί τινων γυναικῶν "οὐ περιπεπλασμέναι ψιμμυθίῳ, οὐδ' ὥσπερ ὑμεῖς συκαμίνῳ τὰς γνάθους κεχρισμέναι. κἂν ἐξίητε τοῦ θέρους, ἀπὸ μὲν τῶν ὀφθαλμῶν ὑδρορρόαι δύο ῥέουσι μέλανος, ἐκ δὲ τῶν γνάθων ἰδρὼς ἐπὶ τὸν τράχηλον ἄλοκα μιλτώδη ποιεῖ, ἐπὶ τῷ προσώπῳ δὲ τρίχες φορούμεναι εἴξασιν", ἤγουν ὁμοιοῦνται, "πολιαῖς, ἀνάπλεῳ ψιμμυθίου".]

(v. 190) Ὅτι γηραιοῦ προσώπου ἀπαιτοῦντός τι λόγος πρὸς νεώτερον τό· ἦ ῥά νύ μοί τι πίθοιο, φίλον τέκος, ὅττι κεν εἴπω", ἢ ἀρνήσαιο; τοῦτο δὴ τὸ τῆς Ἥρας πρὸς Ἀφροδίτην.

(v. 195 s.) [612] Τὸ μέντοι νέον ἐὰν ὑπακούῃ, ἐρεῖ τὸ τῆς Ἀφροδίτης "αὔδα ὅττι φρονέεις, τελέσαι δέ με θυμὸς ἄνωγεν, εἰ δύναμαι τελέσαι γε, καὶ εἰ τετελεσμένον ἐστίν". Ὅτι δὲ ὁ στίχος οὗτος ἔχει σχῆμα τὸ λεγόμενον ὑστερολογίαν ἢ πρωθύστερον, προδεδήλωται σαφῶς.

(v. 192) Κεῖται δ' ἐνταῦθα καὶ σχῆμα κατὰ τὸ ἀπὸ κοινοῦ καινότερον. ὀρθὸν μὲν γὰρ καὶ σαφὲς ἀπὸ κοινοῦ σχῆμα τὸ "οὔ ποτ' ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους", καὶ ὅσα τοιαῦτα. τὸ γὰρ προλαληθὲν ῥῆμα ὕστερον δεχόμεθα εὐκόλως ἐκ κοινοῦ. τὸ μέντοι "οὕνεκα ἐγὼ Δαναοῖσι, σὺ δὲ Τρώεσσιν ἀρήγεις" διάφορόν ἐστι τῇ ἐξαλλαγῇ, ὡς τοῦ ἀκροατοῦ καραδοκοῦντος, πότε ἂν τὸ κοινὸν ῥῆμα ἀποδοθῇ.

(v. 194) Ὅτι τὸ "πρέσβα θεά" ἐκ τοῦ πρέσβειρα συγκέκοπται.

(v. 198 s.) Ὅτι Ἀφροδίτη πάντας φιλότητι δαμάζει. Φησὶ γοῦν ἡ Ἥρα πρὸς αὐτήν· "δὸς νῦν μοι φιλότητα καὶ ἵμερον, ᾧ τε σὺ πάντας δαμνᾷ ἀθανάτους ἠδὲ θνητοὺς ἀνθρώπους". Τοῦτο δὲ λεχθείη ἂν παρά τινος καὶ πρὸς ἄνδρα δεινὸν εἰπεῖν, ἵνα δοκοίη λέγειν συμβολικῶς· δός μοι τὴν σὴν λογιότητα ἢ γλῶτταν ἢ τὴν ἐν λόγοις δεινότητα, κατά τινα ὁμοιότητα τοῦ "δός μοι ὤμοιϊν τὰ σὰ τεύχεα θωρηχθῆναι". Ἰστέον δὲ ὅτι ἡ πάντας ἱμέρῳ καὶ φιλότητι δαμάζουσα Ἀφροδίτη καὶ οὐ μόνον ἀνθρώπους ἀλλὰ καὶ ἀθανάτους, ὅ ἐστι θεούς, οἳ καὶ εἰς στοιχεῖα καὶ εἰς ἀστέρας μεταλαμβάνονται, ἡ τοίνυν τοιαύτη φιλοτήσιος καὶ ἐρωτικὴ Ἀφροδίτη, εἰς ἔφεσιν ἀλληγορεῖται, καθ' ἣν πάντα τοῦ εἶναι ἐφίεται. Φασὶ δὲ οἱ παλαιοὶ διαφορὰν φιλότητος καὶ ἱμέρου, ὅτι φιλότης μέν ἐστι τῶν παρόντων, ἵμερος δὲ τῶν ἀπόντων. οὐχ' Ὁμηρικῶς δὲ οὗτοι λέγουσι. καὶ γὰρ ὁ Ζεὺς ἐρεῖ προϊὼν ὡς γλυκὺς αὐτὸν ἵμερος αἱρεῖ Ἥρας τῆς παρούσης. ἔοικε δὲ μᾶλλον ἡ μὲν φιλότης τὴν ἁπλῶς φιλίαν σημαίνειν, καὶ ποτὲ μὲν τὴν ἐπαφρόδιτον, ὡς ἐνταῦθα, ποτὲ δὲ τὴν ἄλλως ὁμονοητικήν, ὡς τὸ "φιλότητα μετ' ἀμφοτέροισι βάλωμεν", ἤτοι τοῖς Τρωσὶ καὶ τοῖς Ἀχαιοῖς. ὅθεν καὶ νῦν ἔστιν ὅτε ἀντὶ [613] τοῦ εἰπεῖν ὦ φίλος ὦ φιλότης φαμέν, καὶ φιλοτήσιον κρατῆρα τὸν φιλικὸν λέγομεν. καὶ τοιαύτη μὲν ἡ φιλότης. Ἵμερος δὲ κυρίως ἐπὶ ἐρωτικῆς ἐπιθυμίας, διὸ καὶ δοκεῖ ἐγκεῖσθαι τῇ λέξει τὸ ἔρος Αἰολικόν, ὡς ἂν εἴη ἵμερος ἔρος ἐξ ἱμάντος ἀφροδισίου. Ὅτι δὲ καὶ ἐπὶ τῆς ἄλλως ἁπλῶς ἐπιθυμίας ὁ ἵμερος τάττεται, ἀλλοθέν τε δῆλον καὶ ἐκ τοῦ "εἰ δέ σε καὶ Πέρσας ἰδέειν ἵμερος αἱρεῖ". [Ἔστι δὲ παρ' Ἀθηναίῳ καὶ κύριον ὄνομα Ἵμερος, εἷς τῶν Σελευκέων τυράννων. ἴσως δὲ ἀνάλογον αὐτῷ καὶ ἡ ἡρωῒς Ἱμέρα, ᾗ ὁμώνυμος πόλις Σικελική.] Φιλότητα δὲ καὶ ἵμερον ἡ Ἥρα ζητεῖ τὰ ἐν τῷ ῥηθησομένῳ κεστῷ. αὐτὸν οὖν τὸν περιέχοντα ἐθέλουσα εἰπεῖν ἔφη τὰ ἐν ἐκείνῳ, ἵνα ᾖ δῆλον εἰς τί δέεται τοῦ κεστοῦ. Σημείωσαι δέ, ὅπως ἡ Ἥρα καὶ τὴν Ἀφροδίτην ἤπαφε, καὶ ταῦτα μήπω τὸν κεστὸν λαβοῦσα. δοκεῖ γὰρ ὁ κεστὸς ἐπὶ ἔρωτι μόνῳ ἀπατᾶν, ἡ δὲ λοιπὴ πολυειδὴς ἀπάτη καὶ δίχα κεστοῦ γίνεται. Ὅτι δὲ πρὸς τοῖς ἄλλοις καὶ ἀπάτην ἀνθρωποπαθῶς οἱ ποιητικοὶ θεοὶ πάσχουσι, πολλαχόθεν δῆλον. αἰτία δὲ μυθικὴ πιθανολογεῖται τῇ Ἥρᾳ πρὸς Ἀφροδίτην, ἐφ' οἷς τὸν κεστὸν ζητεῖ, τὸ ἐθέλειν δι' αὐτοῦ καταλλάξαι Ὠκεανὸν καὶ Τηθὺν ἀλλήλοις, οἳ ἐπὶ μακρὸν χολούμενοι ἀλλήλων ἀπέχονται εὐνῆς καὶ φιλότητος. εἰς ὃ δῆθεν συντελέσει ὁ κεστός, ἵμερον ἐμβαλὼν καὶ φιλότητα διὰ παραιφάσεως, περὶ ὧν μετ' ὀλίγα εἰρήσεται.

(v. 2004) Τὰ δὲ τοῦ πλάσματος [ἐν μέτρῳ] τοιαῦτα "εἶμι γάρ", φησίν, "ὀψομένη πολυφόρβου πείρατα γαίης, Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν, οἵ", φησίν, "ἐμὲ ἐν σφοῖσι", τουτέστιν ἰδίοις, "δόμοισιν ἐῢ τρέφον", ἤγουν εὖ ἔτρεφον, "ἠδ' ἀτίταλλον, δεξάμενοι Ῥείης, ὅτε τε Κρόνον Ζεὺς γαίης νέρθε καθεῖσε καὶ ἀτρυγέτοιο θαλάσσης".

(v. 205-207) Εἶτα κατὰ ἐπανάληψιν ἀναγκαίαν ὡς εὐοδοῦσαν εἰς τὰ ἑξῆς ἐπάγει "τοὺς εἶμ' ὀψομένη καί σφιν ἄκριτα νείκεα λύσω· ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ".

(v. 208-210) Λέγει δὲ καί, ὡς "εἰ κείνους ἐπέεσσι παραιπεπιθοῦσα φίλον κῆρ εἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι φιλότητι, αἰεὶ αὐτοῖς φίλη τε καὶ αἰδοίη καλεοίμην".

(v. 214-217) Ἐφ' οἷς καὶ πείθει τὴν φιλομειδῆ Ἀφροδίτην, καὶ "ἀπὸ στήθεσφιν ἐλύσατο" ἐκείνη "κεστὸν ἱμάντα, ποικίλον. ἔνθα δέ οἱ θελκτήρια πάντα τέτυκτο. ἔνθ' ἔνι μὲν φιλότης, ἐν δ' ἵμερος, ἐν δ' ὀαριστύς, πάρφασις, ἥ τ' ἔκλεψε νόον πύκα περ φρονεόντων".

(v. 218-221) Τὸν δὴ τοιοῦτον ἱμάντα [614] ἔμβαλε χερσὶ ταῖς τῆς Ἥρας, "ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε· τῆ", τουτέστι λάβε, δέξαι, "νῦν τοῦτον ἱμάντα, τεῷ δὲ ἐγκάτθεο κόλπῳ, ποικίλον, ᾧ ἔνι πάντα τετεύχαται, οὐδέ σέ φημι ἄπρηκτόν γε νέεσθαι, ὅ τι φρεσὶ σῇσι μενοινᾷς".

(v. 222 s.) Ὃ καὶ ἀκούσασα Ἥρα ἐγήθησε. "μειδήσασα δ' ἔπειτα μέσῳ", ἢ ἑῷ, "ἐγκάτθετο κόλπῳ" τὸν κεστόν. Γίνεται δὲ αὐτῇ τὸ γηθῆσαι καὶ μειδῆσαι οἷα εἰς φήμην αἰσίαν καί τινα ὄρνιν ἀγαθὸν δεξαμένῃ προαναφωνητικῶς τὸν τῆς Ἀφροδίτης λόγον. οὐ γὰρ εἶπεν, ὅτι φημί σε καταλλάξαι τὸν Ὠκεανὸν καὶ τὴν Τηθύν, ἀλλὰ πρᾶξαι πᾶν ὃ μενοινᾷς. δῆλον δὲ ὡς μενοινᾷ ἡ Ἥρα τὸ ἀπατῆσαι τὸν Δία ἐπ' ἀγαθῷ τῶν Ἀχαιῶν.

(v. 199) Ὅρα δὲ [ὅτι τε τὸ δαμνῶμαι δαμνᾷ, οἷον "ᾧ τε σὺ πάντας δαμνᾷ ἀθανάτους", ἤγουν δαμάζεις, πρωτότυπόν ἐστι τοῦ δάμνημι, ἀφ' οὗ τὸ δάμναται καὶ τὸ δάμνασθαι καὶ τὰ ὅμοια.]

(v. 200) Καὶ ὡς, εἰ καὶ ἀπείρονα γῆν ἐν ἄλλοις ἡ ποίησις λέγει, ἀλλ' ἐνταῦθα κατὰ λόγον ἕτερον, ὃς ἐν ἄλλοις ἐρρέθη, πέρατα γῆς οἶδε. Τὸ δὲ "εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης" καί τινα τῶν ἑξῆς ἐπὶ μακρᾶς τινος ἀποδημίας ῥηθήσεταί ποτε. Τὸ δὲ πολυφόρβου ἀκριβῶς ἐρρέθη. φορβῆς γὰρ ὡς ἐπὶ πολὺ ἐπὶ ἀλόγων κειμένης, ὀρθῶς πολύφορβος ἡ γῆ, οὐ μὴν πάμφορβος. εἰ μὴ ἄρα καταχρηστικῶς φορβὴ μὲν ἡ ἁπλῶς τροφή, πολύφορβος δὲ γῆ ὡς ἐκ μέρους ἡ πάντροφος, [εἴτ' οὖν παμβῶτις κατὰ τὸν Σοφοκλῆν. Ὅτι δὲ τὸ φέρβω, ἐξ οὗ ἡ φορβή καὶ ἡ πολύφορβος, ἐκ τοῦ φέρειν βίον γίνεται, καὶ ὅτι, ὥσπερ ἐκ τοῦ βόσκω βοσκάς βοσκάδος, ὄρνεον ἧττον, φασί, νήττης, οὕτω καὶ ἀπὸ τοῦ φέρβω φορβάς φορβάδος ἐπί τε ζῴων καὶ ἐπ' αὐτῆς δὲ γῆς, ὡς τὸ "φορβάδος ἔκ τε γᾶς ἑλεῖν", δῆλον ἐκ τῶν παλαιῶν. Τοῦ δὲ "πείρατα" χρῆσις καὶ ἐν τῷ "ὀλέθρου πείρατ' ἐφῆπται", ἤγουν ἐπιδέδεται, ἐξῆπται, ἵνα λέγῃ ὅτι δέδεσθε ὡσανεὶ τῷ ὀλέθρῳ, καθά φασιν οἱ παλαιοί. Εὐθεῖα δὲ ἑνικὴ [615] τοῦ πείρατα πεῖραρ ὡς φρέαρ, οὗ καὶ αὐτοῦ χρῆσις παρ' Ὁμήρῳ.]

(v. 201) Γένεσιν δὲ θεῶν καλεῖ τὸν Ὠκεανὸν διὰ τὸ ἐξ αὐτοῦ ἀλληγορουμένου εἰς τὸ στοιχειακὸν ὕδωρ δοκεῖν τὰ ἄλλα στοιχεῖα γίνεσθαι. τὸ γὰρ ὕδωρ ἀρχήν τινες πάντων ἔθεντο. Ἢ καὶ ἄλλως, διὰ τὸ τὴν ὑγρὰν οὐσίαν τῆς φυσικῆς γενέσεως αἰτίαν εἶναι, ὅπουγε, φασί, καὶ τὸ σπέρμα πνεῦμά ἐστιν ὑγρῷ συγκραθέν. διὸ καὶ τοὺς ποταμοὺς ὡς κουροτρόφους ἐτίμων οἱ παλαιοὶ καὶ ὡς συστατικοὺς γενέσεως, καθὰ καὶ ὁ ποιητὴς ἐν τοῖς περὶ Ἀχιλλέως ἐρεῖ. Τὸ δὲ "θεῶν" ἢ ἀντὶ τοῦ στοιχείων, ὡς ἀπὸ τῆς θέσεως, ἢ καὶ ἀστέρων ἀπὸ τοῦ θέειν, ἢ ἀντὶ τοῦ πάντων ὡς ἀπὸ μέρους. ἐν τοῖς ἑξῆς οὖν λέγει σαφέστερον "Ὠκεανοῦ, ὃς γένεσις πάντεσσι τέτυκται". οἷα δὲ τὰ τοῦ ὕδατος σεμνά, δηλοῦσι καὶ οἱ τοῦ Πινδάρου Ὑπομνηματισταὶ ἐν τῷ "ἄριστον μὲν ὕδωρ". Ἰστέον δὲ ὅτι ὥσπερ τὸν οὐρανὸν καὶ τὴν γῆν συνδυάζει ἀλλήλοις ὁ μῦθος, τὸν μὲν ὡς γόνιμον, τὴν δὲ ὡς ἐκεῖθεν τὰς τοῦ γεννᾶν αἰτίας ἔχουσαν διὰ τὴν ἐκ τῶν μετεώρων γόνιμον χορηγίαν. διὸ καὶ ὁ μὲν ἀρσενικῶς προβάλλεται τοῖς ὀνοματοθέταις, ἡ δὲ γῆ οἷα γυνὴ θηλυκῶς σχηματίζεται, ὃ δὴ νόημα καὶ εἰς βαρβάρους ἱκνεῖται κατὰ Ἡρόδοτον, εἰπόντα ὅτι Σκύθαι ἱλάσκονται Ἱστίαν μὲν μάλιστα, εἶτα Δία καὶ Γῆν, νομίζοντες τὴν Γῆν τοῦ Διὸς εἶναι γυναῖκα, ὃς δὴ Ζεὺς κατά τινας, ὡς καὶ προδεδήλωται, καὶ εἰς οὐρανὸν ἀλληγορεῖται. Ὥσπερ οὖν, καθὰ ἐρρέθη, τὸν Δία οὐρανὸν καὶ τὴν γῆν συνευνάζει ὁ μῦθος, οὕτω καὶ τὸν Ὠκεανόν, τὴν ὑγρὰν δηλαδὴ φύσιν, καὶ τὴν Τηθύν, ὅ ἐστι τὴν κοινὴν τροφὸν γῆν, εἰς μίαν ἀλλήλοις ἄγει συζυγίαν διὰ τὴν αὐτὴν αἰτίαν. δι' ὑγρότητος γὰρ ἡ γονιμότης ἐκκαλεῖται τῆς γῆς. ὅθεν καὶ αὐτοί, ὁ μὲν εἰς ἄρρεν, ἡ δὲ ὡς εἰς θῆλυ ἐσχημάτισται. [Ἐνταῦθα δὲ καίριον μνησθῆναι καί, ὡς Εὐριπίδης ἀλληγορῶν τὸ τοῦ οὐρανοῦ καὶ τῆς γῆς συνοικέσιόν φησιν "ἐρᾷ δ' ὁ σεμνὸς Οὐρανὸς πληρούμενος ὄμβρου πεσεῖν εἰς Γαῖαν Ἀφροδίτης ὕπο. ὅταν δὲ συμμιχθῆτον ἐς ταὐτὸν οἱ δύο, φύουσιν ἡμῖν πάντα, δι' ὧν βρότειον ζῇ τε καὶ θάλλει γένος". [616] Καί τις Αἰσχύλος, οὐχ' ὁ ἐξ Ἀθηνῶν, ἀλλ' Ἀλεξανδρεύς, ὡς ἡ κατὰ τὸν Ἀθήναιον ἱστορία δηλοῖ, φησίν "ἐρᾷ μὲν ἁγνὸς οὐρανὸς τρῶσαι χθόνα, ἔρως δὲ γαῖαν λαμβάνει γάμου τυχεῖν· ὄμβρος δ' ἀπ' εὐνάοντος οὐρανοῦ πεσὼν ἔκυσε γαῖαν, ἡ δὲ τίκτεται βροτοῖς μήλων τε βοσκὰς καὶ βίον Δημήτρεον". Ἔτι ἰστέον καὶ ὅτι, καθὰ τὸν οὐρανὸν τῇ γῇ, καὶ τὸν Ὠκεανὸν τῇ Τηθύϊ,] οὕτω πως καὶ τὸν αἰθέρα Δία ὁ μῦθος τῇ Ἥρᾳ, εἴτ' οὖν τῷ ἀέρι, ὡς γυναικὶ ἄνδρα συζεύγνυσιν, ἵνα οὕτω ζωογόνος ὁ ἀὴρ μᾶλλον γίνοιτο. Ἔτι δὲ πρὸς τούτοις, ὥσπερ οὐρανὸς κατὰ τὴν ἔνδοσιν τοῦ γονίμου τῇ γῇ συναπτόμενος, ὅμως κατὰ τὸ ἄνω καὶ κάτω διΐσταται εἰσαεί, καὶ αὖ πάλιν, καθάπερ Ἥρα καὶ Ζεύς, ἀὴρ δηλαδὴ καὶ αἰθήρ, κατὰ τὴν ποιότητα τῆς θερμότητος συζευγνύμενοι καθ' ἑτέραν ποιότητα διασπῶσι τὸ φίλιον καὶ ἀλλήλων διΐστανται, κατὰ τὴν ὑγρότητα δηλαδή, ἣν ὁ ἀὴρ ἔχει, καὶ κατὰ ξηρότητα, ἣ συνουσίωται τῷ πυρί, οὕτω καὶ ἡ ἀλληγορουμένη Τηθὺς αὕτη καὶ ὁ Ὠκεανὸς κατὰ μὲν ψυχρότητα συνδυάζονται ὡς οἷα ἐν ἀνθρωπίνῃ τινὶ συζυγίᾳ, καθότι δὲ ξηρὰ μὲν ἡ γῆ, ὑγρὸν δὲ τὸ ὕδωρ, διΐστανται καὶ ἐχθρὰ νοοῦσιν ἀλλήλοις, μῖσος ὥσπερ αἰώνιον τοῦτο φυλάσσοντες. Εἰ δὲ ὑπισχνεῖται νῦν ἡ Ἥρα, καθὰ καὶ αὐτῷ ἐρεῖ τῷ Διΐ, συμβιβάσαι καὶ εἰς ἓν συνάψαι αὐτοὺς καὶ εἰς φιλίαν συναγαγεῖν, ὄμβροις τυχὸν ἄνωθεν ἐξ ἀέρος πεμπομένοις ἢ τοιούτοις τισί, δι' ὧν ἡ ξηρότης τέγγεται, ὡς ἂν ὥσπερ τῷ ψυχρῷ, οὕτω δὴ καὶ τῷ ὑγρῷ τὴν εἰσαεὶ ἕνωσιν ἔχοιεν ἡ Τηθὺς καὶ ὁ Ὠκεανός, ἀλλ' ἐν τοῖς, ὡς εἰκός, λόγοις μόνοις αὐτῇ τὰ τῆς ὑποσχέσεως κεῖται. τὸ γὰρ αἰώνιον ἐναντίωμα τῶν στοιχείων οὐκ ἔστι λυθῆναι ὑγρότητι καιρικῇ. εἰ γὰρ καὶ ὑγραίνεται ἡ γῆ δρόσοις ἢ πλημύραις ἢ ὄμβρων ἐπικλύσεσιν εἴτε καὶ ὑπογείων ὑδάτων ἀναχύσεσιν, ἀλλὰ τοῦτο οὔτε ἀεὶ συμπίπτει καὶ οὐδ' ἐπὶ πᾶσαν τὴν γῆν. διὸ καὶ ὁ ποιητὴς ταῦτα εἰδὼς ἐνδοιάζουσαν τὴν Ἥραν ποιεῖ καὶ μέγα οἰομένην, ἐὰν ἐκείνους πείσασα φιλότητι ὁμωθῆναι ποιήσῃ, τουτέστιν ὁμοῦ γενέσθαι καὶ ὅμοια φρονῆσαι τήν τε Τηθὺν καὶ τὸν Ὡκεανόν. καὶ οὐδὲ ἐγχειροῦσαν αὐτὴν πλάττει διὰ ταῦτα τῷ πράγματι, ἀλλ' ἀποκωλυομένην τοῦ τοιούτου ἔργου ὑπὸ τοῦ Διός. καὶ οὕτω μὲν καὶ ταῦτα.

(v. 202) Τὸ δὲ τὴν Ἥραν ἐν δόμοις ὑπὸ Ὠκεανοῦ καὶ Τηθύος ἐκτραφῆναι [617] τὰς ἐκεῖθεν αἰνίττεται ἀναθυμιάσεις, αἳ καὶ αὐταὶ συμβάλλονταί τι τῷ ἀέρι, γεννηθέντι μὲν καθάπαξ ὑπὸ τῆς Ῥέας, ἤγουν ὑπὸ τῆς ἀρχεγόνου ὕλης, τῆς φερωνύμως ῥευστῆς, συγκροτουμένῳ δὲ ὡς ἑκάστοτε καὶ οἷον τρεφομένῳ ταῖς τοιαύταις ἀναθυμιάσεσι. διὸ καὶ τροφεῖα ὥσπερ ἡ Ἥρα ὀφείλει τῷ Ὠκεανῷ καὶ τῇ Τηθύϊ, καὶ διὰ τοῦτο θέλει ἀνταποδοῦναι χάριτας διὰ τοῦ ποιῆσαι ὁμωθῆναι αὐτούς, τουτέστιν ὁμοῦ, ὡς εἴρηται, γενέσθαι καὶ ἑνωθῆναι, ἐκ τοῦ ὁμῶ ὁμώσω ῥήματος. ὅπερ οἱ παλαιοὶ ἀποδεχόμενοί φασιν, ὡς οὐκ ἄν τις εἴποι τὴν ἕνωσιν καιριώτερον ἐν λέξει μιᾷ. ἐν ἄλλοις δὲ τοῦτο περιφράζων ὁ ποιητής φησι "καὶ ὁμὸν λέχος εἰσαναβαίνειν." [Ἐνταῦθα δ' ἔστιν εἰπεῖν, ὅτι τὸ ἐπὶ ὅρκου λεγόμενον ὀμῶ ὀμόσω πρὸς διαστολὴν τοῦ ἐνταῦθα, ὡς εἴρηται, κειμένου τῷ ο μικρῷ παραλήγεται.]

(v. 201) Τὸ δὲ Ὠκεανὸν λέγεσθαι ἀπὸ τοῦ ὠκέως νάειν, ὥσπερ καὶ Ῥέαν, τὴν δ' αὐτὴν καὶ Ῥείην, ἀπὸ τοῦ ῥέειν, καθωμίληται. Τηθὺς δὲ γίνεται ἀπὸ τοῦ τήθη, ὃ δηλοῖ τὴν τροφόν. ἡ δὲ τήθη ἢ παρὰ τὸ στῆθος, ἀφ' οὗ τὸ βρέφος τρέφεται, οἱονεὶ στήθη τις οὖσα, ἢ παρὰ τὸ τῆ, ὃ δηλοῖ τὸ λάβε, ὡς πρὸ ὀλίγου ἐγράφη, καὶ τὸ θῶ, τὸ θηλάζω, κατὰ τοὺς παλαιούς, οἱονεὶ ἡ λέγουσα τῷ βρέφει "λάβε θήλασον".

(v. 202) Τὸ δὲ "εὔτρεφον ἠδ' ἀτίταλλον" δοκοῦσι τὸν αὐτὸν νοῦν ἔχειν, ἵνα ᾖ εὐτρέφεσθαι τὸ μὴ τάλανα εἶναι, οὗ δηλωτικὸν ὥσπερ τὸ ἀτάλλειν, οὕτω καὶ τὸ ἀτιτάλλειν ἐστίν, ὡς πολλαχοῦ φαίνεται. Καὶ ἄλλως δέ, τὸ εὐτρέφειν διαφέρει τοῦ ἁπλῶς τρέφειν, καθότι τοῦτο καὶ δίδαξιν ἔχει ἐσθλοῦ κατὰ τὴν τραγῳδίαν. [Θέμα δὲ ἐντελὲς τοῦ εὔτρεφον τὸ εὐτρέφω, ὅμοιον ὂν τῷ εὐλογῶ καὶ τοῖς ὁμοίοις, βαρυτόνοις τε καὶ περισπωμένοις.]

(v. 203) Ἡ δὲ Ῥείη ἀναλογίαν ἔχει πρὸς τὴν παρὰ τῷ Ἡσιόδῳ Θείαν. ὡς γὰρ Θέα Θείη ἐν Θεογονίᾳ, οὕτω καὶ Ῥέα Ῥείη. Περὶ δὲ Κρόνου, καὶ ὡς ἐταρταρώθη καὶ τί ταῦτα κατὰ ἀλληγορίαν δηλοῖ, ἐν τοῖς ἐφεξῆς ῥηθήσεται, ὅπου καὶ περὶ Τιτάνων.

(v. 204) Τὸ δὲ "καθεῖσεν" ἀπὸ τοῦ ἕω εἷον, τὸ κάθημαι, τροχαϊσθὲν φυλάσσει τὸν τόνον, ὡς [618] καὶ τὸ ἀνῷγε πρὸ βραχέων καὶ τὰ ὅμοια. [Καὶ εἶχε μὲν εἰπεῖν κάθισσε διὰ τοῦ ἰῶτα, ὡς ἐκ τοῦ καθίζω καθίσω, ἔδοξε δὲ αὐτῷ μὴ οὕτω γράψαι ἀλλ' ἑτέρως.]

(v. 205) Ἄκριτα δὲ νείκεα, ἐφ' οἷς οὐχ' εὕρηται κριτής. καὶ εἴη ἂν ἐντεῦθεν καὶ ἀκριτόμυθος, ὁ μὴ δεόντως κρίνων ἃ μυθεῖται. Τὸ δὲ "λύσω" δηλοῖ μὲν τὸ διακρινῶ, ἐμφαίνει δέ, ὅτι ὡς οἷα πεπεδημένοι ὄντες οἱ νείκεα ἔχοντες δέονται τοῦ λύεσθαι.

(v. 206) Τὸ δὲ "ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται" καὶ ἑξῆς λεχθήσεταί ποτε καὶ ἁπλῶς ἐπὶ συνεύνων διχονοούντων. Ἔνθα ὅρα τὸ "δηρὸν χρόνον" ἀκεραίως ἐκφωνηθέν. ὅτε δέ γε μόνον δηρόν εἴπῃ, ἐλλείπει ὁ χρόνος ἐκεῖ. ἄλλως δὲ καὶ πρὸς διαστολὴν ἐρρέθη τοῦ ἁπλῶς χρόνου, ὃς καὶ ἐπὶ ὀλίγου λαμβάνεται, ὡς δηλοῖ ἐν τῇ βῆτα ῥαψῳδίᾳ τὸ "μείνατ' ἐπὶ χρόνον". φαίνεται γὰρ ἐκεῖ χρόνον τὸν ὀλίγον λέγειν.

(v. 207) Ἐν δὲ τῷ "χόλος ἔμπεσε θυμῷ" κότον ὁ χόλος δηλοῖ. οὐ γὰρ ἁπλῶς χόλος ἐκείνοις ἦν ὁ ἐπὶ τοσοῦτον, ἀλλ' ὁ πολυετὴς χόλος καὶ τὴν μῆνιν ὑπεραναβὰς ἤδη πάντως κότος ἐστίν, ὃν ὑπεμφαίνει καὶ τὸ ἔμπεσε. εἰ γὰρ ταὐτόν τι τὸ πεσεῖν τῷ κεῖσθαι, εἴη ἂν καὶ ὁ ἐμπεσὼν χόλος κότος ὡς ἐγκείμενος. καὶ ἄλλως δέ, τὸ ἐμπεσεῖν, ὃ πολεμικὴ λέξις ἐστί, πολέμιον τὸν χόλον εἶναι δηλοῖ τοῖς πάσχουσιν. ὅθεν καὶ θυμομαχεῖν τινες λέγονται.

(v. 208) Τὸ δὲ "ἐπέεσσι παραιπεπιθοῦσα" ἑρμηνεία ἐστὶ τῆς ἐν τῷ κεστῷ πειστικῆς παραιφάσεως.

(v. 209) Τὸ δὲ "εἰς εὐνὴν ἀνέσαι" ἀντὶ τοῦ ἀναπεῖσαι ἢ ἀναβιβάσαι, ἀναθεῖναι, κατὰ τὸ "ἐς δίφρον δ' ἀνέσαντες ἄγον". Τὸ δὲ "ὁμωθῆναι φιλότητι" διαστέλλει τοῦ πρὸς ἔριν τινὰς καὶ μάχην ὁμόσε γενέσθαι.

(v. 210) Τὸ δὲ "φίλη καὶ αἰδοίη", γνησιώτερον πάντως τοῦ "αἰδοῖός τε δεινός τε". Ὅρα δὲ καὶ ὅτι τὸ "καλεοίμην" ἐνταῦθα συστέλλει τὴν ἄρχουσαν ἐν τῷ "φίλη τε καὶ αἰδοίη καλεοίμην", καθὰ καὶ τὸ καλός ἀεὶ ἐκτείνεται παρ' Ὁμήρῳ. τὸ μέντοι κακός συστέλλει τὴν παραλήγουσαν. Δῆλον δὲ ὅτι καὶ συστέλλεταί ποτε τὸ καλεοίμην. Ἐνταῦθα δὲ κεῖται καὶ βιωτικὸν νόημα τὸ χρῆναι τὰς τῶν μεγάλων γυναῖκας τιμᾶσθαι.

(v. 212 s.) Φησὶ γὰρ ἡ Ἀφροδίτη πρὸς τὴν Ἥραν, ὡς "οὐκ ἔστ' οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι· Ζηνὸς γὰρ τοῦ ἀρίστου ἐν ἀγκοίνῃσιν ἰαύεις", ὃ περίφρασίς ἐστι τοῦ Διὸς γυνὴ εἶ. Ἔνθα τὸ "οὐδὲ ἔοικε" πάνυ ἀκριβῶς κεῖται. εἰ γὰρ καὶ [619] ἔστιν ἀρνήσασθαι, ἀλλ' ὅμως οὐ πρέπει. [Τὸ δὲ "Ζηνὸς τοῦ ἀρίστου" ἄκραν ὑπεροχὴν δηλοῖ διὰ τοῦ ἄρθρου, καὶ πλέον ἤπερ τὸ "ἀνὴρ ὤριστος", ἤγουν ὁ ἄριστος. οὐ γὰρ πρόσκειταί τις γενική, οἷον τοῦ ἀρίστου τῶνδέ τινων ἢ τοῦ ἀρίστου θεοῦ, ἀλλὰ ἁπλῶς οὕτω κατ' ἐξοχὴν ὑπερβάλλουσαν. Τὸ δὲ ἐν ἀγκοίναις ἰαύειν, ἤγουν χρονίζειν, διατρίβειν, μυστικὴ δήλωσίς ἐστι σχέσεως ἀνδρὸς πρὸς γυναῖκα, καθὰ καὶ τὸ "ἀγκὰς ἔμαρπτεν ἣν παράκοιτιν". ἐκ τοῦ ἀγκών δὲ ἀγκῶνος γίνεται ἡ ἀγκοίνη, ὡς καὶ ἐκ τοῦ θῶ ἡ θοίνη.]

(v. 214) Κεστὸς δὲ οὐ κλῆσις, ἀλλ' ἐπιθετόν ἐστι τοῦ ἱμάντος τῆς Ἀφροδίτης. διὸ καὶ ὁ ποιητὴς ὁμοῦ παραθεὶς κεστὸν ἱμάντα φησί. μετ' ὀλίγα δὲ κατὰ μόνας ἱμάντα ἐν τῷ "τῆ τοῦτον ἱμάντα". Εἰ δὲ κρατεῖ τὸ ἐπίθετον κατὰ μόνας ὡς ἐπὶ πολύ, ὥστε κεστοῦ λεχθέντος μὴ ἐξ ἀνάγκης συνεκφωνεῖσθαι αὐτῷ τὸν ἱμάντα, τοῦτο καὶ ἐπὶ ἄλλων γίνεται. οὕτω γὰρ καὶ ἡ διπλόη ἐπιτεθεῖσα τῇ χλαίνῃ τὸ ἐκείνης ἀφήρπασε νόημα, καὶ τὸ ξυστὸν τῷ δόρατι ἐπικείμενον ὅμως λαμβάνεταί ποτε αὐτὸ μόνον ἁπλῶς ἐπὶ δόρατος. ὁμοίως καὶ ὁ ἑανὸς ἀντὶ πέπλου, καὶ ὁ βροτὸς τὸ ἐπίθετον ἀντὶ ἀνθρώπου, οὗ ἐστιν ἐπίθετον, καὶ ὁ ἀήτης ἀνέμου ὢν ἀήτης, ὡς δεδήλωται, ἀντὶ τοῦ ἁπλῶς ἀνέμου λαμβάνεται. μυρία δὲ καὶ ἄλλα τοιαῦτα, ἐν οἷς εἶναι καὶ ἡ ἡμέρα δοκεῖ. φαίνεται γὰρ ἐκ τοῦ ἥμερος θηλυκὸν εἶναι ἡ ἡμέρα, ὁμοίως τῷ φοβερός φοβερά, καὶ μάκαρος μάκαιρα, πίερος πίειρα καὶ τοῖς τοιούτοις, ἵνα ᾖ τὸ τέλειον ἡμέρα, ὅ ἐστι πραεῖα φαῦσις, ἢ ἡμέρα κατάστασις ἀέρος, ὅπερ ἡ νὺξ μὴ ἔχουσα δειδία λέγεται διὰ τὸ φοβερὸν καὶ μὴ ἥμερον. Ἐτυμολογεῖται δὲ ὁ κεστὸς παρὰ τὸ κένσαι, ὅ ἐστι κεντῆσαι. ὅτι δὲ ὁ κεστὸς ἱμάντος ἐστὶν ἐπίθετον, δῆλον μὲν καὶ ἐκ τῶν προσεχῶς εἰρημένων, δηλοῦται δὲ καὶ ἐν τῇ γ΄ ῥαψῳδίᾳ, ἔνθα ἡ τοῦ Πάριδος περικεφαλαία πολύκεστον ἱμάντα ἔχει, ὃς εἶχεν ἐκεῖνον ἑλκόμενον. [Ἱμάντος δὲ κίνησις [620] πολλή. ἱμάσσειν τε γὰρ ἐξ αὐτοῦ, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, καὶ ἱμονία καὶ ἱμᾶσθαι καὶ ἀνιμᾶσθαι, καὶ σύνθετον ὁ ἱμαντελιγμός, ὃ ἦν παιδιᾶς τινος εἶδος, ἤγουν διπλοῦ ἱμάντος σκολιά τις εἴλησις, ὥς φασιν οἱ παλαιοί.]

(v. 215) Τοῦ δὲ "ποικίλον" ἐφερμηνευτικὸν εὐθύς τὸ "θελκτήρια πάντα", ὧν ἕνεκεν ποικίλος ἦν ὁ κεστός, φιλότητα ἔχων καὶ ἵμερον καὶ πάρφασιν καὶ δι' αὐτὰ πολύκεστος ὢν καὶ αὐτός. Τὸ δὲ "θελκτήρια" κατὰ Ὁμηρικὸν ἔθος ἀντὶ τοῦ ἐκστατικὰ λογισμοῦ κατὰ πολλὴν ἡδονήν, οὐ μὴν κατὰ φόβον ἢ ἄλλο τι πάθος. τοιοῦτον γάρ τι τὸ ποιητικῶς θέλγεσθαι, ὡς προεδηλώθη. Περὶ δὲ φιλότητος καὶ ἱμέρου ἱκανῶς πρὸ βραχέων δεδήλωται.

(v. 216 s.) Τὸ δὲ "ὀαριστὺς πάρφασις" οἱ μὲν ἐν ἀσυνδέτῳ σχήματι δύο νοοῦσι πράγματα, ἰδίᾳ μὲν ὀαριστύν, ὅ ἐστιν ὁμιλίαν ‑ ὀαρίζειν γὰρ τὸ ὁμιλεῖν, ὥς που προγέγραπται ‑ , ἰδίᾳ δὲ πάρφασιν, τουτέστι πειθὼ τὴν ἐξ ὁμιλίας. Ἕτεροι δὲ τὸ μὲν ἓν ὡς κύριον, τὸ δὲ ἕτερον λαμβάνουσιν ὡς ἐπίθετον, καὶ τοῦτο, ὅπως ἂν καὶ θέλοι τις. ἢ γὰρ ὀαριστὺς παραιφατικὴ ἢ παραίφασις ὀαριστική, τουτέστιν ὁμιλητική. Τὸ δὲ "ἔνθ' ἔνι μὲν φιλότης, ἐν δ' ἵμερος" σαφηνίζει ταὐτὸν εἶναι τὸ ἔνι καὶ τὸ εν δίκην προθέσεως. [Δῆλον δὲ αὐτὸ καὶ ἐκ τοῦ "ᾧ ἔνι πάντα τετεύχαται", ἤγουν ἐν ᾧ.] Τὸ δὲ "ἐν δ' ἵμερος, ἐν δ' ὀαριστύς" σχῆμα κάλλους ἐπαναφορικόν, καθά που καὶ τὸ "ἐν δ' ἔρις, ἐν δὲ κυδοιμός, ἐν δ' ὀλοὴ κήρ", [καὶ παρὰ τοῖς μεθ' Ὅμηρον τὸ "ἐν μὲν γὰρ θαλίης ἐρατὸν μέρος ἀγλαΐης τε, ἐν δὲ χοροιτυπίης, ἐν δ' ἱμερτῆς φιλότητος". Ὃ δὲ οὕτω γράψας οἴνῳ παρακολουθεῖν λέγει τὰ τοιαῦτα, ὃν ἐκεῖνος καὶ ὄναρ ἐσθλόν φησιν ἀλεξίκακον πάσῃ συνοπηδὸν ἀνίῃ, ὡς εἶναι τὸν οἶνον ἀλεξιφάρμακον πάσης ἀνίας.]

(v. 217) Τὸ δὲ "ἔκλεψε νόον πύκα περ φρονεόντων" ὑποδηλοῖ [μὲν τὴν ῥηθεῖσαν πάρφασιν τὴν αὐτὴν εἶναι, ὡς καὶ προελέχθη, παραλογισμῷ, δι' ἧς ἂν ἀπάφοιτο τὸν Δία ἡ Ἥρα. Ἔστι δὲ παιδευτικὸν τοῦ δεῖν φυλάττεσθαι τὰς τοιαύτας ὁμιλίας. προπαρεσκεύασται δὲ [621] καὶ εἰς λύσιν ἀποριῶν ἄλλων τε καὶ τούτων, πῶς ποτε ὁ τηλικοῦτος Ζεὺς ἠπάτηται, πῶς δὲ οὐκ εἰς δέον ἐρᾷ, πῶς δὲ οὐκ εἶδε τὸν ὕπνον ἐν τοῖς ἑξῆς, ὃς αὐτὸν ἀνακλίνει ἀμφιχυθεὶς νήδυμος. ἢ δῆλον ὅτι τὸν νοῦν τῇ κατὰ τὸν κεστὸν ὀαριστύϊ παρφάσει κλαπεὶς οὐδὲν τοιοῦτον συνεῖδεν. Ὅρα δὲ ὡς Ἥρα μὲν ἁπλῶς οὕτω φιλότητα καὶ ἵμερον ἐξ Ἀφροδίτης ἐζήτησε τὰ κατὰ μῦθον ἰνδάλματα, Ὅμηρος δὲ καὶ τὸ αὐτοῖς ὑποκείμενον ἡρμήνευσε, τὸν κεστὸν ἱμάντα, καὶ πλεῖον δέ τι ἐδήλωσεν αὐτὸν ἔχειν, ὅπερ ἦν ἡ ὀαριστὺς πάρφασις. Σημείωσαι δὲ καί, ὅτι τινὲς μὲν τὰ κατὰ τὸν ῥηθέντα κεστὸν ἱμάντα γοργότατα συμβιβάσαντες αἴνιγμά φασιν αὐτὸν εἶναι τοῦ πληγῶν καὶ ἱμάντων ἄξια τοὺς φαύλως ἐρῶντας πάσχειν, οἱ δὲ καὶ πραγματικῶς νοοῦσιν, ὡς τοιούτου πάλαι ποτὲ ὄντος μαγγανεύματος εἰς ἔρωτα, ὁποῖος ὁ διαγραφόμενος οὗτος κεστός, ὃν καὶ παρήγγελλον, φασίν, οἱ διδόντες μὴ ὁρᾶσθαι, ἀλλ' ὑπὸ κόλπῳ φέρεσθαι, καθάπερ Ἀφροδίτη παραγγέλλει τῇ Ἥρᾳ, ἵνα μή, φασί, τῇ ὄψει ἀλλοιῶνται τὰ μαγγανεύματα. Ἔχει δέ τις καὶ οὕτω καταστῆσαι τὸν μῦθον ἐξ Ὁμήρου λαβὼν ἀφορμάς. ἰστέον γὰρ ὡς αὐτὸς ὁ ποιητὴς φθάσας εἰπεῖν "εἴ πως ἱμείραιτο ᾗ χροιῇ παραδραθεῖν", οὐ πάνυ ἀσαφῶς ὑπῃνίξατο τὰ κατὰ τὸν κεστόν. τίνος γὰρ ἄλλου ἵμερος ἢ χροιᾶς καὶ τῆς ἐπιπολῆς τοῦ χροὸς φαντασίας καὶ τῆς προπιπτούσης εὐχροίας, ἣν ἡ τῆς ὥρας ἄνθη προβέβληται τοῖς διακόνοις ὀφθαλμοῖς; οἷς ἑλκόμενός ποτε καὶ ὁ δεσπότης νοῦς συγκατασπᾶται καὶ φαύλοις ἐφεπόμενος ὁδηγοῖς ῥέμβεται καὶ αὐτός. Τὸ τοίνυν τοῦ ἱμάντος τούτου πολύκεστον τὸ φύσει πολύτρητον τῆς τοῦ σώματος ἐπιφανείας παραλαλεῖ καὶ πολύπορον, ἢ καὶ ἄλλως, τὸ τῶν ἐρώτων πολύτροπον καὶ ποικίλον. φέρει δ' αὐτὸ ἐν στήθεσι μὲν Ἀφροδίτη, Ἥρα δὲ ὑπὸ κόλπῳ, διότι καλυπτέον τὸ πάθος τοῦ ἔρωτος καὶ ἐγκαλυπτέον ἐπ' αὐτῷ, ἢ καὶ διότι τῶν ἐρώτων οἱ ἀγαθοί, φασί, διὰ γονὴν γίνονται παίδων, οἳ παῖδες ταῖς τικτούσαις ὑπὸ κόλπῳ τε τρέφονται καὶ μαζόθεν. Ἀλληγόρηται δὲ καὶ ἄλλως οὐ πρὸ πολλῶν ὁ τοιοῦτος κεστός, ἔνθα καὶ τὰ περὶ Διὸς καὶ Ἥρας εἰς φιλόσοφον θεωρίαν ἀνήγοντο. Κἀκεῖνα δὲ ῥητέον, ὅτι τε οὐ θαυμαστέον εἰ τοιοῦτον ἔχουσα κεστὸν ἡ μυθικὴ Ἀφροδίτη περιεγένετο Ἥρας καὶ Ἀθηνᾶς ἐν τῇ τοῦ Πάριδος κρίσει. ἐπηγάγετο γὰρ [622] ἂν πάντως τὸν κριτὴν ὡς μὴ ὀρθῶς δικάσαι, ἀλλὰ δεκάσαι τὰς ψήφους δι' ἔρωτα. καὶ ὅτι ὁ ῥηθεὶς κεστὸς φορούμενος οὐ μόνον τὸ φοροῦν πρόσωπον ἐποίει ἐράσμιον, ὡς ἐνταῦθα τῷ Διῒ τὴν Ἥραν, ἀλλὰ καὶ ἑτέροις ἀπὸ τοῦ φοροῦντος ἐνεποίει ἔρωτας. οὕτω γὰρ καὶ ἡ Ἥρα Ὠκεανὸν καὶ Τηθὺν εἰς φιλίαν συναγαγεῖν διὰ τοῦ κεστοῦ θαρρεῖ, ὁ δ' αὐτὸς καὶ τῷ Ἀλεξάνδρῳ καὶ τῇ Ἑλένῃ ἐνέθετο ἂν ἀλλήλων φιλότητα.

(v. 219) Τὸ δὲ "τῆ", ὅ ἐστι λάβε, "νῦν τοῦτον τὸν ἱμάντα", συμφωνεῖ τῷ τῆς Ἥρας λόγῳ. κἀκείνη γὰρ ἀπὸ μέρους λαλοῦσα "νῦν δός μοι", ἔφη, "φιλότητα καὶ ἵμερον", ὡς μὴ τῆς δόσεως διηνεκοῦς ἐσομένης κατὰ λόγον δωρεᾶς, ἀλλὰ πρός τινα βραχὺν καιρόν. Προστακτικὸν δὲ εἶναι συζυγίας δευτέρας τῶν περισπωμένων σαφῶς ἀποφαίνονται οἱ παλαιοὶ τουτὶ τὸ "τῆ", φάμενοι ὡς ἔστι ῥῆμα τάω τῶ, ὡς ζάω ζῶ, καὶ καθὰ ἔζαον ἔζων, οὗ τρίτον ἔζη καὶ προστακτικὸν ζῆ, οὕτω καὶ ἔταον ἔτων, οὗ ἔτη τὸ τρίτον καὶ τῆ τὸ προστακτικόν. οἱ δ' αὐτοὶ προφέρουσι καὶ χρήσεις πολλὰς τοῦ ζῆ, ὅ ἐστι ζῆθι, καὶ μάλιστα ἐκ τῶν Εὐριπίδου. Τὸ δὲ τοιοῦτον τάω τῶ καὶ τὸν αἴτην παράγει κατά τινας, ὡς ἀπὸ τοῦ α ἐπιτατικοῦ καὶ τοῦ τῶ, τὸ λαμβάνω.

(v. 219) Κόλπον δέ φησι τὸ ἐν τῷ στήθει πτύγμα τοῦ πέπλου, ἐν ᾧ ἔδει θεῖναι κεστόν.

(v. 218) Ἐν τούτοις δὲ ὅρα καὶ τὸ "ἔκ τ' ὀνόμαζεν", ὡς ἀναντιρρήτως οὐ δηλοῖ οὐδ' ἐνταῦθα τὸ ἐξ ὀνόματος ἐκάλει, οὐδ' ὅλως γὰρ ἢ Ἥραν ἤ τι τῶν αὐτῆς ἐπιθέτων ἡ Ἀφροδίτη λαλεῖ, ἀλλ' ἔστι ταὐτὸν τῷ "εἶπε", διὸ καὶ παράκειται τὸ ἔφατο. Φησὶ γὰρ "ἔφατ' ἔκ τ' ὀνόμαζεν", ἅπερ, ὡς καὶ προδεδήλωται, ἐκ παραλλήλου δηλοῦσι τὸ διεξοδικῶς ἐλάλησεν. [Εἰ δὲ μετ' ὀλίγα ἐν τῷ ἡ Ἥρα "ἔπος ἔφατ' ἔκ τ' ὀνόμαζεν, Ὕπνε ἄναξ" δοκεῖ τὸ ἐξονομάζειν εἶναι ἀντὶ τοῦ ἐξ ὀνόματος ἐκάλεσεν, εἰποῦσα ὀνομαστὶ τὸ "ὦ Ὕπνε", ἀλλὰ καὶ ἐκεῖ οὐκ ἀπεοίκασι τὸ ἔφατο καὶ τὸ ἐξονόμαζεν. οὐ γὰρ ἁπλῶς ὠνόμηνε κλητικῶς ἡ Ἥρα τὸν Ὕπνον, ἀλλὰ τὸ μὲν Ὕπνε διὰ τὴν τῆς προσλαλιᾶς φύσιν προέθετο, τὸ δὲ πᾶν αὐτῆς φάσθαι καὶ ἐξονομάσαι ἐστίν, ἤγουν εἰς πλάτος ὁμιλῆσαι ἃ θέλει.]

(v. 220) Ὅρα δὲ καὶ τὴν συντομίαν τοῦ "ᾧ ἔνι πάντα τετεύχαται", ὅπερ ἐστὶν ἐπιτομὴ τοῦ "ἔνθ' ἔνι μὲν φιλότης" [623] καὶ τοῦ ἑξῆς τῶν δύο στίχων. καὶ ἔστιν ὅμοιον τῷ "τὰ δ' ἀθρόα πάντα τετύχθω" ἐν Ὀδυσσείᾳ. Δῆλον δ' ὅτι τοῦ "πάντα τετεύχαται" ἐντελέστερον ἦν ἀνωτέρω τὸ "θελκτήρια πάντα τέτυκτο", καὶ ὅτι ταὐτὸν θέμα τῷ τέτυκτο καὶ τῷ τετεύχατο. τὸ τεύχω γάρ.

(v. 220 s.) Τὸ δὲ "οὐδέ σέ φημι ἄπρηκτόν γε νέεσθαι, ὅ τι φρεσὶ σαῖς μενοινᾶς" ῥηθήσεταί ποτε πρὸς τὸν τευξόμενον οὗπερ αἱρεῖται, ὥσπερ πρὸς τὸν τοιαῦτα ζητοῦντα, ἐφ' οἷς οὐκ ἔστι μὴ εἰσακουσθῆναι, καλὸν ῥηθῆναι τὸ "οὐκ ἔστιν οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι", ὅπερ δύο κεφαλαίων ἐστὶν ἐνδεικτικόν, τοῦ μὲν δυνατοῦ ἐν τῷ "οὐκ ἔστι", τοῦ δὲ πρέποντος ἐν τῷ "οὐδὲ ἔοικε", διὰ τὸ τοῦ προσώπου δηλαδὴ ἔνδοξον. Ἐνταῦθα δὲ καὶ συλλογισμὸς κεῖται διὰ τοῦ ἐπαγαγεῖν "Ζηνὸς γὰρ τοῦ ἀρίστου ἐν ἀγκοίνῃσιν ἰαύεις". μονονουχὶ γάρ φησιν, ὅτι σὺ γυνὴ τοῦ ἀρίστου, ταῖς δὲ τῶν ἀρίστων ὑπακουστέον, σοὶ ἄρα ὑπακουστέον. Ὅτι δὲ ἡ Ἥρα χαίρει ἀκούσασα, ὡς οὐκ ἄπρακτος παλιννοστήσει ὡς οἷα κληδόνι τῷ λόγῳ πιστεύσασα, καθά που καὶ Ὀδυσσεὺς ἐν Ὀδυσσείᾳ καὶ Τηλέμαχος χαίρουσι φήμης τινὸς ἀκούσαντες καὶ κληδονισάμενοι, προσεχῶς που καὶ αὐτὸ εἴρηται.

(v. 225-230) Ὅτι ἐν τῷ "Ἥρη δ' ἀΐξασα λίπε ῥίον Οὐλύμποιο, Πιερίην δ' ἐπιβᾶσα καὶ Ἠμαθίην ἐρατεινὴν σεύατο", ἤγουν ὥρμησεν, "ἐφ' ἱπποπόλων Θρῃκῶν ὄρεα νιφόεντα, ἀκροτάτας κορυφάς, οὐδὲ χθόνα μάρπτε ποδοῖϊν. ἐξ Ἄθοω δ' ἐπὶ πόντον ἐβήσατο κυμαίνοντα, Λῆμνον δ' εἰσαφίκανε πόλιν θείοιο Θόαντος". Ἐν τούτοις γοῦν καθεξῆς ὀνομάζει τὰς χώρας καὶ εὐτάκτως τῇ περιηγήσει χωρεῖ, καὶ οὐχ', ὡς ἐν τῷ Καταλόγῳ, συγχέει τὰς τάξεις τῶν τόπων. καὶ ἐν Ὀδυσσείᾳ δέ, ὅπου Φηρὰς εἶπε καὶ Ἤλιδα καὶ Ἐπειοὺς καὶ νήσους θοάς, τοὺς τόπους ὡς ἔχουσι τάξεως ἐκτίθεται.

(v. 226) Πιερίαν δὲ οἱ μὲν ἀκρώρειάν τινα εἶπον Ὀλύμπου, οἱ δὲ χώραν ἀπὸ νύμφης ὁμωνύμου, ἢ ἀπὸ Πίερος υἱοῦ Ἐλευθῆρος, οἱ δὲ πόλιν. Τὸ δὲ "Πιερίην ἐπιβᾶσα" ἢ ἀναστροφὴν ἔχει, ἵνα ᾖ "ἐπὶ Πιερίαν βᾶσα", ἢ ἀρχαϊκῶς αἰτιατικῇ συντέτακται. Ἠμαθία δὲ ἡ Μακεδονία ἀπὸ Ἀμάθου τινός. Φασὶ δὲ οἱ παλαιοὶ καί, ὅτι Μακεδὼν ὁ τοῦ Διός, ἀφ' οὗ Μακεδονία ἡ χώρα, παῖδας ἴσχει δύο, Ἄμαθον καὶ Πίερα, ἀφ' ὧν Ἠμαθία καὶ Πιερία πόλεις ἐν Μακεδονίᾳ.

(v. 227) Ἱπποπόλους δὲ καὶ ἐνταῦθα τοὺς Θρᾷκας ὡς ἱππικοὺς καὶ μαχίμους φησίν, καὶ ἡ τραγῳδία δὲ φιλίππους λέγει αὐτούς, μαρτυροῦσα καὶ τῷ "νιφόεντα ὄρη", ὁποῖα καὶ τὰ κατὰ τὸν Αἷμον, ἐν τῷ χιονώδη τὴν Θρᾴκην εἰπεῖν.

(v. 228) Τὸ δὲ "ἀκροτάτας κορυφάς" [624] διὰ σαφήνειάν τε κεῖται, ἵνα δῆλον εἴη, ποῦ μυθικῶς περιεπάτει τῶν ὀρέων, καὶ πρὸς πιθανότητα δὲ τάχους. οὕτω γὰρ ἂν διὰ τὸ τοῦ καιροῦ κατεπεῖγον ἡ Ἥρα ταχὺ κινοῖτο, μὴ περὶ φάραγγας ὀρέων καὶ λαγόνας τρίβουσα χρόνον, μήτ' ἄλλως περιοδεύουσα. διὸ καὶ ἐπάγει, ὡς οὐ χθόνα ἔμαρπτε ποσίν, ἤγουν οὐχ' ἥπτετο γῆς, ἀλλ' ἀπὸ κορυφῆς εἶχεν αὐτὴν ἑτέρα κορυφή. πρέπει δὲ τὸ τοιοῦτον ὕψος τῇ Ἥρᾳ διά τε τὸ χρῆναι οὕτω σεμνότερον αὐτὴν κινεῖσθαι, θεὰν οὖσαν κατὰ τὸν μῦθον, καὶ ὅτι ἀὴρ οὖσα κατὰ ἀλληγορίαν ὑπεραίρεσθαι τῶν ὀρέων καὶ οὐ κάτω διατρίβειν ἐθέλει κατὰ τὸν παρ' ἡμῖν λιμνάζοντα. Μάρπτειν δὲ εἰ καὶ νῦν ἐπὶ ἁφῆς τῆς διὰ ποδῶν, ἀλλ' ὡς ἐπὶ πολὺ ἐπὶ χειρῶν, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, ὅθεν καὶ εὐμάρεια κατὰ τοὺς παλαιοὺς ἡ εὐχέρεια, ἡ ῥᾳστώνη. Ἴωνες δὲ τὸ περί τινα τῶν ἀναγκαίων τῷ σώματι ἐκκρίσεων ἀσχοληθῆναι, οἷον οὐρῆσαι, φασίν, ἢ ἀποπατῆσαι, εὐχέρειαν ἐκάλουν.

(v. 229) Ἄθως δὲ τὸ ὄρος ἀπὸ Ἄθω Γίγαντος, ᾧ Ποσειδῶν, φασί, τὸ ὄρος ἐπέθετο. τοῦτο δὲ Ξέρξης διώρυξέ ποτε καταπλήττων τοὺς Ἕλληνας. τριακοσίους δέ, φασί, σταδίους Λήμνου ἀπέχων ὁ Ἄθως ὅμως σκιάζει αὐτήν. ὅθεν καὶ παροιμία "Ἄθως σκιάζει νῶτα Λημνίας βοός". [Δόξειε δ' ἂν τεθῆναι ἡ παροιμία ἐπὶ τῶν ἐχόντων καὶ πόρρωθεν ἐφικνεῖσθαι ἢ καθικνεῖσθαι τῶν ταπεινοτέρων δι' ὑπεροχήν τινα, ἐπεὶ καὶ ὁ Ἄθως ὑψηλότατος ὢν εἶχεν ἐν καιρῷ περὶ δείλην σκιὰν ἀποτελεῖν ἱκνουμένην ἕως καὶ εἰς ἄγαλμα Λημνίας βοός.] Διοκλῆ δέ φασι, τὸν Ῥηγῖνον ἀρχιτέκτονα, ἐπαγγείλασθαι Ἀλεξάνδρῳ διαγλύψαι τὸν Ἄθω τοῦτον καὶ κατασκευάσαι ἀνδριάντα αὐτοῦ, θατέρᾳ μὲν χειρὶ μυρίανδρον πόλιν κατέχοντα, θατέρᾳ δὲ ποταμὸν προϊέμενον, ὡς δοκεῖν τοῖς παραπλέουσιν ὅτι σπένδει. Τὸ δὲ "Ἄθοω" προπαροξύνουσιν οἱ παλαιοί, τὸν φυσικὸν τόνον φυλάσσοντες. γέγονε γὰρ ἐκ τοῦ Ἄθω, πλεονάσαντος ἐν τῇ παραληγούσῃ τοῦ ο μικροῦ, ὡς καὶ ἐν τῷ φῶς φόως, καὶ Κῶς ἡ νῆσος, Κόως, οἷον "Κόων εὖ ναιομένην". [Καὶ ἔστι πως Ἀττικὴ καὶ ἡ τοῦ Ἄθοω [625] προπαροξυτόνησις. Ἀθηναῖοι γὰρ ἐν πολλοῖς ὀκνοῦσι μετατιθέναι ὑποβιβαστικῶς τὰς τῶν εὐθειῶν ὀξείας. ἐν γοῦν τῷ πόλεως ὄφεως σινήπεως οὐκ ἐταπείνωσεν ἡ μακροκαταληξία τῆς γενικῆς τὴν προπαροξυτόνησιν.]

(v. 230) Ἐν δὲ τῷ "Λῆμνον πόλιν Θόαντος" ὅλον μὲν ἡ Λῆμνος, μέρος δὲ ἡ Μύριννα πόλις Θόαντος, προσληφθέντος κἀνταῦθα τοῦ μέρους τῷ ὅλῳ, καθὰ εἴωθε γράφειν ὁ ποιητής, τῶν μερικῶν μὲν πρὸς ἱστορίαν δεόμενος, τὰ ὅλα δὲ προστιθεὶς διὰ σαφεστέραν γνωριμότητα. οὕτω καὶ μετ' ὀλίγα ἐν τῷ "Ἴδην ἵκοντο Λεκτόν", ὅλον μὲν ἡ Ἴδη, μέρος δὲ τὸ Λεκτόν, ὡς καὶ τὸ Γάργαρον. Ὅτι δὲ δύο πόλεις Λήμνου Ἡφαιστιὰς καὶ Μύριννα, δῆλόν ἐστιν.

(v. 231) Ὅτι ἐν Λήμνῳ ἡ Ἥρα τὸν Ὕπνον εὗρεν, ὡς μέν τινές φασι τυχαίως. διὸ καὶ ἀνύσας τὸ τῆς Ἥρας ἀξιώμα οὐκ ἐπάνεισιν εἰς Λῆμνον, ὅπερ ἐχρῆν, εἴπερ ἦν ἐκεῖσε οἰκῶν, ἀλλ' ᾤχετο ἐπὶ κλυτὰ φῦλα ἀνθρώπων, ὅπου δηλαδὴ καὶ πρὶν ἀπιόντι συνήντησεν ἡ Ἥρα. Οἱ δέ τινες γλαφυρώτερον ἐπιβάλλοντές φασιν ἀστείως τοῦτο πλάττειν τὸν ποιητὴν διὰ τὸ φιλοίνους εἶναι δοκεῖν τοὺς Λημνίους, ὡς ἀπογόνους Θόαντος, υἱοῦ Διονύσου. διὸ καὶ Εὔνηος εἰς Τροίαν οἶνον ἐκ Λήμνου πέμπει, καὶ τὰ Λήμνια δὲ κακὰ τοῖς ἐκεῖ παροιμιάζεται, οἳ κοιμώμενοι ἀνῃρέθησαν ὑπὸ γυναικῶν, οἴνου, ὡς εἰκός, προεμφορηθέντες. καὶ οἱ Ἀχαιοὶ δὲ ἐν Λήμνῳ πίνοντες κρατῆρας ἐπιστεφέας κατεκαυχῶντο Τρώων. συμπατριῶται γοῦν οἷον οἶνος καὶ ὕπνος. Ἄλλοι δέ φασι διὰ Φιλοκτήτην ἐκεῖ διατρίβειν τὸν Ὕπνον, ὡς ἂν παύῃ τὰς ὀδύνας κατακλίνων τὸν ἥρωα. Καλεῖ δ' αὐτὸν Ὅμηρος καὶ κασίγνητον Θανάτου, εἰπὼν "ἐνθ' Ὕπνῳ ξύμβλητο", ἤγουν συνήντησεν ἡ Ἥρα δηλαδή, "κασιγνήτῳ Θανάτοιο", ἐπεὶ ἀμφότεροι ἀναπαύουσι καὶ ἀπρακτεῖν ποιοῦσιν, εἰ καὶ ὁ μὲν χωρίζει ψυχήν, ὁ δὲ συστέλλει, καὶ ὁ μὲν παντελής ἐστι στέρησις αἰσθήσεως καὶ τανηλεγὴς κατὰ τὸν ποιητήν, ὁ δὲ ἀφαίρεσις αὐτῆς καιρική. οὐδὲ γὰρ αἰσθάνεται κατ' ἐνέργειαν ὁ κοιμώμενος. Φησὶ δὲ καὶ ὁ κωμικὸς Μνησίμαχος "Ὕπνος τὰ μικρὰ τοῦ θανάτου μυστήρια", ἐξ Ἀττικοῦ ἔθους λαβὼν ἐκεῖνος τὸν νοῦν, παρ' οἷς οὐ μεγάλα μόνον ἀλλὰ καὶ [626] μικρὰ ἦσαν μυστήρια, εὑρημένα ἐπὶ τῷ Ἡρακλεῖ.

(v. 233) Ὅτι ἐν τῷ "Ὕπνε, ἄναξ πάντων τε θεῶν πάντων τ' ἀνθρώπων" ‑ Ἥρα δὲ τὸν Ὕπνον οὕτω προσφωνεῖ ‑ τρόπον τινὰ οὕτω πως Ὅμηρος, ὃ ἔφη, συνάγει· ὁ ὕπνος ἐν νυκτί· ἡ νύξ, ὡς μετ' ὀλίγα ἐρεῖ, πάντων δμήτειρα· τὸ δὲ δαμάζειν ταὐτόν πώς ἐστι τῷ ἀνάσσειν· ὁ τοίνυν Ὕπνος ἄναξ πάντων. διὸ καὶ Σοφοκλῆς ἐν Αἴαντι παγκρατῆ ὡς οἷα παμβασιλέα τὸν ὕπνον καλεῖ. Ἰστέον δὲ ὡς ἐνταῦθα νῦν προσωπικῶς ῥηθὲν τὸ "Ὕπνε" καὶ ἑξῆς, οὐκ ἔχει γλυκύτητα, ὅτι μὴ κατὰ μόνον τὸ μυθικόν, παρὰ δὲ Σοφοκλεῖ πάνυ γλυκὺ τὸ "Ὕπν' ὀδύνας ἀδαής, Ὕπνε δ' ἀλγέων". ὡς λογικὸν γὰρ τὸν ὕπνον παρακαλεῖ τις ἐκεῖ ἐπὶ τὸν Φιλοκτήτην.

(v. 234 s.) Ὅτι πρὸς τὸν ἦν ὅτε εὐεργετήσαντα καὶ νῦν δὲ εἰς ὅμοια δυσωπούμενον οἰκεῖον εἰπεῖν τὸ "ἦ μὲν δή ποτε ἐμεῦ ἔπος ἔκλυες ἦδ' ἔτι καὶ νῦν πείθεο· ἐγὼ δέ κέ τοι εἰδέω χάριν ἤματα πάντα". [Ἔνθα ὅρα τὸ "εἰδέω" ῥῆμα, ἶσον μὲν ὂν τῷ εἰδῶ, ὡς δοκεῖν ἔχειν πλεονασμὸν τοῦ ε κατὰ τὸ ἐρῶ ἐρέω, μάλιστα δὲ θέμα ὂν ὡς τὸ ποιέω, οὗ κρᾶμα τὸ εἰδῶ, ἀφ' οὗ τὸ "ὄφρ' εὖ εἰδῇς", καὶ "ὄφρ' εὖ εἰδῇ". τοῦ τοιούτου δὲ εἰδῶ μέλλων εἰδήσω, παρακείμενος εἴδηκα, ὅθεν εἰδηκώς μετοχή, καὶ ἐν συγκοπῇ εἰδώς. ἐκ δὲ τοῦ ἐκεῖθεν παθητικοῦ παρακειμένου εἰδήμων καὶ εἴδησις.] Τὸ δὲ "ἦ μέν" γράφεται καὶ "εἰ μὲν δή ποτε", ὃ καὶ κρεῖττον. Καὶ ὅρα, ὡς πάντοτε δεῖ χαρίτων μεμνῆσθαι καὶ μηδέποτε αὐτῶν ἐκλανθάνεσθαι. ὡς ὅ γε λανθανόμενος ἀκούσοι ἄν, ὡς οὐκ εὐγενής ἐστιν, εἴγε ἀπορρεῖ αὐτοῦ μνῆστις εὖ πεπονθότος. διὸ καὶ ὁπλοτέρας προϊὼν ἐρεῖ τὰς Χάριτας, ὡς ὀφειλούσας νεάζειν ἀεί. Ἐν τούτοις δὲ ἐπιδεξίως ἡ Ἥρα ὑπομιμνήσκει μὲν τὸν Ὕπνον, ὡς ἤδη ποτὲ ἔκλυεν αὐτῆς, καὶ προκαλεῖται πάλιν εἰς ὑπακοήν, σιωπᾷ δὲ τὰ συμβάντα τότε τῷ Ὕπνῳ, ἵνα μὴ [627] αὐτὸς πτοηθεὶς ἀπόσχηται τοῦ ἔργου. τί μέντοι ὁ Ὕπνος ἐρεῖ καὶ τί ποτε ἔπαθε, μετ' ὀλίγα εἰρήσεται.

(v. 236 s.) Ὅτι ἡ τῆς Ἥρας πρὸς τὸν Ὕπνον ἀξίωσις αὕτη "κοίμησόν μοι Ζηνὸς ὑπ' ὀφρύσιν ὄσσε φαεινώ, αὐτίκ' ἐπεί κεν ἐγὼ παραλέξωμαι φιλότητι". ὃ δὴ σαφέστερον εἴρηται τοῦ "παραδραθέειν φιλότητι ᾗ χροιῇ", ὃ πρὸ ὀλίγων εἴρηται. Ἰστέον δὲ ὅτι τὸ "κοίμησον" διὰ τοῦ η γραφὲν Αἰολικῶς ἔτρεψε τὸ ι εἰς η κατὰ τοὺς παλαιούς, οἳ καὶ τὸ ψιμύθιον ψημύθιον παρὰ τοῖς Αἰολεῦσι διὰ τοῦ η φασι γράφεσθαι. Σοφοκλῆς μέντοι κοινὴν δίδωσι νοεῖν τὴν γραφήν, ἐν οἷς λέγει "κοιμῶ τόδ' ἕλκος", καὶ Αἰσχύλος "βλέφαρα μὴ κοιμῶν ὕπνῳ". Ὅτι ἀστείως ἡ μὲν Ἥρα τῷ Ὕπνῳ δώσειν λέγει θρόνον. καταθετικὸς γὰρ ὁ ὕπνος καὶ ἀνακλιτικὸς καὶ εἰς ἀνάπαυσιν δέδοται.

(v. 238-241) Φησὶ γὰρ "δῶρα δέ τοι δώσω καλὸν θρόνον, ἄφθιτον αἰεί, χρύσεον· Ἥφαιστος δέ κ' ἐμὸς πάϊς τεύξει ἀσκήσας, ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει. τῷ κεν", ἤγουν ᾧ ἄν, "ἐπισχοίης λιπαροὺς πόδας εἰλαπινάζων". καὶ οὕτω μὲν ἡ Ἥρα. Ὁ δὲ Ὕπνος ἐπεὶ οὐκ ἔστι μόνιμος οὐδὲ τανηλεγὴς ὡς ὁ θάνατος, ἀλλὰ κατὰ τὴν τραγῳδίαν "λύει πεδήσας οὐδ' ἀεὶ λαβὼν ἔχει", τὸν μὲν θρόνον ὡς μὴ πάνυ πρέποντα οὐ φιλεῖ, αἱρήσεται δὲ δῶρον ἕτερον, τὴν Πασιθέην δηλαδή, πρὸς γάμον, Χαρίτων μίαν.

(v. 268 s.) Ἐρεῖ γὰρ μετ' ὀλίγα ἡ Ἥρα, δυσήκοον τὸν μυθικὸν Ὕπνον βλέπουσα "ἀλλ' ἴθι, ἐγὼ δέ κέ τοι Χαρίτων μίαν ὁπλοτεράων δώσω ὀπυιέμεναι καὶ σὴν κεκλῆσθαι ἄκοιτιν".

(v. 270) Καὶ αὐτὴ μὲν οὕτως ἔφη, "χήρατο δ' Ὕπνος" καὶ ἀπαιτήσας ὅρκον καὶ λαβὼν ὑπήκουσεν. Ἀλλὰ τοῦτο μὲν ἐν τοῖς ἑξῆς,

(v. 243-261) πρὸ δέ γε τῶν κατὰ τὴν Πασιθέην δυσπειθήσας πρὸς πιθανότητα πλάσματος ὁ Ὕπνος λέγει "Ἥρη, πρέσβα θεά, ἄλλον μέν κεν ἔγωγε θεῶν ῥεῖα κατευνήσαιμι καὶ ἂν ποταμοῖο ῥέεθρα Ὠκεανοῦ, ὅσπερ γένεσις πάντεσσι τέτυκται, Ζηνὸς δ' οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσον ἱκοίμην οὐδὲ κατευνήσαιμ', ὅτε μὴ αὐτός γε κελεύει. ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμή", τουτέστιν ἡ σὴ ἐσωφρόνισε συμβουλή, "ἤματι τῷ, ὅτ' ἐκεῖνος ὑπέρθυμος Διὸς υἱὸς ἔπλεεν Ἰλιόθεν, Τρώων πόλιν ἐξαλαπάξας. ἤτοι ἐγὼ μὲν ἔλεξα Διὸς νόον αἰγιόχοιο νήδυμος ἀμφιχυθείς, σὺ δέ οἱ κακὰ ἐβουλεύσω ὄρσασ' ἀργαλέων ἀνέμων ἐπὶ πόντον ἀήτας, καί μιν ἔπειτα Κόων δ' εὖ ναιομένην ἀπένεικας, νόσφι φίλων πάντων", τῶν συμπλεόντων δηλαδή. "ὃ δ' ἐπεγρόμενος", ἢ ἀνεγρόμενος, "χαλέπαινε, ῥιπτάζων κατὰ δῶμα θεούς, ἐμὲ δ' ἔξοχα πάντων ζήτει· καί κέ μ' ἄϊστον ἀπ' αἰθέρος [628] ἔμβαλε πόντῳ, εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν. τὴν ἱκόμην φεύγων, ὃ δ' ἐπαύσατο χωόμενός περ. ἅζετο γὰρ μὴ Νυκτὶ θοῇ ἀποθύμια ἔρδει. νῦν αὖ τοῦτό μ' ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι". Καὶ ὅρα ἐν τούτοις, ὅτι ῥητορικῶς Ἥρα μὲν χάριτος ἀναμιμνήσκει παλαιᾶς τὸν Ὕπνον, εἰς δευτέραν αὐτὸν προπαρασκευάζουσα, εἰ καὶ μὴ παραγυμνοῖ αὐτὴ τὴν ἐκ τοῦ Ὕπνου χάριν διὰ τὰ ἐξ αὐτῆς τότε γεγονότα τῷ Ὕπνῳ κακά. ὧν ὅμως ὁ Ὕπνος μνείαν ποιεῖται ὡς οἷα μὴ λαθόμενος. αὐτὸς δὲ αὖ πάλιν ἀπαρνούμενος νῦν κατευνάσαι τὸν Δία τήν τε δωρεὰν ἐπιτείνει καὶ τὴν Ἥραν εἰς μνήμην ἄγει, ὧν ποτε αὐτὴν εὐηργέτησε, καὶ οὕτω δῶρα παρέλκεται. ἀναμιμνήσκει δὲ καὶ ὧν ἔπαθεν, ἵνα παρωθούμενος μὲν τὴν ἀξίωσιν συγγνωσθείη, ποιῶν δὲ δόξῃ μείζω χαρίζεσθαι. Ἔτι δὲ ὅρα καὶ οἷον δύνανται τὰ δῶρα. ὁ γὰρ οὕτω γενναίως ἐνστὰς μυθικὸς Ὕπνος ὅμως δευτέρᾳ προσβολῇ ὑποσχέσεως δώρου φιλουμένου τὸν νοῦν κλαπεὶς ὑποπεσεῖται, καὶ μάλιστα ὅτι καὶ ἡ Ἥρα πιθανῷ ἐπιχειρήματι χρήσεται συγκριτικῷ, τῷ ἀπὸ διαφορᾶς προσώπων, καθ' ὧν τὴν τοῦ Ὕπνου χάριν αἰτεῖ,

(v. 263-266) εἰποῦσα "Ὕπνε, τιὴ δὲ σὺ ταῦτα μετὰ φρεσὶ μενοινᾷς; ἢ φῂς ὣς Τρώεσσιν ἀρηγέμεν εὐρύοπα Ζῆν', ὡς Ἡρακλῆος περιχώσατο παιδὸς ἑοῖο", μονονουχί φαμένη, ὡς οὐχ' οὕτω Ζεὺς ἄρτι Τρώων κήδεται, ὡς τότε Ἡρακλέος, τῶν μὲν γὰρ θέσει, τοῦ δὲ φύσει ὡς παιδός, καὶ τοῖς μὲν ἁπλῶς ἀρήγει, ὑπὲρ δὲ ἐκείνου περιττῶς ἐχώσατο. καὶ οὕτως εἰποῦσα καὶ ἅμα ἐπαγαγοῦσα τήν, ὡς ἐρρέθη, τῆς Πασιθέας ὑπόσχεσιν πείθει τὸν Ὕπνον, ὥστε οὐκ ἀμήχανόν τι ἄνωγεν ἡ Ἥρα τῷ Ὕπνῳ τελέσαι κατὰ τὸν ἐκείνου λόγον, εἴπερ μηχανὴ ἐπενοήθη, δι' ἧς τὸ ἀξιωθὲν τελεσθήσεται. Σημείωσαι δὲ καὶ ἐν τούτοις, ὅτι θεραπεία τοῦ ἐν τοῖς μύθοις ψεύδους οὐ μόνον πιθανότης πλάσματος εἰκονίζουσά τι ἀληθές, ἀλλὰ καὶ ὁμοιοτήτων παράθεσις, ἣν ἀλλαχοῦ μεθοδεύει ὁ ποιητὴς καὶ ἐν οἷς δὲ κεῖται τὸ "πολλοὶ γὰρ δὴ ἔτλημεν ἐξ ἀνδρῶν χαλεπὰ ἄλγεα· ἔτλη μὲν Ἄρης, ἔτλη δὲ ἡ Ἥρη, ἔτλη δὲ Ἅιδης", καὶ ὅπου δὲ ἡ Καλυψὼ ζηλήμονας ὡς καὶ ἐφ' ἑαυτῇ, οὕτω καὶ ἐφ' ἑτέροις λέγει τοὺς θεούς. Οὕτως οὖν κἀνταῦθα τὸν Ὕπνον πλάττων ἐπιβουλεύειν μέλλοντα τῷ Διῒ θεραπεύει τὸ τοῦ λόγου ἀπίθανον, ἀναφέρων τοῦτον εἰς ὁμοιότητα μύθου παλαιοῦ, ὡς ἂν μὴ εἴη τὸ ἐνταῦθα πλάσμα μονῆρες. ἦν δὲ ὁ παλαιὸς μῦθος, ὅτι καὶ ἄλλοτε τὸν Δία ἐκοίμησεν ἐπὶ τῷ Ἡρακλεῖ. Ἔτι σημείωσαι καὶ ὅτι κατὰ τοὺς παλαιοὺς ὁ κεστὸς πρὸς ἐρωτικὰ καὶ μόνα [629] ἦν δυνατώτατος, ὡς καὶ προδεδήλωται. Ἥρα γὰρ χρῆμα μὲν ὑποσχομένη, ὃ ἦν θρόνος, ὡς προερρέθη, οὐκ ἔπεισε τὸν Ὕπνον, ἐπὶ δὲ γάμῳ Χάριτος ὑπηγάγετο, καὶ μιᾷ τῇ τοῦ κεστοῦ μηχανῇ περιεγένετο καὶ αὐτοῦ καὶ τοῦ Διός, φιλότητι καὶ ἱμέρῳ καὶ παραιφάσει ὁμιλητικῇ. Ὅρα δὲ καί, ὡς δεξιῶς ἐνταῦθα πολυμαθείας καὶ ποικιλίας χάριν τὰ κατὰ τὸν Ἡρακλέα παρενέβαλεν, ὧν τὴν μὲν ὑπ' αὐτοῦ ἅλωσιν τῆς Τροίας καὶ φθάσας ἱστόρησε, τὰ δὲ λοιπὰ νῦν πρώτως ἔφη, καὶ ὅτι κινδύνῳ ἔοικε περιπεσεῖν Ἡρακλῆς δεινοτάτῳ μεθὸ τὴν Τροίαν εἷλε, καὶ ἀνέμοις ἐξωσθῆναι περὶ τὴν Κῶ. Ὁ δὲ μῦθος τοὺς ἀνέμους ποιῆσαι τοῦτό φησι ὡς οἷα λογικούς τινας, ἀναπεισθέντας ὑπὸ τῆς Ἥρας. εἰ δ' ἄλλως ὁ ἄνεμος ἀέρος ῥύσις εἶναι δοκεῖ, λέγοι ἂν κατὰ τοιοῦτον νοῦν ὁ ποιητὴς τὴν Ἥραν ὄρσαι ἀργαλέων ἀνέμων ἀήτας, ὃ θηλυκῶς Ἡσίοδος προφέρει ἐν τῷ "Νότοιο δεινὰς ἀήτας", ἵνα ᾖ εὐθεῖα ἡ ἀήτη, ὅ ἐστι πνοή. Ἰστέον δὲ καὶ ὅτι ἐν οἷς ὁ Ὕπνος πάντας μὲν κατευνάσαι νεανιεύεται καὶ αὐτοῦ Ὠκεανοῦ ῥέεθρα, Διὸς δὲ ἐγγὺς οὐκ ἂν ἐλθεῖν λέγει οὐδὲ κατευνῆσαι, φιλοσοφία τις ἔγκειται. ἠρεμία γάρ τις ὁ Ὕπνος. ἠρεμεῖ δέ ποτε πρὸς τοῖς ἄλλοις καὶ Ὠκεανὸς τὸ ὕδωρ, καὶ οὐκ ἀεὶ ἀνέμοις δουλεύων κινεῖται, εἴγε κοιμίζεται καὶ στένων πόντος κατὰ τὸν Σοφοκλῆν γαλήνης κατευναζούσης αὐτόν. ἔχει δέ ποτε ὁμοίως ἠρεμίαν καὶ ὁ λιμνάζων ἀήρ, ἀνέμοις ὢν ἀτίνακτος. διὸ καὶ φίλος ὁ ὕπνος τῇ Ἥρᾳ, τῷ τοιούτῳ δηλαδὴ ἀέρι ὡς ἠρεμιζομένῳ ἐν καιρῷ διὰ τὸ ἐν αὐτῷ νήνεμόν τε καὶ εὔδιον. ὁ μέντοι Ζεὺς αἰθὴρ ἀεὶ ἐγρήγορε τῇ κυκλοφορίᾳ, ὃς καὶ παρὰ τὸ ἀεὶ θέειν αἰθὴρ καλεῖται. οὐκ ἂν οὖν ὑπνωτική τις ἠρεμία τοῦτον τῆς ἀεικινησίας στήσειε. διὸ καὶ αὐτὸς ὁ Ὕπνος οὐχ' ἁπλῶς ἔφη ζητεῖσθαί ποτε πρὸς βλάβην ὑπὸ Διός, ἀλλ' ἵνα ἐξ αἰθέρος ἄϊστος γένηται, ὡς μὴ ἐξὸν ὂν τοῖς οὐρανίοις ἐπιχωριάζειν αὐτόν. καὶ οὕτω μέν, ἐὰν ὁ Ζεὺς εἰς αἰθέρα νοεῖται. Εἰ δὲ καὶ ὁ τοῦ κόσμου νοῦς κατὰ Ἕλληνας λέγεται Ζεύς, οὐκ ἂν οὐδ' [630] αὐτοῦ μάλιστα Ὕπνος περιγένοιτο καὶ ἠρεμία τοῦ ἀεὶ κινεῖσθαι, εἰ καὶ ἄλλον τρόπον ὁ εἴτε νοῦς εἴτε αἰθὴρ Ζεὺς ἠρεμίαν τινὰ ἔχειν φιλοσοφεῖται, κατ' αὐτὸ δὴ τοῦτο, τὸ ἀεὶ ἐν ὁμοιότητι εἶναι καὶ ταὐτότητι καὶ ἐν τοῖς αὐτοῖς ἐνεργήμασι κατὰ διηνεκῆ καὶ βεβαίαν καὶ ἔμπεδον καὶ σταθηρὰν μονιμότητα. διὸ καὶ ὁ μῦθος τὸν Ὕπνον ζητεῖσθαι μέν φησιν ἐφ' ᾧ ἀπ' αἰθέρος ἀϊστωθῆναι, μὴ παθεῖν δὲ τοῦτο.

(v. 248) Καὶ ὁ Ὕπνος δὲ εἶπεν, ὡς οὐκ ἂν αὐτὸν κατευνάσαιμι, ὅτε μὴ αὐτός γε κελεύει, ὡς ὑπνοῦντος δηλαδὴ καὶ τοῦ Διὸς καὶ κατά τινα ῥᾳστώνην πρέπουσαν αὐτῷ ἠρεμοῦντος.

(v. 267) Ἔτι κἀκεῖνα ἰστέον, ὅτι Χάριτος ἐρᾶν ὁ Ὕπνος λέγεται, διότι ἐπίχαρι καὶ τὸ τοῦ Ὕπνου πάθος, καὶ ὡς ἂν Εὐριπίδης εἴπῃ φίλον θέλγητρον καὶ ἡδὺ ἐν δέοντι προσιών. Ἕτεροι δὲ τὸ Χάριτος τὸν Ὕπνον ἐρᾶν αἴνιγμά φασιν εἶναι, ὡς οὐδὲ κοιμωμένῳ ἐπιληστέον χάριτος. ἄλλοι δὲ αἰνίττεσθαί φασι τὸ συμβαῖνον ὡς ἐπὶ πολὺ περὶ τοὺς τυχόντας χαρίτων. κατὰ γὰρ τὸν Κωμικὸν παρά τισιν ἅμα τετέλεσται καὶ τέθνηκεν ἡ χάρις, ἢ καὶ οὕτως "ἅμ' ἠλέηται καὶ τέθνηκεν ἡ χάρις", καὶ Πίνδαρος "παλαιὰ μὲν εὕδει χάρις". ὅθεν καὶ Λήθης παῖδας ἔνιοι γενεαλογοῦσι τὰς Χάριτας.

(v. 276) Χαρίτων δὲ ἁπλῶς μίαν Πασιθέην φασὶ λέγεσθαι εἰς αἴνιγμα τοῦ δεῖν εἶναι πανταχοῦ θέειν καὶ μὴ κεκρύφθαι τὴν χάριν, ἀλλὰ προλάμπειν ἤματα πάντα, καὶ μηδὲ γηρᾶν ἀλλ' ἀκμάζειν ἀεὶ καὶ ὁπλοτέραν εἶναι κατὰ τὸν ποιητήν. Ἄλλως μέντοι τῷ Ὕπνῳ οἰκεία ἡ Πασιθέα διὰ τὸ πάντῃ θέειν τὸν Ὕπνον, περιϊόντα κλυτὰ φῦλα ἀνθρώπων, ἢ καὶ ὅτι τῇ πάντων θέᾳ τῶν ὄψει διοικουμένων ἐπιτίθεται. καὶ ἄλλως δὲ ἐρᾷ Πασιθέης ὁ Ὕπνος, ἐπειδὴ ὀφθαλμοῖς κεκαλυμμένοις ὁμιλεῖ καὶ οὐκ ἀναπεπταμένοις. διὸ οὐδὲ ἀπολαύειν ἔχων τῆς κατὰ τὴν θέαν χάριτος ἀεὶ ἐρωτικῶς οἷον ἐφίεται. μήτι δὲ ἄρα καὶ διότι παύει τοῦ βλέπειν, ἵνα ᾖ Παυσιθέη ἡ τῷ Ὕπνῳ φίλη Χάρις. Ὁμήρου δὲ πάντως δεξιότης καὶ τὰ περὶ τῆς Πασιθέης καὶ τοῦ θρόνου. λογισάμενος γὰρ ὡς τυχὸν μὲν θρόνον ἐρεῖ τις οἰκεῖον εἶναι τῷ Ὕπνῳ οἷα καταθετικῷ καὶ ἠρεμιστικῷ καὶ ὡς ἄν τις τολμήσας εἴποι καθεστικῷ, τυχὸν δὲ τὴν Πασιθέην, προεβάλετο μὲν ἄμφω, ἀνεπαύσατο δὲ μᾶλλον εἰς τοῦτο διὰ τὰ εἰρημένα. καὶ οὕτω μὲν ταῦτα.

(v. 238) Τὸ δὲ "δῶρα δέ τοι δώσω" ἐστὶ [631] μὲν τρόπος ἐτυμολογικός ‑ ἐκ τοῦ δίδωμι γὰρ τὸ δῶρον ‑ , ἀπέτεκε δὲ παροιμίαν τὴν λέγουσαν "δῶρα καὶ θεοὺς πείθει". καὶ ὁ Ὕπνος γὰρ δώροις ὑπαχθεὶς κατατολμᾷ, ὡς ἐρρέθη. οὐ δῶρον δὲ εἶπεν, ἀλλὰ δῶρα, πληθύνας διὰ τὸ τίμιον. ἡφαιστότευκτός τε γὰρ ὁ θρόνος καὶ χρύσεος. διὸ καὶ καλὸς ὡς εὐειδής, ἔτι δὲ καὶ ἄφθιτος, ὡς μὴ δεκτικὸς φθαρτικοῦ ἰοῦ. [Εἰ δὲ ἴσως δόξει δῶρα πληθυντικῶς εἰπεῖν οἷα συναριθμουμένου τῷ θρόνῳ καὶ τοῦ θρήνυος, ἀλλ' οὔπω πληθύνει οὐδὲ ὁ δυασμός. πλήθους γὰρ ὁ τρία κατάρχει.] (v. 240) Τὸ δὲ "ἀσκήσας" φίλη λέξις εἶναι τῷ ποιητῇ δέδεικται.

(v. 241) Τὸν δὲ θρῆνυν ἐξηγούμενος τίς ἂν εἴη ‑ ἀρσενικοῦ δὲ φανερῶς ἐνταῦθα γένους ὁ θρῆνυς ‑ ἔφη "ᾧ ἐπισχοίης πόδας". δῆλον γάρ, ὅτι ὁ θρῆνυς ὑπόκειται τοῖς ποσίν, ἤγουν ὑφίεται κατὰ τὸν ποιητήν. Φησὶ γὰρ "ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει", τουτέστιν ὑφήσει, ὑποθήσει, ὑποβαλεῖ. ὅθεν καὶ τὸ "μόσχους βουσὶν ὑφέντες". [Ἀδιάφορον δὲ εἰς νόησιν εἴτε κεκόλληται ὁ θρῆνυς τῷ θρόνῳ εἴτε καὶ ἰδίᾳ ὑφέστηκεν.] Ὅτι δὲ θρῆνυς ἀπὸ τοῦ θρῆσαι γίνεται, ὅ ἐστι καθίσαι, ἀλλαχοῦ δηλοῦται. τινὲς δὲ ἀπὸ τοῦ θορεῖν ἄνω αὐτοῦ, τοῖς ποσὶ δηλαδή. Τὸ δὲ "ἐπισχοίης" ἀντὶ τοῦ ἐπάνω αὐτοῦ ἔχοις. Φοῖνιξ δὲ κατ' ἄλλην ἔννοιαν οἶνον ἐπισχεῖν που ἔφη νηπίῳ ὄντι τῷ Ἀχιλλεῖ. Ἐκ τοῦ σχοῖμι δὲ τὸ σχοίην Ἀττικῶς, ὁμοίως τῷ περιπατοῖμι περιπατοίην καὶ τοῖς ὁμοίοις. Τὸ μέντοι "δαιμονίη, τί μοι ἐπέχεις", ἐν Ὀδυσσείᾳ, ἄλλο τι δηλοῖ. [Καὶ ταῦτα μὲν καινότερα. κοινότερον δὲ ἐπισχεῖν λέγεται τὸ κρατῆσαι. ὅθεν μεταφορικῶς καὶ τὸ σιγῆσαι, οἷον· ἐπίσχες ὦ οὗτος, ἀντὶ τοῦ σίγησον, ᾧ σύστοιχον καὶ τὸ ἐπέχω καὶ διασκέπτομαι. [632] ἀντίκειται δὲ τῷ, ὡς ἐρρέθη, Ὁμηρικῷ ἐπισχεῖν τὸ ὑποσχεῖν, οἷον· ὑπέσχε κεφαλὴν ἢ χεῖρα ἀντὶ τοῦ ὑπέθετο.] (v. 242) Κεῖται δὲ ἐνταῦθα καὶ Ὕπνος νήδυμος, αὐτὸς δὴ ὁ κατὰ μῦθον σωματικός, ὡς ἡδὺς δηλαδή, οὐ μὴν ὡς βαθύς. βαθὺς γὰρ ὕπνος ὁ τῶν ἤδη κοιμωμένων, οὐ μὴν ὁ σωματοειδής, ὃς λέγει λέξαι Διὸς νόον νήδυμος ἀμφιχυθείς. ὥστε διττός ὁ ὕπνος, ὁ μὲν ὡς κύριον ὄνομα καὶ ὡς ποιοῦν, ὁ δὲ ὡς ἐνέργημα ὑπ' αὐτοῦ ποιούμενον.

(v. 245) Τὸ δὲ "κατευνήσαιμι" λεχθείη ἂν καὶ κοιμήσαιμι κατὰ τὸ "κοίμησόν μοι Ζηνὸς ὄσσε", ἔτι δὲ καὶ λέξαιμι κατὰ τὸ "ἔλεξα Διὸς νόον". ἐπίχυσις γὰρ κἀνταῦθα λέξεων ταὐτοδυνάμων τούτων πεφιλοτίμηται. Τὸ δὲ "ποταμοῖο ῥέεθρα Ὠκεανοῦ" ποιητικῆς ἀδείας λόγος. ἡ γὰρ ἀλήθεια Ὠκεανὸν οἶδε τὴν ἔξω θάλασσαν. διὸ καὶ ὁ ποιητὴς λίμνην που ἔφη αὐτόν. οὐ γὰρ ἠγνόει τὸ ἀληθές, εἰ καὶ ἄλλως ποιητικῶς τὰ πλείω λαλεῖ. Ὅτι δὲ καὶ ἰδίως ἦν ἐκεῖ που ἐμβάλλων ποταμὸς εἰς τὸν κυκλοῦντα τὴν γῆν θαλάττιον Ὠκεανὸν ὁμώνυμος ἐκείνῳ, παρασημειούνται ἐν τῇ Ὀδυσσείᾳ τινές. ὅπως δὲ γένεσις πάντεσσιν ὁ Ὠκεανός, πρὸ ὀλίγων ἠλληγόρηται. μνηστέον δὲ μόνον, ὡς πρὸ βραχέων μὲν θεῶν εἶπε γένεσιν τὸν Ὠκεανόν, ἐνταῦθα δὲ ἐκεῖνο σαφέστερον ἔφρασεν.

(v. 247) Ἐν δὲ τῷ "Κρονίονος ἆσσον" ὑπερτεθέντος τοῦ χρόνου καὶ τῆς μακρᾶς ἀναπεμφθείσης εἰς τὸ δίχρονον συστέλλεται, καθὰ καὶ ἀλλαχοῦ, ἡ παραλήγουσα τοῦ Κρονίονος.

(v. 248) Τὸ δὲ "ὅτε μὴ αὐτός γε κελεύει" νηφάλιον αἰνίττεται δεῖν εἶναι τὸν ἄρχοντα, ὡς κελεύειν τῷ Ὕπνῳ ἐλθεῖν, οὐ μὴν τυραννεῖσθαι ὑπ' αὐτοῦ.

(v. 249) Ἐν δὲ τῷ "ἤδη γάρ με καὶ ἄλλο" οἱ ἀκριβέστεροι ἐπίρρημα νοοῦσι τὸ ἄλλο ἐξ ἀποκοπῆς Αἰολικῆς τοῦ ἄλλοτε. ἔστι δὲ καὶ ἀντωνυμίαν αὐτὸ νοηθῆναι, ἵνα λέγῃ, ὡς ἤδη γάρ με καὶ κατὰ ἄλλο ἔργον ἡ σὴ ἐντολὴ ἐπίνυσσεν, ἤγουν ἐπαίδευσεν, ἀφ' οὗ καὶ πινυτὸς ὁ συνετός, καὶ πινυτὴ ἡ φρόνησις, καὶ πινύσσειν τὸ φρονεῖν, καὶ ἀπινύσσειν τὸ ἀφραίνειν, ποιητικὰ ταῦτα πάντα.

(v. 250) Ὅρα δὲ καί, ὅτι ὁ μὲν Ὕπνος κατ' ἐξοχὴν ἔφη τὸ "ἐκεῖνος ὑπέρθυμος Διὸς υἱός". τοιοῦτον γάρ τι συνήθως ἐμφαίνει τὸ ἐκεῖνος. Ἥρα δὲ ὠνόμασεν Ἡρακλῆν. ἐχρῆν γὰρ οὕτω ποιῆσαι τὸν Ὅμηρον διὰ σαφήνειαν. ἴσως δὲ καὶ [633] ἄλλως ὁ Ὕπνος ἐξονομάζειν τὸν Ἡρακλέα οὐ βούλεται, ὡς βαρυνόμενος, ἐφ' οἷς δι' ἐκεῖνον ἔπαθε.

(v. 252) Τὸ δὲ "ἔλεξα", ἤτοι ἐκοίμησα, εὔνασα, "Διὸς νόον" ἢ περιφραστικῶς τὸν Δία δηλοῖ, ἢ καὶ μάλιστα τὴν κατὰ νοῦν ἀργίαν τῶν ὑπνούντων. οὕτω καὶ πρὸ βραχέων ἐρρέθη χεύειν ὕπνον ἐπὶ βλεφάροισι καὶ φρεσίν.

(v. 253) Ὅρα δὲ καὶ τὸ "νήδυμος" ἐνταῦθα φανερῶς κείμενον μετὰ τοῦ νυ, ἅτε μὴ κειμένης ὄπισθε λέξεως ἐφελκυστικῆς τοῦ νυ, ὡς ἦν ἐν τῷ "ἔχε νήδυμος ὕπνος", καὶ "προσεφώνεε νήδυμος Ὕπνος". εἰπὼν γὰρ "αἰγιόχοιο" ἐπήγαγε τὸ "νήδυμος ἀμφιχυθείς", ὥστε οὐκ ἔστιν ἀμφιβαλεῖν ἐνταῦθα, εἴτε ἥδυμος γραπτέον εἴτε νήδυμος. Ἰστέον δὲ ὡς οὐ μόνον τοῦ κατὰ ζῷα ὕπνου ἐπίθετον τὸ νήδυμος, ἀλλὰ καὶ τοῦ μυθικοῦ καὶ σωματοειδοῦς, ὡς δηλοῖ τὸ "προσεφώνεε νήδυμος", ὡς εἴρηται, "Ὕπνος", καὶ τὸ "ἐγὼ νήδυμος ἀμφιχυθείς".

(v. 254) Τὸ δὲ "ἀργαλέων ἀνέμων ἀήτας" ἐντελῶς ἐρρέθη, ὡς καὶ προεγράφη.

(v. 255) Τὴν δὲ Κῶ νῆσον οἱ μὲν ἄλλοι γράφουσι καὶ μετὰ τοῦ ν Κῶν, Ὅμηρος δὲ Κόων πλεονασμῷ συνήθει τοῦ ο, ἣν καὶ εὐναιομένην καλεῖ διὰ τὸ τῆς νήσου εὔδαιμον. [Οὗ χάριν ἐπιπολάζει παροιμία οὐ παλαιὰ τὸ "ὃν οὐ θρέψει Κῶς, ἐκεῖνον οὐδὲ Αἴγυπτος".] Ἕτεροι δὲ Κόον ἔγραψαν ἐν συστολῇ παντελεῖ διὰ δύο μικρῶν ο, καὶ ἐξ αὐτοῦ συναιροῦσι τὴν Κῶν ὁμοίως τῷ σόον σῶν. Φασὶ δὲ τοὺς Κᾶρας οὕτω καλεῖν τὰ πρόβατα. ὅθεν καὶ ἡ νῆσος Κῶς ὡς πολυθρέμμων δι' εὐβοσίαν. Μέροπες δ' αὐτὴν ᾤκουν τότε, ἔθνος οὕτω καλούμενον, ἀφ' ὧν καὶ Μεροπηῒς Κῶς καλεῖται. οἱ καὶ λῃστήν, φασί, τὸν Ἡρακλέα νομίσαντες ἐπηρέασαν, ὁπηνίκα ὑπ' ἀνέμων ἐξώσθη ἐκεῖ χόλῳ Ἥρας, ἀέρος δηλαδή, ὁ δὲ πολέμῳ περιγέγονεν αὐτῶν. Τοῦ δὲ "ἀπένεικας" θέμα μὲν τὸ ἀπενείκω, ἐξ οὗ καὶ τὸ ἀπενεῖκαι ἀπαρέμφατον, καὶ τὸ "ἀνενείκατο φώνησέν τε". Σκευωρίαν δέ τινα τοιαύτην ἔχει τὸ ῥῆμα. ἔστι θέμα πρωτότυπον χῶ, τὸ χωρῶ, ἐξ οὗ τὸ ἔχω, ὡς θέλω ἐθέλω, καὶ Ἰωνικῶς ἔκω, καὶ πλεονασμῷ εἴκω, ὡς δέχω δέκω δείκω, καὶ μετὰ προθέσεως ἐνείκω, τὸ κομίζω, ἤδη δὲ [634] καὶ ἔχω. ὃ γάρ τις κομίζει, πολὺ πρότερον ἐκεῖνο καὶ ὁπωσοῦν ἔχει. ἐκ δὲ τούτου τὸ ἐνέγκω τροπῇ τοῦ ι εἰς ν, ὡς καὶ ἐπὶ τοῦ αἰεί αἰέν. τὸ δὲ ῥηθὲν ἔχω συντεθὲν καὶ γεγονὸς ἐνέχω γεννᾷ μέσον παρακείμενον ἤνοχα καὶ ἐνήνοχα. εἰ γάρ τις ἐρεῖ ἀπ' αὐτοῦ τοῦ ἐνέγκω ταῦτα γενέσθαι, ζητητέον οὐ μόνον ποῦ ἀπῆλθε τὸ ν, ἀλλὰ καὶ ποῦ εὑρέθη τὸ χ, δέον ὂν ἤνοκα καὶ ἐνήνοκα λέγειν, ἵνα ᾖ πρὸ τοῦ α τὸ τοῦ ἐνεστῶτος σύμφωνον. εἶτα ῥητέον καὶ ὅτι τὸ ἐνέγκω οὐκ ἔστιν ἐνεστώς, ἀλλ' αὐθυπότακτον ῥῆμα. τὰ δὲ αὐθυπότακτα χρόνου ἀορίστου εἰσὶν ἢ πρώτου ἢ δευτέρου, ὥσπερ καὶ τὸ ἐνέγκω δεύτερος ἀόριστός ἐστι, καθὰ καὶ τὸ ἤνεγκον καὶ τὸ ἐνεγκεῖν, καὶ ἡ ὀξύτονος μετοχὴ τὸ ἐνεγκών. ὅθεν καὶ τὸ ἔνεγκε διὰ τοῦ ε ψιλοῦ ὡς ἐπὶ πολὺ ἔχει τὴν λήγουσαν. εἰ δὲ καὶ διὰ διφθόγγου διὰ τὸ "ἤνεγκα κἀξέσωσα", διφορεῖται γάρ, ἀλλὰ τοῦτο οὐ δικαιοῖ τὸ ἐνέγκω εἰς πρωτοτύπου ἐνεστῶτος ἀξίωμα. οἱ γὰρ ἀόριστοι οὐκ ἐνεστῶτες. ἔτι δὲ καὶ ἡ σημασία τοῦ ἐνέγκω μέλλοντός ἐστιν. οἴδαμεν δὲ καὶ ὅτι σημειῶδές ἐστιν, ὡς δύο τούτων ὁμοιοδυνάμων ῥημάτων τὸ μὲν φέρω μέλλοντα οὐκ ἔχει, τοῦ δὲ ἐνέγκω οὐκ ἔστιν ἐνεστώς, εἰ μὴ ἐκ τοῦ ἔχω περιεργασθείη, ὡς εἴρηται, ἡ τούτου παραγωγή. Ἰστέον δὲ ὅτι ἐκ τοῦ ἐνείκω δοκεῖ [635] γίνεσθαι καὶ ὁ παρὰ Αἰλίῳ Διονυσίῳ κείμενος προὔνεικος, ἤγουν ὁ κομίζων μισθοῦ τινα ἐξ ἀγροῦ.

(v. 256) Τὸ δὲ "νόσφι φίλων πάντων" μόνην τὴν νῆα τοῦ Ἡρακλέους ἐξωσθῆναι ἀνέμοις δηλοῖ. ἄλλως δέ, τὸ "ἀπένεικας νόσφι φίλων πάντων" ταὐτόν ἐστι τῷ ἀφώρισας, ἐξώρισας. [Κάλλους δέ ἐστι τὸ "νόσφι φίλων", ὁποίου καὶ τὸ "ἦλθε θέων", καὶ τὰ ὅμοια.] Τὸ δὲ "ἐπεγρόμενος" ἀντὶ τοῦ ὕστερον ἐγερθείς. Ἰστέον δὲ ὅτι τὸ "ὃ δ' ἐπεγρόμενος χαλέπαινε ῥιπτάζων κατὰ δῶμα" ῥηθείη ἂν ἐπί τινος ἐν τῷ δοκεῖν ὀκνεῖν τὰ πρῶτα ὕστερον ἀναλαβόντος θυμόν.

(v. 257) Τὸ δὲ "ῥιπτάζω" ἐκ τοῦ ῥίπτω γίνεται, ὃ πολλαχῶς πίπτει παρὰ τῷ ποιητῇ. ῥίπτειν τε γὰρ λέγεται ὡς τὸ "ἑλὼν ῥίψω εἰς Τάρταρον", καὶ παραγώγως δὲ ῥιπτάζειν, ὡς ἐνταῦθα, ὁμοίως τῷ μιμνάζειν, καὶ ῥιπτάσκειν, ὡς τὸ "ὃν δὲ λάβοιμι, ῥίπτασκον".

(v. 259) Νὺξ δὲ δμήτειρα θεῶν καὶ ἀνδρῶν, ᾧ λόγῳ καὶ ὁ Ὕπνος πρὸ μικροῦ ἄναξ τῶν αὐτῶν ἐρρέθη. Τὸ δὲ δμήτειρα γράφουσί τινες μήτειρα, ὅ ἐστι μήτηρ, ἀρέσκονται δὲ οἱ πλείους τῇ προτέρᾳ γραφῇ. Σῴζειν δὲ λέγεται τὸν Ὕπνον ἡ Νύξ, ἐπειδὴ φυσικώτερος ὁ νυκτερινὸς ὕπνος τοῦ μεθ' ἡμέραν καὶ ὡς τὰ πολλὰ ἐν νυκτὶ γίνεται.

(v. 260) Διὸ καί φησιν ὁ Ὕπνος, ὡς εἰς αὐτὴν φεύγων ἱκόμην, ὅ ἐστιν ἱκέτευσα, ὅθεν καὶ ὁ ἱκέτης γίνεται.

(v. 261) Ἐν δὲ τῷ "ἅζετο Ζεὺς μὴ νυκτὶ θοῇ ἀποθύμια ἕρδοι" διδάσκει ὁ ποιητής, ὡς κρατητέον ὀργῆς ποτε τὸν σπουδαῖον διὰ αἰδέσιμον πρόσωπον, ὁποῖον καὶ ἡ Νὺξ τῷ Διῒ σεπτὴ πλαττομένη ὡς ἀρχέγονός τις καὶ αὐτὴ καὶ τιμία διὰ τὸ ἀρχικόν. Νύκτα γὰρ καὶ Χάος προϋποκεῖσθαι τῶν ὅλων ἡ Ἑλληνικὴ θεογονία βούλεται. ὅθεν καὶ ὅσιον ἦν πείθεσθαι νυκτὶ ἐν ταῖς τοῦ πολέμου συναλλαγαῖς. Τὸ δὲ "ἅζετο" δασύνεται, ὃν λόγον ἐν ἄλλοις τὸ "ἁζόμενοι Διὸς υἱόν" καὶ τὰ κατ' αὐτό. ψιλοῦται δέ ποτε ἄλλως ἡ λέξις οὐ μόνον ἐπὶ τοῦ ἄζειν, τὸ ξηραίνειν, ὃ καὶ αὐτὸ προεδηλώθη, ἀλλὰ καὶ ὅτε ἆσθμά τι δηλοῖ κατὰ τὸν εἰπόντα, ὅτι ἄζειν τὸ ἀθρόως προσπνεῖν τῷ στόματι θερμόν. ἐξ οὗ ἴσως καὶ τὸ αἰάζειν γίνεται, ὅπερ οὐκ ἀεὶ τὸ θρηνεῖν δηλοῖ, ὡς [636] ἀλλαχοῦ γέγραπται. Ἀποθύμιον δὲ τὸ ἀκαταθύμιον, ὅπερ ἐν ἄλλοις ἀπὸ θυμοῦ φησι. Τὸ δὲ "ἕρδω" μετάθεσιν ἔπαθεν ἐκ τοῦ ῥέδδω, Βοιωτίου, φασί, ῥήματος, ὅπερ ἐκ τοῦ ῥῶ ῥέζω γέγονεν.

(v. 265 s.) Ἐν δὲ τῷ "εὐρύοπα Ζῆν' ὣς Ἡρακλέος περιχώσατο" καταλήγει μὲν ὁ προηγούμενος στίχος εἰς τὴν ζη συλλαβὴν κατὰ τοὺς παλαιούς, ὡς καὶ ἀλλαχοῦ κεῖται παρὰ τῷ ποιητῇ, ὁ δὲ συνεχὴς ἄρχεται ἀπὸ τοῦ νυ συναφθέντος εἰς τὸ ως. Καὶ δοκεῖ μὲν καινή τις ἡ τοιαύτη σύνταξις, ἤγουν ἀκολουθία τῆς γραφῆς, ἐστὶ δὲ ἄλλως οὐ ξενίζουσα, ὡς ἔστι νοῆσαι ἀπὸ τῶν ἐφεξῆς. Ἰστέον γὰρ ὅτι κατὰ τοὺς παλαιοὺς πᾶν μέτρον εἰς τελείαν περαιοῦται λέξιν. τὰ δὲ μὴ ἔχοντα οὕτω, ἀλλὰ μέρος μέν τι τῆς τελευταίας λέξεως τῷ πρώτῳ στίχῳ ἀφιέντα, τὸ δὲ λοιπὸν τῷ ἐπαγομένῳ στίχῳ μερίζοντα, ἐπιλήψιμά εἰσιν. ὅπερ φασὶ ποιῆσαι τὸν Σιμωνίδην ἐν ἐπιγράμματι ἔχοντι οὕτω "ἦ μέγ' Ἀθηναίοισι φόως γένεθ' ἡνίκ' Ἀριστογείτων Ἵππαρχον κτεῖνε καὶ Ἁρμόδιον". ἐνταῦθα γὰρ ὁ μὲν πρῶτος στίχος, δακτυλικὸς ὤν, ἤτοι ἡρωϊκός, καταλήγει εἰς τὸ Ἄριστο, ὁ δὲ δεύτερος, ἐλεγεῖος ὤν, ἀπὸ τοῦ γειτων ἄρχεται. παράγουσι δὲ καὶ ἄλλο ἡρωελεγεῖον ἔπος ὅμοιον "οὗτος δή σοι ὁ κλεινὸς ἀν' Ἑλλάδα πᾶσαν Ἀπολλόδωρος, γινώσκεις τοὔνομα τοῦτο κλύων". καὶ ἐνταῦθα γὰρ ὁ μὲν προηγούμενος στίχος εἰς τὴν λο συλλαβὴν καταλήγει, ὁ δὲ μετ' αὐτὸν ἀπὸ τοῦ δω ἄρχεται. Τοιοῦτόν τι καὶ τὸν ποιητήν φασιν ἐνταῦθα παθεῖν ἐν τῷ "ἢ φῂς ὣς Τρώεσσιν ἀρηγέμεν εὐρύοπα Ζῆν' ὡς Ἡρακλέος περιχώσατο". τῆς γὰρ αἰτιατικῆς τοῦ "εὐρύοπα Ζῆνα" ἐκθλιψάσης τὸ α, τὸ νῦ πάντως τῷ φωνήεντι τῆς ἀρχῆς τοῦ δευτέρου στίχου προσνέμεται, ὥστε αὐτὸν μὲν ἀπὸ τοῦ νῦ κατάρχεσθαι, τὸν δὲ πρῶτον στίχον καταλήγειν εἰς μόνην τὴν ζη συλλαβήν, καὶ διὰ τοῦτο μὴ περαιοῦσθαι εἰς τελείαν λέξιν τὸ τοῦ πρώτου στίχου μέτρον. Ὅτι δ' ἐν ταῖς ἐκθλίψεσι τὸ ἐναπομεῖναν σύμφωνον τῷ ἐπαγομένῳ φωνήεντι ἕπεται, δῆλον τοῖς ἀκολουθοῦσι κανόνι γραμματικῷ. Καθόλου γὰρ μεταξὺ δύο φωνηέντων ἐν μιᾷ λέξει ἢ καὶ ἐν συναλιφῇ σύμφωνον εὑρεθὲν τῷ δευτέρῳ προσνέμεται. Εἰ μέντοι τις τὸν πρῶτον στίχον οὐκ εἰς τὸ η μόνον ἀλλ' εἰς τὸ νῦ ἀπαρτίζει "Ζῆν" λέγων, εἶτα γράφων "ὡς Ἡρακλῆος" καὶ ἑξῆς, θεραπεύει μὲν τὴν καινότροπον τοῦ πρώτου στίχου κατάληξιν καὶ τὴν ὁμοίαν τοῦ δευτέρου ἀρχήν, καινοτομεῖ [637] δὲ ὅμως τὴν ἔκθλιψιν, μὴ ἀφεὶς τὸ νῦ τῷ ἐπαγομένῳ στίχῳ ἐπακολουθεῖν. Τὸ δέ γε ἀποκοπὴν παρεισάγειν ἐνταῦθα παράδοξον μέν ἐστιν, οὐκ ἀσύνηθες δέ. ἀποκοπέντα γὰρ τὸν Ζῆνα Ζῆν εἴποι τις ἄν, ὡς καὶ τὸν ἰχῶρα ἐν τοῖς πρὸ τούτων ἰχῶρ τινες ἔγραφον, οἷον "ἀπ' ἰχῶρ χειρὸς ὀμόργνυ", ἤδη δέ τις καὶ τὸν ἧλον ἀποκόψας ἧλ εἶπεν, ὡς δηλοῖ ὁ Γεωγράφος, οἷον "δαιμόνιος ἧλ". εἰσὶ δὲ καὶ ἄλλα τοιαῦτα. Ὅλως οὖν ὁ ῥηθεὶς Ὁμηρικὸς στίχος τὸ "ἢ φῄς" καὶ ἑξῆς, οὐκ ἀγαθὴν ἔχει κατάληξιν, ὅπως ἄν τις αὐτὸν καὶ μεταχειρίσηται.

(v. 267) Ὁπλότεραι δέ, ὡς καὶ προερρέθη, Χάριτες διὰ τὸ χρῆναι ἀεὶ νεάζειν αὐτάς, ὡς μὴ ἐπιλανθάνεσθαί τινα χαρίτων, ἀλλὰ τῇ μνήμῃ καὶ τοῖς ἔργοις εἴτ' οὖν ταῖς κατὰ ἀντίδοσιν ἀμοιβαῖς ἀνανεοῦσθαι αὐτὰς καὶ ποιεῖν ἀνακάμπτειν. διὸ καὶ οἱ ζωγράφοι πρὸς ἀλλήλας ἐπεστραμμένας αὐτὰς ἔγραφον. Μυθικῶς μέντοι ὁπλότεραι αἱ Χάριτες πρὸς διαστολὴν τῶν τοῦ μύθου Γραιῶν, αἳ πολιαὶ προήχθησαν ἐκ γενετῆς. ὧν διαφέροιεν ἂν αἱ Χάριτες διὰ τὸ ἀεὶ κάλλει νεοτησίῳ λάμπεσθαι.

(v. 268) Τὸ δὲ "ὀπυιέμεν καὶ σὴν κεκλῆσθαι ἄκοιτιν" τῆς αὐτῆς ἐννοίας εἰσὶν ἐκ παραλλήλου θέσεως. καὶ τοιάδε μὲν ταῦτα.

(v. 269) Περὶ δὲ Πασιθέης καὶ τοῦτο ἔστιν εἰπεῖν, ὡς οὕτω καλεῖται μία τῶν Χαρίτων, οἷα τῶν χαριζομένων ἐφιεμένων τὰ πολλὰ μὴ λανθάνειν, εἰ χαρίζοιντο, ἀλλὰ περιβλέπεσθαι. ἧς καὶ ἐρᾷ ὁ Ὕπνος, ὡς δηλαδὴ μὴ ῥᾳδίως κατισχύων αὐτῆς. ἡ γὰρ τοιαύτη οὐ κρύπτεται, οὐδὲ λήθης ὕπνος αὐτῆς περιγίνεται. Εἰ δὲ τρεῖς αἱ Χάριτες, εἰ δὲ γυμναί, καὶ διὰ τί ταῦτα, καὶ τίνα ταύταις ὀνόματα, οἱ τῆς Θεογονίας δηλοῦσιν Ἐξετασταί.

(v. 244-247) Ἰστέον δὲ ὅτι ἐκ τοῦ ῥηθέντος κατὰ τὴν Ἥραν καὶ τὸν Ὕπνον χωρίου ἐπὶ μὲν ἐρεθισμοῦ τοῦ κατὰ μείζονος καὶ ἐνδόξου ἀνδρὸς παρῳδήσῃ ἄν τις τό· ἄλλον μέν κεν ἔγωγε ἀνδρῶν εὐηγενέων ῥεῖα κατευνήσαιμι, ἢ ἄλλο τι ῥῆμα προσῆκον, τοῦ δεῖνος δὲ οὐκ ἂν ἔγωγε ἆσσον ἱκοίμην, ὅτε μὴ αὐτός γε κελεύοι.

(v. 260 s.) Ὁ δὲ μιμνησκόμενος φυγεῖν ὀργήν τινος ἐν μεσιτείᾳ φιλουμένης γυναικὸς εἴποι ἂν τὸ "ταύτην ἱκόμην φεύγων· ὃ δ' ἐπαύσατο χωόμενός περ· ἅζετο γὰρ μὴ νυκτὶ θοῇ ἀποθύμια ῥέξῃ", ὡς οἷα δηλαδὴ τῶν ἐν νυκτὶ φιλτάτων ἀσπασμάτων λαθόμενος.

(v. 262) Εἰς δὲ δεύτερον ἔργον ἐπιβλαβές τις καλούμενος ἐρεῖ τὸ "νῦν αὖ τοῦτό μ' ἄνωγας [638] ἀμήχανον ἄλλο τελέσσαι". Ὅρα δ' ἐν τοῖς εἰρημένοις καί, ὅτι οὐ τεχνικῶς ἀναμνήσασα τὸν Ὕπνον ἡ Ἥρα παλαιᾶς ἐξ αὐτοῦ χάριτος μικροῦ ἂν ἐβλάβη, πρὸς ὃ ἤθελεν. ἀναμνησθεὶς γὰρ ὁ Ὕπνος οἷα ἔπαθε τότε, ἀνηκουστεῖ. διὸ ἀναγκαίως ἐδέησε τῇ Ἥρᾳ δώρῳ ἀγαπητῷ πεῖσαι αὐτόν.

(v. 270) Ὅτι "ἐχήρατο" μὲν λέγει ὁ ποιητὴς παθητικῶς ἐν τῷ "ὣς φάτο", ἡ Ἥρα δηλαδή, "χήρατο δ' Ὕπνος". ἔφη δέ που καὶ τὸ ἐχάρη, οὗ μετοχὴ ὁ χαρείς τοῦ χαρέντος, χαίρομαι δὲ οὐ λέγει, ἀλλὰ χαίρω, οἷον "χαίρω δὲ καὶ αὐτὸς θυμῷ". ἐντεῦθεν τοῖς Ἀττικοῖς βαρβαρισμὸς ἦν τὸ εἰπεῖν χαίρομαι. Ὅτι βιωτικῶς ἀπαιτηθεῖσα ὄμνυσιν ἡ μυθικὴ Ἥρα τῷ Ὕπνῳ ‑ ἔδει γὰρ ἐκείνῳ πίστεώς τινος ἀσφαλοῦς ‑ , ἐθέλοντι μὲν ὑπακοῦσαι διὰ τὸν τῆς Πασιθέης ἔρωτα, "ἧς αὐτὸς ἐέλδεται ἤματα πάντα", ὀκνοῦντι δὲ διὰ τὸν τοῦ Διὸς φόβον.

(v. 271-276) Ὁ δὲ ἀπῃτημένος ὅρκος τοιοῦτος "ἄγρει νῦν μοι", φησίν, ἤγουν ἄγε, ὡς καὶ ἀλλαχοῦ κεῖται, "ὄμοσσον ἀάατον Στυγὸς ὕδωρ, χειρὶ δὲ τῇ ἑτέρῃ μὲν ἕλε χθόνα πολυβότειραν, τῇ δ' ἑτέρῃ ἅλα μαρμαρέην, ἵνα νῶϊν ἅπαντες μάρτυροι ὦσιν ἔνερθε θεοί", ἢ ὅσσοι ἔνερθε θεοί, "Κρόνον ἀμφὶς ἐόντες, ἦ μέν", ἤγουν ὄντως δή, "ἐμοὶ δώσειν Χαρίτων μίαν" καὶ ἑξῆς, ὡς προείρηται. καὶ οὕτω μὲν ὁ Ὕπνος ὀμόσαι τὴν Ἥραν ἀπαιτεῖ.

(v. 277-279) Αὐτὴ δὲ ὤμνυε, φησίν, "ὡς ἐκέλευε, θεοὺς δ' ὀνόμηνεν ἅπαντας τοὺς ὑποταρταρίους, οἳ Τιτῆνες καλέονται". Καὶ ὅρα ὅτι τὸ "καλέονται" συστέλλει καὶ νῦν τὴν ἄρχουσαν, καὶ ὅτι ἃ μὲν ὁ Ὕπνος ἐπλάτυνε, σιγᾷ ἐπὶ τῆς Ἥρας ὁ ποιητής, τὸν ὅρκον τῆς Στυγὸς καὶ τὸ ἅψασθαι χθονὸς καὶ ἁλός, εἰπὼν ἐν κόμματι γοργῶς τὸ "ὤμνυε δ' ὡς ἐκέλευεν". Ὃ δὲ ἐκεῖνος εἶπεν ἐν ὀλιγίστῳ καὶ ἀορίστως τὸ "οἱ ἀμφὶ Κρόνον θεοί", πλατύτερον ἐπὶ τῆς Ἥρας ἔφη καὶ ὡρισμένως ἐν τῷ "τοὺς ὑποταρταρίους, οἳ Τιτᾶνες καλοῦνται". Ὄμνυσι δὲ ἡ Ἥρα συνήθως τῷ μύθῳ κατὰ τοῦ ὕδατος τῆς Στυγός, ἢ ὅτι πολέμιον θεοῖς καὶ φρικτὸν τὸ ὑγρὸν πυρώδεσιν οὖσιν, ἢ ὅτι τίμιον τὸ τοῦ ὕδατος στοιχεῖον ὡς ἀρχὴ τῶν ὅλων κατά τινας, καθὰ καὶ προερρέθη, ἢ ὅτι στυγοῦσι τὰ ἐν Ἅιδου ὡς ἀεὶ ζῶντες αὐτοί. πηγὴ γὰρ κατὰ τὸν μῦθον περὶ τὸν Ἅιδην ἡ Στύξ. διὰ δὲ τὸ τῶν ἀρχῶν τίμιον καὶ γῆς καὶ θαλάττης ἑκατέρᾳ δράττεται χειρί, ἐπεὶ πάντα ἐκ ξηροῦ καὶ ὑγροῦ ὡς ἐξ ὕλης σύγκειται. Ἡρόδοτος δέ γε τὴν ἀληθῶς Στύγα πρὸς Φενεῷ τῆς Ἀρκαδίας ῥέειν φησίν. εἴρηται δὲ περὶ ταύτης καὶ ἀλλαχοῦ, [639] καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν δέ. [(v. 271) Τὸ δὲ "ἄγρει" παρακέλευσιν δηλοῦν κατὰ τὸ δεῦρο καὶ ἄγε καὶ φέρε, λεγόμενον δὲ καὶ πληθυντικῶς ἀγρεῖτε κατὰ τὸ ἄγετε, φέρετε, παρῆκται ἀπὸ τῶν ἀγρευτῶν. αὐτοί τε γὰρ σπεύδοντες ἀνύουσιν ὃ προτίθενται, καὶ τὸ ἄγρει ταὐτόν ἐστι τῷ σπεῦδε, ὡς ἀπὸ τοῦ ἀγρέω, ἐξ οὗ τὸ ἀγρεύω.] Τὸ δὲ ἀάατον ὕδωρ διὰ τριῶν α προφέρεται, ὧν τὰ δύο στερητικά. διὸ καὶ ὑπερστερητικόν φασι τοῦτο οἱ παλαιοὶ ὡς διπλάζον τὴν στέρησιν. ἔστι δὲ τὸ μὲν δεύτερον α στερητικὸν ἄτης, τὸ δὲ πρῶτον ἀναιρετικὸν τῆς τοιαύτης στερήσεως. ὅθεν ἀάατον τὸ μὴ στεροῦν ἄτης τοὺς ἐπιόρκους, ἀλλὰ μάλιστα αἴτιον ἄτης. τοιοῦτον καὶ τὸ ἀνάπηρος καὶ ἐν Ὀδυσσείᾳ τὸ ἀνάπυστα, ἐν οἷς δηλοῦται ὁ πεπηρωμένος καὶ τὸ πυστόν, ἤτοι ἀκουστόν, πλεονασμῷ τοῦ νῦ διὰ καλλιφωνίαν. ἄπηρος μὲν γὰρ ὁ μὴ ἔχων πήρωσιν, ἀνάπηρος δὲ ὁ ἐστερημένος τῆς τοιαύτης στερήσεως. οὕτω δὲ καὶ ἄπυστος μὲν ὁ στερηθεὶς τοῦ ἀκουσθῆναι, ἀνάπυστος δὲ ὁ ἀκουσθεὶς διὰ τὸ ἐστερῆσθαι τῆς τοῦ ἀπύστου στερήσεως. [Τοιοῦτον δέ που εἶναι προεδηλώθη καὶ τὸ ἀνάγνωστος ὁ ἐγνωσμένος. γνωστὸς γὰρ καὶ ἐν στερήσει ἄγνωστος, καὶ ἐν δευτέρᾳ στερήσει ἀναιρετικῇ τῆς τοῦ ἄγνωστος καὶ πλεονασμῷ τοῦ νυ ἀνάγνωστος, ὁ μὴ ἄγνωστος ἀλλὰ δηλονότι γνωστός.] Τινὲς δὲ διὰ τὸ ἀάτην τὴν βλάβην λέγεσθαι ἄατον μέν φασι τὸ ἀτηρόν, ἀάατον δὲ τὸ πολυβλαβές. Ἰστέον δὲ καὶ ὅτι τὸ ἀάατος δι' εὐρυφωνίαν οὐκ ἔσχε τὸ νυ κατὰ τὸ ἀνάπηρος καὶ ἀνάπυστος. προκρίνει γὰρ ἐν πολλοῖς ἡ ποίησις τῆς λείας φωνῆς τὸ χασμῶδες διὰ τὸ σεμνὸν καὶ ὀγκηρόν, οὗ μάλιστα ποιητικὸν τὸ α καὶ τὸ μέγα ω, καθά φασιν οἱ Τεχνικοί. ὅτι δὲ τὸ ἀνάπηρος καὶ ἀνάπυστος καὶ τὰ ὅμοια καὶ ἄλλως διαφόρως ἐτυμολογοῦνται, ζητητέον ἑτέρωθι.

(v. 273) Μαρμαρέη δὲ θάλασσα κατὰ τοὺς παλαιοὺς ἢ ἡ διαφανής, τοιοῦτον γὰρ τὸ ὕδωρ, ἢ ἡ θρεπτικὴ τοῦ μαρμαίροντος, ἤγουν λαμπροῦ, ἡλίου. ἄναμμα γὰρ ἡλίῳ θάλασσα, φασὶν οἱ παλαιοί, προστιθέντες καὶ τὸ νοερόν, ἐν τῷ εἰπεῖν ἄναμμα νοερὸν τὸ ἐκ θαλάσσης ἀναπεμπόμενον. Κτητικὴ δὲ λέξις τὸ μαρμαρέη ἀπὸ τοῦ μάρμαρος λίθος. ὅθεν μαρμάρειος κτητικόν, ἐξ οὗ μαρμάρεος ἀποβολῇ τοῦ ἰῶτα, οὗ θηλυκὸν μαρμαρέη. Περὶ δὲ Χαρίτων καὶ πῶς ὁπλότεραι, καὶ περὶ Πασιθέης καὶ ὡς αὐτῆς ἀεὶ ὁ Ὕπνος ἐπεθύμει, προσεχῶς εἴρηται. εἰ δὲ καὶ τὸν περὶ Πασιθέης ὅρκον τῷ Ὕπνῳ [640] ἡ Ἥρα ἐτέλεσεν, ἀφῆκεν εἰπεῖν που ὁ Ὅμηρος ὡς μὴ ἀναγκαῖον ὄν.

(v. 279) Ἐν δὲ τῷ "οἳ Τιτῆνες καλέονται" προσγράφουσί τινες καὶ ἕτερον στίχον τοῦτον "ὤμνυε δ' ἐκ πέτρης καταλειβόμενον Στυγὸς ὕδωρ", ὡς δέον ὂν ἐπομώσασθαι καὶ Στύγα, καθὰ ὁ Ὕπνος ἀπῄτησε. Τιτᾶνας δὲ ἡ ἀλληγορία νοεῖ τὰ ἐν ἀέρι συμπτώματα πανταχοῦ γῆς τιταινόμενα. διὸ καὶ τῷ Κρόνῳ φιλίως οἱ τοιοῦτοι Τιτᾶνες ἔχειν λέγονται, ψυχρῷ καὶ αὐτῷ ὄντι κατὰ τοὺς ἀποτελεσματικούς. τὰ τοιαῦτα δὲ πάθη πρὶν μὲν εὐτάκτως ἔχειν τὸν κόσμον, ὁπηνίκα ὁμοῦ ἦν ἅπαντα χρήματα, ἀτάκτως ἐπεπόλαζον, ὡς εἰκός, ἄνω καὶ συχνὰς ἐποίουν φθοράς, καὶ τῷ Κρόνῳ ἀμφ' αὐτὸν ὄντες συνεβάλλοντο φθείρειν τὰ ἐξ αὐτοῦ, ὃν ὁ μῦθός φησι τεκνοφαγεῖν. ἐπεὶ δὲ κόσμος ὁ κόσμος ἐγένετο καὶ διεκρίθη τὰ πάντα καὶ ἐτάχθησαν ὧραι καὶ εὐκόσμως εἶχε τὰ ὑπὲρ γῆν, τότε δὴ καὶ οἱ ῥηθέντες Τιτᾶνες ἐξηλάθησαν ὑπὸ Διός, ἤγουν ὑπὸ ἡλίου τε καὶ αἰθέρος, καὶ οὐκέτι διηνεκῶς ἄνω τιταίνονται, στενοχωροῦνται δέ που κάτω, καὶ ὑπόγειον ἔχουσι χώραν, ὅπου καὶ ὁ Τάρταρος, ἀὴρ ἐκεῖνος ἀφώτιστος ἡλίῳ καὶ διὰ τοῦτο ψυχρότατος. διὸ καὶ ὑποταρτάριοι [ἐπὶ κολάσει] γενέσθαι σὺν αὐτῷ Κρόνῳ λέγονται, ὡς ἐκεῖ μὲν ἐν τῷ Ταρτάρῳ οὔσης ἀδιαδόχου ψυχρότητος, ἀφ' ἧς καὶ τὸ ταρταρίζειν ἄλλως ἡ ἰδιωτικὴ παραφθείρει γλῶσσα ἐπὶ τῶν ἄγαν ῥιγούντων, ἐνταῦθα δὲ εὐκόσμως ἐν ὥρᾳ τεταγμένῃ γινομένης καὶ αὐτῆς καὶ μάλιστα ἐν χειμερίῳ καιρῷ. καὶ οὕτω μὲν Κρόνος καὶ Τιτᾶνες ὑπερβολαὶ ψυχρότητος ἄκρατοι καὶ ἄτακτοι τῶν ἄνω γεγόνασιν ὑπερόριοι. Εἰ δέ τις εἴπῃ, ὡς ἐχρῆν τὸν μῦθον καὶ τῆς ἀντιθέτου μνησθῆναι ἄκρας θερμότητος καὶ κολάσαι καὶ αὐτὴν καθὰ καὶ τὸν ψυχρὸν Κρόνον, ἴστω ὅτι ποιεῖ καὶ τοῦτο ὁ μῦθος ἐν ἄλλοις, ὅτε τὰ κατὰ τὸν πυρόεντα Τυφῶνα λαλεῖ, περὶ οὗ καὶ ἡ Βοιωτία περιέχει τινά. Ἰστέον δὲ καὶ ὡς, εἰ καὶ ὁ Κρόνος, τὴν ἀνωτάτω ζώνην κατέχων ἢ σφαῖραν μετὰ τὴν ἀπλανῆ, δοκεῖ ὑψηλότατος εἶναι, ὅτε ὑπὲρ γῆς κινεῖται, ἀλλ' ὁ μῦθος τὰ ἑαυτοῦ λαλεῖν ἐθέλων οὐ τὴν ἄνω περιπόλησιν τοῦ Κρόνου περιεργάζεται, ἀλλὰ τὴν ὑπὸ γῆν ὅτε τῷ ἡμισφαιρίῳ συμπεριενεχθεὶς βάθιστός ἐστι καί, ὡς ὁ μῦθός φησιν, ὑποταρτάριος. [Ὅτι δὲ Ἰωνικὸν μέν ἐστιν ὁ Τιτήν τοῦ Τιτῆνος, Δωρικὸν δὲ ὁ Τιτάν, ὡς καὶ ὁ σπλάν, ἤγουν ὁ σπλήν, εἰ καὶ ἄλλως κεκοίνωται ὁ Τιτάν, καὶ ὅτι ὁ κίναιδος [641] καὶ πειώλης Τιτὰν σκωπτικῶς λέγονται, οὗ δριμύτερον τὸ Κένταυρος, παρὰ τοῖς παλαιοῖς, ἀλλαχοῦ δεδήλωται.] (v. 281) Ὅτι ὁ ποιητὴς Ὕπνον καὶ Ἥραν εἰπὼν τὸ ἐπ' αὐτοῖς δυϊκὸν ἀρσενικῶς προάγει, λέγων "τὼ βήτην Λήμνου τε καὶ Ἴμβρου ἄστυ λιπόντε", καὶ "ῥίμφα πρήσσοντε κέλευθον". ἐκνικᾷ γὰρ ἡ τοῦ ἀρσενικοῦ ἀξία εἰς σύνταξιν, ὁποῖον καὶ τὸ "Μοῦσαι καλαὶ καὶ Ἀπόλλων, οἷς ἐγὼ σπένδω". εἰ μὴ ἄρα τις καὶ τοῦτο καὶ τὰ ῥηθέντα δὲ δυϊκὰ οὐδετέρου γένους ἐρεῖ. καὶ γὰρ γίνεταί ποτε καὶ τοιαύτη σύνταξις, ὁποῖον καὶ τὸ "σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας". Ἀπέχειν δέ φασι τὴν Λῆμνον καὶ τὴν Ἴμβρον ἀλλήλων σταδίους ἑκατὸν εἴκοσι. Περὶ δὲ Ἴμβρου ὅτι νῆσος Θρᾳκική, ἔχουσα καὶ πόλιν ὁμώνυμον ὁμοίως τῇ Λήμνῳ, καὶ ὅτι Καβείρων ἱερὰ ἦν καὶ Ἑρμοῦ, ὃν Ἴμβρασον οἱ Κᾶρες ἐκάλουν, ἱστοροῦσιν οἱ παλαιοί.

(v. 283 s.) Ὅτι Λεκτὸν μέλλων εἰπεῖν προσλαμβάνει καὶ τὴν Ἴδην συνήθως. ἔστι δὲ ὅλον μὲν ἡ Ἴδη, ὡς καὶ προδεδήλωται, μέρος δ' αὐτῆς τὸ Λεκτόν. ἀκρωτήριον δὲ τοῦτο, καθὰ καὶ τὸ Γάργαρον. φησὶ γὰρ "Ἴδην δ' ἱκέσθην πολυπίδακα, μητέρα θηρῶν, Λεκτόν, ὅθι πρῶτον λιπέτην ἅλα". φασὶ γὰρ τοῖς ἐκ Λήμνου καὶ Ἴμβρου ἐπὶ τὰ ἐκεῖσε ἰοῦσι τὴν ἀποβάθραν εἶναι ἀναγκαίως περὶ τὸ Λεκτόν. Ὁ δὲ τὰ Ἐθνικὰ γράψας καὶ πόλιν ἐν τοῖς ἐκεῖσε οἶδε καλουμένην Λεκτόν.

(v. 285) Λέγει δὲ τερατευόμενος ὁ μῦθος καὶ ὧδε τὰ συνήθη, καὶ ὅτι περὶ τὰ ἐκεῖ τῆς Ἥρας κινουμένης "ἀκροτάτη ποδῶν ὑπεσείετο ὕλη", ὃ δὴ ἐπὶ θείων προσώπων εἴωθε ποιεῖν, ὧν κινουμένων συγκινεῖται τὰ ὑποκείμενα. Τὸ δὲ "πολυπίδακα" καὶ τὸ "μητέρα θηρῶν", περὶ ὧν προείρηται, ὄρους ἐστὶν ἔπαινος.

(v. 284) Τὸ δὲ "λιπέτην ἅλα" διασαφῶν ἐπάγει "τὼ δ' ἐπὶ χέρσου βήτην". [(v. 285) Ὅτι σεμνολογῶν ὁ ποιητὴς καὶ τὴν τοῦ Ὕπνου καὶ τῆς Ἥρας ἐπὶ χέρσου τοῦ κατὰ τὸ Λεκτὸν πρόσβασιν λέγει, ὅτι "ἀκροτάτη δὲ ποδῶν ὑπεσείετο ὕλη", ἡ κατὰ τὸ ὄρος δηλαδὴ τὸ Λεκτόν, ὡς οἷον αἰσθανομένη θείων κινημάτων καὶ τρέμουσα καὶ αὐτή. Τὸ δὲ "ἀκροτάτη" τὸ κοῦφον δηλοῖ καὶ ταχυπετὲς τῆς θείας κινήσεως, ἵνα μὴ σείηται ὑπὸ τῶν ποδῶν ἡ ὕλη διὰ σωματικὸν βάρος, ἀλλὰ διά τι δέος καὶ τρόμον.] (v. 28691) Ὅτι ὁ Ὕπνος περί που τὸ ῥηθὲν Λεκτὸν ἔμεινε "πάρος Διὸς ὄσσε ἰδέσθαι, εἰς ἐλάτην ἀναβὰς περιμήκετον, ἣ τότ' ἐν Ἴδῃ μακροτάτη πεφυυῖα δι' ἠέρος αἰθέρ' ἵκανεν. ἔνθ' ἧστ' ὄζοισιν πεπυκασμένος εἰλατίνοισιν, ὄρνιθι λιγυρῇ ἐναλίγκιος, ἥν τ' ἐν ὄρεσσι χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες [642] δέ τε κυμινδίν".

(v. 291 s.) Καὶ ὁ μὲν Ὕπνος οὕτως αὐτοῦ ἔμεινεν, "Ἥρη δὲ κραιπνῶς προσεβήσατο Γάργαρον, ἄκρον Ἴδης ὑψηλῆς", ὅ ἐστιν ἀκρωτήριον.

(v. 286) Καὶ ὅρα τὸ "πάρος Διὸς ὄσσε ἰδέσθαι" ἀστείως λεχθὲν ἀντὶ τοῦ πρὶν τὸν Δία κοιμῆσαι. ἰδέσθαι γὰρ ὀφθαλμοὺς Ὕπνον οὐδὲν ἄλλο ἐστὶν ἢ κοιμηθῆναι. Ἀμφίβολον δὲ εἴτε βλέπων μὲν ὁ Ὕπνος νοηθήσεται, βλεπόμενοι δὲ οἱ ὀφθαλμοὶ τοῦ Διός, εἴτε ἀνάπαλιν διὰ τὸ πιθανῶς ἐμποδίζεσθαι τὴν τοῦ μυθικοῦ Ὕπνου ὄψιν οἷα ὄζοις πεπυκασμένον εἰλατίνοις. καὶ οὕτω μὲν ἀσαφῶς πέφρασται, ῥέπει δὲ ὅμως τὸ τῆς ῥηθείσης ἀμφιβολίας ὀρθὸν εἰς τὸ μήπω τὸν Ὕπνον ὄψιν ἐπαφεῖναι τῷ Διΐ. τοῦτο μὲν γὰρ μικρὸν ὅσον γενήσεται. ὁ Ζεὺς δὲ οὐκ ἂν ἴδοι αὐτόν. εἰ γὰρ εἶδε, συνέχεεν ἂν τὸ πᾶν.

(v. 287) Ἐλάτη δὲ νῦν μὲν δένδρον, σημαίνει δέ ποτε ἡ λέξις καὶ κώπην, καὶ κύριον δὲ ὄνομα γυναικὸς ἡρωΐδος, ἀδελφῆς Ὤτου καὶ Ἐφιάλτου. Ὅρα δὲ ὡς τὴν μὲν ἐλάτην διὰ μόνου τοῦ ἐν τῇ καταρχῇ ε προέφερεν, ὃ καὶ ἐπὶ τῆς μελίας ἀλλαχοῦ γίνεται, τὸν δὲ αὐτῆς ὄζον εἰλάτινον ἔφη διὰ διφθόγγου διὰ τὸ μὴ δύνασθαι ἄλλως αὐτό, ὥσπερ οὐδὲ τὸ ἐκ μελίας μείλινον, οὐδὲ τὸ ἐξ ἐλάτης εἰλάτινον ἔγχος, εὐχρηστηθῆναι εἰς μέτρον. Τὸ δὲ "περιμήκετον" ἐφερμηνεύει διὰ τοῦ "μακροτάτη", ὥσπερ καὶ τὸ "ἔμεινε" διὰ τοῦ "ἧστο". Τὸ δὲ "ἣ τότ' ἐν Ἴδῃ" οὐ μάτην, φασί, πρόσκειται, ἀλλ' ὅτι νῦν ἐκεῖ ἐλάται οὐ φύονται. καὶ σημείωσαι ἐκ τούτου, ὅτι μετὰ τὰ Τρωϊκὰ ἦν ὁ ποιητής. καὶ ἄλλως δὲ λέγοι ἂν τοῦτο, ὡς οὐκ ἂν τοῖς μεθ' Ὅμηρον τοῦ τοιούτου εὑρεθησομένου δένδρου μετὰ συχνὰ ἔτη.

(v. 288) Τὸ δὲ "δι' ἠέρος αἰθέρ' ἵκανε" δίδωσι νοεῖν, ὡς ἐγχωρεῖ καὶ τὴν ῥηθεῖσαν ἐλάτην βλωθρὴν κληθῆναι, εἴγε βλωθρή που ἐλέχθη πίτυς πάρα τὸ εἰς αἰθέρα μολεῖν. δηλοῖ δὲ ἡ ῥηθεῖσα φράσις καὶ ὑπερκεῖσθαι τοῦ λιμνάζοντος ἀέρος εὐθὺς αἰθέρα.

(v. 290) Τὸ δὲ "λιγυρῇ" ἀντὶ τοῦ λιγυφθόγγῳ. ἐκ τούτου δὲ σαφῶς ἑρμηνεύεται καὶ τὸ "μάστιγι λιγυρῇ" καὶ "λιγὺς ἀγορητής" καὶ ὅσα τοιαῦτα.

(v. 291) Ἐν δὲ τῷ "ἣν χαλκίδα καλοῦσι θεοί, ἄνδρες δὲ κύμινδιν" ὑπεμφαίνει ὁ ποιητής, καθὰ καὶ ἐν ἄλλοις πρὸ τούτων, καὶ τὴν θείαν εἰδέναι διάλεκτον, ὡς μουσοτραφής. διὰ τοῦτο γὰρ τῶν διωνύμων τινὰ μεταχειριζόμενος τὸ μὲν τῶν ὀνομάτων θεοῖς, τὸ δὲ ἀνθρώποις ἀνατίθησιν, ὡς καὶ ἐν τῇ α΄ ῥαψῳδίᾳ φαίνεται. Ἰστέον δὲ ὡς καὶ ἐνταῦθα τὸ χαλκίς μὲν ὡς εὐφωνότερον θεῖον ὄνομα λέγει, ἀνθρώποις δὲ ὡς μὴ τοιοῦτον [643] ἀποκληροῖ τὸ κύμινδις, ἴσως δὲ καὶ ὡς οἰκειότερον αὐτοῖς, ὧν ὁ Ὕπνος κρατεῖ. ἔοικε γὰρ ὁ κύμινδις κρύμινδίς τις εἶναι, οἱονεὶ κρύψις τοῦ ἰδεῖν, ὅπερ Ὕπνῳ οἰκεῖόν ἐστι. διὸ καὶ τοιούτῳ ζῴῳ τὸν ὕπνον ἐμόρφωσεν, ὃ τὴν κεφαλὴν ὑπὸ τοὺς κλάδους φασὶ κρύπτειν. Τυχὸν δὲ καὶ [ψευδο]παρηχούμενον τῷ κοιμήματι τὸν κύμινδιν ἐνταῦθα παρείληφεν. ἔστι γάρ τι καὶ τοιοῦτον παρηχήσεως εἶδος, ὡς ἐν ἄλλοις τε δῆλον καὶ μάλιστα ἐν τῷ "κοίμησε δὲ κύματα δαίμων". Ἔτι δὲ ὁ κύμινδις ἢ ἡ κύμινδις ‑ ἑκατέρως γὰρ λέγεται ‑ οἰκεῖος Ὕπνῳ ἐστὶ καὶ ὡς εἰς ὕπνον, φασίν, εὐεπίφορος καὶ ὡς τὰ πλείω νυκτὸς φαινόμενος, καθὰ καὶ ὁ ὕπνος νυκτὶ πεφιλίωται μυθικῶς τε, ὡς ἐρρέθη, καὶ ἀλληγορικῶς. Καὶ δηλοῖ τοῦτο ἡ περὶ αὐτοῦ ἱστορία, λέγουσα, ὅτι ὁ κύμινδις ὀλιγάκις φαίνεται. οἰκεῖ γὰρ ὄρη, μέγεθος ὅσον φασσοφόνος ἱέραξ, τὴν ἰδέαν λεπτὸς καὶ μακρός. Κύμινδιν δὲ καλοῦσιν Ἴωνες αὐτόν. οὗτος ἡμέρας μὲν οὐ φαίνεται διὰ τὸ μὴ βλέπειν ὀξύ, τὰς δὲ νύκτας θηρεύει ὡς οἱ ἀετοί, καὶ μάχεται πρὸς τὸν ἀετὸν οὕτω σφοδρῶς, ὥστε πολλάκις ἄμφω λαμβάνεσθαι ζῶντας ὑπὸ τῶν νομέων, νεοττεύει δ' ἐν πέτραις καὶ σπηλαίοις. Λέγει δὲ ἡ ἱστορία καί, ὡς μέλας ἐστί, χαλκίζων τὴν χροιάν, ὅθεν καὶ χαλκὶς λέγεται. Ὁ δὲ μῦθος λέγει Ἁρπαλύκην ταύτην εἶναι, ἣ μιγεῖσα Κλυμένῳ τῷ πατρὶ κατὰ βίαν καὶ ἑψήσασα τὸν υἱὸν Πρέσβωνα παρέθηκεν αὐτῷ, εἶτα εἰς χαλκίδα μετεβλήθη. Ἕτεροι δὲ μυθεύονται, ὡς ἐν Χαλκίδι διάγουσαν ὅτε ἄνθρωπος ἦν, καὶ συνελθοῦσαν τῷ Διΐ, ἀπωρνίθωσεν ἡ Ἥρα. [Ὅτι δὲ ὁμώνυμος λέξις ἡ χαλκίς, οὐκ ἔστιν ἀμφιβαλεῖν. καὶ νῦν μὲν ὀρνέου ἐστὶν ὄνομα, εὕρηνται δὲ καὶ πόλεις οὕτω καλούμεναι, ἡ Συριακή, ἡ Θρᾳκία, ἡ κατὰ Εὔβοιαν, περίπυστος καὶ αὐτή, ὡς ἐν τῷ Καταλόγῳ τῶν νεῶν ὑπεκρούσθη, περὶ ἣν λῆρός ἐστι δείκνυσθαι τόπον μυρρίναις θάλλοντα, ὃς Ἁρπάγιον ἐκαλεῖτο παρὰ τὸ ἐκεῖθεν ἁρπαγῆναι πρὸς Διὸς τὸ Τρωϊκὸν μειράκιον, τὸν Γανυμήδην. Δόξοι [644] δ' ἂν ἴσως καὶ ὁ χαλκισμός ‑ παιδιὰ δέ τις αὕτη καί, ὡς οἱ παλαιοί φασι, κυβείας εἶδος ‑ ἐκ τῆς χαλκίδος παρωνυμεῖσθαι, οὐκ ἔχει δ' οὕτως, ἀλλ' ἦν ὁ χαλκισμὸς ὀρθοῦ νομίσματος θετέον χαλκοῦ στροφὴ καὶ σύντονος περιδίνησις, μεθ' ἣν ἔδει τὸν παίζοντα ἐπέχειν ὀρθῷ τῷ δακτύλῳ τὸ νόμισμα εἰς ὅσον τάχος πρὶν ἢ καταπεσεῖν. καὶ ὁ τοῦτο ἀνύσας ἐκράτει τὸν χαλκισμὸν καὶ ἦν νικητής.] (v. 292) Γάργαρον δέ, τὸ καὶ ἐν ἄλλοις προδηλωθέν, οὐ μόνον ἄκρον Ἴδης, ὡς ἐρρέθη, ἀλλὰ καὶ πόλις Τρωάδος κατὰ τοὺς παλαιούς, ἣν Αἰολικήν τινές φασιν εἶναι, λέγοντες καὶ τὴν μὲν πόλιν θηλυκῶς, ἧς οἱ πολῖται Γαργαρεῖς, οὐδετέρως δὲ τὸ ἀκρωτήριον. ὅτι δὲ Γαργαρεῖς ἔθνους ὄνομα μιγνυμένου ταῖς Ἀμαζόσιν, ἡ αὐτὴ ἱστορία φησί. Περὶ δὲ τὴν ῥηθεῖσαν Αἰολικὴν Γάργαρον τὴν ἐπὶ τῇ ἄκρᾳ τῆς Ἴδης φασὶ Διότιμον τὸν Ἀδραμυτηνὸν διδάσκειν γράμματα. εἰς ὅν, φασίν, Ἄρατος εἶπεν "αἰάζω Διότιμον, ὃς ἐν πέτρῃσι κάθηται, παισὶ Γαργαρέων βῆτα καὶ ἄλφα λέγων", καὶ Γάργαρα ἄκρα. οἱ δὲ τοιοῦτοι στίχοι, καὶ χρῆσίς ἐστι τοῦ οὐδετέρως τὸ ἀκρωτήριον λέγεσθαι, καὶ τοῦ Γαργαρεῖς τοὺς τῆς Γαργάρου πολίτας ὀνομάζεσθαι. Ὅτι δὲ Γάργαρον ἢ Γάργαρα πληθυντικῶς λέγονται διὰ τὴν ἐκεῖ τῶν ὑδάτων ἀνάδοσιν κατὰ ὀνοματοποιΐαν, ὡς πολλῶν ἐκεῖ ἀναβραττομένων καί, ὡς εἰπεῖν, ἀναγαργαριζόντων, καὶ ὅτι γάργαρα διὰ τοῦτο ἁπλῶς ποιητικώτερον τὰ πολλά, ὅθεν καὶ ψαμμακοσιογάργαρα ὁ Κωμικὸς τὰ πάνυ πολλὰ ἔφη, δηλοῦσιν οἱ παλαιοί. Ὁ δὲ Γεωγράφος λέγει καί, ὅτι Γάργαρον ἐπ' ἄκρας κεῖται, ποιούσης τὸν ἰδίως Ἀδραμυτηνὸν λεγόμενον κόλπον, τὸν κλειόμενον [645] ὑπό τε τοῦ δεῖνος τόπου καὶ τῆς ἄκρας ἐφ' ᾗ τὰ Γάργαρα, καὶ προσαγορευομένης Πυρρᾶς ἄκρας. οὗ πλάτος ἀπὸ ἄκρας, φησίν, ἐπὶ ἄκραν δίαρμα ἑκατὸν εἴκοσι σταδίων. ἐντὸς δὲ αὐτοῦ πόλις, ἧς ὑπέρκειται ὄρος, ὃ καλοῦσιν Ἀλεξάνδρειαν, ὅπου τὰς θεὰς κριθῆναί φασιν ὑπὸ τοῦ Πάριδος. Καὶ ὅρα τὴν τοιαύτην Ἀλεξάνδρειαν, οὐκ ἂν τῷ μεγάλῳ Ἀλεξάνδρῳ παρωνυμουμένην, ἀλλὰ τῷ ἅρπαγι Πάριδι. Ὅτι δὲ ἐν τῷ ῥηθέντι Ἀτραμυτηνῷ κόλπῳ πολλοὶ τῶν Λελέγων ᾤκουν, προδεδήλωται. Ἰστέον δὲ καὶ ὅτι τὸ "Γάργαρον, ἄκρον Ἴδης" σαφέστερον πέφρασται τοῦ "Ἴδην Λεκτόν".

(v. 294) Ὅτι ὡς εἶδε τὴν Ἥραν ὁ Ζεύς, "ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν, οἷον", ἀντὶ τοῦ ὥσπερ, ὅτε πρώτιστον "μιγέσθην φιλότητι, εἰς εὐνὴν φοιτῶντε φίλους λήθοντε τοκῆας". Ὅτι δὲ ἡ τῶν στοιχείων θέσις ἀέρος τε καὶ τοῦ ἀνωτέρω αἰθέρος τοῖς τοιούτοις λόγοις ἐμφαίνεται, καὶ ὡς λεληθότως ἐξ ἀναλόγου τινὸς γάμος τῇ τοιαύτῃ αὐτῶν συναφείᾳ ἐμφαντάζεται, πολλαχοῦ δεδήλωται. Ἄλλως δέ γε τὸ μὴ ἀναφανδὸν τούτους εἰς εὐνὴν φοιτᾶν τὴν ἀρχήν, ἀλλὰ φίλους λήθοντε τοκῆας, αἴνιγμά ἐστι τοῦ καὶ πρὶν ἢ εὐκόσμως διακεκρίσθαι τὰ στοιχεῖα καὶ τὴν οἰκείαν τάξιν λαχεῖν, οὕτω μὲν προῳκειῶσθαι τὸν Δία τῇ Ἥρᾳ, δυνάμει μέντοι ὡς τὰ πολλά, ὅπερ ὁ μῦθος λήθην καλεῖ, ὡς οἷον ἐπίκρυψίν τινα καὶ κλοπήν, ὡς ὕστερον ἔσχον κατὰ φύσιν ταχθέντα, ἤγουν τοῦ τὴν μὲν ὑποκεῖσθαι, τὸν δὲ ὑπερκεῖσθαι. μετὰ γάρ τοι τὴν εὐκοσμίαν καὶ τὴν ταρτάρωσιν τῶν [646] ἠλληγορημένων Τιτάνων φανερὰ ἡ ὁμιλία καὶ ἐμφανῶς ἐναργὴς ἡ τοῦ Διὸς καὶ τῆς Ἥρας, ἣν ὁ παλαιὸς λόγος οὐκέτι εἰς κρυφαῖον, ἀλλὰ πᾶσι δῆλον γάμον θεωρεῖ. Καλῶς δὲ τὴν δύναμιν ὁ μῦθος εἰς τὸ λανθάνειν μετέλαβε. κοινὸν γάρ πως ἐν ἀμφοῖν ποτε τὸ μὴ εἶναι. οὔτε γὰρ ἡ κατὰ τὸ εἶναί τι δύναμις [ἀεὶ] ἐνέργεια ἐστίν, οὔτε τὸ λανθάνειν ἀφίησι γνωστὸν εἶναι τὸ ὄν. καὶ ἄλλως δέ, ὥσπερ τὸ δυνάμει, οὕτω καὶ τὸ ἐν τῷ λανθάνειν ἐκφανθείη ἄν ποτε. καὶ τοιοῦτον μέν τι τοῦτο. Ὁ δὲ φλύαρος μῦθος προστίθησι τοῖς κατὰ τὸν Δία καὶ τὴν Ἥραν καὶ τοιαῦτά τινα, ὅτι ὅτε Κρόνος ἐταρταρώθη, ἐξεδόθη τῷ Διῒ παρὰ Τηθύος καὶ Ὠκεανοῦ ἡ Ἥρα, ἐγκύμων μὲν οὖσα, ὡς παρθένος δὲ ὑπονοουμένη. τεκοῦσα δὲ τὸν Ἥφαιστον προσεποιήσατο δίχα μίξεως τεκεῖν καὶ Κηδαλίωνι τῷ Ναξίῳ ἐκεῖνον παρέδωκε διδάξαι χαλκευτικήν. Ἕτεροι δὲ ἐν Σάμῳ λάθρᾳ διαπαρθενευθῆναι αὐτήν φασιν. ὅθεν Σάμιοι κατὰ ζῆλον Ἥρας λάθρᾳ τὰς παρθένους συγκοιμίζουσιν, εἶτα φανερῶς τοὺς γάμους θύουσι. καὶ τοῦτο μὲν καινοτροπίαν ἔθους ἐπισύρεται μόνην, λαγνείαν δὲ οὐκ ἔχει σαφῆ. Ἡ δὲ παρὰ τῷ Γεωγράφῳ Ταναῗτις δαίμων λίαν ἀπ' ἐναντίας πίπτει τῇ Ἥρᾳ, ἥτις ἄλλοις τε ἐτιμᾶτο καὶ ἀνιερώσει παρθένων, φησίν, ἐπιφανεστάτων, ἔνθα καταπορνευθεῖσαι εἶτα πρὸς γάμον ἐδίδοντο, οὐδενὸς ἀπαξιοῦντος τῇ τοιαύτῃ συνοικεῖν. ἔστι δὲ ἀστείως εἰπεῖν, ὡς τοιούτοις ἐοίκασιν οὐ μόνον οἱ τὰς ἐξ Ὁμηρικῶν θεῶν ἀλλὰ καὶ οἱ τὰς ἄλλως ὑπὸ μεγιστάνων φθαρείσας λαμβάνοντες. Ἄλλοι δὲ μυθεύονται, ὅτι ἐξ Εὐρυμέδοντος, ἑνὸς τῶν Τιτάνων, ἔτεκεν ἡ Ἥρα τὸν Προμηθέα παρθένιον, γνοὺς δὲ ὁ Ζεὺς τὸν μὲν Εὐρυμέδοντα ἐταρτάρωσε, τὸν Προμηθέα δὲ ὕστερον προφάσει τοῦ πυρὸς ἐν Καυκάσῳ ἀνασκολοπίσας προσεπαττάλευσε.

(v. 294) Τὸ δὲ "πυκινὰς φρένας" ἔστι μὲν σεμνότερον τοῦ ἁπλῶς νόον εἰπεῖν, ἔχει δέ τι οἴκτου, ὡς οἷα τοῦ ποιητοῦ δεινὸν ἡγουμένου, εἰ τὰς τοιαύτας φρένας δολοφρονέουσα ἡ Ἥρα ἠπάτησεν. διὸ καί φασιν οἱ παλαιοὶ χρῆναι δεδιέναι τὸ τῶν παθῶν κρατεῖν, εἰ καὶ Ζεὺς ὁ παγκρατὴς πάθει νικηθεὶς ζημιοῦται τὴν ὄνησιν, ἣν ἀγρυπνῶν περιεποιήσατο ἄν. Οἱ δ' αὐτοὶ καὶ ἐν οἷς ἀνακοινοῦται δῆθεν ἡ Ἥρα τῷ Διῒ [647] τὴν εἰς Ὠκεανὸν ἄφιξιν, νομοθετεῖν φασιν Ὅμηρον ταῖς γυναιξὶ ποιεῖσθαι τὰς ἐξόδους συγχωρούντων ἀνδρῶν. [Εἰ δὲ τοιοῦτον ὁ λογοποιούμενος Ἔρως καὶ οὕτως ἀναταράττει τὰ ἐν τοῖς κατ' αὐτὸν προσώποις καὶ δεινὰ ποιεῖ, καλῶς ἄρα ὑπομνηματογραφῶν ὁ μῦθος ἀπεψηφίσθαι ὑπὸ θεῶν ἔφη τὸν Ἔρωτα, καὶ ἀποκοπῆναι μὲν τὰ πτερά, ἵνα μὴ πέτηται εἰς οὐρανὸν πάλιν, τὰς δὲ κατ' αὐτὸν πτέρυγας δοθῆναι τῇ Νίκῃ φορεῖν ὡς οἷα σκῦλον περιφανὲς ἀπὸ τοῦ πολεμίου. Διὸ καὶ Εὔβουλος οὐ κατὰ μῦθον μέν, ἄλλως δὲ σεμνότερον, ἀποστερεῖ πτερῶν τὸν Ἔρωτα, ὡς οὔτε κοῦφον οὔτε ῥᾴδιον ἀπαλλαγῆναι τῷ φέροντι τὴν νόσον, βαρὺν δὲ κομιδῇ. καὶ Ἄλεξις δέ, φασί, κωμικὸς ποιητὴς καὶ αὐτός, οὐ τὸν Ἔρωτα πέτεσθαι λέγει ἀλλὰ τοὺς ἐρῶντας, πολλὴν ἐκεῖνος ἐνταῦθα κρύπτων ἔννοιαν, ἧς κεφάλαια τὸ καὶ ἄλλως πέτεσθαι τοὺς ἐραστὰς ἀπὸ ἄλλων εἰς ἄλλα νοήματα καὶ ταχὺ ἐκ τούτων εἰς ἕτερα μεταπηδᾶν, καὶ τὸ ἀφραίνειν δὲ καὶ οὕτως ἀστατεῖν, ὧν ἐκ τοῦ μὲν ἀστάθμητοι λέγονται οἱ μὴ σταθεροί, ἐκ δὲ τοῦ ἑτέρου οἱ πετόμενοι.] Τὸ δὲ "ἀμφεκάλυψεν" ἐκ μεταφορᾶς ἐρρέθη δικτυωδῶν ἀρκύων, αἳ ὀρνίθων καταπετασθεῖσαι συλλαμβάνουσιν αὐτοὺς ἔσω καὶ καλύπτουσι. τοιοῦτον καὶ μετ' ὀλίγα τὸ "μαλακὸν περὶ κῶμα ἐκάλυψε", καὶ τὸ "νέφος ἀμφικαλύψω", καὶ μάλιστα τοῦτο, ἀφ' οὗ καὶ εἶδος δικτύου νεφέλη, ὡς οἱ τοῦ Κωμικοῦ Ὄρνιθες δηλοῦσιν ἐν τῷ "μὰ νεφέλας, μὰ παγίδας", αἳ δὴ νεφέλαι καθ' ὁμοιότητα τοῦ "νέφος ἀμφικαλύψω", ὅ ἐστιν ἐπιθήσω, σκεπάσω, καταπετάσω, καλύπτειν ἂν ὄρνις λεχθεῖεν. Ἔστι δ' εἰπεῖν καὶ ὅτι καθὰ νέφος ἥλιον, οὕτω καὶ ἔρως τὸν ἐν τῷ Διῒ ἥλιον νοῦν ἀμφεκάλυψεν.

(v. 298) Ὅτι πολλαχοῦ κεῖται καὶ ἐν Ὀδυσσείᾳ τὸ "τόδ' [648] ἱκάνειν", ὅμοιον ὂν τῷ "τῇδε ἱκάνειν". καὶ ἔστι τοῦτο μὲν Ἀττικὸν κοινότερον, τὸ δὲ ἕτερον ποιητικώτερον. ἔλλειψιν δὲ ἔχει καὶ ἄμφω. τὸ μὲν γὰρ ποιητικὸν βούλεται εἰπεῖν ἐς τόδε τὸ δῶμα ἢ τὸ χωρίον ἱκάνειν, τὸ δὲ κοινὸν ἐν τῇδε τῇ ὁδῷ ἱκάνειν ἢ τῇ γῇ ἢ τοιοῦτόν τι. Χρῆσις δὲ τοῦ ῥηθέντος ἐνταῦθα τὸ "Ἥρη, πῇ μεμαυῖα", ἢ τίπτε μεμαυῖα, "τόδ' ἱκάνεις;".

(v. 299) Ὅτι ὁ ὀκνῶν πεζοπορεῖν εἴποι ἂν τὸ "ἵπποι δ' οὐ παρέασι τῶν κ' ἐπιβαίην".

(v. 381-386) Ὅτι στίχοι ἓξ ἐνταῦθα κεῖνται ταὐτολογικῶς, ὡς Ὁμήρῳ σύνηθες, ἐκ τῶν ἤδη ῥηθέντων πρὸς τὸν Ὕπνον περὶ Ὠκεανοῦ καὶ Τηθύος ὀκτὼ στίχων, ὧν ἦν ἀρχὴ μὲν τὸ "εἶμι γὰρ ὀψομένη", τέλος δὲ τὸ "ἐπεὶ χόλος ἔμπεσε θυμῷ". παρειάθησαν δὲ δύο στίχοι ἐκεῖθεν ὡς μὴ ἀναγκαῖοι ἐνταῦθα παλιλλογηθῆναι. ἀντὶ δὲ τοῦ "εἶμι γάρ" κεῖται ὧδε τὸ ἔρχομαι, ἐπεὶ οὐκ ἦν ἐνταῦθα τόπος τῷ γαρ συνδέσμῳ.

(v. 307) Ὅτι ὥσπερ ἀκρώρεια ἡ ἀνωτάτω τοῦ ὄρους ἐξοχή, οὕτω πρυμνώρεια πολυπιδάκου Ἴδης τὸ πρυμνόν, ἤτοι τὸ κατωτάτω, αὐτῆς ἄκρον, οἵπερ εἰσὶν ἀκριβῶς πόδες ὄρους. Ὅρα δὲ ὡς πρὸ ὀλίγων μὲν πολυπῖδαξ πολυπίδακος ἐκλίνετο, ἐνταῦθα δὲ τῆς τοιαύτης γενικῆς ἀναχθείσης εἰς εὐθεῖαν τὸ πολυπιδάκου Ἴδης προήνεκται.

(v. 308) Ὅτι δέδοται τοῖς τοῦ μύθου ἵπποις καὶ διὰ θαλάσσης θέειν. Ἥρα γοῦν ψευδομένη καὶ νῦν ἀκολούθως οἷς προέθετο, φησίν, ὡς οἱ αὐτῆς ἵπποι ἐν πρυμνωρείᾳ Ἴδης ἑστᾶσιν, "οἵ με", φησίν, "οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν". εἴη δ' ἂν Ἥρας, ὅ ἐστιν ἀέρος, ὄχημα τὰ ἐκ πρυμνωρειῶν καὶ τοιούτων τινῶν ἀναθυμιώμενα διὰ τὴν περὶ αὐτὰ ὑγρότητα. Τραφερὴ δὲ ἢ κατὰ τὸ κοινὸν ἡ τρέφουσα, τὰ κατ' αὐτὴν δηλαδή, ὡς καὶ ἡ θάλασσα τὰ περὶ αὐτήν, ἢ καὶ ἄλλως παρὰ τὸ τρέφω, τὸ πήγνυμι, ἡ εὐπαγὴς καὶ στερρὰ καὶ διαστελλομένη οὕτω τῆς ὑγρᾶς. [649] (v. 30911) Ὅτι ὁ δεδιώς τινα καὶ μὴ ἔχων ἀσυντάκτως ὑποχωρῆσαι προσφυῶς ἂν εἴπῃ πρὸς ἐκεῖνον τὸ "νῦν δέ σευ εἵνεκα δεῦρο τόδ' ἱκάνω, μή πώς μοι μετέπειτα χολώσεαι, αἴ κε σιωπῇ οἴχωμαι". Καὶ ὅρα καὶ νῦν τὸ "τόδ' ἱκάνω", ἀντὶ τοῦ ἐνταῦθα, κατὰ τόδε δηλαδὴ τὸ χωρίον.

(v. 313) Τὸ δὲ ἐφεξῆς τὸ "κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι, νῦν δ' ἄγε", κώλυμά ἐστι μελετωμένης ὁδοῦ.

(v. 315) Ὅτι τὸ ἔρος Αἰολικὸν διὰ συνεσταλμένου τοῦ ο ἐνταῦθα κεῖται παρά γε τῷ ποιητῇ, ἀφ' οὗ καὶ τὸν ἔρον κλίνομεν.

(v. 314-316) Εἰπὼν γὰρ τῇ Ἥρᾳ ὁ Ζεύς, ὡς "ἄγ' ἐν φιλότητι τραπείομεν εὐνηθέντε", ἐπάγει "οὐ γάρ πώ ποτε μ' ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσε". Καὶ ὅρα ὅπως ἔφρασε βίαν ἔρωτος, καὶ ὡς οὐ μόνον ἐπὶ βρώσεως ὁ ἔρος παρὰ τῷ ποιητῇ, ἀλλὰ καὶ ἐπὶ ἄλλης ὁμιλίας, οἱ μέντοι Ἀττικοὶ τὸ ἔρως ἐκτείνουσιν. οἱ δὲ μῦθοι καὶ θεὸν αὐτὸν ἀναπλάττονται, πτεροῖς αἰρόμενον καὶ τόξῳ βάλλοντα καὶ λαμπάδι φλέγοντα. [Ὁ δὲ κωμικός, φασίν, Ἄλεξις εὐθυβολώτερον ἐπιβαλὼν λέγει "καί μοι δοκοῦσιν ἀγνοεῖν οἱ ζωγράφοι τὸν Ἔρωτα, συντομώτερον δ' εἰπεῖν, ὅσοι τοῦ δαίμονος τούτου ποιοῦσιν εἰκόνας. ἔστι γὰρ οὔτε θῆλυς οὔτ' ἄρσην, πάλιν οὔτε θεὸς οὔτ' ἄνθρωπος, οὔτ' ἀβέλτερος οὔτ' αὖθις ἔμφρων, ἀλλὰ συνηνεγμένος πανταχόθεν ἑνὶ τύπῳ πόλλ' εἴδη φέρων. ἡ τόλμα μὲν γὰρ ἀνδρός, ἡ δειλία δὲ γυναικός, ἡ δ' ἄνοια μανίας, ὁ δὲ λόγος φρονοῦντος", καὶ τὰ ἑξῆς, ἃ δὴ καὶ τῇ Ἥρᾳ ἐμφαντάζονται. τολμᾷ μὲν γὰρ ἀνδρικῶς, ὕστερον δὲ δειλιᾷ. καὶ λαλεῖ μὲν πιθανὰ τῷ Διῒ ἀνδρί, οὐ μὴν πρὸς νοῦν ὀρθόν, εἰ καὶ μὴ μαίνεται αὐτὴ κατ' ἐπιθυμίαν ἐπίσης τῷ Διΐ, ἔχουσα καὶ αὐτὴ εἰπεῖν, ὡς ἐρωτικὴ μέν εἰμι, ὁμολογῶ, ἐρωτομανὴς δὲ οὔ. ὅτι δὲ ἡ ῥηθεῖσα κατὰ μανίαν ἄνοια πολλαχοῦ τῷ ἔρωτι ἐπακολουθεῖ, δηλοῖ ὁ ποιητὴς ἐν τῷ "δῖα ἐπεμήνατο Ἄντεια".] Τὸ δὲ "θεᾶς οὐδὲ γυναικός" οὐ κατὰ γένος θηλυκὸν ἀντιδιαιρεῖ. δῆλον γὰρ ὡς καὶ τῷ Διῒ τὰς ὑπ' αὐτῷ γινομένας ἐξ ἔρωτος γυναικικῶς συγκατακλίνει ὁ μῦθος. οὔκουν κατὰ θῆλυ γένος ἡ ἀντιδιαίρεσις αὕτη, ἀλλὰ κατὰ τὸ θεῖον καὶ ἀνθρώπινον εἶδος, ὡς ἑτεροειδῶν ὄντων τῆς τε μυθευομένης ἐν θεοῖς θεᾶς καὶ τῆς ἐν ἀνθρώποις γυναικός.

(v. 316) Τὸ δὲ "θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσε", περίφρασίς ἐστι καὶ παράφρασις τοῦ "πυκινὰς φρένας ἀμφεκάλυψεν", ὥσπερ καὶ τὸ "περιπροχυθείς" καθ' ὁμοιότητα ἐρρέθη τοῦ "ἀμφιχυθείς". Ἐνταῦθα δὲ διήγησιν ἐρωτικὴν ἐκθεὶς Ὅμηρος καὶ ἱστορίας [650] ὁμοίας ἐγκαταμίγνυσι, τῷ ἀκράτῳ μύθῳ μυθικὰ παραπλέκων σύντομα διηγήματα. ἐν οἷς ὁ Ζεὺς δεικνὺς ἑαυτὸν ἀξιέραστον παρατίθεται πολλοὺς ἔρωτας ἑαυτοῦ, τοὺς μὲν ὁμογενεῖς, τοὺς δὲ καὶ ἐπὶ θνηταῖς γυναιξί. Ταῦτα δὲ λέγει ὡς οἷα κλαπεὶς ἤδη τὸν νοῦν ὑπὸ τοῦ κεστοῦ καὶ διὰ τοῦτο ἐφ' οἷς οὐκ ἔδει σεμνυνόμενος ἀφελῶς καὶ ἁπλούστερον. διὸ καὶ τὸ τῶν ὀδόντων ἕρκος ἀνοίξας ἀφίησι φεύγειν ἐκεῖθεν λόγους οὐκ εὐγενεῖς, ἔρωτα παθὼν ἄτοπον. Ἀνὴρ γὰρ φιλεῖν μὲν τὴν ἰδίαν ἄκοιτιν καὶ ἀγαπᾶν καὶ ὁμονοητικῶς ἔχειν πρὸς αὐτὴν ἢ εἴ τι ἄλλο τοιοῦτον, λέγοιτο ἄν, ἐρᾶν δὲ οὔ. ἔρως γὰρ τῶν μὴ ἐν ἐξουσίᾳ μηδὲ ἐφ' ἡμῖν, ἐπιθυμίας ὢν ὑπερβολὴ ἐπὶ τῶν μὴ πάνυ παρ' ἡμῖν ὄντων. εἰ δὲ παρ' Ἡροδότῳ ἐρᾶν ὁ Κανδαύλης τῆς οἰκείας λέγεται γυναικός, ἀλλὰ κακὸν ἐκεῖνος ἔπαθεν ἐντεῦθεν τὸ ἱστορηθέν. οὔκουν οὐδὲ ὁ Ζεὺς ἔνδοξόν τι πείσεται τῆς Ἥρας ἄρτι ἐρῶν ὡς ἐξ ὑπαρχῆς ποτε, ἀλλ' ἀποσφαλήσεται τοῦ οἰκείου σκοποῦ. Ὅρα δὲ καὶ ὅτι καλλωπίζων τὸ ἐρωτικὸν τοῦτο χωρίον ὁ ποιητὴς εὐειδεῖ σχήματι τῷ τῆς ἄρσεως, ἤγουν τῷ τῆς οὐ ἀρνήσεως ἀποφατικῶς, ἐννεάκις χρᾶται αὐτῷ, ποτὲ μὲν γοργότερον φράζων, ποτὲ δὲ καὶ ἄλλως.

(v. 315-327) "Οὐ γάρ πώ ποτέ με", φησίν, "ἔρος περιῆλθε" τοιοῦτος, "οὐδ' ὁπότ' ἠρασάμην Ἰξιονίης ἀλόχοιο οὐδ' ὅτε περ Δανάης", καὶ τὰ ἑξῆς, ἐπίτηδες ἐπιμείνας τοιούτῳ λαμπρῷ σχήματι, ὥσπερ καὶ τῇ λέξει τοῦ "ἔτεκε". καὶ γὰρ καὶ αὐτὸ πολλάκις ὁμοιοσχημόνως φησίν, οἷον "ἣ τέκε Πειρίθοον, ἣ τέκε Περσῆα, ἣ τέκε Μίνω". καὶ τούτοις μὲν οὕτως ἐπέμεινε. Τὸ δὲ "ἠρασάμην" ἅπαξ ὡς οἷον πτωχικῶς εἰπὼν ἀφῆκεν ἑπτάκις ἐν τοῖς ἑξῆς νοηθῆναι αὐτὸ ἀπὸ κοινοῦ, ἐντραπεὶς τὸ τοῦ ἐρᾶν ὄνομα καὶ μὴ θελήσας ἐπιμεῖναι καὶ αὐτῷ, ὑπομνήσας δὲ μόνον αὐτοῦ πρὸς τῷ τέλει ἐν τῷ "ὡς σέο νῦν ἔραμαι, καί με γλυκὺς ἵμερος αἱρεῖ". Οὕτω καὶ ἐπιμένειν καιρίως οἶδεν ὁ ποιητὴς καὶ αὖθις [651] ἐλλιπῶς τοὺς λόγους προάγειν ἐν δέοντι. Πάνυ δὲ καὶ ἐν τῷ χωρίῳ τούτῳ τῇ συνήθει ποικιλίᾳ ὁ ποιητὴς ἐπλεόνασεν, ἐπικαλύπτων τὸ αἰσχρὸν τεχνικοῖς θεωρήμασιν. Ἡ δὲ ποικιλία τοιαύτη τις, ὡς ἐκ πολλῶν ὀλίγα εἰπεῖν. θεὰς μὲν ὀλίγας ὁ Ζεὺς μετρεῖ, Δήμητραν γὰρ καὶ Λητώ, θνητὰς δὲ πλείονας, καὶ οὓς μὲν ἐγέννησαν αἱ θεαί, οὐ λέγει, οὓς δὲ ἐγέννησαν αἱ θνηταί, ἀπαριθμεῖται σαφῶς, καὶ τὰς μὲν θνητὰς ἐρωμένας ἄνευ ἐπιθέτων προάγει δίχα τῆς Δανάης, αὐτὴν γὰρ μόνην καλλίσφυρον ὀνομάζει, τὰς δὲ μὴ θνητὰς ἐπιθέτοις κοσμεῖ, καλλιπλόκαμον μὲν ἄνασσαν εἰπὼν τὴν Δήμητραν, ἐρικυδέα δὲ τὴν Λητώ. οὕτω δὲ καὶ τοὺς ἐκ τῶν θνητῶν παῖδας σὺν ἐπιθέτοις προάγει δίχα τοῦ Μίνωος, ὡς τῷ ἀδελφῷ συλληφθέντος Ῥαδαμάνθυϊ. φησὶ γὰρ "Πειρίθοον θεόφιν μήστωρ' ἀτάλαντον", περὶ οὗ καὶ ἡ ἄλφα ῥαψῳδία δηλοῖ, "Περσῆα πάντων ἀριδείκετον ἀνδρῶν", "Μίνω καὶ ἀντίθεον Ῥαδάμανθυν", "Ἡρακλῆα καρτερόφρονα", "Διόνυσον χάρμα βροτοῖσι", διὰ τὸ δοτῆρα τοῦ οἴνου γενέσθαι. Ἔτι κατ' ἀρχὰς μὲν τῶν τοιούτων διηγημάτων μίαν ἐκτίθεται μητέρα καὶ ἕνα παῖδα "οὐδ' ὁπότ' ἠρασάμην Ἰξιονίης ἀλόχοιο, ἣ τέκε Πειρίθοον, οὐδ' ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης, ἣ τέκε Περσῆα", εἶτα μίαν ἱστορεῖ δύο γεννήσασαν "οὐδ' ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο, ἣ τέκε μοι τὸν Μίνωα" [καὶ ἀποκοπῇ Μίνω] καὶ τὸν Ῥαδάμανθυν, εἶτα μητέρας ὁμοῦ δύο ἐν ἑνὶ στίχῳ τίθησι, Σεμέλην τε καὶ Ἀλκμήνην, ὧν δύο παῖδες, Ἀλκμήνης μὲν Ἡρακλῆς, Διόνυσος δὲ Σεμέλης, εἶτα δύο ἄλλας, Δήμητραν καὶ Λητώ, ἐν στίχοις δυσίν. ἐξ ὧν, ὡς καὶ προείρηται, οὐ λέγει τίνες ἐγένοντο, ἵνα μὴ λυπήσῃ, φασί, τὴν Ἥραν ἐν καιρῷ τοιούτῳ, Ἀπόλλωνος τοῦ Λητοΐδου μνησθείς, ὃς Ἀχαιοῖς ἀντιφέρεται, οὓς ἡ Ἥρα φιλεῖ. ἔτι πασῶν ὧν εἶπε δύο μέν τινας οὐ λέγει πρὸς ὄνομα. οὔτε γὰρ τὴν τοῦ Πειρίθου ὀνομάζει μητέρα, οὔτε τὴν τοῦ Μίνωος καὶ Ῥαδαμάνθυος, τὰς δὲ λοιπὰς ἐξ ὀνόματος καταλέγει. Προτίθησι δὲ τῶν ἀθανάτων τὰς θνητὰς γυναῖκας, ἵν' εὐτάκτως προερχόμενος εἰς τὴν Ἥραν ἐν τῷ "ὡς σέο νῦν ἔραμαι", ταῖς μὴ θνηταῖς συνάψῃ αὐτήν, καὶ μὴ ὑποτάξῃ θνηταῖς γυναιξὶ τὴν ἀθάνατον, ἢ καὶ ἄλλως, ἀπὸ τῶν μικροτέρων ἐρωμένων ἐπὶ τὰς μείζους προϊών. Οἱ δὲ παλαιοὶ λέγουσιν, ὡς τοῦτο [652] ποιεῖ ἀπὸ τοῦ δριμυτέρου καὶ μείζονος ἀρξάμενος ἔρωτος, τοῦ τῶν θνητῶν δηλαδή, καὶ κατασκευάζουσι πιθανῶς ἐκεῖνοι τὸν λόγον ὡς αὐτοῖς βουλητόν. οἷς εἰς κατασκευὴν συμβάλλεται καὶ ἡ ἐνάργεια. πολλοὶ γὰρ ὑπαχθέντες ἔρωτι δουλίδας προτιμῶνται τῶν εὐγενῶν. Ἰστέον δὲ καὶ ὅτι κατάλογόν τινα ἡρωΐδων ἐνταῦθα, ὡς καὶ ἐν τῇ Ὀδυσσείᾳ, ποιεῖ Ὅμηρος, καὶ ταῖς περὶ αὐτῶν ἱστορίαις συντομώτατα ἐπιτρέχει, ὃ δὴ ὁ Λυκόφρων ἐκ τούτου ἐκέρδανε. ποιεῖ δὲ τὸ τοιοῦτον ἐπίτροχον Ὅμηρος τόν τε ἀκροατὴν πολυμαθῆ ποιῶν καὶ οὐδὲ πέρα τοῦ μετρίου τοῖς παρέργοις ἐμφιλοχωρῶν. Σημείωσαι δὲ καί, ὅτι τῶν παλαιῶν εἰπόντων ὡς ἡ ποιητικὴ ἕξις ἢ καὶ οὐσία συνέστηκεν ἐξ ἱστορίας καὶ διαθέσεως καὶ ἡδονῆς, καὶ ὡς τῆς ἱστορίας μέν ἐστιν ἡ ἀλήθεια, ὡς ἐν νεῶν Καταλόγῳ ποιεῖ Ὅμηρος, τῆς δὲ διαθέσεως ἐνέργεια, ὡς ὅταν μαχομένους εἰσάγῃ, μύθου δὲ ἡδονὴ καὶ ἔκπληξις, τὰ μὲν προσεχῶς πρὸ τοῦ χωρίου τούτου ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ ἀκράτως ἦσαν μῦθοι, τὰ δὲ ἐφεξῆς μετὰ τὸν τοῦ Διὸς ὕπνον διάθεσιν δραστηρίου μάχης ἔχουσι, τὰ δὲ μεταξὺ ταῦτα ἱστορίαις καὶ μύθοις κέκραται.

(v. 314) Ἰστέον δὲ καὶ ὅτι τὸ "τραπείομεν εὐνηθέντε" δύναται μὴ μόνον δηλοῦν τὸ τερφθῶμεν κοινότερον, ἀλλὰ καὶ ἄλλως φιλοσοφώτερον αὐτὸ δὴ τὸ τραπῶμεν, ὡς ἀπὸ τοῦ τρέπω, οἷα τῶν κατ' ἔρωτα παθῶν τρέπειν δυναμένων καὶ ἐξιστᾶν τῶν σπουδαιοτέρων ἐνεργειῶν.

(v. 317) Τὸ δὲ "ἠρασάμην" ἀνάλογον μέν, ἀτριβὲς δὲ τοῖς λογογραφεῖν ἐθέλουσι. Τὸ δὲ "Ἰξιονίης" κτητικὸν ὄν, μὴ γραφὲν δὲ διὰ τῆς ει διφθόγγου, σημειῶδές ἐστι καὶ αὐτὸ διὰ τὴν τοῦ διχρόνου παράληξιν, καθὰ καὶ ὁ Αἰπύτιος τύμβος καὶ τὰ ἄλλα τὰ προσεσημειωμένα. ὧν τῆς γραφῆς αἴτιος ὁ ἐν τῷ ἡρωϊκῷ μέτρῳ ἀναγκαῖος δακτυλισμός. [Τῷ τοιούτῳ δὲ χαρακτῆρι, τουτέστι τῇ ἐκ τῆς ει διφθόγγου ἀπελεύσει τοῦ ε, συντακτέον πρὸς ἄλλοις οὐκ ὀλίγοις καὶ τὸ σείω, σῖτος, εἰλῶ, ἴλιγγος, εἴρω, Ἶρις καὶ Ἶρος τὸ ἐν Ὀδυσσείᾳ κύριον, ἔτι δὲ καὶ τὸ [653] σίλουρος καὶ τὰ συκάμινα, εἴπερ ἀληθὴς ὁ εἰπών· σίλουρον μὲν ἰχθὺν αὐτὸν Αἰγύπτιον γίνεσθαι παρὰ τὸ σείειν τὴν οὐρὰν συχνά, συκάμινα δὲ διὰ τὸ σύκων ἀμείνω εἶναι. τοῦ τοιούτου δὲ λόγου καὶ τὸ ἀλγινόεις ἐκ τοῦ ἀλγεινός, καὶ τὸ Ἰκόνιον ἐκ τῆς εἰκόνος.] (v. 318) Ὅρα δὲ ὅτι τὸν τοῦ Ἰξίονος Πειρίθοον οὐδὲν ἐκώλυσεν ἡ πατρόθεν κακία γενέσθαι μήστωρα θεοῖς ἀτάλαντον. Διόπερ ὁ μῦθος Διὸς αὐτὸν εἶπεν, ὀκνήσας εἰπεῖν Ἰξίονος. ὃν πρῶτον φόνου τοῦ μεγάλου κακοῦ κατάρξαι φασί, καὶ Ἥρας δὲ πλάττουσιν αὐτὸν ἐρασθῆναι καὶ Νεφέλῃ συνελθεῖν, ἀφ' ἧς ὁ τῶν Κενταύρων σπορεὺς ἄθεσμος Κένταυρος, καὶ ἐν Ἅιδου δὲ τροχῷ φασι προσδεθέντα κολάζεσθαι, περὶ ὧν καὶ ἀλλαχοῦ ἐρρέθη.

(v. 319) Ὅτι δὲ πολλαχοῦ χαίρει Ὅμηρος καλλισφύρους λέγειν γυναῖκας, περιεργαζόμενος τοὺς καλοὺς πόδας, ὡς καὶ ἐν τῷ ἀργυρόπεζα, καὶ ἐν τῷ τανύσφυρος, ὅ ἐστι λεπτόσφυρος, ὀρθόσφυρος, δῆλόν ἐστι. Τοῦ δὲ Ἀκρισιώνη τοιοῦτος ὁ κανών. Ἀπὸ τῶν εἰς ος καθαρῶν κυρίων ὀνομάτων γίνονται θηλυκὰ πατρωνυμικὰ διὰ τοῦ ωνη, οἷον ἐκ τοῦ Ἀκρίσιος Ἀκρισιώνη, ἡ τοῦ Ἀκρισίου, ἀπὸ δὲ τῶν μὴ καθαρῶν διὰ τοῦ ινη, ὡς Ἀδραστίνη, ἡ τοῦ Ἀδράστου.

(v. 320) Περὶ δὲ τοῦ Περσέως πλατεῖα ἱστορία κεῖται παρὰ Πινδάρῳ. νῦν δὲ τοσοῦτον ῥητέον, ὅτι σεμνότερον Ἡρακλέος τὸν Περσέα Ἡρόδοτος δεικνύων φησίν, ὡς οὐκ ἔστιν ἐπωνυμία τῷ Περσεῖ οὐδεμία πατρὸς θνητοῦ, ὥσπερ τῷ Ἡρακλεῖ Ἀμφιτρύων, καὶ ὅτι τὸν τοιοῦτον Περσέα πλείω Ἡρακλέους ἀγαθὰ κατεργασάμενον οὐ τυχεῖν δόξης φασί, διότι Διόνυσον ἀνελὼν εἴς τινα λίμνην ἐνέβαλεν. οὗτος δὲ ὁ μῦθος οὐδὲν ἀπέοικε τοῦ κατὰ τὸν Λυκοῦργον, ὃς διώκων τὸν Διόνυσον ἠνάγκασε κατὰ θαλάσσης ἅλασθαι, [ὥς που δεδήλωται πρὸ τούτων, ἔνθα καὶ εἰς οἶνον ἀλληγορεῖσθαι τὸν Διόνυσον ἐρρέθη, ἀφ' οὗ καὶ τὸ διονυσιάζειν συμποσιακὴ λέξις παρὰ Πλάτωνι, οἷον "πάντα τὸν βίον ἐδιονυσίαζεν", ἤγουν περὶ οἶνον ἠσχολεῖτο. Καὶ μνεία [654] δέ τις γέγονε τῶν περὶ ἐκεῖνον, αἳ Βασσάραι μὲν ἐλέγοντο καὶ Λυδαὶ καὶ Μακέται καὶ Μιμαλλόνες, δαιμόνιά τινα, τιθῆναι αὐτοῦ ‑ εἰς ἀμπέλους δὲ ἀλληγορικῶς μετελαμβάνοντο ‑ τάς τε τρίχας κατακεχυμέναι καὶ ἄλλα τινὰ ποιοῦσαι φίλα τῷ οἴνῳ Διονύσῳ, κιττῷ, φασί, στεφανούμεναι καὶ ἀμπέλῳ, καὶ κατέχουσαι χερσὶν αἱ μὲν ἐγχειρίδια, αἱ δ' ὄφεις. τοῦτο δὲ πρὸς αἴνιγμα τοῦ καὶ θηριώδεις καὶ φονικοὺς εἶναι τοὺς μεθύοντας. Τοῦ δὲ κατ' οἶνον, ὡς εἴρηται, Διονύσου μέμνηται, φασί, καὶ Τίμων ἐν τῷ "βαρὺν βουπλῆγα τομώτερον ἢ Λυκόοργος, ὅς ῥα Διονύσου ἀριθμοπότας ἐπέκοπτεν". Εἰ δὲ Βασσάραι μὲν αἱ εἰρημέναι τοῦ Διονύσου τροφοὶ διὰ τὸ βάσιν ἐπ' ἀρᾷ ποιεῖσθαι διὰ τὸ μανιῶδες, Λυδαὶ δὲ ἢ τοπικῶς, καθὰ καὶ Μακέται ὡς Μακεδονικαί, ἢ καὶ ἄλλως οἷα ὑπὸ μέθης ἔκλυτοι, Μιμαλλόνες δὲ κατὰ τὴν παρὰ Λυκόφρονι ἔννοιαν, ἄλλου ταῦτα λόγου.] Τὸ δὲ "ἀριδείκετον ἀνδρῶν", ὅτι διὰ τὴν ἀρι ἐπίτασιν ἔχει τὴν κατὰ γενικὴν σύνταξιν, καὶ ἑτέρωθι δηλοῦται.

(v. 321) Φοίνικος δὲ κούρη καὶ Κασιεπείας Εὐρώπη, ἧς καὶ Διὸς Μίνως καὶ Ῥαδάμανθυς, οὕτω κληθεὶς αὐτός, ἐπεί, φασίν, ἡ μήτηρ ἐμάνη, τουτέστι πάνυ ἐρωτικῶς διετέθη περὶ ῥόδα, ἅπερ ὁ αὐτὴν ἁρπάσας ταῦρος προΐσχετο. καὶ μὲν ἕτεροι κρόκον ἐκεῖνον ἔφασαν τῶν μυκτήρων προβάλλεσθαι. Περὶ δὲ τούτων, καὶ ὅτι λῃστρικός τις ὁ Μίνως, εἰ καὶ ἕτεροι δίκαιον καὶ νομοθέτην αὐτὸν ἱστοροῦσιν, ὡς καὶ ὁ ποιητής, ἐν οἷς καὶ Διὸς ὀαριστὴν αὐτὸν λέγει, πολλοί τινες καὶ πολλαχοῦ καθιστοροῦσιν. ὥσπερ καὶ περὶ Ἀλκμήνης, καὶ περὶ Σεμέλης δέ, ἣν καὶ εἰς ἄμπελόν τινες, ἧς ὁ οἶνος κατασείει μέλη, ἐν τοῖς κατὰ τὴν Θεογονίαν ἀλληγοροῦσιν, ὡς καὶ τὸν Διόνυσον εἰς οἶνον τὸν ἡδύν. οὗ ἕνεκεν καὶ χαριδότης Διόνυσος, ἐξ Ὁμήρου γενομένης καὶ τῷ τοιούτῳ ἐπιθέτῳ ἀρχῆς, ὃς χάρμα [655] βροτοῖς ἐνταῦθα ἔφη τὸν Διόνυσον. τούτοις δὲ συλλαλεῖ καὶ τὸ γάνος ἀμπέλου ῥηθῆναι τὸν οἶνον. διφορεῖται δὲ κἀνταῦθα τοῖς ἀντιγράφοις ἡ τοῦ Διονύσου προπαραλήγουσα.

(v. 324) Ὁ δὲ Ἡρακλῆς κατὰ τοὺς παλαιοὺς Ἀλκαῖος πρὶν ἐκαλεῖτο, Ἡρακλῆς δ' ὑπὸ τοῦ Πυθίου ἐξωνομάσθη, κατὰ τὸ "Ἡρακλέην δέ σε Φοῖβος ἐπώνυμον ἐξονομάζει. ἦρα γὰρ ἀνθρώποισι φέρων κλέος ἄφθιτον ἕξεις". Ἡ τοιαύτη δὲ ἐτυμολογία ψιλοῖ τὴν τοῦ Ἡρακλέους ἄρχουσαν, ὡς δοκεῖν Ἀττικῶς αὐτὴν δασύνεσθαι. Ἕτεροι δέ φασιν, ὅτι Πορφυρίωνος βιαζομένου τὴν Ἥραν ὁ Ἀλκαῖος αὐτῆς προκαλεσαμένης ἐβοήθησε, καὶ ἡ τοιαύτη τῆς Ἥρας κλῆσις ἐπέθετο τὴν τοῦ Ἡρακλέους φερωνυμίαν αὐτῷ, κρατερόφρονι ἀληθῶς ὄντι, ὡς αἱ ἱστορίαι δηλοῦσιν. Ὅτι δὲ ὁ δηλωθεὶς Ἡρακλῆς καὶ Ἡρακλείδης ἐκαλεῖτο, ὡς Ἀριστείδης, ἔτι δὲ καὶ Ἥρυλλος ἐν τοῖς Σατυρικοῖς, δηλοῦσιν οἱ κατὰ στοιχεῖον τὰ Ῥητορικὰ ἐκθέμενοι, παρ' οἷς δῆλον καὶ ὡς ὑποκεκόρισται ὁ Ἥρυλλος ἐκ τοῦ Ἡρακλῆς, ὡς ἐκ τοῦ Ἀριστοκλῆς ὁ Ἀρίστυλλος παρὰ τῷ Κωμικῷ, [καὶ ἐκ τοῦ Βαθυκλῆς ὁ Βάθυλλος.] (v. 326) Ἡ δὲ Δημήτηρ ὅτι εἰς γῆν ἀλληγορεῖται, ὡς οἱονεὶ γημήτηρ οὖσά τις, ὅθεν καὶ πιθανῶς ὁ Ζεὺς καὶ αὐτῆς ἐρᾷ, ὃν τρόπον καὶ Οὐρανὸς Γῆς καθ' ἕτερον μῦθον, καὶ ὅτι καλλιπλόκαμος λέγεται διὰ τὰς τῶν φυτῶν τροπικῶς λεγομένας κόμας, καὶ ὡς ἡ Λητὼ οὐ μόνον εἰς λήθην ἀλληγορεῖται, ἀλλὰ καὶ εἰς νύκτα τὴν τῷ ἀέρι Διῒ προσήκουσαν, ὅτε μὴ φωτὶ καταλάμπεται, οὐκ ἂν εἴη τις τῶν περὶ λόγους ἀγνοῶν. διὸ καὶ ἐρικυδὴς αὕτη ὡς καὶ τῷ Διῒ τιμία καθ' Ὅμηρον ἁζομένῳ μὴ Λητοῖ [νυκτὶ] ἀποθύμια ἔρδοι.

(v. 328) Τοῦ δὲ "ἔραμαι" κοινὸς ὁ ἐνεστώς. ἐρῶ γὰρ ἐράσω, ἵνα ᾖ παθητικὸς παρακείμενος ἀναύξητος. τοιοῦτον δὲ καὶ τὸ ἄγαμαι. εἰπεῖν γὰρ ὡς προϋπάρχει αὐτῶν τὸ ἔρημι καὶ τὸ ἄγημι ὁμοίως τῷ ἵστημι ἀμάρτυρόν ἐστι. Τὸ δὲ "καί με γλυκὺς ἵμερος αἱρεῖ" περιφραστικὴ ἑρμηνεία ἐστὶ τοῦ ἔραμαι, οὗ χρῆσις καὶ παρὰ τῇ Τραγῳδίᾳ, οἷον "ἔραμαι κυσὶ θωΰξαι". Ὁ δὲ γλυκὺς ἵμερος, [656] ὁποῖος ὁ τῶν συμβιούντων, πρὸς διαστολὴν τῶν μὴ τοιούτων ἱμέρων εἴρηται. Ὅτι πολλάκις τινὲς ἀγαθὰ συμβουλεύειν δοκοῦντες ὑπούλως, εἶτα λυποῦσιν ἐν τῷ τέλει, ἐὰν λαθεῖν ἐξισχύσωσιν.

(v. 329-340) Ἡ Ἥρα γοῦν δολοφρονέουσα δοκεῖ μὲν αἰδημόνως λέγειν τῷ Διῒ νεμεσητὸν εἶναι, εἰ νῦν, φησίν, "ἐν φιλότητι λιλαίεαι εὐνηθῆναι Ἴδης ἐν κορυφῇσι, τὰ δὲ προπέφανται ἅπαντα", ἤγουν προφανῆ εἰσι. καὶ "πῶς ἂν ἔοι", φησίν, ἤγουν τί ἂν γένοιτο καὶ οἷον ἔσται τὸ τέλος, "εἴ τις νῶϊ θεῶν εὕδοντε ἀθρήσειε, θεοῖσι δὲ πᾶσι μετελθὼν πεφράδοι; οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα νεοίμην ἐξ εὐνῆς ἀνστᾶσα, νεμεσητὸν δέ κεν εἴη. ἀλλ' εἰ δή ῥ' ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ", τὸ ἐν φιλότητι δηλαδὴ εὐνηθῆναι, ὃ νῦν ἡ Ἥρα σιωπᾷ, φειδομένη ὀλιγάκις λέγειν τὰ μὴ σεμνά, "ἔστιν τοι θάλαμος, τόν τοι φίλος υἱὸς ἔτευξεν, Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσεν", ὃ καὶ πρὸ ὀλίγων ἐγράφη. "ἔνθ' ἴομεν κείοντες", ὅ ἐστι κοιμηθησόμενοι, "ἐπεὶ νύ τοι εὔαδεν εὐνή", ὃ διασαφητικόν ἐστι τοῦ "εἰ δὴ ἐθέλεις", καὶ τοῦ "καί τοι φίλον ἔπλετο θυμῷ". Ἐν τούτοις δὲ καὶ ἐπιπλήττειν προσποιεῖται ἡ κακομήχανος, αἰνότατον εἰποῦσα τὸν Δία καὶ ὡς ἀπηρυθριακότα μέμφεται ἐν τῷ "ποῖον τὸν μῦθον ἔειπες", καὶ ἀκκίζεται. καὶ λαλεῖ μὲν ἀγαθά, πλὴν Ὁμηρικῇ μεθόδῳ μετὰ τέχνης λαλεῖ. θέλει γὰρ ἐν θαλάμῳ κατακλεῖσαι τὸν μυθικὸν Δία, ἔνθα δῆθεν κρύψεται τὰ προφαινόμενα, ὡς ἂν ἔχῃ πάντῃ λανθάνειν αὐτὸν τὰ Ἑλληνικά. ὁ δὲ οὐ πείθεται, συννοούμενος, φασίν, ὡς ἅπας τόπος τῇ κατὰ νόμον συνόδῳ θάλαμός ἐστιν, ἐν ἀθέσμῳ δὲ ὁμιλίᾳ τὸν Ἄρην οὐδ' ἡφαιστότευκτος ὢν ὁ θάλαμος ἔκρυψεν, ὡς ἐν Ὀδυσσείᾳ μεμύθευται. Ἀλλὰ τοῦτο μὲν Διὸς νοῦς, ὡς εἰκός, ὁ δὲ ποιητὴς ἐπίτηδες περὶ τὴν Ἴδην αὐτὸν κοιμᾷ, ἵνα ἐγγύτερος ὢν ἐν τοῖς κάτω τάχιον ἀφυπνισθῇ τῇ ἐκ πολέμου βοῇ καὶ καταστήσῃ τὰ πρακτέα ὅποι χρή.

(v. 337) Ὅρα δὲ ὅτι τὸ "εἰ λιλαίεαι εὐνηθῆναι" παραφράζων ὁ ποιητὴς τὸ μὲν εὐνηθῆναι σιγᾷ, ὡς προσεχῶς ἐρρέθη, τὸ δὲ λοιπὸν ἑρμηνεύων περιφραστικῶς ἔφη "εἴ τοι φίλον ἔπλετο θυμῷ". Ἰστέον δὲ καὶ ὅτι πρῶτα μὲν εἰπὼν τὸ "εἰ λιλαίεαι εὐνηθῆναι" εἶτα παραφράσας αὐτὸ ἐν τῷ "ἐπεί νύ τοι εὔαδεν εὐνή" μεταξὺ ἐλλειπτικῶς ἔθετο τὸ "ἀλλ' εἰ δὴ ἐθέλεις", τὸ εὐνηθῆναι δηλαδὴ ἢ τὴν εὐνήν, καὶ πάλιν ὁμοίως "καί τοι φίλον ἔπλετο θυμῷ", τὸ εὐνηθῆναι δηλονότι ἢ ἡ εὐνή. οὕτω πολυδύναμος πανταχοῦ φράζειν ποικίλως ὁ ποιητής.

(v. 333) Τὸ δὲ "ἔοι", ὅ ἐστιν ὑπάρχοι, τοῦ ἔον ἤρτηται δευτέρου ἀορίστου, ἐξ οὗ ἐών, ὁ ὑπάρχων. [Ὁ δὲ φόβος τοῦ "θεοῖς μετελθὼν πεφράδοι" ἀσφαλῶς ἔχει ἐκ τῶν [657] κατὰ τὴν Ὀδύσσειαν, ἔνθα γέλως ἄσβεστος ἐνῶρτο θεοῖς ἠθροισμένοις περὶ τὸν Ἄρην καὶ τὴν Ἀφροδίτην ὁμοῦ κειμένους.] (v. 337) Ἐν δὲ τῷ "εἰ δή ῥ' ἐθέλεις" οὐκ ἦν ἀνάγκη παραπεσεῖν τὸν ῥα σύνδεσμον, εἰ μὴ φίλος ἦν αὐτὸς Ὁμήρῳ, καθὰ μυριαχοῦ φαίνεται.

(v. 340) Τοῦ δὲ "εὔαδεν", ὅ ἐστιν ἤρεσεν, ἡδὺ ἔδοξε, προηγεῖται τὸ ἥδω, ὅθεν ἧδε, καὶ διαλύσει ἔαδε, καὶ Αἰολικῇ ἐπενθέσει τοῦ υ εὔαδε. [Διὸ καὶ ψιλοῦται κατ' ἔθος Αἰολικόν.] (v. 332) Ἰστέον δὲ ὅτι ἐκ τῶν εἰρημένων τὸ "τὰ δὲ προπέφανται ἅπαντα" καὶ παροιμιακῶς ἐπὶ τῶν ἅπασι δήλων δύναται λέγεσθαι [καί, ὡς εἰπεῖν, ἐπὶ τῶν προφανῶν, ὧν ἡ παραγωγὴ ἐκ τοῦ προφαίνεσθαι.] (v. 335 s.) Τὸ δὲ "οὐκ ἂν ἔγωγε πρὸς δῶμα νεοίμην, νεμεσσητὸν δέ κεν εἴη" ἐρεῖ ἄν τις αἰδούμενος οἴκοι ἐπαναστρέψαι διά τι παρεμπεσόν.

(v. 337) Ὁ δὲ ἐξακολουθῶν θελήματι ἄρξηται ἂν ἐκ τοῦ "ἀλλ' εἰ δὴ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ".

(v. 341-343) Ὅτι δεξιῶς ἀπορήσας, ὡς ἐρρέθη, διὰ τῆς Ἥρας ὁ ποιητὴς εὐπλαστίας χάριν καὶ πιθανότητος, πῶς ἂν ἔοι τάδε γελοῖα ὄντα καὶ οὐδὲ σεμνά, λύει τὸ ἄπορον διὰ τοῦ Διός, εἰπόντος "Ἥρη, μήτε θεῶν τό γε δείδιθι μήτε τιν' ἀνδρῶν ὄψεσθαι· τοῖόν τοι ἐγὼ νέφος" καὶ ἑξῆς, ὡς αὐτίκα εἰρήσεται.

(v. 342) Ἰστέον δὲ ὅτι τὸ "θεῶν" εἶχε μὲν καὶ διὰ τοῦ ο μικροῦ γραφῆναι ὡς ἑνικὴ αἰτιατική, συνετάγη δὲ ἄλλως κατὰ τὸ "ἀνδρῶν", ἵνα λέγῃ κατὰ κοινοῦ, "μήτε τινὰ θεῶν μήτε τιν' ἀνδρῶν".

(v. 3435) Ὅτι ἐν τῷ "τοῖόν τοι ἐγὼ νέφος", ὡς καὶ πρὸ βραχέων ἐγράφη, "ἀμφικαλύψω χρύσεον, οὐδ' ἂν νῶϊ", τουτέστιν ἡμᾶς, "διαδράκοι ἠέλιός περ, οὗ τε καὶ ὀξύτατον πέλεται φάος εἰσοράασθαι" πυκνότητα πολλὴν ὁ Ζεὺς δηλοῖ νέφους, οὗπερ οὐδὲ ἥλιος δίεισιν. Εἰ δέ τις ἐρεῖ τὸν μυθικὸν Ὕπνον καὶ διὰ τοῦ οὕτω πυκνοτάτου νέφους ἰδεῖν, οὐ δοκοῦντα λέγει. τὸ γὰρ πάθος μόνον τοῦ ὕπνου ἐγγίνεται τῷ Διΐ, τοῦ σωματοειδοῦς Ὕπνου ἰδόντος αὐτίκα πρῶτα τὸν Δία, πρὶν ἢ τὸ νέφος ἀμφικαλυφθῆναι.

(v. 344) Χρύσεα δέ, φασὶν οἱ παλαιοί, νέφη τὰ ἐν ὑψηλῷ ἀέρι, ἃ πυροειδὴς ὢν ὁ αἰθὴρ χρυσίζειν ποιεῖ. τοιαῦτα δὲ μάλιστα τὰ ἐαρινά. Φάος δὲ Ἡλίου νῦν ἔφη τὴν [658] ὡς ἐπὶ ὀξυδερκοῦς ὀφθαλμοῦ ὀπτικὴν ἀκτῖνα.

(v. 346) Ὅτι ἐν τῷ "ἦ ῥα", τουτέστιν ἔφη δή, "καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν" ἐπίτηδες καὶ ἐτράχυνε τὴν φράσιν λέξεσιν, ἵνα μὴ διόλου τὸ ἡδὺ ὁ λόγος ἔχῃ καὶ λεῖον, καὶ συνέστειλεν, ἵνα μὴ ἐμβραδύνῃ καὶ παραμείνῃ σώφροσιν ἀκοαῖς ἡ ἀκρόασις. Τὸ δὲ "ἀγκάς" οἱ μὲν ἐπίρρημα νοοῦσιν, ὡς τὸ ἑκάς καὶ ἀνδρακάς. διὸ καὶ συστέλλειν φασὶ τὴν λήγουσαν, οἱ δὲ αἰτιατικὴν νοοῦσι πληθυντικὴν τὰς ἀγκάς, ἧς τὸ ὀρθὸν αἱ ἀγκαί, ὅθεν πλεονασμῷ τῆς αλ συλλαβῆς αἱ ἀγκάλαι. καὶ συστέλλεται, φασί, τὸ α Δωριέων ἔθει. Ἐκεῖνοι γὰρ τὰς ἀπὸ τῶν εἰς ες εὐθειῶν πληθυντικὰς αἰτιατικὰς συστέλλουσιν, ὡς ἀλλαχοῦ δηλοῦται. Ἰστέον δὲ ὡς, ἐπεὶ εὑρίσκεται τὸ ἀγκάζεται ἀντὶ τοῦ περιλαμβάνει κατὰ τοὺς παλαιούς, ἀγκαλίζεται, ταῖς ἀγκάλαις ἄγει, καλὸν ἂν εἴη ἀπὸ τοῦ ἀγκάζω ἀγκάσω παράγειν τὸ ἀγκάς.

(v. 347-349) Ὅτι εἰπὼν Ὅμηρος "τοῖσι δέ", ἤγουν τῇ Ἥρᾳ καὶ τῷ Διΐ, "ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην", ἐπάγει ὡς ἐν ἐκφράσει τὰ κατὰ μέρος τῆς πόας "λωτόν θ' ἑρσήεντα ἰδὲ κρόκον ἠδ' ὑάκινθον πυκνὸν καὶ μαλακόν, ὃς ἀπὸ χθονὸς ὑψόσ' ἔεργε". Καὶ ὅρα τὴν ἔκφρασιν, χρήσιμον οὖσάν ποτε εἴς τινα παραπλοκήν. Ὅρα δὲ καὶ ὅτι τεραστίως λεχεποίης νῦν αἴφνης ἐξ αὐτομάτου πέπλασται καὶ ὁ τῆς ῥηθείσης ὀρεινῆς κορυφῆς τόπος, εἴγε νεοθηλέα ποίην φύει, ἔνθα λεξάσθην Ἥρα καὶ Ζεύς. [Οἴδαμεν γὰρ ὅτι καὶ ποταμὸς λεχεποίης λέγεται, οὗ χρήσιμος ἡ ποίη, ὅπερ ἐστὶν ἡ βοτάνη, λέγεσθαι, τουτέστιν ἐγκοιμᾶσθαι, ὃ καὶ νῦν ἡ γῆ ποιεῖ κοιταζομένοις τῇ Ἥρᾳ καὶ τῷ Διΐ.

(v. 350 s.) Ἐπάγει δὲ καί, ὡς "ἐπὶ δὲ νεφέλην ἕσσαντο καλὴν χρυσείην, στιλπναὶ δ' ἀπέπιπτον ἕερσαι" χρυσέῳ νέφει πρέπουσαι. ἃ δὴ καθὰ καὶ τὸ "νέφος ἀμφικαλύψω χρύσεον", οὐ μόνον ἔπαινοι εὐαερίας εἰσίν, ἀλλὰ καὶ ἐπὶ χρυσέου ὀφόφου λεχθήσεταί ποτε, καὶ ἐπὶ εὐεργεσίας δὲ πλουτοποιοῦ, ὅθεν ὁ μῦθος ὁρμηθεὶς χρυσῆν πλάττει νεφέλην ἐκ Διὸς τοῖς Ῥοδίοις πλοῦτον [659] ἐπιβρέξασαν ἐν ταῖς γοναῖς τῆς Ἀθηνᾶς. Γίνεται δὲ ὁ στιλπνὸς ἀπὸ τοῦ στίλπω, ὡς θάλπω θαλπνός, καὶ τέρπω τερπνός. [Ἐκ δὲ τοῦ στίλπω καὶ ὄνομα κύριον ὁ Στίλπων. ἄρρητον δὲ τὸ στίλπω, ῥητὸν δὲ ἀντ' αὐτοῦ τὸ στίλβω, ἐξ οὗ καὶ ἡ στιλβηδών. οὕτω διφορεῖται καὶ τὸ καλύπτω. φαίνεται γὰρ καὶ καλύβω εἶναι, ὡς δῆλον ἐκ τοῦ καλύβη πλὴν ὅσον τοῦ μὲν στίλπω κοινότερον τὸ στίλβω, τοῦ μέντοι καλύβω συνηθέστερον τὸ καλύπτω. αὐτὸ δὲ ὑπονοεῖται καὶ καλύσσω καλύξω λέγεσθαι, ἀφ' οὗ τὸ κάλυξ κάλυκος. ἔχει δὲ διφόρησιν ὁμοίαν καὶ τὸ βλάπτω, καθὰ παρεσημάνθη καὶ ἀλλαχοῦ. λέγεται γὰρ αὐτὸ καὶ βλάβω, ὡς τὸ "βλάβεται δέ τε γούνατ' ἰόντι". Πολλὴ δὲ καὶ ἄλλη χρῆσις τοῦ βλάβεσθαι ποιητικὴ μᾶλλον, ἔσθ' ὅτε δὲ καὶ κοινή. ἐβλάβη γάρ φαμεν, καὶ βλαβείς βλαβέντος, οἷς συμφωνεῖ καὶ ἡ βλάβη.] Οὕτω δὲ ἀνθηρογραφήσας, φασί, τὴν τοῦ Διὸς εὐνὴν Ὅμηρος, ἵνα πρὸς τούτοις τὸν νοῦν ἔχων ὁ ἀκροατὴς μηδέν τι τῶν περιέργων φαντάζηται, ῥόδον οὐκ εἶπεν, ἐπεὶ διὰ τὸ ἀκανθῶδες οὐκ εὔθετόν ἐστιν ὑπεστρῶσθαι εἰς εὐνὴν κατὰ τὰς εἰρημένας πόας. ἴσως δὲ οὐδὲ καιρὸς ἦν βλάστης ῥόδου. καὶ γὰρ οὐδὲ σύγχρονος ἡ τοῦ ῥόδου ἄνθη τῇ τοῦ κρόκου καὶ τοῦ ὑακίνθου ἐστί.

(v. 347) Τὸ δὲ "ὑπὸ χθὼν φύε ποίην" δηλοῖ καθ' ὑπέρβασιν τὸ ὑπέφυε πόαν ὡς ὑπεστρῶσθαι. τῇ δὲ πόᾳ συννοητέον καὶ τὰ κατ' αὐτὴν ἄνθη, ὡς ἂν καθὰ ἡ νεφέλη στίλβει πρὸς κάλλος, οὕτω καὶ αὐτὴ ἔχῃ κολακεύειν τῇ εὐοδμίᾳ ἐπέκεινα τοῦ εἶναι στρωμνή [καί πως ἀντισηκοῖ τὴν κοινὴν ἡδονὴν πρὸς τὰ κατ' ἰδίαν τῆς Ἥρας εὐώδη χρίσματα.] (v. 348) Ἑρσήεντα δὲ λωτὸν λέγει πρὸς διαστολὴν τοῦ ἐν Ὀδυσσείᾳ λωτοῦ, ἐκεῖνος γὰρ οὐ τοιοῦτος, δενδρώδης ὤν.

(v. 349) Τὸ δὲ "πυκνὸν καὶ μαλακόν", ὃ καὶ τῷ λωτῷ καὶ τῷ κρόκῳ καὶ τῷ ὑακίνθῳ προσαρμόττει, ἀρετὴν δηλοῖ [660] τοιαύτης αὐτοσχεδίου στιβάδος, ἣν οὐ μόνον τὸ πυκνὸν οὐδὲ μόνον τὸ μαλακὸν ἀλλ' ἄμφω ἀγαθὴν λέξασθαι ποιεῖ. Τὸ δὲ "ἀπὸ χθονὸς ὑψόσ' ἔεργεν", ἤγουν διεῖργεν εἰς ὕψος ἐκ γῆς τοὺς ἀνακειμένους, καὶ ἱκανῶς ὑψηλὴν εἶναι τὴν στιβάδα δηλοῖ.

(v. 350) Τὸ δὲ "νεφέλην ἕσσαντο" περικεχύσθαι αὐτοῖς ἱματίου δίκην τὸ νέφος δηλοῖ. οὕτω γὰρ οὐκ ἄν τις διαδράκοι αὐτούς. Ἐν τούτοις δὲ προσφυῶς νεφεληγερέτην τὸν Δία Ὅμηρος προειπὼν ἐν τῷ "τὴν δὲ προσέφη νεφεληγερέτα Ζεύς", ἐπήγαγεν εὐθὺς τὸ "νέφος ἀμφικαλύψω", εἶτα τὸ "ἐπὶ δὲ νεφέλην ἑέσαντο".

(v. 351) Τὸ "στιλπναί" προσφυέστερον ἢ τὸ [καλὰς καὶ] χρυσᾶς δρόσους εἰπεῖν, ὡς καὶ τὸ "ἀπέπιπτον" τοῦ κατέρρεον. [Εἰ δὲ τὸ καλὸν ἀεὶ συζυγεῖ τῷ χρυσῷ, καλῶς ἄρα καὶ ταῖς ἐξ ἡλιακῆς χρυσοφανείας χρυσέαις νεφέλαις διὰ τὸ κατ' αὐτὰς διαυγὲς καὶ διαφανὲς αὐτίκα προσεφύη καὶ τὸ φυσικὸν ἐπίθετον. ἅμα γὰρ χρυσέα νεφέλη καὶ αὐτίκα καὶ καλή. οὐκ ἂν δὲ τοιαῦται λεχθεῖεν καὶ αἱ σμικροφυεῖς δρόσοι.] Ἕερσαι δὲ Ἰωνικῶς ἀπὸ εὐθείας τῆς ἑέρση, πλεονάζει δὲ τὸ ἐξ ἀρχῆς ε, ὡς δηλοῖ τὸ "ἑρσήεντα". Ἀπίων δὲ καὶ Ἡρόδωρος προπαροξύνουσι τὴν λέξιν ὡς ἀπὸ τῆς ἕερσα προπαροξυτόνου εὐθείας, οἳ καὶ τὸν Ἀσκαλωνίτην ἠλιθίως πάνυ φασὶ γράφειν παροξυτόνως ἑέρσαι ὡς Ἑλέναι. εἰ γὰρ καὶ εὕρηται, φασίν, ἑνικὸν ἑέρση, ἀλλ' ἀπὸ τοῦ ἕερσα γέγονεν, ὡς ἄελλα ἀέλλη. Ἰστέον δὲ ὅτι παραδόξως ἡ ἕρση δασύνεται ἀπὸ τοῦ ἄρδω ἄρσω γινομένη κατὰ τοὺς παλαιούς. δῆλον δὲ τὸ δασὺ τοῦ πνεύματος ἐκ τοῦ "λωτόν θ' ἑρσήεντα", ἀκολούθως δὲ καὶ τὸ ἑέρση δασύνεται. Ὅτι καὶ ἐνταῦθα ἡ ἀνα πρόθεσις κεῖται μετὰ δοτικῆς.

(v. 352 s.) Φησὶ γὰρ "ὣς ὃ μὲν ἀτρέμας εὗδε πατὴρ ἀνὰ Γαργάρῳ ἄκρῳ", εἶτα ἐπάγει "ὕπνῳ καὶ φιλότητι δαμείς, ἔχε δ' ἀγκὰς ἄκοιτιν", ὃ λειότερόν ἐστι τοῦ "ἀγκὰς ἔμαρπτε", δηλοῦν καὶ ὡς ταὐτὸν εἰπεῖν μάρπτειν ἢ ἔχειν. Σημείωσαι δὲ ὅτι ἐν μὲν τῇ νῦ ῥαψῳδίᾳ τὸ τρέψαι τὸν Δία πάλιν τοὺς ὀφθαλμοὺς τῆς εἱμαρμένης ἐδήλου ἀποστροφήν τινα, ὡς μηκέτι πάνυ τι ἐφορώσης τὴν μάχην, ἀλλ' ἀνιεμένης. διὸ καὶ ἐνίκων σφῇ ἀρετῇ, τουτέστιν ἰδίᾳ ἀνδρίᾳ, Ἕλληνες, βοηθοῦντος καὶ Ποσειδῶνος, ἤγουν τῆς τῶν Ἀχαιῶν φυγῆς ἕως καὶ εἰς θάλασσαν. ἐνταῦθα δὲ ὁ τοῦ αὐτοῦ Διὸς ὕπνος παντελῆ ἄνεσιν τοῦ ὑπὲρ τῶν Τρώων μοιριδίου δηλοῖ, καὶ διὰ τοῦτο ἐπὶ πλέον νικῶσιν Ἕλληνες διὰ τὸν αὐτὸν Ποσειδῶνα, οἷα περὶ τῶν ἐσχάτων ἐν ταῖς πρὸς τῇ θαλάσσῃ ναυσὶ κινδυνεύοντες. διὸ καὶ ὁ ποιητὴς ἐπισημανεῖται, ὅτι ὁ τοῦ Διὸς ὕπνος, ἤγουν ἡ τῆς κατ' [661] αὐτὸν εἱμαρμένης ἄνεσις καὶ οἷον ἀνάπτωσις, μᾶλλον ἀνῆκε τὸν Ποσειδῶνα ἀμύνειν Ἀχαιοῖς.

(v. 353) Ὅρα δὲ τὸ "ὕπνῳ δαμείς". ὡς γὰρ νὺξ ἐδηλώθη δμήτειρα, οὕτω καὶ ὕπνος οἶδε δαμάζειν, ὁμοίως δὲ καὶ φιλότης, ᾗ ὁ τοιοῦτος ἕπεται. [Ἐὰν δὲ οὐ πάνυ σεμνὸν ἐνταῦθα τὸ "φιλότητι", ὡς οὐδὲ τὸ "ἀγκὰς ἔμαρπτεν", ἀλλ' ὅμως οὐκ εἶχεν ἄλλως ὁ ποιητὴς φράσαι τὸν τόπον τοῦτον σεμνότερον, εἰ καὶ μυρία ἔκαμεν εὐσχημονῶν.] (v. 3579) Ὅτι ἐρεθιστικὸν εἰς ἐπικουρίαν τὸ τοῦ Ὕπνου πρὸς Ποσειδῶνα, ἤγουν τὸ "πρόφρων νῦν" τοῖς δεῖνα "ἐπάμυνε καί σφιν κῦδος ὄπαζε μίνυνθά περ, ὄφρ' ἔτι εὕδει" ὁ δεῖνα, ὅπερ ἐστιν ἐφερμηνευτικὸν τοῦ μίνυνθα. δῆλον γάρ, ὡς ἐπ' ὀλίγον ὁ Ζεὺς κοιμήσεται. ἔχει δὲ ὁ λόγος προαναφώνησιν, ὡς τοῦ Ποσειδῶνος ἄρτι ἐπ' ὀλίγον ἀμυνοῦντος τοῖς Ἀχαιοῖς. Ὅτι δὲ τὸ πρόφρων ἐπιρρηματικὴν ἔννοιαν ἔχει, δηλοῦται ἐν ἄλλοις εἰς πλάτος.

(v. 358-360) Ὅτι πάνυ γοργῶς ὡς ἐν ἀνακεφαλαιώσει ἐπιτεμὼν διὰ τοῦ μυθικοῦ Ὕπνου ὁ ποιητὴς τὰ εἰς πλάτος περὶ Ὕπνου καὶ Διὸς καὶ Ἥρας διεσκευασμένα φησὶν "εὕδει Ζεύς, ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περὶ κῶμα κάλυψα, Ἥρη δ' ἐν φιλότητι παρήπαφεν εὐνηθῆναι". Λέγει δὲ κῶμα μὲν τὸ ἢ κοίμημα καὶ ἐν συγκοπῇ κοῖμα καὶ κῶμα, ὡς ἀγκώνη ἀγκοίνη, ἢ τὸν ἐκ τοῦ ὕπνου κάρον, ἵνα ᾖ ἐκ τοῦ κωμαίνω κῶμα, ὡς καὶ ἐκ τοῦ δειμαίνω δεῖμα. ἴσως δὲ καὶ ὥσπερ χῶ χῶμα, βρῶ βρῶμα, τρῶ τρῶμα, ζῶ ζῶμα, οὕτω καὶ κῶ, τὸ κεῖμαι, κῶμα. ἐκ δὲ τοῦ κῶ κατὰ ἑτέραν παραγωγὴν καὶ κώμη γίνεται, ὡς γνῶ γνώμη, τρῶ τρώμη, ἡ τρῶσις, βρῶ βρώμη, βρῶσις. Μαλακὸν δὲ τὸ μαλακοποιόν, ἀνίεται γὰρ τοῖς κοιμωμένοις τὸ συντεταμένον καὶ στερέμνιον.

(v. 361 s.) Ὅτι δημοεγέρτῃ ἀνδρὶ ἐπιλεχθήσεται τὸ "ὃ μὲν ᾤχετ' ἐπὶ κλυτὰ φῦλ' ἀνθρώπων", θερμῷ δὲ βοηθῷ τὸ "τὸν δ' ἔτι μᾶλλον ἀνῆκεν ἀμυνέμεναι". Ἰστέον δὲ ὅτι καὶ ἐπὶ σκωπτικοῦ ἀνθρώπου ῥηθείη ἂν τὸ πρῶτον. ὁ γὰρ μῶμος τῶν ἐνδόξων ἅπτεται, ὡς καὶ ὁ φθόνος ἐπὶ τὸν ἔχοντα ἕρπει. λέγοι δ' ἂν ἴσως κλυτὰ φῦλα ἀνθρώπων ὡς πρὸς διαστολὴν τῶν τοῦ ἀλόγου ζῴου εἰδῶν.

(v. 363) Προμάχου δὲ ἴδιον τὸ "αὐτίκα δ' ἐν πρώτοισι μέγα προθορὼν ἐκέλευσεν".

(v. 364-369) Ἐρεθιστικὸν δὲ κατὰ ἐχθροῦ θρασυνομένου κατά τινων δι' ὀργὴν τοῦ αὐτοῖς ἀμύνοντος τὸ "καὶ δ' αὖτε μεθίεμεν", ἤγουν ἀμελοῦμεν καὶ ἀφίεμεν, τῷ δεῖνι "νίκην, ἵνα κῦδος ἄρηται. ἀλλ' ὃ μὲν οὕτω φησὶ καὶ εὔχεται", ὅ ἐστιν αὐχεῖ, [662] καυχᾶται, "οὕνεκα ὁ δεῖνα μένει κεχολωμένος ἦτορ. κείνου δ' οὔ τι λίην ποθὴ ἔσσεται, εἴ κεν οἱ ἄλλοι ἡμεῖς ὀτρυνώμεθ' ἀμυνέμεν ἀλλήλοισι", Ποσειδῶν δὲ ταῦτά φησι καθ' Ἕκτορος θρασυνομένου διὰ τὴν τοῦ Ἀχιλλέως μῆνιν. [(v. 364) Τὸ δὲ "νίκην" ἔχον ἐπαγόμενον τὸ "κῦδος ἄρηται" διδάσκει ὅτι καὶ νίκης τέλος ἡ τιμή ἐστιν. Ὅτι δὲ νίκη καὶ πόλεώς ἐστιν ὄνομα, ἧς παράγωγον ἡ Νίκαια κατὰ τὸ φώκη Φώκαια, ἔγνωσται τοῖς περὶ λόγους, καὶ ὅτι πολλῶν παρωνυμουμένων τῇ νίκῃ παρώνυμος αὐτῇ ἐστι καί τις ἑταίρα περιώνυμος, Νίκιον, ἣ μετὰ ἄρθρου ἡ Νίκιον ἐλέγετο σχήματι ἀρχαίῳ κατὰ τὸ ἡ Χελιδόνιον καὶ ἡ Ἀηδόνιον καὶ τὰ τοιαῦτα.] (v. 367) Ὅρα δὲ ὅτι καὶ ἐνταῦθα ὁ χόλος ἀντὶ μήνιδος κεῖται ἐν τῷ "οὕνεκα Ἀχιλλεὺς μένει κεχολωμένος ἦτορ", ὃ καὶ τὴν μῆνιν ὑπεμφαίνει ἐκ τοῦ "μένει κεχολωμένος". ἀπὸ τοῦ μένειν γὰρ ἡ μῆνις, αὐτὴ δὲ οὐδὲν ἀλλ' ἢ μένων χόλος ἐστί. Καὶ ὅτι ὁ Ποσειδῶν μεμνημένος, ὡς εἶπέ ποτ' Ἀχιλλεύς, ὅτι ποθὴ αὐτοῦ ἔσται τοῖς Ἀχαιοῖς, φησὶ τὸ "οὐ λίην ποθὴ ἐκείνου ἔσται" καὶ ἑξῆς. καὶ ἔστι καὶ τοῦτο τοῖς Ἀχαιοῖς ἐρεθιστικὸν εἰς τὴν ὑπὲρ ἀλλήλων ἄμυναν. Καὶ σημείωσαι ὡς καὶ πάλιν εἰς νοῦν ἀνασκάλλει συνήθως τὸν Ἀχιλλέα οὐκ ἀπεχόμενος αὐτοῦ ὁ ποιητής.

(v. 371-377) Ὅτι ὀτρύνας ὁ Ποσειδῶν, ὡς ἐρρέθη, τοὺς Ἀχαιούς, εἶτα καὶ στρατηγικῶς ὑποτίθεται ταῦτα "ἀσπίδας", φησίν, "ὅσσαι ἄρισται ἐνὶ στρατῷ ἠδὲ μέγισται ἑσσάμενοι, κεφαλὰς δὲ παναίθῃσι κορύθεσσι κρύψαντες, χερσίν τε τὰ μακρότατ' ἔγχε' ἑλόντες ἴομεν· αὐτὰρ ἐγὼν ἡγήσομαι. οὐδέ τί φημι Ἕκτορα μενέειν μάλα περ μεμαῶτα. ὃς δέ κ' ἀνὴρ μενέχαρμος, ἔχει δ' ὀλίγον σάκος ὤμῳ, χείρονι φωτὶ δότω, ὃ δ' ἐν ἀσπίδι μείζονι δύτω", ἵνα δηλαδὴ ἀσφαλέστερον ἔχοντες οἱ ἄριστοι προθύμως κινδυνεύοιεν. Καὶ οὕτω λαμπρὰν ὁ Ποσειδῶν ἀρτύει πρὸς ταῖς ναυσὶ μάχην, εἰ καὶ ἐπ' ὀλίγον, ὡς καὶ προανεφώνησεν Ὅμηρος ἐν τῷ "ὄφρ' ἔτι εὕδει Ζεύς". Εἰ δ' ἐπισφαλὲς δοκεῖ τὸ ἐν ἀκμῇ τοιαύτης μάχης ὅπλα μετενδιδύσκεσθαι, ἀλλὰ νοητέον, φασίν, ὡς εἰς ὀλίγους ἡ συμβουλὴ ἐνηργήθη, τοὺς παντελῶς δηλαδὴ ἀνακεχωρηκότας [663] καὶ ἱσταμένους ἀργούς. ἄλλως γὰρ οὐκ ἂν ὡμολόγησέ τις μαχόμενος χείρων ἑτέρου εἶναι, ὅπως μὴ ἀφαιρεθείη καὶ ἄκων τὴν τῶν ὅπλων ἀσφάλειαν. οἱ δέ γε ἀφεστῶτες τῆς μάχης ῥᾷον ἂν ἀπεγυμνοῦντο διὰ τὸ πολὺ τοῦ κινδύνου, ἐπεὶ κατὰ τοὺς παλαιοὺς καὶ τῶν συμπλεόντων ἐν κινδύνῳ οἱ εὐψυχότεροι τοὺς ναύτας παρωσάμενοι αὐτόχειρες γίνονται τῶν τοῦ πλοίου σκευῶν καὶ οἱ ναῦται ἀνέχονται. διὸ καὶ οἱ λοιποὶ Ἕλληνες οἱ ἔτι μαχόμενοι, τὸ γινόμενον βλέποντες, γενναιότερον ἂν ἐμάχοντο, φιλοτιμούμενοι ἐπὶ πλέον, εἰδότες ὡς, ἐὰν καὶ αὐτοὶ ἀπόμαχοι γένωνται, ζῶντες ὑπὸ τῶν φυλετῶν σκυλευθήσονται. Σημείωσαι δὲ ὅτι καὶ νῦν διὰ τοῦ δῆθεν Ποσειδῶνος οἱ ἐκ τοῦ αἰγιαλοῦ ἀνελθόντες βασιλεῖς τὰ τοιαῦτα καὶ πείθουσι καὶ ποιοῦσι.

(v. 379-382) Διὸ καὶ ὁ ποιητὴς αὐτὸ εὐθὺς ἐπισημαινόμενός φησι "τοὺς δ' αὐτοὶ βασιλῆες ἐκόσμεον", οἷα καὶ κοσμήτορες, "οὐτάμενοί περ, Τυδείδης Ὀδυσσεύς τε καὶ Ἀγαμέμνων, οἰχόμενοι δ' ἐπὶ πάντας ἀρήϊα τεύχε' ἄμειβον. ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε, χέρῃα δὲ χείρονι δόσκε". Καὶ ὅρα τὸ τῆς φράσεως ταύτης καὶ σύντομον καὶ τέλειον.

(v. 382) Τὸ δὲ "χείρονι δόσκε" δόσκον γράφουσιν οἱ ἀκριβέστεροι, τουτέστιν ἐδίδουν οἱ βασιλεῖς. ἄλλως γὰρ οὐκ ἦν τοῦτο γενέσθαι ὑπὸ τῶν τυχόντων ἐσθλῶν. Φασὶ δὲ οἱ παλαιοὶ ἀναλογίαν εἶναι τοῦτο γεωμετρικήν, τουτέστι τὴν κατὰ ποιότητα καὶ κατὰ ἀξίαν, τὸ τοῖς ἀρίστοις δηλαδὴ διδόναι τὰ πρέποντα. Ὁ δὲ στίχος οὗτος παρῳδηθήσεταί ποτε καὶ ἐπί τινων τοὺς μὲν ἀξίους εὐεργετούντων, τοῖς δὲ μικροῖς διδόντων τὰ πρέποντα. Ἐσθλὰ δὲ ὅπλα φησὶ τὰ τῇ κατασκευῇ βελτίονα καὶ οὐχ' ἁπλῶς τὰ ἐξ ὕλης τυχὸν τιμίας ἢ ἄλλως πολυτίμητα ἢ ἀξιοθέατα. Ὅρα δὲ τὴν τοῦ Ποσειδῶνος ἐν ἀρχῇ συμβουλὴν συχνοῖς παρίσοις γλυκαινομένην ἐπίτηδες, τῷ "ἀσπίδας καὶ κεφαλάς", τῷ "ἄρισται ἠδὲ μέγισται", τῷ "παναίθῃσι κορύθεσσι", τῷ "κρύψαντες καὶ ἑλόντες", ἐκφανέστατον δ' ἐν αὐτοῖς τὸ "χείρονι φωτὶ δότω" καὶ "ἐν ἀσπίδι μείζονι δύτω". καί πως τὰ τοιαῦτα καλὰ σχήματα συνεκλάμπει τοῖς ἐνταῦθα ἐσθλοῖς καὶ φαεινοῖς τεύχεσιν, ἅπερ ἀρήϊα ἔφη πρὸς διαστολὴν ἑτέρων τευχέων ὁ ποιητής. οὐχ' ἁπλῶς δὲ ἀσπίδων ἀρίστων χρεία νῦν, ἀλλὰ καὶ μεγίστων. χρὴ δὲ καὶ ἔγχη ἑλεῖν ἀκολούθως, οὐ μακρὰ οὕτως ἁπλῶς ἀλλὰ μακρότατα, ὁποῖα τὰ μετὰ βλήτρων δύο καὶ εἰκοσιπήχεα. χρήσιμα γὰρ ταῦτα μάλιστα [664] τειχομαχίᾳ καὶ ναυμαχίᾳ καὶ ὅλως τῇ σταδαίᾳ μάχῃ καὶ μὴ πολυάϊκι.

(v. 372) Τὸ δὲ "ἑσσάμενοι" ἐπὶ ἀσπίδων φανερῶς καὶ νῦν ἀντὶ τοῦ περιθέμενοι, ὁμοίως τῷ "νεφέλην ἕσσαντο". Τὸ δὲ "παναίθη κόρυς" βαρύνεται ἢ ὡς σύνθετον. ὡς γὰρ καλός πάγκαλος, κακός πάγκακος, οὕτως αἰθός πάναιθος, οὗ θηλυκὸν ἡ παναίθη, ὡς ἡ παγκάλη. ἢ καὶ ἄλλως κανόνι τοιούτῳ· τὰ εἰς η λήγοντα θηλυκὰ δισύλλαβα ὀξυνόμενα, μὴ γινόμενα ἐν τῇ συνθέσει κύρια, μετὰ προθέσεως μὲν φυλάσσει τὸν τόνον, οἷον ἐπιτομή, ἀνατομή, ἐπιτολή, ἀνατολή, ἐπιρροή ‑ τὸ ἀναρρόη σημειωτέον βαρυνόμενον ‑ , μετὰ δὲ ἄλλου τινὸς ἀνάγει τὴν τάσιν, ἱστοδόκη, καπνοδόκη, ὑδρορρόη, Καλλιρόη, οἰνοχόη, παναίθη κόρυς ἡ λαμπρά. οὕτως ὁ Εὐφράνωρ, οἱ πλείους δὲ ὀξύνουσι τὴν τοιαύτην λέξιν, ὡς ἐν τοῖς Ἀπίωνος καὶ Ἡροδώρου δηλοῦται, φυλάσσοντες τὸν τοῦ ἁπλοῦ τόνον, οὗ χρῆσις παρὰ τῷ Κωμικῷ ἐν τῷ "αἰθὸς γεγένημαι".

(v. 374) Τὸ δὲ "αὐτὰρ ἐγὼν ἡγήσομαι" στρατηγοῦ ἀνδρείου ἐστίν. ἄλλως γὰρ λόγοις μόνοις ἐρεθίζειν μὴ καὶ ἔργου ὡς τὰ πολλὰ κατάρχοντα εὐχερές τε καὶ οὐδὲ μέγα.

(v. 376) Τὸ δὲ "μενέχαρμος" ὅμοιον μὲν τῷ μενεπτόλεμος καὶ μενεδήϊος, ἐναντίον δὲ πρὸς τὸ φύξηλις καὶ πρὸς τὸ δειλός.

(v. 376) Τὸ δὲ "ὀλίγον σάκος" ἀντὶ τοῦ μικρόν καὶ ἔμπαλιν ἔχον πρὸς τὴν μεγίστην ἀσπίδα. οὕτω καὶ ὁ Κύκλωψ ὀλίγον τὸν Ὀδυσσέα ἔφη κατασμικρύνων ἐκεῖνον. Σημείωσαι δὲ καὶ ὅτι, ὥσπερ πρὸ ὀλίγων τὸ βεβλήατο γενικὴ λέξις ἦν ἐπὶ τοῦ βασιλέως καὶ τοῦ Ὀδυσσέως καὶ τοῦ Διομήδους, οὕτω καὶ ἐνταῦθα τὸ οὐτάμενοι. συμπεριελήφθη γὰρ τοῖς δυσὶν οὐταμένοις ὁ βεβλημένος Τυδείδης, οὗ τὸ ἀνάπαλιν ἐκεῖ γέγονεν.

(v. 384-387) Ὅτι ἦρχε τοῖς Ἀχαιοῖς ὁ Ποσειδῶν "δεινὸν ἄορ τανύηκες ἔχων ἐν χειρὶ παχείῃ, εἴκελον ἀστεροπῇ· τῷ δ' οὐ θέμις ἐστὶ μιγῆναι ἐν δαῒ λευγαλέῃ, ἀλλὰ δέος ἰσχάνει ἄνδρας". οἰκεῖος δὲ ὁ λόγος ἐπὶ παντὸς ξιφηφόρου ἀνδρείου.

(v. 388-391) Λέγει δὲ καὶ ὅτι Τρῶας δ' ἑτέρωθεν ἐκόσμει φαίδιμος Ἕκτωρ, πάνυ σεμνύνων αὐτόν, εἴπερ ἀντίπαλος τῷ Ποσειδῶνι τάττεται, αὐτὸς μὲν Τρώεσσιν, ἐκεῖνος δὲ Ἀργείοις ἀρήγων, "οἳ δὴ τότε αἰνοτάτην", φησίν, "ἔριδα πολέμοιο τάνυσαν", ἤγουν διὰ παντὸς τοῦ ναυστάθμου ἤγαγον. τὸ δὲ ῥῆμα τοῦτο καὶ προείρηται ἄλλως ὑπὸ τοῦ ποιητοῦ κάλλιον.

(v. 384) Ὅρα δὲ ὅτι τὸ ἄρχειν εἰς ταὐτὸν δοκεῖ ἄγεσθαι τῷ κοσμεῖν, [665] ἐν οἷς φησιν, ὅτι ἐν Ἀχαιοῖς μὲν ἦρχε Ποσειδῶν, Τρῶας δ' ἑτέρωθεν ἐκόσμει φαίδιμος Ἕκτωρ. εἰ μὴ ἄρα κοσμεῖν μέν ἐστι τὸ τάττειν, ἄρχειν δὲ τὸ ἁπλῶς προηγεῖσθαι παρατάξεως. διὸ οἱ βασιλεῖς μὲν ἐκόσμεον καὶ ὁ Ἕκτωρ ἐκόσμει, Ποσειδῶν δὲ ἡγεῖται, ὡς πρὸ ὀλίγου ἐρρέθη, ἔτι δὲ καὶ ἄρχει ὁ αὐτὸς τοῖς Ἀχαιοῖς. Ὅρα δὲ καὶ ὅτι οὐ μόνον ἔγχος πρὸ τούτων, ἀλλ' ἰδοὺ καὶ ἄορ ἀστραπῇ διὰ τὸ λαμπρὸν εἰκάζεται. [Ἔτι καὶ τανύηκες τὸ τοιοῦτον ἄορ κατὰ τὸ πρὸ τούτων μακρὸν τὸ Θρηΐκιον. πρέπει δὲ προσώπῳ μεγάλῳ μακρὸν ξίφος.] (v. 386) Τὸ δὲ "οὐ θέμις ἐστίν" ἀντὶ τοῦ οὐ δυνατόν. ὅθεν καὶ τὸ ἐθέμωσεν ἐν Ὀδυσσείᾳ ἀντὶ τοῦ δυνατὸν ἐποίησεν. Ὅτι δὲ καὶ θεμίσσειν ῥῆμά ἐστιν, ἐξ οὗ μάλιστα ἡ θέμις, καὶ ὅτι σύστοιχος ἡ θέμις καὶ ὁ θεσμός, ἤδη δὲ καὶ τὸ τέθμιον, ὅ ἐστι νόμιμον, δηλοῦσιν οἱ παλαιοί.

(v. 387) Τὸ δὲ "μιγῆναι ἐν δαΐ", ὅ ἐστι ψαῦσαι ἢ πελάσαι κατὰ τὴν μάχην, πρὸς διαστολὴν εἴρηται τοῦ καθ' ἕτερον καιρὸν ποιῆσαι τοῦτο, οἷον ἐν γυμνασίᾳ ἢ πείρᾳ τινί. Τὸ δὲ "ἰσχάνει" ἀντὶ τοῦ ἴσχει, ἔχει, καὶ δηλοῦται περὶ αὐτοῦ πολλαχοῦ. παράγωγον δὲ τούτου ἐν ἄλλοις τὸ ἰσχανᾶν, ὅ ἐστιν ἐπιθυμητικῶς ἀντέχεσθαι. [(v. 389) Τὸ δὲ "ἔριδα πολέμοιο" πρὸς διαστολὴν ἑτεροίων ἐρίδων διώρισται.] (v. 392) Ὅτι τερατῶδες τὸ "ἐκλύσθη δὲ θάλασσα ποτὶ κλισίας τε νέας τε Ἀργείων", οἷον ἐκλυδωνίσθη, ὡς οἷον συναγανακτοῦσα τῷ τῆς ὑγρᾶς οὐσίας ἐπιστάτῃ Ποσειδῶνι καὶ συναγωνιῶσα. Καὶ ὅρα, ὡς δι' αὐτῆς μὲν ἰόντος τοῦ Ποσειδῶνος ἄταλλε κήτεα καὶ ἡ θάλασσα γηθοσύνῃ διΐστατο, ὄντος δὲ πρὸς τῷ αἰγιαλῷ μόνον κλύζεται. οὕτω καὶ ἐν Ὀδυσσείᾳ Κύκλωπος ἀφέντος λίθον ἐκλύσθη θάλασσα κατερχομένης ὑπὸ πέτρης, ἤγουν κλύδωνά τινα ἔπαθε διὰ τὸ τῆς πέτρας μέγεθος.

(v. 394) Ὅτι ξυνελθεῖν εἰπὼν Τρῶας καὶ Ἀργείους μεγάλῳ ἀλαλητῷ, τουτέστι φωνῇ, ὡς κατωτέρω φησί, θέλει μὲν παραβολῇ πρὸς τὸν τοιοῦτον μέγαν ἀλαλητὸν χρήσασθαι, ἀφεὶς δὲ τοῦτο καινοτάταις τρισὶν [666] ἐνταῦθα χρᾶται οὐ παραβολικαῖς ὁμοιότησιν ὁμοῦ κειμέναις, ἀλλ' ὑπερβολικαῖς ὁμοιοτήτων αὐξήσεσι, τῇ ἀπὸ θαλάσσης, τῇ ἀπὸ πυρός, καὶ τῇ ἐξ ἀνέμου, τριῶν τούτων ἐν ἀνθρώποις ἰσχυροτάτων.

(v. 394-401) Καί φησιν ἑκάστην ὑπερβολὴν δυσὶ στίχοις ἐμπεριγράφων οὕτως "οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ ποτὶ χέρσον ποντόθεν ὀρνύμενον πνοιῇ Βορέω ἀλεγεινῇ, οὔτε πυρὸς τόσσος γε ποτὶ βρόμος αἰθομένοιο οὔρεος ἐν βήσσῃς, ὅτε τ' ὤρετο καιέμεν ὕλην, οὔτ' ἄνεμος τόσσον γε ποτὶ δρυσὶν ὑψικόμοισιν ἠπύει, ὅς τε μάλιστα μέγα βρέμεται χαλεπαίνων, ὅσση", ἢ τόσση, "ἄρα Τρώων καὶ Ἀχαιῶν ἔπλετο φωνή, δεινὸν ἀϋσάντων, ὅτ' ἐπ' ἀλλήλοισιν", ἤγουν κατ' ἀλλήλων, "ὄρουσαν". Ἰστέον δὲ ὡς ἐνταῦθά φασιν οἱ παλαιοὶ ἐπαινοῦντες τὰ ῥηθέντα, ὅτι κῦμά τε πελάγιον περιρρησσόμενον ἀποκρότῳ τόπῳ πάνυ μέγα βοᾷ πρὸς χέρσον ἀντίτυπον, καὶ βρόμος δὲ πυρὸς οὐ κατοικιδίου οὐδ' ἐν ἀκρωρείᾳ ὕλης ψιλῇ, ἀλλ' ἐν βήσσαις ὄρους ὅλου ἐμπιπραμένου μέγιστόν τι καὶ αὐτὸς βρέμει, καὶ ἄνεμος δὲ βαρύτατόν τι ἠχεῖ, ὅτε οὐ διὰ μαλακοῦ θέει ἀέρος ἀνεμποδίστως οὐδὲ τῶν ταπεινῶν ὑπερφέρεται, ἀφ' ὧν οὐδὲ πολὺς ὁ ἦχος γίνεται, ἀντιτυποῖ δὲ δρυσὶν ὑψικόμοις ἀντιτετειχισμέναις οἷον αὐτῷ, ὅτε καὶ μάλιστα μέγα βρέμεται, οὐχ' ἁπλῶς πνέων ἀλλὰ χαλεπαίνων. ἐχρήσατο μὲν οὖν Ὅμηρος ἀλλαχοῦ σποράδην καθ' ὁμοιότητα καταφατικῶς ταῖς ἀπὸ τούτων συνήθως τῶν τριῶν παραβολαῖς, οἷον ὅτε εἶπεν, ὡς "βέβρυχε μέγα κῦμα ποτὶ ῥόον", καὶ "ὡς δ' ἀναμαιμάει θεσπιδαὲς πῦρ", καὶ "ὡς δ' Εὖρός τε Νότος τε ἐριδαίνετον". ἐνταῦθα δὲ οὐκ αὐτόχρημα, ὡς ἐρρέθη, παραβολαῖς χρᾶται, ἀλλ' ὑπερβολαῖς κατὰ τοὺς παλαιούς, οἷα μὴ ἔχων πρὸς θάλασσαν ἢ πρὸς πῦρ ἢ πρὸς ἄνεμον εἰκάσαι τὸ τοῦ πολεμικοῦ ἤχου μέγεθος, καὶ οὐκέτι κατὰ θέσιν παραβολικήν, ἀλλὰ κατὰ ἄρσιν λαλεῖ ἐξ ἀφαιρέσεως, καινότερον, ὡς ἔφαμεν, τὸν λόγον μεταχειριζόμενος καὶ ἐξ ἀνομοίων καὶ ἀσυγκρίτων λαμβάνων τὴν τοῦ πράγματος ὁμοιότητα, μᾶλλον μὲν οὖν καὶ ἐμφαίνων τὴν ὁμοιότητα καὶ ὑπεραναβαίνων αὐτὴν διὰ τῆς ἀποφάσεως ἐν τῷ εἰπεῖν, ὡς οὔτε θάλασσα τόσον βοᾷ, οὔτε πυρὸς τόσσος βρόμος, οὔτ' ἄνεμος τόσον ἠπύει, ὅσον ἐφώνουν ἑκάτερος ὁ στρατός. καὶ ἐρωτήσοι μὲν ἄν τις τὸν ποιητήν, πόση τις ἦν τότε βοή, ὁ δὲ φαίη ἂν ὅσην οὐκ ἔχω εἰπεῖν. τοῦτο μόνον λέγω ὡς οἵαν οὐδ' ἂν τὰ παρ' ἡμῖν ἰσχυρότατα δύναιντο ἀποτελεῖν. Καὶ οὕτω μεγεθύνει τὸ πρᾶγμα τῇ ἀορίστῳ καὶ δυσευρέτῳ τῶν ἀρρήτων παραβολῶν ὁμοιότητι. εἰ δέ τις βούλοιτο ῥηθῆναι καὶ ποσότητα βοῆς ἔν τινι καταφάσει, μετασχηματίσας τὴν εἴτε παραβολικὴν εἴτε ὑπερβολικὴν ἀπόφασιν ἐρεῖ, ὅτι φωνὴ Τρώων ἦν καὶ Ἀχαιῶν ὑπὲρ κύματος βοήν, ὑπὲρ ἦχον ἀνέμου, ὑπὲρ βρόμον πυρός. [667] Ἰστέον δὲ ὅτι αἱ ῥηθεῖσαι αὐξητικαὶ παραβολαί, αἱ τὴν μὲν ἰσότητα ἢ ὁμοιότητα ὑπερβαίνουσαι, δηλοῦσαι δὲ πραγμάτων ὑπερβολήν, ἐκ τοιαύτης μεθόδου γίνονται. ὅτε μὲν ὁμοιότης ἐστὶ τοῦ προκειμένου πράγματος μετὰ τῆς παραβολῆς, τότε καταφατικῶς ἡ παραβολὴ σχηματίζεται, λεγόντων ἡμῶν ὅτι, ὥσπερ ἐκεῖνό τι γίνεσθαι εἴωθεν, οὕτω καὶ τοῦτο γίνεται, οἷον, ὥσπερ σῦς θυμωθεὶς πῦρ δέδορκεν, οὕτως ἀπαραλλάκτως καὶ ὁ δεῖνα ὅτε θυμοῦται. ἡνίκα δὲ τὸ ὑποκείμενον μεῖζον δείκνυται τοῦ παραβολικοῦ πράγματος, τότε ἀποφατικῶς τὴν παραβολὴν σχηματίζομεν, λέγοντες ὡς οὐχ' οὕτως ἐκεῖνό τι πέφυκε γίνεσθαι, ὥσπερ τοῦτο γίνεται, οἷον· οὐχ' οὕτως ὕπνος ἐκλύει τὰ μέλη, ὡς ὁ οἶνος αὐτὰ παρίησι. Τοιαῦτα τὰ ῥηθέντα Ὁμηρικά· οὐχ' οὕτω θάλασσα ἢ πῦρ ἢ ἄνεμος ἠχεῖ, ὡς ὁ νῦν μέγας πόλεμος, εἰ καὶ ἐν ἄλλῳ καιρῷ κατὰ κῦμα καὶ πῦρ καὶ ἀνέμους ἐριδαίνοντας εἶχεν ἡ μάχη τὰ εἰς ἦχον. Εἰσὶ δὲ τοιαῦται παραβολαὶ καὶ παρὰ τῷ γλυκυτάτῳ Ὀππιανῷ, ἔχει δέ τί που ὅμοιον καὶ ἡ Ὀδύσσεια. σχηματίζει δὲ καὶ ὁ Περιηγητὴς Διονύσιος οὕτω σύγκρισιν ἑορταστικήν, ἔνθα λέγει ὡς οὐχ' οὕτως οἱ δεῖνα πανηγυρίζουσιν, ὡς τὸ δεῖνα ἔθνος. Σημείωσαι δὲ ὅτι δυνάμενος εἰπεῖν ὡς οὔτε θάλασσα οὔτε πῦρ οὔτε ἄνεμος, μόνον τὸν ἄνεμον κατ' εὐθεῖαν ἔφρασε, τὰ δὲ λοιπὰ δύο κατὰ πλαγίας περιέφρασε. πλήν ἐστι καὶ ἐν αὐτοῖς ποικιλία τις. ἐν μὲν γὰρ τῷ "οὔτε θαλάσσης κῦμα" μέρος τοῦ ὅλου τὸ κῦμα, ἐν δὲ τῷ "οὔτε πυρὸς βρόμος" συμβεβηκὸς τῷ πυρὶ ὁ βρόμος. εὐειδὴς δὲ ἐπιμονὴ διὰ τὸ ἀποφατικὸν τὸ οὔτε θάλασσα οὔτε πῦρ οὔτε ἄνεμος. Ὅρα δὲ καὶ ἐπίχυσιν ἰσοδυνάμων λεξέων ἐν τῷ βοάᾳ καὶ ἠπύει καὶ ἀϋσάντων. ταὐτὸν γὰρ βοᾶν καὶ ἠπύειν καὶ ἀΰειν, ὡσαύτως καὶ τὸ φωνεῖν, ὡς "δῆλον ἐκ τοῦ "ὅσση ἔπλετο φωνή", ἤδη δὲ καὶ τὸ λαλεῖν, ὡς ὑπεμφαίνει ὁ μέγας ἀλαλητός, ἴσως δὲ καὶ τὸ βρέμειν, ὃ καὶ βρέμεσθαι λέγεται, ὡς δῆλόν ἐστιν ἐκ τοῦ "μέγα βρέμεται".

(v. 399) Ἰστέον δὲ καί, ὅτι οὐ μόνον ἐπὶ ἀνέμου τὸ βρέμειν, ἀλλὰ καὶ ἐπὶ πυρὸς αἰθομένου. διὸ καὶ ὁ βρόμος ἁρμόττει αὐτῷ, ἔνθα καὶ ἀκριβῶς πρόσκειται τὸ "αἰθομένοιο". οὐ γὰρ ἁπλῶς πᾶν πῦρ βρέμει, οὐδὲ τὸ ἁπλῶς αἰθόμενον, ἀλλὰ τὸ καὶ πολλῇ ὕλῃ ἐμπεσόν. ἄνθρακες γὰρ καὶ φῶτα μικρὰ καὶ σπινθῆρες καὶ ὅσα τοιαῦτα ποῖον ἂν βρόμον ἀπηχήσωσιν; (v. 394) Ἐν τούτοις δὲ θαλάσσης μὲν κῦμα ἐρρέθη πρὸς διαστολήν. κυμαίνονται γὰρ καὶ λίμναι καὶ ποταμοί, ἀλλ' οὐχ' οὕτω. Τὸ δὲ "ποτὶ χέρσον" ἀκριβῶς πρόσκειται, ὡς ἐκεῖ μάλιστα τῶν κυμάτων ἀντιπαιομένων καὶ οὕτω πάνυ βοώντων.

(v. 395) Τὸ δὲ "ποντόθεν" ἀκρίβειαν ἔχει καὶ αὐτό. χρὴ γὰρ πόρρωθεν καταπνεῖσθαι τὴν θάλασσαν, καὶ [668] οὐδὲ ἁπλῶς ἀνέμῳ ἠρεμαίῳ, ἀλλὰ ἀλεγεινῷ, εἰ μέλλει βυσσόθεν ὀρνυμένης αὐτῆς δεινὰ βοᾶν πρὸς τῇ χέρσῳ τὸ κῦμα.

(v. 394) Τὸ δὲ "βοάᾳ" διὰ πλείονα καὶ νῦν ἤχου ἔμφασιν ἐν δυσὶν ἄλφα κεῖται.

(v. 395) Τὸν δὲ Βορέαν κατὰ τὸ παρατυχὸν παρέλαβε, καὶ ἄλλοις γὰρ ἀνέμοις κυμαινομένη θάλασσα πάνυ βοᾷ. Τὸ δὲ "Βορέω" Ἰωνικόν ἐστι, συγκοπὲν ἐκ τοῦ Βορέεω, καθὰ καὶ τὸ Ἑρμείω ἐκ τοῦ Ἑρμείεω, ὡς καὶ ἀλλαχοῦ δηλοῦται.

(v. 396) Ἐν δὲ τῷ "πυρὸς ποτὶ βρόμος" οὐ δοκεῖ πρὸς σύνταξιν οἰκειοῦσθαι ἡ πρόθεσις, ἀλλὰ περιττῶς κεῖσθαι πρὸς μέτρου τελείωσιν.

(v. 397) Τὸ δὲ "ὤρετο καίειν ὕλην" συγγενές ἐστι τῷ ὀρνυμένῳ κύματι, ἐπεὶ καὶ ἐκ τοῦ ὄρω γίνεται τὸ ὄρνυμι.

(v. 398) Τὸ δὲ "δρυσὶν ὑψικόμοισιν" Ἀγαθοκλῆς, ὡς οἱ παλαιοί φασι, δρυσὶν ἰξοφόροισι γράφει. αἱ μὲν γὰρ ἄκαρποι, φησί, καὶ πλατύφυλλοι ἐρίφλοιοι καλοῦνται παρὰ Περγαμηνοῖς, αἱ δὲ λεπτόφλοιοι καὶ καρποφόροι ἡμερίδες, ὡς καὶ ὁ ποιητὴς ἐν Ὀδυσσείᾳ "ἡμερὶς ἡβώωσα". καὶ τοὺς ἐπὶ τούτων εὐανθοῦντας βότρυς σταφυλὰς καλοῦσιν, ἐξ ὧν καὶ ὁ ἰξὸς γίνεται. ἡ γὰρ ἄκαρπος δρῦς, φησί, κηκιδοφόρος ἐστίν. Ὅτι δὲ δρύες τινὲς ἡμερίδες εἰσέτι καὶ νῦν λέγονται, οἱ περὶ Θρᾴκην οἴδασιν. [Ἀλλὰ ταῦτα μὲν περὶ χερσαίων δρυῶν, τὰς δὲ θαλασσίας ὁ Μεγαλοπολίτης ἱστορεῖ Πολύβιος, λέγων, ὡς καὶ Ἀθήναιος παρασημειοῦται, περί που τὴν δυτικὴν Ἰβηρίαν δρῦς εἶναι κατὰ βάθους, ὧν τὸν καρπὸν σιτουμένους τοὺς θύννους πιαίνεσθαι. διὸ οὐκ ἄν, φησίν, ἁμάρτῃ τις [669] λέγων ὗς θαλαττίους εἶναι τοὺς θύννους, αὐξομένους ἀπὸ τῶν ῥηθέντων βαλάνων. Ὁ δὲ ῥηθεὶς Ἀθήναιος θυννολογῶν ἀπὸ τοῦ θύειν τε, τὸ ὁρμᾶν, ἐτυμολογεῖ τὸν Αἰολικῶς τὸ νυ διπλάζοντα θύννον, ἐπεὶ κατὰ τὴν ἐπιτολὴν τοῦ κυνὸς ὁρμητικός ἐστι διὰ τὸ οἰστρηλατεῖσθαι, καὶ τὴν πηλαμύδα θυννίδα καλεῖ, λέγων καὶ ὅτι μείζων γινομένη λέγεται θύννος, ἔτι δὲ μείζων ἀποβᾶσα ὄρκυνος, εἰς ὑπερβολὴν δ' αὐξηθεῖσα κῆτος γίνεται, ὡς δηλοῖ καὶ ὁ γράψας τό· θύννος ἁλισκόμενος σπουδῇ μέγας, ὃν καλέουσιν ὄρκυνον, ἄλλοι δ' αὖ κῆτος, τούτου δὲ θεοῖς χρὴ ὀψωνεῖν. λέγεται δέ, φησί, καὶ ὡς ὁ θύννος τῷ σκαιῷ ὀφθαλμῷ οὐ βλέπει. διὸ Αἰσχύλος φησιν "ὄμμα παραβαλὼν θύννου δίκην", ὃ σημειωτέον εἰς τὰς παραβλῶπας Λιτάς. δηλοῖ γὰρ στραβάς, ὡς καὶ ἐκεῖ ἐρρέθη, αὐτὰς εἶναι, οἷα, ὡς νῦν ἐγράφη, ὄμματα παραβαλλούσας. ἀλλ' οἱ μὲν θύννοι οὗτοι ἐρρέτωσαν ἐς δρύας.] (v. 399) Ἠπύειν δὲ οὐ μόνον ἐπ' ἀνθρώπων, ὅθεν καὶ ἠπύτα κῆρυξ, ἀλλ' ἰδοὺ καὶ ἐπὶ ἀνέμου, ἀλλαχοῦ δὲ καὶ ἐπὶ πολέμου, ὡς ἔστι νοεῖν ἐκ τοῦ "βριήπυος Ἄρης". Βρέμεσθαι δέ, φασί, λέγει τὸν ἄνεμον ὁ ποιητὴς καὶ ταῦτα τῆς λέξεως κυρίως ἐπὶ πυρὸς λεγομένης, ἐπεί, φασί, καὶ αὐτὸς συγγενές τι ἔχει τῷ πυρὶ ἐκ παρατρίψεως καίων τὰ δένδρα. Γλυκύτερον δὲ τὸ "χαλεπαίνων ἄνεμος" ἤπερ τὸ "πνοιῇ ἀλεγεινῇ". [(v. 400) Τῷ δὲ ἀλαλητῷ ὅν, ὡς εἴρηται, φωνὴν ἡρμήνευσεν Ὅμηρος, καὶ ἡ ἀλαλὴ παρακεῖσθαι δοκεῖ, ὅπερ ἐστὶ στρατιωτικὸς ἀλαλαγμός, ὃν ἀλαλὰν λέγουσιν οἱ Δωριεῖς, βοὴν οὖσαν πρὸ μάχης. χρῆσις δὲ αὐτῆς ἐν τῷ "κλῦθ' Ἀλαλά, Πολέμου θύγατερ, ἐγχέων προοίμιον".] (v. 4026) Ὅτι εἰπόντος Ὁμήρου, ὡς "Αἴαντος πρῶτος ἀκόντισε φαίδιμος Ἕκτωρ ἔγχει, ἐπεὶ τέτραπτο πρὸς ἰθύ οἱ, οὐδ' ἀφάμαρτε, τῇ ῥα", ἤγουν ἔνθα δή, "δύο τελαμῶνε περὶ στήθεσσι τετάσθην, ὃ μὲν σάκεος, ὃ δὲ φασγάνου ἀργυροήλου. τὼ οἱ" ἤγουν οἳ αὐτῷ τῷ Αἴαντι, "ῥυσάσθην", ὅ ἐστιν ἐφύλαξαν καὶ περιεσώσαντο, "τέρενα χρόα", ὑπονοοῦσί τινες ἄνευ [670] θώρακος μάχεσθαι τὸν ἥρωα. οὐ γὰρ ἄν, φασί, τοὺς τελαμῶνας μόνους εἶπε ῥύσασθαι τὸν Αἴαντα, εἰ καὶ θωρακοφόρος ἦν, ἀλλ' ἐμνήσθη ἂν καὶ τοῦ θώρακος. γέγονε δέ, φασίν, ἡ βολὴ κατὰ τὴν ἀριστερὰν κλεῖν, ὅπου οἱ τελαμῶνες συμπίπτοντες ἐπεπτύσσοντο. εἰ δὲ οἱ τελαμῶνες ἐρύσαντο, καθὰ ἐρρέθη, σημείωσαι καὶ ἐκ τούτου ὅτι τρωτὸς ὅλον ἦν ὁ Αἴας τὸ σῶμα, καὶ οὐ μόνα τὰ περὶ μασχάλην κατὰ Αἰσχύλον καὶ ἄλλους. δῆλον γὰρ ὡς, εἰ μὴ αὐτοὶ ἐρύσαντο, κατηκοντίσθη ἄν. διὸ καὶ μονομαχοῦντι αὐτῷ πρὸς Διομήδην ἐν τῷ Ἐπιταφίῳ περιέδεισαν οἱ Ἀχαιοί, ὡς πολλαχοῦ δυναμένῳ πληγῆναι. ἡ δὲ ὑπόνοια τοῦ μὴ διόλου τρωτὸν αὐτὸν εἶναι ἦλθεν ἐκ τοῦ μηδέποτε παρ' Ὁμήρῳ τετρῶσθαι αὐτόν. Πολὺς δὲ πάντως ὁ Αἴας, εἰ μόνος ἄρτι τῶν Ἑλληνικῶν ἀριστέων ποιήσει, ἅπερ ὁ ποιητὴς ἐρεῖ προϊὼν "μεγάλα ἔργα", καὶ ταῦτα οὐδὲ ῥοπῇ δαιμονίᾳ τινὶ ἀλλ' ἐξ οἰκείας ἀρετῆς. Ἱστόρηται δὲ καὶ πηλῷ βάλλεσθαι αὐτὸν ὑπὸ Τρώων [ὡς οἷα προπηλακιζόμενον, καθά τις ἂν εἴποι τολμήσας,] εἴ πως οὕτω γοῦν βαρυνθεὶς πέσῃ, ἀποσεισάμενον δὲ τὸν πηλὸν δύο ποιῆσαι κολωνούς. φασὶ δὲ καί, ὡς οὐκ ἐβοηθεῖτο ὑπ' Ἀθηνᾶς ὅλως ὁ Αἴας διά τε τὸ ἀλαζονεύσασθαι κατ' αὐτῆς, ὡς δηλοῖ ὁ Σοφοκλῆς, καὶ διότι δὲ γλαῦκα τῆς οἰκείας ἀσπίδος ἐξέκοψεν, ἱερὰν οὖσαν τῇ Ἀθηνᾷ. Ἰστέον δὲ καὶ ὅτι οὐ μόνον γλαῦξ ἱέρωται Ἀθηνᾷ, ὡς καὶ ἐν τῇ α΄ ῥαψῳδίᾳ ἐτέθη, ἀλλὰ καί τι εἶδος ἐρῳδιοῦ, καθὰ δηλοῖ καὶ ὁ ποιητὴς ἐν τῷ "τοῖσι δὲ δεξιὸν ἧκεν ἐρῳδιὸν ἐγγὺς ὁδοῖο Παλλὰς Ἀθήνη", εἰ καὶ ἄλλως ἀφροδίσιον ὄρνεον ὁ ἐρῳδιὸς εἶναι δοκεῖ κατ' ἄλλο εἶδος ἐρῳδιοῦ. Διὸ οὐ μόνον ἀπὸ τοῦ ἕλος γίνεται ἑλοιδιός, καὶ ἐκτάσει τοῦ ο εἰς ω καὶ τροπῇ τοῦ λ εἰς ρ κατὰ τὸ θλῶ θλαύω καὶ θραύω ἐρῳδιός μετὰ προσγεγραμμένου τοῦ ι ὡς ἐν ἕλεσι διάγων, εἰ καὶ Κλαυδιανός, φασίν, ὁ φιλόσοφος ἀντιλέγει, ἐν οἷς καταλέγει τῆς ὀρθογραφίας, ἀλλὰ καὶ ἀπὸ τοῦ ἔρως ἔρωτος ἐρωτίδιος, καὶ ἀποβολῇ τοῦ τ ἐρωΐδιος, καὶ συναιρέσει ἐρῴδιος, καὶ κατὰ ἀκολούθησιν τὴν ἐπὶ ὀρνέων τοῦ αἰγυπιός, χαραδριός, οὕτω [671] καὶ ἐρῳδιὸς κατὰ τόνον ὀξύν. Ἰστέον δὲ καὶ ὅτι ἄλλος μέν τις τελαμώνων ἐπιμνησθείς, οἳ τὸν Αἴαντα ἔσωσαν, ἴσως ἂν εὐθὺς καὶ Τελαμωνιάδην προσέφη τὸν Αἴαντα, ὡραϊσμόν τινα τῷ λόγῳ τεχνώμενος. ἢ καὶ ἄλλως πως ἂν τὸν ἥρωα Τελαμῶνα ἐκεῖνος προσεχῶς αὐτίκα παρέρριψε γοητεύων τῇ ἐξ ὁμωνυμίας παρηχήσει τὸν ἀκροατήν, Ὁμήρῳ δὲ γελοιασμὸς δοκεῖ ὁ τοιοῦτος οὐκ ἀγαθὸς γάργαλος. διὸ καὶ τέως σιγήσας τὴν λέξιν μετὰ τέσσαρας αὐτὴν στίχους τίθησιν, εἰπὼν "τὸν μὲν ἀπιόντα μέγας Τελαμώνιος Αἴας βεβλήκει".

(v. 404) Ὅρα δὲ ὡς οὐδὲ τὸ τοῦ Αἴαντος σάκος πόρπακα εἶχεν, ἀλλὰ τελαμῶνος ἤρτητο, ἴσως δὲ καὶ κανόνι μετήγετο. Κᾶρες δέ, ὡς καὶ προερρέθη, τοὺς πόρπακας εὗρον, οἵπερ ἦσαν, ὡς καὶ ἀλλαχοῦ ἐγράφη, προσθήματα ἐντὸς τῆς ἀσπίδος, δι' ὧν ἡ χεὶρ διείρετο. [Ἰδοὺ δὲ φανερῶς ἐν τόπῳ ἑνὶ καὶ σάκεος καὶ φασγάνου τελαμῶνα εἶπεν, ἱμάντα τινὰ καὶ αὐτὸν ὄντα, ἐξ οὗ καὶ τελαμωνίζειν τὸ ἑλίσσειν τελαμῶνι, ὡς δηλοῖ ὁ ἱστορήσας ὅτι, ὁπηνίκα Φίλιππος τὸν ὀφθαλμὸν ἐξεκόπη ὀϊστῷ βληθεὶς ἐν πολέμῳ ὑπὸ Ἀστέρος, συμπροῆλθεν αὐτῷ καὶ Κλείσοφος, ὁ ἐκείνου παράσιτος, τελαμωνισθεὶς τὸν αὐτὸν ὀφθαλμόν. ἐτυμολογία δὲ τελαμῶνος τὸ ταλάσσειν τροπῇ τοῦ α εἰς ε. τάλας γὰρ καὶ αὐτὸς καὶ τλήμων διὰ τὸ βαστάζειν. ἑρμηνεία δὲ αὐτοῦ ἴσως μὲν καὶ τὸ ἀορτήρ, μάλιστα δὲ ἀναφορεύς. εἴη δ' ἂν καὶ ἀναγωγέα εἰπεῖν τὸν αὐτὸν ὁπλιτικὸν τελαμῶνα, καὶ οὐκ ἂν ἴσως διαφέροι οὕτως ἢ οὕτως εἰπεῖν, εἴ τις σκέψεται τὴν περὶ τοῦ Ἐφεσίου Παρρασίου ἱστορίαν, δηλοῦσαν ὡς σκίπωνί τε ἐπεστηρίζετο χρυσᾶς ἕλικας ἐμπεπαισμένῳ χρυσοῖς τε ἀνασπάστοις ἐπέσφιγγε τῶν βλαυτῶν τὰς ἀναγωγάς. ὡς γὰρ ἀνάγειν καὶ ἀναφέρειν ταὐτά εἰσιν, ἐξ οὗ ἀνάγειν καὶ ἡ ἀναγωγή, οὕτως ἂν καὶ ἀναφορεύς καὶ ἀναγωγεύς. Λέγει δὲ ἡ ἱστορία βλαυτῶν ἀναγωγὰς τὰ ἰδιωτικῶς λεγόμενα καλάμια τῶν ὑποδέσεων. βλαύτης γὰρ καὶ βλαυτίον ὑποκοριστικῶς τὸ ὑπόδημα.] (v. 402 s.) Ἐν δὲ τῷ "ἀκόντισεν ἔγχει" περισσὸν δοκεῖ τὸ ἔγχει ὡς ἀρκοῦν συννοηθῆναι τῷ ἠκόντισεν. οὕτω καὶ μετ' ὀλίγα "ἀκόντισε δουρὶ φαεινῷ", λέγει δὲ καὶ προϊών "ἀκόντιζον δὲ θαμειὰς αἰχμάς". εἰ δέ που διὰ τὸ "αἷμα δ' ἀνηκόντιζε" δοκεῖ καὶ φλὲψ ἢ [672] ἀρτηρία αἵματι ἀκοντίζειν, οὐκ ἂν εἴη οὐδὲ τὸ "ἀκόντισεν ἔγχει" περιττῶς ῥηθέν. Τοῦ δὲ ἀκοντίζειν ἡ μετὰ γενικῆς τάξις ἐλλείψει προθέσεως μυριαχοῦ φαίνεται. ὡς γὰρ τὸ ἀκόντισεν Αἴαντος ἤγουν κατὰ Αἴαντος, οὕτω καὶ ἄλλα πολλά. Ὅρα δὲ τὸ διπλοῦν τῆς συντάξεως. ὧδε μὲν γὰρ Ἕκτωρ ἀκόντισεν, ἔγχει, ἐκεῖ δὲ Ἀχαιοὶ ἀκοντίζουσιν αἰχμάς. Τὸ δὲ "τέτραπτο πρὸς ἰθύ" ἀντὶ τοῦ ἀντικρὺ ἵστατο, ἀντιπρόσωπος, κατ' εὐθύ, οὐ μὴν εὐράξ, ὅ ἐστιν ἐκ πλαγίων, ἢ ἄλλως ὁπωσοῦν. Ὅρα δὲ καὶ ὡς τὸ "ἠκόντισεν οὐδ' ἀφάμαρτε" πρὸς ὁμοιότητα εἴρηται τοῦ "βάλεν οὐδ' ἀφάμαρτε".

(v. 404) Πλατύνει δέ, ὥσπερ ἀλλαχοῦ τὰ πρόσωπα τῷ μεγάλῳ Αἴαντι, οὕτω καὶ ὧδε τὰ στήθη διὰ τὴν πλατύτητα. τὸ μέντοι τοῦ Ἕκτορος οὐχ' οὕτως ἀλλὰ στῆθος μετ' ὀλίγα ἐρεῖ.

(v. 406) Τὸ δὲ "τέρενα χρόα" κοινὸν ἐπίθετον χροός. οὐ γὰρ δήπου ἐπὶ σκώμματι καὶ τοῦτο ἐρρέθη, ὡς καὶ τὸ "λειριόεντα χρόα", ὅπερ ἀπὸ τοῦ Ἕκτορος φθάσας ὁ Αἴας ἤκουσεν.

(v. 406 s.) Ὅτι ἐπὶ τοῦ βαλόντος οὐκ εὔσκοπα οἰκεῖον τὸ "χώσατο" ὁ δεῖνα, ὡς νῦν ὁ Ἕκτωρ, "ὅτι δή οἱ βέλος ὠκὺ ἑτώσιον ἔκφυγε χειρός". Καὶ ὅρα [ἑτώσιον βέλος, τὸ ἐν ἄλλοις ῥηθὲν ἅλιον, καὶ τὸ] "ἔκφυγεν" ἀστείως καὶ νῦν λεχθὲν διὰ τὸ μὴ θελητῶς τῷ βαλόντι ἀφεθῆναι τὸ βέλος. ἔχει δὲ ὅμοιόν τι πρὸς τοῦτο καὶ τὸ "οἷόν σε ἔπος φύγεν". Ὅρα δὲ καὶ ὡς βέλος ὠκύ οὐ μόνον ὀϊστός, ἀλλ' ἰδοὺ καὶ δόρυ σφοδρῶς ἀφεθέν.

(v. 408-413) Ὅτι τὸν Ἕκτορα ἑτάρων εἰς ἔθνος χαζόμενον "μέγας Τελαμώνιος Αἴας χερμαδίῳ, τά ῥα", ἤγουν ἃ δή, "πολλὰ θοάων ἔχματα νηῶν πὰρ ποσὶ μαρναμένων ἐκυλίνδετο, τῶν ἓν ἀείρας στῆθος ἐβεβλήκει", ἢ στῆθος βεβλήκει, "ὑπὲρ ἄντυγος ἀγχόθι δειρῆς, στρόμβον δ' ὣς ἔσσευε βαλών, περὶ δ' ἔδραμε πάντῃ". καὶ ὅρα ὡς ἐσχεδίασε τὴν βολὴν ὁ Αἴας βαλὼν τῷ παρατυχόντι ὀργάνῳ. Σημείωσαι δὲ καὶ ὅτι σχῆμά ἐστιν ἐνταῦθα καινὸν ἐξ ἐπαναλήψεως. εἰπὼν γὰρ "χερμαδίῳ" κατὰ πτῶσιν δοτικὴν καὶ ἐπεμβαλὼν τὸ "ἃ δὴ πολλά", τυχαίως δηλονότι, ἐν μέσῳ ἐκυλίετο, οὐκ ἐπαναλαμβάνει ὡς ἔδει ὁμοιοπτώτως, οἷον· τῷ βεβλήκει ἢ τοίῳ βεβλήκει, ἀλλὰ τὴν ἑνικὴν δοτικὴν ἐκείνην πάντῃ ἀφεὶς ποιεῖται τὴν ἐπανάληψιν πληθυντικῶς καὶ περιφραστικῶς πρὸς τὰ χερμάδια διὰ τὸ σαφέστερον, εἰπὼν "τῶν ἓν ἀείρας στῆθος βεβλήκει", τῷ τοιούτῳ δηλαδὴ χερμαδίῳ. καὶ ἔστιν οὐκ ἀσύντακτος ἡ φράσις, ἀλλὰ καινοπρεπεστέρα, δυσχερῶς, ὡς ἂν εἴποι τις, φράζουσα τὸ δυσχερές.

(v. 410) Οὐδετέρου δὲ [673] γένους τὸ χερμάδιον, ὡς δηλοῖ τὸ "τά ῥα πολλὰ θοάων ἔχματα νηῶν". διὸ καὶ "ἓν ἀείρας" γραπτέον, οὐχὶ κατά τινας "ἕνα" ἐν συναλιφῇ. Ἔχματα δὲ καὶ νῦν κρατήματα, στηρίγματα, ὑπερείσματα, ὥστε καὶ τὰ τοῦ προρρηθέντος ὁλοοιτρόχου ἔχματα, ὧν ὄμβρῳ ἀπενεχθέντων κατεσπάσθη ἐκεῖνος τῆς τοῦ ὄρους στεφάνης, τοιαῦτά τινα νοητέον λιθίδια.

(v. 411) Τὸ δὲ "κυλίνδετο" στρογγυλότητα καὶ τοῦ ῥηθέντος χερμαδίου δοκεῖ κατηγορεῖν. τῶν τοιούτων γάρ ἐστι τὸ κυλίνδεσθαι.

(v. 412) Τὸ δὲ "στῆθος βεβλήκει" οὐ προτροπάδην φεύγειν τὸν Ἕκτορα παριστᾷ στρέψαντα νῶτον, ἀλλ' ἀναποδίζειν καὶ πρὸς ἰθὺ καὶ αὐτὸν τετράφθαι τῷ Αἴαντι. Τὸ δὲ "ὑπὲρ ἄντυγος" ἐλλειπτικῶς ἔχει διὰ καίριον συντομίαν. λείπει γὰρ τὸ ἀσπίδος. ὡς γὰρ καινῶς ἔσχεν ἡ τῆς βολῆς φράσις, οὕτω καὶ τοῦτο διὰ τὴν τῶν συμβάντων καινοτροπίαν καὶ τὸ ἐν αὐτοῖς θορυβῶδες, οἷς καὶ ὁ λόγος συντετάρακται. Τὸ δὲ "ἀγχόθι δειρῆς" διασαφητικόν ἐστι τοῦ "ὑπὲρ ἄντυγος". ἄλλως γὰρ οὐκ ἦν δῆλον, ποῖ τῶν κατὰ στῆθος ὑπὲρ ἄντυγος ὁ Αἴας βέβληται.

(v. 413) Στρόμβου δὲ δίκην ἐκίνησεν ὁ Αἴας ἢ τὸν βληθέντα Ἕκτορα, ὅπερ ἐμφαίνει ῥώμης ὑπεροχήν, ἐὰν τηλικοῦτον ἄνδρα ἔνοπλον ὁ Αἴας βαλὼν οὕτως ἐκίνησεν, ἢ μᾶλλον τὸν λίθον ὡς στρόμβον ἐκίνησε. πῶς γάρ, φασίν, ὑπὸ χερμαδίου ὁ τοσοῦτος Ἕκτωρ περιστραφείη ἄν; Στρόμβον δέ τινες μὲν ἄτρακτον νοοῦσιν ἀπὸ τοῦ στροβεῖσθαι καὶ δινούμενον περιφέρεσθαι, ἕτεροι δὲ τὴν παιζομένην βέμβικα, ἣν καὶ στρόβαν βούλονται λέγειν οἱ ἰδιωτίζοντες, ἄλλοι τὸν ῥόμβον, τινὲς δὲ λίθον στρογγύλον. καὶ οὕτω μὲν ταῦτα.

(v. 414-418) Ὁ δὲ ποιητὴς θέλων δηλῶσαι καὶ τὸ ἐκ τῆς βολῆς τοῦ χερμαδίου πτῶμα τοῦ Ἕκτορος ἐπάγει παραβολὴν ταύτην "ὡς δ' ὅθ' ὑπὸ ῥιπῆς", ἢ ὑπαὶ ῥιπῆς, "πατρὸς Διός", ἤγουν ἀέρος, "ἐξερίπῃ δρῦς πρόρριζος", ὃ ταὐτόν ἐστι τῷ προθέλυμνος, "δεινὴ δὲ θεείου γίνεται ὀδμὴ ἐξ αὐτῆς, τὸν δ' οὐκ ἔχει θράσος, ὅς κεν ἴδηται ἐγγὺς ἐών, χαλεπὸς δὲ Διὸς μεγάλοιο [674] κεραυνός, ὣς πέσεν Ἕκτορος ὦκα χαμαὶ μένος ἐν κονίῃσι". Καὶ ἔστιν ἡ παραβολὴ κατὰ τὸ πλεῖον ἁρμόττουσα τῷ πράγματι. Κεραυνὸς μὲν γὰρ ὡσανεὶ ὁ λίθος, ὃν Αἴας ὑψόθεν ὡς μέγας ἐνέβαλε τῷ Ἕκτορι. πίπτει δὲ καὶ ὁ Ἕκτωρ κατὰ τὴν δρῦν πρόρριζός τε καὶ ὦκα καὶ χαμαί, καὶ οἱ ἐγγὺς ὄντες Τρῶες ἀθαρσεῖς μένουσι.

(v. 415) Τὸ μέντοι "δεινὴ θεείου γίνεται ὀδμή" πρὸς μὲν τὸ προκείμενον καθ' Ἕκτορα πρᾶγμα εἰκῇ λαλεῖται, ἔχει δὲ ἄλλως ἱστορίαν. Συμβαίνει γὰρ τοῖς διοβλήτοις τῶν δένδρων, ὡς πολλαχοῦ φαίνεται, τὸ ὡς θείου ὄζειν αὐτά, ὃ θέειον πλεονασμῷ τοῦ ε λέγεται, ὡς δηλοῖ καὶ ἡ Ὀδύσσεια. ἀφ' οὗ καὶ ῥῆμα θεειῶσαι ἢ θειῶσαι τὸ θυμιᾶσαι.

(v. 414) Τὸ δὲ "Διὸς πατρός" ἐλλέλειπται καὶ νῦν δεξιῶς πρὸς ἔμφασιν ἀλληγορίας Τὸ δέ γε πλῆρες "πατρὸς ἀνδρῶν τε θεῶν τε".

(v. 417) Χαλεπὸς δὲ κεραυνός, ὡς καὶ πρὸ βραχέων χαλεπαίνων ἄνεμος. Τὸ δὲ "Διὸς κεραυνός" ἑρμηνεία ἐστὶ τοῦ "ὑπὸ ῥιπῆς Διός". ῥιπὴ γὰρ ἀέρος ὁ κεραυνός.

(v. 418) Τὸ δὲ "πέσεν ὦκα" δηλοῖ ὡς πρὸς τὸ τάχος τοῦ ἡρωϊκοῦ πτώματος παρείληπται ἡ εἰρημένη παραβολή.

(v. 419 s.) Εἰπὼν δὲ οὕτω πεσεῖν Ὅμηρος τὸν Ἕκτορα ἐπάγει καὶ τό, ὡς εἰκός, ἐπακολουθοῦν στρατιώτῃ πεσόντι, εἰπὼν "χειρὸς δ' ἔκβαλεν ἔγχος, ἐπ' αὐτῷ δ' ἀσπὶς ἐάφθη καὶ κόρυς, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ". τί δὲ σημαίνει τὸ ἐάφθη καὶ ὅπως γίνεται, προδεδήλωται. [Ὅρα δὲ ἐν τούτοις, ὡς ὁ μεθ' ἡμέραν ἐμπαθὴς ὕπνος τοῦ Διὸς τὸν ἄλλως ἀγρυπνητικὸν ἐν νυξὶ Δία ἤλεγξεν ἀπολωλεκότα, ὅσα βουλευσάμενος εἶχεν. οὕτω καὶ ὁ τοῦ μύθου Ἄρης ὑφ' ἡδονῆς, φασί, κρατηθεὶς ὑπὸ τῷ ἀσθενεστάτῳ Ἡφαίστῳ συνεποδίσθη. Καλῶς ἄρα ἐρρέθη, ὡς τὸ ἡδονὰς διώκειν προπετῶς λύπας ἐστὶ θηρεύειν.] (v. 4204) Ὅτι φανερὰ διαστολὴ τοῦ οὐτάσαι καὶ τοῦ βαλεῖν κἀνταῦθα ἐν τῷ "οἳ δὲ μέγα ἰάχοντες ἐπέδραμον Ἀχαιοί, ἀκόντιζον δὲ θαμειὰς αἰχμάς· ἀλλ' οὔ τις ἐδυνήσατο τὸν Ἕκτορα [675] κείμενον οὐτάσαι οὐδὲ βαλεῖν".

(v. 424-426) Καὶ ἡ αἰτία τὸ "πρὶν γὰρ περίβησαν ἄριστοι", ἤγουν ὑπερέβησαν, ὑπερεμάχησαν αὐτοῦ, Πολυδάμας, Αἰνείας, Ἀγήνωρ, Σαρπηδὼν καὶ Γλαῦκος.

(v. 427 s.) Εἶτα θέλων εἰπεῖν ὡς καὶ ἕτεροι, φησὶ περιφράζων "τῶν δ' ἄλλων οὔ τις εὗ" τουτέστιν αὐτοῦ, "ἀκήδησεν", ἤγουν ἠμέλησεν, "ἀλλὰ πάροιθεν ἀσπίδας εὐκύκλους σχέθον αὐτοῦ". Ἔνθα φασὶν οἱ παλαιοί, ὡς οὐ πᾶσαι περιφερεῖς αἱ ἀσπίδες, ὅ ἐστι κατὰ τὸν ποιητὴν εὔκυκλοι, ἀλλ' εἰσί τινες καὶ σπιδεῖς, ἤγουν ἐπιμήκεις. σπίζω γὰρ τὸ ἐκτείνω, ἀφ' οὗ σπιδὴς μὲν ἡ ἐπιμήκης, ἀσπὶς δὲ ἡ μὴ πρὸς μῆκος ἐκτεταμένη ἀλλ' εἰς κύκλον συνηγμένη. Φασὶ δὲ οἱ αὐτοὶ καί, ὡς παρὰ τῷ ποιητῇ ἀντιφράζεται τῇ ἀσπίδι τὸ σάκος ὡς διαφέρον δηλαδὴ πρὸς αὐτήν. Ὅτι δ' ἐκ τοῦ ῥηθέντος σπίζω καὶ ἡ σπιθαμὴ γίνεται, καὶ ὅτι σπίζειν λέγεται, ἄλλως μέντοι κατὰ ὀνοματοποιΐαν, ὁ σπῖνος σπίζων ἑῷα παρὰ τῷ Ἀράτῳ, οὐκ ἄδηλόν ἐστιν.

(v. 427) Ἰστέον δὲ καὶ ὅτι ἐν τῷ "οὔ τις εὗ ἀκήδησε" γίνεται τὸ εὗ, ὡς καὶ προδεδήλωται, ἀπὸ τοῦ ἕο κατὰ κρᾶσιν, ὡς τὸ σέο σεῦ, ἐμέο ἐμεῦ. καί ποτε καὶ ἐγκλίνεται δίχα τόνου προφερόμενον. Ὅρα δ' ἐν τοῖς ῥηθεῖσιν, ὡς ὁ τοῦ συνετοῦ Πολυδάμαντος λόγος ἀπετελέσθη καὶ ἐπ' αὐτῷ τῷ Ἕκτορι. ἔφθη γὰρ εἰπών, ὡς οὐ κόσμῳ παρὰ νηῶν ἐλευσόμεθα, πολλοὺς γὰρ Τρώων καταλείψομεν.

(v. 432) Καὶ τοίνυν καὶ ὁ Ἕκτωρ οὐκ εὐκόσμως ἐκ τῶν νηῶν ἔρχεται, ἀλλὰ βληθεὶς ὑπὸ Αἴαντος καί, ὡς ἐρρέθη, πεσὼν φέρεται ἐφ' ἅρματος προτὶ ἄστυ, βαρέα στενάχων.

(v. 428 s.) Πρὸ τούτου δὲ ἑταῖροι χερσὶν ἀείραντες ἔφερον ἐκ πόνου αὐτόν. Καὶ ἔστιν ἀστεῖον τὸ ἐκ πόνου, μέσως λεχθὲν ἐπί τε μάχης καὶ ἐπὶ ἄλγους, ἴσως δὲ καὶ ἐκ τοῦ τῶν φερόντων πόνου διὰ τὸ ἐναγώνιον.

(v. 433-439) Ἐφ' οἷς ὁ ποιητὴς λέγει καί, ὅτι περὶ τὸν τοῦ Ξάνθου πόρον ἐλθόντες οἱ περὶ Ἕκτορα, περὶ οὗ Ξάνθου πολλαχοῦ δηλοῦται, ἐκεῖ αὐτὸν "ἐξ ἵππων πέλασαν χθονί", ἤγουν εἰς γῆν ἔθεντο ἀνακλίναντες, "κὰδ δέ οἱ ὕδωρ χεῦαν, ὃ δ' ἀμπνύνθη", ἤγουν ἀνέπνευσε, "καὶ ἀνέδρακεν ὀφθαλμοῖσι", [676] συλλέξας ἑαυτὸν καὶ ἀναρρώσας φυσικῶς τῇ καταχύσει τοῦ ὕδατος. "ἑζόμενος δ' ἐπὶ γοῦνα", φησί, "κελαινεφὲς αἷμ' ἀπέμεσσε", κἀντεῦθεν παρεθεὶς "αὖτις ἐξοπίσω πλῆτο χθονί", τουτέστιν ἐπέλασε, "τὼ δέ οἱ ὄσσε", ἢ κὰδ δέ οἱ ὄσσε, "νὺξ ἐκάλυψε μέλαινα· βέλος δέ", ὅ ἐστι βολὴ καὶ ἡ ἐντεῦθεν ὀδύνη, "ἔτι θυμὸν ἐδάμνα". Τοιοῦτον ἡ τοῦ Αἴαντος χείρ, μᾶλλον δὲ τοιοῦτον ἡ ἀλαζονεία, ἧς δίκας ὁ θρασὺς Ἕκτωρ τῷ ὀνειδισθέντι βουγαΐῳ δίδωσιν.

(v. 437) Ἰστέον δὲ [ὅτι τε ἐκ τοῦ ἐμεῖν, ὅθεν ὁ ἔμετος, οὐ μόνον Ἔμεια πόλις Πελοποννησία, ὡς μετ' ὀλίγα εἰρήσεται, ἀλλὰ καὶ ἐμίας, ὡς κοχλίας, ὁ ἐμετικὸς ἢ εὐεμής, καὶ ὡς] (v. 434) τὸν ῥηθέντα Ξάνθον εὐρείτην κἀνταῦθα λέγει καὶ δινήεντα καὶ Διὸς παῖδα, ἤγουν ἐξ ἀέρος ὄμβροις πλήθοντα ὡς διϊπετῆ, ὅπερ ὅμοιον περιφραστικῶς τῷ "ὃν ἀθάνατος τέκετο Ζεύς". [(v. 433) Τὸ δὲ ἐϋρρεῖος, ὅπερ ἐστὶν εὐρείτου, δοκεῖ ἀπὸ τοῦ εὖ καὶ τοῦ ῥύω, τὸ ῥέω, εἴτ' οὖν ῥυΐσκω, γίνεσθαι, ἵνα ᾖ εὐρρύς εὐρρέος, ὡς ἡδύς ἡδέος, καὶ ἐπενθέσει τοῦ ι εὐρρεῖος. Εἰ δ' ἴσως ἀπὸ τοῦ εὖ καὶ τοῦ ῥέος γίνεται, ὃ δηλοῖ τὸ ῥεῦμα, πρὸς ὁμοιότητα τοῦ Ἡρακλῆς Ἡρακλῆος, ἔχει ἀπορίαν διὰ τί μὴ τῷ η παραλήγεται τὸ εὐρρεῖος κατὰ τὸ Ἡρακλῆος. εἰ δέ τις ἐκ τοῦ ῥέειν αὐτὸ παραγάγῃ, ἐκπέφευγε πολυλογίαν.] (v. 436) Ὅρα δ' ἐν τοῖς εἰρημένοις καὶ τὸ "ἀμπνύνθη", ὥσπερ καὶ τὸ "ἀνέδρακεν", ἐν οἷς δηλοῦται ὡς εἰς τὴν προτέραν πνοὴν ἀνέκαμψε καὶ εἰς τὸ πρῴην βλέμμα.

(v. 437) Περὶ δὲ τοῦ "κελαινεφὲς αἷμα" προείρηται.

(v. 438) Τὸ δὲ "πλῆτο" σύστοιχόν ἐστι τῷ "πέλασαν". ἀπὸ γὰρ τοῦ πέλω γίνεται πλῶ, καὶ ἀπ' αὐτοῦ τὸ πλῆτο, οὗ τρίτον πληθυντικὸν μετ' ὀλίγα ἐν τῷ "οὔδεϊ πλῆντο".

(v. 439) Νύκτα δὲ τὴν ἁπλῶς ἀορασίαν καὶ νῦν λέγει, δι' ἣν ἡ ὄψις ὡς ἐν νυκτὶ καθίσταται.

(v. 440 s.) Ὅτι τὴν τοῦ Ἕκτορος ἀρετὴν [677] δηλοῖ καὶ τὸ "Ἀργεῖοι δ' ὡς οὖν ἴδον Ἕκτορα νόσφι κιόντα, μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης". δῆλον γὰρ κἀνταῦθα ὡς μεγάλου ἀριστέως πεσόντος πολλὴ μεταβολὴ πολέμου γίνεται. Σεμνῶς δὲ εἴρηται τὸ "νόσφι κιόντα", οὐ μὴν ἀληθῶς. ἀρθεὶς γὰρ ὑφ' ἑταίρων οὐκ αὐτὸς κιὼν ὁ Ἕκτωρ ἀπῆλθε τῆς μάχης.

(v. 443-445) Ὅτι ὥσπερ Σιμοείσιός τις πρὸ τούτων ἦν παρώνυμος ποταμῷ τῷ Σιμόεντι, καί τις ἕτερος τῷ Σκαμάνδρῳ Σκαμάνδριος, οὕτω καὶ ἐνταῦθα Σάτνιός τις ἱστορεῖται, "ὅν", φησί, "νύμφη τέκε Νηῒς ἀμύμων παρ' ὄχθας Σατνιόεντος" ποταμοῦ.

(v. 444) Ὅτι τε [τὸ ἀμύμων θνητῶν προσώπων ἐπίθετον εἶναι παρασημειοῦνται οἱ παλαιοί, καθ' ἣν ἔννοιαν καὶ νύμφη Νηῒς ἀμύμων, ὡς μακρόβιος μέν, οὐ μὴν καὶ ἀθανάτη, καὶ ὅτι] ὁ μῦθος πολλοὺς ὑπὸ νύμφαις γεννᾷ, καὶ τίνες αἱ νύμφαι, οὐκ ἄδηλον ἐκ τῶν ἀλλαχοῦ εἰρημένων.

(v. 444 s.) Κεῖται δ' ἐνταῦθα καὶ Ἦνοψ, κύριον ὄνομα, πατὴρ τοῦ ῥηθέντος Σατνίου, ὁμώνυμος ἤνοπι χαλκῷ. [Φησὶ γὰρ "τέκε Νηῒς Ἤνοπι βουκολέοντι παρ' ὄχθας".] (v. 447) Ὅτι ἐν τῷ "οὔτασε κατὰ λαπάρην, ὃ δ' ἀνετράπετο" ἀνατραπῆναι λέγει τὸ ἀναστραφῆναι. τίθεται δὲ ἡ λέξις καὶ ἐπὶ ἀγγείων καὶ τραπεζῶν ἄνω κάτω γινομένων, λέγεται δὲ καὶ πόλις ἀνατετράφθαι, ὅτε χαλασθείη.

(v. 448) Ὅτι τὸ "ξύναγον κρατερὴν ὑσμίνην" ἀντὶ τοῦ συνέβαλλον εἰς πόλεμον. τοιοῦτον καὶ τὸ ξυνάγωμεν Ἄρηα.

(v. 453) Ὅτι καὶ ἐν τῷ "Πουλυδάμας ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας" δηλοῦται δεῖν εἶναι μεγαλοφώνους εἶναι τοὺς ἡγεμόνας καί, ὡς εἰπεῖν, βοὴν ἀγαθούς.

(v. 454-457) Ὅτι καὶ ἐν τοῖς παροῦσιν ὁ ποιητὴς χρᾶται σαρκασμοῖς, τουτέστι δακνηραῖς εἰρωνείαις καὶ βαρύτησιν, ὡς καὶ ἐν τῇ ν΄ ῥαψῳδίᾳ, ἡρωϊκῶς καὶ σεμνῶς. Πολυδάμας γὰρ βαλὼν ἔγχει τινὰ χλευάζει λέγων "οὐ μὰν αὖτ' οἴω μεγαθύμου Πανθοίδαο", τουτέστιν ἐμοῦ, "χειρὸς ἀπὸ στιβαρῆς ἅλιον πηδῆσαι ἄκοντα, ἀλλά τις Ἀργείων κόμισε χροΐ, καί μιν ὀΐω αὐτῷ σκηπτόμενον κατίμεν", ἤγουν κατιέναι, εἰς Ἅιδου.

(v. 457) Καὶ ὅρα τὸ σκηπτόμενον ἀστείως λεχθὲν ἀντὶ τοῦ σκηριπτόμενον καὶ ὡς βακτηρίᾳ ἐπερειδόμενον. ἐκ δὲ τοῦ τοιούτου σκήπτειν τὸ σκῆπτρον γίνεται.

(v. 454) [678] Ὅρα δὲ καὶ νῦν ὅτι τὸ οἴομαι οὐ μόνον τρισυλλάβως ὀΐω, ἀλλὰ καὶ δισυλλάβως οἴω λέγει κατ' ἐνέργειαν.

(v. 455) Τὸ δὲ "χειρὸς ἀπὸ στιβαρῆς ἅλιον πηδῆσαι ἄκοντα" παράφρασίς ἐστι τοῦ "βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός". γλυκύτερον δὲ τοῦ ἀποπηδῆσαι τὸ ἔκφυγε.

(v. 456) Τὸ δὲ ἐκόμισεν ἀστείως ἐπὶ δόρατος εἰρῆσθαι δοκεῖ ἀντὶ τοῦ ἐπιμελείας ἠξίωσεν, ὅ ἐστι κομιδῆς, οἷα δεξάμενος ἔσω αὐτὸ φιλοφρόνως καὶ μὴ ἀφεὶς ἔξω εἶναι. φιλεῖται δὲ ἡ τοιαύτη λέξις τῷ ποιητῇ, διὸ καὶ ὑποκαταβάς φησιν, ὡς ἐκόμισέ τις ἔγχος, βληθεὶς δηλαδή. τοιοῦτον καὶ τὸ "ὡς δὴ πᾶν ἐν χροῒ κομίσαιο". ἔνθα δηλοῦται ὡς διχῶς φράζεται κομίσαι τε καὶ κομίσασθαι. καὶ οὕτω μὲν ὁ Πολυδάμας.

(v. 458) "Ἀργειοῖς δὲ ἄχος γένετ' εὐξαμένοιο". δάκνει γάρ, ὡς ἔφαμεν, ὁ σαρκασμός. ὅθεν καὶ τὴν κλῆσιν ἔχει ὡς οἷά τι θηρίον σαρκὶ ἐμφυέν. καὶ οὐχ' οὕτω τῇ ἀναιρέσει τοῦ κειμένου ἄχθονται, ὅσον τῇ χλεύῃ τοῦ βάλλοντος. ὅθεν καὶ μάλιστα Αἴας λυπηθεὶς ἀμύνεται.

(v. 459 s.) Φησὶ γάρ· "Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε τῷ Τελαμωνιάδῃ· τοῦ γὰρ πέσεν ἄγχι μάλιστα" (v. 4628) Καὶ δὴ Πολυδάμαντος ἀπιόντος ἀκόντισε δουρί. καὶ Πολυδάμας μὲν ἐξέκλινε τὸν θάνατον "λικριφὶς ἀΐξας, κόμισε δ' Ἀντήνορος υἱός, Ἀρχέλοχος", "ὃν ἔβαλε κεφαλῆς τε καὶ αὐχένος ἐν συνεοχμῷ, νείατον ἀστράγαλον, ἀπὸ δ' ἄμφω κέρσε τένοντε. τοῦ δὲ πολὺ πρότερον κεφαλὴ στόμα τε ῥῖνές τε οὔδεϊ πλῆντο", ἤγουν τῇ γῇ ἐπέλασαν, "ἤ περ κνῆμαι καὶ γοῦνα", οἷα κατακύψαντος καὶ οὕτω πεσόντος ἐπὶ κεφαλὴν ἅμα τῇ πληγῇ.

(v. 470-474) Ἐφ' οἷς οὐκ ἔξω καιροῦ ἀντικομπάζει καὶ ὁ δεινὸς Αἴας καὶ εἰρωνευόμενος ὡς οἷα δῆθεν ἀμφιβάλλων, ἐφ' οἷς ἀκριβῶς οἶδε, καὶ θάνατον θανάτῳ ἀντιμετρῶν, καὶ ὡς ἐν ἀντελλόγῳ σταθμώμενος καὶ οὕτω παροξύνων τοὺς Τρῶάς φησι "φράζεο Πουλυδάμα καί μοι νημερτὲς ἔνισπε· ἦ δὴ οὐχ' οὗτος ἀνὴρ τοῦ δεῖνος ἀντιπεφάσθαι ἄξιος; οὐ μέν μοι κακὸς εἴδεται οὐδὲ κακῶν ἔξ", ὃ δὴ ἔπαινός ἐστιν ἀνδρὸς εὐγενοῦς καὶ ἀνδρείου, "ἀλλὰ κασίγνητος Ἀντήνορος ἢ παῖς. αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει".

(v. 475) Εἶτα ἐπισημαινόμενος ὁ ποιητής, ὅτι ἐν εἰρωνείᾳ καὶ βαρέως ὁ Αἴας ἐνδοιάζει ἐφ' οἷς ἀκριβῶς οἶδε, φησὶν "ἦ ῥ' εὖ γινώσκων", ἤγουν ἔφη δὴ εὖ εἰδώς. ὡς καὶ ἄλλοι ἐγίνωσκον [679] ἄλλους διὰ τάς, ὡς εἰκός, γινομένας πολλὰς ἀνοχὰς τοῦ πολέμου, ἐν αἷς ἀλλήλοις ἐνετύγχανον, ὁποία τις ἀνοχὴ δηλοῦται καὶ ἐν τῇ τῶν νεκρῶν συλλογῇ καὶ ἐν τῇ τοῦ Ἕκτορος ταφῇ. Εἶτα ἐπάγει, ὅτι Τρῶας δ' ἄχος ἔλαβε θυμῷ, ὡς καὶ πρὸ μικροῦ τοὺς Ἀργείους, καὶ μετ' ὀλίγα δὲ τοὺς μὲν Ἀργείους ἐφ' ὁμοίῳ σαρκασμῷ ἄχος λήψεται, τοὺς δὲ Τρῶας ἐν τοῖς ἐφεξῆς ὑπὸ τρόμος ἔλλαβε γυῖα, οὐχ' οὕτω διὰ χλεύην, ὅσον διὰ θέαν δεινήν. Ἐν οἷς ὅρα καὶ ὅτι ἐπὶ μὲν Ἀργείων δὶς κεῖται τὸ "Ἀργείοισι δ' ἄχος γένετ' εὐξαμένοιο", νῦν μὲν τοῦ Πολυδάμαντος, μετ' ὀλίγα δὲ τοῦ Ἀκάμαντος, ἐπὶ δὲ Τρώων τὸ μὲν ἔλλαβε δισσολογεῖται, τὰ δὲ λοιπὰ ἑτεροιοῦνται.

(v. 475 et 504) Φησὶ γὰρ "Τρῶας δ' ἄχος ἔλλαβε θυμόν", καὶ "τοὺς δ' ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα".

(v. 459 s.) Ὅρα δὲ καὶ τὸ μάλιστα δὶς ῥηθὲν κατὰ συνέχειαν ἐν τῷ "μάλιστα θυμὸν ὄρινε τῷ Τελαμωνιάδῃ· τοῦ γὰρ πέσεν ἄγχι μάλιστα". διὰ σαφήνειαν δὲ πρόσκειται τὸ "τῷ Τελαμωνιάδῃ", ὡς ἂν διασταλῇ τοῦ Ὀϊλείδου, ὡς πρὸ βραχέων ἀριστεύοντος.

(v. 463) Τὸ δὲ λικριφίς ἅπαξ μέν, φασίν, ὧδε καὶ ἅπαξ ἐν Ὀδυσσείᾳ εἴρηται, δηλοῖ δὲ τὸ πλαγίως καί, ὡς ἄν τις εἴποι, λέχριος, ἢ λίαν χρίμψας καὶ πλησιάσας τῇ γῇ. Τὸ δὲ "κόμισε χροΐ" ἐντελῶς ἀνωτέρω ῥηθὲν καὶ σαφῶς, ἄλλως ἐνταῦθα ἐρρέθη ψιλῶς "κόμισεν", οἷα ἐκεῖ διασαφηθέν.

(v. 464) Κεῖται δ' ἐν τούτοις καὶ θανάτου αἰτία σεμνή, θεῖον βούλημα. φησὶ γὰρ περί τινος Ἀρχελόχου, ὅτι αὐτῷ γὰρ θεοὶ βούλευσαν ὄλεθρον. ἔνθα ὅρα τὸ ἐβούλευσαν ἐνεργητικῶς προενεχθέν.

(v. 465) Συνεοχμὸν δὲ κεφαλῆς εἰπεῖν καὶ συνοχὴν ταὐτόν ἐστιν, ἤγουν συγκόλλησιν, συγκράτησιν. προϋπάρχει δ' αὐτῶν τὸ ἔχειν, ὅθεν καὶ τὸ ἔχμα, περὶ οὗ προείρηται. Προϋπόκειται δὲ τοῦ συνεοχμοῦ ὁ ὀχμός, ἐξ οὗ καὶ ὀχμάζειν, τὸ συνέχειν, ὡς τὸ "μέσον μ' ὀχμάζεις", καὶ "πατρός ὀχμάσας δέμας".

(v. 466) Ἀστράγαλον δὲ οὐ τὸν ἐν ποσὶ λέγει ‑ τοὺς γὰρ τοιούτους, ὡς καὶ Ἀριστοτέλης φησίν, οὔτε ἄνθρωπος ἔχει οὔτε τι τῶν μωνύχων καὶ ἀκεράτων ‑ , ἀλλὰ τὸν σπόνδυλον, ὅς ἐστι κεφαλῆς καὶ αὐχένος συνεοχμός, ἤγουν συνοχμός, πλεονάζει γὰρ τὸ ε, καὶ συνοχὴ τραχήλου καὶ κεφαλῆς, τῷ ἰνίῳ συνάπτων καὶ καλούμενος θέσις [680] ἐγκεφάλου. [Ἰστέον δὲ ὡς, εἰ καὶ μὴ ἐνταῦθα, ἐν γοῦν τοῖς ἑξῆς μεμνήσεταί που ὁ ποιητὴς ἀστραγάλων τῶν κατὰ πόδας. καὶ ῥηθήσεται μὲν καὶ ἐκεῖ τὸ ἀρκοῦν, οὐκ ἂν δὲ εἴη περιττὸν καὶ ἐνταῦθα δηλῶσαι ὅτι, καθάπερ ὁ σπονδύλου δηλωτικὸς ἀστράγαλος παρὰ τὸ ἀστραβὲς ἐτυμολογεῖται, οὕτω καὶ ὁ κατὰ πόδας, καὶ ὅτι ἐκ τοιούτων ἀστραγάλων καὶ τὸ ἀστραγαλίζειν καὶ μάστιγες ἀστραγαλωταί, καὶ ὅτι ἀπ' αὐτῶν τῇ ἱστορίᾳ συμβολὴ γίνεταί τις εἰς δεῖγμα τῆς Ἀντιόχου τοῦ Ἐπιφανοῦς, φασίν, ἢ Ἐπιμανοῦς ἀφελείας εἴτε μανίας. Λέγεται γὰρ ὡς ἀδιακρίτως δωρούμενος ἐδίδου τοῖς μὲν ἀστραγάλους δορκαδείους, τοῖς δὲ φοινικοβαλάνους, ἄλλοις δὲ χρυσόν. Εἰ δὲ καὶ Ἀνάχαρσις πυθομένου τινός, εἰς τί Ἕλληνες χρῶνται τῷ ἀργυρίῳ, ἔφη ὅτι πρὸς τὸ ἀριθμεῖν, σκώπτων ἐκείνους εἰς φειδωλίαν, ἀλλ' ὁ ῥηθεὶς Ἀντίοχος τοῦτο μὲν οὐκ ἂν ἤκουσεν, ἐφ' οἷς ἐσκόρπιζε τὸ χρυσίον, ἐσκώφθη δὲ ἂν ἐς μεγακήτεα πόντον σπείρειν αὐτὸ ἢ κατὰ πετρῶν ἠλιβάτων, τῶν ἐπιτρίπτων δηλαδὴ κολάκων. Ἐπὶ δὲ τοῖς ζωϊκοῖς ἀστραγάλοις ἀστεῖον καὶ τὸ τοῦ Διογένους, ὃς τῶν νομισμάτων καταγνοὺς ἐν τῇ ἑαυτοῦ, φασί, πολιτείᾳ ἐνομοθέτησε νόμισμα εἶναι ἀστραγάλους.] Ἀποκέρσαι δὲ τένοντας Αἰολικῶς τὸ ἀποκεῖραι, ὅ ἐστι παντελῶς διακόψαι.

(v. 467) Τὸ δὲ ῥῖνες πληθυντικῶς λέγει διὰ τοὺς αὐτόθι δύο πόρους. ἐνταῦθα δὲ ἐπισημαντέον, ὡς ἀπὸ τῶν τοιούτων ῥινῶν δοκεῖ λέγεσθαι ἐπὶ ἀπάτης τὸ ῥινᾶν, ὡς ἐκ μεταφορᾶς τῶν δι' ὀσφρήσεως ἀπατωμένων ἢ καὶ ἀπατώντων. Ἡ δὲ χρῆσις τῆς λέξεως καὶ παρὰ Παυσανίᾳ, ὅς φησιν, ὅτι ῥινᾶν τὸ ἐξαπατᾶν. Μένανδρος "ἔγωγ' ἐπίσταμαι ῥινᾶν".

(v. 472) Ἡ δὲ ἐξ πρόθεσις λόγῳ κάλλους καὶ αὐτὴ ἐν τέλει στίχου ἐτέθη κρουστικώτερον τῷ τόνῳ, καθάπερ καὶ ἡ προ καὶ ἡ συν ἐν τῷ "Ἰλιόθι πρό", καὶ "Ἀρτέμιδι [681] ξύν".

(v. 474) Τὸ δὲ "ἄγχιστα ἐῴκει" ἰσοδυναμεῖ μὲν τῷ "ἄγχι μάλιστα", ὃ πρὸ ὀλίγων κεῖται, ταὐτὸν δέ ἐστι νῦν τῷ σχεδόν. σύστοιχα γὰρ τὸ σχεδόν καὶ ἐγγύς καὶ ἀγχοῦ καὶ ἄγχι καὶ ἄγχι μάλιστα καὶ ἄγχιστα. ἀλλ' οὕτω μὲν καὶ ὁ Αἴας μετὰ τὸν Πολυδάμαντα κατὰ εἰρωνείαν ἐπὶ τῷ υἱῷ σαρκάζει τοῦ Ἀντήνορος.

(v. 476 s.) Αὐτίκα δὲ καὶ Ἀκάμας, ὁ καὶ αὐτὸς Ἀντηνορίδης, "ἀμφὶ κασιγνήτῳ βεβαώς", ἤγουν βοηθῶν τῷ ἀδελφῷ Ἀρχελόχῳ, ὅμοιόν τι ποιεῖ, Ὁμήρου τεχνικῶς τὰ σκυθρωπὰ ἱλαρύνοντος τοῖς ἀκροαταῖς, οἷς ἐν ἀστειότητι σαρκάζει, καὶ οὕτω κεραννύντος ἡδέα καὶ λυπηρά.

(v. 477-481) Οὐτάσας γάρ τινα Πρόμαχον Βοιώτιον, ὃς τὸν νεκρὸν ὕφελκε ποδοῖϊν, ἤγουν λάθρᾳ ὑπέσυρε, φησὶν "Ἀργεῖοι ἰόμωροι ἀπειλάων ἀκόρητοι, οὔ θην οἴοισίν γε πόνος τ' ἔσεται καὶ ὀϊζὺς ἡμῖν", ἤγουν οὐ δὴ μόνοι πονήσομεν ἡμεῖς, "ἀλλά ποθ' ὧδε", ἤγουν ἀλλά που οὕτω, "κατακτανέεσθε καὶ ὔμμες".

(v. 482-4) Καὶ ἐπάγων τὸ δριμύτερόν φησι "φράζεσθε ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδει ἔγχει ἐμῷ, ἵνα μή τι κασιγνήτοιό γε ποινὴ δηρὸν ἄτιτος εἴη".

(v. 484 s.) Καὶ ἐπιφέρει ὡς γνωμικὸν "τῷ", ἤγουν διό, "καί τις εὔχεται ἀνὴρ γνωτὸν ἐνὶ μεγάροις Ἄρεος ἀλκτῆρα γενέσθαι", ὃ δὴ παραπεποίηται ἀπὸ τοῦ "ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι ἀνδρός".

(v. 479) Ἰόμωροι δέ, ἤτοι τοξόται, βαρβαρικῶς ὀνειδίζονται οἱ Ἀχαιοὶ τῷ Ἀκάμαντι, ὡς εἴπερ οὐκ ἦσαν τοιοῦτοι καὶ παρὰ Τρωσίν. Εἰσὶ δὲ καὶ νῦν, ὡς καὶ ἀλλαχοῦ, ἰόμωροι οἱ μόρον ἐμποιοῦντες ἐν ἰοῖς, ἐκτάσει τοῦ ο εἰς ω, ἢ περὶ ἰοὺς μεμορημένοι καὶ κακοπαθῶς ἔχοντες, ἢ ὀξεῖς ἰοὺς κεκτημένοι ‑ μόρον γάρ, φασί, παρὰ Κυπρίοις τὸ ὀξύ ‑ , ἢ πλεονασμῷ τοῦ μυ, ἵνα εἶεν ἰόωροι οἱ τῶν ἰῶν ὤραν, ἤτοι φροντίδα, ἔχοντες. Ἀπειλάων δὲ καὶ νῦν ἀκόρητοι οὐ μόνον οἱ ἀλαζόνες ἐν τῷ ἀπειλεῖσθαι δεινά, ἀλλὰ καί οἱ καυχηταί.

(v. 482) Τὸ δὲ "εὕδει" ἁπλῶς μὲν ῥηθέν, δηλοῦν δὲ θάνατον, ἔχει τι δριμύτητος καὶ αὐτό, ἔτι δὲ καὶ ἀστειότητος μετὰ καὶ βαρύτητος, ὥσπερ καὶ τὸ "δεδμημένος ἔγχει", ὡς εἴπερ ἔφη "δεδμημένος ὕπνῳ", ὅθεν καὶ δμήτειρα πάντων ἐρρέθη ἡ νύξ.

(v. 484) Ἄτιτος δὲ ἢ ἀνεκδίκητος ἢ μᾶλλον ἡ ἀναπόδοτος, ὡς ἐκ μεταφορᾶς τῶν ἐν πόλεσιν ἢ κώμαις ἀποτινόντων ποινὴν ὑπέρ τινος πεφονευμένου.

(v. 485) Ἄρεος δὲ ἀλκτὴρ ὁ τοῦ φόνου ἐκδικητής, ὁ καὶ ἀμύντωρ πρὸ ὀλίγων ῥηθείς. Τὸ δὲ "Ἄρεος" εἰ μὲν διὰ τοῦ ω μεγάλου γράφεται ‑ ἔστι γὰρ καὶ Ἄρευς εὐθεῖα, [682] ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη ‑ , ἀπαθῶς οὕτως ἔχει τὸ μέτρον, εἰ δὲ ὡς ἀπὸ τοῦ Ἄρης Ἄρεος, ἐκτείνεται ἡ λήγουσα κατὰ τροπὴν κοινῆς συλλαβῆς διὰ τὴν καταπεραίωσιν καὶ τὸ ἐφεξῆς κατάρχον φωνῆεν. καὶ οὕτω μὲν καὶ ὁ Ἀκάμας.

(v. 489-492) Ἦν δέ τις ἐν Τρωσὶν Ἰλιονεύς, "υἱὸς Φόρβαντος, πολυμήλου", ὅ ἐστιν ἐκ μέρους τῶν μήλων, πολυθρέμμονος, "ὅν ῥα μάλιστα", φησίν, "Ἑρμείας Τρώων ἐφίλει καὶ κτῆσιν ὤπασεν", ὑφ' ᾧ μήτηρ μόνον τέκεν Ἰλιονῆα.

(v. 493-504) Τοῦτον τότε Πηνέλεος "ὑπ' ὀφρύος οὖτα κατ' ὀφθαλμοῖο θέμεθλα, ἐκ δ' ὦσε γλήνην, δόρυ δ' ὀφθαλμοῖο διαπρὸ καὶ διὰ ἰνίου ἦλθεν, ὃ δ' ἕζετο", καθὰ καί τις ἄλλος ἑτέρωθι, "χεῖρε πετάσας ἄμφω. Πηνέλεος δὲ ἐρυσσάμενος ξίφος ὀξὺ αὐχένα μέσσον ἔλασσεν, ἀπήραξε δὲ χαμᾶζε αὐτῇ σὺν πήληκι κάρη. ἔτι δ' ὄβριμον ἔγχος ἦεν ἐν ὀφθαλμῷ ὃ δὲ φῆ κώδειαν ἀνασχὼν πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα· εἰπέμεναί μοι, Τρῶες", ἤγουν εἴπατε, ὅ ἐστι θελήσατε εἰπεῖν, "ἀγαυοῦ Ἰλιονῆος πατρὶ φίλῳ καὶ μητρὶ γοήμεναι ἐν μεγάροισιν. οὐδὲ γὰρ ἡ Προμάχοιο δάμαρ ἀνδρὶ φίλῳ ἐλθόντι", τουτέστιν ἐπανελθόντι ἐκ Τροίας, "γανύσσεται", ὅ ἐστι χαρείη, ὡς ἀπὸ τοῦ γανύω, ἐξ οὗ καὶ τὸ γανύσκω παράγεται, οὐ μὴν ἐκ τοῦ γάνυμι, αὐτοῦ γὰρ οὐκ ἔστι μέλλων. καὶ ταῦτα μὲν ὁ Πηνέλεος.

(v. 506 s.) "Τοὺς δ' ἄρα πάντας", ἤγουν τοὺς Τρῶας, "ὑπὸ τρόμος ἔλλαβε γυῖα, πάπτηνεν δὲ ἕκαστος ὅποι φύγῃ αἰπὺν ὄλεθρον", ὃ δὴ τροπὴν φράζει στρατοῦ. Καὶ ὅρα ὡς οὐ λόγῳ μόνῳ, ἀλλὰ καὶ ἔργου βαρύτητι καταπαίζει τῶν Τρώων ὁ Πηνέλεος, καὶ ὅτι Αἴας μὲν ἄχος ἔσχε πρὸ ὀλίγου ἐπὶ Προθοήνορι πεσόντι αὐτοῦ ἔγγιστα, καὶ διὰ τοῦτο ἐλεῶν ἐβοήθησε, Πηνέλεος δέ, εἰ καὶ ὁ ποιητὴς τὸ φανερὸν οὐκ ἐξεῖπεν, ὡς ὁμοεθνεῖ τῷ Προμάχῳ βοηθεῖ. ὁ μὲν γὰρ Βοιώτιος, Πηνέλεος δὲ Βοιωτῶν ἦν ἡγεμών. Σημείωσαι δὲ καὶ ὅτι προθέμενος ὁ ποιητὴς ἐνταῦθα σαρκασμοῖς μεστῶσαι τὴν ποίησιν, ἵνα ἐξ ἀκράτου γλυκύτητος τῆς κατὰ Δία καὶ Ἥραν εἰς ἐμβριθεῖς ἀστεϊσμοὺς καταπαύσῃ τὸν λόγον, τέσσαρσι τοιαύταις ἐννοίαις καταπυκνώσας τὴν ἱστορίαν παύει τοῦ λοιποῦ τὴν τοιαύτην ἰδέαν καὶ τοῦ λοιποῦ ἀναστήσας τὸν Δία τοῦ ὕπνου ἀγριαίνει τὸ τῆς γραφῆς ἱλαρὸν καὶ τὰ αὐτῷ δοκοῦντα ποιεῖ. Σημείωσαι δὲ ὅτι τῶν ῥηθεισῶν εἰρωνειῶν ἀστεία μὲν ἡ τοῦ [683] Πολυδάμαντος, δεινοτέρα δὲ καὶ ἡρωϊκωτέρα ἡ τοῦ Αἴαντος, ἀφελεστέρα δὲ ἡ τοῦ Ἀκάμαντος. ἡ δὲ τοῦ Πηνελέου τοιαύτη μὲν καὶ αὐτή, ἔχει δέ τι καὶ πάθος, ἐν οἷς λέγει, ὡς εἴπατε τοῖς γονεῦσι τοῦ δεῖνος κλαίειν διὰ τάδε.

(v. 489) Ὅρα δὲ καὶ ἐν τούτοις τὸν Πηνέλεον ἀπὸ συνεσταλμένης εὐθείας κλινόμενον Ὁμηρικῶς τῆς ὁ Πηνέλεος, ὡς ὁ ἔλεος, οὗ γενικὴ Πηνελέου, ἐξ οὗ τὸ "οὐχ' ὑπέμεινεν ἐρωὴν Πηνελέοιο ἄνακτος". οὗ καὶ ἡ δοτικὴ παροξύτονος ἐν τῷ "Πηνελέῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν", ὃ ἀνωτέρω κείμενον παρῴδηται ἀπὸ τοῦ "Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν".

(v. 491) Ἑρμῆς δὲ φιλεῖν τὸν ῥηθέντα Φόρβαντα λέγεται ὡς πολύμηλον, αὐτὸς νόμιος ὤν, εἰς ὃν ὡς τὰ πολλὰ οἱ παλαιοὶ τὰς εὐποτμίας ἀνάγουσι. διὸ καὶ τὸ κατὰ τύχην εὑρεθὲν ἀγαθὸν ἕρμαιον ἐλέγετο, ἀφ' οὗ, εἰ χρή τι καὶ τοιοῦτον παρενεῖραι τῷ λόγῳ, μαχλάς ποτε μήτηρ καλὸν ἐραστὴν ἐπὶ τῇ θυγατρὶ καταλαβοῦσα "κοινόν, ὦ θύγατερ, ἔφη, τὸ ἕρμαιον". τὸν δ' αὐτὸν ἄλλως Ἑρμῆν καὶ ὡς στερητικὸν κλέπτην πλάττουσιν. οὐ γὰρ μόνον εὐερμεῖ τις ἐξ αὐτοῦ, ἀλλὰ καὶ δυσερμίαν ἔχει κατὰ τοὺς παλαιούς, ὡς τὰ ἐναντία ἐνθεωρεῖσθαι καὶ αὐτῷ, καθὰ καὶ ὁ Ποσειδῶν σεισίχθων τε λέγεται καὶ ἀσφάλιος, τὸ μὲν ὡς ἐνοσίχθων διὰ τοὺς σεισμούς, τὸ δὲ ὡς συνεκτικὸς τῆς γῆς, ἤτοι γαιήοχος. οὕτω καὶ ὁ Φοῖβος ἀπόλλων τε καὶ κουροτρόφος. Ὅτι δὲ ἐπιμελῶς ἐκτηνοτρόφουν οἱ παλαιοί, καὶ ὡς ἐνταῦθα ἔκειτο αὐτοῖς τὸ περιουσιάζεσθαι, καὶ ὅτι παρώνυμον τῇ κτήσει τὸ κτῆνος, καὶ ὡς μέχρι τοῦ νῦν παρὰ πολλοῖς ἡ ἐν ζῴοις περιουσία κτήματα λέγεται, δῆλόν ἐστιν.

(v. 493) Ὅρα δὲ καὶ τὸ "θέμεθλα ὀφθαλμοῦ", ὃ δηλοῖ τὸ ἐν βαθυτάτῳ τροπικῶς, ὡς ἐπὶ οἰκοδομῆς ἐπιμεμελημένης λεχθέν. [684] (v. 494) ᾯ προσφυῶς ἐπῆκται καὶ τὸ "ἐκ δ' ὦσε γλήνην". ἐξωθεῖται γὰρ τὰ οὕτω πρυμνόθεν ἐξιόντα.

(v. 495) Καὶ ὅτι ἰνίον ἔφη τὸ ἑτέρωθεν ἀντικρὺ τοῦ ὀφθαλμοῦ, καὶ ὅτι χεῖρε πετάσας ἀντὶ τοῦ τοῖς φίλοις ἀναπτύξας ὡς εἰς βοήθειαν. Ἐκ πτερύγων δὲ ἀναπεπταμένων εἴληπται τὸ "χεῖρε πετάσας".

(v. 497) Τὸ δὲ "ἀπήραξε" καὶ νῦν ἀντὶ τοῦ ῥᾷον καὶ ἀπόνως ἀπέκοψεν Ἄρει, ὅ ἐστι ξίφει, σιδήρῳ. Περὶ δὲ τοῦ "χαμᾶζε" λέγει καὶ Αἴλιος Διονύσιος, ὡς ἀεὶ περισπᾶται, τὸ δὲ χαμᾶθεν ὡς ἐπὶ πλεῖστον.

(v. 498) Τὸ δὲ "αὐτῇ σὺν πήληκι" ἐντελῶς πέφρασται. ἦν δὲ ἂν ἄλλως Ἀττικόν, εἴπερ ἔφη, ὅτι ἀπήραξε χαμᾶζε αὐτῇ πήληκι τὴν κεφαλήν.

(v. 499 s.) Τὸ δὲ "ἔτι ἔγχος ἦν ἐν ὀφθαλμῷ" ἀναγκαίως κεῖται, ἵνα οὕτω χώραν σχοίη ὁ κατὰ κώδειαν παραδειγματισμὸς τῆς κεφαλῆς. Ἐν δὲ τῷ "φῆ κώδειαν ἀνασχὼν πέφραδέ τε" Ἀρίσταρχος μὲν ῥῆμα ἐκδέχεται τὸ φῆ, οἷα τοῦ ὡς ἔξωθεν προσνοουμένου, ἵνα λέγῃ, ὅτι "ὃ δὲ ἔφη ὡς κώδειαν ἀνασχὼν πέφραδέ τε καὶ ἔπος ηὔδα", καὶ εἴη κατὰ παραλληλίαν ταὐτολογία ἐν τῷ φῆ καὶ πέφραδε καὶ ηὔδα. τοῦτο δὲ διὰ τὸ ἐν τοῖς ῥήμασι τοῦ Πηνελέου σῶφρον καὶ οὐδὲ ἔξω πάθους. ἠρκέσθη γὰρ ὁ ἥρως τῷ ἔργῳ εἰς λύπην τῶν Τρώων, ὃ πάνυ παροξυντικόν ἐστιν εἰς θυμόν, εἰ οὕτως ἀνατείνας παραδειγματίζει τοῦ πεσόντος τὴν κεφαλήν. Καὶ οὕτω μὲν Ἀρίσταρχος περὶ τοῦ "φῆ κώδειαν ἀνασχών", οἱ δὲ νεώτεροι καὶ Ζηνόδοτος τὸ φῆ ἐπίρρημά φασι παραβολικόν, οὐδέποτε ὑφ' Ὁμήρου ῥηθέν. Σημείωσαι δὲ ὅτι τε πάνυ ἀστείως ἡ τοῦ Ἰλιονέως κεφαλὴ σφαιροειδὴς ἐν ἄκρῳ μακροῦ καὶ λεπτοῦ δόρατος ἐμπεπαρμένη, ὡς ἐρρέθη, κώδειαν φαντάζει, ὅ ἐστι μήκωνα, καὶ ὡς ἐνταῦθα μὲν διὰ μιᾶς λέξεως παραβολὴν ἐνέφηνεν ἀπὸ τῆς κωδείας, ἐπὶ ἑτέρου δέ τινος πλατεῖαν διεσκεύασε παραβολήν, μήκωνα παραλαβὼν βριθομένην νοτίαις ἐαριναῖς, ὡς ἐκεῖ δηλοῦται. [Ἰστέον δὲ ὅτι ἄλλο τι παρὰ τὴν Ὁμηρικὴν κώδειαν τὴν διὰ τῆς ει διφθόγγου ἡ παρὰ τῷ Ἀθηναίῳ διὰ [685] τοῦ υ ψιλοῦ. ἐκεῖνος γὰρ κωδύαν φησὶ τὴν τοῦ κιβωρίου, ὅ ἐστι κολοκασίου, ὡς καὶ ἀλλαχοῦ δεδήλωται, ἧς, φησί, τὸ ἄνθος διπλάσιον ἢ μήκωνος, ταὐτὸν δ' εἰπεῖν, τῆς ἐνταῦθα κωδείας.] (v. 501) Ἐν δὲ τῷ "εἰπέμεναί μοι Τρῶες", ἀντὶ τοῦ εἴπατε, περιττὸν δοκεῖ τὸ μοι κεῖσθαι, ἴσως δὲ καὶ ἀντὶ τοῦ περὶ ἐμοῦ ἢ δι' ἐμὲ νοηθήσεται.

(v. 502) Τὸ δὲ "γοήμεναι" ἀπὸ τοῦ γοῶ γοαίνω γίνεται, ὡς ἀπὸ τοῦ φορῶ τὸ φοραίνω, καθὰ πολλαχοῦ φαίνεται. ἴσως δὲ καὶ ἀπὸ τοῦ γοῶ γόημι, ὡς ἱστάω ἱστῶ ἵστημι. [(v. 488) Ἰστέον δὲ καί, ὅτι ἐν τῷ εἰρημένῳ χωρίῳ κεῖται καὶ προθέσεως ἔλλειψις ὁμοία τῇ ἀκόντισεν ὁ δεῖνα τοῦ δεῖνα, ὃ προδεδήλωται. φησὶ γὰρ ὅτι Πηνέλεος ὡρμήθη Ἀκάμαντος, ἤγουν ὥρμησε κατὰ τοῦ Ἀκάμαντος.] (v. 50810) Ὅτι καὶ ἐνταῦθα Μουσῶν ἐπίκλησις ἐν τῷ "ἔσπετε νῦν μοι Μοῦσαι, Ὀλύμπια δώματ' ἔχουσαι, ὅς τις δὴ πρῶτος βροτόεντ' ἀνδράγρι' Ἀχαιῶν ἤρετο", ἢ ἤρατο, "ἐπεί ῥ' ἔκλινε μάχην" ὁ Ποσειδῶν, προοιμιαζομένου οἷον ὡς ἀπό τινος ἀρχῆς τοῦ ποιητοῦ διὰ τὴν τῆς μάχης καινότητα, ἥτις γέγονε τῶν ἀρίστων ἀμειψάντων τὰ ὅπλα. Καὶ σημείωσαι, ὅτι μέλλων εἰπεῖν· ἔσπετέ μοι Μοῦσαι, τίς πρῶτος Ἀχαιῶν ἀνεῖλε Τρωϊκὸν ἄνδρα, ὁ δὲ τοῦτο μὲν σιγᾷ, ἐρωτᾷ δὲ ὡς παρακολουθοῦν τό· τίς πρῶτος ἐσκύλευσεν, ἵνα οὕτω μέγα δείξῃ τὸ τρόπαιον, εἰ καὶ ὡς ἐν ἀδείᾳ πολλῇ ἐσκυλεύοντο οἱ πίπτοντες.

(v. 509) Λέγει δὲ βροτόεντα μὲν τὰ ἐκ βροτῶν λαμβανόμενα ἢ τὰ ἔχοντα βρότον, ἤγουν μολυσμὸν τὸν ἐξ αἵματος, ἀνδράγρια δὲ σκῦλα τὰ παρὰ ἀνδρῶν ἢ ἀπὸ ἀνδρῶν ἀγρευόμενα ἢ ἀγειρόμενα. ξένη δέ, φασίν, ἡ λέξις ἅπαξ ῥηθεῖσα. παρῆκται δὲ καθ' ὁμοιότητα τοῦ βοάγρια, ζωάγρια, μοιχάγρια.

(v. 510) Τοῦ δὲ ἤρατο ἢ ἤρετο, τοῦ μὲν τὸ πρῶτον ἠράμην, ὅθεν καὶ τὸ "ἠράμεθα μέγα κῦδος", τοῦ δὲ ἤρετο, οὗ χρῆσις καὶ ἐν τῷ "τὴν ἄρετ' ἐκ Τενέδοιο γέρων", πρῶτον πρόσωπον ἠρόμην, ὡς καὶ τοῦ εὕρετο τὸ εὑρόμην, οἷον "ἀλλὰ ταῦθ' ἅπαντα σοῦ θανόντος εὑρόμην". Τὸ δὲ "ἔκλινε μάχην" ἀρχὴ τοῖς μεθ' Ὅμηρον τοῦ ἑτεροκλινῆ φάναι νίκην, ἣν ὁ ποιητὴς [686] ἑτεραλκέα λέγει, ὡς ἐκ διαδοχῆς, φασίν, ἑτέροις ἀλκὴν περιποιοῦσαν, ἤγουν ἑνὶ τῶν δύο μερῶν. τοιοῦτον γὰρ τὸ ἕτερον, ἀφ' οὗ καὶ ἑτερομόλιος δίκη, ἐν ᾗ μὴ ἄμφω ἦλθον οἱ ἀντίδικοι, ἀλλ' ἕτερος, ὅ ἐστιν ἐκ τῶν δύο ὁ εἷς. Ὅρα δὲ καὶ ποικιλίαν ἐφεξῆς ἐνταῦθα ῥημάτων ἰσοδυνάμων, καὶ κατὰ ῥήτορας εἰπεῖν, ἐπίχυσιν, καὶ τούτων πρεπόντων ποιήσει. Αἴας μὲν γάρ, φησίν, οὖτα τὸν δεῖνα, Ἀντίλοχος δὲ τοὺς δεῖνα ἐξενάριξε, Μηριόνης δὲ τούσδε τινὰς κατέκτα, Τεῦκρος δ' ἑτέρους τινὰς ἐνήρατο, Ἀτρείδης δὲ τὸν δεῖνα οὔτασε κὰλ λαπάρην, ἤγουν κατὰ λαπάραν, ὃ διαφέρει τοῦ οὖτα κατὰ μόνον τὸ ἐντελές. ἐκεῖνο γὰρ ἀποκέκοπται, πλείστους δ' Αἴας εἷλεν ὁ τοῦ Ὀϊλέως.

(v. 511 s.) Ἐν τούτοις δὲ καὶ Ὕρτιόν τινα ἱστορεῖ, Μυσῶν ἡγεμόνα, υἱὸν Γυρτίου, παρὰ ἓν γράμμα ὁμωνυμοῦντα τῷ πατρί, [ἐξ οὗ Γυρτιάδης εἴρηται.] (v. 51320) Φιλοτιμεῖται δ' ἐνταῦθα καὶ ἄλλως τὸ ποικίλον. Ἀντίλοχον μὲν γὰρ καὶ τὸ αὐτοῦ ἔργον ἑνὶ περιέγραψε στίχῳ, οὕτω δὲ καὶ Μηριόνην καὶ Τεῦκρον, εἰς τὸν Τελαμώνιον δὲ δύο στίχους ἔγραψεν, εἰς δὲ τὸν Ἀτρείδην, ὃν οὐκ ἐδήλωσεν, ὁπότερος ἂν εἴη τῶν δύο, ἔοικε δὲ ὁ βασιλεὺς εἶναι, τέσσαρα ἐποίησεν ἔπη ἐμπλατυνάμενος, εἰς δὲ τὸν Λοκρὸν Αἴαντα στίχους τρεῖς, ὃν καὶ ἐσέμνυνεν, οὐ μέτρῳ τινὶ ὁρίσας τοὺς ὑπ' αὐτῷ πεσόντας, ἀλλὰ πλείστους ἐκείνους εἰπών, (v. 521 s.) προσθεὶς καὶ αἰτίαν ταύτην "οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν ἀνδρῶν τρεσάντων, ὅτε τε Ζεὺς ἐν φόβον ὦρσε". Καὶ ἔστι τὸ τρεσάντων ἀντὶ τοῦ εἰς φυγὴν τραπέντων, ὡς δηλοῖ τὸ "ἐν φόβον ὦρσεν", ὅ ἐστι φυγήν. Ὅθεν καί τις ἐν Ἀθηναίοις ἐπὶ δειλίᾳ κωμῳδούμενος τρεσᾶς ἐκαλεῖτο, καθὰ καί τις ἕτερος, διάρροιαν πάσχων γαστρός, χεσᾶς ἐλέγετο. Μήποτε δὲ οὐ μέγας ὁ τοῦ Λοκροῦ Αἴαντος ἔπαινος ἐνταῦθα. οὐ γὰρ ἀνθισταμένους ἀλλὰ τρέσαντας ἔρριπτεν ἐπικαταλαμβάνων αὐτούς, εἰ καὶ τὸν περὶ ψυχῆς ἔθεον, διὰ τὸ ταχὺς εἶναι. διὸ καὶ τελευταῖον αὐτὸν ὁ ποιητὴς ἔθετο, προτάξας μὲν τὸν μέγαν Αἴαντα, ὑποτάξας δὲ τὸν μικρόν. ἴσως δὲ οὐδὲ τὸ τοῦ Σαλαμινίου ἔργον μέγα νῦν ἐστιν, οὐ γὰρ αὐτὸς τρέψας ἀναιρεῖ, ἀλλὰ τοῦ Ποσειδῶνος κλίναντος τὴν μάχην. Ὅρα δὲ καὶ ὅτι ὁ μὲν Λοκρὸς οἷα ποδώκης πλείστους φεύγοντας εἷλεν, ὁ δὲ μέγας Αἴας, ὡς βαρὺς κινεῖσθαι, ἕνα μόνον οὔτασεν, οἱ δὲ λοιποὶ ἀνὰ δύο. εἰ δὲ καὶ ὁ βασιλεὺς ἕνα ῥίπτει, ἀσθενῶς ἔχων ἐκ τῆς πληγῆς, ἀλλ' ὁ ποιητὴς μεγεθύνει τῇ φράσει καὶ τὴν τοῦ ἑνὸς πτῶσιν, πλατύτερον [687] αὐτὴν ἐξαγγείλας, ὡς εἴρηται. Σημείωσαι δὲ καὶ ὡς ἐν μὲν τοῖς προσεχῶς φθάσασιν ἐπλάτυνε τὰς καθ' ἕκαστα τῶν ἡρώων ἀνδραγαθίας, ἐνταῦθα δὲ τὴν μέθοδον ἐξαλλάξας ἐν ὀλιγίστῳ τοσαῦτα ἔφρασεν, ὡς οἷα τοῦ μυθικοῦ Ποσειδῶνος ἐπείξαντος τὴν μάχην ὑπὲρ τῶν Ἀχαιῶν διὰ τὸ μικρὸν ὅσον ἀφυπνισθέντα τὸν Δία μέλλειν ἄναλλα τὰ πάντα ποιεῖν.

(v. 518 s.) Ἐν δὲ τοῖς ῥηθεῖσι καὶ ψυχήν τινος, ὃν Ἀτρείδης ἀνεῖλε, λέγει κατὰ οὐταμένην ὠτειλὴν ἐπειγομένην ἀπελθεῖν διὰ τὸ ἅμα τῷ ἀπορρέοντι αἵματι χωρισθῆναι αὐτήν. Τὸ δὲ "οὐταμένην ὠτειλήν" τρόπος ἐτυμολογίας ἐστί. παρὰ τὸ οὐτάζω γὰρ ἡ ὠτειλή, τὸ μὲν ω ἔχουσα Δωρικῶς, τὸ δὲ δίφθογγον κατὰ Βοιωτούς.

ΕΚ ΤΗΣ ΟΥ ΡΑΨΩΙΔΙΑΣ

   [688] Ὅτι ἡ μὲν φίλη τῷ ποιητῇ φράσις ἐν τῇ ἐπιγραφῇ τῆς ὑποκειμένης ῥαψῳδίας αὕτη· οὖ, Κρονίδης κεχόλωτο Ποσειδάονι καὶ Ἥρῃ, ἡ δὲ ἑτεροία μιᾷ ἐμπεριγράφεται λέξει. παλίωξις γὰρ ἐπιγράφεται διὰ τὴν τῶν Τρώων ἐπὶ τὰ ἔμπαλιν δίωξιν, ὡς φευγόντων. Ὅτι δὲ τὸ ο στοιχεῖον οὖ ἐγράφετο καθὰ καὶ τὸ ε εἶ δηλοῦσιν οἱ παλαιοί. καὶ ἡ αἰτία, ἵνα στοιχειακῶς περισπῶνται καὶ αὐτὰ ὡς μακρά. βραχέα γὰρ ὄντα οὐκ εἶχον περισπᾶσθαι.

(v. 1) Ὅτι τὸ "αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν" οἱ μὲν γραμματικοὶ σχῆμα λέγουσιν ὑπερβατόν, οἱ δὲ ῥήτορες οὐκ ἀξιοῦσιν οὕτω καλεῖν αὐτό, διακεκόφθαι δέ φασι τὴν σύνταξιν ἐπίτηδες, ἵνα ἡ διακοπὴ τῆς λέξεως τὸ ταλαίπωρον καὶ δυσδιόδευτον ἐμφήνῃ τῶν τὴν τάφρον διαβαινόντων. τοιοῦτον, φασί, καὶ τὸ [689] "κατὰ πυρὸν ἤλεσαν". Καὶ ἐν τοῖς ἑξῆς δέ, ὅπου ἐρεῖ "ὡς δ' ὅταν ὀξὺν ἔχων πέλεκυν ἀνὴρ βοὸς ἶνα τάμῃ διὰ πᾶσαν", ἀντὶ τοῦ διατάμῃ τὴν ἶνα, φασὶν οἱ παλαιοί, ὅτι τῇ τῆς λέξεως διακοπῇ μεμίμηται τὸ γινόμενον. οὕτω δὲ καὶ τὸ "ὥς τίς τε λέων κατὰ ταῦρον ἐδηδώς" αἰτιολογοῦσι. τῇ γὰρ ἐγκοπῇ, φασί, τῆς λέξεως τὸν εἰς πολλὰ διεσπασμένον ταῦρον παρέστησεν. οὐ γὰρ τὸ μέτρον, φασίν, ἠνάγκαζεν οὕτως εἰπεῖν, ἐπείπερ ἦν καὶ οὕτω γράψαι "λέων ταῦρον κατεδηδώς". οἱ δ' αὐτοὶ καὶ τὸ "οἳ κατὰ βοῦς ὑπερίονος Ἠελίου ἤσθιον" εἰς τοιοῦτον λόγον ἄγουσι. φέρουσι δὲ εἰς ὁμοιότητα καὶ Ἀνακρέοντος τὸ "κὰδ δὲ λοπὸς ἐσχίσθη", ἀντὶ τοῦ κατεσχίσθη τὸ ἱμάτιον. ὁμοίως καὶ τὸ "διὰ δὲ δειρὴν ἔκοψε μέσην", καὶ τὸ "σὺν δὲ γέροντι χύτο νόος", ἤγουν συνεχέθη ὁ νοῦς τῷ Πριάμῳ, τὴν ταραχήν, φασί, τῆς διανοίας μιμεῖσθαι τῇ τῆς συντάξεως διακοπῇ.

(v. 4) Ὅτι ἐν τῷ "ἔμενον χλωροὶ ὑπαὶ δείους", ἤγουν ὑπὸ δέους, τὸ χλωροί ταὐτόν ἐστι τῷ ὠχροί. διὸ τὸ ὠχρὸν παράγεσθαί τινές φασιν ἐκ τοῦ χλωροῦ, μεταθέσει τοῦ ω καὶ ἀπελεύσει τοῦ λ. Ἀποτέλεσμα δὲ τοιαύτης ἐν πολέμῳ χλωρότητος φυγή. διὸ ἐπάγει "πεφοβημένοι", ἤγουν φεύγοντες. Ἰστέον δὲ ὅτι οὐ μόνον ἐπὶ ὠχρότητος ἡ χλωρότης μεταφορικῶς τίθεται διὰ τὸ χρῶμα, ἀλλὰ καὶ τὸ πρόσφατον ἔστιν ὅτε καὶ τὸ νεάζον δηλοῖ διὰ τὸ ἐν τῇ χλόῃ νεοθαλές. οὕτω γὰρ χλωρὸς τυρός, ὁ νεοπαγής, ὥσπερ αὖ πάλιν ὁ μὴ τοιοῦτος γάλα εἴρηται ξηρόν. λέγεται δὲ καὶ γόνυ χλωρόν τὸ νεαρὸν καὶ διὰ τοῦτο σθεναρὸν καὶ οὐχ' οἷον ἔχουσιν οἱ ξηροὶ καὶ ἀλίβαντες.

(v. 48) Ὅτι ἐν τῷ "ἔγρετο Ζεὺς Ἴδης ἐν κορυφῇσι παρὰ χρυσοθρόνου Ἥρης, στῆ δ' ἂρ ἀναΐξας, ἴδε δὲ Τρῶας καὶ Ἀχαιούς, τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθεν Ἀργείους" τὴν ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ παλίωξιν δηλοῖ ὁ ποιητής. τὸν γὰρ τελευταῖον στίχον ἀπαραποιήτως καὶ ἐν τῇ ξῖ ῥαψῳδίᾳ εἰπὼν [690] ἐκεῖ μὲν ὀρινομένους τοὺς Ἀχαιοὺς ἔφη, κλονέοντας δὲ ὄπισθεν τοὺς Τρῶας, ἐνταῦθα δὲ ἔμπαλιν διὰ τὴν παλίωξιν. Τὸ δὲ σχῆμα ὅμοιον τῷ "οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν ὀλλύντων καὶ ὀλλυμένων". Δύο γὰρ προθεὶς ὀνόματα ὧδε "Τρῶας καὶ Ἀχαιούς" καὶ δύο αὖθις ἐκεῖ "οἰμωγὴν καὶ εὐχωλήν", ὕστερον ἀπαντᾷ ἰδίᾳ πρὸς ἑκάτερα, πλὴν ὅσον ἐκεῖ μὲν ἐντελῶς κεῖνται τὰ τέσσαρα, τὸ οἰμωγή καὶ εὐχωλή καὶ τὸ ὀλλύντων καὶ ὀλλυμένων, ἐνταῦθα δὲ τεσσάρων τούτων, τοῦ ὀρινομένους καὶ κλονέοντας καὶ Τρῶας καὶ Ἀχαιούς, σεσίγηται τὸ Τρῶας, ὥσπερ αὖθις ἐν τῇ ξῖ ῥαψῳδίᾳ ἔλειπεν ἐν ὁμοίῳ στίχῳ τὸ Ἀχαιούς, ἔνθα ἔφη τὸν Νέστορα ἰδεῖν ἔργον ἀεικές, τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθεν Τρῶας ὑπερθύμους. Σημείωσαι δὲ ὅτι οὐ καλῶς φασιν οἱ εἰπόντες ἐν τοῖς τοιούτοις σχήμασιν ἀεὶ τὸν ποιητὴν πρὸς τὸ δεύτερον ἀπαντᾶν. ἐν μὲν γὰρ τῷ "οἰμωγὴ καὶ εὐχωλὴ πέλε" πρὸς τὸ δεύτερον, ἤγουν πρὸς τὴν εὐχωλήν, ἀπήντησεν. εὐχωλὴ γάρ, ἤτοι καύχημα, ἦν τῶν ὀλλύντων. τὸ δὲ ὀλλυμένων τέταρτον κείμενον πρὸς τὸ πρῶτον ἀποδέδοται τὸ οἰμωγή. Ὁμοίως καὶ ἐν ἀρχῇ τῆς ξι ῥαψῳδίας πρὸς τὸ δεύτερον ἡ ἀπάντησις, ἤγουν πρὸς τοὺς κλονέοντας Τρῶας, ὡς ἀνωτέρω κεῖται, οὕτω δὲ καὶ ἐν τῷ "ἄρνε δύω, ἕτερον λευκὸν, ἑτέρην δὲ μέλαιναν γῇ τε καὶ ἡλίῳ", ὡσαύτως καὶ ἐπὶ ἄλλων διαφόρων. Ἐν δὲ τῷ "ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας" κατὰ φύσιν ἐν τοῖς ἑξῆς μεμέρισται τὰ πράγματα. εὐθὺς γὰρ ἀρχόντων μνησθεὶς ἐπάγει "Βοιωτῶν μὲν Πηνέλεος καὶ Λήϊτος ἦρχε", καὶ οὕτω ποιήσας καὶ πρὸς τὸ πρότερον ἀπαντήσας εἶτα ἐπισυνείρει ἐφεξῆς καὶ τὰς νῆας. Τὸ αὐτὸ ποιεῖ καὶ ἐν τῷ "Ἀμφίμαχος καὶ Θάλπιος, υἱοί, Ἀμφίμαχος μὲν Κτεάτου, Θάλπιος δὲ τοῦ δεῖνος. Τὸ δ' ὅμοιον καὶ ἐν τῷ "Ἀθηναίη τε καὶ Ἥρη, ἤτοι Ἀθηναίη ἀκέων ἦν". Τοιοῦτον κἀνταῦθά ἐστι τὸ "Τρῶας καὶ Ἀχαιούς, τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας". οὐ γὰρ πρὸς τὸ δεύτερον ἡ ἀπάντησις, ἀλλὰ πρὸς τὸ πρῶτον. Τρῶες μὲν γὰρ ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ ὀρίνονται, Ἀχαιοὶ δὲ κλονοῦσι. Καὶ ἔστι τὸ σχῆμα τοῦτο ἐν τῷ ἄλλως μὲν ἐνταῦθα, ἄλλως δὲ ἐν τῇ ξῖ θεωρεῖσθαι περὶ ἕνα στίχον τὸν εἰρημένον, κοινωνοῦν ἀμφοτέροις, ἤγουν τῷ, ἔνθα ἀπαντᾷ τις πρὸς τὸ δεύτερον, καὶ τῷ, ἔνθα εἰς τὸ πρῶτον ἀνέρχεται. Ὅλως γὰρ ὁ ποιητὴς δυσὶν ὀνόμασι προηγησαμένοις ἕτερα δύο κατὰ μερισμὸν συντάξεως μέλλων ἐπαγαγεῖν ποτὲ μὲν τῷ πρώτῳ τῆς προηγησαμένης συζυγίας τὸ τῆς δευτέρας πρῶτον συντάττει καὶ τῷ δευτέρῳ ἀκολούθως τὸ δεύτερον, ὡς καὶ ἀλλαχοῦ ἐφάνη. καὶ κεῖνται καὶ ἀνωτέρω παραδείγματα τούτου τό· Ἀμφίμαχος καὶ Θάλπιος, Ἀμφίμαχος μὲν τοῦ δεῖνος, Θάλπιος δὲ τοῦ δεῖνος, καὶ τὰ κατ' αὐτό. καὶ ἔστιν ἡ τοιαύτη διάθεσις τῆς συντάξεως σαφεστέρα καὶ φυσικωτέρα [691] πρώτῳ πρῶτον συντιθεῖσα καὶ δευτέρῳ ἐπισυνάπτουσα δεύτερον. ποτὲ μέντοι τὸ τῆς δευτέρας συζυγίας πρῶτον τῷ δευτέρῳ τῆς πρώτης συζυγίας ἐπάγει συναπτῶς, καὶ τὸ δεύτερον τῆς αὐτῆς δευτέρας τῷ πρώτῳ τῆς πρώτης, ὡς ἔχει τὸ "οἰμωγὴ καὶ εὐχωλὴ ὀλλύντων καὶ ὀλλυμένων", καὶ τὰ ὅμοια. Καὶ ἔστι τοῦτο σαφὲς μὲν οὐ πάνυ, ἐμπερίβολον δὲ καὶ πρέπον μεγέθει ποιήσεως. εἴρηται δέ τι κρεῖττον περὶ τούτου ἐν τῇ γάμμα ῥαψῳδίᾳ.

(v. 911) Ὅτι τὸ κεῖσθαι κατὰ τοὺς παλαιοὺς ἐπί τε τοῦ πεπτωκέναι λέγεται, ὡς ὁ Ἕκτωρ νῦν ἐν πεδίῳ κείμενος "ἀργαλέῳ εἴχετο ἄσθματι κῆρ ἀπινύσσων", ἤτοι ἀλλοφρονέων καὶ μὴ ὢν πινυτός, "αἷμ' ἐμέων". οὕτω καὶ Τιτυὸς ἐπ' ἐννέα κεῖτο πέλεθρα. λαμβάνεται δέ ποτε τὸ κεῖσθαι καὶ ἐπὶ τοῦ τεθάφθαι, οἷον "ἔνθα μὲν Αἴας κεῖται". νοεῖται δὲ καὶ ἐπὶ τοῦ τεθνηκέναι, οἷον "κεῖται Πάτροκλος". σημαίνει δὲ καὶ τὸ νεκρὸν ἐρρίφθαι, οἷον "κεῖται παρὰ νήεσσι νέκυς", λέγεται δὲ καὶ ἐπὶ τοῦ ἀπρακτεῖν, οἷον "κεῖται παρὰ μνηστῇ ἀλόχῳ", εὕρηται δὲ καὶ ἀντὶ τοῦ ἔστιν, οἷον "θεῶν ἐν γούνασι κεῖται".

(v. 10) Σημείωσαι δὲ ὅτι τὸ μὲν ἀργαλέον ἆσθμα διαστέλλεται τοῦ ἠρεμαίου, ὅλον δὲ τὸ "ἀργαλέῳ ἔχετ' ἄσθματι" περίφρασίς ἐστι τοῦ ἤσθμαινε.

(v. 10 s.) Τὸ δὲ "κῆρ ἀπινύσσων, αἷμ' ἐμέων" πάνυ γοργοτάτη παράφρασίς ἐστι τοῦ "ἑζόμενος δ' ἐπὶ γοῦνα κελαινεφὲς αἷμ' ἀπέμεσσε" καὶ ἑξῆς, ὡς οὐ πρὸ πολλοῦ ἐγράφη. Ὅτι δὲ ἐκ τοῦ ἐμεῖν καὶ πόλις Ἔμεια, περὶ ἣν Αἴγισθος ἤμεσε φαγὼν ἐξ ἐπιβουλῆς Ἀτρέως τὰ οἰκεῖα τέκνα, ἡ ἱστορία φησίν. Ὅτι ἐν τῷ "τὰ καὶ τὰ ἔπαθεν ὁ Ἕκτωρ", ὡς προερρέθη, "ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλεν Ἀχαιῶν", ὁ Αἴας δηλαδή, νοητέον ἐξ ἐναντίου τὸ "ἀλλ' ὁ ἀνδρειότατος". Εἴωθε γὰρ ὁ ποιητὴς ἐν πολλοῖς τῇ ἀποφάσει ἀντεισάγειν τὸ ἐναντίον, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, ὁποῖον καὶ τὸ "οὐδ' ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς", ἀλλὰ δηλαδὴ ἐλυπήθη, διὸ καὶ ἐδάκρυσε. τοιοῦτον καὶ ἐν τοῖς ἑξῆς τὸ "οὐκ ἐχολώσατο θυμῷ Ζεύς", ἀλλὰ δηλονότι ἐχάρη.

(v. 14 s.) Ὅτι τὸ "ἦ μάλα δὴ κακότεχνος ἀμήχανε σὸς δόλος Ἥρη Ἕκτορα δῖον ἔπαυσε μάχης, ἐφόβησε δὲ λαούς" ῥηθήσεταί ποτε παρῳδηθὲν κατά τινος τοιούτου κακομηχάνου.

(v. 16 s.) Ὁμοίως καὶ τὸ "οὐ μὰν οἶδα, [692] εἰ αὖτε κακορραφίης ἀλεγεινῆς πρώτη ἐπαύρηαι καί σε πληγῇσιν ἱμάσσω", τουτέστι πλήξω. Ζεὺς δὲ ταῦτα ἔφη πρὸς Ἥραν, "δεινὰ ὑπόδρα ἰδών". [Ἐν οἷς τό "κακορραφίης ἐπαύρηαι" συντελεῖ τι πρὸς τὸ "ἵνα πάντες ἐπαύρωνται βασιλῆος". ὡς γὰρ τῆς κακορραφίας οἷα φαύλης ἐπαυρίσκεταί τις εἰς τὸ ἴσως πληγῆναι, οὕτω καὶ βασιλέως κακοῦ ἐκείνου εἰς τὸ δι' αὐτὸν βλαβῆναι.] Ὅρα δὲ τὸ "κακότεχνος δόλος", ὡς ὄντος δόλου πάντως καὶ ἐπὶ καλῷ. Τὸ δὲ "ἀμήχανε", ὡς καὶ ἑτέρωθι ἐφάνη, δύο σημαίνει, τόν τε μὴ ἔχοντα μηχανήν, ἀλλὰ ἄπορον καὶ οὐ βαθὺν τὰς φρένας, καὶ τὸν δεινόν, ὡς ἐνταῦθα, καὶ δυσκατέργαστον, πρὸς ὃν οὐκ ἔστι τι μηχανήσασθαι. Σημείωσαι δὲ ἐνταῦθα καί, ὅτι πολλοὶ αὐτοὶ ἁμαρτόντες ἐπὶ τοὺς πλησίον ἄγουσι τὰς αἰτίας, καθὰ καὶ Ζεὺς ἔρωτι ἐκδοὺς ἑαυτὸν αἰτιᾶται τὴν Ἥραν ὡς κακομηχάνως ἀπατήσασαν καί, ὃ πρὸ ὀλίγου ἐρρέθη, δολοφρονέουσαν. διὸ καὶ ἀπειλεῖται πληγαῖς αὐτὴν ἱμάσσειν, ταῖς ἐκ τοῦ κεραυνοῦ ἴσως, καθὰ καὶ ὁ Ἄρης δηλώσει ἐν τῷ "εἴπερ μοι καὶ Μοῖρα Διὸς πληγέντι κεραυνῷ" καὶ ἑξῆς. Καὶ εἰ τοῦθ' οὕτως ἔχει, καὶ ἡ τροπὴ τὸ σωφρονίσαι κεραυνῷ ἱμάσαι φησίν, ὡς ἀπὸ ἱμάντος, εἴποι τις ἄν, ὡς καὶ ὁ τῆς Ἀφροδίτης κεστὸς ἱμὰς οὐκ ἀπεικότως τοιοῦτόν τι αἰνίσσεται. οἱονεὶ γὰρ καὶ ὁ ἔρως ἱμάντος δίκην πλήττων ἐρεθίζει πρὸς ἡδονάς.

(v. 16) Κακορραφία δὲ ἡ δυστροπία καὶ κακοβουλία καὶ πανουργία παρὰ τὸ κακὰ ῥάπτειν, ἤγουν συντιθέναι, κατὰ τὸ "κακὰ ῥάπτομεν ἀλλήλοισιν", οὗ προηγεῖται τὸ ὑφαίνειν, ἀφ' οὗ τὸ "μῆτιν ὕφαινεν". ἢ καὶ ἄλλως κακορραφία ἡ τοῦ νοὸς κακοσυνθεσία, οὗ ἀνάπαλιν φρενήρης ὁ τὰς φρένας ἀραρυίας ἔχων. [Ἀλεγεινὴ δὲ ἡ ῥηθεῖσα κακορραφία διὰ τὰ κατ' αὐτὴν ἄλγη, ὧν καὶ τὸ πληγαῖς ἱμάσσεσθαι.] Καὶ οὕτω μὲν ταῦτα.

(v. 18-24) Ἐπ' αὐτοῖς δὲ ἀναμιμνήσκει ὁ Ζεὺς μὲν τὴν Ἥραν, ὁ δὲ ποιητὴς τὸν ἀκροατὴν διὰ πιθανότητα τῆς ῥηθείσης μυθικῆς [693] ἀπειλῆς, ὡς καὶ ἄλλοτε ὅμοια ἔπαθεν ἡ Ἥρα, καὶ λέγει "ἢ οὐ μέμνῃ ὅτε τ' ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖϊν ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα χρύσεον ἄρρηκτον. σὺ δ' ἐν αἰθέρι καὶ νεφέλῃσιν ἐκρέμω, ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον, λῦσαι δ' οὐκ ἐδύναντο παρασταδόν· ὃν δὲ λάβοιμι, ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ, ὄφρ' ἂν ἵκηται γῆν ὀλιγηπελέων". Ἃ καὶ λέγει πρᾶξαι κατὰ τῆς Ἥρας ὁ Ζεὺς διὰ τὸν φίλον υἱὸν Ἡρακλῆν.

(v. 24-28) Φησὶ γὰρ "ἐμὲ δ' οὐδ' ὣς θυμὸς ἀνίει ἀζηχὴς ὀδύνῃ Ἡρακλεῖος θείοιο, τόν", ἤγουν ὅν, "σὺ ξὺν Βορέῃ ἀνέμῳ πεπιθοῦσα θυέλλας πέμψας ἐπ' ἀτρύγετον πόντον, κακὰ μητιόωσα, καί μιν ἔπειτα Κόωνδε εὖ ναιομένην ἀπένεικας".

(v. 29-33) Εἶτα προσιστορήσας ὁ Ζεύς, ὡς "τὸν μὲν ἐγὼν ἔνθεν ῥυσάμην καὶ ἀνήγαγον αὖτις Ἄργος ἐς ἱππόβοτον, καὶ πολλά περ ἀθλήσαντα" ἐπιφέρει "τῶν σ' αὖτις μνήσω", ἤγουν ἀναμνήσω, "ἵν' ἀπολήξῃς ἀπατάων, ὄφρα ἴδῃς, ἤν τι χραίσμῃ φιλότης τε καὶ εὐνή, ἣν ἐμίγης ἐλθοῦσα καί μ' ἀπάτησας". Τοῦτο δὲ παρῳδηθήσεταί ποτε καὶ πρὸς ἀπατεῶνα πάλαι ποτὲ κακωθέντα, ἐφ' οἷς καὶ φθάσας ἠπάτησεν. Ὅρα δ' ἐν τοῖς ῥηθεῖσιν, ὅτι τε πάλιν ἐπιτομώτερον τῆς κατὰ τὸν Ἡρακλέα ἱστορίας ἐμνήσθη, ὡς καὶ πρὸ ὀλίγων, καὶ ὡς οὐδεὶς ἐνταῦθα χόλος ἢ λόγος ὅλως περὶ τοῦ προδηλωθέντος Ὕπνου διὰ τὸ μὴ καίριον τῆς μνήμης, καὶ ὡς τὸν μέχρι τῆς Κῶ κινδυνώδη πλοῦν τοῦ Ἡρακλέους εἰπών, καθὰ καὶ ἐν τοῖς πρὸ τούτων, ἐπιφέρει ὅπερ οὐκ ἐρρέθη ἐκεῖ "τὸν μὲν ἐγὼν ἔνθεν ῥυσάμην", ὡς εἴρηται, "καὶ πολλά περ ἀθλήσαντα", ὅ ἐστι κρατερὰν μάχην νικήσαντα. Ἦν γάρ, φασίν, ἡ νῆσος ξένοις δυσεπίβατος φόβῳ ἐπιβουλῆς, ἵνα μὴ φθονηθῇ ὡς εὖ ναιομένη. διὸ οὐδὲ τὸν Ἡρακλέα ἐδέχοντο οἱ Κῷοι ἐκεῖ ἐξωσθέντα, ἀλλὰ καὶ ἀντέστησαν καὶ κατεπολεμήθησαν, ὡς ἤδη προγέγραπται. Ὅρα δὲ καὶ ὡς εἰς τὴν αὐτὴν ἐμπεσόντες διήγησιν ὁ ἐν τῇ ξῖ ῥαψῳδίᾳ Ὕπνος καὶ νῦν ὁ Ζεύς, οὐ συνέπεσον εἰς ταὐτολογίαν. γέγονε δὲ τοῦτο κατὰ τέχνην εὐμέθοδον. οὔτε γὰρ ὁ Ζεὺς Ὕπνου ἐμνήσθη, ὃν πάλαι ποτὲ ἀϊστώσειν ἔμελλεν, οὔτε ἁλώσεως Ἰλίου, ἅπερ ὁ Ὕπνος φθάσας ἀφηγήσατο, ἀλλ' οὐδὲ αὖ πάλιν ὁ Ὕπνος τῆς ὑπὸ τοῦ Διὸς ἐνταῦθα λεγομένης εἰς τὸν Βορέαν πειθοῦς ἐμνήσθη καὶ τῆς Ἡρακλέους εἰς Ἄργος ἀναγωγῆς. καὶ οὕτως ἐξέφυγον τὴν ἐν λόγῳ συνέμπτωσιν. Καὶ οὕτω μὲν πολλαχοῦ πολυειδὴς ὁ ποιητής ἐστι καὶ ἀσυνέμπτωτος. ὅτε δὲ καὶ ταὐτολογεῖ καὶ ἀδολεσχεῖν οὕτω δοκεῖ, οὐκ ἀσθενείας τῆς εἰς τὸ γράφειν ἐγκλητέος, ἀλλ' ἐπαινετέος τῆς μεθόδου, καθ' ἣν καὶ τοῦτο ποιεῖ.

(v. 19) Σημείωσαι δὲ καὶ ὅτι ὁ δεσμὸς τῆς Ἥρας, ὁ ἀλληγορηθεὶς εἰς πλάτος τοῖς παλαιοῖς, τὴν ἄλυτον δηλοῖ τῶν στοιχείων συνάφειαν, ἧς τῶν ὡσανεὶ ποδῶν ἄκμονες οἷον ἀπῃώρηνται τὰ ὑπὸ [694] τὸν ἀέρα βαρέα δύο στοιχεῖα, ὕδωρ, φασί, καὶ γῆ, περὶ δὲ τὰς χεῖρας πολυτελὴς δεσμός, ἡ πρὸς τὸν αἰθέρα συνάφεια, καθαρὸν ὄντα καὶ ἀμιγῆ παθῶν. ἃ δὴ τὸν περὶ γῆν ἀέρα ἐπιθολοῖ τὸν λιμνάζοντα καὶ ἀμαυροῖ ὡς τὸ ἴωμα τὸν σίδηρον, ὃς ὕλη ἐστὶ τοῖς ἄκμοσι, καὶ οὐκ ἀφίησιν εἶναι ἀνέφελον καὶ στιλπνὸν οἷα χρύσεον. Εἰς δὲ τὸν τόπον τοῦτον προσγράφουσί τινες καὶ τούτους τοὺς στίχους "πρίν γ' ὅτε δή σ' ἀπέλυσα ποδῶν, μύδρους δ' ἐνὶ Τροίῃ κάββαλον, ὄφρα πέλοιτο καὶ ἐσσομένοισι πυθέσθαι". καὶ δείκνυνται, φασίν, ὑπὸ τῶν περιηγητῶν οἱ τοιοῦτοι μύδροι, οὓς ἀνωτέρω ἄκμονας εἶπεν. Ὅρα δὲ καὶ ὡς ὁ κεστὸς οὐκ ἔχει νῦν πραΰναι τὸν Δία. οὐ γὰρ θυμοῦ, φασίν, εὐναστικὸς ὁ κεστός, ἀλλὰ ἐρώτων κινητικός. Ἴσως δὲ δόξοι ἄν τι καὶ νῦν ἐνεργεῖν ὁ κεστὸς ἱμάς, εἴπερ οὐ μέγα κακὸν διατίθεται τὴν Ἥραν ὁ Ζεὺς οὕτω χολωθεὶς ἐπὶ μεγάλοις. τῆς τε γὰρ ὑπεροχῆς τὸν οὕτω μέγαν ἡ γυνὴ ἐλαττοῖ ἀπατῶσα καὶ ταῦτα μετὰ τοσαύτας προηγησαμένας ἀπειλάς, καὶ ψεύδεσθαι δὲ ποιεῖ αὐτὸν πρός τε τὴν Θέτιδα, ᾗ τιμῆσαι τὸν υἱὸν κατένευσε, καὶ πρὸς τὸν Ἕκτορα δέ, ᾧ εὐδοκιμεῖν ὑπέσχετο, ἕως δύῃ ἠέλιος. καὶ τοιαῦτα μὲν καὶ ταῦτα. Ἰστέον δὲ ὡς ἡ μυθικὴ τῶν ἀκμόνων ἀπειλὴ ἔοικε πάλαι ποτὲ πραγματικῶς ἐν ἀνθρώποις γίνεσθαι, ἵνα τοῖς κρεμαμένοις μὴ μόνον αἱ χεῖρες ἀλγοῖεν, ἀλλὰ καὶ οἱ πόδες τῇ τῶν ἀκμόνων ὑφέσει.

(v. 18) Τοῦ δὲ "μέμνῃ" πρωτόθετον τὸ μέμνησαι καὶ τὸ ἐξ αὐτοῦ μέμνηαι. Τὸ δὲ "ἐκρέμω" καιριώτερόν ἐστι τῆς ἀπαιωρήσεως καὶ τοῦ ἠερέθεσθαι. διὸ καὶ δὶς ἐνταῦθα εἶπεν αὐτό, οὐκ ἀξιώσας ἄλλως φράσαι. πρόεστι δὲ καὶ αὐτοῦ τὸ ἐκρέμασο ἐκρέμαο. [Οὐκ ἔστι δὲ ταὐτὸν κρέμασθαι εἰπεῖν καὶ κρήμνασθαι. αὐτὸ γὰρ δηλωτικόν ἐστι τοῦ κρημνίζεσθαι, οὗ χρῆσις ἔν τε ἄλλοις καὶ ἐν τῷ "νεφέλαι κρημνάμεναι", καὶ "κρήμνη σεαυτήν", ἔνθα τὸ κρήμνη κανονίζεται κατὰ τὸ ἵστη.] (v. 18) Τὸ δὲ ποδοῖϊν πλεονασμὸν συνήθη ἔχει τοῦ δευτέρου ἰῶτα, ὡς καὶ τὸ ἵπποιϊν καὶ ὤμοιϊν.

(v. 21) Τὸ δὲ "ἠλάστεον", ἤγουν ἐδεινοπάθουν, ὡς ἐπὶ ἀλάστοις κακοῖς προϋπόκειται, ὡς καὶ ἑτέρωθι [695] φαίνεται, τοῦ τε ἀλάστορος καὶ τοῦ ἐπαλαστήσασα, ὅπερ ἐν Ὀδυσσείᾳ κεῖται. Τὸ δέ γε μετὰ τοῦ ρ ἠλάστρεον ἀροτρέων ἴδιον ἐν τοῖς ἑξῆς που φανεῖται, γενόμενον μὲν ἀπὸ τοῦ ἐλῶ, τὸ ἐλαύνω, [προσλαβὸν δὲ τὸ ρ πρὸς διαστολὴν ἴσως τοῦ ἐνταῦθα τεθειμένου ἠλάστεον.] (v. 22) Ὅρα δὲ καί, ὡς ἐν ἄλλοις εἰωθὼς λέγειν δεσμὸν ἄρρηκτον καὶ ἄλυτον ἐνταῦθα περιφράζει τεχνικῶς τὸ ἄλυτον ἐν τῷ "λῦσαι δ' οὐδεὶς ἐδύνατο". ἄλυτον γὰρ πάντως, ὃ οὐδεὶς λῦσαι δύναται. τοῦτο δὲ ποιεῖ ἐκκλίνειν εἰωθὼς τὸ ὁμοειδὲς τῆς γραφῆς. [Τὸ δὲ "παρασταδόν" διαστέλλει τοὺς ἄλλως δυναμένους λύειν, οἷον παρακλήσει, εὐχῇ, προθυμίᾳ.] (v. 23) Τοῦ δὲ "ῥίπτασκον" πρωτότυπον τὸ ῥίπτω, ἐξ οὗ προερρέθη καὶ τὸ ῥιπτάζω εἶναι καθ' ἑτέραν παραγωγήν. Τὸ δὲ "τεταγών", ὅπερ καὶ ἐν τῇ α΄ ῥαψῳδίᾳ κεῖται, οἱ τεχνικοὶ καὶ ἐκ τοῦ τῶ, τὸ λαμβάνω, παράγουσιν, ὅθεν καὶ τὸ τῆ, ὅ ἐστι δέξαι, λάβε. τῶ γάρ, φασίν, ὅθεν παράγωγον τάζω, ἐξ οὗ κατὰ τὴν προδεδηλωμένην κίνησιν τὸ τεταγών. Τὴν δὲ ῥηθεῖσαν οὐρανόθεν ῥῖψιν εἰς γῆν καὶ Ἥφαιστος ἔπαθεν.

(v. 23 s.) Ὅμηρος δ' ἐνταῦθα τὸν μῦθον σιγᾷ, ἵνα μὴ ταὐτολογήσῃ. ἔχει γὰρ αὐτὸν ἡ α΄ ῥαψῳδία, ἔνθα εἰπὼν ὀλίγον θυμὸν ἐνεῖναι τῷ Ἡφαίστῳ ῥιφέντι, ἐνταῦθα μιᾷ λέξει ἔφρασε τὸ ὀλίγον ἔχειν θυμόν, εἰπὼν ἀντ' αὐτοῦ τὸ ὀλιγηπελέων. Ἔνθα σημείωσαι καὶ ὅτι τὸ ἀπὸ βηλοῦ ῥιφῆναι τοῦ ἀλλαχοῦ θεσπεσίου ῥηθέντος, "ὄφρ' ἂν ἵκηται γῆν ὀλιγηπελέων", χρήσιμον ἐπί τινος ὑψόθεν κατενεχθέντος καὶ μεγάλης δόξης ἐστερημένου. Ἰστέον δὲ καί, ὅτι ὁ Κράτης, ὥς φασιν οἱ παλαιοί, τὸ βηλοῦ, ὅ ἐστι βαθμοῦ, περὶ οὗ καὶ προδεδήλωται, βαρυτόνως ἀναγινώσκει βήλου ὡς ἤλου. καινὸν δέ, φασίν, οὐδὲν ἐν οὐρανῷ βηλὸν εἶναι, ὅπου καὶ πύλαι. Δῆλον δὲ ὡς ἀπὸ τοῦ βῶ βήσω παρῆκται ὁ βηλός, ἐξ οὗ καὶ βέβηλος, κυρίως τόπος ὁ καὶ τῷ τυχόντι βάσιμος, καὶ ἀνάπαλιν ἀβέβηλος ὁ μὴ τοιοῦτος. [Προσυπακουστέον δ' ἐνταῦθα εἰς τὸ βηλοῦ ὡς ἀπὸ κοινοῦ τὸ Ὀλυμπίου, ἐπεὶ πρόκειται ἀνωτέρω τὸ "κατὰ μακρὸν Ὄλυμπον". Σέμνωμα δὲ τοῦδε τοῦ βηλοῦ τὸ θεσπέσιον, ῥηθὲν ἀλλαχοῦ, ἔνθα ἔφη τὸ "ἀπὸ βηλοῦ θεσπεσίοιο".] (v. 24) Τὸ δὲ "θυμὸς ἀνίει", ἀντὶ τοῦ ἀφίει κατά τινα λόγον ἀνέσεως, [ᾗ ἀντίκειται ἡ ἐπίτασις. ἔστι γὰρ καὶ θυμοῦ ἐπίτασις καὶ ἄνεσις.] Ὅτι δὲ ἀνιέναι καὶ τὸ ἀναπείθειν καὶ διεγείρειν λέγεται, πολλαχοῦ φαίνεται.

(v. 25) Δῆλον δὲ ὡς ὁ θυμὸς ὁ μὴ ἀνιείς τινα καλῶς ἂν ἀζηχὴς λέγοιτο ὡς ἀδιεχής, ὅ ἐστι [696] συνεχής, καθὰ δηλοῦται ἐν ἄλλοις. Τινὲς μέντοι ἀζηχής φασι θυμός, ὁ σκληρός, ἀπὸ τοῦ ἄζην ἔχειν, ὅ ἐστι ξηρασίαν, ἵνα ᾖ ἄτεγκτος καὶ δυσμάλακτος. Ὀδύνη δὲ οὐκ ἀεὶ ἐπὶ πόνου σωματικοῦ. ἐνταῦθα γὰρ ἐπὶ λύπης κεῖται, μεγάλης μέντοι, ὁποίαν Ζεὺς λέγει παθεῖν ἐπὶ τῷ μεγάλῳ Ἡρακλεῖ, οὗ τότε περιχώσατο, καθὰ προεδηλώθη, ὃν αὐτὸς ὁ Ζεὺς ἐνταῦθα θεῖον ὀνομάζει. Ἑλλειπτικῶς δὲ πέφρασται διὰ χόλου κατέπειξιν τὸ "ὀδύνῃ Ἡρακλῆος", τὸ γὰρ ἐντελές· ἐν ὀδύνῃ τῇ ὑπὲρ Ἡρακλέος. [(v. 24) Ἰστέον δὲ ὅτι τὸ "ἐμὲ δ' οὐδ' ὣς θυμὸς ἀνίει" καὶ ἑξῆς, ὡς προγέγραπται, φέρεται καὶ ἄλλως ἔν τισιν ἀντιγράφοις "ἐμὲ δ' οὐδ' ὣς θυμὸν ἀνίει" καὶ ἑξῆς. καὶ εἰ τοῦθ' οὕτω παραδεκτέον, ἀλλοιοῦται κατά τι τὸ προειρημένον νόημα. Οὔτε γὰρ θυμὸν ἔστι νοῆσαι τὸν χόλον, ἀλλὰ δηλαδὴ τὴν ψυχήν, καὶ τὸ ἀζηχὴς δὲ τῷ "ὀδύνῃ" κολλᾶται, καὶ τὸ ὀδύνη οὐ δοτική ἐστιν ὡς πρίν, ἀλλὰ εὐθεῖα, ἵνα λέγῃ, ὅτι οὐκ ἀνίει τὴν ψυχήν μου ὀδύνη ἀζηχὴς ἡ ὑπὲρ τοῦ Ἡρακλέος. καὶ ἔχει οὐδ' αὕτη φαύλως ἡ ἔννοια, ἐν ᾗ τὸ "ἐμὲ θυμόν" ὅμοιόν ἐστι τῷ "περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε φύλλα", καὶ τοῖς ὁμοίοις, ἵνα ᾖ καὶ τοῦτο τριχῇ νοούμενον, οἷον "ἐμέ", ἤγουν τὴν ἐμὴν ψυχήν, ἢ "ἐμὲ κατὰ τὴν ψυχήν", ἢ ἀντιπτωτικῶς "ἐμοῦ τὴν ψυχήν".] (v. 26) Τὸ δὲ "ξῦν Βορέῃ πεπιθοῦσα θυέλλας" ἀμφιβολίας ἐστὶ σχῆμα. Ἄδηλον γὰρ εἴτε αὐτὴ καὶ ὁ Βορρᾶς ἀνέπεισαν τὰς θυέλλας, εἴτε αὐτὴ ἔπεισε καὶ τὸν Βορρᾶν καὶ τὰς θυέλλας. οὗ δὴ Βορρᾶ οὐκ ἐμνήσθη πρὸ τούτων, ὡς ἀορίστως εἰπὼν ἐκεῖ "ἀργαλέων ἀνέμων ἀήτας". Φασὶ δέ τινες καὶ τὸν Βορρᾶν ἐμπαθῶς ἔχειν πρὸς τὸν Ἡρακλέα, ἐπεὶ ἀνεῖλε τοὺς Βορεάδας, τὸν Ζήτην καὶ τὸν Κάλαϊν.

(v. 27) Πόντος δὲ καὶ νῦν ἀτρύγετος, ὁμοίως δὲ καὶ θάλασσα, ὅθεν οὐδὲν τρυγῶμεν, ἢ ἄκαρπος παρὰ τὴν τρύγην, ἢ παρὰ τὴν τρύγα, ὃ δηλοῖ τὸν Δημητρειακὸν [697] καρπόν, ὡς δηλοῖ τὸ "ἀδηφάγου κήλωνος ὀτρυγηφάγου". διὸ καὶ Εὐριπίδης ἀκάρπιστά που λέγει πεδία τὴν θάλασσαν. ἔτι δὲ ἀτρύγετος καὶ ἡ βαθυτάτη καὶ ἄβυσσος, ἧς τρύγα οὐκ ἔστιν εὑρεῖν. εἰ δέ τις εἴπῃ ὡς κατὰ τὴν πρώτην ἐτυμολογίαν προσαρμόζει τὸ ἐπίθετον καὶ ἀέρι καὶ αἰθέρι, καλῶς ἐρεῖ, καὶ εὑρήσει τούτου χρήσεις πολλαχοῦ. τὸ γὰρ τρυγᾶν τῇ γῇ ἀφώρισται, τὰ δὲ λοιπὰ στοιχεῖα ἀτρύγετα.

(v. 28 et 30) Ὅτι δὲ εὖ ναιομένη ἡ Κόως καὶ ὡς Ἄργος ἱππόβοτον, ἡ Πελοπόννησος, καὶ ὅτι ὥσπερ φῶς φόως, οὕτω καὶ Κῶς Κόως, προδεδήλωται.

(v. 31) Τὸ δὲ μνήσω, ἤγουν εἰς μνήμην ἀγάγω, ἐν τῷ "τῶν σ' αὖτις μνήσω", γενικὴν ἔχει σύνταξιν, οὗ πρὸς ὁμοιότητα καὶ τὸ ἀναμνήσω.

(v. 32) Τὸ δὲ "ὄφρα ἴδῃς" οὐκ ἀπέοικε κατ' ἔννοιαν τοῦ "ὄφρ' εὖ εἰδῇς", ὃ ἀλλαχοῦ κεῖται. καὶ τὸ ἰδεῖν γὰρ εἰς τὸ εἰδέναι συντελεῖ.

(v. 33) Τὸ δὲ "ἣν ἐμίγης" προθέσεώς τε καὶ ἀντωνυμίας ἔλλειψιν ἔχει. λέγει γὰρ τό· καθ' ἣν ἐμίγης μοι.

(v. 31) Τὸ δὲ "λήξῃς ἀπατάων" καὶ τὸ "καί μ' ἀπάτησας" τὸ ἀποτέλεσμά ἐστι τῆς διὰ τοῦ κεστοῦ κακομηχανίας τῆς Ἥρας, ἐφ' ᾧ μάλιστα ὁ Ζεὺς χολοῦται.

(v. 34) Ὅτι ἐρρίγησεν, ὡς εἰκός, ἡ Ἥρα ἐφ' οἷς, ὡς ἐρρέθη, ὁ Ζεὺς ἠπειλήσατο. διὸ καὶ ὑπούλως μεταχειριζομένη τὸν λόγον, ὡς ἂν ἐκμειλίξηται τὸν Δία, φησὶν "ἴστω τόδε γαῖα" καὶ ἑξῆς.

(v. 368) Ἰστέον δὲ ὅτι εἰπούσης αὐτῆς "ἴστω τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι", φασὶν οἱ παλαιοί, ὡς διὰ τριῶν ἦν ἔθος ὀμνύειν, καὶ ὅτι Δράκων Ὁμήρου προϋποθεμένου οὕτως ἔταξε, Δία, Ποσειδῶνα, Ἀθηνᾶν, οἱ δὲ Δία, Ποσειδῶνα, Δήμητραν, ὡς Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. ἀλλαχοῦ δέ φησιν Ὅμηρος "Ζεῦ πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον", καὶ "ἴστω Ζεὺς ξενίη τε τράπεζα ἑστίη τ' Ὀδύσσεως". ἐγίνετο δέ τι τοιοῦτον καὶ κατὰ τὰς θυσίας, ὡς ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν γέγραπται. καὶ οὕτω μὲν ταῦτα.

(v. 39 s.) Ἥρα δὲ κολακεύουσα τὸν ἄνδρα ἐπάγει "σή θ' ἱερὴ κεφαλὴ καὶ νωΐτερον λέχος αὐτῶν κουρίδιον, τὸ μέν", ἤγουν ὃ δή, "οὐκ ἂν ἐγώ ποτε μὰψ ὀμόσαιμι". Καὶ ὅρα ὅπως τε τὸ νόμιμον σεμνύνει λέχος, ὅρκον καὶ αὐτὸ ποιῶν καὶ οὕτω τὰς συζυγίας εἰς ὁμόνοιαν προκαλούμενος, καὶ ὡς ὁ Ζεὺς μὲν ἁπλούστερον φιλότητα καὶ εὐνὴν ὠνόμασεν ἐν τῷ "εἴ σοι χραίσμῃ φιλότης [698] τε καὶ εὐνή", ἡ δὲ Ἥρα σεμνοτέραις χρῆται προσηγορίαις, λέχος κουρίδιον εἰποῦσα, ἔτι δὲ καὶ εἰς ὅρκον αὐτὸ ἀναγαγοῦσα, καὶ τὸ σεμνὸν σεμνοτέρως τῷ σχήματι τοῦ ὅρκου φράσασα, ἐφ' οἷς ὁ Ζεὺς κολακευθεὶς γαληνιᾷ καὶ εἰς μειδίαμα τρέψας τὸν θυμὸν λέγει ἃ λέγει. Ὅρα δὲ καὶ ὅρκου δεξιότητα. δέον γὰρ ὀμόσαι τὴν Ἥραν, ὅτι οὐκ ἐποίησέ τι πρὸς ἀπάτην, ὡς ᾐτιάθη πρὸς τοῦ Διός, ἡ δὲ τοῦτο μὲν οὐ ποιεῖ, ἔγνωσται γὰρ ἤδη τῷ Διΐ, καὶ οὐδὲ ὁ ποιητὴς ἐθέλει γυμνάζειν εἰς ἐπιορκίαν τοὺς ἀκροατάς, ὀμνύει δὲ ἄλλως ἀληθευτικῶς, καὶ ἐπεὶ οὐκ ἔστιν ἐπὶ τοῖς φθάσασιν ὀμόσαι, ἐπιλέγεται ὅρκον ἀπὸ τοῦ τέλους, καὶ λέγει, ὡς οὐ διὰ συμβουλὴν τὴν ἀπ' αὐτῆς ὁ Ποσειδῶν ποιεῖ, ἃ ποιεῖ, ἀλλ' οἴκοθεν ὁρμηθείς.

(v. 41-44) Φησὶ γὰρ "μὴ δι' ἐμὴν ἰότητα Ποσειδάων πημαίνει Τρῶάς τε καὶ Ἕκτορα, τοῖσι δ' ἀρήγει, ἀλλά που αὐτὸν θυμὸς ἐποτρύνει, τειρομένους δ' ἐπὶ νηυσὶν ἰδὼν ἐλέησεν Ἀχαιούς". Καὶ ἔστιν ὁ λόγος οὗτος ἀληθής. ἤθελε μὲν γὰρ ἡ Ἥρα βοηθηθῆναι τοὺς Ἀχαιούς, οὐκ ἐπώτρυνε δὲ ὅμως αὐτὴ τὸν Ποσειδῶνα, ἀλλ' ὁ ὕπνος οἴκοθεν τοῦτο ἐποίησεν, οὐδὲ τοῦτο τῆς Ἥρας ὑποθεμένης. αὐτῇ γὰρ ἤρκει μόνον κοιμίσαι τὸν Δία, ὡς τὸ ἐντεῦθεν ἀρετῇ οἰκείᾳ τῶν Ἑλλήνων περιγενησομένων.

(v. 36 s.) Ἰστέον δὲ ὅτι ἐν τοῖς ῥηθεῖσι γῆ μὲν ὁρκωμοτεῖται διὰ τὸ κατ' αὐτὴν τίμιον ὡς κοινὴ ἑστία καὶ πάντων μήτηρ, καθὰ καὶ ἐν ἄλλοις δηλοῦται, οὐρανὸς δὲ ὡς πάντα περιειληφὼς καὶ τὰ τιμιώτατα δὲ φέρων, Στὺξ δὲ διὰ τὴν καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν δηλουμένην αἰτίαν. ταύτης δὲ τὸ ὕδωρ κατείβεσθαι λέγεται, ἤγουν καταρρέειν ἐκ πέτρας, ὡς καὶ ὁ Ὀδυσσειακὸς μῦθος δηλοῖ. [Ἰστέον δὲ ὡς ἡ τροπὴ μὲν τὸν μέγιστον οὐρανὸν ταπεινοῦσα παραβύει στόματι αὐτὸν ἐν τῷ τὴν ὑπερῴαν οὐρανὸν καλεῖν, ὁ δὲ ὑποκορισμὸς καὶ ἀμφότερα τρόπον τινὰ σμικρύνει, τόν τε γὰρ κατὰ στόμα οὐρανὸν οὐρανίσκον λέγει, καὶ τοῦ ἑτέρου δὲ ὅμοιόν τι κατατολμᾶν δοκεῖ ἐν τῷ "παρ' Ἀλεξάνδρῳ, ἔνθα ἐσκήνου, ὑποτείνοντες οὐρανίσκοι διάχρυσοι ἦσαν".] (v. 37 s.) Τὸ δὲ "ὅς τε μέγιστος ὅρκος" δύναται μὲν καὶ δίχα τοῦ σ γράφεσθαι, ἵνα εἴπῃ Στυγὸς ὕδωρ, ὅπερ μέγιστός ἐστιν ὅρκος, ἔστι δὲ Ἀττικώτερον καὶ καινοπρεπὲς [699] μετὰ τοῦ σ προενεχθὲν ἀκολούθως τῷ "μέγιστος ὅρκος", ὅμοιον ὡς καὶ εἴ τις εἴποι τάδε καὶ τάδε γέγονεν, ὅσπερ νόμος θεοῦ, ἤγουν οἷος ὁ τοῦ θεοῦ νόμος, καὶ πάλιν· τόδε καὶ τόδε συνέβη, ἥτις δίκη προνοίας ἐστὶν ἀντὶ τοῦ οἵα. Ὁ δ' ἐπὶ τῇ κεφαλῇ ὅρκος οὐ μόνον σεμνόν, ἀλλὰ καὶ τῶν ἄλλων ἐπαγωγότερον, καὶ μᾶλλον ὅτε καὶ ἀγαθὸν αὐτῇ ἐπίκειται ὄνομα, οἷον ἱερὰ κεφαλή ἢ τιμία ἢ θεία ἢ τοῦ παντὸς ἀξία [ἢ φίλη,] ἢ εἴ τι τοιοῦτον. καὶ λέχος δὲ καλὸν εἰς ὅρκον οὐ τὸ τυχόν, ἀλλὰ τὸ ἔνθεσμον καὶ κουρίδιον, ᾧ συνυπακούεται τὸ τῆς παρθενείας σεμνόν. τὸ γὰρ τοιόνδε οὐ μάτην ὄμνυται, ὡς ὅ γε μὴ ἐπὶ τοιούτῳ λέχει ὅρκος δοκεῖ μὴ τοῦ παρόντος ἀνδρὸς ἔχεσθαι, ἀλλά τινος ἑτέρου φθάσαντος, ὅθεν καὶ μάτην ὄμνυται πρὸς τὸν ἄρτι συνόντα.

(v. 39) Ἐν δὲ τῷ "νωΐτερον λέχος", ἤγουν ἡμέτερον, "αὐτῶν" δι' ἀκρίβειαν πρόσκειται τὸ αὐτῶν, ἵνα μὴ συγγενικὸν ἢ φιλικὸν ἢ ἄλλως οἰκεῖον λέχος νοηθῇ, ἀλλ' αὐτοῦ τοῦ Διὸς καὶ τῆς Ἥρας. οὐ συγκριτικὸς δὲ ὁ σχηματισμὸς τοῦ νωΐτερον, ἀλλ' ἁπλῶς παραγωγῆς ἐστι παρελκυσμός, ὁποῖον δὴ καὶ τὸ σφωΐτερος καὶ σφέτερος καὶ ἡμέτερος, ἀκολούθως δὲ καὶ τὸ χειρότερος, ὁ χείρων, καὶ ῥηΐτερον τὸ ῥᾷον, καὶ ὅσα ἄλλα εἰκῇ φαντάζει τύπον συγκριτικόν.

(v. 40) Τὸ δὲ μὰψ ὀμόσαι ταὐτὸν τῷ ἐπιορκῆσαί ἐστι. Τὸ δὲ "μὴ δι' ἐμὴν ἰότητα Ποσειδάων πημαίνει" ἐσχημάτισται. ἦν γὰρ κοινότερον εἰπεῖν· ἴστω γαῖα καὶ οὐρανὸς καὶ ἑξῆς μὴ δι' ἐμὲ τὸν Ποσειδῶνα πημαίνειν τοὺς Τρῶας. ἐσχημάτισε δὲ οὕτως ὁ ποιητὴς διὰ τὸ σαφέστερον. τὸ γὰρ εἰπεῖν μὴ τὸν Ποσειδῶνα πημαίνειν τοὺς Τρῶας, ἀμφιβολίας σχῆμα ἦν. ἀσαφὲς γὰρ ἐν τοιαύτῃ φράσει εἴτε ὁ Ποσειδῶν τοὺς Τρῶας πημαίνει εἴτε αὐτοὶ ἐκεῖνον. ἄλλως μέντοι ἁπλοϊκώτερον εἰπεῖν τὸ "μὴ δι' ἐμὴν ἰότητα Ποσειδάων πημαίνει" ταὐτὸν τῷ "οὐ δι' ἐμὴν βουλὴν βλάπτει". καὶ ἔστιν οὕτως ἡ φράσις πάγκοινος.

(v. 42) Τὸ δὲ "τοῖσι δ' ἀρήγει" οὐκ ἀναφορικῶς εἴρηται διὰ τοὺς Ἀχαιούς. ‑ οὐδαμοῦ γὰρ πρὸ τούτου Ἀχαιῶν Ζεὺς ἢ Ἥρα ἐμνήσθη ‑ , ἀλλὰ μᾶλλον δεικτικῶς. [700] ἴσως δὲ καὶ ἀγωνιῶσα οὐκ οἶδεν, ὡς οὐ γέγονε μνήμη Ἀχαιῶν, διὸ καὶ ὡς μνησθεῖσα ἔφη κατὰ λόγον ἀναφορᾶς τὸ "τοῖσι δ' ἀρήγει".

(v. 43) Ὅρα δὲ καὶ τὸ "ἀλλά που", ἀντὶ τοῦ "ἀλλ' ἴσως", ῥηθὲν ἀσφαλῶς ὑπὸ τῆς Ἥρας, οὐ μόνον ἵνα μὴ ψεύσηται, ὡς τυχὸν μὲν τοῦ Ποσειδῶνος ἀφ' ἑαυτοῦ ὀτρυνθέντος, τυχὸν δὲ καὶ τῷ ὕπνῳ προσερεθισθέντος, ὅπερ καὶ ἦν, ἀλλὰ καὶ ἵνα μὴ ἀποφαντικῶς εἰποῦσα συνειδέναι δόξῃ.

(v. 44) Τὸ δὲ "τειρομένους ἰδὼν ἠλέησεν", ὅπερ ἡ Μασσαλιωτική, φασί, γραφὴ "κτεινομένους" ἔχει, ἀπολογία ὑπὲρ Ποσειδῶνός ἐστιν, ὡς οὐδ' ἐκεῖνος θρασυνόμενος ἐποίησέ τι, ἀλλ' ἐλεήσας. Ὁ δὲ τοιοῦτος λόγος τῆς Ἥρας φιλαλήθως ὑποφαίνει, ὡς δι' ἔλεον Ἀχαιῶν καὶ αὐτὴ τὸν Δία ἤπαφεν, ὃς καὶ ἱλαρύνοιτο ἂν ἀκούων οὕτω.

(v. 47) Διὸ καὶ μείδησε μετ' ὀλίγα τοῦ χόλου μεθέμενος, ἐπεὶ καὶ φύσει κατὰ τὸν εἰπόντα "ὀργῆς νοσούσης εἰσὶν ἰατροὶ λόγοι".

(v. 36) Ἰστέον δὲ ὅτι τὸ "ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν" ἐρεῖ ἄν τις καὶ ὅτε βιαζόμενός τι ποιεῖ, καὶ ὁπηνίκα προαναφωνῶν τι οὐκ ἔχει τὸν ὑπακούοντα, καὶ ὅτε δὲ θέλει πασὶ δῆλα εἶναι, ἃ ποιεῖ ἢ καὶ λέγει.

(v. 37 s.) Μέγιστος δὲ ὅρκος καὶ δεινότατος ῥηθείη ἂν καὶ ὃν οὐκ ἄν ποτε μάτην ὀμόσῃ τις διὰ τὸ δοκοῦν αὐτῷ τίμιον, οἷον ψυχὴν ἢ κεφαλὴν ἢ εὐτυχίαν τοῦδέ τινος.

(v. 45 s.) Ὅτι παραμυθεῖσθαι καὶ ἐνταῦθα τὸ παραιφάσκειν καὶ παραινεῖν, ταῦτα δὴ τὰ ἀλλήλοις συνώνυμα κατὰ πολυωνυμίαν. Φησὶ γὰρ περὶ Ποσειδῶνος ἡ Ἥρα, ὡς "αὐτάρ τοι κἀκείνῳ ἐγὼ παραμυθησαίμην τῇ ἴμεν", ἤγουν ἐνταῦθα ἐλθεῖν, "ᾗ κεν δή", ὅ ἐστιν ὅποι ἄν, "σὺ ἡγεμονεύῃς". Τοῦτο δὲ καὶ πᾶς ἂν εἴπῃ ὁ ὑπισχνούμενος ἀγαγεῖν τινα εἰς ἑτέρου θέλημα, ὡς καὶ ἐφεξῆς τὸ "καὶ εἰ μάλα βούλεται ἄλλῃ, αἶψα μεταστρέψειε νόον ἐπὶ σὸν καὶ ἐμὸν κῆρ".

(v. 49-52) Εἰς ὁμόνοιαν δὲ παρῳδηθήσεται τὸ "εἰ μὲν δὴ σύ γ' ἔπειτα ἶσον ἐμοὶ φρονέουσα καθίζεις, οὕτως ἂν ὁ δεῖνα καὶ εἰ μάλα βούλεται ἄλλῃ" καὶ ἑξῆς, ὡς προσεχῶς ἀνωτέρω κεῖται.

(v. 51) Ἔστι δὲ τὸ "ἄλλῃ" ἐπίρρημα δηλοῦν τὸ ἄλλως. εἴληπται δὲ κατ' ἔλλειψιν ἀπὸ τῆς ἄλλῃ δοτικῆς ἀντωνυμίας, ἵνα λέγῃ ὅτι ταχὺ μεταστραφήσεται, εἰ καὶ βούλεται πρὸς ἄλλῃ ὁδῷ ἢ βουλῇ ἢ τέχνῃ γενέσθαι. τοιούτου δὲ σχηματισμοῦ καὶ τὸ ταύτῃ ἀντὶ τοῦ οὕτως. [(v. 53) Ὅτι ἐν τῷ "ἀλλ' εἰ δή ῥ' ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεις" τὸ μὲν ῥῶ χάριν σεμνοῦ ῥοίζου ἔγκειται, τὸ δὲ ἐτεὸν καὶ τὸ ἀτρεκέως τῇ ἐκ παραλλήλου θέσει ἕν τι δηλοῦσιν ἐπὶ ἀπαιτήσει ἀληθείας ἄκρας.] (v. 5477) Ὅτι τοιαῦτα ὁ Ζεύς, ἤτοι ὁ Ὁμηρικὸς ἐνταῦθα προεκτίθεται νοῦς, λέγων διὰ τοῦ μυθικοῦ Διὸς πρὸς τὴν Ἥραν, ὡς [701] "ἔρχεο νῦν μετὰ φῦλα θεῶν", ἤγουν ἀπέρχου ἐς θεούς, "καὶ δεῦρο κάλεσσον Ἶρίν τ' ἐλθέμεναι καὶ Ἀπόλλωνα κλυτότοξον, ὄφρα ἣ μὲν μετὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων ἔλθῃ καὶ εἴπῃσι Ποσειδάωνι ἄνακτι, παυσαμένῳ πολέμοιο τὰ ἃ πρὸς δώμαθ' ἱκέσθαι, Ἕκτορα δ' ὀτρύνῃσι μάχην ἐς Φοῖβος Ἀπόλλων, αὖτις δ' ἐμπνεύσῃσι μένος, λελάθῃ δ' ὀδυνάων, αἳ νῦν μιν τείρουσι κατὰ φρένας, αὐτὰρ Ἀχαιοὺς αὖτις ἀποστρέψῃσιν ἀνάλκιδα φύζαν ἐνόρσας, φεύγοντες δ' ἐν νηυσὶ πολυκλήϊσι πέσωσι Πηλείδεω Ἀχιλῆος, ὃ δ' ἀνστήσῃ ὃν ἑταῖρον Πάτροκλον· τὸν δὲ κτενεῖ ἔγχεϊ φαίδιμος Ἕκτωρ Ἰλίου προπάροιθε πολεῖς ὀλέσαντα αἰζηοὺς τοὺς ἄλλους, μετὰ δέ", ἤγουν ἐν αὐτοῖς δὲ ἢ σὺν αὐτοῖς, "υἱὸν ἐμὸν Σαρπηδόνα δῖον. τοῦ δὲ χολωσάμενος κτενεῖ Ἕκτορα δῖος Ἀχιλλεύς. ἐκ τοῦ δ' ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν αἰὲν ἐγὼ τεύχοιμι διαμπερές, εἰς ὅ κεν Ἀχαιοὶ Ἴλιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάς. τὸ πρὶν δ' οὔτ' ἂρ ἐγὼ παύσω χόλον οὔτε τιν' ἄλλον ἀθανάτων Δαναοῖσιν ἀμυνέμεν ἐνθάδ' ἐάσω, πρίν γε τὸ Πηλείδαο τελευτηθῆναι ἐέλδωρ, ὥς οἱ ὑπέστην πρῶτον, ἐμῷ δ' ἐπένευσα κάρητι, ἤματι τῷ, ὅτ' ἐμεῖο θεὰ Θέτις ἥψατο γούνων, λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον". Καὶ ὅρα ὅπως ὁ ποιητὴς τῶν δύο ἄκρων τῆς Ἰλιάδος ἐνταῦθα δραξάμενος "ἑνί" αὐτά, κατὰ τὸν εἰπόντα, "ξύνωσεν ἀγοστῷ", τὰ μὲν ἀνακεφαλαιούμενος, ὁποῖα τὰ κατὰ Θέτιν, τὰ δὲ προεκτιθέμενος, τὰ κατὰ τὴν παλίωξιν δηλαδή, ἧς πέρας ἡ πτῶσις τοῦ Ἕκτορος, οὗ ἡ ταφὴ τὴν Ἰλιάδα περατοῖ. ὑπερεκβαίνων δὲ τὰ ἄκρα προαναφωνεῖ καὶ τὴν τῆς Τροίας ἅλωσιν. Ἐν τούτοις δὲ τέως μὲν σημείωσαι, ὡς ὁ Ζεὺς καὶ ἡ Ἥρα καὶ ἡ Ἶρις καὶ ὁ Ἀπόλλων ἥλιος καὶ ὁ Ποσειδῶν τὸ Ὁμηρικὸν τοῦτο κοινοῦνται χωρίον διὰ τὸ ἀλλήλοις οἰκειοῦσθαί πως κατὰ λόγον ἀλληγορίας. Ἶρις γὰρ οὐκ ἄν, εἰ μὴ περὶ τὸν ἀνωτάτω τόπον γένοιτο ἄν, ὃς λάχος τῷ Διῒ μετ' ὀλίγα λεχθήσεται, διὰ δὲ τοῦτο καὶ περὶ τὴν Ἥραν, ἥ ἐστιν ἀήρ, οὐδ' ἂν δίχα Ποσειδῶνος τοῦ καθ' ὕδωρ οὐδὲ μὴν Ἀπόλλωνος ἡλίου ἐμφανθήσεται. ἀνακλωμένη γὰρ πρὸς ἥλιον ὄψις ὑγραῖς νοτίσιν ἐμφαντάζει τὴν Ἶριν ταῖς περὶ νέφος ἀέριον. Εἶτα ἰστέον καὶ ὅτι ἐκ τοῦ τόπου τούτου ἀθετοῦνται ὡς περισσοὶ στίχοι κβ΄, λήγοντες εἰς τὸ "λισσομένη τιμῆσαι τὸν Ἀχιλλέα". Παλιλλογεῖται γάρ, φασί, περὶ τῶν ἐφεξῆς οὐκ ἀναγκαίως, καὶ οἱ στίχοι δέ, φασίν, εὐτελῶς ἔχουσι κατὰ σύνθεσιν. ἔτι δέ φασιν, ὡς ἐπίπαν ἐν ταῖς συνημμέναις [702] συντάξεσι πρὸς τὸ δεύτερον ὁ ποιητὴς ἀπαντῶν νῦν τὴν Ἶριν πρώτην εἰπών, εἶτα τὸν Ἀπόλλωνα, πρὸς τὸ πρῶτον ἀπαντᾷ, εἰπὼν "ὄφρ' ἣ μὲν ποιήσῃ τόδε, ὃ δὲ τόδε". ψεῦδος δέ, φασί, καὶ τὸ "φεύγοντες ἐν νηυσὶν Ἀχιλλέως πέσωσιν". οὐ γὰρ παραγεγόνασιν οἱ Ἀχαιοὶ ἕως ἐκεῖ. ἔτι, φασίν, οὐδὲ τὸν Πάτροκλον ἀνέστησεν Ἀχιλλεὺς ἐπὶ πόλεμον, ἀλλ' ἐκεῖνος παρεκλήτευσε, καὶ Σαρπηδόνα δέ, φασί, κρίνας νῦν ὁ Ζεὺς ἀπολέσαι, διὰ τί ἐκεῖ οἰκτίζεται; ἀσύνηθες δέ, φασί, καὶ τὸ οὐδετέρως εἰπεῖν Ἴλιον αἰπύ, θηλυκῶς γὰρ ἀεὶ λέγει, καὶ Ἀθηνᾶς δὲ διὰ βουλὰς ἁλῶναι τὴν Ἴλιον λέγει, φασίν, οὐκ ἀπροσκόπως. διὰ τί γὰρ μὴ Ἥρας βουλαῖς ἔφη ὁ Ζεύς, καὶ μᾶλλον ὅτι καὶ παρῆν τοῖς λόγοις. καὶ Ἀχιλλέα δὲ οὐδαμοῦ, φασί, πτολίπορθον εἶπεν, ἀλλὰ ποδάρκη καὶ ποδώκη καὶ πόδας ὠκύν, ὡς τὸν Ὀδυσσέα εἰωθὼς οὕτω καλεῖν διὰ τὴν Τροίας ἅλωσιν. καὶ ταῦτα μὲν οἱ ὀβελίζοντες. Οἱ δὲ ἐξηγηταὶ πρὸς ταῦτα, ὧν τὰ πλείω ἐξείληπται τῶν Ἀπίωνος καὶ Ἡροδώρου, ἐκτίθενται λύσεις ἀξιολόγους, ἅσπερ ὁ θέλων ζητείτω. ἐν αἷς κεῖται καί, ὅτι ὁ ποιητὴς ἐνταῦθα προεκτίθεται συνήθως εἰς παραμυθίαν τοῦ ἀκροατοῦ τὰ καίρια τῶν ἑξῆς ἐπεισαχθησομένων. διὸ καὶ τὴν τῆς Ἰλίου ἐν τούτοις σκιαγραφεῖ ἅλωσιν. τίς γάρ, φασί, φιλέλλην ἀνὴρ ἠνέσχετο ἂν νηῶν Ἑλληνικῶν ἐμπιπραμένων καὶ Ἀχαιῶν οὕτω φευγόντων, εἰ μὴ ἀπὸ τῶν ἄρτι λεχθέντων ἐν σχήματι προεκθέσεως ἀπέκειτο ἐν ταῖς ψυχαῖς τῶν ἐντυγχανόντων, ὡς οἱ ταῦτα κατὰ τῶν Ἀχαιῶν ποιοῦντες ἀντιπείσονται κακὰ μεγάλα μετὰ μικρόν. Φασὶ δὲ καί, ὅτι ὁ Μαλλώτης Ζηνόδοτος τὰ ἐκ τοῦ "Πάτροκλον κτενεῖ φαίδιμος Ἕκτωρ" καὶ ἑξῆς ἕως τοῦ "λισσομένος τιμῆσαι Ἀχιλλέα" Εὐριπιδείῳ λέγει ἐοικέναι προλόγῳ, ἀφελῶς προαχθέντα καὶ εἰς οὐδὲν δέον ἀφηγηματικῶς. Ὅτι δὲ οὐδὲ εὐτελεῖς οἱ τοῦ χωρίου τούτου στίχοι, ὡς οἱ ὀβελίσαντες ψηφίζονται, καὶ ὅτι ἐν τῷ "ὄφρα ἡ μὲν Ἶρις ποιήσῃ τόδε, ὁ δὲ Ἀπόλλων τόδε" οὐκ ἀήθης ἡ πρὸς τὸ πρῶτον ἀπάντησις, ὡς καὶ πρὸ ὀλίγων σαφῶς δεδήλωται, καὶ ὅτι μὴ κωλυθέντες οἱ Τρῶες ἐνέρριψαν ἂν τοὺς Ἀχαιοὺς ταῖς τοῦ Ἀχιλλέως ναυσί, διὸ καὶ δοκοῦσιν ἕως καὶ εἰς αὐτὰς φυγεῖν οἱ Ἀχαιοί, καὶ ὡς, εἰ καὶ Πάτροκλος παρεκλήτευσεν, ἀλλ' εἰ μὴ Ἀχιλλεὺς ὥπλισεν, οὐκ ἂν ἐκεῖνος τοῖς Ἀχαιοῖς ἐβοήθησε, διὸ καὶ Ἀχιλλεὺς ἀναστήσειν ἐκεῖνον λέγεται, καὶ ὅτι βουλαῖς Ἀθηνᾶς ἡ Τροία λέγεται ἁλῶναι, τουτέστι συνέσεως, διὰ τὸν δούρειον ἵππον, ὃν Ἐπειὸς ποίησε σὺν Ἀθήνῃ, ὥς πού φησιν Ὅμηρος, καὶ ὅτι πολλὰ παρὰ τῷ ποιητῇ κεῖται ἅπαξ εἰρημένα, οἷς συνεισακτέον καὶ τὸ [703] Ἴλιον αἰπύ, καὶ τὸ πτολίπορθος Ἀχιλλεύς, οὐ διὰ τὴν Ἴλιον, ἀλλὰ διὰ τὰς τρεῖς πρὸς ταῖς εἴκοσιν, ἃς πολεμαρχῶν εἷλε, δῆλόν ἐστι. διὸ καὶ ἐπελευστικῶς αἱ τοιαῦται τοῦ ὀβελισμοῦ λύσεις συντέτμηνται.

(v. 58) Ἰστέον δὲ καὶ ὅτι ἐντρεπτικὸν ἀνδρὸς φιλέριδος τὸ "παυσαμένῳ πολέμοιο τὰ ἃ πρὸς δώμαθ' ἱκέσθαι", (v. 60) θείας δὲ δηλωτικὸν θεραπείας τὸ "ἐμπνεύσῃσι μένος, λελάθῃ δ' ὀδυνάων, αἳ νῦν τείρουσι κατὰ φρένας". Ἔχει δὲ τὸ ῥηθὲν χωρίον καὶ παρισώσεις ἐξ ὁμοιοτελεύτων, οὐ μόνον ἐν τῷ "νηυσὶ πολυκλήϊσι πέσωσιν", ἀλλὰ καὶ ποιητικάς, τὸ εἴπῃσιν, ὀτρύνῃσιν, ἐμπνεύσῃσιν, ἀποστρέψῃσιν, οἷς ἐν τῇ παραληγούσῃ τὸ ι προσγέγραπται. εὐαρεστεῖται δ' ἐν τοῖς ῥηθεῖσι τῷ ποιητῇ καὶ ἡ μετ' ἐπιθέτων προφορὰ τῶν κυρίων ὀνομάτων. Ἀπόλλωνα γοῦν κλυτότοξον καὶ Φοῖβόν φησι, καὶ Ποσειδάωνα ἄνακτα, καὶ φαίδιμον Ἕκτορα, καὶ Σαρπηδόνα δῖον, καὶ δῖον Ἀχιλλέα. τὴν μέντοι Ἀθηνᾶν οὕτω δόξαν αὐτῷ δίχα ἐπιθέτου προήγαγεν, ἀρκεσθεὶς τῷ αὐτῆς ἐπαίνῳ ἐν τῷ "Ἀθηναίης διὰ βουλάς", ἵνα οὕτως ἐκφύγῃ τὸ δι' ὅλου ὁμοειδές, οὗ χάριν καὶ μόνον τὸν Ἀπόλλωνα δυσὶ τοῖς ῥηθεῖσιν ἐπιθέτοις ἐκόσμησε.

(v. 59) Τοῦ δὲ "μάχην ἐς" ἡ ἀναστροφὴ ὁμοία τῷ "Ἀρτέμιδι ξύν" καὶ τοῖς ὁμοίοις.

(v. 60) Τὸ δὲ "αὖτις" δὶς ἐν τοῖς εἰρημένοις κείμενον ἀνωτέρω μὲν ἀντὶ τοῦ ἐξ ὑπαρχῆς κεῖται, κατωτέρω δὲ ἀντὶ τοῦ ὀπίσω τοπικῶς. Τὸ δὲ "ἐμπνεύσῃσι μένος" πρὸς διαστολὴν ἑτέρας ἐμπνοίας εἴρηται, ὁποία καὶ ἡ κατὰ μόνον θάρσος καὶ ἡ κατὰ φρόνησιν [καὶ ἡ κατὰ δύναμιν δὲ ζωτικήν, καθ' ἣν ὁ Ἕκτωρ πρὸ ὀλίγων ἀμπνύνθη κακῶς παθὼν ἐκ βολῆς χερμαδίου.] Τὸ δὲ "λέλαθα" μέσου παρακειμένου ὂν παρὰ Πινδάρῳ μὲν ἄλλως ἐρρέθη ἐν τῷ "γλυκὺ μέλος ὀφείλων ἐπιλέλαθα", ἤγουν ἐπελαθόμην, ἐνταῦθα δὲ κατ' ἐνέργειαν ἐλέχθη ἐν τῷ "λελάθῃ ὀδυνάων", ἤγουν ἐπιλησθῆναι ποιήσειε.

(v. 61) Τὸ δὲ "τείρουσι κατὰ φρένας" φιλοσόφως ἐρρέθη, ὡς τοῦ σώματος μὴ ἂν αἰσθανομένου ὀδυνῶν, εἰ μὴ διὰ ψυχῆς.

(v. 62) Ἀνάλκιδα δὲ φύζαν φησίν, ἐπεὶ φευγόντων οὐκ ὄρνυται ὥσπερ οὐδὲ κλέος, οὕτως οὐδὲ ἀλκή.

(v. 63) Ὅρα δὲ καὶ ὅτι διχῶς λεγομένου τοῦ ἐν ναυσὶ πεσεῖν, δηλοῖ γὰρ καὶ τὸ νικητικῶς προσβαλεῖν καὶ τὸ ἀγεννῶς πεσεῖν, ὡς καὶ προδεδήλωται, ἐνταῦθα τὸ ἐν νηυσὶ πέσωσιν ἡρμήνευσεν, εἰπὼν "φεύγοντες", ἵνα μὴ διὰ τὴν τῶν ἐννοιῶν ὁμωνυμίαν ἀσαφῶς ἔχῃ. Τινὲς δὲ τὸ "ἐν νηυσὶ πέσωσιν Ἀχιλλέως" ἀντὶ τοῦ δυσωπήσουσιν τὸν [704] Ἀχιλλέα φασὶ καὶ προσπέσωσιν ἐκείνου εἰς παράκλησιν.

(v. 66 s.) Ἐν δὲ τῷ "ὀλέσαντα αἰζηοὺς τοὺς ἄλλους" ἐκ περιττοῦ κεῖται τὸ ἄρθρον. ἤρκει γὰρ καὶ μόνον "ἄλλους" εἰπεῖν. Σημείωσαι δὲ καὶ ὅτι τὸ "υἱὸν ἐμὸν δῖον" σαφῶς ὑποδηλοῖ δῖον κυρίως λέγεσθαι τὸν τοῦ Διὸς υἱόν. Ζεὺς γὰρ ἐνταῦθα ὁ τοῦτο εἰπών.

(v. 69) Παλίωξις δὲ καὶ νῦν σαφῶς ἡ ἐκ μεταβολῆς φυγὴ μὲν τῶν διωκόντων, καταδρομὴ δὲ τῶν νικωμένων. οἱ γὰρ πρότερον φεύγοντες Ἕλληνες οὕτω παλίωξιν τῶν Τρώων ποιήσονται.

(v. 70) Τὸ δὲ διαμπερές ἑρμηνεία ἐστὶ τοῦ αἰέν, ἀμφοῖν δὲ αὖθις διασάφησις τὸ "ἕως Ἀχαιοὶ Ἴλιον ἕλοιεν".

(v. 75) Τὸ δὲ κάρητι οἱ μὲν συγκοπῆναί φασιν ἀπὸ τοῦ κάρηαρ καρήατος καρήατι, οἱ δὲ ἀρσενικῶς κλίνουσιν ἐκ τοῦ κάρης κάρητος, ὡς Δάρης Δάρητος. Ἐν τούτοις δὲ ἀριδήλως διασαφεῖται καὶ τὸ "Διὸς δ' ἐτελείετο βουλή", ὃ ἐν καταρχαῖς κεῖται τῆς Ἰλιάδος.

(v. 80-83) Ὅτι τάχος Ἥρας ἀμύθητον ἐπεξεργαζόμενος ὁ ποιητὴς παραβολικῶς εἰκάζει αὐτὸ ἀνδρὸς πλάνητος νόῳ ἀναπολοῦντι τόπους τούτους καὶ ἐκείνους, οὓς περιῆλθε, καὶ ἐν ἀκαρεῖ καὶ ἀχρόνως οἷον τῇ φαντασίᾳ περιϊόντι αὐτούς, λέγων "ὡς δ' ὅτ' ἂν ἀΐξῃ", ἢ ὡς δ' ὅτ' ἀναΐξῃ, "νόος ἀνέρος, ὅς τ' ἐπὶ πολλὴν γαῖαν ἐληλουθὼς φρεσὶ πευκαλίμῃσι νοήσει, ἔνθ' εἴην ἢ ἔνθα", τουτέστι τοὺς τόπους ἀναπολήσει, οὓς περιώδευσεν ἢ ἔνθα πρότερον ἦν, "μενοινήσειέ τε πολλά, ὣς κραιπνῶς μεμαυῖα διέπτατο πότνια Ἥρη". Καὶ οὕτω μὲν ἐνταῦθα, ἐν ἄλλοις δὲ τάχος πολὺ ἐνδείξασθαι θέλων ἁπλούστερον καὶ συντομώτερον φράζει, εἰπὼν κινεῖσθαί τι "ὡσεὶ πτερὸν ἠὲ νόημα", τὴν τοῦ νόου ἐνταῦθα πλατεῖαν παραβολὴν ἐκεῖ συναλείψας εἰς ἓν ὄνομα τὸ νόημα.

(v. 83) Ὅρα δὲ ὅτι καὶ ἐνταῦθα ἐνέφηνε τὸ τοῦ πτεροῦ ἐν τῷ "διέπτατο Ἥρη", ὡς οἷα ἐξισάζων τὸ πέτασμα καὶ τὸ νόημα.

(v. 80) Τὸ δὲ "ἀΐξῃ" ὀξύτητά τε δηλοῖ, ἀπ' αὐτοῦ γὰρ ἡ αἰγίς καὶ ἡ καταιγίς, καὶ εἰς ἐτυμολογίαν δὲ συμβάλλεται τοῦ νόος, [ἐκ τοῦ νέω γὰρ ὁ νόος,] ὃ δὴ οὐ μακράν ἐστι τοῦ ἀΐσσειν. Τὸ δὲ "ἀνέρος" ἐκτείνει ἐνταῦθα τὴν ἄρχουσαν, οὐκ ἀεὶ οὕτω ποιοῦν.

(v. 81) Ὅτι δὲ τὸ πολλὴν γῆν ἐπεληλυθέναι νοῦν συνάγει καὶ φρόνησιν, δηλοῖ μὲν καὶ ἐνταῦθα ὁ ποιητής, πευκαλίμας φρένας εἰπὼν τὰς τοῦ τοιούτου ἀνδρός, δηλοῖ δὲ καὶ ἐν τῷ "πολλῶν ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω", ἐξ οὗ προσεπηύξησεν Ὀδυσσεὺς τὴν σύνεσιν. Τὸ δὲ "φρὴν πευκαλίμη" οὐκ εὐχρηστεῖται μὲν οὐδ' αὐτὸ πεζογραφοῦντι [705] ῥήτορι. Γίνεται δὲ παρὰ τὴν πεύκην, τὸ φυτόν, πλεονασμῷ τῆς αλ συλλαβῆς. φασὶ γὰρ οἱ παλαιοὶ ὅτι πευκάλιμαι φρένες αἱ πικραὶ καὶ συνεταί, διὰ τῆς πικρίας τὸ δυσπρόσιτον δηλοῦντες τῆς φρονήσεως καὶ μὴ πάντῃ πάντως δι' ὅλου μελιχρὸν καὶ μειλίχιον, ἵνα οὕτως εἴη πως καὶ ἡ φρόνησις ἐχεπευκὴς ἄλλον τρόπον ἤπερ τὸ βέλος, τὸ καὶ αὐτὸ ἐχεπευκές, ἤτοι ἐχέπικρον, κατὰ τοὺς παλαιούς. ἐχρίετο γάρ, φησί, τὰ βέλη πεύκῃ. Ἴσως δὲ ἀπὸ τῆς τοιαύτης πεύκης καὶ τὸ πύκα, ὅ ἐστι συνετῶς, γίνεται, καὶ τὸ πυκινόν ἀποβολῇ συνήθως τοῦ ε.

(v. 82) Τὸ δὲ "εἴην", εἰ μὲν τῇ ει διφθόγγῳ παραλήγεται καὶ εἰς η λήγει ἢ διὰ δύω η γράφεται δηλοῦν τὸ ἦν, πλεονασμὸν τῆς ει διφθόγγου ἢ τοῦ η δοκεῖ παθεῖν, ἵνα λέγῃ ὅτι ἐνταῦθα ἦν ἢ ἐνταῦθα, ὡς τῆς ει διφθόγγου πλεοναζούσης πλεοναχοῦ, εἰ καὶ τὰ μάλιστα ἐν μέσῳ λέξεων, καὶ τοῦ η δὲ πλειόνως. Εἰ δὲ ἀνάπαλιν τῷ η μὲν παραλήγεται, λήγει δὲ εἰς δίφθογγον, ἵνα δηλοῖ τὸ ἤρχετο, πλεονασμὸν ἔχει τοῦ νυ καθ' ὁμοιότητά τινα τοῦ "ἤσκειν εἴρια καλά". Εἰ δὲ γράφεται "εἴη" χωρὶς τοῦ νῦ διὰ διφθόγγου καὶ η, σημαίνοι ἂν ἢ τὸ ὑπάρχοι ἢ τὸ πορεύοιτο ἀπὸ τοῦ εἴω, τὸ πορεύομαι, περὶ οὗ προεγράφη, ἵνα ὁ λόγος ᾖ περὶ ἀνδρὸς μενοινῶντος ἀποδημῆσαί που τῶν τόπων, οὓς πολλοὺς οἶδεν. ὁ δὲ θέλων πολυπραγμονείτω τοῦτο εἰς πλέον. τοῖς γὰρ τὰ εἰς ῥητορείαν εὔχρηστα ἐπιλεγομένοις οὐκ ἀξία τοιαύτη λέξις πλείονος διατριβῆς. Τὸ δὲ "μενοινήσειεν" ἁπλῶς ἀντὶ τοῦ κινηθείη. δοκεῖ δὲ καὶ ἐτυμολογίαν ἐκ τῆς παραβολῆς ἔχειν, ἵνα ᾖ μενοινὴ καὶ μενοινᾶν μένος νόου, δι' οὗ ἀΐσσει νόος εἰς ἔργον.

(v. 84 s.) Ὅτι τὸ "ὁμηγερέεσσι δ' ἐπῆλθε" θεοῖς Ἥρα, ἀντὶ τοῦ ἐπεδήμησεν, ἐπέστη. οἱ δὲ μεθ' Ὅμηρον ἐχθρῶδες οἴδασι ῥῆμα τὸ ἐπελθεῖν, ταὐτὸν ὂν τῷ κατά τινος ἐλθεῖν. δηλοῖ δέ ποτε καὶ ἀρέσκειάν τινα, οἷον "ἐπῆλθέ [706] μοι τόδε εἰπεῖν", ἀντὶ τοῦ ἔδοξέ μοι.

(v. 85 s.) Ὅτι ὅπερ ἐν ἄλλοις εἶπεν "οἳ δ' ἐπανέστησαν", ἤγουν τῆς καθέδρας ἀνέστησαν, ἐνταῦθα οὕτω φράζει "οἳ δὲ ἰδόντες πάντες ἀνήϊξαν".

(v. 85-88) Περὶ Ἥρας δὲ ὁ λόγος, ἣ πίνοντας τοὺς Ὀλυμπίους εὑροῦσα, οἷς ὁ βίος ἀεὶ ἐν ῥᾳστώνῃ, καὶ δεξιουμένους αὐτὴν δεπάεσσιν "ἄλλους μὲν ἔασε, Θέμιστι δὲ καλλιπαρῄῳ δέκτο δέπας· πρώτη γὰρ ἐναντίη ἦλθε θέουσα", ὅπερ αἴνιγμά ἐστι τοῦ πρὸ τῶν ἄλλων θείων ἀρετῶν τὴν θέμιν προσήκειν τοῖς ἄρχουσι, καὶ μάλιστα οἷς ἡ Ἡραία, τουτέστιν ἡ βασιλική, προσήκει ζωή.

(v. 87) Καλλιπάρῃον δὲ τὴν Θέμιν λέγει παιδευτικῶς, ὡς τῶν δικαίων τοιούτων ὄντων κατὰ τὸ "τοῖσι δὲ τέθηλε πόλις, λαοὶ δ' ἀνθεῦσιν ἐν αὐτῇ". ἄνθος γὰρ οἷον προσώπου τὸ καλλιπάρῃον.

(v. 88) Τὸ δὲ "θέουσα" σπουδὴν δηλοῖ δεξιώσεως. οὕτω δὲ καὶ ἀνωτέρω τὸ "ἀνήϊξαν" σπουδαίαν δηλοῖ ἀνάστασιν.

(v. 90 s.) Ὅτι πρὸς πρόσωπον ἐπτοημένον ῥηθείη ἂν τὸ "τίπτε βέβηκας, ἀτυζομένῳ δὲ ἔοικας· ἦ μάλα δή σ' ἐφόβησεν" ὁ δεῖνα. Ἔστι δὲ ἀτύζεσθαι τὸ ἐκπλήττεσθαι κατὰ τοὺς παλαιούς, τελευτᾷ δέ, φασίν, εἰς τὸ φοβεῖσθαι, παράγεται δὲ ἐκ τοῦ ἀτῶ κατὰ τὸ κλῶ κλύζω καὶ τὰ τοιαῦτα.

(v. 93 s.) Ὅτι ἡ τύχη, τὰ ἤθη ὡς τὰ πολλὰ ἐξαλλάσσουσα, ποιεῖ τὴν Ἥραν, ἣ πρὸ βραχέος ἐκολάκευε τὸν Δία, τοιαῦτα νῦν λέγουσαν πρὸς τήν, ὡς ἐρρέθη, καλλιπάρῃον Θέμιν "μή με ταῦτα διείρεο", ἤγουν ἐρώτα, "οἶσθα καὶ αὐτὴ οἷος ἐκείνου θυμὸς ὑπερφίαλος καὶ ἀπηνής", ὃ δὴ κατὰ παντὸς τοιούτου προσώπου οἰκεῖον λέγεσθαι. τὸ δὲ σχῆμα τοῦ λόγου ὅμοιον πρὸς τὸ "οἶσθα καὶ αὐτὸς οἷος ἐκεῖνος δεινὸς ἀνήρ", ὅπερ ἔφη περὶ Ἀχιλλέως Πάτροκλος. τὸ δὲ "καὶ ἀναίτιον αἰτιόῳτο", περὶ Ἀχιλλέως ἐκεῖ ῥηθὲν καὶ αὐτό, ἡ Ἀθηνᾶ ἐν τοῖς ἑξῆς περὶ Διὸς ἐρεῖ ἐν τῷ "μάρψει ὅς τ' αἴτιος ὅς τε καὶ οὐκί". Ὅρα δὲ ἦθος γυναικεῖον, ὃ καὶ πρὸ τούτου ἐφάνη ἐν τῷ "κατὰ δ' ἔστυγεν αὐτόν", τὸν ἄνδρα δηλαδὴ Δία. μισοῦσι γὰρ ἄνδρας γυναῖκες, εἰ μὴ πάντα πείθονται αὐταῖς.

(v. 97) Τὸ δὲ "ὑπερφίαλος καὶ ἀπηνής" ἑρμηνεύων ὁ ποιητὴς ἐπάγει "οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται", ὅ ἐστι φάσκει ἢ φαίνει, ὡς καὶ ἀλλαχοῦ δηλοῦται.

(v. 95) Ὅτι τὴν Θέμιν ἄρχειν θεοῖς δαιτὸς ἐΐσης ἡ Ἥρα θέλει, διδάσκουσα ὡς καὶ ἐν τοῖς πότοις [707] σῴζεσθαι χρὴ τὸ δίκαιον, εἰς ὃ ἡ Θέμις ἀλληγορεῖται. διὸ καὶ ἰσομοιρίαν ἐν ταῖς θαλίαις στοχάζονται, ἵνα μὴ ἀτασθαλίαι γίνωνται.

(v. 97-99) Ὅτι κοινὴν λύπην δηλοῖ τὸ "οὐδέ τί φημι πᾶσιν ὁμῶς θυμὸν κεχαρησέμεν, εἴ πέρ τις ἔτι νῦν δαίνυται εὔφρων". Καὶ ὅρα τὸ κεχαρησέμεν ἀντὶ τοῦ χαρῆναι ἀπὸ τοῦ χαρῶ χαρήσω, ἐξ οὗ καὶ τὸ "κεχαρηότα νίκῃ".

(v. 101) Ὅτι καὶ ἐνταῦθα τὸ "ὤχθησαν θεοί" ἀντὶ τοῦ ἠχθέσθησαν, ὡς καὶ ἐν τῇ α΄ ῥαψῳδίᾳ, παρὰ τὸ ἄχθος, ἢ ἐμετεωρίσθησαν, ὡς ἀπὸ τοῦ ὄχθου, ὃς μετέωρος ὑπερῆρται τοῦ ὑπορρέοντος ὕδατος, ἢ ἐβαρύνθησαν ὡς οἷα ὄχθων αὐτοῖς ἐπικειμένων. ἐντεῦθεν δὲ λαβὼν Σοφοκλῆς ἔφη τὸ "Οἰδίπους ὑψοῦ αἴρει θυμόν". Ὅρα δὲ καὶ ἐνταῦθα ποικιλίαν θαυμασίαν καὶ ἐξαλλαγὴν σχήματος. εἰπὼν γὰρ "ὤχθησαν δ' ἀνὰ δῶμα Διὸς θεοί", ἐφ' οἷς ὁ Ζεὺς κακὰ [ἔργα πιφαύσκεται, ἤγουν φαίνει, ἧς δὴ λέξεως χρῆσις καὶ ἐν τῷ "Ζεὺς πιφαυσκόμενος τὰ ἃ κῆ]λα", ἐπάγει περὶ Ἥρας "ἣ δ' ἐγέλασσε χείλεσιν", ἄλλον τρόπον φράσας τὸ ὤχθησε. Τὸ γὰρ γελάσαι χείλεσι μόνοις καὶ μὴ χανδὸν ἢ παντὶ προσώπῳ ἀλλὰ μηδὲ ὥστε μειδιάσαι, παρασῦραι δὲ μόνον αὐτὰ κατὰ τοὺς σεσηρότας, τὸν σαρδόνιον ὑποδηλοῖ γέλων, τὸν μετὰ δηγμοῦ καρδίας βαρυνομένης, οἷς ἄχθεταί τις, ἤτοι ὀχθεῖ, ὃς δὴ γέλως καὶ ἐν Ὀδυσσείᾳ δηλοῦται.

(v. 102 s.) Ἑρμηνεύων δὲ ὁ ποιητὴς τί ἐστι τὸ "ἣ δ' ἐγέλασσε χείλεσιν" ἐπάγει "οὐδὲ μέτωπον ἐπ' ὀφρύσι κυανέῃσιν ἰάνθη", ἤγουν διεχέθη, ἐθερμάνθη, καθὰ καὶ ὕδωρ ἐν χαλκῷ [708] ἰαίνεται πυρὶ θερμαινόμενον. Ἰστέον δὲ ὅτι ἰαίνεσθαι, κατὰ τοὺς παλαιοὺς εἰπεῖν, τὸ τήκεσθαι, ἥδεσθαι, διαχεῖσθαι, μαλάσσεσθαι. Ὅρα δὲ ὅτι κἀνταῦθα ἔπαινος ὀφρύων τὸ κυανέας αὐτὰς εἶναι. [(v. 103) Ὅτι σημασίας μιᾶς πολλαχοῦ τὸ νεμεσῶ καὶ τὸ νεμεσῶμαι. δηλοῖ γὰρ τὸ μέμφομαί τινα. τοιοῦτον τὸ "νεμέσηθέν τ' ἐνὶ θυμῷ", ἤγουν ἐμέμψαντο, καὶ ἐνταῦθα τὸ "πᾶσι νεμεσηθεῖσα", ἤγουν πάντας μεμψαμένη.] (v. 1049) Ὅτι οἰκεῖον ῥηθῆναι ὑπό τινων ταπεινοτέρων περί τινος ὑπερέχοντος μέν, σκληροψύχου δὲ καὶ ἀμυντικοῦ, τὸ "νήπιοι, οἳ τῷ δεῖνι μενεαίνομεν ἀφρονέοντες· ἠέ τί μιν μέμαμεν καταπαυσέμεν ἆσσον ἰόντες ἢ ἔπει ἠὲ βίῃ· ὃ δ' ἀφήμενος οὐκ ἀλεγίζει οὐδ' ὄθεται· φησὶ γὰρ κάρτεΐ τε σθένεΐ τε διακριδὸν εἶναι ἄριστος. τῷ ἔχετε", τουτέστι διὸ [ἐπέχετε ἤγουν] ἀνέχεσθε, "ὅττι κεν ἄμμι", ἢ ὔμμι, "κακὸν πέμπῃσιν ἑκάστῳ". Περὶ Διὸς δὲ καὶ ταῦτα ἡ Ἥρα φησὶ βαρυνομένη, ὁποῖον δή τι πέπλασται μυθικῶς τὸ ἐκείνης ἦθος. [(v. 107) Τὸ δὲ "φησίν" ἢ σκωπτικῶς ἐρρέθη, ἶσον ὂν τῷ "οὐκ ἔστι σθεναρὸς ἀλλὰ λέγει", ἢ σεμνῶς ἀντὶ τοῦ θαρρούντως ἀποφαίνεται.] (v. 108) Τὸ δὲ διακριδόν, ἤγουν ἐκκρίτως, ἀναλογίας ἐστὶ τῆς τοῦ παρακλιδόν, ὃ ἐν Ὀδυσσείᾳ κεῖται, καὶ τῆς τοῦ νοσφιδόν. [(v. 109) Τὸ δὲ "ὔμμιν ἑκάστῳ" καινότερον μέν, ἶσον δὲ ὅμως ἐστὶν ἀντιπτωτικῶς καὶ ἀσφαλῶς τῷ "ὑμῶν ἑκάστῳ".

(v. 106 s.) Ἰστέον δὲ καὶ ὅτι τὸ "οὐκ ἀλεγίζει οὐδ' ὄθεται" τῆς αὐτῆς ἐννοίας ἐφίενται.

(v. 108) Οὕτω δὲ καὶ τὸ "κάρτεΐ τε σθένεΐ τε" ὡς ταὐτόσημα παραλληλίζονται.] (v. 1104) Ὅτι θέλουσα ἡ τοῦ μύθου Ἥρα συγκροῦσαι τῷ Διῒ τὸν Ἄρην, ὁποῖα τὰ ἐκείνης, ἀγγέλλει ὀλωλέναι τὸν αὐτῷ φίλτατον υἱόν, τὸν Ἀσκάλαφον, ἐν μάχῃ, "ὅν φησιν ὅν" τουτέστιν ἴδιον, "ἔμμεναι ὄβριμος Ἄρης", ὁ δὲ ἀκούσας "θαλερὼ πεπλήγετο [709] μηρὼ χερσὶ καταπρηνέεσσιν, ὅ ἐστιν οὐχ' ὑπτίαις, "ὀλοφυρόμενος δ' ἔπος ηὔδα", ταῦτα δὴ ἅπερ ἴδιά ἐστι παντὸς ὑπερεκπλαγέντος ἐπὶ λυπηρῷ ἀκούσματι.

(v. 115-120) Τὸ δὲ ἔπος ἦν τοιοῦτον "μὴ νῦν μοι νεμεσήσητε τίσασθαι τὸν τοῦ υἱοῦ φόνον, εἴ πέρ μοι", φησί, "καὶ μοῖρα Διὸς πληγέντι κεραυνῷ κεῖσθαι ὁμοῦ νεκύεσσι μεθ' αἵματι καὶ κονίῃσι. καὶ αὐτίκα ἵππους κέκλετο Δεῖμόν τε Φόβον τε ζευγνύμεν, αὐτὸς δ' ἔντε' ἐδύσατο παμφανόωντα", οἷα ἐρεθισθεὶς ἀφρόνως.

(v. 121-124) "Ἔνθα κ' ἔτι μείζων τε καὶ ἀργαλεώτερος ἄλλος πὰρ Διὸς ἀθανάτοισι χόλος καὶ μῆνις ἐτύχθη", κατά γε τὸ εἰκὸς τῆς Ὁμηρικῆς πλάσεως, "εἰ μὴ Ἀθήνη, πᾶσι περιδδείσασα θεοῖσιν, ὦρτο μὲν ἐκ προθύρου", ἢ ὦρτο δι' ἐκ προθύρου, "λίπε δὲ θρόνον, ἔνθα θάασσε", καὶ ἐσωφρόνισε τὸν Ἄρην, ποιήσασα καὶ εἰποῦσα τὰ ῥηθησόμενα. Ἐν οἷς πάλιν φανήσεται, οἷον μὲν ὁ ἀλόγιστος Ἄρης, οἷον δὲ Ἀθηνᾶ ἡ καὶ πρόνοια, ἥτις οὐ μόνον ἄλλως τὸ δέον φρονεῖ, ἀλλὰ καὶ προνοεῖ, ὁποῖα ἔσται κακὰ εἰς κοινόν, εἰ μὴ ὁ Ἄρης ἡσυχάσει. Ἐν τούτοις δὲ καὶ διαφορὰ πάλιν φαίνεται ἤθους τοῦ κατὰ Ἥραν καὶ Ἀθηνᾶν. τῇ Ἥρᾳ μὲν γὰρ οὐδὲ νῦν εὐλόγιστον τὸ χολούμενον. καὶ δῆλον ἔκ τε ἄλλων, ὧν ἔφη, καὶ ἔνθα δὲ οὐ διακριδὸν ἄριστον εἶναι τὸν Δία εἶπεν, ἀλλ' ὅτι ἐκεῖνός φησι τοιοῦτος εἶναι. ἡ Ἀθηνᾶ μέντοι χρηστολογοῦσα οὐδέν τι κατὰ τοῦ πατρὸς Διός φησιν. ἔτι δὲ ἡ μὲν Ἥρα ὑποκινεῖ τὸν Ἄρην εἰς ἔριν τῇ ἀναμνήσει τοῦ Ἀσκαλάφου, καὶ ἐρεθίζουσα λέγει ἠθικῶς, ὅτι φησὶν ἴδιον οὐ μὴν θετὸν αὐτῷ υἱὸν εἶναι ὄβριμος Ἄρης τὸν Ἀσκάλαφον, ἐπίτηδες εἰποῦσα καὶ τὸ "φησί" καὶ τὸ "ὄβριμος", τοῦτο μὲν, ἵνα δηλώσῃ πρὸς ἰσχύος ἔχειν τὸν Ἄρην βοηθῆσαι τῷ υἱῷ, ἐκεῖνο δέ, ἵνα λέγῃ, ὡς νῦν δείξει, ἐὰν υἱός, ὥς φησιν, αὐτοῦ ὁ πεσὼν Ἀσκάλαφος, εἰ ἐπαμύνῃ αὐτῷ. ἄλλως γὰρ ἀγνοεῖται. καὶ ἔστι καὶ τοῦτο κακότεχνος δόλος τῇ Ἥρᾳ, δι' οὗ τὸν Ἄρην ἐρεθίσασα μικροῦ ἂν κοινὸν κακὸν ἐφύτευσεν.

(v. 117 s.) Ἰστέον δὲ ὅτι πᾶς ὁ παρακινδυνεύων ἐν μάχῃ εἴποι ἂν τό· ἐγχειρήσω, εἰ καὶ χρεὼν "κεῖσθαι ὁμοῦ νεκύεσσι", ὃ ἑτέρωθι νεκάδεσσιν ἐρρέθη, "μεθ' αἵματι καὶ κονίῃσιν". ἄλλως δὲ ἁπλῶς τὸ κεῖσθαι ὁμοῦ νεκύεσσι καὶ τὸ ἑξῆς ἐπὶ πτώματι ἁρμόζει μαχίμου νεκροῦ.

(v. 119 s.) Ἐπὶ δὲ καταπαύσει ὀργῆς οἰκεῖον τὸ "ἔνθα μείζων τε καὶ [710] ἀργαλεώτερος ἄλλος χόλος καὶ μῆνις ἐτύχθη", εἰ μὴ τόδε γέγονε. Καὶ ὅρα τὸ χόλος καὶ μῆνις, ἢ διεσταλμένα κατὰ σημασίαν, ὃ καὶ κρεῖττον εἰπεῖν, ἢ καὶ ἄλλως ληφθέντα ὡς ἰσοδύναμα, ὁμοίως τῷ "πόλεμόν τε μάχην τε", καὶ "θάνατόν τε μόρον τε".

(v. 119) Ἰστέον δὲ ὅτι τὸ "ἵππους ἐκέκλετο Δεῖμόν τε Φόβον τε ζευγνύμεναι" δοκεῖ παρανοηθὲν ὑπαγαγέσθαι τινὰς εἰς τὸ ἵππους Ἄρεος τὸν Δεῖμον καὶ τὸν Φόβον εἰπεῖν, ὡς καὶ προδεδήλωται. τὸ δ' ἐστὶν οὐχ' οὕτως ἔχον, ἀλλ' οἱ μὲν ἵπποι ἐνταῦθα σιγῶνται τίνες ἦσαν, ὁ δὲ Δεῖμος καὶ ὁ Φόβος, υἱοὶ Ἄρεος καὶ ὀπαδοί, κελεύονται ζεῦξαι αὐτούς.

(v. 124) Τὸ δὲ "θάασσεν" ἀντὶ τοῦ ἐτέθειτο, ἐκάθητο. ἐξ οὗ καὶ θᾶκος ὁ θρόνος ὁ καὶ θῶκος, καὶ θακεῖν τὸ καθῆσθαι. [Τὸ δὲ "ἔνθα θάασσε" κάλλους τι ἔχει, ὁποῖον καὶ πρὸ ὀλίγων τὸ "ἦλθε θέουσα".

(v. 123) Τὸ δὲ "περιδδείσασα θεοῖς" Ἀττικόν ἐστι καὶ αὐτό. Ἀθηναῖοι γὰρ τὸ δεδιέναι καὶ τὰ κατ' αὐτὸ δοτικῇ συντάσσουσιν, ὅταν ἡ περι πρόθεσις προηγῆται αὐτῶν. τοιοῦτον γὰρ τὸ "ἔδεισε δὲ περὶ ξανθῷ Μενελάῳ", καὶ τὰ ὅμοια.

(v. 118) Τὸ μέντοι "μεθ' αἵματι καὶ κονίῃσι" πρόθεσιν ἔχει ἀντὶ προθέσεως. λέγει γὰρ ἐν αἵματι καὶ κονίαις.] (v. 125 s.) Ὅτι τὰ τῆς Ἀθηνᾶς ἐνταῦθα ἐπὶ τῷ Ἄρει τοιαῦτα "τοῦ δ' ἀπὸ μὲν κεφαλῆς κόρυθ' εἵλετο καὶ σάκος ὤμων, ἔγχος δ' ἔστησε στιβαρῆς ἀπὸ χειρός", ἢ ἐκ χειρός, "ἑλοῦσα, χάλκεον".

(v. 127-137) Καὶ οὕτως ἀφοπλίσασα τὸν στιβαρόχειρα ἡ καὶ αὐτὴ δηλαδὴ τοιαύτη, εἶτα "ἐπέεσσι καθάπτετο θοῦρον Ἄρηα", εἰποῦσα "μαινόμενε, φρένας ἠλέ, διέφθορας· ἤ νύ τοι αὕτως οὔατ' ἀκουέμεν ἐστί, νόος δ' ἀπόλωλε καὶ αἰδώς; οὐκ ἀΐεις ἅ τέ φησιν ἡ Ἥρα"; ‑ ὅτι δηλαδὴ νήπιοι οἱ τῷ Διῒ μενεαίνοντες ‑ "ἢ ἐθέλεις αὐτὸς μὲν ἀναπλήσας κακὰ πολλὰ ἂψ ἴμεν", ἤγουν ἐπανελθεῖν, "Οὔλυμπόνδε καὶ ἀχνύμενός περ ἀνάγκῃ, αὐτὰρ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι φυτεῦσαι; αὐτίκα γὰρ Τρῶας μὲν ὑπερθύμους καὶ Ἀχαιοὺς λείψει, ὃ δ' ἡμέας εἶσι κυδοιμήσων ἐς Ὄλυμπον, μάρψει δ' ἐξείης ὅς τ' αἴτιος, ὅς τε καὶ οὐκί".

(v. 142) Καὶ οὕτως ἡ Ἀθηνᾶ τὸν Ἄρην σωφρονίσασα ἱδρύει αὖθις ἐν θρόνῳ, λόγοις περιγενομένη τοῦ ἀλόγου μέν, ἐπιπειθοῦς δὲ τῷ λόγῳ, παραμυθησαμένη δὲ σεμνῶς καὶ ἐπὶ τῷ υἱῷ Ἀσκαλάφῳ διὰ τῶν μετ' ὀλίγα ῥηθησομένων. Καὶ ὅρα ὅτι πραγματικῶς ἐν τοῖς ῥηθεῖσιν ἡρμήνευσε τὸ ἐν [711] ἄλλοις ῥηθὲν τοῦ Ἄρεος ἀλλοπρόσαλλον. Πῶς γὰρ οὐκ ἂν ἀλλοπρόσαλλος φανείη, ὃς ἀκούσας τὸν Ἕλληνα υἱὸν Ἀσκάλαφον ὑπὸ τοῦ Πριαμίδου Δηϊφόβου ἀναιρεθέντα ὁρμᾷ προπετῶς τὸν φόνον τίσασθαι τοῦ υἱοῦ καὶ τῆς συμμαχίας οὕτω τῶν Τρώων ἀποστῆναι; Καὶ ἐποίησεν ἂν ὁ ποιητὴς οὕτω, εἰ μὴ ὤκνησε καὶ φανερῶς παραδειγματίσαι τὸ τοῦ Ἄρεος ἀλλοπρόσαλλον, καὶ οὐδὲ τοῖς Ἀχαιοῖς δεῖν ἔκρινε τοιοῦτον δοῦναι σύμμαχον. ἀρκεῖ γὰρ ἡ Ἀθηνᾶ συνέσεως προϊσταμένη, Ἄρης δὲ ἀποκληρωτέος μόνοις τοῖς βαρβάροις Τρωσί. Καὶ ἄλλως δὲ εἰπεῖν, οὐ θέλει Ὅμηρος ἐπὶ πλεῖον μύθοις μεστῶσαι μαχίμοις τοὺς τόπους τούτους τά τε ἄλλα, καὶ ὅτι οὐδὲ εὔπλαστον ἂν ἦν τὸ κατὰ τὸν Ἄρην τοῦτο ἐπεισόδιον, καὶ ὅτι πάνυ θορυβῶδες ἦν ἐν θεοῖς, καθὰ καὶ ὁ ποιητὴς διὰ τῆς Ἀθηνᾶς ἐπισημαίνεται, τὸ ἐν τοιαύτῃ σπουδῇ τοῦ Διὸς προσεξευρίσκεσθαι κατ' αὐτοῦ πολλοὺς ἐρεθισμούς. εἰπεῖν δὲ ἄλλως ἐν ὀλίγῳ τὸ πᾶν, ἐνέφηνε μὲν Ὅμηρος, ὡς καὶ ἐνταῦθα δύναται μυθικῇ τερατολογίᾳ μεστῶσαι τὴν ποίησιν, ἐθεώρησε δὲ διὰ τῆς ἐν αὐτῷ μεθοδικῆς Ἀθηνᾶς ἔξω καιροῦ τοῦτο εἶναι, οἷα ἐν τοῖς ἑξῆς μέλλων τοιαῦτά τινα διασκευάσασθαι κατὰ τὸ ἀρκοῦν.

(v. 127) Ὅρα δὲ καὶ ἐν τοῖς προκειμένοις τὸ καθάπτεσθαι μετὰ αἰτιατικῆς κείμενον. καθάπτετο γάρ, φησί, λόγοις θοῦρον Ἄρηα. Τὸ δὲ "μαινόμενε" καὶ ἑξῆς ἕως τοῦ "κακὸν μέγα πᾶσι φυτεῦσαι" παρῳδηθήσεταί ποτε ἢ παραποιηθήσεται πρὸς ἄνδρα, ὃς ἐξ ἰδίας ἀνοίας κοινὰ μελετᾷ τεύχειν κακά. Ἀστείως δὲ εἴρηται τὸ "μαινόμενε" πρὸς ἐπίτασιν τοῦ "νήπιοι". δοκεῖ γὰρ ἡ Ἀθηνᾶ λέγειν, ὡς Ἥρα μὲν νήπιον ἂν ἐρεῖ τὸν Ἄρην μενεαίνοντα νῦν κατὰ Διός, ἐγὼ δὲ μαινόμενόν φημι αὐτόν, εἰ καὶ μετὰ τοιαύτην τῆς Ἥρας παραίνεσιν οὕτως αὐτὸς ἀφραίνει.

(v. 135-137) Τὸ δὲ "αὐτίκα γὰρ τοὺς δεῖνα μὲν λείψει, ἡμᾶς δὲ ἥξει κυδοιμήσων, μάρψει δέ" καὶ τὸ ἑξῆς, ἐπεξελεύσεώς ποθεν δριμείας ἔνδειξις.

(v. 128) Ἰστέον δὲ ὅτι τὸ "ἠλέ", ὅ ἐστι πεπλανημένε, τὰς φρένας δηλαδή, καλῶς ὀξύνεται ὡς τὸ καλέ, εἴτε ἀποκοπὴν ἔπαθεν ἐκ τοῦ ἠλεέ εἴτε συγκοπήν. γίνεται δὲ παρὰ τὴν ἄλην, ὅ ἐστι πλάνην. Ἢ καὶ ἄλλως. ἠλέ ἀντὶ τοῦ φευκτέε, ὃν πάντες ἀλεόμεθα, ὅ ἐστιν ἐκφεύγομεν, ἢ παρὰ τὴν ἀλέην, ἵνα δηλοῖ τὸν θερμὸν καὶ θρασύν. Τὸ δὲ "διέφθορας" νῦν μὲν παθητικῶς κεῖται ἀντὶ τοῦ διεφθάρης, Ἀττικοὶ δὲ καὶ ἐνεργητικῶς φασιν ἀντὶ τοῦ διέφθειρας.

(v. 129) Τὸ δὲ "νόος ἀπόλωλε" διασαφητικόν ἐστι τοῦ "ἦ δή σοι αὕτως οὔατ' ἀκουέμεν ἐστίν". ὁ γὰρ μὴ νοῶν μάτην ἔχει ὦτα εἰς ἀκοήν. καὶ ἄλλως δὲ εἰπεῖν, ἔνθα νοῦς ἀπόλωλεν, ἐκεῖ μάτην ἐστὶν ἀκούειν. καὶ σημείωσαι [712] ὅτι Ὅμηρος ἐνδέδωκεν ἀρχὴν τῷ εἰπόντι "νοῦς ὁρῇ καὶ νοῦς ἀκούει".

(v. 132) Τὸ δὲ "ἀναπλήσας" οὐχ' ἁπλῶς δηλοῖ τὸ ἀναπληρώσας, ἀλλὰ τὸ πολλάκις καὶ ὡς εἰπεῖν πάλιν καὶ πάλιν. ἔστι γὰρ καὶ τοιοῦτον σημαινόμενον τῆς ἀνα προθέσεως, ὡς ἡ ἀνάκρισις δηλοῖ καὶ ὁ ἀναβαπτισμὸς καὶ τὰ τοιαῦτα. ὁ γοῦν ἐκπλήσας ἓν κακόν, εἶτα πάλιν ἕτερον καὶ αὖθις ἄλλο, κυρίως ἂν λέγοιτο ἀναπλῆσαι κακὰ πολλὰ κατὰ τὸν ποιητήν.

(v. 134) Τὸ δὲ "κακὸν φυτεῦσαι" οὐκ ἀπέοικε κακοζήλου. οὐ γὰρ κεῖται πρὸς τροπικὴν παραμυθίαν καὶ ἑτέρα τις λέξις γεωργική. δοτέον δὲ τοῦτο τῷ πολλῷ τῆς ποιήσεως χύματι. ὁ γὰρ ἐν σχεδιασμῷ πελαγίζων φράσοι ἄν ποτε καὶ τοιαῦτα.

(v. 136) Τὸ δὲ "κυδοιμῆσαι" εἴ τις ὡς ποιητικὴν λέξιν ἐκτρέπεται, ἀλλ' ἐκεῖνος ἐνθυμείσθω τὸ κυδοιδοπᾶν, ὃ παρ' ἑτέροις κεῖται, τραχύτερον τούτου ὂν καὶ δυσχρηστότερον.

(v. 137) Τὸ δὲ "μάρπτειν" οἱ παλαιοὶ Σχολιασταὶ κυριολεκτεῖσθαί φασιν ἐπὶ τοῦ χερσὶ συλλαμβάνειν. μάρη γάρ, φασίν, αἱ χεῖρες, ὅθεν καὶ εὐμαρές, τὸ εὐχερές, καὶ μάρνασθαι τὸ διὰ χειρὸς μάχεσθαι. οἱ τοιοῦτοι δὲ ἐν τῷ "οὐδὲ χθόνα μάρπτε ποδοῖϊν" εἴποιεν ἂν ἴσως παραχρηστικῶς ῥηθῆναι τὸ μάρπτειν. [713] Ἰστέον δὲ καὶ ὅτι Ἀχιλλεὺς μέν που δεινὸς ἐρρέθη καὶ ἀναίτιον αἰτιάασθαι. τὸ δὲ καὶ μάρπτειν τὸν ἀναίτιον πάνυ σφοδρόν.

(v. 112) Τὸν δὲ ῥηθέντα τοῦ Ἄρεος υἱὸν Ἀσκάλαφόν φασιν εἰς Ἑβραίαν μετακομισθέντα τεθάφθαι, ἀφ' οὗ καὶ Σαμάρειαν κληθῆναι διὰ τὸ ἐκεῖ σᾶμα τὸν Ἄρην, τουτέστι σῆμα, ποιῆσαι τῷ υἱῷ. Δοκεῖ δὲ κατὰ τὴν ἀκαλήφην παράγεσθαι καὶ ὁ Ἀσκάλαφος πλεονασμῷ τοῦ σ, ἵνα ᾖ παρὰ τὸ ἀκαλὸν καὶ τὴν ἁφὴν ἀκάλαφος ὁ τέρην τὸν χρόα καὶ εὐαφής. ἀκαλὸν δέ, φασίν, πραΰ, μαλθακόν, ἄψοφον, ἥσυχον, ὅθεν καὶ ἀκαλαρρείτης ποταμός.

(v. 139 s.) Ὅρα δὲ καὶ ὡς ἐνταῦθα μὲν ἀορίστως περὶ Ἀσκαλάφου διὰ τῆς Ἀθηνᾶς φησιν ὁ ποιητής "ἤδη γάρ τις τοῦδε βίην καὶ χεῖρας ἀμείνων ἢ πέφαται ἢ καὶ ἔπειτα πεφήσεται", τουτέστιν ἢ τέθνηκεν ἢ τεθνήξεται. ἐν δὲ τοῖς ἑξῆς ὡρισμένως ἐπὶ Πατρόκλῳ ἐρεῖ Ἀχιλλεὺς πρὸς Ἕκτορα "κάτθανε καὶ Πάτροκλος, ὅς σέο πολλὸν ἀμείνων". τοῦτο δέ ποτε καὶ εἰς παραμυθίαν χρήσιμον ἐπὶ ἀρηϊφάτῳ νεκρῷ.

(v. 141) Τὸ δὲ "ἀργαλέον πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε", ὃ ἐν τῷ τέλει κεῖται τῶν λόγων τῆς Ἀθηνᾶς, εὔχρηστον ῥηθῆναί ποτε πρὸς τὸν ἐθέλοντα πᾶσι βοηθεῖν, ὅπως ἂν καὶ τύχῃ. Συνῄρηται δὲ τὸ "ῥῦσθαι" ἀπὸ τοῦ ῥύεσθαι, οὗ θέμα τὸ ῥύω, ὃ πλεονασμῷ τοῦ ε ἐρύω γίνεται, ἐπενθέσει δὲ τοῦ ι εἰρύω.

(v. 142) Ὅτι παῦσίν τινα πολέμου δηλοῖ τὸ "ἵδρυσε θρόνῳ ἔνι θοῦρον Ἄρηα".

(v. 143 s.) Ὅτι Ἶριν ἐνταῦθα εἰπὼν ὁ ποιητὴς ἐπάγει "ἣ θεοῖσι μετάγγελος", οὐ μόνον ἐτυμολογῶν αὐτὴν κἀνταῦθα ὡς ἀπὸ τοῦ εἴρω, τὸ ἀγγέλλω, γινομένην, ἀλλὰ καὶ πρὸς σαφήνειαν καὶ γραμματικὴν διαστολήν. εἰπὼν γὰρ ὅτι καλέσατο Ἥρη Ἀπόλλωνα Ἶρίν τε, ἐπήγαγε τὸ "ἣ θεοῖς ἄγγελος", ἵνα μὴ ἡ λεκτικὴ προφορὰ πλανήσῃ τινά, τὸ Ἶριν αἰτιατικὴν εἶναι τοῦ Ἥρη, κἀντεῦθεν φαίνοιτο καλοῦσα Ἥρη Ἥρην, ἤγουν ἡ Ἥρα ἑαυτήν. Τὸ δὲ μετάγγελος περιττὴν καὶ αὐτὸ ἔχει πρόθεσιν, καθὰ καὶ τὸ ἐπίουρος καὶ τὸ "χαλεπὴ δὲ θεοῦ ἐπιμῆνις", [714] καὶ "ἐπιβουκόλος ἀνήρ", καὶ "τὶς ἂν καταθνητῶν ἀνθρώπων", καὶ "ἀνδρῶν κατατεθνειώτων". Εἰ δὲ γράφεται καὶ "θεοῖσι μετ' ἄγγελος", οὐκ ἂν εἴη ἀπῳδόν, ἵνα λέγῃ, ὅτι ἐν θεοῖς ἄγγελος ἡ Ἶρις.

(v. 145-148) Ὅτι ἐν ταῖς ἀγγελίαις παλιλλογεῖν εἰωθὼς ὁ ποιητὴς ὅμως ἐνταῦθα τὴν Ἥραν πάνυ βραχυλογοῦσαν ποιεῖ, ἐν οἷς τὰ ἐκ Διὸς ἀγγέλλει πρὸς Ἀπόλλωνα καὶ Ἶριν. Εἰποῦσα γὰρ ὅτι Ζεὺς ὑμᾶς εἰς Ἴδην κέλεται ἐλθεῖν ὅττι τάχιστα, οὐδέν τι πλέον προστίθησιν ἐκ τῶν πρὸς αὐτὴν ὑπὸ Διὸς εἰρημένων, ἀλλὰ μόνον ἀφ' ἑαυτῆς λέγει τὸ "αὐτὰρ ἐπὴν ἔλθητε Διός τ' εἰς ὦπα ἴδησθε, ἔρδειν", ἤγουν πράττετε, "ὅττι κεν", ἤτοι ὅπερ ἄν, "κεῖνος ἐποτρύνῃ καὶ ἀνώγῃ". Αἴτιον δὲ τῆς τοιαύτης στενολεσχίας οὐ μόνον ὅτι μεμψιμοιρεῖ τῷ Διῒ καὶ οὐδὲ μεμνῆσθαι τῶν ἐξ ἐκείνου ἐθέλει διὰ τὸ λυπηρόν, ἀλλὰ καὶ ὅτι οὐδὲ ἐνδέδωκεν αὐτῇ ὁ Ζεὺς ἀπαγγεῖλαι τὰ λαληθέντα, ἀλλὰ μόνον ἔφη "κάλεσον δεῦρο ἐλθεῖν Ἶριν καὶ Ἀπόλλωνα", τὰ δὲ λοιπὰ ὡς ἐν κοινολογίᾳ ἐλάλησε. Διὸ καὶ εὐλαβεῖται τὸ μυστηριασθὲν εἰπεῖν, ὅπουγε οὐδ' αὐτὸς ὁ Ζεὺς ἐν τοῖς ἑξῆς εἶπε τὰ προβουλευθέντα, τὸ θελητὸν δὲ μόνον εἰπὼν τῷ Ἀπόλλωνι, ἤγουν τὴν τῶν Ἑλλήνων φυγήν, τὰ ὕστερον ἐπ' αὐτοῖς ἀγαθὰ ὡς ἐπικούρῳ τῶν Τρώων ἐπέκρυψεν, εἰπὼν "ἐκεῖθεν δ' ἐγὼ φράσομαι ἔργον τε ἔπος τε", ὡς Ἀχαιοὶ ἀναπνεύσωσι πολέμοιο. Καὶ ὅρα τὴν Ὁμηρικὴν κἀνταῦθα ποικιλίαν καὶ σύνεσιν τὴν περὶ τὰ πρακτέα καὶ μή, ἐξ ὧν ὁ ἀκροατὴς τὰ εἰς βίον ῥυθμίζεται.

(v. 147) Τὸ δὲ "Διὸς εἰς ὦπα ἴδησθε" διασαφητικόν ἐστι τοῦ ἔλθητε. οὐ γὰρ ἐξ ἀνάγκης τὸ πρός τινα ἐλθεῖν ταὐτόν ἐστι τῷ θεαθῆναι ἐκείνῳ.

(v. 150) Ὅτι ὠκύτητα ὑπερβολικὴν δηλοῖ τὸ "τὼ δ' ἀΐξαντε πετέσθην" περὶ Ἀπόλλωνος λεχθὲν καὶ Ἴριδος.

(v. 152) Ὅτι καὶ ἐνταῦθα ἡ ἀνα πρόθεσις δοτικῇ συντάσσεται ἐν τῷ "εὗρον Κρονίδην ἀνὰ Γαργάρῳ ἄκρῳ ἥμενον", ἤγουν ἄνω τοῦ Γαργάρου ἀκρωτηρίου. Ποῦ δὲ τὸ Γάργαρον καὶ διὰ τί οὕτω καλεῖται, προδεδήλωται.

(v. 153) Ὅτι ἐν τῷ "ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο", ἤγουν κύκλῳ περιεῖχε τὸν Δία, θυόεν λέγει τὸ εὐῶδες ἀπό τε τῶν ἐκ γῆς ἀνθέων, ὁποῖα τὰ ἐαρινά, καὶ τοῦ ὁμοίου κατὰ τὴν Ἥραν μύρου, ἵνα νέφος εὔοδμον περιστέφῃ [715] τὸν ἀέρα Δία, τὸν κατωτέρω δηλαδὴ καὶ περὶ ἡμᾶς. ἄλλως γὰρ κατὰ τοὺς φυσικοὺς τὰ ὀκτὼ σταδίοις ὑπερέχοντα τῆς γῆς ὕψη οὐ νεφελίζονται. Τὸ δὲ Ὁμηρικὸν τοῦτο ἐστεφανῶσθαι καὶ τῷ Διονυσίῳ ἐν τῷ κατ' αὐτὸν περιηγητικῷ προοιμίῳ ἐχρησίμευσεν. [Ἰστέον δὲ ὅτι σημειοῦνται οἱ παλαιοί, ὡς Ὅμηρος τῷ ἐκ μεταφορᾶς ὁμοιώματι σημαινόμενος εἰδέναι τὸν στέφανον οἷον ἐν τῷ "νῆσος, ἣν περὶ πόντος ἀπείρητος ἐστεφάνωται", καὶ "πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδῃεν", ὅμως οὐδέ τινας εἰσήγαγεν ἐστεφανωμένους. Ὅτι δὲ θύος, ἐξ οὗ τὸ θυόεν, οὐ μόνον θυμίαμα δηλοῖ, εἰς ὃ ὑπούργουν τὰ παρὰ τοῖς παλαιοῖς θυμιατήρια, ἀλλὰ καὶ θῦμα, ὅθεν καὶ ὁ θυοσκόος, δῆλον καὶ αὐτὸ ἐκ τῶν παλαιῶν.] (v. 1546) Ὅτι ἀποδοχὴ ἐπ' ἀγγέλοις τὸ "πάροιθεν ἐλθόντε τοῦ δεῖνος στήτην· οὐδέ σφωϊν", ἤγουν οὐδ' αὐτοῖς, "ἰδὼν ἐχολώσατο θυμῷ, ὅττι οἱ ὦκα ἐπέεσσι πειθέσθην". Καὶ ὅρα τὸ "οὐκ ἐχολώσατο θυμῷ" ταὐτὸν ὂν καταφατικῶς, ὡς καὶ προεσημειώθη, τῷ ἡδύνθη, ἀπεδέξατο.

(v. 159) Ὅτι παραίνεσις ἀγγέλῳ πρέπουσα τὸ "πάντα τάδ' ἀγγεῖλαι, μηδὲ ψευδάγγελος εἶναι", εἰ μὴ ἄρα δηλαδὴ ὁ λαλῶν τῷ ἀγγέλῳ μεταστρέψει τι ἐκ μετανοίας, ὡς ὁ Ποσειδῶν ποιήσει ἐν τοῖς ἑξῆς, ἢ καί τι νοήσει ὕστερον κρεῖττον. τότε γὰρ τῶν μὲν προτέρων ἐπιλήσεται ὁ ἄγγελος, ἐρεῖ δὲ ἃ ὕστερον ἤκουσεν, ἐσθλὰ τηνικαῦτα ποιῶν κατὰ τὸ "ἐσθλὸν καὶ τὸ τέτυκται, ὅτ' ἄγγελος αἴσιμα εἰδῇ". Τὸ δὲ ἀγγεῖλαι καὶ εἶναι ἀντὶ τοῦ ἀπάγγειλον εἴρηται καὶ ἀντὶ τοῦ ἔσο. Τὸ δὲ ἀγγεῖλαι καὶ τὸ ψευδάγγελος σὺν τῷ ἐτυμολογικοῦ εἶναι τρόπου ἔχει τι καὶ ἀστεῖον. ἄγγελος μὲν γὰρ ἁπλῶς παρὰ τὸ ἀγγεῖλαι, καθ' ὃ πρὸ βραχέων εἴρηται τὸ "ἥ τε θεοῖσι μετάγγελος". οὐ χρὴ δὲ τὸν ἀπολύτως ἄγγελον συντιθέναι εἰς ψευδάγγελον ἑαυτόν.

(v. 161) Ὅτι ἅλα δῖαν ἢ τὴν μεγάλην λέγει κατὰ τοὺς παλαιούς, ἢ ὑγρὰν παρὰ τὸ διαίνειν, ἢ φοβερὰν παρὰ τὸ δέος ἢ παρὰ τὸ δίω, τὸ φοβοῦμαι, ὡς καὶ δῖα, φασί, Χάρυβδις, ἡ δεινή.

(v. 162-168) Ὅτι τὰ ἐνταῦθα λεχθέντα ὑπὸ τοῦ Διὸς πρὸς τὸν Ποσειδῶνα ῥηθήσεταί ποτε σφοδρῶς ὑπό τινος ἀνδρειοτέρου καὶ πρεσβυτέρου πρὸς τὸν μὴ τοιοῦτον, ἐθέλοντα δὲ καταφρονεῖν τοῦ κρείττονος. Εἰσὶ δὲ τοιαῦτα "εἰ δέ μοι οὐκ ἐπέεσσιν ἐπιπείσεται ἀλλ' ἀλογήσει, φραζέσθω δή 'πειτα", ἤγουν δὴ ἔπειτα, "κατὰ [716] φρένα καὶ κατὰ θυμόν, μή μ' οὐδὲ κρατερός περ ἐὼν ἐπιόντα ταλάσσῃ", ὅ ἐστι τλήσεται, "μεῖναι· ἐπεί ἕο", τουτέστιν αὐτοῦ, "φημὶ βίῃ πολὺ φέρτερος εἶναι καὶ γενεῇ πρότερος· τοῦ δ' οὐκ ὄθεται φίλον ἦτορ ἶσον ἐμοὶ φάσθαι", ἤγουν ἰσηγορῆσαι ἢ ἀντειπεῖν, "τόν τε στυγέουσι καὶ ἄλλοι". Ἐν τούτοις δὲ τὸ μὲν "βίῃ πολὺ φέρτερος" δέους ἐστὶ ποιητικόν, τὸ δὲ "γενεῇ πρότερος", ἤγουν τῷ τῆς ἡλικίας χρόνῳ, αἰδοῦς. καὶ ὅρα ὅτι ἀρχικῶς ἀπὸ τοῦ δεινοτέρου ἀρξάμενος καὶ πικρῶς εἰπών, ὅμως ὑπογλυκαίνει τὴν φράσιν ἠρέμα παρίσοις τῷ φέρτερος καὶ πρότερος.

(v. 162) Τὸ δὲ "ἀλογήσει" προϋπάρχον αὐτοῦ ἔχον τὸ λογίζω καὶ πρὸ αὐτοῦ τὸ λόγος ἐλέγχει τοὺς παρασημειουμένους, ὡς ὁ ποιητὴς τὸ λέγειν μὲν οἶδε, τὸ δ' ἐξ αὐτοῦ ὄνομα τὸν λόγον οὐκ οἶδε.

(v. 164) Τὸ δὲ "ταλάσσῃ", ῥηθὲν καὶ πρὸ τούτων, πρωτότυπόν ἐστι τοῦ κατὰ συγκοπὴν τλῶ τλήσω.

(v. 167) Τὸ δὲ "ἶσον ἐμοὶ φάσθαι" ἀπὸ τοῦ ἐλάττονος μὲν ἐπιχειρεῖ, μέγα δέ τοι δηλοῖ. εἰ μὴ γὰρ τολμητέον ἶσόν τινι φάσθαι, πολλῷ πλέον μηδὲ πρᾶξαι. Τὸ δὲ "στυγέουσιν" ἀντὶ τοῦ φρίσσουσιν, οὐ μὴν μισοῦσιν. ὀκνήσῃ γὰρ ἂν ἄρχων ὁμολογεῖν μισητὸς ἅπασιν εἶναι. [Ἐν δὲ τῷ "καὶ ἄλλοι" δοκεῖ μὲν ἐκ περιττοῦ κεῖσθαι ὁ και σύνδεσμος, ἐστὶ δ' ἄλλως εἰπεῖν, ὅτι αἰνίττεται, ὡς καὶ αὐτὸς ὁ Ποσειδῶν, καθὰ καὶ ἄλλοι, δέδιε τὸν Δία, εἰ καὶ θρασύνεταί ποτε κατ' αὐτοῦ.] (v. 1702) Ὅτι τὴν Ἶριν κατιοῦσαν ἐκ τοῦ ὄρους τῆς Ἴδης εἰς τὸ ναύσταθμον νιφάδι ἢ χαλάζῃ εἰκάζει, εἰπὼν "ὡς δ' ὅτ' ἂν ἐκ νεφέων πτῆται νιφὰς ἠὲ χάλαζα ψυχρὴ ὑπαὶ ῥιπῆς αἰθρηγενέος Βορέαο, ὣς κραιπνῶς μεμαυῖα διέπτατο ὠκέα Ἶρις". Καὶ ὅρα τὸ πέτεσθαι καὶ ἐπὶ νιφάδος λεχθέν, ἣν σφοδρὸς ἐλαύνει ἄνεμος. ἄλλως γὰρ οὐ πάνυ προσφυὴς ἡ λέξις νιφάδι ἠρέμα κατιούσῃ.

(v. 171) Αἰθρηγενὴς δὲ καὶ αἰθρηγενέτης Βορρᾶς ἢ διότι αἶθρον γίνεσθαι ποιεῖ, αἶθρος δὲ τὸ ψύχος, ὡς τὸ "αἴθρῳ καὶ καμάτῳ δεδμημένος", ἢ καὶ ἀπὸ τοῦ πλεονάζοντος, ὁ αἰθρίαν ποιῶν ἐν τῷ διασκιδνάναι τὰ καθ' ἡμᾶς ἐκ Νότου νέφη, εἰ καὶ ἄλλως ἐκ νεφέων κατάγων ποτὲ νιφάδα καὶ χάλαζαν τὸν ῥηθέντα αἶθρον ποιεῖ.

(v. 172) Τοῦ δὲ "ἔπτατο" ἐστὶ καὶ μέσος δεύτερος ἀόριστος ἐπτόμην, ὅθεν τὸ πτέσθαι, ὡς καὶ ἀλλαχοῦ δηλοῦται. ἀμφοῖν δὲ δοκεῖ ἐκγενέσθαι τὸ "ἐὰν πτῶμαι", ὅ ἐστι πετάσω, οὗ τρίτον τὸ "πτῆται νιφάς".

(v. 174 s.) Ὅτι καὶ τὸ "ἀγγελίην τινά τοι ἦλθον δεῦρο φέρουσα" συγχέει τὴν παρασημείωσιν τοῦ ἐπὶ ἀψύχων φορτίων τὸ φέρειν λέγεσθαι. Ἐκ δὲ τοῦ Ὁμηρικοῦ τούτου τόπου τὴν ἀγγελιαφόρον οἱ ὕστερον συνέθεντο. [Περιπέφρασται δὲ τὸ "ἀγγελίην τινά τοι ἦλθον φέρουσα" ἀντὶ τοῦ ἀγγελῶ τί σοι, [717] τουτέστι λόγῳ προφορικῷ ἐρῶ, ἐξ οὗ καὶ Ἶρος καὶ Ἶρις, ὡς δεδήλωται.] (v. 176 s.) Ὅτι εἰρηνικὸν τὸ "παυσάμενόν σε κέλευσε μάχης ἠδὲ πολέμοιο ἔρχεσθαι μετὰ φῦλα" τῶν δεῖνα, (v. 179) ἀνάπαλιν δὲ τὸ "ἠπείλει καὶ κεῖνος ἐναντίβιον πολεμίζων ἐνθάδ' ἐλεύσεσθαι". Ὅτι ὁ Ποσειδῶν μὴ ἔχων ἀρνεῖσθαι τὸ βίῃ φέρτερον καὶ γενεῇ πρότερον αὐτοῦ εἶναι τὸν Δία, ὃ διὰ τῆς Ἴριδος αὐτῷ ἠγγέλθη, προβάλλεται κατὰ τῆς βίας τὸ τῆς φύσεως καὶ τοῦ γένους ὁμότιμον, εἶτα καὶ αὐτὸ τὸ δίκαιον προϊσχόμενος ἐκτίθεται τὸν ἀδελφικὸν λαχμόν, καθ' ὃν κλῆρον τὰ κατὰ κόσμον ἔλαχον οὗτός τε καὶ ὁ Ζεὺς καὶ ὁ Ἅιδης, ἐξ οὗ διδάσκει δέον εἶναι δι' ἀταραξίαν καὶ ὁμονοητικὴν εὔνοιαν κλήρῳ γίνεσθαι τὰς διανομάς, καὶ μηδένα τῆς εὐκληρίας, ἤτοι τῆς περὶ τὸν κλῆρον εὐτυχίας, φθονεῖν.

(v. 185 s.) Εἰσὶ δὲ ἃ λέγει ὁ Ποσειδῶν τοιαῦτα "ὢ πόποι, ἦ ῥα", ἤγουν ὄντως δή, "ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπεν, εἴ μ' ὁμότιμον ἐόντα βίῃ ἀέκοντα καθέξει", ὃ δὴ παντὶ συγγενεῖ οἰκεῖον εἰπεῖν καθ' ἑταίρου βιαίου συγγενοῦς.

(v. 187-199) Εἶτα ἐπάγει δικαιολογικῶς τὸ "τρεῖς γάρ τ' ἐκ Κρόνου εἰμέν", ἤγουν ἐσμέν, "ἀδελφεοί, οὓς τέκετο Ῥέα, Ζεὺς καὶ ἐγώ, τρίτατος δ' Ἀΐδης ἐνέροισιν ἀνάσσων, τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δ' ἔμμορε τιμῆς. ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεί, παλλομένων, Ἀΐδης δ' ἔλαχε ζόφον ἠερόεντα, Ζεὺς δ' ἔλαχ' οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσι. γαῖα δ' ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος. τῷ ῥα", ἤγουν διό, "καὶ οὔ τι Διὸς βέομαι φρεσίν, ἀλλὰ ἕκηλος, καὶ κρατερός περ ἐών, μενέτω τριτάτῃ ἐνὶ μοίρῃ. χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω· θυγατέρεσσιν γάρ κε καὶ υἱάσι κέρδιον", ἢ βέλτερον, "εἴη ἐκπάγλοις ἐπέεσσιν ἐνισσέμεν, οὓς τέκεν αὐτός, οἳ ἕθεν ὀτρύνοντος ἀκούσονται καὶ ἀνάγκῃ". καὶ τοιαῦτα μὲν ὁ Ποσειδῶν.

(v. 2003) Ἐπεὶ δὲ ὁ λόγος δριμὺς ἔν τε τῷ "ὑπέροπλον ἔειπε", καὶ ἐν τοῖς μετὰ τὸ λάχος, ἐρωτᾷ ἡ μυθικὴ Ἶρις "οὕτω γὰρ δή τοι, γαιήοχε, τόνδε φέρω Διῒ μῦθον, ἀπηνέα τε κρατερόν τε, ἤ τι μεταστρέψεις; στρεπταὶ μέν τε φρένες ἐσθλῶν", οἱονεὶ λέγουσα ὡς, εἰ μὲν ἀγγείλω τὰ ἀληθῆ, τραχεῖς οἱ λόγοι, εἰ δ' αὐτὴ ἐγὼ παρατρέψω πρὸς τὸ ἱλαρώτερον, ψευδαγγέλου τοῦτό γε. οὐ χρὴ δέ, ὡς καὶ ὁ Ζεὺς παρῄνεσέ μοι, ψευδάγγελον εἶναι.

(v. 204) Εἶτα καὶ ἐκφοβοῦσα γοργῶς καὶ σεμνῶς ἐπάγει "οἶσθα ὡς πρεσβυτέροισιν [718] Ἐριννύες αἰὲν ἕπονται".

(v. 206-217) Καὶ ὁ Ποσειδῶν ἑαυτοῦ γενόμενος καὶ τὴν Ἶριν ἀποδεξάμενος ὡς μάλα τοῦτο ἔπος νημερτὲς ἢ κατὰ μοῖραν εἰποῦσαν, καὶ εἰπὼν γνωμικῶς, ὅτι "ἐσθλὸν καὶ τὸ τέτυκται", ἤγουν ἀγαθὸν καὶ τοῦτό ἐστιν, "ὅτ' ἄγγελος αἴσιμα εἰδῇ", μεταστρέφεται καί φησιν "ἀλλὰ τόδ' αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει, ὅπποτ' ἂν ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃ νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν. ἀλλὰ νῦν μὲν νεμεσσηθεὶς ὑποείξω, ἄλλο δέ τοι ἐρέω καὶ ἀπειλήσω τό γε θυμῷ· αἴ κεν ἄνευ ἐμέθεν καὶ Ἀθηναίης ἀγελείης Ἥρης Ἑρμείω τε καὶ Ἡφαίστοιο ἄνακτος Ἰλίου αἰπεινῆς πεφιδήσεται, οὐδ' ἐθελήσῃ ἐκπέρσαι, δοῦναι δὲ μέγα κράτος Ἀργείοισιν, ἴστω τοῦθ' ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται". Καὶ ὅρα ὅπως ὁ Ποσειδῶν ἐπὶ τοσοῦτον τρέπει τὸν λόγον εἰς τὸ μαλακώτερον, οὐχ' οὕτω διὰ δειλίαν ὅσον κατὰ σύνεσιν, ὥστε καὶ ἀθετεῖσθαι δι' αὐτὸ στίχους ἓξ ἀπὸ τοῦ "ἄλλο δέ τοι ἐρέω καὶ ἀπειλήσω" ἕως τοῦ "ἀνήκεστος χόλος ἔσται". ἥ τε γὰρ ἀπειλή, φασί, τοῦ Ποσειδῶνος ἀνηθοποίητος, ἀπαιτοῦσα τὸν Δία τὸ ἐξ ἀνάγκης ἐσόμενον, τὴν τῆς Ἰλίου δηλαδὴ ἅλωσιν, ἐφ' ᾗ οὐδεὶς πάντως ἀνήκεστος ἔσται χόλος. καὶ ἄλλως δέ, φασί, πρὸς τί τὰ τῆς ἀπειλῆς τῷ ἤδη καταπεισθέντι καὶ εἰπόντι, ὅτι νεμεσσηθεὶς ὑποείξω; καὶ οἱ μὲν ἀθετοῦντες τοὺς τοιούτους στίχους ποιείτωσαν τὸ ἑαυτῶν. Ὁ δὲ ποιητὴς ἦθος ἀληθῶς μιμεῖται ἐνδόξου ἀνδρὸς συνετοῦ, θυμουμένου μὲν καὶ σεμνῶς θέλοντος ἀπειλεῖσθαι, μὴ ἔχοντος δέ τι φοβερὸν ἀσφαλῶς εἰπεῖν, ἀλλ' ἐν σχήματι ἀπειλῆς μόνα τὰ πρὸς ἀσφάλειαν λέγοντος. Περὶ δὲ τῆς Ὁμήρῳ δοκούσης ἐνταῦθα τοῦ παντὸς διανομῆς φασιν οἱ παλαιοὶ τοιαῦτα. Ζεὺς μέν ἐστιν ὁ διοικῶν τὰ πάντα λόγος ἢ τὸ ἡγεμονικὸν τοῦ κόσμου, παρὰ τὸ ζῆν. τοῦ ζῆν γὰρ αὐτοὺς αἴτιος. ἔλαχε δὲ τὰ ἄνω διὰ τὸ ὡσαύτως ἀεὶ ἔχον τῆς τῶν οὐρανίων διατάξεως, ἔνθα καὶ τὸν τῆς προνοίας εἱρμὸν περιγράφουσί [719] τινες. Ἢ Ζεὺς καὶ ἄλλως πᾶς ὁ ὑπὲρ γῆς ἀήρ, ὅ τε φωτιζόμενος ἀπὸ γῆς ἕως νεφῶν καὶ ὁ ὑπὲρ τὰ νέφη, ὃν καὶ οὐρανὸν ὀνομάζει, ὁ ἄχρι τῆς ζώνης τῶν πλανήτων, οὗ καὶ πύλας τὰ νέφη ἐν ἄλλοις εἶπεν ὁ ποιητής. πᾶς δὴ ὁ τοιοῦτος ἀὴρ Διῒ ἔλαχε διὰ τὸ αἰθέριον ἔξαρμα. καὶ τοιοῦτος μὲν ὡς ἐν ὀλίγῳ εἰπεῖν ὁ Ζεύς. Ποσειδῶν δὲ τὸ συνέχον αἴτιον τὴν θάλασσαν, ἐπεὶ πόσεως αἴτιος διὰ τοὺς ποταμοὺς καὶ τὰ λοιπὰ ὕδατα, ἃ ἐκ θαλάσσης διηθούμενα ἐκρέουσιν, ἀφ' ἧς καὶ οἱ ὑετοὶ πότιμοι καὶ αὐτοὶ ὄντες ἄναμμα ἔχουσι. διὸ καὶ οἱ Ἀττικοὶ τὸν περὶ χειμερίους τροπὰς μῆνα Ποσειδεῶνα καλοῦσιν, ὡς Ἀνακρέων "μεὶς μὲν δὴ Ποσειδηΐων ἕστηκε, νεφέλαι δ' ὕδατι βαρύνονται, ἄγριοι δὲ χειμῶνες παταγοῦσι". καὶ τοιοῦτος μὲν καὶ ὁ Ποσειδῶν. Ἀϊδωνεὺς δὲ καὶ Ἀΐδης ὁ ὑπὸ γῆν λέγεται ἀήρ, παρὰ τὸ ἄω, τὸ πνέω, καὶ αὐτός, καθὰ καὶ ὁ ἁπλῶς ἀήρ. οὐ γὰρ μόνον ψυχάς, φασί, συνέχει, αἵ εἰσι πνεύματα, ἀλλὰ καὶ καρποῖς αἴτιός ἐστιν αὐξήσεως, ἀφ' ὧν τὸ ζῆν καὶ τὸ ἀναπνεῖν, οὗ ἐμφαντικὴ καὶ ἡ ὄμπνια Δημήτηρ. διὸ καὶ Ζεὺς λέγεται καταχθόνιος. Ἢ καὶ ἄλλως, Ἀΐδης ὀνομάζεται παρὰ τὸ μὴ ὁρᾶσθαι, ὃν οὐκ ἔστιν ἰδεῖν, ἢ καὶ διὰ τὸ ἀφανεῖς ποιεῖν τοὺς ὑπὸ γῆν γενομένους. Καὶ τοιοῦτοι μὲν οἱ κατ' ἰδίαν κλῆροι τοῖς [720] τρισὶ Κρονίδαις. Ἡ δὲ γῆ κοινὴ πάντων καὶ ὁ περὶ αὐτὴν ὀρεινὸς Ὄλυμπος διὰ τὸ μὴ ἄκρατον αὐτὰ καθ' αὑτὰ ἔχειν τὸ εἶναι μηδὲ τοῖς λοιποῖς στοιχείοις ἀνεπίμικτον. Ἔστι γὰρ ἐν αὐτῇ κλῆρος καὶ τῷ Ποσειδῶνι διὰ τὸ ἔχειν ὕδωρ ἐν κοιλίαις ἀχανέσιν, ἐξ ὧν καὶ σείεσθαί φασιν αὐτήν. διὸ καὶ τὸν Ποσειδῶνα γακίναν καὶ ἐννοσίγαιον καὶ ἐνοσίχθονα λέγεσθαι. μᾶλλον μὲν οὖν, διότι τὸ ὕδωρ αὐτῇ ἐμπεριέχεται, ᾗ καὶ συνεσφαίρωται, καὶ διότι δὲ ὑγρῷ συνέχεται, ὅθεν καὶ Ποσειδῶν γαιήοχος, ὡς ἄν τις εἴποι, συνεκτικὸς γῆς, γῆν συνέχων. ἀλλὰ δὴ καὶ τῷ Διῒ ἀέρι μέτεστι τῆς γῆς. αἵ τε γὰρ ἐξ ἀέρος βολαὶ ἐπὶ γῆν ἀφίενται, καὶ ἀὴρ δέ ἐστιν ὑπ' αὐτῇ, ὡς δηλοῖ τά τε ἄλλα ἠρεμαῖα ὑπόγεια πνεύματα, ναὶ μὴν καὶ τὰ βίαια, ἐν οἷς καὶ τὰ τυφωνικά. καὶ αἰθὴρ δὲ Ζεὺς οὐκ ἀπόκληρός ἐστι τῆς γῆς. ἔχει γάρ τι καὶ πυρὸς ἡ γῆ, ὃ πολὺ πολλαχοῦ ὑποσμύχεται κατ' αὐτήν, καὶ τοῦτο τὰ θερμὰ ἐκφαίνουσιν ὕδατα. Καὶ οὕτω μὲν κοινὴ πάντων ἡ γῆ, δι' αὐτὴν δὲ κοινὸς καὶ τὸ ὄρος, ὁ Ὄλυμπος, ὡς ἐρρέθη. συναφὴς γάρ ἐστι καὶ αὐτὸς τῇ γῇ, καὶ οἰκητήριον πάντων θεῶν κατὰ τὸν μῦθον. Εἰ δὲ γῆν εἰπών, ἧς μέρος ὁ Ὄλυμπος, ἰδίᾳ ἐξεφώνησεν αὐτόν, πολλαχοῦ μὲν οὕτω ποιεῖ Ὅμηρος, τοῖς ὅλοις τὰ λόγου ἄξια μέρη διὰ σαφήνειαν συνεκφωνῶν. ἔστι δὲ καὶ ἐν Ὀδυσσείᾳ τοιοῦτον σχῆμα, ἔνθα χωρίζων τῆς Ἰθάκης τὸ κατ' αὐτὴν ὄρος φησὶν "Ἰθάκην εὐδείελον, ἐν δ' ὄρος αὐτῇ Νήριτον". καὶ τοιαῦτα μὲν καὶ ταῦτα. Ἰστέον δὲ ὅτι ἐκ τοῦ "ἀλλὰ ἕκηλος καὶ κρατερός περ ἐὼν μενέτω" ἐν τοῖς αὐτοῦ, καὶ ἑξῆς ἕως τέλους τοῦ προσεχῶς ῥηθέντος Ὁμηρικοῦ χωρίου, πολλὰ κεῖνται παρῳδηθῆναι δυνάμενα ἐπὶ προσώπων, ἃ δοκοῦσιν ὑπὸ μειζόνων πάσχειν τι παρὰ τὸ δίκαιον, ὥσπερ τὰ τοῦ λαχμοῦ χρησιμεύσειεν ἂν ἐπὶ συγγενῶν ποτε ἀνομοίως ἐχόντων ἐν διανομαῖς.

(v. 185) Ὑπέροπλον δὲ οὐ μόνον τὸ θρασύ, ἀλλ', ὥς φασιν οἱ παλαιοί, καὶ τὸ ὑπὲρ ἑαυτόν, ἐκ μεταφορᾶς τῶν μεγάλων ὅπλων καὶ μὴ ἀναλογούντων τοῖς σώμασιν, Ὅπως δ' ἂν ἔχοι σημασίας ἡ λέξις, οὐ πρέπει ἀγαθὸν ἄνδρα ὑπέροπλα λέγειν. [Ὅρα δὲ ὡς οὐ μόνον ἔργον ὑπέροπλον, ἀλλ' ἰδοὺ καὶ ἔπος ὑπέροπλον.] [721] (v. 186) Τὸ δὲ "ἀέκοντα καθέξει" δοκεῖ βίας εἶναι ὁρισμός. βία γὰρ ἡ ἀκούσιος κατοχή, καὶ ἄλλως δὲ εἰπεῖν, τὸ ἀέκοντα διασαφητικόν ἐστι τοῦ βίη.

(v. 187) Τὸ δὲ "τρεῖς γάρ τ' ἐκ Κρόνου" γράφεται καὶ δίχα προθέσεως "τρεῖς γάρ τε Κρόνου" καὶ ἐξακούεται τὸ υἱοί. Κρόνος δὲ καὶ Ῥέα ὅτι εἰς χρόνον καὶ ὕλην τὴν ἀρχέγονον ἀλληγοροῦνται, δῆλον. [ἀφ' ὧν τὰ κατὰ κόσμον, ὡς Ἑλληνικὸς λόγος ληρεῖ,] ὥσπερ καὶ τὸ παρά τισι Κρόνον τὸν κόρον, ἤτοι νέον καὶ καθαρὸν νοῦν, λέγεσθαι κατὰ ἀλληγορίαν ἠθικήν. Τὸ δὲ "οὓς τέκετο Ῥέα" δι' εὐσυνταξίαν πρόσκειται, ἵνα μή τις παίξῃ ἐν τῷ "τρεῖς γάρ τε Κρόνου ἐσμὲν ἀδελφοί", τὸ διῃρημένον συνθεὶς καὶ εἰπὼν ὅτι τρεῖς ἀδελφοὶ Κρόνου ὁ Ζεὺς καὶ οἱ λοιποί. προστεθὲν γὰρ τὸ "οὓς τέκε Ῥέα" διεῖλεν, ἵνα λέγῃ ὅτι τρεῖς ἐσμεν ἀδελφοί, οὓς ἔτεκε Ῥέα, ὥστε εἶναι αὐτοὺς Κρόνου υἱούς, οὗ γυνὴ Ῥέα. εἰ δὲ δοτική ἐστι τὸ Ῥέα, ἔτι καλλίων ἐστὶν ἡ προσθήκη, ἵνα λέγῃ ὅτι τρεῖς ἐσμεν ἀδελφοί, οὓς τέκεν ὑπὸ τῇ Ῥέᾳ ὁ δηλωθεὶς Κρόνος. [Ἰστέον δὲ ὅτι ὁ στίχος, οὗ ἐν τῷ τέλει κεῖται τὸ "οὓς τέκετο Ῥέα", εἰ καὶ εἰς τρίβραχυν πόδα δοκεῖ καταλήγειν, ἀλλ' οὖν εἰς δάκτυλον λογίζεται, οἷα τοῦ ῥῶ ἐκτείνοντος τὴν πρὸ αὐτοῦ συλλαβήν, ὡς καὶ ἐν τῷ "ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δ' αὐτοῖσι βόεσσι". καὶ γίνεται οὕτως ὁ στίχος μακροσκελὴς κατὰ τὸ "καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα". εἰ δὲ γράφεται "οὓς τέκε Ῥέα" κατά τινα τῶν ἀντιγράφων, μυουρίζεται τὸ ἔπος κατὰ τὸ "ὡς ἴδον αἰόλον ὄφιν". εἰ δ' ἴσως εὕρηταί που "οὓς τέκε Ῥείη" ἀπαθῶς ἔχει ὁ στίχος. χρῆσις δὲ τῆς τοιαύτης Ῥείης ἐν τοῖς πρὸ τούτων. δῆλον δὲ ὅτι ἐν διφορήσει πολλαχοῦ φαμεν καὶ τέκε καὶ τέκετο.] (v. 188) Τὸ δὲ "ἐνέροις ἀνάσσων" ἐτυμολογίαν ὑπολαλεῖ τοῦ Ἀΐδου, ὃς ἀήρ ἐστιν ἀϊδής, ὅ ἐστιν ἀφανής. οὗ ἐνδεικτικὸν τὸ "ἐνέροις ἀνάσσων", ὃ δηλοῖ [722] τοὺς ὑπὸ ἔραν, ὅ ἐστι γῆν, ἐξ οὗ τὸ νέρτερον κατὰ ἔλλειψιν τοῦ ε, καθὰ καὶ σὺν ἄλλοις καὶ ἐκ τοῦ ἐς κόρακας τὸ σκορακίζειν γίνεται, καὶ ἐκ τοῦ ἐς κέαρ βάλλειν τὸ σκερβόλλειν, κωμικὴ αὕτη λέξις.

(v. 191) Τὸ δ' αὐτὸ ἐνδείκνυται σαφέστερον καὶ ἐν τῷ "Ἀΐδης ἔλαχε ζόφον ἠερόεντα". ταὐτὸν γὰρ Ἀΐδης καὶ ζόφος ἠερόεις.

(v. 189) Ἐν δὲ τῷ "πάντα δέδασται" ἢ συνήθως παρέλκει τὸ πάντα, ὥσπερ σὺν ἄλλοις καὶ ἐν τῷ "ἐννέα πάντα τάλαντα", ἢ ἀντὶ τοῦ τὰ πλεῖστα λέγεται. οὐ γὰρ ἀληθῶς πάντα δέδασται, εἴπερ ἡ γῆ ἔτι κοινή. Ἔμμορε δὲ τὸ ἐκ μοίρας ἔτυχεν, ὡς ἐκ τοῦ μείρω μερῶ μέμορα κατὰ μέσον παρακείμενον, καὶ ὑπερθέσει ἔμμορα. προκλητικὸν δὲ τὸ "ἔμμορε" τοῦτο τοῦ λαχεῖν, ὡς καὶ τὸ δέδασται. δασμοῦ γὰρ καὶ μοίρας ἔφεσις τὸ λαγχάνειν ἐξεῦρε.

(v. 190) Τὸ δὲ λαχεῖν τρὶς εἶπεν ἐπιμείνας κἀνταῦθα διὰ τὸ τῆς λέξεως καίριον, "ἐγὼ ἔλαχον", "Ἀΐδης ἔλαχεν", "Ζεὺς ἔλαχεν". ἐπεὶ δὲ καὶ ὁ πάλος σύστοιχός ἐστι τῷ λαγχάνειν, ἐνέφηνεν αὐτὸν διὰ τοῦ παλλομένων.

(v. 192) Τὸ δὲ "ἐν αἰθέρι καὶ νεφέλῃσι" διασαφητικόν ἐστι τοῦ οὐρανοῦ.

(v. 193) Ἐν δὲ τῷ "γαῖα δ' ἔτι ξυνὴ πάντων" ὑπαινίττεται μυθικῶς ὁ Ποσειδῶν, ὡς οὐ δικαίως τοῦ κοινοῦ πράγματος ἀπείργεται.

(v. 194) Τὸ δὲ "βέομαι φρεσίν", ᾧ δὴ οὐκ ἂν χρήσαιτό τις πεζογραφῶν, τὸ θέμα ἐστίν, ἐξ οὗ ἡ βία παράγεται. [Δηλοῖ γὰρ τὸ βιάζομαι ἢ βιασθήσομαι. δύναται δὲ δηλοῦν καὶ τὸ βαίνω, ἵνα λέγῃ ὁ Ποσειδῶν, ὅτι οὐκ ὀφείλω βαίνειν, ὅποι ποτὲ βουλὴ ταῖς Διὸς φρεσί.] Τὸ δὲ "καὶ κρατερός περ ἐὼν μενέτω" ἐν τῇ κατ' αὐτὸν μοίρᾳ καὶ ἑξῆς ἕως τοῦ "ἀκούσονται καὶ ἀνάγκῃ" ἀρκεῖσθαι παραινεῖ τοὺς οἰκοδεσποτοῦντας τοῖς ἑαυτῶν.

(v. 197 s.) Ἔνθα καὶ τὸ ἐνίσσειν δοτικῇ συνέταξεν, εἰπὼν "θυγατράσι καὶ υἱοῖς ἐνισσέμεν", ὅ ἐστι κακολογίαν ἐπάγειν. διὸ πρόσκειται τὸ ἐκπάγλοις ἐπέεσσι. Τὸ δὲ "οὓς τέκεν αὐτός", ἐν ᾧ καὶ τὸ θῆλυ γένος αἱ θυγατέρες ἐξακούονται, ἀκρίβεια λόγου ἐστίν. οὐ γὰρ πάσῃ ἁπλῶς θυγατρὶ καὶ υἱῷ παντὶ ἐπιπλήττομεν, ἀλλὰ τοῖς ἡμῶν αὐτῶν, ὅτε χρή. ἴσως δὲ δριμέως καὶ λαγνείαν Διὸς παραλαλεῖ ὡς οἷα τέκνων ἀγέλας ἔχοντος.

(v. 199) Τὸ δὲ "ἀκούσονται καὶ ἀνάγκῃ" ἐντρέπει τὸν Δία διὰ τοῦ πολιτικοῦ ἔθους ὡς υἱῶν, οὐ μὴν ἀδελφῶν, ἀνάγκῃ πειθομένων.

(v. 196-198) Σημείωσαι δὲ εἰς παίδευσιν [723] καὶ ὡς εἰπὼν ὁ Ποσειδῶν τὸ "χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω", τουτέστι μή με ὡς δειλὸν ἐκφοβείτω, καὶ ὀφείλων ἐπαγαγεῖν, ὡς οὐδὲ γὰρ ἐγὼ ἀγεννῶς ἔχω πρὸς ἔνστασιν ἤ τι τοιοῦτον, ὅμως αὐτὸ μὲν ἐσίγησεν ἐπιεικῶς, ἔτρεψε δὲ τὸν λόγον ἀσφαλέστερον εἰς τὸ χρῆναι τὸν Δία τοῖς αὐτοῦ τέκνοις ἀπειλεῖσθαι χειρῶν ἐπιβολήν.

(v. 201) Ἐν δὲ τῷ "οὕτω γὰρ δή τοι, γαιήοχε," σκοπητέον, εἰ μὴ παρέλκει ὁ γαρ σύνδεσμος. οὐδὲν γὰρ αἰτιολογεῖ.

(v. 202) Τὸ δὲ "φέρω Διῒ μῦθον" οὐδὲ νῦν ἐπὶ ἀψύχου φορτίου τίθεται, ἀλλ' ἁπλῶς ἐπὶ τοῦ ἄγειν, ἐξ οὗ καὶ ὁ ἄγγελος. [Τὸ δὲ "ἀπηνέα τε κρατερόν τε" τεχνικὸς χαρακτήρ ἐστι τοῦ κατὰ τὸν Ποσειδῶνα λόγου.] (v. 203) Τὸ δὲ "μεταστρέψεις" ἀντὶ τοῦ μεταθήσεις, μεταποιήσεις. ἡ δὲ μεταφορὰ ἐκ σωμάτων, ἃ στρεφόμενα χροιὰν ἑτέραν προφαίνουσι. Τὸ δὲ "στρεπταὶ φρένες ἐσθλῶν" ἐστὶ μὲν γνωμικόν, νοεῖ δὲ ἀπὸ κοινοῦ τὰ ἐσθλά, ἵνα ᾖ λέγων, ὅτι οἱ ἐσθλοὶ μεταστρέφονται ἐπὶ τὰ ἐσθλά, ἐκ τῶν φαύλων δηλαδή, ὡς αἱ τῶν φαύλων πρὸς τὰ φαῦλα, ἃ δὴ σιγᾷ ἡ Ἶρις διὰ τὸ σεμνόν, ἵνα μὴ δόξῃ ἀφροσύνην ὀνειδίζειν τῷ Ποσειδῶνι διὰ τὸ αὐτοῦ ἔνδοξον.

(v. 204) Ὅθεν οὐδὲ εἶπεν, ὅτι οἶσθα κρείττονά σου τὸν Δία, ἀλλ' ἐκ τοῦ ἀφθονήτου γήρως ἐπιχειροῦσα ἔφη γνωμικῶς, ὅτι τοῖς πρεσβυτέροις Ἐριννύες ἕπονται, ὡς εἴπερ ἔφη, ὅτι ὑπὲρ τῶν γηραιοτέρων ἡ θεόθεν δίκη ἐστίν, ἢ ὅτι νεμεσῶσιν αἱ Ἐριννύες, εἴπερ τοῖς πρεσβυτέροις οἱ νεώτεροι ἐπίκεινται. Τίνες δὲ αἱ Ἐριννύες, καὶ ὡς τιμωρητικαὶ δαίμονες, καὶ ὅτι ἀπὸ τοῦ ἐρευνᾶν τὴν κλῆσιν ἔχουσιν, ἢ ἀπὸ τῆς ἔρας, ἤγουν ἐκ τοῦ ὑπὸ γῆν νέεσθαι, καὶ εἴ τι ἄλλο, ζητητέον ἐν ἄλλοις. Ὅρα δὲ καὶ τὸ διττὸν τοῦ "Ἐριννύες ἕπονται". Ὀρέστῃ μὲν γὰρ ἐπὶ κακῷ ἕπονται, διώκουσαι ὡς μητροφόντην, πρεσβυτέροις δὲ βλαπτομένοις ἐπ' ἀγαθῷ ἕπονται, δορυφοροῦσαι οἷον καὶ ἀμύνουσαι. Ἔσται δέ ποτε σκωπτικὸς ὁ λόγος ἀστείως καὶ ἐπὶ πρεσβύτου τινὸς κακοποιοῦ, ὡς τοῦ κακοποιεῖν ἐφεπομένου δῆθεν τοῖς τοιούτοις. Ἄλλως μέντοι τὸ καθ' Ὅμηρον τὰς Ἐριννύας ὑπὲρ τῶν πρεσβυτέρων εἶναι δριμέως εἶπεν ἡ Ἶρις. ἐμφαίνει γὰρ τραχυνθέντα νῦν πλέον ἤπερ ἐχρῆν τὸν Ποσειδῶνα. εἰ γὰρ μὴ ὡς ἀρχόμενον ὑπεικτέον ἄρχοντι, ἀλλὰ κἂν γοῦν ὡς ἀδελφῷ πρεσβυτέρῳ, ὃ δὴ καὶ ἐντρέπει τὸν Ποσειδῶνα, ἐπαινετὸν ὅμως καὶ οὕτως ὄντα, εἴγε καθ' Ἡσίοδον "ἐσθλὸς κἀκεῖνος ὃς εὖ εἰπόντι πίθηται".

(v. 207) Τὸ δὲ "ἐσθλὸν καὶ τὸ τέτυκται, ὅτ' ἄγγελος αἴσιμα εἰδῇ" [724] ἀντὶ τοῦ ἀγαθόν ἐστι καὶ τὸ συνετὸν εἶναι τὸν ἄγγελον. πολλὰ γὰρ καὶ αὐτὸς κατορθοῖ. διὸ καὶ Εὐριπίδης φησὶν "ἐν ἀγγέλῳ γὰρ κρυπτὸς ὀρθοῦται λόγος", καὶ Πίνδαρος δὲ ἔφη "ἄγγελον ἐσθλὸν τιμὰν μεγίστην πράγματι παντὶ φέρειν". Τὸ δὲ "εἰδῇ" φανερῶς δηλοῖ περισπώμενον εἶναι ῥῆμα τὸ εἰδῶ, ἐξ οὗ καὶ ὁ εἰδήμων καὶ ἡ εἴδησις.

(v. 208-210) Τὸ δὲ "ἀλλὰ τόδ' αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει" καὶ ἑξῆς ἕως τοῦ "χολωτοῖς ἐπέεσσιν" εἴποι ἄν τις κακόν τι ἀκούων ἐκ τοῦ δοκοῦντος εἶναι ὁμοίου.

(v. 211) Ὁ δ' αὐτὸς εἰ θέλοι ἐπιεικεύσασθαι πρὸς τὸ ἀκουσθέν, ἐρεῖ ἂν καὶ τὸ "ἀλλὰ νῦν μὲν νεμεσηθεὶς ὑποείξω", καὶ ἑξῆς δὲ (v. 2137) τὸ "εἰ δὲ τόδε γένηται ἴστω τοῦθ', ὅτι ἡμῖν ἀνήκεστος χόλος ἔσται".

(v. 209) Ἐν τούτοις δὲ τὸ "ὁμῇ πεπρωμένον αἴσῃ" παράφρασίς ἐστι τοῦ ἰσόμορον ἤγουν ἰσόμοιρον, ὃν ὁμότιμον φθάσας εἶπεν. εἰ δ' ἴσως τὸ ἰσόμορον οὐκ ἐκ μοίρας ἀλλ' ἐκ μόρου σύγκειται, σημείωσαι τὸν μόρον τοῦτον οὐκ ἐπὶ κακῷ κείμενον. Τὸ δὲ "πεπρωμένον αἴσῃ", ὅ ἐστι πεπερατωμένον, συντετελεσμένον, δηλοῖ ὡς πεπρωμένον ἁπλῶς εἰπεῖν ἐλλιπές ἐστι, τὸ δέ γε ἐντελὲς πεπρωμένον αἴσῃ τοιᾷδε ἢ τοιᾷδε.

(v. 210) Τὸ δὲ "νεικείειν χολωτοῖς ἐπέεσσιν" πρὸς διαστολὴν εἴρηται τοῦ ἄλλως νεικεῖν, οἷον μαχίμως. δῆλον γάρ, ὡς νεῖκος καὶ ὁ πόλεμος λέγεται. Χολωτὸν δὲ ἔπος τὸ ὀργίλον, ἀστείως οὕτως ὀνομασθέν, ἵνα ὥσπερ ὁρατὸν τὸ ὑποκείμενον τῇ ὁράσει, καὶ ὀσφραντὸν τὸ τῇ ὀσφρήσει, οὕτως εἴη καὶ χολωτὸν ἔπος, ὃ ὑπόκειται τῷ χόλῳ, οἷα μὴ νοὸς γεννῶντος αὐτὸ ἀλλὰ χόλου.

(v. 213 s.) Ἰστέον δὲ καὶ ὅτι ἐνταῦθα ὡς ἐν κεφαλαίῳ ἐκθέμενος τοὺς συμμαχοῦντας τοῖς Ἀχαιοῖς, οἵπερ εἰσὶ Ποσειδῶν, Ἀθηνᾶ, Ἥρα, Ἑρμῆς, Ἥφαιστος, καὶ οἷον μόνον κατάλογον αὐτῶν ποιησάμενος, ὕστερον ἀντιτάξει αὐτοὺς τοῖς τῶν Τρώων ἐπικούροις καὶ ποιήσει ἐκεῖ ἃ βούλεται.

(v. 214) Τὸ δὲ "Ἑρμείω" δῆλον ἤδη ἐν ἄλλοις γέγονεν ὡς ἀπὸ τετρασυλλάβου Ἰωνικοῦ συνεκόπη τοῦ Ἑρμείεω, καθὰ καὶ τὸ Βορέω ἐκ τοῦ Βορέεω δι' εὐφωνίαν.

(v. 215) Τὸ δὲ "πεφιδήσεται" ἢ μέσος μέλλων ἐστὶν ἐκ τοῦ φιδῶ κατὰ διπλασιασμὸν Ἰωνικόν, ἢ μετ' ὀλίγον μέλλοντα δηλοῖ.

(v. 217) Τὸ δὲ "ἀνήκεστος χόλος ἔσται" ἁπαλῶς μὲν ἔχει τά γε εἰς ἀπειλήν, ἄλλως δὲ ἀληθῶς. λυπήσεται γὰρ κατὰ ἀδελφοῦ ἰδιοπραγοῦντος ἀδικούμενος ὁ Ποσειδῶν καὶ χόλον ἀνήκεστον πείσεται. ἔνθα ὅρα καὶ τὸ "ἀνήκεστος". ὡς ἐπὶ νόσου γὰρ δεινῆς τοῦ χόλου ἐρρέθη αὐτό.

(v. 218) [725] Ὅτι τὸ "ὣς εἰπὼν λίπε λαὸν Ἀχαιϊκόν, δῦνε δὲ πόντον, πόθεσαν δ' ἥρωες Ἀχαιοί" ἐν στερήσει ἀγαθοῦ βοηθοῦ παρῳδηθήσεταί ποτε. Ἥρωας δὲ κἀνταῦθα πάντας λέγει τοὺς ἐπὶ Ἴλιον στρατεύσαντας, [οὐ μόνον σεμνύνων ἐκείνους, ἀλλ' ἅμα καὶ οἰκτιζόμενος, εἰ τοιοῦτοι ὄντες δεινὰ πείσονται παρ' ἀξίαν.] Ἰστέον δὲ ὅτι ἐν τοῖς εὐθὺς ἐφεξῆς οὐκ ἄλλως τὸν Ἀπόλλωνα Ζεὺς ἔπεμψε Τρωσὶ βοηθόν, εἰ μὴ ὁ Ποσειδῶν ἀνεχώρησεν εἰς τὸ ἑαυτοῦ λάχος, ἵνα μὴ τὸν νεώτερον Ἀπόλλωνα πρεσβυτέρῳ ἀντεπεξαγάγῃ, ὑφ' οὗ αὐτὸς ὡς πρεσβύτερος τιμᾶσθαι ἀξιοῖ.

(v. 219) Ὅρα δὲ τὸ "πόθεσαν", ἐξ οὗ ὁ ἐν Ὀδυσσείᾳ κύων ἀπόθεστος, ὅ ἐστι μὴ ποθούμενος. πολλαχοῦ δὲ φαίνεται, ὡς οὐ μόνον ποθῶ ποθήσω, ἀλλὰ καὶ ποθέσω.

(v. 222-228) Ὅτι ὁ διὰ τὸ ἀκίνδυνον ἀποδεξάμενος τὴν τοῦ ἐχθροῦ ἀναχώρησιν δύναται εἰπεῖν τὸ "ἤδη μὲν ὁ δεῖνα οἴχεται ἀλευάμενος χόλον αἰπὺν ἡμέτερον· μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι. ἀλλὰ τόδε ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδέ οἱ αὐτῷ ἔπλετο, ὅττι πάροιθε νεμεσσηθεὶς ὑπόειξε χεῖρας ἐμάς, ἐπεὶ οὔ κεν ἀνιδρωτί γ' ἐτελέσθη". Τί δὲ ἂν ἐτελέσθη οὐ λέγει ὁ ταῦτα περὶ Ποσειδῶνος εἰπὼν Ζεύς, ἢ διὰ θυμὸν ἢ ὅτι καὶ ἄλλως δῆλόν ἐστιν. ἐτελέσθη γὰρ ἂν ἡ πρὸς ἀλλήλους ξυμβολὴ οὐκ ἀνιδιτί, φορτικὴ ἐσομένη καὶ ἀμφοτέροις. [Σεμνύνει δέ πως τοῦτο τὸν Ποσειδῶνα ὡς ἰσοπαλῆ ἀδελφῷ Διΐ. οὐ γὰρ κρατερῶς ἀπεφήνατο κατ' ἐκείνου ὡς μέγα τι κακὸν πεισομένου εὐχερῶς οὕτω καὶ ἀπόνως, ἀλλ' ὡς τῆς ἔριδος ἀμφοῖν ἱδρῶτα ἐκθλιψούσης διὰ τὸ ἐν ἑκατέροις γενναῖον.] (v. 224) Ὅρα δὲ τὸ "ἐπύθοντο" γενικῇ καὶ νῦν συνταχθέν, ὡς καὶ ἐν Ὀδυσσείᾳ καὶ ἐν ἄλλοις. δῆλον δὲ ὅτι σφοδρὸν παριστᾷ πόλεμον τὸ "μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι". [Καὶ δοκεῖ ὁ ποιητὴς ὑπολαλεῖν ὡς, εἴπερ ἐπλάσθη μάχη Διὸς ἐριβρεμέτου καὶ ἐριγδούπου καὶ Ποσειδῶνος τοῦ κατὰ τὴν πολύφλοισβον καὶ ἠχήεσσαν θάλασσαν, πάντως ἂν ὁ διασκευάζων ῥήτωρ τὸ πλάσμα μεγαλοφώνως ἔμελλε διαχειρίσασθαι τὴν ὑπόθεσιν καὶ ὡς ἐχρῆν ἐπὶ Διῒ καὶ Ποσειδῶνι, τοῖς στοιχειακοῖς, οἷς ἡ κατ' ἀλλήλων στάσις οὐδὲν ἠρεμαῖον ἔχει, ὡς καὶ λανθάνειν, ἀλλ' ἐξάκουστος λίαν γίνεται, ὡς καὶ αἱ παραβολαὶ δηλοῦσιν αἱ λαμβανόμεναι ἀπ' αὐτῶν.] (v. 227) Τὸ δὲ "νεμεσηθείς" ἀντὶ τοῦ εὐλαβηθεὶς τὴν νέμεσιν.

(v. 228) Τὸ δὲ "χεῖρας ἐμάς" μετὰ τοῦ νεμεσσηθείς συντακτέον μᾶλλον ἤπερ μετὰ τοῦ ὑπόειξεν.

(v. 224 s.) Ἐν τούτοις δὲ κεῖται καὶ τὸ "ἐνέρτεροι" ἐντελῶς, ἐξ οὗ κατὰ ἀφαίρεσιν τὸ νέρτεροι, ὡς καὶ ἐκ τοῦ ἔνερθεν τὸ νέρθεν. Φησὶ γὰρ "ἐπύθοντο καὶ ἄλλοι, οἵπερ ἐνέρτεροί εἰσι θεοί", οὓς καὶ ἑρμηνεύων φησὶ "Κρόνον ἀμφὶς ἐόντες", τὸν ταρταρωθέντα, ὡς ἀλλαχοῦ δηλοῦται.

(v. 229 s.) Ὅτι ἐγκελεύεται Ζεὺς Ἀπόλλωνι λαβεῖν αἰγίδα καὶ κατασείειν ἐπὶ φόβῳ [726] τῶν Ἀχαιῶν. Φησὶ γὰρ "ἀλλὰ σύ γ' ἐν χείρεσσι λάβ' αἰγίδα θυσανόεσσαν, τήν", ἤγουν ἥντινα, "μαλ' ἐπισείων φοβέειν", ἤγουν ἐκφόβει, "ἥρωας Ἀχαιούς". καὶ ὅρα ὅτι καὶ Ἀπόλλων αἰγίδα χειρίζεται. Ἔστι δὲ αὕτη ἢ τοῦ Διὸς μόνου, δοθεῖσα νῦν σιωπηρῶς τῷ Ἀπόλλωνι, ἢ χαρισθεῖσα καθάπαξ αὐτῷ ἐκεῖθεν μυθικῶς, ὡς ἐν τοῖς ἑξῆς φαίνεται. ἐπεὶ κατὰ ἀλληγορίαν οὐκ ἄνευ Ἀπόλλωνος ἡ τοῦ Διὸς αἰγὶς ἀποτελεῖται. Τὰ γὰρ κατὰ τὸν ἀέρα ἐπαιγίσματα καὶ φόβητρα ἐξ ἀναθυμιάσεών εἰσιν, ἃς Ἀπόλλων ἥλιος ἀνάγων δοκεῖ τὴν αἰγίδα κοινοῦσθαι τῷ Διΐ. Ὅτι δὲ ἡ αἰγὶς οὐχ' ὅπλον ἦν πληκτικόν, ἀλλά τι ἑτεροῖον ἔναμμα ὁ μῦθος αὐτὴν ἐσκεύασε πρὸς ἐκφόβησίν τινων, δῆλον καὶ ἐξ ὧν ἐνταῦθα ἐπισείων αὐτὴν ὁ Ἀπόλλων, οὐ μὴν βάλλων ἢ ἄλλως πλήττων, φοβήσει ἥρωας Ἀχαιούς. ὅπερ ἔχει τι οἴκτου, εἴπερ οἱ ἥρωες ἀγεννῶς εἴξουσι τοῖς πολεμίοις.

(v. 231-233) Ἰστέον δὲ ὅτι κεῖται καὶ ἐνταῦθα σχῆμα γοργὸν προεκθετικὸν τῶν ἐφεξῆς ἐν ἐπιτομῇ τῶν πρὸ μικροῦ εἰρημένων πρὸς Διὸς κατὰ προέκθεσιν. Φησὶ γὰρ ὁ Ζεὺς τῷ Φοίβῳ "σοὶ δ' αὐτῷ μελέτω φαίδιμος Ἕκτωρ· τόφρα γὰρ οὖν οἱ ἔγειρε μένος μέγα, ὄφρ' ἂν Ἀχαιοὶ φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκωνται". Ἃ δὲ μετὰ τοῦτο γενήσεται, οὐ λέγει, ὡς ἤδη μυστηριασθέντα πρὸς τὴν Ἥραν. διὸ οὐδὲ ἐθέλει νῦν παλιλλογεῖν ὁ ποιητής.

(v. 234 s.) Ἐπάγει δὲ ὁ Ζεὺς καὶ νόημα μυστηριακὸν λόγῳ προεκθέσεως, τὸ "κεῖθεν δ' αὐτὸς ἐγὼ φράσομαι ἔργον τε ἔπος τε. ὥς κε καὶ αὖτις Ἀχαιοὶ ἀναπνεύσωσι πόνοιο".

(v. 236-238) Ὅτι Ἀπόλλων σταλεὶς πρὸς Διὸς εἰς Ἕκτορα ἔβη κατ' Ἰδαίων ὀρέων "ἴρηκι ἐοικὼς ὠκέϊ, φασσοφόνῳ, ὅς τ' ὤκιστος πετεηνῶν", περὶ οὗ προγέγραπται. Καὶ ὅρα τὰς διαφόρους ὁμοιότητας. Ἥραν μὲν γὰρ νοήματι ἀνδρὸς εἴκασε κατὰ τὸ τάχος, Ἶριν δὲ νιφάδι ἢ χαλάζῃ ἐξ ὄρους ὑπὸ Βορρᾷ ἐλαύνοντι κατιούσῃ, τὸν δὲ Ἀπόλλωνα ἱέρακι ὠκυτάτῳ. Καὶ ἔστι σεμνότατον μὲν τὸ τῆς Ἥρας, φοβερὸν δὲ καὶ τραχὺ τὸ τῆς Ἴριδος, λεῖον δὲ καὶ γλυκὺ τὸ τοῦ Ἀπόλλωνος. Δῆλον δὲ ὅτι Ἀπόλλωνος ἱερὸς ὁ ῥηθεὶς ἱέραξ, ὡς καὶ ἐν τῇ α΄ ῥαψῳδίᾳ ἐδηλώθη, καὶ ὅτι τοῦτον μὲν ὤκιστον μόνον Ὅμηρός φησι, τὸν δὲ ἀετὸν ἅμα κράτιστον καὶ ὤκιστόν που ἐρεῖ. Ἰδαῖα δὲ [727] ὄρη τὴν Ἴδην φησίν, ἣν καὶ αὐτὴν πληθύνει τὸ ἐν αὐτοῖς μέγεθος, καθὰ καὶ τὰ Ἠμωδὰ Ἰνδίας ὄρη καὶ τὰ Ἀρμένια καὶ τὰς Ἄλπεις καὶ ἄλλα. Ὅτι δὲ ὁ ἴρηξ ψιλοῖ τὴν ἄρχουσαν Ἰωνικῶς, καὶ ὡς δέκα ἱεράκων εἶναι γένη φασὶν οἱ παλαιοί, ὧν ἐστι καὶ ὁ φασσοφόνος, οὐκ ἄδηλόν ἐστιν.

(v. 239-342) Ὅτι Ἀπόλλων καταβὰς εἰς Ἕκτορα εὗρεν "ἥμενον οὐδ' ἔτι κεῖτο, νέον δ' ἐσαγείρατο θυμόν, ἀμφί ἑ γινώσκων ἑτάρους· ἀτὰρ ἆσθμα καὶ ἱδρὼς παύετο, ἐπεί μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο". Καὶ ὅρα τὸ σεμνὸν τοῦ λόγου. οὐ γὰρ εἶπεν, ὅτι ὁ Ζεὺς αὐτὸν ἤγειρεν, ἀλλ' ὁ νοῦς τοῦ Διός. ὅτε γὰρ ἐκεῖνος πρὸς τὸν Φοῖβον ἐλάλει, τότε ὁ Ἕκτωρ ἀνέφερε. διὸ εὗρεν αὐτὸν ὁ Φοῖβος ἥμενον. Ὑψηλολογεῖ γάρ ποτε καὶ ὁ ποιητής, ὡς καὶ ὅτε εἴπῃ "οὐδέ σε λήθω κινύμενος". οὐ λανθάνει γάρ τις θεὸν οὐδὲ διαλογιζόμενος. Τὸ δὲ "οὐδ' ἔτι κεῖτο" ἔχει τι σχηματισμοῦ. ἦν γὰρ τὸ κοινότερον οὕτω· εὗρεν ἥμενον οὐδ' ἔτι κείμενον, ὡς πρὶν δηλαδὴ ἔκειτο, ὅτε ὁ Ζεὺς αὐτὸν ἴδεν.

(v. 240) Τὸ δὲ "νέον ἐσαγείρατο θυμόν" ἀλλαχοῦ συνθεὶς θυμηγερέειν φησίν. ἀγείρει δὲ θυμὸν ὁ ὀλιγοθυμήσας, ὅπερ ὁ ποιητὴς ὀλιγηπελέειν φησὶ καὶ ὀλιγοδρανέειν καὶ ὀλίγον ἔτι θυμὸν ἐνεῖναι.

(v. 241) Τὸ δὲ "γινώσκων ἑτάρους" καὶ ἀλλοφρονέειν, τὰ πρὸ τούτου, δηλοῖ τὸν Ἕκτορα, ὅτε κῆρ ἀπινύσσων ἦν. Τὸ δὲ νῦν ἆσθμα φθάσας ἀργαλέον ἆσθμα ἔφη. ὁ δὲ ἱδρὼς νῦν προσετέθη τὰ πρὸ τούτων σιωπηθείς.

(v. 244 s.) Ὅτι ἐρώτησις πρὸς ἰδιάζοντα καὶ ἀσθενοῦντα τὸ "τίη δὲ σὺ νόσφιν ἀπ' ἄλλων ἧσαι", [ἤγουν κάθησαι,] "ὀλιγηπελέων; ἦ πού τί σε κῆδος", ἤγουν βλάβη, "ἱκάνει"; (v. 2479) Ὁ δὲ οὕτως ἐρωτηθεὶς ὑπό τινος μὴ πάνυ γνωρίμου ἐρεῖ ἂν "τίς δὲ σύ ἐσσι φέριστε, ὅς μ' εἴρεαι ἄντην; οὐκ ἀΐεις, ὅτι" τόδε τι; Ἀπόλλων δὲ ἐνταῦθα ὁ ἐρωτῶν, Ἕκτωρ δὲ ὁ ἀποκρινόμενος.

(v. 24850) Ὅτι τὴν Αἴαντος ἀριστείαν κατὰ τοῦ Ἕκτορος πάνυ θαυμασίως ἐνταῦθα ὁ ποιητὴς δυσὶν ἐμπεριγράφει στίχοις διὰ προσώπου μὴ ἔχοντος πολυλογεῖν. Φησὶ γὰρ ὁ ἔτι ἀσθενῶν Ἕκτωρ, ὡς "ἐπὶ νηυσὶν Ἀχαιῶν, οὓς ἑτάρους ὀλέκοντα, βοὴν ἀγαθὸς βάλεν Αἴας χερμαδίῳ πρὸς στῆθος, ἔπαυσε δὲ θούριδος ἀλκῆς".

(v. 251 s.) Τὸ δέ γε ἐφεξῆς τοῦ λόγου εἰπεῖν ἁρμόσοι ἂν τῷ εἰς ἔσχατον κινδύνου ἐλθόντι "καὶ δὴ ἔγωγ' ἐφάμην νέκυας καὶ δῶμ' Ἀΐδαο ἤματι τῷδ' ὄψεσθαι, ἐπεὶ φίλον ἄϊον ἦτορ", ὅπερ ἐτυμολογίας ἐστὶ τρόπος. Ἄϊον γὰρ νῦν τὸ ἀπέπνεον ἀπὸ τοῦ ἄω, ἐξ οὗ τὸ [728] ἦτορ γίνεται. πρὸ βραχέων μέντοι τὸ "οὐκ ἀΐεις" ἐπὶ τῆς συνήθους σημασίας ἔλαβε, ὥστε ὁμώνυμον καὶ τὸ ἀΐω. Τινὲς δὲ νῦν τὸ ἄϊον ἀντὶ τοῦ κατὰ ψυχὴν ᾐσθανόμην φασίν. Ἐκ δὲ τοῦ τοιούτου ἀΐω καὶ τὸ ἀΐσθω γίνεται, ἀφ' οὗ κατὰ συναίρεσιν τὸ αἴσθω καὶ ἡ αἴσθησις. Ὅρα δὲ ὡς ἐκ τοῦ ἄω καὶ τὸ ἆσθμα γίνεται, καὶ τὸ ἀΐειν ἐπὶ ἀκοῆς, καὶ τὸ ἄϊον ἦτορ, καὶ ὅτι τὸ ἀΐειν ἦτορ οὐ μακράν ἐστι τοῦ ἀσθμαίνειν. τῷ γοῦν εἰπόντι, ὅτι φίλον ἄϊον ἦτορ, ἀνωτέρω ἐρρέθη τὸ ἐντεῦθεν ἆσθμα παύεσθαι.

(v. 256) Ἰστέον δὲ ὅτι Ζηνόδοτος ἀκούσας, ὡς Ἀπόλλων [Φοῖβος χρυσάορος] ῥωννύει κακῶς ἔχοντα τὸν Ἕκτορα, εἰς ταὐτὸν αὐτὸν ἄγει τῷ Παιήονι, λέγων ὅτι ὁ ἀλλαχοῦ ῥηθεὶς Παιήων ὁ Ἀπόλλων ἐστίν, ὃς καὶ χρυσάορος ἐνταῦθα ὠνόμασται. Ἡσίοδος μέντοι δαιμόνιον οἶδέ τι ἕτερον τὸν Χρυσάορον, [ὃν ἡ ἀλληγορία, καθὰ καὶ τὸν Ἀπόλλωνα, εἰς ἥλιον ἀλληγορεῖ, ᾧ ἀνάκειται τὸ τοῦ χρυσοῦ μέταλλον.] (v. 2547) Ὅτι ὁ συνιστῶν ἑαυτὸν ὡς ἀγαθὸν ἐπίκουρον καλῶς ἂν εἴποι τὸ "θάρσει νῦν· τοῖόν τοι ἀοσσητῆρα", ὅ ἐστιν σπουδαῖον βοηθόν, θεὸς "προέηκε παρεστάμεναι καὶ ἀμύνειν, ὅς σε πάρος περ ῥύομαι ὁμῶς αὐτόν τε καί" τὸ δεῖνα, ὡς ἐνταῦθα τὸ αἰπεινὸν πτολίεθρον ῥῦσθαι ὁ Ἀπόλλων φησὶ τῷ Ἕκτορι.

(v. 260 s.) Ὁ δὲ ὑποσχόμενος εὐμαρίσαι τινὶ δυσκολίαν ἐρεῖ ἂν τὸ "αὐτὰρ ἐγὼ προπάροιθε κιὼν κέλευθον πᾶσαν λειανέω", εἴ που δηλαδὴ τραχύ τι ἔχει, τρέψω δὲ τοὺς δεῖνα.

(v. 262) Ἐπὶ δὲ προθυμοποιήσεως ἔστιν εἰπεῖν τὸ "ὣς εἰπὼν ἐνέπνευσε μένος μέγα" τῷ δεῖνι. [Ὅρα δὲ τὸ "τρέψω" κοινῶς μὲν λεχθέν, ἐλλιπῶς δέ, λείπει γὰρ τὸ εἰς φυγήν. ἐκ τούτου δὲ τοῦ ῥήματος καὶ Ζεὺς τροπαῖος, ὁ οὕτω δηλαδὴ τρέπων.] (v. 254) Ὡς δὲ ἀοσσητὴρ κυρίως ὁ δίχα ὄσσης, ἤτοι μαντείας, τρέχων εἰς βοήθειαν, δηλοῦσιν οἱ παλαιοί.

(v. 263-269) Ὅτι τῇ τοῦ στατοῦ ἵππου παραβολῇ, ᾗ ἔφθασε χρήσασθαι ἐπὶ Ἀλεξάνδρου ἐν τῷ τέλει τῆς ζῆτα ῥαψῳδίας, βραχύ τι παυσαμένου τῆς μάχης χρᾶται καὶ νῦν ἀπαραποιήτως ἐπὶ Ἕκτορος. Ἔχει δ' ἐκεῖ τὰ τῆς παραβολῆς προσφυέστερον ἤπερ ὧδε. ἐκεῖ μὲν γὰρ ὁ Πάρις ἐξ ἀναπαύσεως εἰς τὴν τοῦ πολέμου πεδιάδα κάτεισιν, ἐνταῦθα δὲ ὁ Ἕκτωρ οὐκ ἐξ ἀναπαύσεως ἥκει, ἀλλ' ἐκ θανατηφόρου πληγῆς καὶ πτώματος ἀνασφήλας τὴν μάχην τολμᾷ. οὔτε γοῦν τὸ "κυδιόων" οὔτε τὸ [729] "ὑψοῦ κάρη ἔχων" ἁρμόζει τῷ ἄρτι ἐκ λειποθυμίας ἑαυτὸν ἀναλαβόντι, καὶ ἡ τοῦ ἵππου δὲ στάσις οὐχὶ τῷ πεσόντι Ἕκτορι ἀλλ' Ἀλεξάνδρῳ οἰκεία τῷ ἐν θαλάμῳ διατετριφότι καὶ οἷον ἀκοστήσαντι, ὅ ἐστι κριθιάσαντι. ἀκοσταὶ γάρ, ὡς ἐρρέθη, κατὰ Κυπρίους αἱ κριθαί. διὰ τοῦτο οἱ παλαιοὶ δύο στίχους ἐνταῦθα μόνους ἐκ τῆς παραβολῆς δέχονται, τοὺς ἐν τῇ ἀρχῇ, τοὺς δὲ τέσσαρας ὀβελίζουσι, παρατιθέντες τῷ ὀβελῷ καὶ ἀστερίσκον, ὡς ἀλλαχοῦ κάλλιστα κειμένων τῶν τοιούτων ἐπῶν καὶ μὴ ἐνταῦθα.

(v. 269) Σημείωσαι δὲ καὶ ὅτι ἐκεῖ μὲν ἡ τῆς ῥηθείσης παραβολῆς ἀπόδοσις λαμπρότητα δηλοῖ τοῦ Πάριδος, λέγουσα "ὣς Πριάμοιο πάϊς τεύχεσι παμφαίνων ὥς τ' ἠλέκτωρ ἐβεβήκει", ἐνταῦθα δὲ τάχος ὑπεμφαίνει τοῦ Ἕκτορος. φησὶ γὰρ "ὣς Ἕκτωρ λαιψηρὰ πόδας καὶ γούνατ' ἐνώμα", δι' οὗ δηλοῦται ὡς πρὸς μόνον τάχος παρέλαβε τὴν παραβολήν. εἶτα συναπτῶς καὶ λέοντι τὸν Ἕκτορα εἰκάζει διὰ τὴν ἀνδρίαν. Ὅρα δὲ τήν, ὡς ἐρρέθη, ἐν τῇ προκειμένῃ παραβολῇ ταὐτολογίαν, ἣν οὐδ' αὐτὴν ὤκνησεν Ὅμηρος, περίεργον καὶ νῦν ἡγησάμενος εἰς οὐδὲν δέον τὸ καλῶς ἐκεῖ φρασθὲν ἐνταῦθα μεταποιῆσαι. ὅσα δὲ εἰς τὴν παραβολὴν καταγράψασθαι ταύτην ἐχρῆν, ἐν ἐκείνῃ προγέγραπται.

(v. 271-280) Ὅτι σεμνύνων ὁ ποιητὴς παραβολικῶς τὸν Ἕκτορα ἐφ' οἷς αὐτοῦ μὲν κειμένου κατεπονοῦντο οἱ τῆς Τροίας, ἀναρρωσθέντος δὲ ἀνάπαλιν τὰ τοῦ πολέμου συμπίπτει, φησὶν "οἳ δ' ὥς τ' ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα ἐσσεύοντο", ἤγουν ἐδίωκον, "κύνες τε καὶ ἀνέρες ἀγροιῶται. τὸν μέν τ' ἠλίβατος πέτρη καὶ δάσκιος ὕλη εἰρύσατο, οὐδ' ἄρα τέ σφι κιχήμεναι αἴσιμον ἦεν, τῶν δέ θ' ὑπὸ ἰαχῆς ἐφάνη λὶς ἠϋγένειος εἰς ὁδόν, αἶψα δὲ πάντας ἀπέτραπε καὶ μεμαῶτας, ὣς Δαναοὶ εἵως μέν", ἤγουν τέως καὶ μέχρι τινός, "ὁμιλαδὸν αἰὲν ἕποντο, νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι", περὶ ὧν προδεδήλωται, "αὐτὰρ ἐπεὶ ἴδον Ἕκτορ' ἐποιχόμενον στίχας ἀνδρῶν, τάρβησαν, πᾶσι δὲ παραὶ ποσὶ κάππεσε θυμός", ὃ δηλοῖ συμβολικῶς, ὡς πάντες εἰς τὸ φεύγειν ἀπεῖδον, τοῖς ποσὶ τὴν σωτηρίαν πιστεύσαντες καὶ οἷον προσρίψαντες.

(v. 280) Καὶ ἴσως ἡ τοιαύτη τοῦ θυμοῦ συμβολικὴ παρὰ τοῖς ποσὶ πτῶσις ἐδίδαξε τὸν Δημοσθένην εἰπεῖν μιμητικῶς καταπεπατημένον φέρειν ἐν πτέρναις Ἀθηναίους τὸν ἐγκέφαλον. [Δύναται δὲ καὶ ἄλλως τὸ "παρὰ ποσὶ κατέπεσε θυμός" νοηθῆναι εἰς αἴνιγμα τοῦ ἐταπεινώθησαν καὶ τοῦ πρῴην ὕψους ὑποκατέβησαν, ὡς εἰ καὶ τὰ ἄνω κάτω αὐτοῖς γεγόνασιν. Ἰστέον δὲ ὅτι Ὁμήρου μὲν παραὶ ποσὶ [730] ῥίψαντος θυμὸν Ἀχαιοῖς, Δημοσθένους δὲ πρὸς πτέρναις Ἀθηναίοις τὸν ἐγκέφαλον, ἡ Κωμῳδία σκώπτουσα τοὺς σχηματιζομένους φιλοσοφίας λόγῳ σεμνοπροσωπεῖν εἰς τὸ μέτωπον αὐτοῖς ἐπιγράφει τὸν νοῦν. Λέγεται οὖν Ἄμφις ὁ κωμικὸς εἰπεῖν, ὅτι ἐπαινῶ τὸν βίον τῶν φιλοποτῶν ἤπερ ὑμῶν τῶν μόνον ἐν τῷ μετώπῳ νοῦν ἔχειν εἰωθότων.] Ἔτι ἰστέον καὶ ὅτι παρέξεσται μὲν ἡ παραβολὴ αὕτη ἐκ τῆς κειμένης ἐν τῇ λ΄ ῥαψῳδίᾳ, ἔνθα θῶες ἔλαφον δαρδάπτοντες ἐπελθόντος λέοντος φεύγουσι. διαφέρει δέ, ὅτι ἐκεῖ μὲν θῶες οἱ φεύγοντες τὸν λέοντα, ἐνταῦθα δὲ ἄνδρες καὶ κύνες, καὶ ἐκεῖ μὲν οὐ τοὺς ἐπικειμένους τῇ ἐλάφῳ θῶας δάπτει ὁ λέων, ἀλλὰ τὸ σῶμα, ἐξ οὗ ἐκεῖνοι ἔφυγον, ἐνταῦθα δὲ ὁ λέων τοὺς διώκοντας κυνηγοὺς ἐκδειματοῖ. Καὶ ὅτι ὅλη νῦν ἡ παραβολὴ ὅλῳ συνδιήκει τῷ πράγματι. ἔλαφος μὲν γὰρ οἷον ἢ αἲξ οἱ φεύγοντες Τρῶες, ὥς που καὶ ὁ Πάρις ἐλέγετο, κύνες δὲ ὥσπερ καὶ κυνηγοὶ οἱ Ἀχαιοί, οἳ παρατρέπονται τοῦ διώκειν ἐπιφανέντος οἷα λέοντος τοῦ Ἕκτορος. ἐκείνη μέντοι ἡ παραβολὴ εἶχέ τι ἀπροσάρμοστον τοῖς ὑποκειμένοις, ὡς δεδήλωται. Ὅτι δὲ κεραὸς ἔλαφος ὁ τέλειος, καὶ ὅτι ἀρσενικῶς ὁ αἲξ παρ' Ἀττικοῖς, καὶ ὅτι σεύεσθαι οὐ μόνον τὸ ὁρμᾶν καὶ παρορμᾶν ἀλλὰ καὶ τὸ διώκειν, καὶ ὅτι τὸ ἀγροιῶται δύο ἔχει πλεονασμούς, καὶ τίς ἡ ἠλίβατος πέτρη, καὶ ὅτι δάσκιος ὕλη ἡ πολύσκιος ἢ κατὰ συγκοπὴν ἡ δασύσκιος, καὶ ὅτι γένειον λέοντος τρίχες περὶ τὴν γένυν ὀξὺ προέχουσαι, δι' ὧν φόβος προφαίνεται καὶ σεμνότης τῷ λέοντι, δηλοῦται ἑτέρωθι. [(v. 275) Ὅτι δὲ γένειον καὶ ἐπὶ ἀνθρώπου λέγεται, οὐκ ἂν ἀμφιβάλῃ τις. οἱ δὲ παλαιοὶ καὶ ἐπὶ τρίγλης αὐτὸ τιθέασιν, ἣν καὶ γενεάτιδα καλοῦσιν, ἐκβαλόντες τοῦ γενείου τὸ ἰῶτα λέγοντες, ὅτι ἦν καί τις τρίγλη γενεᾶτις, ἡδύ τι χρῆμα, ἐπεί, φασίν, αἱ τὸ γένειον ἔχουσαι ἡδίονές εἰσι μᾶλλον τῶν ἄλλων. Ὅτι δὲ οὐ τρίγλαν ἀλλὰ τρίγλην Ἀθηναῖοι διὰ τοῦ ἦτα προφέρουσιν, οἱ παλαιοὶ δηλοῦσιν. διὸ καὶ ὁ παρῳδήσας νέος τὸ "Κίλλάν τε ζαθέην" εἰς τὸ "τρίγλαν τε ζαθέην" ἔπαιξε μὲν ἀστείως εἰς ἔπαινον τρίγλης, οὐ μὴν ἐλάλησεν Ἀττικιστί. Εἰ δὲ ἐν διφθόγγῳ μὲν τὸ γένειον, [731] διὰ τοῦ ἰῶτα δὲ μόνου ὁ παρὰ Πολυβοίῳ Γένιος βασιλεὺς Ἰλλυριῶν, πολλὰ γέλωτος ἄξια ποιῶν, τῇ ἀναλογίᾳ ταῦτα δοτέον, ὡς καὶ τὸ Εὐγένιος κύριον.] (v. 274) Τοῦ δὲ κιχήμεναι ἢ κίχημι ὁ ἐνεστὼς ἢ κιχαίνω, ἀφ' οὗ τὸ κιχάνω, ὡς οἰδαίνω οἰδάνω. Τὸ δὲ "οὐκ ἦν αἴσιμον" ὑποκεῖσθαι δηλοῖ αἴσῃ καὶ τὰ κατὰ τὴν ἄγραν.

(v. 2814) Ὅτι τὸν Θόαντα ἐπαινῶν ὁ ποιητής φησιν "Αἰτωλῶν ὄχ' ἄριστος, ἐπιστάμενος μὲν ἄκοντι, ἐσθλὸς δ' ἐν σταδίῃ, ἀγορῇ δέ ἑ παῦροι Ἀχαιῶν νίκων, ὁππότε κοῦροι ἐρίσειαν περὶ μύθων". καί εἰσι ταῦτα χρηστὰ εἰς ἐγκώμιον νέου συνετοῦ καὶ ἀνδρείου.

(v. 282) Ἔστι δὲ ἐπιστάμενος ὁ ἐπιστήμων, εἰ μὴ ἄρα λείπει τὸ πολεμίζειν ἤ τι τοιοῦτον, ἵνα εἴπῃ ὅτι ἐπιστάμενος ἄκοντι πολεμίζειν, ὥσπερ καὶ ἐν τῷ "σταδίῃ" λείπει τὸ ὑσμίνῃ ἢ μάχῃ. μάλιστα δὲ ῥητέον ὅτι κἀνταῦθα πιστοῦται ἡ τῶν ἀπαρεμφάτων ὁμοιότης πρὸς ὀνόματα. ταὐτὸν γὰρ νῦν τὸ ἐπιστάμενος ἄκοντι καὶ ἐπιστάμενος ἀκοντίσαι (v. 283) Τὸ δὲ ἐφεξῆς τοῦ "ἐσθλὸς ἐν σταδίῃ" ἐπίτηδες δι' ἐξαλλαγὴν περιπέφρασται σχήματος. εἶχε μὲν γὰρ εἰπεῖν γοργῶς, ὅτι ἀγορῇ δὲ ἄριστος, ὁ δὲ ἔφρασε πλατύτερον.

(v. 284) Τὸ δὲ κοῦροι τεχνικῶς καὶ νῦν πρὸς ὁμογενεῖς τε καὶ πρὸς ὁμήλικας δηλοῖ γενέσθαι τὴν σύγκρισιν. Τὸ δὲ "ἐρίσειαν περὶ μύθων" διέσταλται τῶν λοιπῶν πολυειδῶν ἐρίδων. αὐτὸ δὲ τὸ ἐρίσειαν ἔχει τι ἀκριβολογίας. ἐριζόντων γάρ τινων καὶ συντεινομένων εἰς ἔργον αἱ λαμπραὶ νῖκαι γίνονται.

(v. 28692) Ἰστέον δὲ ὅτι ἀγαθὰ δημηγορήσειν μέλλοντα τὸν Θόαντα συνιστᾷ φθάνων ἐν τοῖς ῥηθεῖσιν ὁ ποιητής. Φησὶ γὰρ εὐθύς, ὡς τοιαῦτα ὁ Θόας εἶπεν "ὢ πόποι, ἦ μέγα θαῦμα τόδ' ὀφθαλμοῖσιν ὁρῶμαι· οἷον δ' αὖτ' ἐξαῦτις ἀνέστη κῆρας ἀλύξας Ἕκτωρ· ἦ θήν μιν", ἤγουν ὄντως δή αὐτὸν, "μάλα ἔλπετο θυμὸς ἑκάστου χερσὶν ὑπ' Αἴαντος θανέειν Τελαμωνιάδαο. ἀλλὰ θεὸς ἐρρύσατο καὶ ἐσάωσεν Ἕκτορα, ὃς πολλῶν Δαναῶν ὑπὸ γούνατ' ἔλυσεν, ὡς καὶ νῦν ἔσεσθαι ὀΐομαι. οὐ γὰρ ἄτερ γε θεοῦ πρόμος ἵσταται ὧδε μενοινῶν" καὶ ἑξῆς.

(v. 286) Καὶ ὅρα τὸ "ὢ πόποι" οὐκ ἐπὶ θρήνῳ οὐδὲ νῦν ῥηθέν. Ὅλως γὰρ ἐπὶ καινοτέροις τισὶν ἐπιφωνεῖται, εἴτε θρῆνος τὰ τοιαῦτα εἴτε ἔκπληξις, ὡς ἐνταῦθα, ἢ ἕτερα πάθη ψυχῆς τοῦ λέγοντος. [732] Ἔχει γάρ τινας ἐπιφωνήσεις ὁ ποιητὴς ἀναλόγως τοῖς ὑποκειμένοις πράγμασιν, ἐν οἷς καὶ τὸ σχέτλιος, ἐπιλεγόμενον τοῖς ἐπί τι σφοδροῖς καὶ ἀκατασχέτοις, καὶ τὸ νήπιος, ὅπερ ἀναφώνησίς ἐστιν ὡς τὰ πολλὰ σημαντικὴ τῶν ἀστοχούντων τοῦ δέοντος. καὶ τοῦτο μὲν οὕτως.

(v. 2959) Ὁ δὲ Θόας καὶ συμβουλεύει τὴν "πληθὺν μὲν ποτὶ νῆας ἀπονέεσθαι, αὐτοὶ δέ", φησίν, "ὅσσοι ἄριστοι ἐνὶ στρατῷ εὐχόμεθ' εἶναι, στείοιμεν, εἴ κεν πρῶτον ἐρύξομεν ἀντιάσαντες, δούρατ' ἀνασχόμενοι· τὸν δ' οἴω καὶ μεμαῶτα θυμῷ δείσεσθαι Δαναῶν καταδῦναι ὅμιλον".

(v. 300) Καὶ Θόας μὲν οὕτως εἶπεν, "οἱ δ' Ἀχαιοὶ μάλα μὲν κλύον ἠδ' ἐπίθοντο". Ἦν δὲ ὁ Θόας Ἀνδραίμονος καὶ Γόργης υἱὸς τῆς Οἰνέως, ὅν, φασίν, ὁ Διομήδης ἀπέδειξεν Αἰτωλίας βασιλέα. Ἰστέον δὲ ὅτι τὸ "μάλα ἔλπετο θυμός" ἕως τοῦ "καὶ ἐσάωσε" παρῳδηθὲν προσαρμόσει ἀπεγνωσμένῳ ἀρρώστῳ, καθὰ καὶ τὸ "ὢ πόποι, ἦ μέγα θαῦμα" ἕως τοῦ "ἀλύξας".

(v. 292 s.) Τὸ δὲ "οὐ γὰρ ἄτερ θεοῦ πρόμος ἵσταται ὧδε μενοινῶν" οἰκεῖον πρὸς τὸν θεόθεν ἐν κινδύνῳ μεγάλῳ βοηθούμενον.

(v. 287) Ἰστέον δὲ ὅτι τὸ "ἀνέστη κῆρας ἀλύξας" ταὐτόν ἐστι τῷ ἀνεζωώθη καὶ, ὡς ἀλλαχοῦ φησιν, ἀμπνύνθη. Καὶ ἔχει κἀνταῦθα δύναμιν ἡ ἀνα πρόθεσις ὁποίαν καὶ ἐν τῷ ἀναφρονεῖν καὶ ἀναπνέειν καὶ ἀνακρίνειν καὶ τοῖς ὁμοίοις.

(v. 290) Τὸ δὲ "ἐρρύσατο καὶ ἐσάωσεν" οὐκ ἂν εἶεν ἀλλήλων διάφορα. οὐ τὸ ἐρύω δὲ καὶ νῦν θέμα ἐστὶ τοῦ ἐρρύσατο, ἀλλὰ τὸ ῥύω, καθὰ δηλοῖ ὁ τοῦ ρ ἐν τῇ ἀρχούσῃ διπλασιασμός.

(v. 291 s.) Τὸ δὲ "γούνατ' ἔλυσε" περίφρασίς ἐστι τοῦ ἐθανάτωσεν. ὅλον δὲ τὸ "πολλῶν Δαναῶν ὑπέλυσε γούνατα, ὡς καὶ νῦν ἔσσεσθαι ὀΐομαι", ἶσόν ἐστι τῷ "ἠδ' ἔτι λύσει", ὅπερ ἔφη ἐν τῷ "πολλάων πολίων κατέλυσε κάρηνα ἠδ' ἔτι λύσει". ἐκεῖθεν γὰρ τοῦτο παρεποιήθη.

(v. 292) Τὸ δὲ "ὀΐομαι" οἴω κατωτέρω δισυλλάβως φησί. [Διφορεῖται οὖν κἀνταῦθα. τοιοῦτον δὲ καὶ τὸ ἀνασχόμενοι, ἐν ἄλλοις γὰρ ἀνασχόντες εὕρηται. ὁμοίως καὶ τὸ δείσεσθαι. ἔστι γὰρ κοινότερον δείσειν.] (v. 296) Τὸ δὲ "εὐχόμεθα εἶναι ἄριστοι" αὔχημά ἐστιν ἡρωϊκὸν ἀνεμέσητον διὰ τὴν κατ' αὐτὸ ἀλήθειαν.

(v. 297) Τοῦ δὲ "στείομεν" πρωτότυπον τὸ στέομεν. χρῆσις δὲ τούτων πολλαχοῦ. [Τὸ δὲ "εἴ κεν ἐρύξομεν" ταὐτόν ἐστι τῷ εἴ πως, αὐτὸ δὲ ἀντὶ τοῦ ὅπως. λέγει οὖν ὅπως κωλύσωμεν.] Τὸ δὲ [733] "πρῶτον ἐρύξομεν ἀντιάσαντες" ἢ καθ' ὑπερβατὸν δηλοῖ τὸ πρῶτον ἀντιάσαντες, ἤγουν προμαχήσαντες ἐρύξομεν, ἢ καὶ ἄλλως κατ' εὐθύ· πρῶτον ἐρύξομεν τὸν Ἕκτορα ὡς πρόμαχον, ὑπαντιάσαντες αὐτῷ. διὸ εὐθὺς ἐρεῖ, ὡς ὑσμίνην ἤρτυνον οὐ μόνον Τρώεσσιν, ἀλλὰ καὶ Ἕκτορι ἐναντίον.

(v. 299) Τὸ δὲ "θυμῷ" δύναται καὶ πρὸς τὸ μεμαῶτα κολληθῆναι καὶ πρὸς τὸ δείσεσθαι. ἀσφαλῆ γὰρ καὶ ἄμφω.

(v. 300) Τὸ δὲ "ἐπίθοντο" διασαφητικόν ἐστι τοῦ ἔκλυον ἢ μᾶλλον διορθωτικόν.

(v. 301-305) Ὅτι παρῳδηθήσεταί ποτε εἰς ἔκταξιν στρατιωτικὴν τὸ "οἳ μὲν ἀμφ' Αἴαντε" καὶ τὸν δεῖνα καὶ δεῖνα "ὑσμίνην ἤρτυνον ἀριστῆας καλέσαντες Ἕκτορι καὶ Τρώεσσιν ἐναντίον. αὐτὰρ ὀπίσσω ἡ πληθὺς ποτὶ νῆας Ἀχαιῶν ἀπονέοντο. Τρῶες δὲ προὔτυψαν ἀολλέες. ἦρχε δ' ἂρ Ἕκτωρ βιβάς" ἢ βιβῶν, "πρόσθε δὲ κί' αὐτοῦ" ὁ δεῖνα, οἷον τὸ θεῖον. ὁ δὲ μῦθος λέγει, ὅτι πρόσθε τοῦ Ἕκτορος κίε Φοῖβος Ἀπόλλων εἱμένος ὤμοισι νεφέλην καὶ ἑξῆς.

(v. 302) Ἰστέον δὲ ὅτι ἐν τοῖς ῥηθεῖσι κειμένου τοῦ "Τεῦκρον Μηριόνην τε Μέγην τε" Ἀρίσταρχος μὲν βαρύνει τὸ Μέγην, ᾧ καὶ πείθεται ἡ παράδοσις. οἱ δὲ περὶ Πτολεμαῖον καὶ τὸν Ἀσκαλωνίτην περισπῶσιν ὡς Ἑρμῆν. φασὶ γὰρ ὡς τὰ εἰς ης βαρύτονα δισύλλαβα ἀπὸ βραχέος ἀρχόμενα περιττοσυλλάβως κλίνονται, λέβητος, Λάχητος. οὕτω γοῦν καὶ Μέγητος ἔδει κλίνεσθαι καὶ Μέγητα εἶναι τὴν αἰτιατικήν. ὅτε δὲ μὴ οὕτως ἡ κλίσις ἔχει, περισπασθήσεται τὰ τοιαῦτα ἰαμβικά, ὡς Θαλῆς Θαλῆν, Φαλῆς Φαλῆν. Ἕτεροι δὲ διφορεῖσθαί φασι Μέγης καὶ Μεγῆς, ὡς Θάλης καὶ Θαλῆς. καὶ οὗτοι μὲν οὕτως. οἱ δὲ περὶ Ἀρίσταρχόν φασιν, ὡς πολλὰ τοιαῦτα διχῶς κλιθέντα οὐ μετέβαλον τὸν τόνον. τὸ γοῦν Μύνης Ὅμηρος μὲν Μύνητος κλίνει, Σοφοκλῆς δὲ ἰσοσυλλάβως. ἔστι δὲ καὶ μύκης μύκητος καὶ μύκου, [ὁποῖος ἂν καὶ εἴη αὐτὸς εἴτε ὁ τοῦ λύχνου, ὃς καὶ μύξα λέγεται, εἴτε ὁ τῆς σπάθης, ἀφ' οὗ καὶ ἡ Μυκήνη, ὡς προεδηλώθη, ἐκλήθη κατά τινας, εἴτε ὁ ἐκ γῆς ὁ καὶ ἀμανίτης, οὗ τῆς μὲν ἰσοσυλλαβίας χρῆσις παρά τε ἄλλοις καὶ Ἀριστίᾳ εἰπόντι "μύκαισι δ' ὀρέχθει τὸ λάϊνον δάπεδον". ‑ τοῦ γὰρ μύκαισι μύκης μύκου ἡ κλίσις, ὡς Μύνης Μύνου. ‑ , τῆς δὲ περιττοσυλλάβου κλίσεως παρὰ τοῖς πλείοσιν, ὡς καὶ παρὰ τῷ ἱστοροῦντι, ὅτι μυκήτων [734] οὐκ ἔστιν οὐδὲ ἴχνος τῆς σπερματικῆς κορυνώσεως οὐδὲ σπερματώσεως, ὥσπερ οὐδὲ ἄλλων τινῶν. Ἔστι γὰρ κατὰ τὸν μύκητα καὶ τὸ ὕδνον τὸ καὶ γεράνειον κατά τινας, καὶ ἡ ἕλιξ καὶ ἡ πτέρις δέ, ἣν ἔνιοι βλάχνον καλοῦσιν, ὡς καὶ Ἀρριανὸς δηλοῖ ἐν Βιθυνικοῖς. Ἔτι χρῆσις μυκήτων καὶ παρὰ Νικάνδρῳ ἐν τῷ "καί τε μύκητας ἀμανίτας τότ' ἐφεύσαις", ἢ ἀφεύσαις, ἀντὶ τοῦ φώξαις, φλογίσαις, ὀπτήσαις. περὶ ὧν φησί τις καί, ὅτι φύονται οἱ μύκητες γηγενεῖς καί εἰσιν αὐτῶν ἐδώδιμοι ὀλίγοι. ὡς δὲ καὶ διγενής ἐστιν ὁ μύκης, παρασημειοῦνται καὶ αὐτὸ οἱ παλαιοί.] (v. 303) Τὸ δὲ "ὑσμίνην ἤρτυνον" ταὐτόν ἐστι τῷ ἀραρότως ἐμάχοντο.

(v. 305) Τὸ δὲ "ἡ πληθὺς ποτὶ νῆας ἀπονέοντο" Ἀττικῶς ῥηθὲν ὅμοιόν ἐστι τῷ "ὣς φάσαν ἡ πληθύς".

(v. 306) Τὸ δὲ "προὔτυψαν ἀολλέες" κεῖται καὶ ἐν ἄλλοις.

(v. 307) Τὸ δὲ "μακρὰ βιβάς" δείκνυσιν οὐκ ἀπᾴδουσαν οὐδὲ ἐπὶ Ἕκτορι τὴν τοῦ στατοῦ ἵππου παραβολήν.

(v. 307 s.) Τὸ δὲ ἐνδεδύσθαι ὤμοις νεφέλην τὸν Ἀπόλλωνα προϊόντα τοῦ Ἕκτορος, ὡς διὰ τοῦτο μὴ ὁρᾶσθαι, ἀστείως ἔχει, ὡς καὶ τοῦ ἡλίου τοῦτό ποτε πάσχοντος, εἰς ὃν ὁ Ἀπόλλων μεταλαμβάνεται. Σημείωσαι δὲ ὅτι δοκεῖ ἡ νεφέλη αὕτη τοῦ Ἀπόλλωνος τὴν φυσικῶς ἀλληγορουμένην αἰγίδα ὑπαινίττεσθαι, ἣν βουλῇ Διὸς πρὸ βραχέων ὁ Ἀπόλλων ἔλαβε.

(v. 308-310) Διὸ ἐπάγει εὐθὺς ἐνταῦθα τὸ "ἔχε δ' αἰγίδα θοῦριν", ἣν ἀσπίδα τινὲς γράφουσι "δεινήν, ἀμφιδάσειαν, ἀριπρεπέα, ἣν ἄρα χαλκεὺς Ἥφαιστος", ὡς ἐξ ὕλης οὖσαν τιμίας, "Διῒ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν". εἰς ἐκφόβησιν ἄρα ἡ τοιαύτη ἀσπίς, ταὐτὸν δ' εἰπεῖν αἰγίς, φορεῖται καὶ εἰς ἔκπληξιν. ὅτι δὲ ἀδιάφορον τὴν κατά τινας ἀσπίδα ταύτην καὶ αἰγίδα εἰπεῖν, δηλοῖ Ὅμηρος καὶ ὑποκαταβὰς ἐν τῷ αἰγίδα χερσὶν εἶχεν Ἀπόλλων. Στοχάζονται δέ τινες, ὧν ἐστι καὶ Σιδώνιος, δύο αἰγίδας εἶναι, τὴν μὲν Διός, τὴν δὲ Ἀθηνᾶς, καὶ οὐ χρᾶσθαι τὴν Ἀθηνᾶν τῇ τοῦ Διός. καὶ εἰς κατασκευὴν τούτου ἄλλα τέ τινα λέγουσι, καὶ ὅτι οὐκ ἂν τὰ ἄλλα ὅπλα ἴδια ἔχουσα τὴν ὡς ἀσπίδα αἰγίδα οὐκ εἶχε, καὶ ὅτι ὁ Ἄρης μεμψάμενός που δι' αὐτὴν τῷ Διῒ εἶπεν ἄν, ὡς καὶ τοῖς σοῖς ὅπλοις ὁπλίζεις αὐτὴν καθ' ἡμῶν, οὐκ ἔσχε δὲ τοιοῦτόν τι εἰπεῖν. δεινὴ δὲ ἡ τοιαύτη αἰγὶς [735] διὰ τὸ φύσει ἐκφοβεῖν τοὺς κάτω.

(v. 309) Ἀμφιδάσεια δὲ μυθικῶς μὲν ὡς ἀμφοτέρωθεν ἢ πάντοθεν δασεῖα, οἷά τις σαγοειδής, ὡς καὶ ἀλλαχοῦ δηλοῦται. διὸ καὶ θυσανόεσσα ἡ αὐτή. ἀλληγορικῶς δέ, διὰ τὴν ἐν τοῖς ἄνω τόποις πυκνότητα τῆς τῶν κατὰ Δία, ἤτοι τῶν ἀερίων αἰγίδων, συστάσεως, ὅτε ποτὲ γίνοιντο. Ὁ δὲ τόνος, ὡς τὸ ἱπποδάσεια, χαλκοβάρεια. προπαροξύνεται γάρ, φασίν, ὡς παρασύνθετον. Ἥφαιστος δὲ αὐτὴν τεύχει κατὰ μὲν τὸν μῦθον ὡς χρυσῆν καὶ διὰ πυρὸς ἀρτυνομένην πρὸς ὁμοίωσιν δορᾶς μαλλωτῆς, ἀλληγορικῶς δέ, διὰ τὴν ἀνάγουσαν τὰς ἀναθυμιάσεις θερμότητα, ἐξ ὧν τὰ τοιαῦτα πάθη συνίσταται, ὡς καὶ προδεδήλωται. διὸ καὶ θοῦρις ἡ αὐτὴ διὰ τὴν τῶν τοιούτων κίνησιν. Ὅτι δὲ νεφελοειδές τι καὶ καταιγιδῶδες ἡ τοῦ Διὸς αἰγίς, καὶ ἀλλαχοῦ μὲν φαίνεται, καὶ ὁ ποιητὴς δὲ νῦν, ὡς ἀνωτέρω ἐρρέθη, αὐτὸ ὑπενέφηνεν.

(v. 312) Ὅτι σφοδρᾶς μάχης δηλωτικὸν τὸ "οἳ δ' ὑπέμειναν ἀολλέες, ὦρτο δ' ἀϋτὴ ὀξεῖ' ἀμφοτέρωθεν, ἀπὸ νευρῇφι δ' ὀϊστοὶ θρῷσκον. πολλὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν ἄλλα μὲν ἐν χροῒ πήγνυτ' ἀρηϊθόων αἰζηῶν, πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα λευκὸν ἐπαυρεῖν ἐν γαίῃ ἵσταντο, λιλαιόμενα χροὸς ἆσαι", τουτέστιν, ὡς καὶ ἐν ἄλλοις ἐδηλώθη, ἐπιθυμοῦντα σώματος κορεσθῆναι. ὡς ἐπὶ ἐμψύχων δὲ καὶ νῦν τῶν βελῶν συνήθως κἀνταῦθα ὁ ποιητὴς ἔφη ὥσπερ τὸ θρῷσκον ὀϊστοί, οὕτω καὶ τὸ χρόα ἐπαυρεῖν καὶ τὸ ἐπιθυμεῖν κορεσθῆναι χροός. καὶ ἔστιν ἰσοδύναμα τὸ ἐπαυρεῖν χρόα καὶ τὸ ἆσαι χροός.

(v. 316) Τὸ δὲ "μεσσηγὺ ἐν γαίῃ δοῦρα ἵστασθαι" τὸ ἐμπήγνυσθαι αὐτὰ γῇ δηλοῖ, πρὶν ἢ ψαῦσαι σώματος, ἢ διὰ τὸ μὴ εὐστοχεῖσθαι, οἷα εἰκός, ἢ διὰ τὸ πόρρωθεν ἀφιέμενα μὴ ἐξικνεῖσθαι. Οἱ δὲ παλαιοὶ Σχολιασταὶ τὰ μεσσηγὺ ἐν γαίῃ ἱστάμενα δοῦρα μεσοπαγῆ καλοῦσιν, ἤγουν εἰς ἥμισυ καὶ μέχρι μέσου ἐμπεπηγότα τῇ γῇ διὰ τὸ σφοδρὸν τῆς βολῆς, ὁποῖον μεσοπαγές που ἐν τοῖς ἑξῆς τὸ τοῦ Ἀχιλλέως δόρυ φανεῖται κατὰ τὰς ὄχθας τοῦ Ξάνθου.

(v. 312 s.) Ἡ δὲ ὀξεῖα ἀϋτὴ διέσταλται τῆς βαρείας, ἣ μὴ κατ' ἐπίτασιν τέμνει τὸν ἀέρα. Τὸ δὲ "ὑπέμειναν ἀολλέες" ταὐτόν ἐστι τῷ στερρῶς καὶ μονίμως ἀντέστησαν.

(v. 318-322) Ὅτι "ὄφρα μὲν αἰγίδα χερσὶν εἶχεν ἀτρέμα Φοῖβος Ἀπόλλων, τόφρα μάλ' ἀμφοτέρων βέλεα ἥπτετο" κατὰ ἰσότητα μάχης τὴν πρὸ τούτων ἐν ἄλλοις φανεῖσαν, "πῖπτε δὲ λαός. αὐτὰρ ἐπεὶ κατενῶπα ἰδὼν Δαναῶν ταχυπώλων σεῖσεν, ἐπὶ δ' αὐτὸς ἄϋσε μάλα μέγα, τοῖσι δὲ θυμὸν ἐν στήθεσι ἔθελξε", τουτέστιν ἐξέστησε, μετεποίησεν ἐκ τοῦ εὖ ἐνεργεῖν, ὃ καὶ ἑρμηνεύων φησὶ [736] "λάθοντο δὲ θούριδος ἀλκῆς". ἐπὶ κακῷ ἄρα καὶ ὧδε τὸ θέλγειν. [Καὶ ἔστι πως οἷον δύναμίς τις καὶ ἡ αἰγὶς κατὰ φιλόσοφον θεωρίαν, οἷα τῶν ἐναντίων ἐργαστικὴ κατὰ τὴν ῥητορικὴν καὶ τὴν διαλεκτικὴν καὶ τὴν στρατηγικὴν καὶ ὅμοια.] Καὶ ὅρα καὶ νῦν ὅτι σείσας ὁ Ἀπόλλων, οὐ μὴν βαλὼν ἢ τρώσας τῇ αἰγίδι, ἔβλαψε τοὺς Ἀχαιούς. Καὶ ἔοικεν ὁ τοιοῦτος σεισμὸς πτυρμόν τινα ποιεῖν, ὁποῖα τὰ πανικὰ ἱστορεῖται δείματα, ἢ καὶ φοβεράν τινα κίνησιν ἀέρος καί τινα ἐντεῦθεν βοήν. τοῦτο γὰρ δηλοῖ τὸ "ἄϋσε μάλα μέγα".

(v. 318) Τὸ δὲ "ἀτρέμα" ἰδοὺ ἐνταῦθα δίχα τοῦ σ κεῖται διὰ μέτρον.

(v. 320) Τὸ δὲ "κατενῶπα" Ἀλεξίων καὶ οἱ πλείους προπαροξύνουσιν, οἷς καὶ δεῖν πείθεσθαί φησιν Ἀπίων καὶ Ἡρόδωρος, ἡ δὲ συγκοπὴ τούτου ἀπὸ τοῦ ἐνώπια, ὡς μηρία μῆρα, σιτία σῖτα. εἰ δὲ ταῦτα προπερισπῶνται διὰ τὴν ἁπλόην, ἀλλ' ἐκεῖνο προπαροξύνει ἡ σύνθεσις, ἀναδιδομένου τοῦ τόνου ὡς ἐν τῷ κατενώπια, οὕτω καὶ ἐν τῷ κατένωπα. Ἀρίσταρχος δὲ ἐνῶπά φησιν ὡς "κατὰ δῶμα", καὶ ἔστι βοηθῆσαι καὶ αὐτῷ κατὰ τοὺς παλαιοὺς οὕτως. ἔστιν ἐνωπὴ ἡ πρόσοψις, ὡς τὸ "κακὸν ῥέζουσαν ἐνωπῇ", οὗ αἰτιατικὴ ἐνωπήν, καὶ ὥσπερ ἰωκήν ἰῶκα, οὕτω μεταπλασμῷ ἐνωπήν ἐνῶπα.

(v. 318 et 320) Τὸ δὲ "Ἀπόλλων" καὶ "ταχυπώλων" ἔχει τι κάλλος καὶ διὰ τὴν ἐν τῷ τέλει τῶν στίχων παρίσωσιν.

(v. 323-326) Ὅτι τὸν ἐκ τοῦ Ἀπόλλωνος καὶ τοῦ Ἕκτορος ἐν τοῖς Ἀχαιοῖς φόβον παραβολικῶς εἰκονίζων φησίν, ὅτι "ὥς τε ἢ βοῶν ἀγέλην ἢ πῶϋ μέγ' οἰῶν θῆρε δύω κλονέουσι μελαίνης νυκτὸς ἀμολγῷ ἐλθόντ' ἐξαπίνης σημάντορος οὐ παρεόντος", ἤγουν τοῦ σημαίνοντος, ὅ ἐστιν ἐπιστατοῦντος τοῖς θρέμμασιν, "ὣς ἐφόβηθεν Ἀχαιοὶ ἀνάλκιδες".

(v. 324) Λέγει δὲ καὶ ἐνταῦθα νυκτὸς ἀμολγόν, ὅτε οὐ μογοῦμεν πλεονασμῷ τοῦ λ ἢ καθ' ὃν οὐ μολοῦμεν, ἐπενθέσει τοῦ γ, ἢ τὸν τοῦ ἀμέλγειν καιρόν. διττὸς δὲ αὐτός, ἢ ἑῷος ἢ ἑσπέριος. Καὶ ἄλλως δέ, ἀμολγὸς νυκτὸς τὸ πυκνόν. καὶ ἔστι λαβὴ σημασίας τοιαύτης καὶ παρ' Ἡσιόδῳ ἐν τῷ "μάζα τ' ἀμολγαίη", [ὅπερ ἐστὶ ποιμενικὴ καὶ ἀκμαία κατὰ τὸν Ἀθήναιον, ὃς εἰς μάζας ἀναγράφει καὶ τὴν μελιτοῦτταν καὶ τὴν οἰνοῦτταν, ἔτι δὲ καὶ τὸ κρίνον, οὗπερ ὁμωνυμίαν πλατεῖαν δηλῶν λέγει, ὅτι καὶ σχῆμά τι χορικῆς ὀρχήσεως ἐλέγετο κρίνον. Περὶ δὲ τοῦ δισυλλάβου μολγοῦ [737] ζήτει εἰς τὸν Κωμικόν.] Ἀχαιοὶ δὲ κατὰ τοὺς Γλωσσογράφους ἀμολγὸν τὴν ἀκμήν φασιν, ὡς εἶναι νυκτὸς ἀμολγόν τὴν ἀκμήν, ἤτοι τὸ μέσον, κατὰ τὸ "θέρους ἦν ἀκμή". ὁ μέντοι παρὰ Θεοκρίτῳ ἀμολγεὺς ποιμενικὸν ἀγγεῖόν ἐστιν, ἐν ᾧ ἀμέλγουσιν. Ὅτι καὶ ἐνταῦθα πτῶσίς τε πυκνὴ οὐκέτι Τρώων ἀλλ' Ἀχαιῶν καὶ σχήματα φράσεως διάφορα καὶ ῥήματα ποικίλα· ἔπεφνεν ὁ δεῖνα τὸν δεῖνα, ἐξενάριξε, βάλεν, ἕλεν, ὃ καὶ πλεονάζει τρὶς λεχθέν. κεῖνται δ' ἐν τούτοις καὶ τρία κύρια τριβράχεα παροξύτονα, Στιχίος, Κλονίος, Ἐχίος, ὁ καὶ πρώτῃ ἐν ὑσμίνῃ πεσών, ἤγουν ἐν προμάχοις, κατὰ τὸν βληθέντα κατωτέρω ἐν προμάχοισι. Τῶν δὲ πιπτόντων οἱ μὲν πρὸς μόνην κλῆσιν μνημονεύονται, οἱ δὲ καὶ μετά τινος ἐπισημασίας, καὶ ταύτης ἢ ἑνὶ στίχῳ περικεκλεισμένης ἢ πλείοσιν.

(v. 329-331) Ἑνὶ μὲν ἐπὶ τῶν πεσόντων ὑπὸ τῷ Ἕκτορι, Στιχίου δηλαδή, ὃς Βοιωτῶν ἡγήτωρ ἦν χαλκοχιτώνων, καὶ Ἀρκεσιλάου, ὃς Μενεσθῆος μεγαθύμου πιστὸς ἦν ἑταῖρος, πλείοισι δὲ ἐφ' ὧν ὁ Αἰνείας ἀνεῖλεν, ἤγουν ἐπὶ Μέδοντος καὶ Ἰάσου.

(v. 332-338) Ὧν Μέδων μὲν "νόθος υἱὸς Ὀϊλῆος θείοιο ἔσκεν, Αἴαντος ἀδελφεός, αὐτὰρ ἔναιεν ἐν Φυλάκῃ", τῇ Θετταλικῇ, "γαίης ἀπὸ πατρίδος ἄνδρα κατακτὰς γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχ' Ὀϊλεύς· Ἴασος αὖτ' ἀρχὸς μὲν Ἀθηναίων ἐτέτυκτο, υἱὸς δὲ Σφήλοιο καλέσκετο Βουκολίδαο".

(v. 335) Ἐν τούτοις δὲ τὸ μὲν "ἄνδρα κατακτάς" οὐκ ἂν ἀνδροφόνον λέγοι τὸν Μέδοντα. ἐκεῖνο μὲν γὰρ λῃστοῦ κλῆσις. τὸ δὲ ἄνδρα κατακτεῖναι τὸν ἄλλως φονέα δηλοῖ.

(v. 336) Ἡ δὲ Ἐριῶπις εἰς ταὐτὸν μὲν ἥκει τῷ βοῶπις, ἐστὶ δ' ἐνταῦθα κύριον ὄνομα. Τὸ δὲ "ἣν εἶχεν Ὀϊλεύς" οὐ πάντῃ ἐκ περισσοῦ κεῖται, ἀλλὰ πρὸς δήλωσιν ἐναργῆ τοῦ τίνος ἦν μητρυιὰ ἡ Ἐριῶπις, ὅτι δηλαδὴ τοῦ Ὀϊλείδου Μέδοντος.

(v. 337) Τὸ δὲ "ἐτέτυκτο" τευκτόν, ἤτοι χειροτονητὸν καί, ὡς εἰπεῖν, ποιητὸν Ἀθηναίων βασιλέα βούλεται φάναι τὸν Ἴασον.

(v. 338) Ὅτι δὲ ὥσπερ Ποιμὴν κύριον ὄνομα, οὕτω καὶ Βουκόλος ἐκ προσηγορικοῦ, δηλοῖ ὁ Βουκολίδης Σφῆλος. Ἔτι τῶν, ὡς εἴρηται, πιπτόντων οἱ μὲν ὁμοιοπτώτως φράζονται, οἷον Ἕκτωρ μὲν τὸν δεῖνα καὶ δεῖνα ἔπεφνε, τὸν μὲν Βοιωτῶν ἡγήτορα, τὸν δὲ Μενεσθῆος ἑταῖρον, οἱ δὲ ἀνομοιοπτώτως προφέρονται, οἷον Αἰνείας δὲ τὸν δεῖνα καὶ δεῖνα ἐξενάριξεν, ἤτοι ὁ μὲν νόθος υἱὸς Ὀϊλῆος καὶ ἑξῆς, ὁ δὲ ἀρχὸς Ἀθηναίων, υἱὸς δὲ Σφήλου.

(v. 341 s.) Πίπτει δέ τις ἐνταῦθα καὶ ὑπὸ τῷ Πάριδι, Δηΐοχος, βληθεὶς "νείατον ὦμον [738] ὄπισθεν, φεύγων ἐν προμάχοισι". Καί φασι μόνον τοῦτον Ἑλλήνων ὄπισθε βεβλῆσθαι. καὶ ἴσως ἐνταῦθα τοῦτο, ἄλλως γὰρ καὶ Ἠϊονεύς που ὑφ' Ἕκτορος οὕτως ἀναιρεῖται.

(v. 328) Ὅρα δ' ἐν τούτοις καὶ ὅτι φθάσας εἰπεῖν Ὅμηρος ἀορίστως τὸ "ἔνθα δ' ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης", ὅπερ ἐπὶ τροπῆς πολέμου λέγοιτ' ἄν, ἐπήγαγεν εὐθὺς καὶ τὰ ὡρισμένα, ἤγουν ὁ δεῖνα τὸν δεῖνα καὶ ὁ δεῖνα τὸν δεῖνα.

(v. 328) Ἔστι δὲ κεδασθῆναι τὸ διαλυθῆναι, φυσικῶς μὲν ἐκ τοῦ κ ἔχον τὴν ἀρχήν. ἐκ τοῦ κεάζω γάρ, τὸ κλῶ, γίνεται, ἀφ' οὗ καὶ ἡ κέδρος καὶ τὸ ἐν Ὀδυσσείᾳ ξύλα κεάσαι, κατὰ χρείαν δέ ποτε μέτρου καὶ μετὰ τοῦ σ προφερόμενον. κεκοίνωται γοῦν μάλιστα τὸ σκεδάζειν.

(v. 332) Ἰστέον δὲ καὶ ὅτι ἐν τοῖς ὑπὸ τῷ Αἰνείᾳ, ὡς ἐρρέθη, πεσοῦσι δυσὶ πρῶτον ἱστόρησεν ὁ ποιητὴς τὰ περὶ τοῦ πρώτου, ἤγουν τοῦ Μέδοντος, εἶτα εἶπε τὰ κατὰ τὸν δεύτερον Ἴασον, πρὸς τὸ πρῶτον κατὰ φύσιν ἀπαντήσας, ὁποῖά τινα καὶ ἐν τῇ ἀρχῇ τῆς ῥαψῳδίας ταύτης ἐσημειώθη.

(v. 331-338) Ὅτι δὲ τὸ Ὀϊλεύς δίχα τοῦ ἐν ἀρχῇ ο προφέρουσί τινες, ἤδη δεδήλωται. Φασὶ δὲ οἱ παλαιοί, ὅτι Στησίχορος καὶ Ἡσίοδος τὴν τοιαύτην οἴδασι προφοράν, οἷς ἀκολουθῶν καὶ Ζηνόδοτος βιάζεται πανταχοῦ τὴν Ὁμηρικὴν γραφήν. διὸ καὶ ἐν τῷ "οὐδ' ἂρ Οἰληιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο" καὶ τοῖς τοιούτοις κακουργεῖ μεταγράφων, καὶ δίχα τοῦ ο ἐκφέρει τὰ κατὰ τὸν Ὀϊλέα.

(v. 338) Ὁ δὲ Σφῆλος βαρύνεται κανόνι τοιούτῳ. Τὰ εἰς λος δισύλλαβα κύρια τῷ η παραληγόμενα βαρύνονται· Τῆλος, Μῆλος, Βῆλος, Σφῆλος, ἐπιθετικὰ δὲ ποτὲ μὲν ὀξύνονται, οἷον πηλός, χηλός, κηλός, βηλὸς οἴκου, ποτὲ δὲ καὶ βαρύνονται· δῆλος, ζῆλος, ἐν οἷς καὶ ἧλος.

(v. 339) Κεῖται δ' ἐν τοῖς εἰρημένοις καὶ αἰτιατικὴ τοῦ Μηκιστεύς Μηκιστῆος ἀποκεκομμένη. φησὶ γὰρ "Μηκιστῆ δ' ἕλε Πουλυδάμας", καὶ ἔστιν ὅμοιον τῷ "ἀγγελίην ἔπι Τυδῆ στεῖλαν Ἀχαιοί".

(v. 344 s.) Ὅτι τὴν Ἑλληνικὴν ἧτταν οὕτω γοργῶς φράζει "τάφρῳ καὶ σκολόπεσσιν ἐνιπλήξαντες ὀρυκτῇ ἔνθα καὶ ἔνθα φέβοντο, δύοντο δὲ τεῖχος ἀνάγκῃ". κυρίως δ' ἐπὶ ὀρνέων τὸ ἐμπλῆξαι, ὅτε δικτύοις ἢ παγίσιν ἐγκρούσουσιν.

(v. 347) Ὅτι ὅπερ ἀλλαχοῦ Νέστωρ εἶπεν "ἄνδρας κτείνωμεν, ἔπειτα δὲ καὶ ταῦτα ἕκηλοι νεκροὺς ἂν πεδίον συλήσετε" συντομώτατα ἐνταῦθα Ἕκτωρ λέγει, κελεύων "νηυσὶν ἐπισσεύεσθαι, ἐᾶν δ' ἔναρα βροτόεντα".

(v. 348-351) Οἷς ἐπιπλέκων ἀπειλὴν στρατηγικῶς, καθά που καὶ πρὸ τούτου ἄλλοι τοῖς λειποτακτοῦσιν ἠπείλησαν, ἐπάγει "ὃν δ' ἂν ἐγὼν ἀπάνευθε νεῶν ἑτέρωθι [739] νοήσω, αὐτοῦ οἱ θάνατον μητίσομαι", οὐκ ἐνδοὺς δηλαδὴ οὐδὲ βραχύ τι ἐπιζῆσαι, "οὐδέ νυ τόν γε γνωτοί τε γνωταί τε πυρὸς λελάχωσι θανόντα, ἀλλὰ κύνες ἐρύουσι πρὸ ἄστεος ἡμετέροιο".

(v. 350) Καὶ ἔστι τὸ "πυρὸς λελάχωσιν", ἀντὶ τοῦ λάχος δώσουσιν, ὡς ἓν δὲ ἀνθ' ἑνὸς εἰπεῖν, καταξιώσουσι πυρός. Σημείωσαι δέ, ὅτι τὸ μὲν αὐτόν τινα λαχεῖν αἰτιατικῇ συντάσσεται· ἔλαχεν οὐρανόν, ἔλαχε ζόφον, τὸ δὲ ἄλλῳ δοῦναι λάχος γενικῇ, ὁποῖον καὶ τὸ "πυρὸς λελαχεῖν".

(v. 348) Ἐν δὲ τῷ "ἀπάνευθε" ἀναγκαίως θετέον ὑποδιαστολήν, ἵνα δηλοῖ "ἀπάνευθε τῶν νεῶν", καὶ μὴ συνεμπίπτῃ τῷ "ἀπάνευθεν ἐών", ἤγουν ὑπάρχων, ὃ ἀλλαχοῦ κεῖται.

(v. 350) Τὸ δὲ "γνωτοὶ καὶ γνωταί" οὐκ ἐξ ἀνάγκης ἔλλειψιν ἔχουσι τοῦ σ ἐκ τοῦ γνωστοί καὶ γνωσταί, ἀλλὰ δύνανται εἶναι καὶ ἀπὸ γ΄ συζυγίας τῶν περισπωμένων, ὁμοίως τῷ ἑεδνωταί καὶ τοῖς τοιούτοις. ἴσως δὲ καὶ ὥσπερ ἀπὸ τοῦ γεννῶ γεννήσω συγκέκοπται ὁ κασίγνητος, οὕτως ἐκεῖθεν καὶ ὁ γνητὸς καὶ ἡ γνητή, ἐξ ὧν τροπῇ τοῦ η εἰς ω οἱ γνωτοὶ καὶ αἱ γνωταί.

(v. 351) Τὸ δὲ "πρὸ ἄστεος ἡμετέροιο", [ἐξ οὗ σύνθετον τὸ παρὰ τοῖς ὕστερον προάστειον,] ἐντρέπει τὸν λειποτάκτην, εἰ μὴ ἐν τῷ ναυστάθμῳ παρὰ τοῖς ἀγνοοῦσι πεσεῖται, ἀλλ' ἐπὶ τῆς πατρίδος κυνῶν μέλπηθρα γένηται. Πάλαι δὲ τοῖς λειποτάκταις ἐπιτίμια ταῦτ' ἔκειτο, καὶ δικαίως, οἳ τὴν τάξιν λείψαντες οὐ μόνον ἑαυτοὺς προὔδωκαν εὐκατεργάστους τοῖς πολεμίοις, ἀλλὰ καὶ τὸ λοιπὸν τό γε εἰς αὐτοὺς ἧκον ἔβλαψαν στράτευμα. Ὅρα δὲ ὡς ἐν ἄλλοις μὲν ὁ ποιητὴς τὴν κατὰ τῶν λειποτακτούντων ἀπειλὴν συντομώτατα ἔφρασεν, εἰπὼν "ὄφρα πρόσθ' ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ", ἑτέρωθι δὲ σαφέστερον ἐν τῷ "οὔ οἱ ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδ' οἰωνούς", ἐνταῦθα δὲ πλατύτερον ἔγραψεν οἷα πολυειδῶς παραφράζειν εἰδώς.

(v. 343 s.) Ἰστέον δὲ καὶ ὅτι οὐ πάνυ ἀγχίνους νῦν ὁ Ἕκτωρ ἐν τῇ κατ' αὐτὸν παραινέσει φαίνεται. οὐ γὰρ ἁπλῶς ἐλάλησε πρὶν ἢ φορτικόν τι κατιδεῖν, ἀλλ' ἐπεὶ ἐν ὅσῳ οἱ, ὡς εἴρηται, πεσόντες Ἀχαιοὶ ἐσκυλεύοντο, τόφρα δ' Ἀχαιοὶ τάφρῳ καὶ σκολόπεσιν ἐμπλήξαντες ἔσω τείχους ἐγένοντο, τηνικαῦτα ἐπεμηθεύσατο.

(v. 352) Ὅτι τὸ "μάστιγι κατωμαδὸν ἤλασεν ἵππους" ἀντὶ τοῦ ἀνατείνας ἕως ὤμων τὴν μάστιγα, ὤμων δὲ ἢ τῶν ἑαυτοῦ ἢ τῶν ἵππων.

(v. 352-355) Ὅτι πολεμικὴν εὔτακτον ὁρμὴν φράζει τὸ "ἤλασεν ἵππους κεκλόμενος", ἤγουν ἐγκελευόμενος τοῖς δεῖνα, "ἐπὶ στίχας, οἳ δὲ σὺν αὐτῷ πάντες ὁμοκλήσαντες ἔχον", ἤγουν ἤλαυνον, "ἐρυσάρματας ἵππους ἠχῇ θεσπεσίῃ". Εὐθεῖα δὲ πληθυντικὴ τοῦ ἐρυσάρματας οἱ ἐρυσάρματες, ὅπερ ὅτι μεταπέπλασται ἀπὸ τοῦ ἐρυσάρματοι, δηλοῦται ἀλλαχοῦ.

(v. 355-361) Ὅτι Ἀπόλλων αἰγίδα [740] ἔχων ἐρίτιμον, ἣν ἀριπρεπέα φθάσας εἶπεν Ὅμηρος ὡς καὶ χρυσῆν καὶ βασιλικήν, "ῥεῖα ὄχθας καπέτοιο βαθείης ποσσὶν ἐρειπὼν ἐς μέσον κατέβαλε, γεφύρωσεν δὲ κέλευθον μακρὰν ἠδ' εὐρεῖαν, ὅσον τ' ἐπὶ δουρὸς ἐρωὴ γίνεται", οὐκ ἐν πολέμῳ ἀλλ' ἐν γυμνασίου ἀδείᾳ, "ὁππότ' ἀνήρ", φησί, "σθένεος πειρώμενος ἥσει", τουτέστι πέμψει ‑ ὅθεν καὶ ἥμων ὁ ἀκοντιστής, καὶ ἤματα τὰ ἀκοντίσματα. ‑ "τῇ ῥ' οἵ γε", τουτέστιν ἐνταῦθα διὰ τοῦ τοιούτου γεφυρώματος, οἱ Τρῶες "προχέοντο φαλαγγηδόν", ἔφιπποι πάντως, ὡς μετ' ὀλίγα φανήσεται, "πρὸ δ' Ἀπόλλων", ἤγουν πρὸ δὲ τῶν ἄλλων Ἀπόλλων ἐκέχυτο δηλαδή, "αἰγίδ' ἔχων", ὡς ἐρρέθη, "ἐρίτιμον", ἔρειπε δὲ τεῖχος οὐχ' ἁπλῶς δίχα πόνου, ἀλλὰ καὶ λίαν ἀπονητί.

(v. 361 s.) Φησὶ γὰρ "ἔρειπε δὲ τεῖχος Ἀχαιῶν ῥεῖα μάλα". ὃ παραβολικῶς ἐφερμηνεύων ἐπάγει "ὡς ὅτε τις ψάμαθον πάϊς ἄγχι θαλάσσης", ἔνθα δηλαδή ἐστι ψάμμου δαψίλεια.

(v. 363 s.) Εἶτα ἐπεξεργαζόμενος τὴν σύντομον ταύτην παραβολὴν ἐπάγει διὰ τὸ σαφέστερον "ὅς τε", τουτέστιν ὁ παῖς, "ἐπεὶ οὖν ποιήσει ἀθύρματα νηπιέῃσιν, ἂψ αὖτις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων".

(v. 365 s.) Εἶτα ἐν τῇ ἀποδόσει τῆς παραβολῆς ἀποστροφῆς σχήματι χρησάμενος περιπαθῶς ἢ καὶ ἄλλως ἐν θαύματι διὰ τὸ μέγεθος τοῦ πράγματός φησιν "ὥς ῥα σύ, ἤϊε Φοῖβε, πολὺν κάματον καὶ ὀϊζὺν σύγχεας Ἀργείων, αὐτοῖσι δὲ φῦζαν ἐνῶρσας". Καὶ ὅρα καιρίαν λέξιν τὸ συνέχεας διὸ καὶ ἐπιμείνας δὶς ἐνταῦθα εἶπεν αὐτὴν ὡς καὶ τὴν τοῦ ἀθύρειν κίνησιν. Καὶ σημείωσαι τὴν παραβολὴν ταύτην τῆς ἄμμου ἀμίμητον οὖσαν. οὐκ ἂν γὰρ εὑρήσει τις καιριωτέραν εἰς ἔμφασιν τῆς ἐν ἀκαρεὶ γενομένης καταρρίψεως τοῦ τείχους καὶ συγχύσεως. Εἰ δέ τις ἐρεῖ ἐξεῖναι καὶ ἀπὸ χοὸς ποιῆσαι παραβολὴν ὁμοίαν, ἀκούσοι ἂν ὁ τοιοῦτος, ὅτι τε οὐκ αὐτὸς εἰς τὸ πᾶν οὕτως ἠπόρησεν, ἀλλ' ἐξ Ὁμήρου τὴν ἀρχὴν τοῦ οὕτως ἀπορῆσαι εἴληφε διὰ τὸ συγχέειν, ἐξ οὗ ὁ χοῦς παράγεται ‑ ἀπὸ γὰρ τοῦ χέω χόος καὶ χοῦς ‑ , καὶ ὅτι δὲ κρείττων πάλιν ἡ τῆς ἄμμου παραβολὴ τά τε ἄλλα καὶ ὡς ἐκ τῶν παρὰ πόδας ληφθεῖσα. καὶ γὰρ τὸ χαλασθὲν τεῖχος ὡς παραιγίαλον ἐγγὺς ψάμμου ἐστί. διὸ αὐτόθεν ἐκ τῶν ὑποκειμένων εἴληπται ἡ παραβολή. Σημείωσαι δὲ καὶ ὅπως καθ' Ὅμηρον οἶδε καταρρίπτειν καὶ συγχέειν τεῖχος ὁ μυθικὸς Ἀπόλλων ἐν βραχυτάτῃ χρόνου ῥιπῇ, ὥστε Ἀπόλλων καὶ Ποσειδῶν οἱ ἐννῆμαρ τὸ Ἑλληνικὸν ὕστερον ἀφανίσοντες τεῖχος οἱ ἀλληγορούμενοί εἰσιν, ὡς ἐρρέθη, οὐ μὴν οἱ τοῦ μύθου. αὐτοὶ γὰρ ὑπόκεινται μεγάλα δύνασθαι.

(v. 356) Ὄχθας δὲ οὐ μόνον ποταμοὶ ἔχουσιν, ἀλλ' ἰδοὺ καὶ τάφρος. αἱ δέ [741] εἰσι χείλη καὶ ἀνασκαφαὶ κοίλης τάφρου. διὸ οὐδὲ τάφρον ἐνταῦθα εἶπεν, ἀλλὰ κάπετον, ἵνα ἐμφήνῃ τὰς ἐκ τοῦ σκάπτειν ὄχθας ταύτας. Ἀπὸ τοῦ σκάπτειν γὰρ ἡ κάπετος, γλώσσης Ἀργείων οὖσα κατὰ τοὺς παλαιούς, ἧς ἡ χρῆσις καὶ παρὰ Σοφοκλεῖ, κοίλην εἰπόντι κάπετον. Τὸ δὲ "ποσσὶν ἐρείπων" προκλητικόν ἐστι τῆς εἰρημένης παραβολῆς, ἐν ᾗ παῖς ποσὶ καὶ χερσὶν ἀθύρει τὰ συνήθη. καιρία δὲ λέξις ποιηταῖς τὸ ἐρείπειν, ὅ ἐστι καταβάλλειν, διὸ καὶ αὐτὸ δὶς ἐν τοῖς ῥηθεῖσι κεῖται.

(v. 357) Τὸ δὲ "ἐς μέσον κατέβαλλε" τὴν ἐπαγομένην γεφύρωσιν συνιστᾷ, ἣν ἀποτελεῖ ὁ καταβληθεὶς μέσον τῆς τάφρου χοῦς. Τὸ δὲ "ἐγεφύρωσεν" ἀστείως εἴρηται πρός τινα παραβολικὴν ὁμοιότητα γεφύρας. αἱ γὰρ ἐκ τοῦ ὀρύγματος ἐπανιστάμεναι ὄχθαι τῷ χάσματι τῆς τάφρου μέσον καταρριφεῖσαι, ὡς οὕτω κέλευθον λειανθῆναι, [εἰ καὶ μὴ πᾶσαν, καθάπερ Ἀπόλλων ὑπέσχετο,] καὶ τὸ χάσμα πληρώσασαι εἰς εὖρος ὅσον δουρηνεκές, γεφύρας ἔργον ἐποίησαν. ὡς γὰρ ἐπὶ γεφύρας ἄβατα τὰ ἑκατέρωθεν ἐκ πλαγίων τοῦ ὕδατος, οὕτω κἀνταῦθα ἐπὶ τῆς ἀναπληρωθείσης τάφρου τὰ ἑκατέρωθεν ἀδιάβατα μένουσι, τοσοῦτον διαφέροντα τῶν ἑκάτερθεν τῆς γεφύρας τόπων, ὅσον ἐκεῖνα μὲν ὕδατος γέμει, τὰ δὲ τῆς τάφρου κενὸν διαχάσκουσι.

(v. 360) Τὸ δὲ "προχέοντο" δηλοῖ μὲν τὴν ῥᾴονα καὶ ἐνταῦθα καὶ ἀκώλυτον Τρωϊκὴν πρόοδον, ἔχει δέ τι καὶ ἀστεῖον, εἰ διὰ τῆς γεφύρας ταύτης προχέονταί τινες ἄνω ἀπ' ἐναντίας ταῖς κυρίως γεφύραις, ὧν ὑποκάτω προχεῖται τὸ τρέχον ὑγρόν.

(v. 360) Τὸ δὲ "φαλαγγηδόν" ἔχει τὸ ἀσφαλὲς ἐκ τοῦ "μακρὰν καὶ εὐρεῖαν". διὰ γὰρ τοιαύτης κελεύθου φαλαγγηδὸν ἄν τινος ἔρχοιντο.

(v. 362) Ὅτι δὲ παίδων ἔργον αἱ περὶ ψάμμον οἰκοδομαί, ἡ πεῖρα διδάσκει.

(v. 363 s.) Τὸ δὲ ποιεῖν ἀθύρματα καὶ τὸ ἀθύρειν καίριαι λέξεις ἐπὶ παίδων. Ἔστι δὲ ἀθύρειν τὸ ἄνετα βαίνειν, ἐκτρέχοντα τοῦ καθήκοντος, ὡς οἷα [παρὰ θύρας ὅ φασιν, ἥκοντα, ἢ] μὴ εἰδότα θύραν, ὅπερ ἡ κοινὴ γλῶσσα ἐκθυρίζειν φησίν. οὗ τὸ ἀνάπαλιν ἔσω κιγκλίδων μένειν καὶ θύραν ἐποχῆς εἰδέναι καὶ ὅσα τοιαῦτα. Τὸ δὲ "νηπιέαις", ὡς ἓν μὲν πρὸς ἓν εἰπεῖν, ἀντὶ τοῦ νηπιότησιν, ἀφροσύναις, ἀσυνεσίαις, ἄλλως δὲ κατ' ἔλλειψιν λέγεται, ἵνα ᾖ τὸ τέλειον νηπιέαις φρεσί. [742] Τοῦ δὲ ἄθυρμα καὶ τοῦ ἀθύρειν οὐκ ἔχει καιρωτέραν λέξιν εἰπεῖν. Τὸ δὲ συγχέειν ἐναντίον τῷ τάττειν καὶ ἁρμόττειν. ἡ μὲν οὖν οἰκοδομὴ ἁρμονίας τάξιν ἔχει, ἡ δὲ ταύτης καταβολὴ σύγχυσιν.

(v. 365) Τὸ δὲ "ἤϊε" Ἀρίσταρχος μὲν δασύνει ἀπὸ τοῦ ἵημι ἥσω διὰ τὴν ἕσιν τῶν βελῶν, Ἡρῳδιανὸς δὲ καὶ οἱ περὶ Κράτητα ψιλοῦσιν ἀπὸ τῆς ἰάσεως, ἰατρὸς γάρ. ἢ ἀπὸ τοῦ ἰέναι, ἤγουν ἔρχεσθαι, Ὑπερίων γάρ. Καὶ μὴν Ἀριστάρχῳ μάχεται καὶ ὁ κανών, ὁ τὸ η πρὸ φωνήεντος ὂν ψιλοῦσθαι ἀπαιτῶν, ταὐτὸν δὲ εἰπεῖν κατὰ τοὺς παλαιούς, ὁ χαρακτήρ. ἀεὶ γὰρ τὸ η πρὸ φωνήεντος ψιλοῦται, οἷον ἠΰτε, "ἠΰς τε μέγας τε", ἠώς, ἡ ἡμέρα, καίτοι τῆς ἕω δασυνομένης, ἠέλιος, καὶ ταῦτα τοῦ ἥλιος δασὺ πνεῦμα ἔχοντος. [Ὅτι δὲ ἀφαίρεσιν ἔπαθεν ὁ ἤϊος τοῦ ἰῶτα εἴτε ἀπὸ τοῦ ἰῶ γίνεται εἴτε ἀπὸ τοῦ ἵημι, κατὰ τὸ πλῆρες γὰρ τετρασυλλαβεῖ ὁ ἰήϊος, καὶ ὅτι Διονύσου ἐστὶν ἐπίθετον, καὶ ὅτι καὶ πάθει λοιμώδει ἐπιτίθεται, ὅθεν καὶ παρὰ Σοφοκλεῖ "ἤϊοι" τρισυλλάβως, ἢ τετρασυλλάβως "ἰήϊοι κάματοι" λέγονται οἱ λοιμικοί, καὶ ὅτι δοκεῖ τὸ ἰήϊος καὶ ἀπὸ τοῦ ἰή γίνεσθαι, ὅπερ ἐστὶν ἐπιφώνημα λαλούμενον ἐν τόποις, ὅπου τὸ θεῖον τιμᾶται, ὡς δῆλον καὶ ἐκ τοῦ "ἰὴ παιάν", ὅθεν καὶ τὸ ἱερὸν παρῆκται, δηλοῦται καὶ ἀλλαχοῦ.] (v. 368 s.) Ὅτι τὸ "ἀλλήλοισί τε κεκλόμενοι καὶ θεῷ χεῖρας ἀνίσχοντες μεγάλ' εὐχετόωντο ἕκαστος" δυσπραγίας ἑτεροίας τε καὶ τὴν ἐν μάχῃ ἐπίτασιν δηλοῖ καὶ σωτηρίας ἀπόγνωσιν. [Ὅρα δὲ τὸ "ἀνίσχοντες", ἤγουν ἄνω ἔχοντες. πολλαὶ δὲ λέξεις τοιαύτης ἐννοίας εἰσὶν ἐκ τοῦ ἀνέχειν καὶ ἀνίσχειν ὡρμημέναι. ἀνίσχει γοῦν ἥλιος δι' ἀνατολῆς καὶ ὑπερανίσχει καὶ ὑπερανέχει ὄρος τῶν αὐτοῦ ταπεινοτέρων, καὶ ἄλλαις δὲ προθέσεσι τὰ τοιαῦτα ἐπὶ σημασίας ὁμοίας ᾠκείωνται, ὡς δῆλον ἐκ τοῦ ὑπερίσχειν καὶ ὑπερέχειν καὶ ἐξέχειν καὶ τῶν ὁμοίων. Ὅτι δὲ τὸ "χεῖρας ἀνίσχειν θεῷ" καὶ χεῖρας ὀρέγειν εἰς οὐρανὸν λέγεται περιφραστικῶς, μετ' ὀλίγα φανεῖται.] Ὅτι ποικιλίας χάριν καὶ πολυμαθίας διοσημίαν κἀνταῦθα Ὅμηρος ἐκτίθεται, ἣν πρὸς τῶν Ἀχαιῶν οὖσαν οἱ Τρῶες, ὡς εἰκός, γνῶναι οὐκ ἔσχον, ἐμφαίνοντος τοῦ ποιητοῦ λοξότητά τινα εἶναι καὶ ἐν τοῖς τοιούτοις, εἰ μὴ σοφὸν ἔχοιεν ἐξηγητήν.

(v. 370-380) Φησὶ γοῦν εὐμεθόδως πλάττων, ὅτι Νέστωρ "μάλιστα Γερήνιος, οὖρος Ἀχαιῶν, εὔχετο χεῖρ' ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα· Ζεῦ πάτερ, εἴ ποτέ τίς τοι ἐν Ἄργεΐ περ πολυπύρῳ ἢ βοὸς ἢ ὄϊος κατὰ πίονα μηρία καίων εὔχετο νοστῆσαι, σὺ δ' ὑπέσχεο καὶ κατένευσας, τῶν μνῆσαι καὶ ἄμυνον, Ὀλύμπιε, νηλεὲς ἦμαρ, μηδ' οὕτω Τρώεσσιν [743] ἔα δάμνασθαι Ἀχαιούς. ὣς ἔφατ' εὐχόμενος, μέγα δ' ἔκτυπε μητίετα Ζεὺς ἀράων ἀΐων" γέροντος. "Τρῶες δ' ὡς ἐπύθοντο Διὸς κτύπον αἰγιόχοιο, μᾶλλον ἐπ' Ἀργείοισι θόρον, μνήσαντο δὲ χάρμης", παρανοήσαντες δηλαδὴ τὸ τέρας διὰ τὸ μὴ εἰδέναι τὸ αἴτιον τῆς βροντῆς. καὶ ἔστιν ὁ ῥηθεὶς κτύπος φωνὴ Διὸς καὶ συνήθης κατάνευσις οἷον κεφαλῆς ἐκ τῶν ἄνωθεν. Τὸ δὲ σχῆμα τῆς εὐχῆς ταύτης τοῦ Νέστορος ὅμοιον τῷ τοῦ Χρύσου ἐν τῇ α΄ ῥαψῳδίᾳ. καὶ σημείωσαι ὡς δυσωπητικὸν οἶδεν ὁ ποιητὴς πανταχοῦ τὴν τῶν εὐεργεσιῶν ἀνάμνησιν, ὡς καὶ Ἀχιλλεὺς ἐν τοῖς πρὸς τὴν μητέρα ἐνέφηνε καὶ αὐτὴ ἡ Θέτις ἐν τοῖς πρὸς τὸν Δία καὶ ὁ Φοῖνιξ ἐν τοῖς πρὸς Ἀχιλλέα. Ὅρα δὲ καὶ ὡς οὐδ' ἐνταῦθα ἡ δικαία εὐχὴ διαπίπτει, παιδευτικῶς τὰ τοιαῦτα Ὁμήρου ποιοῦντος.

(v. 370) Τὸ δὲ "μάλιστα" δηλοῖ καὶ ἑτέρους μὲν Ἀχαιούς, εἰς πλέον δὲ τὸν γέροντα εὔχεσθαι.

(v. 372) Τὸ δὲ "ἐν Ἄργεϊ" ἀπὸ μέρους καὶ νῦν ἀξιολόγου τὰς ὅλας τῶν Ἑλλήνων χώρας δηλοῖ. ὅθεν καὶ Ἀργεῖοι πάντες οἱ Ἕλληνες. ὁμοίως καὶ τὸ "πολύπυρον", ὅ ἐστι πολύσιτον, ἀπὸ μέρους τοῦ κατὰ τοὺς πυροὺς τὸ ἁπλῶς εὔφορον δηλοῖ.

(v. 373) Οὕτω δὲ μερικῶς καὶ βοὸς καὶ ὄϊος ἐνταῦθα μνησθεὶς συνεισάγει καὶ εἴ τι ἄλλο θῦμα, ὥσπερ καὶ ἐν τῷ "ταύρων ἠδ' αἰγῶν" οὐδὲ τὰ λοιπὰ τῆς θυσίας ἀπάγει. [Ὁμοίως οὐδὲ ὁ βόας ὑπολαλῶν ἐν τῇ λέξει τῆς ἑκατόμβης ἀποδιϊστᾷ ἐκείνης τὰ λοιπὰ ἱερεῖα, ἀλλ' ὡς ἐξ ἁδροῦ καὶ τιμίου μέρους τοῦ τῶν βοῶν κἀκεῖνα ἐμφαίνει, δίχα γε μόνου τοῦ ἀστείου Ἐφίππου, ὃς εὐτραπέλως ᾠῶν ἑκατόμβην εἰπὼν ὡς πρὸς τὸ βοῶν μονάζει τῷ νοήματι.] (v. 375) Ὑπισχνεῖται δὲ καὶ κατανεύει Ζεύς, ὡς ἐρρέθη, τοῖς ἄνωθεν σημείοις, ὁ Ὀλύμπιος δηλαδή, οὐ μὴν ἁπλῶς ὁ Κρονίδης ἢ ὁ ἁπλῶς μητίετα. διὸ καὶ τὸ "Ὀλύμπιε" εἶπε, προκλητικὸν ὂν τοῦ τὸν Ὀλύμπιον μητιέτην μέγα κτυπῆσαι, ὅπερ ἐστι βροντῆσαι.

(v. 379) Τὸ δὲ "ἐπύθοντο" γενικῇ συντάξας πρὸ βραχέων ἐν τῷ "μάχης ἐπύθοντο", νῦν κατὰ αἰτιατικὴν ἔφη "ὡς ἐπύθοντο Διὸς κτύπον". λέγει δὲ κτύπον Διὸς τὴν βροντήν, καὶ ἔστιν ἡ λέξις λειοτέρα καὶ δηλοῖ ὑφειμένην βροντὴν καὶ ἀτράχυντον. ὥσπερ δὲ οὐ τὸ ἔκτυπε μόνον δηλοῖ τὸ ἐβρόντησεν, ἀλλ' ὁμοῦ τὸ ἔκτυπε Ζεύς, οὕτως οὐδ' ἁπλῶς κτύπος ἡ βροντή, ἀλλὰ Διὸς κτύπος.

(v. 381-384) Ὅτι ἀεὶ παρευδοκιμῶν, κατὰ τοὺς παλαιοὺς εἰπεῖν, ὅ ἐστι νικῶν, ἑαυτὸν ὁ ποιητὴς ἐν ταῖς ὁμοιώσεσι [744] πάσχει αὐτὸ καὶ ἐνταῦθα, παραβολὴν ἐκθεὶς θαυμασιωτάτην διὰ τὸ πάνυ ἐναργὲς τῆς εἰκόνος ἐμφαντικόν τε καὶ σύμφωνον. ἀνέμῳ μὲν γὰρ ἐπείγοντι καὶ αὔξοντι κύματα εἰκάζει τὴν μάχην, τοίχοις δὲ σκάφους τὸ τεῖχος, ὃ καὶ αὐτὸ κατὰ τὸν τοῖχον ἐκ τοῦ τεύχω γίνεται, τοὺς δὲ ἐπιόντας Τρῶας κύμασι μεγάλοις, λέγων οὕτως "οἳ δ' ὥς τε μέγα κῦμα θαλάσσης εὐρυπόροιο νηὸς ὑπὲρ τοίχων καταβήσεται, ὁππότ' ἐπείγει ἲς ἀνέμου, ἣ γάρ τε μάλιστά γε κύματ' ὀφέλλει, ὣς Τρῶες μεγάλῃ ἰαχῇ κατὰ τεῖχος ἔβαινον". ὃ κάλλιον πέφρασται ἐν τῷ "ὑπερκατέβησαν ὁμίλῳ". νοεῖται μὲν γὰρ καὶ ἐνταῦθα τὸ ὑπερ καὶ τὸ κατα ἐκ τοῦ "νηὸς ὑπὲρ τοίχων", καὶ ἐκ τοῦ "κατὰ τεῖχος ἔβαινον", ὃ ἀναβάντες εἶτα καταβήσονται. ἀλλ' ὅμως κρείττων ἡ φράσις τοῦ "ὑπερκατέβησαν" διὰ τὸ καὶ γοργότερον καὶ σαφέστερον.

(v. 382) Ὅτι δὲ ὁ τοῖχος κυριολεκτεῖται καὶ ἐπὶ νηός, δῆλον ἐξ οὗ καὶ τοιχίζειν λέγεται ναῦς. καὶ παροιμία τὸ "ἐπὶ τὸν εὖ ἔχοντα τοῖχον ῥέπειν". Ἐπὶ δὲ τῶν μεγάλων νηῶν καὶ ἄρχοντες ἦσάν τινες τῶν τοιούτων τοίχων, καὶ ἦν ἐνδοξότερος ὁ τοῦ δεξιοῦ τοίχου τεταγμένος ἄρχειν. οὐκ ἀπεικὸς δὲ τοίχους λέγεσθαι καὶ ἐπὶ νηὸς ὥσπερ καὶ ἐπὶ οἰκίας, ἐπεὶ καὶ ἡ ναῦς τρόπον τινὰ οἰκία ἐστὶ μεταφορητή.

(v. 383) Ἲς δὲ ἀνέμου πάνυ καταχρηστικῶς ἐρρέθη. κυρίως γὰρ ἐπὶ σωμάτων ἡ ἲς καὶ αἱ ἶνες, νεύροις διοικουμένων. Τὸ δὲ "μάλιστα κύματα ὀφέλλει" οὐκ ἀργὸν οὕτω κεῖται, ἀλλὰ πρὸς διαστολήν. ἐγείρεται μὲν γὰρ κύματα καὶ ἀνέμου δίχα, ὁποῖα τὰ λεγόμενα κωφά, καὶ ὅτε δὲ τυχὸν ὑπὸ κήτους θάλασσα ταράσσεται, μάλιστα μέντοι ὑπ' ἀνέμων αὔξεται. [(v. 384) Ἐν δὲ τῷ "κατὰ τεῖχος ἔβαινον" τεῖχος νοητέον τὸν τόπον, ἔνθα πρὸ βραχέων ἀκέραιον τὸ τεῖχος ἀνίστατο. νῦν γὰρ κεῖται χαμαί. καὶ ἔστι δι' αὐτοῦ ὁδὸς ἱππήλατος. κατὰ τεῖχος οὖν βάντες καὶ ἵππους εἰσελάσαντες οἱ Τρῶες ἐπὶ πρύμνῃσι μάχονται παρυψούμενοι τοῖς ἅρμασι, καθὰ ταῖς πρύμναις οἱ Ἀχαιοί, καὶ οὕτως ἀπὸ ἴσου ὕψους μαχόμενοι.] (v. 3858) Ὅτι χρήσιμον ἔσται ποτὲ εἰς μάχην παραθαλασσίαν σταδαίαν παρῳδηθὲν ἢ παραποιηθὲν τὸ "ἵππους εἰσελάσαντες", οἱ Τρῶες δηλονότι, διὰ τοῦ ῥηθέντος γεφυρώματος τῆς τάφρου καὶ τοῦ κατερειφθέντος τείχους, "ἐπὶ πρύμνῃσι μάχοντο ἔγχεσιν ἀμφιγύοις αὐτοσχεδόν, οἳ μὲν ἀφ' ἵππων, οἳ δ' ἀπὸ νηῶν ὕψι μελαινάων ἐπιβάντες μακροῖσι ξυστοῖσιν". Ἐνταῦθα δέ φασί τινες τῶν παλαιῶν πιθανολογοῦντες ἰδίωμά τι καὶ σχῆμα γεγενῆσθαι μάχης καινόν, λέγοντες ὅτι οὐ μόνον ἄλλως δεξιῶς ἀντετάχθησαν οἱ Τρῶες ἐφ' ἁρμάτων τοῖς ἀπὸ νηῶν μαχομένοις ὡς ἀπὸ ἴσου [καθὰ εἴρηται] ὕψους τὴν μάχην γίνεσθαι, ἀλλὰ καὶ ἐπέστρεψαν τοὺς ἵππους ὡς ἐπὶ τὴν Ἴλιον, καὶ [745] ἦσαν οἱ μὲν ἡνίοχοι τετραμμένοι ὡς ἐπὶ τὴν πόλιν, δεικνύντες τὰ νῶτα τοῖς Ἀχαιοῖς, οἱ δὲ παραιβάται, ἀντικρὺ τῶν νηῶν ὁρῶντες καὶ τοὺς ἡνιόχους σκέποντες, ἐμάχοντο. διό, φασί, καὶ ἡνίοχος Πολυδάμαντος Κλεῖτος κατὰ τὸν αὐχένα βάλλεται. καὶ οὕτω μέν τινες. Ἀντιλέγονται δὲ αὐτοὶ ἄλλως τε πολλαχῶς καὶ ὡς, εἴπερ κατ' αὐτοὺς ἀπεστραμμένοι μὲν ἦσαν οἱ δίφροι, οἱ δὲ παραιβάται ἀντεστραμμένοι τοῖς ἵπποις, ἐπρηνίχθησαν ἂν οἱ παραιβάται πρὸς τῇ πτέρνῃ τοῦ δίφρου ἑστῶτες ἢ καὶ ἄλλως ἐν τῷ δίφρῳ ὄντες, ἐὰν οἱ ἵπποι παρεκινοῦντο. οὐκ ἂν δὲ οὐδὲ ὁ ποιητὴς τὸ οὕτω καινόσχημον τῆς παρατάξεως ἀφῆκεν ἀνεπισήμαντον καὶ παντελῶς ἀσαφές. Ὁ δέ γε, ὡς εἴρηται, βληθεὶς Κλεῖτος ἡνίοχος ἀνοήτως ἢ ἀπρονοήτως, οἷα εἰκός, ὧδε καὶ ἐκεῖ φερόμενος καὶ κατὰ τὸν ποιητὴν Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος καὶ θέλων μόνος αὐτὸς καὶ τὰ τοῦ παραιβάτου ἐνεργεῖν, κατὰ τύχην οὕτω ἐκ τῶν ὄπισθεν ἐν τοῖς πολυειδέσιν ἐξελιγμοῖς βέβληται.

(v. 388 s.) Τὰ δὲ μακρὰ ξυστὰ ἑρμηνεύων ὁ ποιητής, ἃ δὴ καὶ δολιχὰ λέγοιτο ἄν, ὡς δηλοῖ μετ' ὀλίγα τὸ "ἑλὼν δολιχὸν δόρυ", φησὶ "τά ῥά σφιν ἐπὶ νηυσὶν ἔκειτο ναύμαχα κολλήεντα, κατὰ στόμα εἱμένα χαλκῷ", ἤγουν ἐνδεδυμένα, κεκαλυμμένα. Δηλοῖ δὲ οὕτω τὰ οὐκ ἀμφίγυα, ὁποῖα εἶχον ἀνωτέρω προσεχῶς οἱ ἱππόται Τρῶες, σιδηρούμενα ἑκατέρωθεν, ἀλλ' ἐξ ἑνὸς μέρους ἔχοντα σίδηρον. τὰ γὰρ ἀμφίγυα προδεδήλωται ἀμφοτέρωθεν ἔχειν. διὸ καὶ ῥᾳδίως εἰς γῆν ἐπήγνυντο. Τὸ δὲ "ἐπὶ νηυσὶν ἔκειτο" μεμελετῆσθαι παραινεῖ καὶ τὰ τοιαῦτα τοῖς πολεμικοῖς κατὰ τὸ "οἴκοι βέλτερον εἶναι". Τὸ δὲ "ναύμαχα" ὡς τὸ θαύματα προπαροξυτόνως. ἐξαιρέτως γὰρ τὰ παρὰ ῥῆμα οὐδέτερα σύνθετα μονογενῆ εἰς ον λήγοντα προπαροξύνονται, οἷον χειρόγραφον, ἀκρατόφορον, χαρτότομον. οὕτω φασὶ καὶ ναύμαχον. καὶ ναυμάχος μὲν ἀνὴρ παροξυτόνως ὡς παμφάγος, καθ' ὁμοιότητα τοῦ μονομάχος, ὡς Εὐριπίδης Φοινίσσαις "μονομάχον ἐπὶ φρένα ἠλθέτην". Ναύμαχον δὲ δόρυ παρὰ τὴν μάχην, ὡς ἱππόκομος κόρυς παρὰ τὴν κόμην. Τὸ δὲ "κολλήεντα" καὶ τὸ "μακροῖς ξυστοῖς" αὐτὸς Ὅμηρος ἑρμηνεύων ἐν τοῖς ἑξῆς ἐρεῖ "κολλητὸν βλήτροισιν", ὅ ἐστι συμβολαῖς, "δύω καὶ εἰκοσίπηχυ" καὶ διὰ τοῦτο μακρόν, ὁποῖον καὶ ὁ Αἴας ἔχειν ἱστορηθήσεται ἀναστέλλων καὶ ἀνείργων τοὺς Τρῶας, [746] διπλάσιον ὂν ἤπερ τὸ ἁπλῶς πολεμικὸν ἔγχος. ἐκεῖνο γὰρ ἑνδεκάπηχυ, ὥς που καὶ ὁ ποιητὴς ἐπισημαίνεται. Τελείαν δὲ στικτέον εἰς τὸ "βλήτροις", ἵνα μὴ εὐθὺς ἐπαγόμενον τὸ δύω συγχέῃ τὸν ἀκροατήν, ὡς δύω τῶν βλήτρων ὄντων. Ὅρα δὲ ὅτι κολλητὸν εἶπε τὸ ἁπλῶς συμβεβλημένον. Ἔτι ὅρα καὶ τὸ "ναύμαχα", δι' οὗ ναυμαχίας διάθεσις ἐμφαίνεται ἄρτι κατὰ χέρσον συνίστασθαι, ἣν εἰκός, φασίν, ἀπὸ Μίνωος πεπολιτεῦθαι παρ' Ἕλλησι. μᾶλλον μὲν οὖν πεζομαχίᾳ ναυμαχίαν ὁ ποιητὴς ἐνταῦθα συγκιρνᾷ, διὸ χώραν ἔχει καὶ τὰ ἀμφίγυα καὶ τὰ ναύμαχα. [Ἰστέον δὲ ὅτι τῶν τοιούτων ὀνομάτων ἀρέσκει τοῖς παλαιοῖς, ὅσα μὲν ἐκ τοῦ μάχη πεποίηται, προπαροξύνειν τὸ τέλος, οἷον "φιλόμαχον γένος", σύμμαχος, πρωτόμαχος, ἀντίμαχος, ἐπίμαχος, οὕτω γοῦν καὶ ναύμαχος αἰχμὴ καὶ ἀκολούθως δόρυ ναύμαχον, ὅσα δ' ἐκ τοῦ μάχεσθαι σύγκειται, παροξύνεσθαι, πυγμάχος, ναυμάχος, ὁπλομάχος, τειχομάχος, πυργομάχος, μονομάχος. Ἐν δὲ τῷ "κατὰ στόμα εἱμένα χαλκῷ" ἐνθυμητέον τὸ "ἀναιδείην ἐπιειμένε", ἤγουν ἐνδεδυμένε δίκην χαλκέου στομώματος τὴν ἀναίδειαν. στόμα γὰρ εἰπεῖν καὶ στόμωμα εἰς ταὐτόν ποτε ἄγεται παρὰ τοῖς μεθ' Ὅμηρον ῥήτορσι. δεξιώτερον δὲ τὸ εἰπεῖν δόρατα κεκορυθμένα χαλκῷ ἤπερ τὸ εἱμένα χαλκῷ.] (v. 3908) Ὅτι ἕως μὲν ὁ στρατὸς ἔκτοθι τείχεος καὶ νηῶν ἐμάχοντο, τόφρα Πάτροκλος "ἐνὶ κλησίῃ ἀγαπήνορος Εὐρυπύλοιο ἧστό τε καὶ τὸν ἔτερπε λόγοις, ἐπὶ δ' ἕλκεϊ λυγρῷ φάρμακα", ὡς καὶ πρὸ τούτου ἀκήματα, "ἔπασσε μελαινάων ὀδυνάων. αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους", ἤγουν ἐπελθόντας τῷ τείχει, "ἐνόησε Τρῶας, ἀτὰρ Δαναῶν γένετ' ἰαχή τε φόβος τε, ᾤμωξέν τ' ἂρ ἔπειτα καὶ ὣ πεπλήγετο μηρώ", ὡς καὶ ὁ Ἄρης πρὸ ὀλίγου, "χερσὶ καταπρηνέεσσι" καὶ ὠλοφύρατο καὶ οὐκέτι παραμένειν θέλει, ἀλλὰ τοῦ κοινοῦ κινδύνου ἐν δευτέρῳ θέμενος τὸ καθ' ἕνα λυπηρόν, καὶ εἰπὼν πρὸς Εὐρύπυλον, ὃ δὴ ἀνὴρ εἴποι ἂν μὴ ἔχων παρακαθῆσθαί τινι ἀλλὰ σπεύδων ἀμῦναί τισιν, ἤγουν τὸ (v. 399402) "οὐκ ἔτι τοι δύναμαι χατέοντί περ ἔμπης ἐνθάδε παραμενέμεν. δὴ γὰρ μέγα νεῖκος ὄρωρεν", ἐπάγει "ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω, αὐτὸς δὲ εἰς Ἀχιλλέα", φησί, "σπεύσομαι, ἵνα ὀτρύνω πολεμίζειν".

(v. 403 s.) Ἐφ' οἷς τὸν τοῦ διδασκάλου Νέστορος ἔφη λόγον, εἰπὼν "τίς δ' οἶδεν εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνω" καὶ τὸ ἑξῆς. ὃ δὴ ἀφορμὴν δέδωκε παροιμίαν ὕστερον λεχθῆναι τὸ "σὺν Ἀθηνᾷ καὶ χεῖρα κίνει", ὡς καὶ ἐνταῦθα ὁ Πάτροκλος σὺν δαίμονι καὶ πόδας κινεῖ.

(v. 405) [747] Ἐπάγει γὰρ "τὸν μὲν ὣς εἰπόντα πόδες φέρον". ὡς εἶναι παρῳδίαν τούτου τὴν ῥηθεῖσαν παροιμίαν, καθότι Πάτροκλον μὲν πόδες φέρουσι σὺν δαίμονι κινούμενον, ἐκείνη δὲ χεῖρας κινεῖσθαι θέλει σὺν θεῷ.

(v. 392) Ὁ δὲ ἀγαπήνωρ Εὐρύπυλος ῥηθείη ἂν καὶ ἀγήνωρ, τὸ μὲν ὡς ἀγαπῶν, τὸ δὲ ὡς ἀγώμενος, ἤτοι θαυμάζων, τὴν ἠνορέην, ὡς εἶναί ποτε οὕτω ταὐτὰ τὸν ἀγαπήνορα καὶ τὸν ἀγήνορα. Ὅρα δὲ ὅτι καὶ τὸν ῥηθέντα στίχον τὸ "τίς δὲ οἶδε" καὶ ἑξῆς, καὶ τὸ "ᾤμωξέν τ' ἂρ ἔπειτα" καὶ ἑξῆς, ταὐτολογικῶς εἶπεν ὁ ποιητής, ὡς μυριαχοῦ εἴωθε ποιεῖν, καὶ ὅτι ἔτερπε λόγοις εἰπὼν οὐ προσέθετο καὶ οἵοις, οὐ γὰρ ἦν καιρός.

(v. 393) Καὶ ὅτι χρῆσις ἐνταῦθα τοῦ πολυθρυλήτου λόγου, ὥστε οὐ κατὰ τοὺς πάλαι τηρητὰς μόνον τὸ λέγειν οἶδεν ὁ ποιητής, ἀλλ' ἰδοὺ καὶ τὸν λόγον.

(v. 394) Τὸ δὲ "ἀκήματα" συντελεῖ μὲν καὶ εἰς τὸ νοῆσαι φάρμακα ἐτυμολογικῶς τὰ φέροντα ἄκος, οὐ μὴν ἄχος, συνεβάλετο δὲ μετὰ τοῦ "ὀδυνάων" καὶ εἰς τὸ ἀκεσώδυνα τοὺς μεθ' Ὅμηρον τὰ τοιαῦτα καλεῖν.

(v. 403) Ἐν δὲ τῷ "δαίμονι" τὴν ἀγαθὴν τύχην, ὡς καὶ προερρέθη, δαίμονα λέγει, [οὗ πρὸς διαστολὴν ἐρρέθη ἀλλαχοῦ τὸ "πάρος τοι κακὸν δαίμονα δώσω".] (v. 405) Τὸ δὲ "πόδες φέρον", οὐ μὴν αὐτὸς τοὺς πόδας, σύνηθες Ὁμήρῳ φράζοντι οὕτως ἐπὶ τῶν πάνυ σπουδαίως τρεχόντων. Ἰστέον δὲ ὅτι ἐπὶ ἀναγκαίας βοηθητικῆς ὑποχωρήσεως οἰκεῖον ῥηθῆναί ποτε καὶ τὸ "ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω, αὐτὰρ ἔγωγε σπεύσομαι", ἵνα ποιήσω τό. Καὶ ὅρα τὸ "σπεύσομαι" παθητικῶς λεχθέν, δῆλον δ' ὅτι σπεύσω ἐστὶ τὸ κοινόν.

(v. 406-409) Ὅτι τὸ πελάσαι μιγῆναι καὶ ἐνταῦθα λέγει, ἐν οἷς φησιν, ὡς "οὔτε Ἀχαιοὶ Τρῶας ἐπερχομένους δύναντο, παυροτέρους περ ἔοντας, ἀπώσασθαι παρὰ νηῶν", ἤγουν ἀπὸ νηῶν, "οὐδέ ποτε Τρῶες Δαναῶν ἐδύναντο φάλαγγας ῥηξάμενοι κλησίῃσι μιγήμεναι οὐδὲ νέεσσιν", ἢ ἠδὲ νέεσσι. Τὸ δὲ σχῆμα τοῦτο γοργότερον ἐν τοῖς περὶ Ἕκτορος καὶ Αἴαντος κεῖται μετ' ὀλίγα, ἐν τῷ "οὔθ' ὃ τὸν ἐξελάσαι δύνατο" καὶ ἑξῆς. Καὶ ὅρα, ὡς οὐ πλήθει περιγίνεσθαι τῶν Ἀχαιῶν ἔφη τοὺς Τρῶας οἷα τὴν μάχην ἀχρείων, ἀλλὰ δηλαδὴ βουλῇ Διός, ὡς προδεδήλωται. [Παυρότεροι γὰρ καὶ νῦν Ἑλλήνων οἱ Τρῶες, ὥς που καὶ ἐν τοῖς πρὸ τούτων ὁ βασιλεὺς Ἀγαμέμνων ὑποθετικῶς ἠρίθμησεν. Ἐν δὲ τῷ "ἀπώσασθαι παρὰ νηῶν" καὶ "μιγῆναι νέεσσι", τὸ μὲν παρὰ νηῶν [748] ἐπὶ τῶν πρωτοστοίχων νοητέον τῶν πρὸς τῷ τείχει, τὸ δὲ μιγῆναι ναυσὶν ἐπὶ τῶν ἐνδοτέρω πρὸς τῇ θαλάσσῃ, ὧν τῷ μὲν χερσαίῳ στοίχῳ ἐπέλασαν, τῷ δὲ ἐσωτέρω, ἔνθα καὶ αἱ κλισίαι, οὐκ ἴσχυσαν.] (v. 4103) Εἶτα ἐπεὶ ἔδειξεν ἰσότητα μάχης ταύτην ἐν Ἀχαιοῖς καὶ Τρωσίν, ἐπάγει εὐθὺς εἰς τοῦτο παραβολὴν ἐκ τῆς ἀποφατικῆς ἄρσεως μεταβὰς εἰς θέσιν καταφατικήν, καί φησιν "ἀλλ' ὥστε στάθμη δόρυ νήϊον ἐξιθύνει τέκτονος ἐν παλάμῃσι δαήμονος, ὅς ῥά τε πάσης εὖ εἰδῇ σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης, ὣς μὲν τῶν", ἤγουν οὕτω δὴ τούτων, Ἀχαιῶν δηλονότι καὶ Τρώων, "ἐπὶ ἶσα μάχη τέτατο πόλεμός τε", ἃ δὴ ταὐτὸν καὶ νῦν δηλοῦσι. Καὶ σημείωσαι καὶ ἐν τούτοις ὡς πολυδύναμος ὁ ποιητὴς καὶ οἷος ἔχειν δυνατῶς τε πάντα φράζειν καὶ πολυειδῶς, ὃς ἄλλοθι ἄλλως τὴν πολεμικὴν ἑρμηνεύσας ἰσότητα, ἐν οἷς καὶ τὸ περὶ τῆς ταλασιουργοῦ γυναικός, ἐνταῦθα τῇ τῆς στάθμης παραβολῇ καὶ τὴν κατὰ στοῖχον τάξιν παρεδήλωσε τῶν Τρώων καὶ τῶν Ἀχαιῶν, τῶν μὲν ἐκ νηῶν, τῶν δὲ ἐκ τῶν ἁρμάτων μαχομένων, σταδίην μάχην ἐν ἰσότητι καὶ ἀντιστάσεως, ναὶ μὴν καὶ στάσεως. καὶ γὰρ καὶ ἡ στάθμη τέλος ἔχει τὴν τῶν ὑποκειμένων ἐξίσωσιν. Σημειωτέον δὲ ὡς ἡ ταλάντων ἀλλαχοῦ παραβολὴ τὴν ἀνυπέροχον ἐδήλου τῶν στρατευμάτων ἰσότητα, καὶ ἦν ἐκείνη μὲν σημαντικὴ ποιότητος, αὕτη δὲ καὶ τοπικὴν ἐξίσωσιν δηλοῖ καὶ στάσιν ἀνεπιπρόσθητον, [ἵνα νοῇ τις μήτε τινὰ Τρώων μήτε μὴν Ἑλλήνων δύνασθαι προεξορμᾶν, ἀλλ' οὕτως ἵστασθαι κατὰ στοῖχον ἶσον, ὡσεὶ καὶ στάθμη τέτατο φιλοτιμουμένη τὴν ἐν ἰσότητι στάσιν ἑκατέρῳ στρατῷ, ἧς αἰτία στάσις ἡ τῶν Τρώων μὲν ἐφ' ἁρμάτων, τῶν Ἀχαιῶν δὲ ἐν ταῖς πρύμναις, ἐφ' ὧν ἱστάμενοι καὶ στερρῶς μαχόμενοι προποδίζειν οὐκ εἶχον.] Ναυπηγικὴν δὲ ὑποτίθεται στάθμην ἐπίτηδες, ὡς τοῦ ναυπηγοῦ μάλιστα ἔχοντος ἀνάγκην ἀπορθοῦν τὰ ξύλα δι' αὐτῆς ἀκριβέστατα, ἐνθυμουμένου ὡς "ὀλίγον διὰ ξύλον Ἄϊδ' ἐρύκει". διὸ οὐχ' ἁπλῶς εἶπεν ἰθύνει ἀλλὰ ἐξιθύνει, τουτέστι λίαν ἐξορθοῖ. ἐπιτατικὴ γὰρ πολλαχοῦ δέδεικται καὶ ἡ ἐξ πρόθεσις.

(v. 410) Ἔστι δὲ σπαρτίον ἡ στάθμη λεπτόν, ὃ μίλτῳ κεχρισμένον ἢ ἑτέρῳ χρώματι γραμμὰς ἄγει τῇ ἑκατέρωθεν τάσει, δι' ὧν τὰ ξύλα εὐθύνονται. ἐξ αὐτῆς παροιμία τὸ "στάθμης ἀκριβέστερος", ὡς εἴ τις εἴποι, ὀρθότερος τῆς ὀρθότητος ἢ κανόνος εὐθύτερος. Ὁ δὲ τόνος [749] τῆς στάθμης συντελεῖ τι εἰς τὴν κολώνην. ὡς γὰρ σταθμός στάθμη, οὕτω καὶ κολωνός κολώνη. [Ὁμοίως καὶ ὀρθός Ὄρθη, ὡς τό "Ὄρθην τ' Ἠλώνην τε", ὡσαύτως δὲ καὶ κακός κάκη.] Οὐ μόνον δὲ ἡ ῥηθεῖσα παροιμία ἐκ τῆς τεχνικῆς εἴληπται στάθμης, ἀλλὰ καὶ ἕτεραι, οἷον καὶ τὸ "λευκὴ στάθμη", ἀντὶ τοῦ ἄδηλος στάθμη κατὰ Παυσανίαν. οὐ γὰρ ἀκριβῶς διαφαίνει ὀρθότητα ἡ λευκὴ στάθμη. διὸ κεῖσθαι ἡ παροιμία λέγεται ἐπὶ τῶν ἄδηλα ἀδήλοις σημειουμένων, ἢ ἐπὶ τῶν μηδὲν συνιέντων, οἷον τοῖς λόγοις τοῖς σοῖσιν οὐ τεκμαίρομαι οὐ μᾶλλον ἢ λευκῷ λίθῳ λευκὴν στάθμην. Καὶ ὅρα ὡς οὐ πάντῃ ἀσφαλῶς ἡ τοιαύτη γραφὴ ἔχει. ὡς γὰρ ἐν λευκῷ λίθῳ οὐκ ἄν τις τεκμήραιτο στάθμην λευκήν, οὕτως οὐδ' ἐν μέλανι μέλαιναν ἢ ἐν ἐρυθρῷ ἐρυθράν, καὶ ἐπὶ λοιπῶν δὲ χρωμάτων ὁμοίως. Ἑρμηνεύεται δὲ ἡ στάθμη παρὰ τῶν παλαιῶν κανών, γνώμων. Ἦν δὲ ἰσαστικὴ στάθμη καὶ ἐν θεάτροις ἐπὶ τῶν δρομέων, ὡς παρά τε ἄλλοις καὶ τῷ Ὀππιανῷ δηλοῦται. Σημείωσαι δὲ καὶ ὅτι πρὸς ταῖς κλειούσαις ἐντὸς τὰς κλισίας ναυσὶ καὶ ἐγγὺς ἁλὸς τὴν μάχην στήσας ὁ ποιητὴς νῦν μὲν ἀπὸ στάθμης δόρυ οὐχ' ἑτεροῖον ἀλλὰ νήϊον ἰθυνούσης ἔλαβε παραβολήν, προϊὼν δὲ ἐρεῖ "ἠΰτε πέτρα ἠλίβατος ἐγγὺς ἁλός", καὶ πάλιν "ἐνέπεσεν ὡς ὅτε κῦμα", ἐκ τῶν ὑποκειμένων καὶ τῶν, ὡς εἰπεῖν, ἐν ποσὶ ποριζόμενος τὰς παραβολάς.

(v. 411) Τέκτονα δὲ τὸν ναυπηγὸν γενικῷ λέγει ὀνόματι.

(v. 411 s.) Τὸ δὲ "ὃς πάσης εὖ εἰδῇ σοφίης" ἑρμηνεία ἐστὶ τοῦ δαήμονος παραφραστική. Σοφίαν δὲ οὐ τὴν λογικήν φησιν, ἀλλ' ἁπλῶς τὴν τέχνην ἔθει ἀρχαίῳ, καὶ μάλιστα τὴν χειρωνακτικήν, ἣν οἶδέ τις ὑποθημοσύναις Ἀθήνης κατὰ τὸν ποιητήν, τῆς, ὡς πολλαχοῦ δηλοῦται, τοιαύταις τέχναις ἐπιστατούσης. Οἱ γὰρ παλαιοὶ σοφοὺς ἐκάλουν ἅπαντας τοὺς τεχνίτας, ὡς τὸ "σοφὸς ἤραρε τέκτων", καὶ Σοφοκλῆς δέ, φασί, τὸν κιθαρῳδὸν σοφιστὴν λέγει, καὶ τὸν ῥαψῳδὸν Εὔπολις. ἅπαξ δὲ ἡ λέξις ὧδε παρὰ τῷ ποιητῇ. Δῆλον δὲ ὅτι οἱ ὕστερον φιλόσοφοι σοφίαν ἄλλως εἶναί φασιν ἐπιστήμην θείων καὶ ἀνθρωπίνων καὶ τῆς περὶ ἑκάτερον αἰτίας. Τὸ δὲ "πάσης σοφίας", τῆς τεκτονικῆς δηλαδή. ἔστι δὲ νοῆσαι αὐτὸ καὶ ἀντὶ τοῦ ὅλης, ἵνα μὴ ἐκ μέρους εἴη τέκτων. Ἡ δὲ [750] ὑποθημοσύνη ταὐτὸν τῇ ὑποθήκῃ ἐστί, καὶ ἐκ τοῦ αὐτοῦ ἄμφω παράγονται ῥήματος.

(v. 414) Ὅτι παρῳδήσας ἀλλαχοῦ ῥηθὲν τὸ "ἄλλοι δ' ἀμφ' ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν", ἀντὶ τοῦ πύλῃσι νέεσσιν ἐνταῦθά φησιν. ἐμφαίνει δὲ μέγεθος πολέμου καὶ δίδωσιν ὑπονοεῖν μείζω τοῦ λόγου τὰ γινόμενα, ὡς διὰ πλῆθος, φασίν, ἢ μέγεθος, μὴ πάντα λέγων αὐτός, ἀλλὰ καὶ ὑπερβαίνων τινά. Τὸ δὲ "μάχην ἐμάχοντο" Ἀττικόν, ὡς καὶ τὸ "βουλὴν βουλεύονται", καὶ ὅσα προδεδήλωται.

(v. 415-418) Ὅτι Ἕκτωρ καὶ Αἴας "μιῆς περὶ νηὸς ἔχον πόνον, οὐδὲ δύναντο οὔθ' ὃ τὸν ἐξελάσαι καὶ ἐνιπρῆσαι πυρὶ νῆας, οὔθ' ὃ τὸν ἂψ ὤσασθαι, ἐπεί ῥ' ἐπέλασσέ γε δαίμων". Ἰσότης οὖν καὶ αὕτη μάχης ἡρωϊκῆς. καὶ ὅρα τὸ σύντομον τοῦ σχήματος καὶ κατηπειγμένον ἐν τῷ "οὔθ' ὃ τὸν ἐξελάσαι, οὔθ' ὃ τὸν ὤσασθαι". μονοσύλλαβοι γὰρ ἀντὶ κυρίων ὀνομάτων κεῖνται ἀντωνυμίαι διὰ γοργότητα. τοιοῦτόν τι ἦν καὶ τὸ "καί τε πρὸ ὃ τοῦ ἐνόησε". κεῖται δὲ σχήματος τοιούτου ὁμοιότης καὶ ἐν τοῖς ἑξῆς, ἔνθα διώκει Ἀχιλλεὺς τὸν Ἕκτορα. [Εἰ δὲ δοκεῖ ἀσάφειαν ἔχειν τὸ "ὃ τόν" καὶ πάλιν "ὃ τόν", διὰ τὴν τῶν προσώπων ἀδηλίαν, ἀλλ' ἐκ τῶν ἐπηγμένων διασαφοῦνται τὰ κύρια πρόσωπα, κἀντεῦθεν καὶ αἱ ἀντωνυμίαι, οἷον "οὔθ' ὃ τὸν ἐξελάσαι εἶχε καὶ ἐμπρῆσαι νῆας". δῆλον γὰρ ὅτι ὁ ἐμπυριστὴς Ἕκτωρ οὐκ ἠδύνατο ἐξελάσαι τὸν κωλύοντα Αἴαντα, καὶ ἀκολούθως οὔτε ὅ, ἤγουν ὁ Αἴας, τόν, ἤγουν τὸν Ἕκτορα, ὤσασθαι τῶν νηῶν.

(v. 416) Πόνον δ' ἐν τοῖς ῥηθεῖσιν ἔφη ὁ ποιητὴς ἴσως μὲν καὶ τὸν κόπον, μάλιστα δὲ τὴν ἐνέργειαν. ὁμοίως δὲ καὶ ἐν τοῖς ἑξῆς τὸ "ὃ μὲν πεπόνητο καθ' ἵππους", ὡς ἡνίοχος δηλαδή, ἀντὶ τοῦ ἐνήργει νοεῖται μᾶλλον ἤπερ ἀντὶ τοῦ ἐμόχθει.] (v. 418) Τὸ δὲ "ἐπέλασσε δαίμων" καταβάλλει τὴν τοῦ Ἕκτορος ἀρετήν, ὡς μὴ ἂν ἄλλως τοιούτου ὄντος, εἰ μὴ κατὰ δαίμονα. πελάσαι δὲ νῦν οὐ τὸ ἐγγὺς γενέσθαι ἀλλὰ τὸ ἐγγὺς ποιῆσαι.

(v. 419-421) Ὅτι ὁ Αἴας Καλήτορα υἱὸν Κλυτίου ἀνεψιὸν Ἕκτορος "πῦρ ἐς νῆα φέροντα κατὰ στῆθος βάλε δουρί, δούπησεν δὲ πεσών, δαλὸς δέ οἱ ἔκπεσε χειρός". ποιεῖ δὲ καὶ εἰς ἔτι ποιήσει τοιαῦτα ἡ τοῦ πυρὸς μνημοσύνη, ἣν φθάσας ὁ Ἕκτωρ ὑπέθετο τοῖς Τρωσί.

(v. 419) Τοῦ δὲ Καλήτωρ προϋπόκειται τὸ καλῶ καλήσω, ἐξ οὗ καὶ ὁ προϊστορηθείς που Καλήσιος.

(v. 420) Τὸ δὲ "πῦρ φέροντα" τὸ πυρφορεῖν καὶ τὸν πυρφόρον συντίθησιν.

(v. 422) Ὅτι νόου ὁρῶντος, ὡς καὶ προερρέθη, φησὶν ἐνταῦθα ὁ ποιητής, ὡς ἐνόησεν ὀφθαλμοῖσιν Ἕκτωρ ἀνεψιὸν πεσόντα, [751] καὶ μετ' ὀλίγα δὲ "ἐνόησε τάχιστα", ἰδὼν δηλαδὴ αὐτοψεί. οὕτω δὲ καὶ ἐπὶ ἀκοῆς κατωτέρω Αἴας μὲν πρὸς Τεῦκρον λαλεῖ, "ὃ δὲ ξυνέηκεν". οὐ μόνον δὲ γοργῶς, ἀλλὰ καὶ σοφῶς φράζεται τὰ τοιαῦτα, ἐπειδήπερ ὑπουργοῦσι τῷ νῷ αἱ αἰσθήσεις, δι' ὧν οἷα θυρίδων εἰσέρχονται τὰ ἐξ αἰσθήσεως νοητά.

(v. 426) Ὅτι ἐν τῷ "μὴ δή πω χάζεσθε μάχης ἐν στείνεϊ τῷδε" στεῖνος λέγει τὸ ἔσω μεταξὺ τοῦ τείχους καὶ τοῦ πρώτου στίχου τῶν νηῶν, ὡς καὶ πρὸ τούτου τὸ ἔξω μέσον τάφρου καὶ τείχους, ὥστε στεῖνος ἦν ἐφ' ἑκάτερα τοῦ τείχους.

(v. 428) Ὅτι ἐν τῷ "νεῶν ἐν ἀγῶνι πεσόντα" ἔστι μὲν νοῆσαι ἀγῶνα καὶ τὸ τῆς μάχης ἐναγώνιον, κρεῖττον δὲ κατὰ τοὺς παλαιοὺς νεῶν ἀγῶνα εἰπεῖν τὸ πλῆθος καὶ τήν, ὡς εἰπεῖν, ἄγυριν καὶ ἄθροισιν καὶ σύναξιν δὲ τὴν ὁμοίως τῷ ἀγῶνι ἐκ τοῦ ἄγειν παρηγμένην.

(v. 430) Ὅτι Λυκόφρονά τινα λέγει ὁ μέγας Αἴας τιμᾶν ἶσα τοκεῦσι, διὸ καὶ πεσόντι ἐπαμύνει.

(v. 429-434) "Ἕκτωρ μὲν γὰρ Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ. τοῦ μὲν ἅμαρτεν, ὃ δ' ἔπειτα Λυκόφρονα, Μάστορος υἱόν, Αἴαντος θεράποντα Κυθήριον, ὅς ῥα παρ' αὐτῷ ναῖ', ἐπεὶ ἄνδρα κατέκτα Κυθήροισι ζαθέοισιν, ἔβαλε κεφαλὴν ὑπὲρ οὔατος, ἑσταότ' ἄγχ' Αἴαντος".

(v. 434-441) Καὶ αὐτὸς μὲν ὕπτιος "νηὸς ἀπὸ πρύμνης χαμάδις πέσε, λύντο δὲ γυῖα. Αἴας δ' ἐρίγησε", καὶ τὸν ἀδελφὸν προσφωνήσας "Τεῦκρε", φησίν, "πέπον, δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος Μαστορίδης, ὃν νῶϊ Κυθηρόθεν ἔνδον ἐόντα ἶσα φίλοισι τοκεῦσιν ἐτίομεν ἐν μεγάροισι. τὸν δ' Ἕκτωρ μεγάθυμος ἀπέκτανε. ποῦ νύ τοι ἰοὶ ὠκύμοροι" καὶ ἑξῆς. Καὶ ὅρα ὅτι οὐχ' ὡς φίλον ἁπλῶς, ἀλλ' οὐδὲ ἶσα κασιγνήτοις τιμᾶν ὁ μέγας Αἴας λέγει τὸν Λυκόφρονα τοῦτον, ἀλλ' ὡς τοκέα, διὰ τὸ ὁμωρόφιον δηλαδὴ καὶ τὸν ξένιον καὶ ἑστιοῦχον Δία. ἱκέτης γὰρ τῷ Αἴαντι γέγονε καί, ὡς εἴρηται, παρ' αὐτῷ ἔναιεν. Ἰστέον ὅτι φίλους μὲν τοκέας νοῶν τις τοὺς τοῦ Αἴαντος καλῶς νοεῖ. ὁ δέ γε ἴσως εἰπών, ὡς φιλεῖν ὁ Αἴας λέγει τὸν Λυκόφρονα ἶσα τοῖς αὐτοῦ δὴ τοῦ Λυκόφρονος τοκεῦσι, πῇ μὲν εὖ λέγοι ἄν, πῇ δὲ οὐχ' οὕτως. φιλεῖσθαι μὲν γὰρ ὑπὸ Αἴαντος τὸν Λυκόφρονα, ὡς καὶ οἱ ἴδιοι αὐτὸν ἐφίλουν γονεῖς, οὐκ ἔχει ἀντιλογίαν, φιλεῖσθαι δὲ αὐτὸν τῷ Αἴαντι ὡς καὶ τοὺς ἐκείνου, ἤγουν τοὺς τοῦ Λυκόφρονος γονεῖς, ἐτίμα ὁ Αἴας, οὐκ ἔχοι ἂν λόγον στερρόν. ἄδηλον γὰρ ὅπως ὁ Αἴας τοῖς γονεῦσι προσεφέρετο τοῦ Λυκόφρονος. Τριῶν οὖν τούτων ἐννοιῶν, αἳ ἀμφιβολίαν [752] ποιοῦσιν, ἡ μὲν τρίτη ἐγγὺς ἀδιανοήτου ἐστίν, ἡ δὲ δευτέρα εὔλογός ἐστιν, ὁμοίως δὲ καὶ ἡ πρώτη, δι' ἧς ἀκρότητα φιλίας διδασκόμεθα, εἴγε ἶσα καὶ φίλοις τοκεῦσι φιλητέον τὸν ἀληθῆ φίλον. Ὅρα δ' ἐν τοῖς ῥηθεῖσι καὶ τὸ ποικιλόφωνον τοῦ ποιητοῦ ἐν ταῖς παραποιήσεσι. Μάστορος γὰρ υἱὸν εἰπὼν τὸν Λυκόφρονα εἶτα Μαστορίδην αὐτὸν ἔφη, καὶ Κυθήριον δὲ φάμενος καὶ παρὰ τῷ Αἴαντι ναίοντα ὑποκαταβὰς "Κυθηρόθεν ἔνδον ἐόντα" λέγει καθ' ὁμοιότητα τοῦ "Καβησόθεν ἔνδον ἐόντα", καὶ τιμᾶν αὐτὸν ἐν μεγάροισι. καὶ ὁ πιστὸς δὲ ἑταῖρος ὁ αὐτός ἐστι τῷ Αἴαντος θεράποντι, καὶ τοῦ ἀπέκτανε δὲ ἀλλοιότερόν τι τὸ κατέκτα, δι' ἣν ἔπαθεν ἀποκοπήν.

(v. 431) [Ἰστέον δὲ καὶ ὅτι, ὥσπερ οὐκ ἂν ὁ ἥρως Μηριόνης θεράπων Ἰδομενέως λέγοιτ' ἂν ὀνόματι δουλικῷ, οὕτως οὐδ' ὁ Κυθήριος Λυκόφρων θεράπων νοηθείη ἂν Αἴαντος ὡς δοῦλος, ἀλλ' ἔχει καὶ ἡ λέξις αὕτη μέσως, καθὰ καὶ ὁ οἰκεὺς καὶ ὁ οἰκέτης, οἵπερ οὐδ' αὐτοὶ ἐξ ἀνάγκης δούλους δηλοῦσιν. Ἀχαιὸς γοῦν, φασίν, ὁ ποιητὴς διαστέλλων λέγει περί τινος, ὅτι χρηστὸς εἰς τοὺς δούλους ἐστὶ καὶ τοὺς οἰκέτας. εἰσὶ δέ, φασίν, οἰκέται οἱ κατὰ τὴν οἰκίαν διατρίβοντες, κἂν εἶεν ἐλεύθεροι. Ἦσαν δὲ ἄλλως δουλικαὶ λέξεις ἐν Κρήτῃ μὲν οἱ κλαρῶται διὰ τὸ κληρωθῆναι, ἔτι δὲ οἰκέται μὲν οἱ κατὰ πόλιν χρυσώνητοι, ἀμφαμιῶται δὲ οἱ κατὰ ἀγρὸν ἰδίᾳ δοῦλοι. ἐκάλουν δέ, φασί, Κρῆτες καὶ μνοίαν τὴν κοινὴν δουλίαν, καὶ μνώτας τοὺς ἐγγενεῖς οἰκέτας. Παρὰ δὲ τοῖς Γλωσσογράφοις, παρ' οἷς καὶ ὁ θεράπων δεδούλωται, δουλικὰ ὀνόματα καὶ οἱ ἆζοι καὶ οἱ πάλμονες καὶ οἱ λάτρις καὶ οἱ ἑρκῖται, οἵπερ εἰσὶν κατ' ἀγρὸν οἰκέται, καὶ οἱ σίνδρωνες [οἱ κοινῶς] δουλέκδουλοι, ἤδη δὲ καὶ οἱ ἀκόλουθοι καὶ οἱ ὑπηρέται. Σέλευκος δέ, φασίν, ἄζους οὐ δούλους μόνους ἀλλὰ καὶ τὰς θεραπαίνας οὕτω καλεῖ. Παρὰ δὲ Λάκωσιν οἱ παρὰ τὸ Ἕλος Εἵλωτες ἐλευθερωθέντες ἐκαλοῦντο ἀφέται, οἱ δὲ ἀδέσποτοι, τινὲς δὲ ἐρυκτῆρες, ἄλλοι δεσποσιοναῦται, οὓς εἰς τοὺς στόλους κατέτασσον, ἦσαν δὲ καὶ οἱ νεοδαμώδεις [753] ἕτεροι τῶν Εἱλώτων. Ὡς δὲ καὶ ἄλλαι δουλικαί εἰσι κλήσεις, καὶ προερρέθη καὶ ἐν τοῖς ἑξῆς δέ που δηλωθήσεται.] (v. 432) Κύθηρα δὲ ἐν οὐδετέρῳ γένει νῆσος πρὸς τῇ Κρήτῃ, ὥς φησιν ὁ γράψας τὰ Ἐθνικά, ἥ ποτε καὶ Πορφυροῦσα, ὡς καὶ ἀλλαχοῦ ἐγράφη, διὰ τὸ καλλίστας φέρειν πορφύρας. Ἐκ ταύτης, ἧς ἡ κλῆσις, εἰ καὶ κατὰ παραφθοράν, ὅμως μέντοι ἕως καὶ ἄρτι φυλάττεται, καὶ ἡ Ἀφροδίτη Κυθέρεια κατὰ τὸν Ἡσιόδου μῦθον λέγεται. διὸ καὶ ζάθεα Κύθηρα ἔφη ὁ ποιητὴς διὰ τὴν ἐν αὐτοῖς μυθευομένην τῆς Κυθερείας ἔκφανσιν.

(v. 436) Ἐρρίγησε δὲ ὁ Αἴας, καθὰ καὶ μετ' ὀλίγα Τεῦκρος, δυστυχήσας παραδόξως ἐπὶ τῷ τόξῳ, ἀνάπαλιν τῷ εὐτυχοῦντι, ὃς χαρᾷ θάλπεται.

(v. 438) Τὸ δὲ "Κυθηρόθεν ἔνδον ἐόντα" ἀντὶ τοῦ ἐξ αὐτῆς τῆς ἐκεῖ πόλεως, οὐ μὴν ἐκ τῆς περιχώρου τῆς νήσου Κυθήρων.

(v. 440) Τὸ δὲ "ποῦ δή τοι ἰοί", ὅ ἐστιν ὀϊστοί, ὠκύμοροι καὶ τόξον, ἐρεθισμὸς εἰς διαμάχην ἐστί. καὶ διαβολεὺς δέ ποτε ἀπρακτῶν ἀκούσοι ἂν καιρίως πρός τινος τοῦτό τε καὶ τὸ ἐφεξῆς "ὅ τοι πόρε Φοῖβος Ἀπόλλων". τοῦτο δὲ προσφυῶς, ἐπεὶ δαιμονίως ἐφίεται ἀπόλλειν τοὺς διαβαλλομένους. Φασὶ δὲ οἱ παλαιοί, ὅτι τόξον ὁ ποιητὴς νῦν οὐ τὸ σκεῦος λέγει, ἀλλὰ τὴν τοξικὴν τέχνην τοῦ Τεύκρου. ὅτι δὲ τόξα καὶ πᾶσα ἡ τεχνικὴ σκευὴ λέγεται, καὶ ὅτι ἐπιστάτης τοξείας ὁ τοῦ μύθου Ἀπόλλων, πολλαχοῦ φαίνεται.

(v. 441) Ὅρα δὲ τὸ "ὠκύμοροι" ἀσυνήθως ληφθέν. κοινῶς μὲν γὰρ ὠκύμορος ἐν παθητικῇ σημασίᾳ ὁ θνῄσκων ὠκύ, νῦν δὲ ὀϊστοὶ ὠκύμοροι οἱ θανατοῦντες ὠκύ. τοιούτῳ τινὶ λόγῳ καὶ μετ' ὀλίγα πολύστονος ἰὸς ὁ ποιῶν, οὐ μὴν πάσχων, στόνους.

(v. 443 s.) Ἐν τούτοις δὲ καὶ φαρέτρας ἐτυμολογίαν ὑπολαλῶν φησι "τόξον ἔχων ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην ἰοδόκον". [754] φαρέτρα τε γὰρ ἡ φέρουσα τὰ τρώοντα, ὅ ἐστι βλάπτοντα, καὶ ἰοδόκος Ἰωνικῶς ἡ δεχομένη τοὺς βλάπτειν δυναμένους ἰούς. Παροξύνεται δὲ τὸ ἰοδόκος καθὰ καὶ τὸ ξεινοδόκος, ἐνεργητικὸν γάρ ἐστι καὶ οὐ πάθος δηλοῖ. Ὁμήρου δὲ ἰοδόκον εἰπόντος, οἱ μεθ' Ὅμηρον καὶ ὀϊστοῦχον φαρέτραν συνέθεντο πρὸς ἀναλογίαν ἴσως τοῦ πολιοῦχος καὶ ἑστιοῦχος καὶ τῶν ὁμοίων. Ἰστέον δὲ ὅτι καὶ ἐν τῷ "ἠδὲ φαρέτρην" μετοχὴν συννοητέον οἰκείαν τῇ κατοχῇ αὐτῆς. οὐ γὰρ ὥσπερ τόξον ἔχει τις ἐν χειρί, οὕτω καὶ φαρέτραν, καὶ ἀνάγεται καὶ τοῦτο εἰς τὸ σχῆμα τοῦ "σῖτον καὶ οἶνον ἔδοντες", καὶ τῶν ὁμοίων.

(v. 441-443) Ἔτι ἰστέον καὶ ὅτι τὸ "θέων ἄγχι παρέστη τόξον ἔχων ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην ἰοδόκον", τὴν προσεχῶς ῥηθεῖσαν, "μάλα δ' ὦκα βέλεα" τοῖς δεῖνα ἐφίει, τοξότου ἀγαθοῦ δηλοῖ ἐνέργειαν, ὁποῖος καὶ ὁ Τεῦκρος, περὶ οὗ κατὰ Τρώων ἐνεργοῦντος ταῦτα εἴρηται.

(v. 447-449) Ἱππότου δὲ ἀσχολίαν δηλοῖ τὸ "πεπόνητο καθ' ἵππους. τῇ γὰρ ἔχε", τουτέστιν ἐνταῦθα ἤλαυνεν, ἐπεῖχεν, ἠσχολεῖτο, "ἔνθα πολὺ πλεῖσται κλονέοντο φάλαγγες τῷ δεῖνι χαριζόμενος", οἷον στρατηγῷ ἢ ἑτέρῳ τινί.

(v. 445) Κλεῖτος δὲ ἦν ὁ τοιοῦτος, ἀντιτονούμενος τῷ κλειτῷ, ἤτοι ἐνδόξῳ, ὃς δὴ Κλεῖτος Πολυδάμαντι μὲν ἡνιοχῶν, Ἕκτορι δὲ χαριζόμενος, ἔπεσεν ἀφρόνως μαχόμενος. τί γὰρ ἔδει αὐτὸν ἡνίοχον ὄντα καὶ τὰ τοῦ παραιβάτου [ὡς καὶ προείρηται] ποιεῖν; (v. 452 s.) Πεσόντος δέ, φησίν, αὐτοῦ "ὑπερώησαν", ὅ ἐστιν ἀνεχώρησαν, "οἱ ἵπποι κεῖν' ὄχεα κροτέοντες", ταὐτὸν δ' εἰπεῖν κροταλίζοντες, ὡς δηλοῖ ἐν ἄλλοις ῥηθὲν τὸ "κεῖν' ὄχεα", ἤγουν κενὰ ἅρματα, "κροτάλιζον". καὶ τοῦτο μὲν τοιοῦτον.

(v. 449 s.) Κακοῦ δὲ αἰφνιδίου ἐπέλευσιν φράζει τὸ "τάχα δ' αὐτῷ ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ", ἢ κατὰ δοτικὴν πτῶσιν "ἱεμένῳ περ".

(v. 451) Εἰ δὲ καὶ τυχὸν ἐκ διαβολῆς κρύφα καὶ οὐ κατὰ πρόσωπον βέβλαπταί τις, οἰκεῖον ἐπαγαγεῖν [755] καὶ τὸ "αὐχένι γάρ οἱ ὄπισθε πολύστονος ἔμπεσεν ἰός". Ἰστέον δὲ καὶ ὅτι περιφραστικῶς ἀντὶ τοῦ ἐβλήθη ἐρρέθη τὸ "πολύστονος ἐνέπεσεν ἰός", ὃν καὶ ἐτυμολογῶν ἔφη ἀνωτέρω "μάλα δ' ὦκα βέλεα ἐφίει", ὃ ταὐτόν ἐστι τῷ ἔπεμπεν, ἐξ οὗ γίνεται ἰός, ψιλούμενος αὐτὸς κανονικῶς διὰ τὸ κεῖσθαι τὸ ι πρὸ φωνήεντος. Ἔστι δὲ τὸ "βέλεα ἐφίει" ἀντὶ τοῦ ἔβαλλε περιφρασθέν, καθὰ καὶ τὸ "ἔμπεσεν ἰός" ἀντὶ τοῦ ἔβαλεν.

(v. 459 s.) Ὅτι τὸ "καί κεν ἔπαυσε μάχης" Τεῦκρος Ἕκτορα, [ἐν τῇ δευτέρᾳ βολῇ δηλαδή,] "εἴ μιν ἀριστεύοντα βαλὼν ἐξείλετο θυμόν", ἄλλως μὲν οὐκ εὐλόγιστον δοκεῖ. πᾶς γὰρ μαχόμενος, εἰ βάλοι καιρίως ἀριστέα, καταβαλεῖ ἄν. εἰ δὲ ὁ ει σύνδεσμος ληφθῇ ἀντὶ τοῦ ἐπειδή, ὀρθῶς ἔχει. εὖ γὰρ εἰδὼς τοξεύειν ὁ Τεῦκρος ἔπαυσεν ἂν μάχης τὸν Ἕκτορα, ἐπειδὴ ἔβαλεν ἂν κατευστοχήσας, εἰ μὴ Ζεὺς ἐκώλυσε.

(v. 461 s.) Διὸ καὶ ἐπάγει "ἀλλ' οὐ λῆθε Διὸς πυκινὸν νόον, ὃς δὴ ἐφύλασσεν Ἕκτορα, Τεῦκρον δὲ εὖχος ἀπηύρα". Καὶ ὅρα ὅτι, ὥσπερ πρὸ τούτων Διὸς νόος ἤγειρε τὸν Ἕκτορα, οὕτω καὶ νῦν ὁ αὐτὸς ῥύεται. Τὸ δὲ "ἀλλ' οὐ λῆθεν" ἑτέρου χωρίου Ὁμηρικοῦ ἤρτηται τοῦ "οὐδέ σε λήθω κινύμενος". Ἰστέον δὲ καὶ ὅτι τὸ "Διὸς πυκινὸν νόον" ἔμφασιν ἔχει τοῦ καὶ εἰς νοῦν ἀλληγορεῖσθαι τὸν Δία.

(v. 463-465) Ἐπὶ δὲ τούτοις φράζων καὶ τὴν τοῦ Τεύκρου δυσπραγίαν, ἣν οὐκ ἀπὸ τοῦ κατὰ νοῦν Διὸς ἀλλὰ τοῦ κατὰ τὴν μοῖραν νοουμένου ἔπαθε, φησὶν "ὅς οἱ ἐϋστρεφέα νευρὴν ἐν ἀμύμονι τόξῳ ῥῆξεν ἐπὶ τῷ ἐρύοντι", ἤγουν ἕλκοντι καθ' Ἕκτορος, "παρεπλάγχθη δέ οἱ ἄλλῃ ἰὸς χαλκοβαρής, τόξον δέ οἱ ἔκπεσε χειρός".

(v. 467 s.) Ἐφ' οἷς ὁ Τεῦκρος ῥιγήσας, ὡς προδεδήλωται, λέγει ὃ καὶ πᾶς ἀνδρεῖος εἴποι ἂν δυστυχῶν ἐν μάχῃ "ὢ πόποι, ἦ δὴ πάγχυ μάχης ἐπὶ μήδεα κείρει δαίμων ἡμετέρης", καὶ ἑξῆς.

(v. 473) Ὃ παραφραστικῶς ὁ Αἴας οὕτως ἐρεῖ "ἐπεὶ συνέχεε θεὸς μεγήρας". καὶ ἄλλως δὲ θεωρῆσαι, τὸ μὲν "ἔρρηξε νευράν" παρέφρασε διὰ τοῦ Αἴαντος ὁ ποιητὴς εἰπὼν "ἐπεὶ συνέχευε θεός", τὸ δὲ "τόξον δέ οἱ ἔκπεσε χειρός" διὰ τοῦ Τεύκρου ἐν τῷ "δαίμων βιὸν ἔκβαλε χειρός". Καὶ ὅρα τὸ "συνέχεεν" ἀντὶ τοῦ τῆς πρὶν εὐκοσμίας ἐστέρησεν. ἐναντίον γάρ, ὡς καὶ προερρέθη, τὸ συγχέειν πρὸς τὸ εὐκόσμως καὶ οὕτως εὐκρινῶς τάττειν. Ἰστέον δὲ ὅτι οὐχ' οὕτως ἐνταῦθα προσφυὲς τὸ συγχέειν ὡς ἐν τοῖς πρὸ τούτου ἐπὶ τῆς ψάμμου. Ὅρα δὲ καὶ οἷα τὰ παρ' ἐλπίδα προσπίπτοντα. ποῦ γὰρ ὁ Τεῦκρος ᾠήθη ἂν οὕτω πείσεσθαι; (v. 463) Τὴν δὲ "εὐστρεφέα" νεόστροφον κατωτέρω λέγει Τεῦκρος προπαροξυτόνως, ὃ ἑρμηνεύων φησὶν "ἣν ἐνέδησα πρώϊον, ὄφρ' ἀνέχοιτο θαμὰ θρῴσκοντας ὀϊστούς". Ὥστε οὐ κραυρωθεῖσα ἐρράγη ‑ οὐ γὰρ ἂν ἦν δυστύχημα ἐκεῖνο ‑ , ἀλλὰ [756] νεόστροφος οὖσα, τὸ παράδοξον, ὅπερ εἰς φθόνον ἀνάγει δαιμόνιον. [Ἔστι δὲ νευρὰ μὲν καταχρηστικῶς ἐκ παλαῖας χρήσεως ὀνόματι μόνῳ ἡ οὐκ ἐξ ἀνάγκης ἐκ νεύρου, ἣν παρονομάζουσί τινες τῇ χορδῇ, ἀλλὰ καὶ ἡ ἐκ δέρματος ζωϊκοῦ. Εὐστρεφὴς δὲ καὶ εὔστροφος ἡ εὔκλωστος, ἐπεὶ καὶ τὸ κλώθειν στρέφειν λέγεται.] (v. 464) Τὸ δὲ "παρεπλάγχθη" ὅτι ἀστοχίαν δηλοῖ σκοποῦ, πολλαχοῦ φαίνεται. καὶ ἔστιν ἡ λέξις χρήσιμος καὶ εἰς τὸ παλιμπλαγχθέντας.

(v. 465) Τὸ δὲ "ἰὸς χαλκοβαρής" ἀντίκειται μὲν πρὸς τὸν πτερόεντα, οὐκ ἐξακριβοῦται δὲ νῦν ὡς τὰ ἄλλα κοῦφος ὤν, ἀλλὰ τῷ κατ' ἄκρον σιδήρῳ βαρύνεσθαι λέγεται.

(v. 470) Τὸ δὲ "πρώϊον" εἰς μνήμην ἄγει καὶ ἑτέρας δυστυχίας τὸν Τεῦκρον. δῆλον γάρ, ὅτι πρώϊον ἐνέδησε τὴν νευρὰν διὰ τὸ προρραγῆναι τὴν ἑτέραν λίθου βολῇ. Γίνεται δὲ τὸ πρώϊον ἐκ τοῦ πρωΐ, ὡς καὶ τὸ πρώϊμος καὶ τὸ πρωϊζά. προϋπάρχει δὲ αὐτῶν μονοσύλλαβον τὸ πρῶ, ὃ δηλοῖ κατὰ Παυσανίαν τὸ πρωῒ ἢ πρὸ καιροῦ. Τὸ δὲ ἀνέχοιτο ὡς ἐπὶ ἐμψύχου ἔφη τῆς νευρᾶς, ἥτις νεόστροφος οὖσα ὑπομένοι ἂν καὶ οἷον βαστάζοι καὶ μὴ διαρρηγνύοιτο τῇ τάσει. οὕτω καὶ ἐν τῷ "ἐμὲ δ' οὔ πως ἔστι πάντας ἀνέχεσθαι", τὸ ἀνέχεσθαι ἀντὶ τοῦ ἐπανέχειν, φέρειν, βαστάζειν. Τὸ δὲ "θαμὰ θρῴσκοντας ὀϊστούς" ταρφέας ἰοὺς αὐτίκα φησί. Σημείωσαι δ' ἐν τοῖς εἰρημένοις ὅτι τὴν τοῦ Τεύκρου δυστυχίαν Ὅμηρος φράσας εἶτα καὶ τῷ Τεύκρῳ ἀναθεὶς εἰπεῖν αὐτὴν εἰς ὀλίγα μὲν συνέπεσεν, ἐτεχνάσατο δὲ διαφοράν τινα καὶ ἐν αὐτοῖς, τὴν μὲν ἐϋστρεφέα νευρὴν νεόστροφον εἰπών, ὡς εἴρηται, καὶ ἑρμηνεύσας αὐτὴν καὶ αἰτιολογήσας, τὸ δὲ ῥῆξεν ἐξέρρηξεν εἰπὼν διὰ τοῦ Τεύκρου, τὸ δὲ "τόξον οἱ ἔκπεσε χειρός" "δαίμων βιὸν ἔκβαλε χειρός", ὡς ἔστι καὶ ἐκ τῶν ῥηθέντων ἀναλέξασθαι. δοκεῖ δὲ ἡ ῥηθεῖσα τῆς νευρᾶς ῥῆξις καὶ ἡ ἐκ χειρὸς πτῶσις τοῦ τόξου τῆς προδηλωθείσης αἰγίδος ἔργον εἶναι, ἧς ἐπισειομένης γίνονται κλόνοι, τρόμοι, ῥήξεις, φυγαί, καὶ ὅσα τοιαῦτα.

(v. 472-475) Ὅτι παραδιδοὺς Ὅμηρος μὴ χρῆναι ἀπογινώσκειν τὸν δυσπραγοῦντά φησι διὰ τοῦ ἀδελφοῦ πρὸς τὸν Τεῦκρον "ὦ πέπον, ἀλλὰ βιὸν μὲν ἔα καὶ ταρφέας ἰοὺς κεῖσθαι, ἐπεὶ συνέχεε θεός", ὡς εἴρηται, "αὐτὰρ χερσὶν ἑλῶν δολιχὸν δόρυ καὶ σάκος ὤμῳ μάρναο καὶ ἄλλους ὄρνυθι λαούς". Τοῦτο δὲ καὶ ἐρεθισμός ἐστιν εἰς τὸ ὁμόσε τῇ μάχῃ χωρεῖν.

(v. 476 s.) Ἐνταῦθα δὲ κεῖται καὶ τὸ ἀσπουδεί, ὡς καὶ ἀλλαχοῦ, ἀντὶ τοῦ ῥᾷον καὶ ἀπονητί. ἐπάγει γὰρ "μὴ μὰν ἀσπουδεί γε δαμασσάμενοί περ ἕλοιεν [757] νῆας, ἀλλὰ μνησώμεθα χάρμης". Τοῦτο δὲ ἁρμόττει λέγεσθαι ἐπὶ τῶν σπευδόντων μὴ ἡττηθῆναι, εἴ τις παρῳδήσει τὸ "νῆας ἐϋσέλμους".

(v. 479) Λέγει δὲ καὶ σάκος ἐν τούτοις τετραθέλυμνον ὁ ποιητής, ὅ ἐστι τετράπτυχον, τετράθετον, ὃ Τεῦκρος φορεῖ μετὰ τὴν βλάβην τοῦ τόξου. Ὅρα δὲ καὶ νῦν, ὡς ὁ Αἴας οὐ πολλὰ μὲν τῷ ἀδελφῷ λαλεῖ, ἀλλ' ἐπιτροχάδην παραινεῖ, δρᾷ δὲ ὅμως εἰς ἐκεῖνον οὐδὲν ἧττον τῶν διὰ πολυλογίας πειθόντων.

(v. 479 s.) Ἅμα γὰρ εἶπε καὶ ὁ Τεῦκρος εἰς ἀγχέμαχον ὁπλίζεται πρόμαχον, σάκος μέν, οἷον ἐρρέθη, ἀμφ' ὤμοισι θέμενος, "κρατὶ δ' ἐπ' ἰφθίμῳ κυνέην εὔτυκτον" θείς, καὶ ἑξῆς. [(v. 477) Εἰς δὲ τὸ "νῆας ἐϋσέλμους" ἐνθυμητέον, ὡς εἰ καὶ σέλμα κοινῶς λέγεται καθέδρα, ἤτοι σελλίς, νηός, ἐξ ἧς ναῦς εὔσελμος, ἡ διὰ τοῦτο καὶ εὔζυγος κατά τινας, ἀλλ' ὅμως ὡς ἐκ μέρους σέλμα ἐρρέθη καὶ ὅλη ναῦς. καὶ δηλοῖ τοῦτο ἐπίγραμμα ἐκδοθὲν περὶ μεγίστης νηός, τὸ "τίς τόδε σέλμα πελώριον ἐπὶ χθονὸς εἵσατο", ἤγουν ἵδρυσεν, ἔκτισεν, ἐκάθισεν.] (v. 484) Ὅτι σημειοσκοπῶν, οἷα εἰκός, καὶ ὁ Ἕκτωρ, "ὡς εἶδε Τεύκρου βλαφθέντα βέλεμνα", νοεῖ ἐκ Διὸς αὐτὸ γενέσθαι, καὶ ἀναθαρρύνων οὕτω τοὺς ἀμφ' αὐτὸν εἰς μάχην παρασημαίνεται τὸ πρᾶγμα καὶ ἐρεθίσας εἰς μνήμην ἀλκῆς ἐπάγει (v. 488 s.) "δὴ γὰρ ἴδον ὀφθαλμοῖσιν ἀνδρὸς ἀριστῆος Διόθεν", ἤγουν ἐκ μοιριδίου, "βλαφθέντα βέλεμνα".

(v. 490-493) Εἶτα δεικνύς, ὡς οὐκ ἀπὸ τέχνης ἄρτι νοεῖ ‑ πῶς γὰρ ὁ φθάσας ἀντιπεσεῖν ἀτέχνως τῷ σοφῷ Πολυδάμαντι ἐν τοῖς κατὰ τὸν οἰωνόν ‑ φησὶ "ῥεῖα δ' ἀρίγνωτος Διὸς ἀνδράσι γίνεται ἀλκή, ἠμὲν ὁτέοισι κῦδος ὑπέρτερον ἐγγυαλίξει", ὅ ἐστι δώσει, "ἠδ' ὅτινας μινύθει τε καὶ οὐκ ἐθέλῃσιν ἀμύνειν, ὡς νῦν Ἀργείων μινύθει μένος ἄμμι δ' ἀρήγει", μονονοὺ λέγων, ὡς οὐ κατὰ λεπτότητα νόου ἀλλὰ διὰ τὸ ἀρίγνωτον ἐπέστησα τῷ σημείῳ τούτῳ τοῦ Διός.

(v. 494-499) Εἶτα στρατηγικῶς καὶ ῥητορικῶς ὀτρύνων εἰς μάχην φησὶν "ἀλλὰ μάχεσθ' ἐπὶ νηυσὶν ἀολλέες. ὃς δέ κεν ὑμέων βλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ, τεθνάτω. οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης τεθνάμεν, ἀλλ' ἄλοχός τε σόη καὶ παῖδες ὀπίσσω, καὶ οἶκος καὶ κλῆρος ἀκήρατος, εἴ κεν Ἀχαιοὶ οἴχονται σὺν νηυσὶ [758] φίλην ἐς πατρίδα γαῖαν". Φασὶ δὲ οἱ παλαιοὶ ἐνταῦθα, ὡς διὰ συντομίαν οὐ κεκράτηκεν ὁ Ἕκτωρ τῆς ἐν τῇ συντάξει φράσεως, ἀλλὰ ἐλλειπτικῶς ἔφρασεν. Ἔδει γὰρ εἰπεῖν ὅτι "εἰ γὰρ αὐτὸς θάνοι τις, ἀλλ' ἄλοχός τε σόη" καὶ τὰ ἑξῆς, ὁποῖον ἀλλαχοῦ τὸ "εἴ περ γάρ κε βλεῖο πονεύμενος, ἀλλὰ οὐ κατὰ νώτου δέξῃ τὴν πληγήν". ὁ δὲ παραλιπὼν τὸ "εἰ γὰρ καὶ θάνοι" ἤρξατο ἀπὸ τοῦ "ἀλλ' ἄλοχος" μιμούμενος τῇ ἐλλειπτικῇ ἐπείξει τὴν σπουδὴν τοῦ καιροῦ. Πάνυ δὲ τεχνικῶς παρατίθησι τῷ τοῦ θανάτου δυσχερεῖ τὰ μετὰ ταῦτα λυσιτελῆ. Καί φασιν οἱ παλαιοί, ὡς κάλλιόν ἐστι ταῦτα τοὺς μαχίμους νέους ἀναγινώσκειν ἐν βραχεῖ δυνατῶς καὶ κατὰ τάξιν ἢ ἃ Τυρταῖος πολυλογῶν Λακεδαιμονίοις ἔγραψε. δαιμονίως δ' ἐνταῦθα καταμερίζει δι' ὀλίγων Ὅμηρος πόλεως σωτηρίαν, μεταποιήσας ἐκ τοῦ ἐναντίου τὸ ἐν ταῖς Λιταῖς νόημα. Ὅρα γὰρ ὡς ἐκεῖ μὲν ἔλεγε διὰ τῆς Κλεοπάτρας τὰ ἐπισυμβαίνοντα τῇ πορθήσει τρία μεγάλα κακά, φόνον ἀνδρῶν, πόλεως ἐπινέμησιν διὰ πυρὸς καὶ αἰχμαλωσίαν τέκνων καὶ γυναικῶν. ὧδε δὲ ἀντιφράζων τὰ αὐτοῖς ἐναντία φησίν, ὡς περιούσης τῆς πατρίδος ἄλοχός τε καὶ παῖδες σῴζονται, μὴ αἰχμαλωτιζόμενοι δηλαδὴ ὡς ἐν πορθήσει πόλεως, καὶ οἶκος καὶ κλῆρος ἀκήρατος, μὴ γενόμενα δηλαδὴ πυρὸς ἔργον. τὸ δὲ τρίτον κακόν, ἤγουν οἱ κτεινόμενοι ἐκεῖ ἄνδρες, οὐκ ἀντιφράζονται νῦν διὰ τῶν σῳζομένων, ἢ διότι συνεπινοεῖται τοῦτο, κἂν ὁ Ἕκτωρ οὐκ εἶπεν ὡς ἐπειγόμενος τῷ καιρῷ. εἰ γὰρ αὐτοὶ ἀριστεύσαντες τὰ φίλτατα καὶ τὰ κατ' οἴκους περισῴζονται, περίεισιν ἄρα καὶ οὐ κτείνονται. ἢ καὶ ἄλλως, διότι οὐκ ἐξ ἀνάγκης τῇ πατρίδι σῳζομένῃ συμπερισῴζονται καὶ οἱ ἄνδρες ἅπαντες καὶ οὐδεὶς κτείνεται, ἀλλά τινες μὲν πίπτουσιν ἀμυνόμενοι περὶ πάτρης, ὧν τά τε φίλτατα σῴζεται καὶ ὁ οἶκος ἀκήρατος μένει, οἱ πλείους δὲ περίεισιν.

(v. 498) Ἰστέον δὲ καὶ ὅτι ἐν ταῖς Λιταῖς μὲν περὶ μόνης πόλεως ἦν ὁ λόγος ἀμαθυνομένης πυρί, ἐνταῦθα δὲ ὁ κλῆρος καὶ πλεῖόν τι σημαίνει τῆς πόλεως. Κλῆρος γὰρ οὐ μόνον ὁ ἔνδον ἄστεος ἀλλὰ καὶ τὰ ἐκτός, ὧν κυριεύουσιν οἱ πολῖται κλήρῳ διανεμόμενοι. Ὅτι δὲ φιλόπατρις ὁ Ἕκτωρ, δηλοῖ καὶ τὸ "εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης" ἐκείνου λόγος ὤν.

(v. 489) Καιρία δὲ λέξις τὸ "βλαφθέντα", ὅθεν ἐδίσσευσεν αὐτὴν ὁ ποιητής, ὡς καὶ τὰ βέλεμνα καὶ τὸ "μινύθει". Εἰ δὲ κακόφθογγον δοκεῖ τὸ βλαφθέντα διὰ τὸ ἐπάλληλον τῶν δασέων, ὥρα αἰτιᾶσθαι καὶ τὸν Δίωνα, ἐν λόγῳ πεζῷ ἐβρέχθη λέγοντα. καὶ προϊὼν δὲ ὁ ποιητὴς ἐρεῖ στρεφθείς ἀντὶ ἀφωνοτέρου [759] τοῦ στραφείς. πολλὰ δὲ τοιαῦτα καὶ ἀλλαχοῦ σεσημείωται. Τὰ δὲ "βέλεμνα" ἐκ μέρους καὶ τὸ τόξον δηλοῖ, ὥσπερ αὖ πάλιν ἐν ἄλλοις τῷ τόξῳ συνεπινοεῖται καὶ βέλεμνα.

(v. 490-492) Τὸ δὲ "ῥεῖα δ' ἀρίγνωτος θεοῦ ἀνδράσι γίνεται ἀλκή, οἷς τε κῦδος ὑπέρτερον" δώσει, καὶ οὓς μινύθει μὴ θέλων ἀμύνειν, γνωμικῶς ἔχει, ὡς τῆς ὁποιδήποτε θείας ῥοπῆς ἐπιφανεστάτης οὔσης. Ἐν δὲ τῷ "ὁτέοισι" καὶ "ὅτινας", ἅπερ οὐκ ἄν τις λογογραφῶν ἐπιλέξηται, πλεονάζει τὸ κατ' ἀρχὴν ο, ὡς καὶ ἐν τῷ ὅτῳ καὶ ὅτου καὶ ὅτων, ἀντὶ τοῦ ὧντινων, καὶ ὅτοισιν, ἀντὶ τοῦ οἷς, ὃ πλεονασμῷ τοῦ ε γίνεται ὁτέοισιν ὡς τουτέοισι, καὶ ὡς τὸ "ὅτεῳ ζώουσιν", ἀντὶ τοῦ ᾧτινι. Κῦδος δὲ ὑπέρτερον ἢ τὸ ὑπερκείμενον τῶν ἄλλων ἢ τὸ ἄνωθεν ἐκ θεοῦ. Τὸ δὲ "οὐκ ἐθέλει ἀμύνειν" αἴτιόν ἐστι τοῦ μινύθειν, [ὃ δὶς ἐνταῦθα κεῖται ὡς φιλητὸν τῇ ποιήσει. οὐ δήπου γὰρ ἄλλως.]

(v. 493) Ἀρήγειν δὲ τὸ εἰς Ἄρην ἄγειν, ὅ ἐστι πορεύεσθαι, καθὰ καὶ βοηθεῖν τὸ εἰς βοήν, ἤγουν εἰς μάχην, θέειν.

(v. 494 s.) Τὸ δὲ "ὃς δ' ἂν ὑμῶν βλήμενος ἢ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ" θαρρύνει πρὸς κινδύνους τοὺς ἐν ἀγαθοῖς τοὺς πολίτας δι' αὐτὸ τὸ καλόν, ὅτι δηλαδὴ μὴ ἀεικὲς ἀμυνομένους περὶ πατρίδος θνῄσκειν. οὐ γὰρ ἐπὶ δώροις καὶ μισθοφορᾷ πεσοῦνται, ὃ πρὸς ἀνάγκης ἔχουσιν οἱ ἐπίκουροι, πίπτειν ὠθούμενοι ἀνθ' ὧν τὴν πόλιν δώροις τρύχουσι καὶ ἐδωδῇ, ὡς προδεδήλωται. Ἐνταῦθα δὲ χρήσιμον καὶ Ἡροδότου τὸ "μεγάλα πρήγματα μεγάλοις κινδύνοις θέλει καθαιρεῖσθαι". Διαφορὰν δὲ καὶ νῦν δηλοῖ τοῦ βάλλειν καὶ τύπτειν τὸ "βλήμενος ἠὲ τυπείς". θάνατος δὲ καὶ πότμος, ὥσπερ καὶ πόλεμος καὶ μάχη πολλαχοῦ συγκείμενα εἴρηνται, διὰ τί τοῦτο [760] πάσχουσι.

(v. 497) Τὸ δὲ ἄλοχος σόη, πάνυ βιωτικῶς, φασίν, εἶπεν. οὐ γὰρ ἄν τις ἀνὴρ ὢν ἐρεῖ, ὡς ἐγὼ φιλοψυχήσας ζήσομαι πρὸ τῆς γυναικός, εἰς αἰχμαλωσίαν ἐκείνην προδούς. περὶ πολλοῦ γὰρ τὰς τῶν γυναικῶν ὕβρεις ποιούμεθα καὶ αὐτὰς ψυχὰς ὑπὲρ τῶν οἰκείων προϊέμενοι καὶ ὑπὲρ ἐκείνων οἴχεσθαι θέλοντες ἤπερ αἰχμαλωτισθείσας ἰδεῖν. Καὶ ἄλλως δέ, ζῆν δοκεῖ καὶ οὐ τῷ παντὶ τέθνηκεν ὁ φίλανδρος καὶ φιλότεκνος γυναῖκα ζῶσαν λιπὼν καὶ παῖδας. Ὅρα δὲ τὸ "σόη", θηλυκὸν ὂν τοῦ σόος. Διὰ δὲ τῶν παίδων, ὥς φασιν οἱ παλαιοί, σεμνότερον τὴν πᾶσαν δηλοῖ γενεάν, ἐπείτοιγε ἄλλως ἐξῆν εἰπεῖν "ἄλοχός τε σόη καὶ νήπια τέκνα".

(v. 498) Κλῆρος δὲ ἢ ὡς περὶ ἀριστέων ἐρρέθη, οἷς ὁ βίος ἀπὸ μερίδων, ἐφ' αἷς κλῆροι πάλλονται, ὅτε καιρὸς δάσασθαι, ἢ δηλοῖ ἄλλως, ὡς καὶ τὰ ἐκ προικὸς καὶ διαδοχῆς γένους κλήρῳ ἐλάγχανον. ὅθεν καὶ ἡ κληρονομία σύγκειται ὡς κλήρῳ διανεμομένη. μέμνηται δὲ οἴκου καὶ κλήρου οὐχ' ὡς τῷ πεσόντι χρησίμων, ἀλλὰ τῇ γυναικὶ καὶ τοῖς παισίν, ὧν ἐκεῖνος ὑπερεκινδύνευσε. Κλῆρος δὲ νῦν οὐ τὸ σημεῖον, ᾧ λαγχάνουσιν, ἀλλὰ τὸ δι' αὐτοῦ λάχος. Ἀκήρατος δὲ ὁ ἀκέραιος καὶ σῷος κατὰ στέρησιν τοῦ κείρεσθαι ἢ τῆς κηρός.

(v. 499) Τὸ δὲ "σὺν νηυσίν" ἐκ περισσοῦ κεῖται πρὸς συντέλειαν στίχου. ἄλλως γάρ, τίς οὐκ οἶδεν, ὡς ἐκ Τροίας εἰς Ἑλλάδα σὺν νηυσὶν ὁ νόστος γίνεται; Τὸ δὲ "ἐς πατρίδα γαῖαν" γενικώτερον πέφρασται. δῆλον γὰρ ὡς οὐ πάντων Ἀχαιῶν μία τῷ ἀριθμῷ πατρὶς γαῖα, ἑκάστων δὲ ἄλλη καὶ ἄλλη. διὸ εὐθὺς μετ' ὀλίγα ἐρεῖ "ἵξεσθαι ἣν πατρίδα γαῖαν ἕκαστος".

(v. 502-505) Ὅτι ὁ Αἴας ἀντιδημηγορῶν τῷ Ἕκτορι καὶ ὀτρύνων τοὺς Ἀχαιούς φησιν "αἰδώς, Ἀργεῖοι, νῦν ἄρκιον", ἤγουν ἐπαρκοῦν ὑμῖν, "ἢ ἀπολέσθαι ἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν. ἢ ἔλπεσθε, ἢν νῆας ἕλῃ κορυθαιόλος Ἕκτωρ, ἐμβαδὸν ἵξεσθαι ἣν πατρίδα γαῖαν ἕκαστος;" (v. 50610) Εἶτα εἰπὼν ἐπ' ὀνειδισμῷ τῶν Ἀχαιῶν τὸ "ἢ οὐκ ὀτρύνοντος ἀκούετε λαὸν ἅπαντα Ἕκτορος, ὃς δὴ νῆας ἐνιπρῆσαι μενεαίνει; οὐ μὰν ἔς γε χορὸν κέλεται ἐλθέμεν ἀλλὰ μάχεσθαι", ἐπάγει "ἡμῖν δὲ οὔ τις τοῦδε νόος καὶ μῆτις ἀμείνων ἢ αὐτοσχεδίῃ μῖξαι χεῖράς τε μένος τε". ὃ [761] παραφράζων Ἕκτωρ μετ' ὀλίγα ἐρεῖ "οὐ γὰρ ἔτ' ἔστιν ἀποσταδὸν Ἀργείοισι μάρνασθαι".

(v. 511-513) Τούτοις δὲ ὁ Αἴας ἐπιφέρει γνωμικὸν "βέλτερον ἢ ἀπολέσθαι ἕνα χρόνον", ὀλίγον τινὰ δηλαδή, "ἠὲ βιῶναι ἢ δηθὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτι ὧδ' αὔτως παρὰ νηυσὶν ἐν ἀνδράσιν", ἢ ὑπ' ἀνδράσι, "χειροτέροισιν". Καὶ ὅρα τὸ μεγαλόφρον τοῦ ἥρωος, εἰ καὶ νικῶντας τοὺς ἐχθροὺς ἐξουθενοῖ χειροτέρους λέγων, ἧς δὴ λέξεως μὴ ἐρανιστέον τὴν χρῆσιν πρὸς ζῆλον πεζογραφίας, ὡς οὐδὲ τοῦ "ῥηΐτερον." ἀρκεῖ γὰρ ἀντ' αὐτῶν εἰς σύγκρισιν τὸ χεῖρον καὶ τὸ ῥᾷον, τὰ κοινά. εἰ δὲ γράφεται "ἀνδράσι παυροτέροισι", παύονται οἱ πολλοὶ λόγοι. Ὅρα δὲ ὅτι καὶ ὁ Αἴας, καθὰ καὶ ὁ Ἕκτωρ, ἐλλειπτικῶς ἔφη διὰ τὸ κατεπεῖγον τῆς ὥρας ἔν τε τῷ "αἰδὼς Ἀργεῖοι", ἔδει γὰρ εἰπεῖν, ὅτι αἰδώς ἐστιν ἐπὶ τοῖς γινομένοις ἤ τι τοιοῦτον, καὶ ἐν τῷ "οὐκ ἐς χορὸν κέλεται ἐλθεῖν ἀλλὰ μάχεσθαι". λείπει γὰρ τὸ "οἳ δὲ πείθονται", ἵνα λέγῃ ὅτι αὐτὸς μὲν κελεύει κινδυνεύειν, οἱ δὲ ὑπακούουσιν. Ἰστέον δὲ καὶ ὅτι λαμπροτέρα μὲν ἡ τοῦ Ἕκτορος δημηγορία, ἔτι δὲ καὶ σεμνοτέρα διὰ τὴν περὶ Διὸς ἔννοιαν καὶ τοὺς περὶ πατρίδος λόγους, πολιτικωτέρα δὲ ἡ τοῦ Αἴαντος καὶ ἐπιχειρηματικωτέρα καὶ οἵα μᾶλλον πείθειν. ἑπτὰ γὰρ συγκεκρότηται γενναίοις νοήμασι προτρεπτικοῖς. Ἔστι δὲ καὶ ἐμβριθεστέρα ἡ τοῦ Αἴαντος. Ἕκτωρ γὰρ προτρεπόμενος παρεντίθησί τι καὶ κολακικὸν ἐν τῷ "ἀνέρες ἐστὲ φίλοι", προτρέπεται δὲ ὁ Αἴας τοὺς Ἀχαιοὺς βιαιότερον Ἕκτορος εἰς θάνατον διὰ τὸν ἐπὶ ταῖς ναυσὶ κίνδυνον, ὧν στερηθέντες οὐκ ἂν ἀποπλευσοῦνται. καὶ πρὸς θανατῶντας δὲ τοὺς Τρῶας ἀντιθανατᾶν βούλεται τοὺς Ἀχαιούς. καὶ τοῦτο ἀναγκαίως. Τρῶες μὲν γὰρ δύνανται καὶ ἀνεῖναι ἄρτι τὴν μάχην, Ἀχαιοῖς δὲ οὐδεὶς νόος ἕτερος ἀμείνων τοῦ ἀποκινδυνεῦσαι, ἵνα εἰ μηδὲν τυχὸν ἀνύσουσι, τάχιον γοῦν ὀλοῦνται καὶ μὴ ἐπὶ μακρὸν εἶεν στρευγόμενοι, ὃ δὴ γνωμικῶς ῥηθὲν περιποιεῖταί τι σεμνὸν τῷ λόγῳ τοῦ Αἴαντος, ὃς καὶ πείθει τοὺς Ἀχαιούς, καθὰ καὶ ὁ Ἕκτωρ τοὺς ὑπ' αὐτόν. διὸ καὶ ἐπ' ἀμφοῖν ὁ ποιητὴς ἐπιφέρει τῇ δημηγορίᾳ τὸ "ὣς εἰπὼν ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου". καὶ τοιάδε μὲν ταῦτα.

(v. 504) Τὸ δὲ "ἢν νῆας ἕλῃ" Ἀττικόν ἐστι θέλημα. ἦν [762] γὰρ ἄλλως κοινότερον τὸ "εἰ νῆας ἕλῃ".

(v. 505) Τὸ δὲ "ἐμβαδόν" ἀντὶ τοῦ βάδην καὶ πεζῇ, ὅθεν ἄβατος ἡ μὴ πορευομένη κατὰ τὸ "καί πως γένοιτ' ἂν ὁδὸς ἄβατος βάτου περικειμένης", ὅπερ Ἀγαθαρχίδης ψέγει λογοπραγῶν. Ἕτεροι δὲ νοοῦσι ἐμβαδόν τὸν λεγόμενον ἐμβατήριον ῥυθμὸν καί, ὡς εἰπεῖν, εἰσιτήριον, πρὸς ὃν Λακεδαιμόνιοι τὴν πατρίδα εἰσέβαινον, ὅτε πολέμου νόμῳ ἐκράτησαν, ἵνα λέγῃ ὅτι ἢ οἴεσθε μέλψειν ἐπινίκιον ἕκαστος εἰς τὴν πατρίδα ἰών. Ὅτι δὲ παρὰ τοῖς μεθ' Ὅμηρον ἐμβαδὸν λέγεται τὸ τῶν ἐπιπέδων σχημάτων χώρημα, ἐκδηλότατόν ἐστι.

(v. 508) Τὸ δὲ "οὐ μὴν ἐς χορὸν κέλεται ἐλθεῖν" ἀντὶ τοῦ· οὐκ εἰς πανήγυριν ἀλλ' εἰς κινδύνους καλεῖ. καὶ ὅμως εὑρίσκει πειθομένους μάχεσθαι, καθ' ἡμῶν δηλαδή. πολλῷ δὴ πλέον ἡμᾶς μαχητέον. Ὅρα δὲ καὶ ὅτι τὸ μάχεσθαι ὀνοματικῶς καὶ νῦν κεῖται, ἵνα ᾖ· οὐ μὴν ἔς γε χορὸν κέλεται ἐλθεῖν ἀλλ' εἰς μάχην.

(v. 509) Τὸ δὲ "νόος καὶ μῆτις" ἀσφαλῶς ἔχει ῥηθέν. πολλαχοῦ γὰρ νοῦς μέν ἐστι, μῆτις δὲ οὐκ ἔστιν, οὐ γὰρ πᾶν τὸ νοηθὲν καὶ ἐξαγγέλλεται.

(v. 510) Τοῦ δὲ "μῖξαι χεῖρας καὶ μένος" οὐκ ἔστι φράσαι καιριώτερον, [δι' οὗ καὶ αὐτοῦ δηλοῦται σαφέστατα ἡ ὡς ἐπὶ πάλης συμπλοκὴ τῶν στρατευμάτων καὶ τὸ ὁμόσε πάντας γενέσθαι.] (v. 512) Στρεύγεσθαι δὲ τὸ στραγγίζεσθαι καὶ οἷον κατὰ στράγγα καὶ κατ' ὀλίγον ἐκλείπειν, ὃ καὶ ἀπολιβάζειν φασὶν οἱ μεθ' Ὅμηρον, οἱονεὶ κατὰ λιβάδα ὑπορρεῖν.

(v. 515) Ὅτι πίπτει ἐνταῦθα Σχεδίος, ἀρχὸς Φωκήων, ὑπὸ τῷ [763] Ἕκτορι, ὅν τινες μὲν προπαροξύνουσι ὡς τὸ Στρόφιος, οἱ πλείους δὲ παροξύνουσιν ὡς τὸ Δολίος, Κλονίος, ὃ καὶ ἐνδέχεται μάλιστα, πρὸς διαστολὴν τοῦ σχέδιος, ὃ δηλοῖ τὸν ἐγγύς.

(v. 516-518) Κεῖνται δ' ἐνταῦθα, ὡς καὶ ἀλλαχοῦ, καὶ πρυλέες οἱ πεζοὶ ἐν τῷ "Αἴας δ' ἕλε Λαοδάμαντα, ἡγεμόνα πρυλέων", καὶ Ὦτος δέ τις Κυλλήνιος, ἀρχὸς Ἐπειῶν, ὁμώνυμος τῷ προϊστορημένῳ ἥρωϊ. [Ὅρα δὲ τὸ "πρυλέων" παροξυτόνως ῥηθέν, ἐξ οὗ δῆλον, ὡς οὐκ ἐκ τοῦ πρύλις πρύλεως, ἀλλ' ἐκ τοῦ πρυλής πρυλέος κατὰ τοὺς παλαιοὺς κλίνεται.] (v. 520) Ὅτι ἐν τῷ "ὕπαιθα λιάσθη Πουλυδάμας", ὅτε αὐτῷ Μέγης ἐπόρουσεν, ὕπαιθα μὲν ἀντὶ τοῦ εἰς τὸ ἰθὺ καὶ ἀντικρὺ καὶ ἔμπροσθεν. ἐκ πλαγίων γὰρ νοῆσαι τὸ ὕπαιθα οὐκ ἀρέσκει τοῖς παλαιοῖς. Λιάσθη δὲ οὐ τὸ ἐξέφυγεν ἀλλὰ κατεκλίθη, ὡς καὶ τὸ "ὃ δ' ἄρα πρηνὴς ἐλιάσθη".

(v. 525 s.) Ὅτι εἰπὼν Ὅμηρος πατρωνυμικὸν Δόλοψ Λαμπετίδης, ἵνα μή τις νοήσῃ Λαμπέτου υἱός, μεταφράζει οὕτως "ὃν Λάμπος ἐγείνατο". ὥστε κατὰ πλεονασμὸν τὸ Λαμπετίδης παρῆκται. ὤφειλε γὰρ εἶναι Λαμπίδης. εἰ μὴ ἄρα ἴσως κατὰ διωνυμίαν καὶ Λάμπος ὁ αὐτὸς ἐκαλεῖτο καὶ Λάμπετος. Ὁμωνυμεῖ δὲ καὶ ὧδε κύριον ὁ Δόλοψ τῷ ἐθνικῷ, καθὰ καὶ ἐν τῷ Ἴμβριος καὶ Αἰγύπτιος. Κεῖται δ' ἐνταῦθα καὶ τὸ "εἰδώς" μετὰ γενικῆς, ὡς Ὁμήρῳ ἔθος. φησὶ γὰρ "Δόλοψ, αἰχμῆς εὖ εἰδώς", καὶ "εὖ εἰδότα θούριδος ἀλκῆς", ὃ δὴ καὶ αὐτὸ περὶ Δόλοπός φησιν.

(v. 528 s.) Ὅτι διασαφῶν Ὅμηρος, ὡς οὐτάζειν ἐστὶ τὸ ἐκ τῶν ἐγγὺς πλήττειν, φησὶ "μέσον σάκος οὔτασε δουρὶ ἐγγύθεν ὁρμηθείς".

(v. 529 s.) Ὅτι ἐν τῷ "πυκινὸς θώρηξ, ὃν ἐφόρει γυάλοις ἀρηρότα", γύαλα ἢ τὰ μέλη φησίν, ὅθεν καὶ ἐγγυαλίζειν τὸ εἰς χεῖρας διδόναι, ἢ τά, ὡς καὶ προερρέθη, κοιλώματα τοῦ θώρακος. Τὸ δὲ φορεῖν ἀγαθὴ τοιούτῳ τόπῳ λέξις ἐστίν, διὸ καὶ δὶς νῦν αὐτῇ χρᾶται. πάντως δὲ ἀρετὴ θώρακος τὸ προσαρηρέναι τῷ φοροῦντι.

(v. 531) Ὅτι καὶ ἐνταῦθα Ἐφύρης ὁ ποιητὴς μέμνηται καὶ ποταμοῦ περὶ αὐτὴν Σελλήεντος, περὶ ὧν ἱκανῶς προεγράφη. Δῆλον δὲ ὅτι, ὥσπερ τριῶν Πύλων ἱστορουμένων [764] παρ' ἑκάστῃ ποταμὸς ἠμαθόεις ἱστόρηται, οὕτω καὶ πολλαὶ μὲν Ἔφυραι, τοσοῦτοι δὲ ποταμοὶ καὶ περὶ αὐτάς.

(v. 530-533) Ποιεῖται δὲ καὶ μνείαν μονίμου πατρῴου δώρου ξενίας. τὸν γὰρ λεχθέντα θώρακα, ὃν ἐφόρει ὁ Φυλείδης Μέγης, ξεῖνος τῷ Φυλεῖ "ἔδωκεν ἄναξ ἀνδρῶν Εὐφήτης ἐς πόλεμον φορέειν, δηΐων ἀνδρῶν ἀλεωρήν". Ἐξ Ἐφύρης δὲ ἦν ὁ τοιοῦτος Εὐφήτης, ἣν Ἔφυραν οὐ διασαφεῖ Ὅμηρος ἐνταῦθα οἵα ἐστί. ψόγου δὲ οὐδὲν ἔχει οὐδὲ νῦν τὸ "ἀνδρῶν" ταὐτολογηθὲν συνεχῶς ἐν δυσὶ στίχοις.

(v. 535 s.) Ὅτι ἀλλαχοῦ μὲν κύμβαχόν τινα ἐξ ἅρματος καταπεσεῖν ἔφη καὶ ἐρρέθη περὶ τούτου ἐκεῖ, ἐνταῦθα δὲ τὸ ἄνω πλῆξαι εἰς τὴν περικεφαλαίαν κύμβαχον νύξαι φησὶν εἰπὼν "τοῦ δὲ Μέγης κόρυθος χαλκήρεος ἱπποδασείης κύμβαχον ἀκρότατον νύξεν".

(v. 537 s.) Εἶτα ἐπάγει πρὸς σαφήνειαν "ῥῆξε δ' ἀφ' ἵππειον λόφον, πᾶς δέ", ὁ λόφος δηλαδή, "χαμᾶζε κάππεσεν ἐν κονίῃσι, νέον φοίνικι φαεινός", ὅ ἐστι λάμπων φοινικῷ νεαρῷ χρώματι. Ἐξ ὀστοῦ ἦν ἄρα οὗτος ὁ λόφος, εἴγε βέβαπται. Καὶ ὅρα τὸ "κόρυθος κύμβαχον", πρὸς διαστολὴν τοῦ τῆς κεφαλῆς. Τινὲς δὲ οὕτω φασί· κύμβαχον τὸ ἄνω τοῦ κράνους. διὸ ἐπήγαγεν ἐξηγητικῶς τὸ ἀκρότατον. ἔτι δὲ καὶ ἄλλως, κύμβαχον τὸ ὑπὲρ κεφαλῆς διάκενον τῆς περικεφαλαίας, εἰς ὃ καθίεται ὁ λόφος. Εἴρηται παρὰ τὸν ἦχον τῆς κύμβης, ὅ ἐστι τῆς κεφαλῆς. ὅθεν καὶ κυμβία ποτήριά τινα κεφαλοειδῆ, ὡς εἰκός, καὶ κυβιστᾶν τὸ ἐπὶ κεφαλὴν ἑαυτὸν βάλλειν. συμβάλλεται δὲ εἰς τὸν τοιοῦτον νοῦν καὶ ἡ παρὰ τῷ Ὀππιανῷ ὀστρακόδερμος κύμβη.

(v. 539) Ὅτι θάρρος ἐν μάχῃ δηλοῖ τὸ "πολέμιζε μένων, ἔτι δ' ἤλπετο νίκην".

(v. 540-543) Ὅτι εὕρηται κἀνταῦθα δόλος οὐ ψεκτὸς οἷα στρατιωτικός. Μενέλαος γὰρ ἔστη "εὐρὰξ σὺν δουρὶ λαθών", βάλε δέ τινος "ὦμον ὄπισθεν, αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα, πρόσω ἱεμένη· ὃ δ' ἄρα πρηνὴς ἐλιάσθη", ὅ ἐστιν ἐκλίθη, ὡς πρὸ ὀλίγων εἴρηται.

(v. 541) Τὸ δὲ εὐράξ, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, δηλοῖ μὲν τὸ ἐκ πλαγίου κατὰ τοὺς παλαιοὺς καί, ὡς εἰπεῖν, πλευράξ, ὅθεν καὶ γίνεται. Ἔχει δὲ ἀπορίαν, πῶς ὁ ἐκ πλευροῦ στὰς ὦμον βάλλει ἐχθροῦ ὡς καὶ στέρνου διελάσαι τὴν αἰχμήν. λύσῃ δ' ἄν τις τὸ ἄπορον εἰπών, ὡς πλευρόθεν στὰς ὁ Μενέλαος καὶ ἀφεὶς τὸν [765] ἐχθρὸν προβῆναι καὶ νῶτα δεῖξαι, εἶθ' οὕτως ἔβαλε κατ' ἐκείνου.

(v. 542) Τοῦ δὲ "μαιμώωσα" διασαφητικόν τί ἐστι τὸ "πρόσω ἱεμένη". ἄμφω δὲ ὡς ἐπὶ ἐμψύχου τῆς αἰχμῆς γλυκέως εἴρηται κατὰ συνήθειαν ποιητικήν.

(v. 545) Ὅτι οὐκ ἀναμφιλέκτως μέν, ὅμως δὲ σημειοῦνταί τινες, ὡς κασιγνήτους ἐνταῦθα ὁ Ἕκτωρ εἶπε τοὺς ἀνεψιοὺς ἢ ἁπλῶς συγγενεῖς. καί φασιν, ὅτι καὶ νῦν παρὰ Ἴωσιν οἱ συγγενεῖς κασίγνητοι λέγονται.

(v. 545-547) Ἔχει δὲ οὕτως ἡ Ὁμηρικὴ φράσις "Ἕκτωρ δὲ κασιγνήτοισι κέλευσε πᾶσι μάλα, πρῶτον δ' Ἱκεταονίδην ἐνένιπτε" Μελάνιππον, ὅς, καθὰ καὶ ὁ προρρηθεὶς Λαμπετίδης Δόλοψ ὁ ἐκ τοῦ Λαομέδοντος, ἀνεψιὸς ἦν Ἕκτορι, οὐ μὴν ἀδελφός. οὐ γὰρ Πριαμίδης ὁ Ἱκεταονίδης ὡς οὐδὲ ὁ Λαμπετίδης. δημογέροντες δὲ καὶ ὁ Λάμπος καὶ ὁ Ἱκετάων προϊστόρηνται, ὧν οἱ παῖδες ἐνταῦθα πίπτουσι.

(v. 547-551) Τὸν δὲ ῥηθέντα Μελάνιππον ὑπογράφων ἱστορικῶς, ὃ δὴ πολλαχοῦ ἐπὶ πολλῶν ὁ ποιητὴς καὶ ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ ποιεῖ, λέγει ὅτι "ὃ δέ, ὄφρα μὲν βοῦς", [ὡς καὶ βασιλεῦσιν ἔθος,] "βόσκεν ἐν Περκώτῃ", περὶ ἧς προδεδήλωται, "αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι, ἂψ εἰς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι, ναῖε δὲ πὰρ Πριάμῳ, ὃ δέ μιν τίεν ἶσα τέκεσσιν".

(v. 575-583) Ὃν καὶ οἰκτίζεται μετ' ὀλίγα ἡ ποιητικὴ Μοῦσα[, ὡς οἷα λόγου ἄξιον], καὶ στρέφουσα τὸν λόγον κατωτέρω φησίν, ὅτι Ἀντίλοχος αὐτῷ "ἐπόρουσε κύων ὥς, ὅς τ' ἐπὶ νεβρῷ βλημένῳ ἀΐξει. τὸν δ' ἐξ εὐνῇφι θορόντα θηρητὴρ ἐτύχησε βαλὼν ὑπέλυσε δὲ γυῖα· ὣς ἐπὶ σοί, Μελάνιππε, θόρεν Ἀντίλοχος μενεχάρμης τεύχεα συλήσων", μετὰ τὸ ἀνελεῖν αὐτὸν δηλαδή. Ἔνθα καὶ ὅρα ὅτι ἑρμηνεύων τὸ "βλημένῳ" ἐπήγαγε τὸ "θηρητὴρ ἐτύχησε βαλών", δηλῶν ὅτι οὐ τὸ ἁπλῶς ἀλλὰ ἐπιτυχῶς βέλει πλῆξαι ἡ λέξις δηλοῖ.

(v. 548) Ὅρα δὲ καὶ τὸ "ὄφρα μὲν βοῦς", ληφθὲν ἀνωτέρω ἀντὶ τοῦ εἵως καὶ ἕως, ἃ δηλοῦσι τὸ τέως καὶ μέχρι τινός. καὶ οὕτω μὲν ταῦτα, [ἐν οἷς καὶ τὸ "βοῦς βόσκε" ψευδοπαρήχησίν τινα ὑπηχεῖ.] (v. 5538) Τῶν δὲ λαληθέντων ὑπὸ τοῦ Ἕκτορος πρὸς Μελάνιππον πρὶν ἢ πεσεῖν, ἅπερ εἰσὶν "οὕτω δή, Μελάνιππε, μεθήσομεν, οὐδέ νυ σοί περ ἐντρέπεται φίλον ἦτορ ἀνεψιοῦ κταμένοιο; οὐχ' ὁράας οἷον", ἀντὶ τοῦ ὅπως, "Δόλοπος περὶ τεύχε' ἕπουσιν; ἀλλ' ἕπευ· οὐ γὰρ ἔτ' ἔστιν ἀποσταδὸν μάρνασθαι πρίν γ' ἠὲ κατακτάμεν ἠὲ κατ' ἄκρης Ἴλιον αἰπεινὴν ἑλέειν κτάσθαι τε πολίτας". Τοῦ δὴ τοιούτου λόγου ἔστι κατ' ἐπιλογὴν τῶν καιριωτέρων [766] παρῳδηθῆναί τινα εἰς ἐπικουρίαν ἀγαθοῦ ἀνδρὸς ἐν πολέμῳ πεσόντος.

(v. 555 s.) Ἐνταῦθα δὲ ὅρα διαφορὰν τοῦ ἕπειν καὶ ἕπεσθαι, ὧν τὸ μὲν ἐνέργειαν δηλοῖ καὶ βλάβην δέ ποτε Ἰωνικῶς, τὸ δὲ ἀκολούθησιν.

(v. 557) Τὸ δὲ "κατ' ἄκρης" κἀνταῦθα ἢ ἐπιρρηματικώτερον κεῖται ἀντὶ τοῦ ὁλοτελῶς ἢ τὴν ἀκρόπολιν δηλοῖ ἐλλιπῶς ληφθέν, ἵν' ᾖ κατ' ἄκρης πόλεως, διαλελυμένως εἰπεῖν κατὰ Ἴωνας.

(v. 558) Τὸ δὲ "κτάσθαι", ὅ ἐστι φονευθῆναι, παροξύνεται, ὅτι μὴ φυσικῶς ἐκτείνει τὴν παραλήγουσαν κατὰ τὸ κτᾶσθαι, ἀφ' οὗ τὰ κτήματα. Τὸ δὲ "πολίτας" ἐκτείνει κἀνταῦθα συνήθως τὸ παραλῆγον δίχρονον.

(v. 561 s.) Ὅτι καὶ ἐνταῦθα ταὐτολογικῶς κεῖται, ὅσα ἐλέχθη ἀλλαχοῦ περὶ τῆς αἰδοῦς. φησὶ γὰρ ὁ Αἴας φιλοτιμούμενος ἀντιλαλεῖν Ἕκτορι "ὦ φίλοι, ἀνέρες ἔστε, καὶ αἰδῶ θέσθ' ἐνὶ θυμῷ, ἀλλήλους τ' αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας".

(v. 563) Εἶτα τὸ γνωμικὸν "αἰδομένων δ' ἀνδρῶν πλέονες σόοι" καὶ ἑξῆς.

(v. 566) Ὅτι τὸ ὑπήκουσαν περιφράζων φησὶν "ἐν θυμῷ δ' ἐβάλοντο ἔπος", [ἤγουν εἰς νοῦν ἔθεντο ὡς οἷα νουθετηθέντες.] (v. 566 s.) Ὅτι ἕτερόν τι τεῖχος ἐξ ὅπλων σχεδιάζει ταῖς ναυσὶν ὁ ποιητής. διὸ καί φησι κατὰ ῥητορικὴν ἀλληγορίαν "φράξαντο δὲ νῆας ἕρκεϊ χαλκείῳ". Καὶ ἴσως οὐκ ἔξω χάριτος ἐρεῖ τις ἐντεῦθεν ὑφελέσθαι τὸν Ἀπόλλωνα, ὃν ἀνεῖλεν Ἀθηναίοις περὶ τοῦ ξυλίνου τείχους χρησμόν. Εἴσεται τοίνυν χάριτας Ὁμήρῳ καὶ ὁ Ἀπόλλων τῆς μεθόδου ταύτης, οὗ τὴν ἐκ σιδήρου ἀσφάλειαν ἕρκος εἰπόντος χάλκειον, ἤγουν τεῖχος σιδήρεον, ἐκεῖνος παραποιήσας ξύλινον τεῖχος ἔφη τὰς νῆας καὶ τὴν ἐξ αὐτῶν συγκρότησιν. Εἴποι δ' ἄν τις καὶ τὸν παρ' Ἡροδότῳ χρησμόν, ὃς χαλκέους ἄνδρας ἔφη τοὺς χαλκῷ καταφράκτους Ἴωνας καὶ Κᾶρας, ἐντεῦθεν εἰλῆφθαι. Ὅρα δὲ καὶ νῦν τὸ "ἐφράξαντο", ἐξ οὗ οἱ μεθ' Ὅμηρον κατάφρακτοι στρατιῶται, καθὰ καὶ τεῖχος ἐνταῦθα χαλκῷ κατάφρακτον.

(v. 567) Ὅτι ἐν τῷ "ἐπὶ δὲ Ζεὺς Τρῶας ἔγειρε" πάνυ σεμνύνει τὸν Αἴαντα, εἴπερ Ἀργείους μὲν ὤτρυνεν μέγας Τελαμώνιος Αἴας, ἐπίτηδες νῦν καὶ οὐχ' ἁπλῶς ἄλλως μέγας προσφωνηθείς, Τρῶας δὲ ἤγειρε Ζεύς. εἰς ταὐτὸν γὰρ οἷον τούτους ἄγει. λέγει δὲ καὶ ὑποκαταβάς, ὅτι αἰὲν ἔγειρε Ζεὺς μένος μέγα τοῖς Τρωσί. Σημείωσαι δὲ ὅτι πρὸ τούτων μὲν ὁ ποιητὴς ἀπεσέμνυνε τὸν Ἕκτορα ἐπεξαγαγὼν αὐτῷ τὸν Ποσειδῶνα, ἐν οἷς εἶπεν ὡς δεινὴν ἔριδα πολέμου Ποσειδῶν τε καὶ Ἕκτωρ ἐτάνυσαν, ἐνταῦθα δὲ τὸν Αἴαντα ἐπὶ πλέον σεμνολογεῖ, ἀντιστράτηγον αὐτῷ τάξας τὸν Δία.

(v. 569 s.) Ὅτι Μενέλαος ἐρεθίσαι μέλλων τὸν Ἀντίλοχον εἰς μάχην πρῶτα μὲν ἐπαινεῖ φάμενος "Ἀντίλοχε, οὔ τις σεῖο νεώτερος ἄλλος Ἀχαιῶν οὔτε ποσὶ θάσσων οὔτ' ἄλκιμος ὡς σὺ μάχεσθαι". Πρὸς ἡλικιώτας [767] δὲ πάντως ἡ τοῦ Ἀντιλόχου αὕτη σύγκρισις, ἔνθα καὶ ὅρα ὡς οἱ ἔπαινοι χρήσιμοί εἰσιν ἐν καιρῷ.

(v. 571) Εἶτα ἐπιφέρων ἀξίωσίν φησιν "εἴ τινά που Τρώων ἐξάλμενος ἄνδρα βάλῃσθα". Καὶ σημείωσαι καιριωτάτην ταύτην ἔλλειψιν. λείπει γὰρ τὸ ἀξιῶ ἢ τὸ θέλησον ἤ τι τοιοῦτον, ἵνα λέγῃ ὅτι σπεῦσον εἴπως τινά που τῶν Τρώων βάλῃς.

(v. 573-575) Ὅτι ἀνδρείου στρατιώτου δήλωσις τὸ "ἐκ δ' ἔθορε προμάχων καὶ ἀκόντισε δουρί φαεινῷ ἀμφί ἑ παπτήνας", ἤγουν ὧδε καὶ ἐκεῖ τὰ κατ' αὐτὸν περιβλεψάμενος προμηθέστερον δι' ἀσφάλειαν. "οἳ δὲ δεῖνα", ὡς καὶ ἐν ἄλλοις κεῖται, "κεκάδοντο ἀνδρὸς ἀκοντίσαντος. ὃ δ' οὐχ' ἅλιον βέλος ἧκε". Περὶ Ἀντιλόχου δὲ ὁ λόγος ἐνταῦθα τῷ ποιητῇ.

(v. 580) Ὅτι Ὁμήρου παραβολικῶς εἰπόντος, ὡς ἐξ εὐνῆς θορόντα νεβρὸν θηρητὴρ ἔβαλε, περὶ οὗ πρὸ βραχέων ἐρρέθη, λαβὴν σχόντες οἱ ἰδιῶται κοιταῖα καλοῦσι τὰς ὀρεινὰς εὐνὰς τῶν θηρῶν, καὶ μάλισθ' ὅτι καὶ θῆρες ὑληκοῖται παρὰ Ἡσιόδῳ λέγονται.

(v. 579-581) Σημείωσαι δὲ καὶ ὅτι ἐν τῇ ἀνόπιν ἐκτεθείσῃ κατὰ τὸν νεβρὸν παραβολῇ, ἐν ᾗ κύων ἐπὶ νεβρῷ ἀΐξει, ὃν θηρητὴρ ἔβαλε, τὴν σπουδὴν μόνην τοῦ Ἀντιλόχου ὁ ποιητὴς δηλοῖ. ἄλλως γὰρ ἀνομοία πρὸς τὸ πρᾶγμα ἡ παραβολή. ὁ μὲν γὰρ κύων ὁρμᾷ εἰς νεβρόν, ὃν ἄλλος ἔβαλεν, ὁ δὲ Ἀντίλοχος εἰς νεκρόν, ὃν αὐτὸς ἔρριψεν (v. 578) Ἐν τούτοις δὲ ὅρα καὶ ὅτι πεσόντος Μελανίππου δυνάμενος Ὅμηρος παρηχῆσαι διὰ τοῦ εἰπεῖν μέλας θάνατος εἷλεν, ἤ τι τοιοῦτον, οὐκ ἠθέλησεν οὕτω ποιῆσαι, ἵνα μὴ παίξῃ ἐν οὐ παικτοῖς.

(v. 584) Ὅτι στρατιωτικὴν προθυμίαν δηλοῖ τὸ "ὅς ῥά οἱ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα".

(v. 585 s.) Ὅτι Ἕκτορος ἐπελθόντος "Ἀντίλοχος οὐ μεῖνε, θοός περ ἐὼν πολεμιστής, ἀλλ' ὃ γὰρ ἔτρεσε θηρὶ κακὸν ῥέξαντι ἐοικώς", ὅ ἐστι λέοντι κατ' ἐξοχήν. ἰδιότης δέ, φασί, λέοντος καὶ τῶν ὁμοίων ζῴων ἐστίν, ὅτε ἢ ποίμνῃ ἐπιβουλεύσωσιν ἢ βουκόλον κτείνωσιν ἢ κύνα ἢ ὅλως τοιοῦτόν τι κακουργήσουσι, συστέλλεσθαι δέει ποινῆς καὶ φεύγειν πρὶν ἢ ὑπ' ἀνδρῶν καταλήφθωσι διὰ τὸ οἷον νοεῖν ὡς κακόν τι ἔρρεξαν.

(v. 587 s.) Ὅπερ κακὸν ἑρμηνεύων ὁ ποιητὴς ἐπάγει "ὅς τε κύνα κτείνας ἢ βουκόλον ἀμφὶ βόεσσι φεύγει πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν". Καὶ ὅρα ὅτι τε τὸ "οὐκ ἔμεινεν" ἡρμήνευσε διὰ τοῦ "ἔτρεσε", καὶ ὅτι δὶς ἔφη τὸ ἔτρεσε διὰ τὸ τῆς λέξεως καίριον, καὶ ὅτι καὶ νῦν τὸ ἔτρεσεν ἀντὶ [768] τοῦ μετὰ δέους ἔφυγε, καὶ ὅτι ἐπίτηδες ὁ ποιητὴς καὶ νῦν θοὸν πολεμιστὴν ἱστόρησε τὸν Ἀντίλοχον, καὶ ἀνωτέρω δὲ εἶπεν ὡς οὔ τις αὐτοῦ ποσὶ θάσσων, οἷα ἐντιθέμενος τῇ ψυχῇ τοῦ ἀκροατοῦ τὸ τάχος τοῦ Ἀντιλόχου, ὡς δεησόμενος αὐτοῦ πάνυ ἀναγκαίως μετ' ὀλίγα εἰς τὸν Ἀχιλλέα, ὅτε πεσεῖται ὁ Πάτροκλος.

(v. 590) Ὅτι ἐν τῷ "Τρῶες ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο" πολὺ πλῆθος δηλοῦται βελῶν ὑετοῦ δίκην καταφερομένων. εἴη δ' ἂν οὐ καινὸν τὸν εἰπόντα που νέφος πολέμου εἰπεῖν καὶ βέλη ἐν μάχῃ χέεσθαι.

(v. 592) Ὅτι ἀνεπεξέργαστος καὶ ἐνταῦθα παραβολὴ τὸ "Τρῶες δὲ λείουσιν ἐοικότες ὠμοφάγοισι νηυσὶν ἐπεσσεύοντο", ἤγουν κατὰ νηῶν ὥρμων.

(v. 592-599) Εἶτα εὐθὺς ἐπαγαγὼν τὸ "Διὸς δ' ἐτέλειον ἐφετμάς", ὅ ἐστιν ἐντολάς, "ὅς", φησίν, "αἰὲν ἔγειρε μένος μέγα", νῦν μὲν ἠρέμα ἑρμηνεύει τὸ "Διὸς δ' ἐτελείετο βουλή", μετ' ὀλίγα δὲ σαφέστατα ἐν τῷ "Ἕκτορι γὰρ βούλετο κῦδος ὀρέξαι, ἵνα νηυσὶ θεσπιδαὲς πῦρ ἐμβάλῃ ἀκάματον", καὶ ἔτι ἐν τῷ "Θέτιδος δ' ἐξαίσιον ἀρὴν πᾶσαν ἐπικρήνειε", τὴν ἐπὶ τιμῇ τοῦ Ἀχιλλέως. Ἔνθα λέγει ἀρὴν μὲν σεμνότερον τὴν ἱκετείαν, ἐξαίσιον δὲ οὐ κατὰ τοὺς ὕστερον τὴν ἄγαν αἰσίαν, παρ' οἷς ἡ ἐξ πρόθεσις δηλοῖ ἐπίτασιν, ἀλλὰ κατ' ἄλλον λόγον τὴν ἔξω τοῦ αἰσίου, ὥσπερ αὖ πάλιν ἐναίσιμον τὸ καθῆκον καὶ ἐντὸς τοῦ αἰσίου. Οὕτω καὶ ἔκδικος καὶ ἐκδικεῖν νῦν μὲν ἐπὶ τοῦ ἄγαν δικαίου, πάλαι δέ ποτε ἐπὶ ἀδίκου καὶ ἀθέσμου τὸ ἔκδικον ἐλέγετο οἱονεὶ τὸ ἔξω δίκης.

(v. 594) Ἐν τούτοις δὲ καὶ τὸ θέλγειν κατὰ οἰκεῖον ἔθος ἐπὶ κακοῦ θείς φησιν, ὅτι Ζεὺς ἔθελγε θυμὸν Ἀργείων, οὓς δηλαδὴ ἔβλαπτε ἐγείρων μένος μέγα τοῖς Τρωσί.

(v. 595) Διὸ καὶ πρὸς πλείω σαφήνειαν ἐπάγει, ὅτι τε κῦδος αὐτοὺς ἀπαίνυτο, ἤγουν ἀφῃρεῖτο, "τοὺς δ' ὀρόθυνεν", ὃ ταὐτόν ἐστι τῷ "σφίσιν ἔγειρε μένος". καὶ ὅτι "Ἕκτορί οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι", ἃ δὴ ἔθελγε θυμὸν Ἀχαιοῖς, ἐξιστῶντα δηλαδὴ τοῦ κατὰ φύσιν ἐνεργεῖν ἀνδρικῶς.

(v. 599-601) Ὅτι δέ, ὡς ἐρρέθη, βουλὴ Διὸς ἦν ἄρτι τὸ ὑπὲρ Ἕκτορος καὶ Ἀχιλλέως, δηλοῖ [769] εὐθὺς εἰπὼν "τὸ γὰρ μενέαινε Ζεὺς νηὸς καιομένης σέλας ὀφθαλμοῖσιν ἰδέσθαι. ἐκ γὰρ δὴ τοῦ", ἤγουν ἔκτοτε, "ἔμελλε παλίωξιν παρὰ νηῶν θησέμεναι Τρώων, Δαναοῖσι δὲ κῦδος ὀρέξαι", ὃ δὴ πρὸ τούτου εἶχεν Ἕκτωρ. Ἐν τούτοις δὲ ὅρα ὅτι τὸν φιλέλληνα συγχέας ὁ ποιητὴς ἀκροατήν, ἐφ' οἷς ποιεῖ καθ' Ἑλλήνων, παραμυθεῖται ὅμως ἄλλως αὐτὸν ἀναφωνῶν κατὰ προέκθεσιν, ὅτι ἔμενε Ζεὺς νῆα καιομένην ἰδέσθαι καὶ οὕτω παλίωξιν θέσθαι Τρώων, ὃ ἐφερμηνεύων ἐπήγαγε τὸ "Δαναοῖς δὲ κῦδος ὀρέξαι", οἳ δηλαδὴ ἐκ τοῦ φεύγειν στραφέντες καὶ ἔμπαλιν διώξαντες Τρῶας κῦδος ἕξουσι.

(v. 611-614) Καὶ μετ' ὀλίγα δὲ εἰπών, ὅτι τὸν Ἕκτορα Ζεὺς "πλεόνεσσι μετ' ἀνδράσι μοῦνον ἐόντα τίμα καὶ κύδαινεν", ὅπερ παράφρασίς ἐστι τοῦ "Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι", ἐπάγει πάλιν κατὰ σχῆμα προαναφωνήσεως τὸ "μινυνθάδιος γὰρ ἔμελλεν ἔσσεσθαι. ἤδη γάρ οἱ ἐπώρνυε μόρσιμον ἦμαρ Παλλὰς Ἀθηναίη" ὑπὸ τῷ Ἀχιλλεῖ. Ταῦτα δὴ προαναφωνήσας τῷ φιλέλληνι τῷ μέχρι τοῦδε δυσχεραίνοντι τὴν τῶν Ἑλλήνων ἧτταν πείθει τὸ ἀπὸ τοῦδε καὶ εὔξασθαι ἂν τάχιον γενέσθαι τὴν εἰρημένην παλίωξιν, εἴπερ αὐτίκα καὶ ὁ Ἕκτωρ πεσεῖται καὶ οἱ Τρῶες οὕτω δεινὰ πείσονται.

(v. 601) Δῆλον δὲ ὅτι παλίωξίς ἐστι, καθὰ καὶ προηρμήνευται, ὅτ' ἂν ἐξ ὑποστροφῆς διώκωσιν οἱ δεδιωγμένοι.

(v. 603-606) Ὅτι ἐπειδὴ Ζεὺς νήεσσιν ἐπὶ γλαφυρῇσιν ἔγειρεν Ἕκτορα, μεμαῶτα καὶ αὐτόν, μαίνετο ὁ Ἕκτωρ "ὡς ὅτε Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ οὔρεσι μαίνηται βαθέης ἐν τάρφεσιν ὕλης".

(v. 60711) Καὶ οὕτως ἐν δυσὶ γοργαῖς παραβολαῖς ἐμφήνας τὴν ἐκείνου σφοδρότητα ἐκφράζει τὰ κατ' αὐτὸν εἰς δήλωσιν τοῦ πῶς ἐμαίνετο, καί φησιν "ἀφλοισμὸς δὲ περὶ στόμα γίνετο, τὼ δέ οἱ ὄσσε λαμπέσθην βλοσυρῇσιν ὑπ' ὀφρύσι", ταῦτα δὴ ἃ καὶ μαινόμενοί τινες ἢ ἄκρως θυμούμενοι πάσχουσιν, "ἀμφὶ δὲ πήληξ σμερδαλέον κροτάφοισι τινάσσετο μαρναμένοιο Ἕκτορος· αὐτὸς γάρ οἱ ἀπ' αἰθέρος ἦεν ἀμύντωρ Ζεύς".

(v. 608 s.) Καὶ ὅρα τὸ "πήληξ τινάσσετο" ἀλλαχοῦ μὲν δηλούμενον ἐν μιᾷ λέξει τῇ κορυθάϊξ καὶ κορυθαιόλος, οἷς ὅμοιον τὸ τριχάϊξ, ἐνταῦθα δὲ διατυπωθὲν περιφραστικῶς τε ἅμα καὶ δεινῶς διὰ τοῦ "σμερδαλέον" καὶ τοῦ "μαρναμένοιο". τὸ γὰρ κορυθάϊξ καὶ κορυθαιόλος φοβερὸν οὐδὲν ὑπεμφαίνουσιν ἁπλῶς οὕτω καθ' αὑτὰ λεγόμενα. Σημείωσαι δὲ ὅτι καὶ ἐν ταῖς ῥηθείσαις δυσὶ παραβολαῖς, ὃ καὶ ἀλλαχοῦ πεποίηται, ἡ μία τῶν παραβολῶν νοητή ἐστιν ἡ ἀπὸ τοῦ Ἄρεος ‑ διὸ καὶ πάντῃ ἀνεπεξέργαστος κεῖται, ὅτι μηδὲ ἔστι διασκευάσαι Ἄρην μαινόμενον ‑ , ἡ δὲ ἑτέρα αἰσθητή, ἡ τοῦ πυρός. Καὶ ἦν μὲν ἐπεξεργάσασθαι κἂν γοῦν ταύτην, καθὰ καὶ ἐν τῇ βῆτα Δία καὶ Ἄρην καὶ Ποσειδῶνα τοὺς ἐν [770] παραβολῇ ἐπιδραμὼν τὴν κατὰ βοῦν παραβολὴν ὡς αἰσθητὴν διεσκεύασεν, οὐκ ἔκρινε δὲ οὐδ' αὐτὸ δέον εἶναι οἷα καὶ νῦν συνεπιτέμνων τοὺς λόγους τῷ καιρῷ. διὸ καὶ συνεξέδραμεν ἡ τοῦ πυρὸς τῇ πρὸ αὐτῆς ἐπιτόμῳ παραβολῇ. Ὅρα δὲ καὶ ὅτι ἐκ μείζονος τοῦ Ἄρεος εἰς ἔλαττον κατέβη τὸ πῦρ, καθὰ καὶ ἐν τῷ "ὥς τε ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης", καὶ ὅτι τοῖς δεινοτάτοις κατὰ τοὺς παλαιοὺς ὁ ποιητὴς τὸν Ἕκτορα εἴκασεν Ἄρεϊ μαινομένῳ καὶ πυρὶ ὕλην ἐπινεμομένῳ. ἐφ' οὗ καὶ αὐτοῦ ἡ τροπὴ τὸ μαίνεσθαι οἰκειοῖ, καθ' ἣν καὶ δόρυ που μαίνεται ἐν παλάμαις, [ᾧ συγγενὲς ἀλληγορίας λόγῳ καὶ ὁ ἐγχέσπαλος Ἄρης, καθότι ἔγχος Ἄρεϊ παράκειται τῷ ἐκλαμβανομένῳ ἔστιν ὅτε εἰς σίδηρον.] Ἰστέον δὲ ὅτι συχνὰς ἐφεξῆς ἐρεῖ παραβολάς. Πεπύκνωται γὰρ καὶ τοῦτο τὸ χωρίον πολλαῖς καὶ δειναῖς παραβολαῖς πρὸς ἔμφασιν πραγμάτων μεγάλων καὶ δεομένων παραβολικῆς διαθέσεως. καὶ ἐν τούτοις μὲν ταῦτα.

(v. 603 s.) Τὸ δὲ "ἔγειρε μεμαῶτα" παροιμιωδῶς ἔχει κατὰ τὸ "σπεύδοντα ὤτρυνεν", ὁ δὲ μάλα μεμαὼς μάλα μενεαίνων μετ' ὀλίγα λέγεται.

(v. 605) Τὸ δὲ "ἐγχέσπαλος" πλεονασμὸν ἔχει τοῦ σ, ὡς καὶ τὸ θεσπέσιος, θέσκελος, θέσφατος.

(v. 606) Τὸ δὲ "τάρφεσι" προπαροξυτόνως ὡς δάσεσι. Καὶ ἔστιν αὐτοῦ εὐθεῖα τὸ τάρφος, ὡς δάσος, δηλοῦν, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, ὕλης πύκνωμα, ἐξ οὗ ἐστι ταρφῆναι, ὅ ἐστι τραφῆναι ζῷα. ἐξ αὐτοῦ δὲ ταρφύς ὀξυτόνως ὁ πυκνός, ὡς δασύς, οὗπερ οὐδέτερον τὸ ταρφύ.

(v. 607) Ἀφλοισμὸς δὲ ὁ ἀφρὸς κατὰ Αἰτωλούς. γίνεται δὲ κατὰ τοὺς παλαιοὺς ἢ ἀπὸ τοῦ ἀφρισμός ἀμεταβόλου τοῦ ρ μεταβολῇ καὶ πλεονασμῷ τοῦ ο, ἢ παρὰ τὸ φλέω φλοισμός καὶ ἀφλοισμός. ὀξύνεται δέ, διότι τὰ εἰς μος ὑπὲρ δύο συλλαβὰς ἔχοντα πρὸ τοῦ μ τὸ ς ὀξύνεται· μερισμός, ὁπλισμός.

(v. 608) Λάμπεσθαι δὲ ὀφθαλμοὺς εἰπὼν ἐσίγησε τὸ πυρί, οὐ μόνον ὡς πολλαχοῦ ῥηθέν, ἀλλὰ καὶ ὅτι οὐκ ἦν ἀνάγκη προσθεῖναι καὶ αὐτό. Ἰστέον δὲ ὅτι διὰ τοῦ ἀφλοισμοῦ καὶ τῆς τῶν ὀφθαλμῶν βλοσυρᾶς λαμπηδόνος ἔοικεν ὁ ποιητὴς ἐθέλειν καὶ συῒ τὸν Ἕκτορα εἰκάσαι, ἢ καὶ ὤκνησεν ἐκτυπώσασθαι αὐτό, ἵνα μὴ ἀχρειώσῃ τὰς ἀνωτέρω [771] σεμνὰς παραβολὰς τὴν ἐκ τοῦ Ἄρεος καὶ τὴν ἐκ τοῦ πυρός. ἄλλως δέ γε εἰπεῖν, μαινομένῳ οἰκεῖον καὶ ὁ ἀφλοισμὸς καὶ τὸ τοὺς ὀφθαλμοὺς λάμπεσθαι. ὃ δὴ πάσχειν ὁ Ἕκτωρ ὑπὸ θυμοῦ δοκεῖ. Σημείωσαι δὲ καὶ νῦν τὸ βλοσυρὸν δι' ἑνὸς ς γραφόμενον καὶ οὕτω συμβαλλόμενον εἰς δάκτυλον μετρικόν. ὅθεν δὲ ἡ τοιαύτη γίνεται λέξις, δηλοῦται ἑτέρωθι.

(v. 610) Τοῦ δὲ "ἀμύντωρ" θέμα τὸ ἀμύνω, ἐξ οὗ καὶ κύρια ὁ Ἀμύντας καὶ ὁ Ἀμυνίας.

(v. 610-612) Ἰστέον δὲ καὶ ὅτι θεόθεν ἐπικουρίας καὶ τιμῆς δηλωτικὸν παρῳδηθὲν τὸ "αὐτὸς γάρ οἱ ἀπ' αἰθέρος ἦεν ἀμύντωρ θεός, ὅς μιν πλεόνεσσι μετ' ἀνδράσιν", ὡς προεγράφη, "τίμα καὶ κύδαινεν".

(v. 612-614) Ὅτι καὶ ἐνταῦθα μνήμη Ἀχιλλέως εὐμέθοδος κεῖται καὶ προαναφώνησις ἀκροατὴν ψυχαγωγοῦσα φιλέλληνα, λέγουσα ὡς "μινυνθάδιος", καθὰ καὶ αὐτὸ προείρηται, "ἔμελλεν ἔσεσθαι" ὁ Ἕκτωρ, οἷα ἤδη τεθνηξόμενος ὑπὸ τῷ Πηλείδῃ. διὸ καὶ ἐκύδαινεν αὐτὸν ὁ Ζεύς, καθὰ καὶ τὸν Ἀχιλλέα, διὰ τὸ ὀλιγοχρόνιον.

(v. 615 s.) Ὅτι ὁ Ἕκτωρ "ἔθελε ῥῆξαι στίχας ἀνδρῶν πειρητίζων", ἤτοι ἀποπειρώμενος, "ᾗ δή", τουτέστιν ὅπου, "πλεῖστον ὅμιλον ὅρα καὶ τεύχε' ἄριστα", οἷα εἰδώς, ὡς εἰκός, ὅτι ἤμειψαν οἱ Ἀχαιοὶ τὰ ὅπλα. διὸ καὶ φιλοτιμεῖται τοῖς ἀρίστοις μάχεσθαι.

(v. 617 s.) "Ἀλλ' οὐδ' ὣς δύνατο", φησί, "ῥῆξαι, μάλα περ μενεαίνων· ἴσχον γάρ", τουτέστιν ἀντεῖχον, "πυργηδὸν ἀρηρότες", οἱ Ἕλληνες δηλαδή. Τί δέ ἐστι τὸ πυργηδόν, προδεδήλωται, καὶ ἰστέον ὅτι συνεπινοεῖται μὲν τῷ πυργηδὸν καὶ λίθων στοιβή, ἐς ὧν οἱ πύργοι.

(v. 618-622) Ὁ δὲ ποιητὴς ἄλλως εἰς ἓν ἀποβλέψας μέγα καὶ οὐδὲ εὐδιάλυτον κατὰ τὸν πύργον φησὶ παραβολικῶς ἀρηρέναι αὐτοὺς "ἠΰτε πέτρη ἠλίβατος μεγάλη, πολιῆς ἁλὸς ἐγγὺς ἐοῦσα, ἥ τε μένει λιγέων ἀνέμων λαιψηρὰ κέλευθα κύματά τε τροφέοντα, τά τε προσερεύγεται ἀκτήν" ἢ ἀκτῇ, ἢ μᾶλλον, τά τε προσερεύγεται αὐτήν, "ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο", τουτέστιν οὐχ' ἁπλῶς ἔμπεδον ἀκινητίζοντες ἵσταντο, ἀλλὰ καθότι μόνον οὐκ ἔφευγον. ἄλλως γὰρ κατεπονοῦντο. Ὅρα δὲ τὸ ῥῆξαι δισσευθὲν μὲν διὰ τὸ καίριον, ῥηθὲν δὲ ὡς ἐπὶ δεσμοῦ. σύνδεσμος γάρ τις καὶ ὁ συνασπισμός, ὃς διακοπεὶς ῥήγνυσθαι καὶ λύεσθαι λέγεται, ἃ δὴ πάθη δεσμοῦ. Δῆλον δέ, ὅτι τὸ ῥῆξαι ἀνδρῶν στίχας τὸν ῥηξήνορα συντίθησι.

(v. 615) Τοῦ δὲ πειρητίζειν προϋπόκειται τὸ πειρῶ πειρήσω πειρητός, ὅθεν πειρητῶ, ὡς ἄτακτος ἀτακτῶ, καὶ κατὰ παραγωγὴν πειρητίζω ὁμοίως τῷ πολεμῶ πολεμίζω καὶ τοῖς τοιούτοις.

(v. 618) Τὸ δὲ [772] "ἠΰτε πέτρη" ἐπίτασίς ἐστι τοῦ πυργηδόν ἢ καὶ ἐπιδιόρθωσις. διαλυτὸς μὲν γάρ, ὡς ἐρρέθη, ὁ πύργος, ὁ δὲ σκόπελος δυσδιαίρετος διὰ τὸ συνεχές.

(v. 619) Τὸ δὲ "ἠλίβατος" οὐ μόνον ἐψίλουν οἱ παλαιοί, καθὰ καὶ ἄλλοθι ἐδηλώθη, ἀπὸ τοῦ ἀλιτεῖν, ὅ ἐστιν ἀποτυχεῖν καὶ ἁμαρτεῖν τῆς ἐκεῖ βάσεως, ἀλλά τινες καὶ ἐδάσυνον, ἀπὸ τοῦ εἰς τὰ ὑψηλὰ πρῶτα τὸν ἥλιον βαίνειν. τούτοις δὲ οὐ πείθεται ἡ παράδοσις. συγκέκοπται δὲ ἡ λέξις· ἠλιτόβατος γὰρ ὤφειλεν εἶναι ὡς ἠλιτόμηνος. Τὸ δὲ "μεγάλη" δίδωσι καὶ πλάτος πολὺ συνεπινοεῖσθαι τῷ ὕψει τῆς ῥηθείσης πέτρας. Τὸ δὲ "ἁλὸς ἐγγύς" οὐχ' ἁπλῶς τέθειται, ἀλλὰ διότι ἐχρῆν τοιαύτῃ πέτρᾳ εἰκάσαι τοὺς πρὸς τῇ θαλάττῃ μένοντας Ἕλληνας.

(v. 620) Λιγὺς δὲ οὐ μόνον ἐπὶ ῥήτορος ὡς τὸ "λιγὺς ἀγορητής", ἀλλὰ καὶ ἁπλῶς ἐπὶ φωνῆς ὀξείας, ὅθεν καὶ λιγεῖς ἄνεμοι καὶ μάστιξ λιγυρὰ καὶ λιγαίνειν οὐ μόνον τὸ ῥητορικῶς ὑμνεῖν ἀλλὰ καὶ τὸ ὀξέως φωνεῖν, ὥς που καὶ Πύλιοι κήρυκες ἐλίγαινον. Τὸ δὲ "λαιψηρὰ κέλευθα" συγκροτεῖ τοὺς εἰπόντας ποδήνεμον καὶ ἀελλόπουν τὸ ποδῶκες.

(v. 621) Τροφέοντα δὲ κύματα ἢ τροφόεντα, γράφεται γὰρ διχῶς, τὰ μεγάλα καὶ εὐτραφῆ, ἢ τὰ εὐπαγῆ καὶ στερεὰ ἐκ τοῦ προδεδηλωμένου τρέφω, ἐξ οὗ καὶ τροφή, ἡ τὸ σῶμα συμπηγνύουσα. μετ' ὀλίγα δὲ ἀνεμοτρεφὲς ἐρεῖ κῦμα, προστιθεὶς δηλαδὴ καὶ ὑφ' οὗ αἰτίου τὰ κύματα τρέφονται· ὑπ' ἀνέμου γάρ.

(v. 623) Ὅτι Ἕκτωρ "λαμπόμενος πυρὶ πάντοθεν ἔνθορεν ὁμίλῳ". Καὶ ὅρα νῦν τὸ "πυρὶ λαμπόμενος" τολμηρῶς ῥηθὲν καὶ ἐπιφωνηματικῶς. πυρὶ δὲ λάμπεται ἢ διὰ τὴν τῶν ὅπλων λαμπρότητα, οἷόν τι καὶ ἐπὶ Διομήδους προελέχθη καὶ ἐπὶ τοῦ Ἀχιλλέως δὲ ῥηθήσεται, ἢ μᾶλλον αὐτόχρημα πυρὶ λέγει τῷ κομιζομένῳ εἰς καῦσιν τῶν νηῶν. πολλοὶ [773] γὰρ οἱ κομίζοντες, ἐξ ὧν δώδεκα πυρφόρους ὁ Αἴας ἀνελεῖ. Ἴσως δὲ πυρὶ πάντοθεν λάμπεσθαι λέγεται διὰ τὸ καὶ αὐτὸν δέμας πυρὸς μάχεσθαι καὶ διὰ τὸ πανταχόθεν περὶ αὐτὸν καυστειρὰν μάχην εἶναι κατὰ τὸ "πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδῃε".

(v. 624-628) Καὶ σημείωσαι ὅτι καιρίως δυνάμενος ἐνταῦθα ὁ ποιητὴς παραβολῇ χρήσασθαι τῇ ἀπὸ πυρὸς ἢ πυρώδους τινὸς οὐ διέκρινεν οὕτω ποιῆσαι, ὁρμηθεὶς δὲ ἄλλως ἐκ τοῦ, ὡς ἐρρέθη, "ἔνθορεν ὁμίλῳ", ἐπάγει παραβολὴν ταύτην "ἐν δ' ἔπεσεν ὡς ὅτε κῦμα θοῇ ἐν νηῒ πέσῃσι λάβρον ὑπαὶ νεφέων ἀνεμοτρεφές· ἣ δέ τε πᾶσα", ἤγουν ὅλη, "ἄχνῃ ὑπεκρύφθη, ἀνέμοιο δὲ δεινὸς ἀήτης ἱστίῳ ἐμβρέμεται, τρομέουσι δέ τε φρένα ναῦται δειδιότες, τυτθὸν γὰρ ὑπ' ἐκ θανάτοιο φέρονται". Κίνδυνον δὲ ναυτικὸν ἐξέφρασεν ἡ παραβολή. Ἔνθα ὅρα ὅπως τῷ πράγματι συνεκτραχύνει συνήθως τὴν φράσιν ὁ ποιητὴς τραχείαις καὶ δυσεκφωνήτοις πολλαῖς χρησάμενος λέξεσιν, ἐν αἷς καὶ τὸ ὑπεκρύφθη, δύσφωνον ὂν καὶ αὐτό, καθὰ καὶ τὸ ἐβλάφθη καὶ ὅσα τοιαῦτα.

(v. 629) Δοκεῖ δ' ἐν τῇ εἰρημένῃ παραβολῇ καιριώτατα παρειλῆφθαι καὶ ἡ ἄχνη, ὡς δηλοῖ ἐν τῇ ἀποδόσει τὸ "ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν". οὐ γὰρ μόνον ἔτρεμον οἱ Ἀχαιοὶ κατὰ ἱστίον, ἐν ᾧ βρέμει ἀήτης, ἀλλὰ καὶ κατὰ τὴν λεπτομέρειαν τῶν κατὰ τὴν ἄχνην ὑδατίων ἐδαΐζοντο εἰς μερίμνας μυρίας.

(v. 624) Τὸ δὲ ἐμπεσεῖν βίαν καὶ νῦν δηλοῖ καὶ ἰσχὺν καὶ ἐνέργειαν ἐπί τε ἀνδρὸς ἐπί τε κύματος, ὃ καὶ ἐπεισπεσεῖν λέγεται.

(v. 625) Λάβρον δὲ καὶ νῦν συνήθως διὰ τοῦ β τὸ λίαν βαρύ. [Οὕτω δὲ καὶ λάβρος ἄνεμος διὰ τοῦ β, ὡς λίαν βαρύνων, εἰ καί τινες ἐπιθυμοῦσι γράφειν αὐτὸν διὰ τῆς αυ διφθόγγου παρὰ τὴν αὔραν, καὶ ὁ λαβραγόρας δὲ διὰ τοῦ β, οὐχ' ἧττον δὲ τούτων ὁ λάβραξ διὰ τὸ λίαν βορόν. Ἡ μέντοι δημοσία ὁδός, [774] λαῦρα λεγομένη ἐν Ὀδυσσείᾳ, ἐστέρηται ἀναγκαίως τοῦ β διὰ τὸ ἐπένθεσιν Αἰολικὴν ἔχειν τοῦ υ. σύγκειται γὰρ ἐκ τοῦ λαὸν ῥέειν δι' αὐτῆς. τοιούτῳ δὲ λόγῳ καὶ γυνὴ σκωπτικῶς λέγεται σποδησιλαῦρα, ἡ ἐν δημοσίαις λαύραις ἀναφανδὸν σποδουμένη ὡς χαμαιτύπη.] Τοῦ δὲ "ὑπαὶ νεφέων" διασαφητικὸν τὸ ἀνεμοτρεφές. ἄλλως γὰρ οὐκ ἂν εἴη κῦμα ἐκ νεφῶν, εἰ μὴ δι' ἀνέμου, κἂν αὐτὰ εἴπῃ τις τὰ κωφὰ κύματα. Ἔχει δὲ ὁ λόγος καὶ διαστολὴν πρὸς κύματα, ὅσα τε μὴ ἄνωθεν ἀλλὰ τυφωνικοῖς κάτωθεν ἀνεγείρονται πνεύμασι, καὶ ὅσα ποιοῦσιν ἄμπωτιν. Ἀνεμοτρεφὲς δὲ ἀλλαχοῦ μὲν ἔγχος, νῦν δὲ κῦμα ἀνεμοτρεφές, ὃ ἀνέμῳ τρέφεται, ὅ ἐστι πήγνυται, συνίσταται, αὔξεται. ἀλλαχοῦ δὲ τρόφι κῦμά φησι διὰ τὴν αὐτὴν αἰτίαν οἱονεὶ τὸ ἀνέμου τρόφιμον. Ἕτεροι δὲ ἀνεμοτρεφὲς τὸ εὔτονον λέγουσι. Σιμωνίδης γοῦν, φασί, κατὰ τοῦτο τὸ σημαινόμενον πύλας ἀνεμοτρεφέας λέγει, τὰς εὐτόνους δηλαδή.

(v. 626) Περὶ δὲ ἄχνης πολλαχοῦ εἴρηται. Ἀήτης δὲ ἀνέμου ἡ πνοή. ἔφη δὲ καὶ πρὸ τούτου ἀργαλέων ἀνέμων ἀήτας, ἡ δὲ χρῆσις πολλὴ καὶ παρὰ Ἡσιόδῳ. Ἰστέον δὲ ὡς ἐνταῦθα μὲν τὸ "δεινὸς ἀήτης" γένος ἀρσενικὸν ὑποβάλλει νοεῖν, ἐν δὲ τῷ "ἀνέμοιό τε δεινὰς ἀήτας" θηλυκῶς ἡ φράσις ἔχει.

(v. 627) Τὸ δὲ "ἐμβρέμεται" καὶ κατ' ἐνέργειαν ἀλλαχόθι προφέρεται. δῆλον δὲ ὡς ἐμπεσὼν ἄνεμος ἱστίῳ, καθὰ καὶ κῦμα νηΐ, εἶτα καὶ ἐμβρέμεται. Τὸ δὲ "τρομέουσι φρένα" διέσταλται τοῦ κατὰ σῶμα τρόμου.

(v. 628) Σημείωσαι δὲ καὶ ὅτι Ὅμηρος μὲν ἀορίστως φησὶ τοὺς ναυτιλλομένους τυτθὸν ὑπ' ἐκ θανάτοιο φέρεσθαι, Ἀνάχαρσις δὲ καὶ δακτύλοις μετρεῖ τὸ διάστημα, ὃς ἐρωτήσας ἐν τῷ πλέειν, ὁπόσον ἐστὶ πάχος τῶν σανίδων τοῦ τῆς νηὸς ἐδάφους, καὶ μαθὼν ὡς τοσοίδε δάκτυλοι, ἔφη ὅτι τόσον καὶ τοῦ θανάτου ἀπέχομεν. Ἄρατος δὲ τὸ Ὁμηρικὸν παραφράζων φησὶν "ὀλίγον δὲ διὰ ξύλον Ἄϊδ' ἐρύκει". [Ἰστέον δὲ ὅτι τὸ "φέρονται" κυριολεκτικῶς εἶπεν ἐπὶ ναυτιλλομένων. φέρει γὰρ καὶ ἡ ναῦς τὰ ἔνδον αὐτῆς. ἐκ τούτου δὲ τοῦ ῥήματος καὶ φόρτος νηὸς ὁ καὶ γόμος, οὗ καὶ αὐτοῦ χρῆσις παρὰ τοῖς παλαιοῖς] (v. 629) Ὅρα δὲ καὶ ὡς ἡ τῆς παραβολῆς ἀπόδοσις καινοτέρα καὶ οὐ πάνυ συνήθης ἐστίν. ἤρξατο μὲν γὰρ ἐκ τοῦ ἐνεργοῦντος Ἕκτορος, εἰπών· ἐνέπεσε τῷ ὁμίλῳ ὡς κῦμα νηΐ, ἀπέδωκε δὲ πρὸς τὸν πάσχοντα ὅμιλον, [775] φησὶ γὰρ "ὣς ἐδαΐζετο θυμὸς Ἀχαιῶν". πῶς δὲ ἐδαΐζετο, εἴρηται.

(v. 630) Ὅτι καὶ ἑτέραν παραβολὴν ὁ ποιητὴς ἐπιπλέκων ἐκ λέοντος ἀπειρίαν ἐν αὐτῇ αἰτιᾶται νομέως νέμοντος πολλὰς βοῦς ἐν μεγάλῳ ἕλει, ὃς πρωτόπειρος ὢν τοῦ βουκολεῖν ἀεὶ πρώταις καὶ ὑστάταις βουσὶν ἕπεται καὶ οὐ περιέρχεται κύκλῳ τὸ βουκόλιον, οἷα οὔπω σάφα, ἤγουν ἐμπείρως, εἰδὼς θηρὶ μάχεσθαι, διὰ κυνῶν τυχὸν ἐπαφέσεως ἢ δᾴδων προέσεως, ὥς φασιν οἱ παλαιοί. ὅθεν ὁ λέων ἐν μέσαις ὁρμήσας ποιεῖ τὸ ἴδιον.

(v. 630-639) Ἡ δὲ Ὁμηρικὴ τῆς παραβολῆς φράσις τοιαύτη ἐπισυναφθείσης εὐθὺς τῇ ἀπὸ τοῦ κύματος "αὐτὰρ ὅ γ' ὥς τε λέων ὀλοόφρων βουσὶν ἐπελθών, αἳ ῥά τ' ἐν εἱαμενῇ ἕλεος μεγάλοιο νέμονται μυρίαι, ἐν δέ τε τῇσι νομεὺς οὔ πω σάφα εἰδὼς θηρὶ μαχέσασθαι ἕλικος βοὸς ἀμφὶ φονῇσιν. ἤτοι ὃ μὲν πρώτῃσι καὶ ὑστατίῃσι βόεσσιν αἰὲν ὁμοστιχάει, ὃ δέ τ' ἐν μέσσῃσιν ὀρούσας, βοῦν ἔδει, αἳ δέ τε πᾶσαι ὑπέτρεσαν· ὣς τότ' Ἀχαιοὶ θεσπεσίως ἐφόβηθεν" καὶ οὐ κατ' ἀνθρωπίνην ἀκολουθίαν, "ὑφ' Ἕκτορι καὶ Διῒ πατρὶ πάντες", ὁ δὲ ἕνα τινὰ ἔπεφνε, τὸν ἐφεξῆς ῥηθησόμενον, "Κοπρῆος φίλον υἱόν, Μυκηναῖον Περιφήτην". Πρὸς ὃ δὴ καὶ μόνον, ἤγουν πρὸς τὸ ἐκ πολλῶν τρεσάντων ἕνα φονευθῆναι, εἴληπται ἡ παραβολή, καθὰ δηλοῖ ἡ ἀπόδοσις. τῶν γὰρ λοιπῶν αὐτῆς τὰ πλείω ἀγλαΐαν ἄλλως ἔχει παραβολῇ πρέπουσαν καὶ πολυπειρίαν καὶ ἐντέλειαν συνήθη παραβολικήν. Οὐ γὰρ δήπου διὰ νομέως ἀπειρίαν οἱ Ἀχαιοὶ φεύγουσιν, ἀλλ' ἐπικειμένου Διός. Σημείωσαι δὲ ὅτι οὐκ εὐσύντακτος ἡ τοιαύτη παραβολή, ἀλλὰ δυσαπόδοτος καὶ καινοπρεπής. ἀρξάμενος γὰρ ἀπὸ εὐθείας "αὐτὰρ ὅ γε", ἤγουν ὁ Ἕκτωρ, "ὥς τε λέων ὀλοόφρων βουσὶν ἐπελθών" καὶ τὰ ἑξῆς, ὡς ἐξετέθη, οὐκ ἀπέδωκε συνήθως οἷον· ὣς ὁ Ἕκτωρ ἐποίησε τάδε, ἀλλ' ἀνακολούθως πρὸς τοὺς Ἀχαιούς, οὓς εἴκασε φευγούσαις βουσίν, ἐποίησε τὴν ἀπόδοσιν, εἰπὼν "ὣς τότε Ἀχαιοὶ θεσπεσίως ἐφόβηθεν". εἰδὼς δὲ ὡς οὐ πάνυ ὀρθῶς ἀπέδωκεν, ἐμηχανήσατο παραμυθίαν, ἐπαγαγὼν εὐθὺς τὸ "ὑφ' Ἕκτορι καὶ Διῒ πατρί". ὅθεν λαβὼν ἀφορμὴν εἶπε καὶ τὴν κατὰ φύσιν ἀπόδοσιν τὸ "ὃ δ' οἶον ἔπεφνε" τὸν δεῖνα, ἵνα εἴη τὸ σχῆμα τῆς παραβολῆς τοιοῦτον· καθὰ λέων βουσὶν ἐπελθὼν ἁρπάζει τινὰ μίαν, αἱ δὲ λοιπαὶ πᾶσαι ὑπέτρεσαν, οὕτως τότε Ἀχαιοὶ μὲν πάντες ἐφόβηθεν ὑφ' Ἕκτορι καὶ Διΐ, ὁ δὲ Ἕκτωρ ἕνα τὸν δεῖνα ἔπεφνεν. Ἰστέον δὲ ὅτι τὸ μὴ εὐσύντακτον τῆς ῥηθείσης παραβολῆς γέγονε διὰ τὸ μιᾶς αὐτῆς δύο ἀποδόσεις κεῖσθαι, μίαν περὶ Ἀχαιῶν, καὶ μίαν περὶ Ἕκτορος. ὧν φυσικωτέρα ἦν εὐτάκτως ἡ τοῦ Ἕκτορος. διὸ καὶ [776] ὕστερον αὐτὴν ἐταμιεύσατο, ἵνα δι' αὐτῆς ὁ λόγος συνεχισθεὶς ὕφος ἓν γένηται. σκοπὸν γὰρ ἔθετο εἰπεῖν ἔπαινον τοῦ ῥηθέντος Κοπρείδου Περιφήτου καὶ ἀπ' αὐτοῦ φυλάξαι τὴν εὔτακτον ἀκολουθίαν τῆς ἱστορίας. διὸ καί, ἵνα μὴ περικόψῃ τὴν τοιαύτην τοῦ λόγου ἁρμονίαν ἡ τῶν φοβηθέντων Ἀχαιῶν ἀπόδοσις, τίθησι πρῶτον αὐτήν, εἶτα μεταβὰς εἰς τὴν κατὰ τὸν Ἕκτορα φυλάσσει τὴν ἱστορικὴν συνέχειαν. Εἰ δέ τις εἴποι καὶ ἐπίτηδες τῇ τῶν πραγμάτων ἄρτι καινότητι τὴν ποιητικὴν συνεξομοιωθῆναι φράσιν καὶ δεινωθῆναι πλέον τοῦ συνήθους ὡς οἷον ἐνθουσιῶντος Ὁμήρου μεγαλοπρεπέστερον, εἴποι ἂν οὐκ ἀπροσφυῶς. Ὅρα δὲ καὶ ὅτι ἐν τῇ ῥηθείσῃ παραβολῇ σχῆμα κεῖται Ὁμήρῳ σύνηθες, δύο πραγμάτων προϋποκειμένων ἡ πρὸς τὸ δεύτερον ἀπάντησις. Εἰπὼν γὰρ ὡς δὲ λέων μίαν βοῦν ἐσθίει, αἱ δὲ λοιπαὶ φεύγουσιν, οὐκ ἀπήντησε πρῶτον πρὸς τὸ πρῶτον, εἶτα πρὸς τὸ δεύτερον, ἵνα ἦν ὡς ὁ μὲν Ἕκτωρ ὁ οἱονεὶ λέων ἕνα ἐφόνευσεν, οἱ δὲ λοιποὶ Ἀχαιοὶ οἱ ὡσανεὶ βόες πάντες ἔφυγον, ἀλλ' ἀνάπαλιν εἶπεν ἐκ τῶν δευτέρων ἀρξάμενος οὕτως· Ἀχαιοὶ μὲν οἱ βόες ἔφυγον, ὁ δὲ λέων Ἕκτωρ ἀνεῖλεν ἕνα τινά. Σημείωσαι δ' ἐν τοῖς τόποις τούτοις καὶ ὅτι μέλλων ἤδη τοὺς Ἀχαιοὺς ὁ ποιητὴς τρέψασθαι καὶ εἰς αὐτὸ τὸ τοῦ κακοῦ ἄκρον ἐλθεῖν συχνὰ μέμνηται τοῦ Διός, καταβάλλων οὕτω τὴν τοῦ Ἕκτορος ἀρετήν, ὡς οὐκ οἴκοθεν ἐνεργοῦντος ἀλλ' ἑτέρωθεν ἔχοντος τὸ ἐνδόσιμον, εἰ καὶ ἄλλως ἀποσεμνύνει αὐτὸν ὡς θεοφιλῆ. Φησὶν οὖν "ὑφ' Ἕκτορι καὶ Διῒ πατρί", καὶ "αὐτὸς ἀπ' αἰθέρος ἦν ἀμύντωρ Ζεύς", καὶ "Ζεὺς αὐτὸς ἐποτρύνει καὶ ἀνώγει", καὶ τὸ μεῖζον "Ζεύς", μετ' ὀλίγα, "ὦρσεν ὀπίσω", [ἢ ὦσε] "χειρὶ μάλα μεγάλῃ", ὡς μὴ μόνον τὸν τοῦ Διὸς νόον, ὡς προερρέθη, πρὸς τοῦ Ἕκτορος εἶναι, ἄλλα καὶ αὐτὸ τὸ σωματικόν, δι' οὗ [ὄρνυται ἢ] ὠθεῖται εἰς μάχην ὁ Ἕκτωρ. ὃν καὶ προτίθησι τοῦ Διὸς ἐνταῦθα ἢ ἁπλῶς οὕτω κατὰ τὸ παρατυχὸν ἢ καὶ κατ' ἐπιτήδευσιν ἐν τῷ "ὑφ' Ἕκτορι καὶ Διΐ". [(v. 630) Ὅρα δὲ τὸ "ὀλοόφρων λέων" ἀντὶ ἁπλοῦ τοῦ ὀλοός γλυκέως ῥηθὲν κατὰ ἀφέλειαν. ἄλλως γὰρ ἀνθρώπων τὸ φρονεῖν ὀλοά, οὐ μὴν κυρίως καὶ θηρίων ἅπερ οὐ φρονοῦσι. Τὸ δὲ "βουσὶν ἐπελθών" ἀντὶ τοῦ κατὰ βοῶν ἐλθών. μάχιμος ἄρα κἀνταῦθα λέξις τὸ ἐπελθεῖν, ἔστι δὲ οὗ κοινότερον καὶ τὸ ἁπλῶς ἐλθεῖν σημαίνει.] (v. 631) Τίς δὲ ἡ εἱαμενή, προδεδήλωται καὶ αὐτό, ἔνθα ἐφάνη ὡς ὁ ὑγρὸς τόπος καὶ φυτῶν ἀναδοτικός, ὡς μὲν ὑγρὸς ἀπὸ τοῦ ῥέειν [777] ἐτυμολογεῖται οἱονεὶ ῥειαμένη τις ὤν, ὡς δὲ σύμφυτος ἀπὸ τοῦ ἕω, τὸ ἀναδίδωμι. οἱ δὲ παλαιοί φασι καί, ὅτι εἱαμεναὶ λειμῶνες, νομαὶ τεναγώδεις, ὅθεν ἂν ποταμὸς ὑποχωρήσῃ. Ἕλος δὲ μέγα διὰ τὰς μυρίας βοῦς ἔφη τὰς περὶ αὐτό. αὗται δὲ μυρίαι ἀναλόγως τῷ Ἀχαιϊκῷ στρατεύματι, περὶ οὗ ἡ παραβολή.

(v. 631 s.) Τὸ δὲ "νέμονται" καὶ τὸ "νομεύς" τρόπον ποιοῦσιν ἐτυμολογικόν. νομεὺς δὲ νῦν ὁ βουκόλος ὀνόματι γενικῷ. δῆλον γὰρ ὡς ἡ λέξις αὕτη ἐπί τε ποιμένος καὶ αἰπόλου καὶ συφορβοῦ καὶ βουκόλου λέγεται.

(v. 634) Τὸ δὲ "ἦτοι ὃ μέν", ἤγουν ὁ μὲν δὴ νομεύς, "πρώταις καὶ ὑστάταις βουσὶν ὁμοῦ στείχει" ἐπεμβλητική ἐστιν ἐπανάληψις τοῦ νομέως.

(v. 635 s.) Μεθ' ἣν κατὰ ἀκολουθίαν μερισμοῦ τοῦ κατὰ τὸν μεν σύνδεσμον ἐπαναλαβὼν τὴν ἀρχὴν τῆς τοῦ λέοντος παραβολῆς καὶ εἰπὼν "ὃ δ' ἐν μέσαις ὀρούσας", ὃ ταὐτόν ἐστι τῷ "βουσὶν ἐπελθών", ἐπάγει τὸ ἀκόλουθον τῷ λέοντι ῥῆμα "βοῦν ἔδει", ἵνα καταστήσῃ τὸ πᾶν οὕτως, ὡς λέων βουσὶν ἐπελθὼν μυρίαις μίαν τινὰ βοῦν ἔδει. Τὰς βόας δὲ εἰπεῖν Ἰώνων διαλέκτου ἐστί. Τὸ δὲ πρώτῃσι καὶ ὑστατίῃσι καὶ βόεσσι καὶ μέσσῃσι κάλλος ποιοῦσι ταῖς παρισώσεσιν. εἰ δὲ μὴ ἐχρῆν ἐν σκυθρωποῖς ἁβρῶς λαλεῖν, ἀλλὰ τεχνικόν ἐστιν ἄλλως ἀκροατὴν ἀγωνιῶντα τοῖς γοῦν τοιούτοις παραμυθεῖσθαι, μὴ καὶ κλείσῃ τὰς ἀκοὰς οὔτε πραγματικῶς διαχεόμενος καὶ μηδὲ φραστικῇ χάριτι δεξιούμενος. διὸ καὶ μετ' ὀλίγα τὴν βαρυτάτην μάχην οὕτως ὡραΐζει ἑπτὰ παρίσοις ὁμοίοις χρώμενος ἐν στίχοις δυσὶ καὶ ἑτέροις ἑπτὰ ἐφεξῆς ἐν δυσὶν ἔπεσι κατὰ πτῶσιν οὐδετέραν εὐθεῖαν πληθυντικήν.

(v. 635) Τοῦ δὲ "ὁμοστιχάει", [τουτέστι συνοδεύει,] προϋπάρχει τὸ στιχῶ, οὗ θέμα τὸ στείχω, οἷς ὅμοιον καὶ τὸ στείβω στιβῶ, ἐξ οὗ εὐστίβητος καὶ ἀστίβητος.

(v. 636) Τὸ δὲ "ὑπέτρεσαν" καὶ τὸ "ἐφόβηθεν" εἰς ταὐτὸν ἐν τοῖς ῥηθεῖσιν ἄγεται.

(v. 637) Τὸ δὲ "καὶ Διῒ πατρί" διὰ σαφήνειαν κεῖται [778] τοῦ "θεσπεσίως φόβηθεν". εἰ γὰρ ὑπὸ Διῒ ἔφυγον, θεσπεσίως ἄρα ἔφυγον, ὡς θεόθεν ἐμπεσόντος τοῦ πάθους. οὕτω δὲ καὶ νέφος ἀχλύος θεσπέσιον ἐν τοῖς ἑξῆς ἐρεῖ. Συνήθης δὲ φράσις Ὁμήρῳ τὸ "ὑφ' Ἕκτορι καὶ Διΐ" συντάσσειν εἰωθότος δοτικῇ τὴν ὑπο πρόθεσιν.

(v. 639 s.) Ὅτι ὁ Κοπρεὺς τὰς ἀγγελίας τῶν ἄθλων ἐκ τοῦ Εὐρυσθέως ἐκόμιζε τῷ Ἡρακλεῖ. τούτου υἱὸς ὁ προσεχῶς εἰρημένος Περιφήτης, ἀνὴρ ἀγαθός.

(v. 641-643) Φησὶ γὰρ "τοῦ γένετ' ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων", [οὐ κατά τι ἕν,] ἀλλὰ "παντοίην ἀρετήν, ἠμὲν πόδας ἠδὲ μάχεσθαι", ὅπερ ἐπὶ Ἀντιλόχου ἐν ἀκεραίῳ στίχῳ εἶπεν. ἔτι δέ φησι "καὶ νόον ἐν πρώτοισι Μυκηναίων ἐτέτυκτο".

(v. 644-651) Τοῦτον τὸν Περιφήτην ἀναιρεῖ Ἕκτωρ δυστυχήσαντα. "στρεφθεὶς γὰρ μετόπισθεν ὑπ' ἀσπίδος ἄντυγι πάλτο, ἣν φορέεσκε ποδηνεκὲς ἕρκος ἀκόντων. τῇ ὅ γε", ἤγουν ταύτῃ οὗτος, "ἐνιβλαφθεὶς πέσεν ὕπτιος. Ἕκτωρ δ' ὀξὺ νόησε, θέων δέ οἱ ἄγχι παρέστη, στήθεσι δ' ἐν δόρυ πῆξε, φίλων δέ μιν ἐγγὺς ἑταίρων κτεῖνεν". ὃ δὴ περιπαθέστατον, εἰ πρὸ τῶν ἑαυτοῦ κτεινόμενος οὐκ εἶχε πρὸς οὐδενὸς ἐπικουρίαν.

(v. 651 s.) Φησὶ γὰρ "οἳ δ' οὐκ ἐδύναντο καὶ ἀχνύμενοί περ ἑταίρου χραισμεῖν". διὰ τί; "αὐτοὶ γὰρ μάλα δείδισαν Ἕκτορα δῖον".

(v. 641) Ὅρα δὲ ἐν τούτοις καλὸν ἐν ἀνθρώποις σπάνιον. παῦροι γὰρ παῖδες ἀρείονες πατέρων, ὧν παίδων εἷς καὶ ὁ Περιφήτης οὗτος. [Οἱ μέντοι πλέονες κακίους κατὰ τὸν εἰπόντα. διὸ εὐφυῶς καὶ ὁ κωμικὸς Ἀντιφάνης εἰπεῖν λέγεται, ὅτι τὸν ταὼν ὡς ἅπαξ τις ζεῦγος ἤγαγε σπάνιον ὂν χρῆμα, πλείους εἰσὶ νῦν τῶν ὀρτύγων. χρηστὸν δὲ ἄνθρωπον, ἐάν τις ἕνα μόνον ζητῶν ἴδῃ, ὄψετ' ἐκ τούτου πονηροὺς πέντε παῖδας γεγονότας. Ὁ δ' αὐτὸς ῥήτωρ τοὺς ταὼς ἐπαινῶν φησιν "ἐν Ἀθήναις γλαῦκες, ἐν δὲ Κύπρῳ πέλειαι διάφοροι, ἡ δ' ἐν Σάμῳ Ἥρα τὸ χρυσοῦν ὀρνίθων γένος τοὺς καλλιμόρφους καὶ περιβλέπτους ταῶς".

(v. 642) Ὅρα δὲ ἐν τῷ "ἠμὲν πόδας ἠδὲ μάχεσθαι" ἀπαρεμφάτου ῥήματος συγγένειαν πρὸς ὄνομα. ὡς γὰρ ταὐτὸν ἠμὲν δραμεῖν ἠδὲ μάχεσθαι, οὕτω καὶ ἠμὲν πόδας ἠδὲ μάχην.]

(v. 639 s.) Ἰστέον δὲ ὅτι τὸν Εὐρυσθέα μὴ [779] ἐθελήσας κακολογῆσαι ὁ ποιητὴς ἄνακτα εἶπε. [Διττὴ γὰρ ἐνταῦθα γραφή "ὃς Εὐρυσθῆος ἀέθλων" ἄγγελος ἦν δηλαδὴ τῷ μεγάλῳ Ἡρακλεῖ, καὶ "ὃς Εὐρυσθῆος ἄνακτος". Ἔτι ἰστέον] καί, ὅτι τὸ "ἀγγελίας ἐκόμιζε" ποιητικώτερον ἔφρασεν "ἀγγελίης οἴχνεσκεν", ἤγουν χάριν ἀγγελίας ἢ ἐν ἀγγελίαις ἤρχετο τῷ Ἡρακλεῖ.

[(v. 642) Καὶ ὅτι τὸ "παντοίην ἀρετήν", ἢ "παντοίας ἀρετάς, ἠμὲν πόδας ἠδὲ μάχεσθαι", ἤγουν ποδῶν καὶ μάχης, ὡς προείρηται, ἢ τῆς κατὰ πόδας καὶ τῆς κατὰ τὸ μάχεσθαι, εἴδη πολλὰ αἰνίττεται εἶναι ποδῶν καὶ μάχης, τῶν μὲν τὸ ἅλλεσθαι, τὸ θέειν, τὸ ἐξαρκεῖν πεζοποροῦντα καὶ εἴ τι ἄλλο, τῆς δὲ τὸ λοχᾶν, τὸ ἀμφαδὸν ἀντιβαίνειν, τὸ δορατίζειν, τὸ ὀϊστεύειν καὶ τἄλλα.

(v. 639) Καὶ ὅτι ὁ Κοπρεὺς ἱστορίαν ἴσως ἔχει τινὰ αἰτίαν τῆς κλήσεως. ἄλλως γὰρ οὐκ ἂν εἴη εὐπρεπὲς ὄνομα. καὶ ὅτι δόξοι ἂν γῆς ἐπιμελητὴς εἶναι, ἣν καθ' Ὅμηρον εἰπεῖν κοπρήσσουσιν ἄνθρωποι, καὶ ὅτι Κοπρῆος φίλον υἱὸν ἐρεῖ ἄν τις ἀστείως ποτὲ καὶ μύκητα, ἤγουν ἀμανίτην, ὃν χρηστὸν φαγεῖν φύει κόπρος.] (v. 644) Καὶ ὅτι "κῦδος ὑπέρτερον" [ὡς οἷον οὐράνιον] δοθῆναι λέγει τῷ Ἕκτορι ἀνελόντι τὸν Περιφήτην.

(v. 645) Καὶ ὅτι τὸ "ὑπ' ἀσπίδος ἄντυγι πάλτο" ἀντὶ τοῦ προσέκρουσε, προσέπταισε, διὰ τὸ αὐτῆς ποδηνεκές.

(v. 646) Τὸ δὲ "φορέεσκε" δηλοῖ μὴ θώρακι μόνον ἁρμόττειν τὸ φορεῖν, ὡς οὐ πρὸ πολλοῦ ἐρρέθη, ἀλλὰ καὶ ἀσπίδι ὡς βασταζομένῃ. Τὸ δὲ "ποδηνεκὲς ἕρκος" διὰ μετρικὸν δάκτυλον ἐτέθη, [μᾶλλον μὲν οὖν διὰ καινότητα φράσεως.] ἄλλως γὰρ πρὸς τὴν ἀσπίδα ἦν ἄν, ἵνα ἔφη "ἣν ἐφόρει ποδηνεκῆ". Ἕρκος δὲ ἀκόντων δεξιῶς λέγεται ἡ ἀνδρομήκης ἀσπίς, ὡς οἷα τεῖχος ἐκ ποδῶν ὅσα καὶ θεμελίων ἕως ἄνω φυλάττουσα τὸν σκεπόμενον.

(v. 647) Τὸ δὲ "βλαφθείς" ἐνταῦθα μᾶλλον κυριολεκτεῖται ἤπερ ἐν τῷ "βλαφθέντα βέλεμνα", περὶ ὧν πρὸ ὀλίγου ἐρρέθη.

(v. 649) Τὸ δὲ "ὀξὺ νόησε" πάνυ προσεκτικὸν εἶναι παραδηλοῖ τὸν Ἕκτορα.

(v. 651) Ἐν δὲ τῷ "ἀχνύμενοί περ ἑταίρου" Ἑλλάνικος κατὰ τὴν παλαιὰν ἱστορίαν Αἰολικῶς νομίζει τὴν [780] περι πρόθεσιν περ εἰρῆσθαι, ἵνα λέγῃ ὅτι ἀχνύμενοι περὶ ἑταίρου.

(v. 652) Τὸ δὲ "Ἕκτορα δῖον" νῦν μάλιστα προσφυῶς ἐπετέθη, ὡς τοῦ Ἕκτορος Διόθεν νικῶντος εἰς τὸ πᾶν.

(v. 653) Ὅτι τὸ "εἰσωποὶ δ' ἐγένοντο νεῶν", οἱ Ἀχαιοὶ δηλαδή, ἀντὶ τοῦ ὑποστείλαντες ἑαυτοὺς ὑπὸ τὰς νῆας τὰς πλησίον τοῦ τείχους ἢ ἐν ὄψει ἔχοντες διὰ τὴν ἧτταν τὰς πρὸς τῷ τείχει νῆας, ἃς εἶχον κατὰ νώτου πρὸ τούτου, ἐγγὺς τοῦ τείχους μαχόμενοι.

(v. 653 s.) Ἵνα δὲ νοοῖντο νῆες ἐνταῦθα αἱ ἔγγιστα τοῦ τείχους, ἐπάγει "περὶ δ' ἔσχεθον ἄκραι νῆες, ὅσαι πρῶται εἰρύατο", ὅ ἐστι κατέσχον αὐτοὺς τοῦ καὶ εἰς πλέον φυγεῖν αἱ λοιπαὶ πρῶται νῆες, ὅσαι πρὸς τῇ θαλάσσῃ ἦσαν.

(v. 655-657) Εἶτα καὶ ἄλλως φράζων φησὶ "Ἀργεῖοι δὲ νεῶν μὲν ἐχώρησαν καὶ ἀνάγκῃ τῶν προτέρων", ἤγουν τῶν ἐγγὺς τοῦ τείχους, "αὐτοῦ δὲ παρὰ κλισίῃσιν ἔμιμνον ἀθρόοι", μέσοι δηλονότι τῶν τε πρὸς τῇ θαλάσσῃ, ἃς ἄκρας καὶ πρώτας καὶ παρὰ ταῖς κλισίαις φησί, καὶ τῶν πρὸς τῷ τείχει, ὧν εἰσωποὶ ἐγένοντο, ἃς προτέρας λέγει, ἵνα κατὰ νώτου μὲν ἔχωσι τὰς ἐν θαλάσσῃ πρώτας, πρὸ ὀφθαλμῶν δὲ τὰς ἐν τῷ τείχει προτέρας. Εἶτα ἑρμηνεύων τὸ ἀθρόοι φησὶν "οὐδὲ κέδασθεν ἀνὰ στρατόν".

(v. 657) Ἀθρόοι γὰρ οἱ ὁμοῦ συνηγμένοι καὶ μὴ ἐσκεδασμένοι.

(v. 657 s.) Οὗ τὸ αἴτιον ἐπάγων φησὶν "ἴσχε γὰρ αἰδὼς καὶ δέος", αἰδὼς μέν, εἰ φανοῦνται κακοί, δέος δὲ τὸ περὶ τῶν νεῶν ἢ καὶ τὸ ἀπὸ τῶν στρατηγῶν ἢ καὶ τὸ ἐξ ἑαυτῶν. διὸ ἐπάγει "ἀζηχὲς γὰρ ὁμόκλεον ἀλλήλοισι". Καὶ ὅρα ὡς ἐντεῦθεν λαβὼν ὁ Σοφοκλῆς ἔφη "δέος γὰρ ᾧ πρόσεστιν αἰσχύνη θ' ὁμοῦ", ὅπερ ἐστὶν αἰδώς, "σωτηρίαν ἔχοντα τόνδ' ἐπίστασο". Ἰστέον δὲ ὅτι τε ἐν ῥητορικῷ Λεξικῷ εὕρηται τὸ εἰσωποί οὕτως ἑρμηνευόμενον· εἰσωποί· εἴσω ἰδέσθαι, εἰς ὦπα, ἐνώπιον, ἐν ὀφθαλμοῖς, καὶ ὅτι αἱ συχναὶ στρατηγικαὶ συμβουλαὶ τὸ "αἰδὼς Ἀργεῖοι", τὸ "ἀλλήλους τ' αἰδεῖσθε", τὸ "αἰδομένων δ' ἀνδρῶν πλέονες σόοι", καὶ τὰ λοιπά, ἔπεισαν τοὺς Ἀχαιοὺς αἰδοῖ ἄρτι ἴσχεσθαι. Νέστωρ δὲ καὶ προσεπαυξήσει εὐθὺς αὐτάς, εἰπὼν "αἰδῶ θέσθ' ἐνὶ θυμῷ".

(v. 658) Ἀζηχὲς δὲ τί ἐστι καὶ πόθεν γίνεται, πολλαχοῦ ἐφάνη.

(v. 654-656) Μνηστέον δὲ ὡς φανερῶς καὶ ἐν τοῖς ῥηθεῖσιν εἰς δύο στίχους ὁ ποιητὴς τὰς νῆας διαιρεῖ, εἰπὼν "νῆες ὅσαι πρῶται εἰρύατο", καί εἰσιν αἱ πρὸς τῷ αἰγιαλῷ αὗται, καὶ πάλιν "νεῶν μὲν ἐχώρησαν τῶν προτέρων", καί εἰσιν αὗται αἱ τοῦ [781] τείχους ἐγγύς. [Δύναται δὲ ταῦτα καὶ τὸν ἕνα στοῖχον δηλοῦν, ἵνα λέγῃ ὅτι τὰ πρῶτα μὲν περιέσχον τοὺς Ἀχαιοὺς αἱ τοῦ τείχους ἐγγὺς ἄκραι πρῶται νῆες, ὡς δὲ ἠναγκάσθησαν εἰς πλέον, ὑπεχώρησαν τῶν οὕτω προτέρων νηῶν καὶ γεγόνασι πρὸς ταῖς κλισίαις.] (v. 65966) Ὅτι εἰ καὶ ἄλλοι ὁμόκλεον, ὡς προσεχῶς ἐρρέθη, ἀλλὰ Νέστωρ μάλιστα "λίσσετο ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκαστον· ὦ φίλοι, ἀνέρες ἐστὲ καὶ αἰδῶ θέσθ' ἐνὶ θυμῷ ἄλλων ἀνθρώπων, ἐπὶ δὲ μνήσασθε ἕκαστος παίδων ἠδ' ἀλόχων καὶ κτήσιος ἠδὲ τοκήων, ἠμὲν ὅτεῳ ζώουσιν", ἤγουν ὅτῳ τε ζῶσι, "καὶ ᾧ κατατεθνήκασι. τῶν ὕπερ ἐνθάδ' ἐγὼ γουνάζομαι οὐ παρεόντων ἑστάμεναι κρατερῶς μηδὲ τρωπᾶσθαι φόβονδε", ἤγουν εἰς φυγήν. Καὶ ταῦτα εἰπὼν ὁ γέρων καὶ οὕτω λισσόμενος ἤνυσέ τι πλέον τῶν ὁμοκλεόντων, ὡς προσεχῶς αὐτίκα φανήσεται.

(v. 665) Ὅρα δὲ καὶ νῦν τὸ γουνάζεσθαι ῥηθὲν μεταφορικῶς. πραγματικῶς γὰρ οὔτε ἕκαστον ἐν τοσούτῳ πλήθει γουνάσασθαι ἦν, καὶ οὐδὲ εἰς ἕνα γοῦν τινα γενέσθαι τοῦτό φησι.

(v. 660 et 665) Κεῖται δ' ἐνταῦθα ἐκ μὲν πρωτοτύπου τὸ "γουνούμενος", ἐκ παραγώγου δὲ τὸ "γουνάζομαι". Σημείωσαι δὲ ὅτι τε ἐν τῷ "ὑπὲρ τοκέων γουνούμενος" ὁ μὲν ποιητὴς οὐ τὸ πᾶν εἶπεν, οἷα ἐπιδραμὼν κατὰ σχῆμα καιρίου γοργότητος, Νέστωρ δὲ ὑποκαταβὰς ὑπὲρ παίδων καὶ ἀλόχων καὶ κτήσεως καὶ τοκήων λίσσεται, καὶ ὅτι Ὅμηρος μὲν τῷ αἰτίῳ συμπεριέλαβε καὶ τὰ μετ' αὐτό, Νέστωρ δὲ οἴκτου τε καὶ πειθοῦς ἕνεκεν ἐμνήσθη καὶ τῶν αἰτιατῶν, καὶ ὅτι Ὅμηρος μὲν τῇ ἐννοίᾳ ἐκ τῶν τοκέων μόνων διέβη καὶ εἰς τὰ ἑξῆς, Νέστωρ δὲ ἐξ ἐκείνων εἰς τοὺς τοκέας ἀναβέβηκεν, ὡς ἡ Ὁμηρικὴ φράσις δηλοῖ.

(v. 662) Τὸ δὲ "ἄλλων ἀνθρώπων" πάνυ ἐντρεπτικόν ἐστι. τὸ γὰρ ἀλλήλους αἰδεῖσθε, ὅπερ ἀλλαχοῦ ἐρρέθη, οὐ τοσοῦτον ἐντρέπει.

(v. 664) Τὸ δὲ "ὅτεῳ" ἐκ τοῦ ὅτῳ γέγονεν Ἰωνικῇ ἐπενθέσει τοῦ ε ὁμοίως τῷ ὁτέοισιν, ὡς προεδηλώθη, καὶ τουτέοισι.

(v. 665) Τὸ δὲ "οὐ παρεόντων" πολὺν ἔχει νοῦν. οἷς μὲν γὰρ οὐ πάρεισι γονεῖς καὶ ἄλοχοι καὶ παῖδες ὡς τεθνεῶτες, γουνάζομαι ὑπὲρ ἐκείνων ἄλλως, οἷς δὲ οὐ πάρεισι μέν, ζῶσι δέ, γουνάζομαι, ἵνα ζῶντες ὑμεῖς ἐν τῷ περισωθῆναι δι' ἀμύνης γένησθέ ποτε τῶν οἰκείων. Ὅλον δὲ τὸ "τῶν ὕπερ γουνάζομαι" ἐντελές [782] ἐστιν, οὐ μὴν κατὰ τὸ πρὸς τῶν λόγων καὶ πρὸς τῆς φιλίας καὶ τῶν τοιούτων, ἐκεῖ γὰρ λείπει τὸ γουνάζομαι, ἵνα λέγῃ ὡς γουνάζομαι ὑπὲρ λόγων καὶ ὑπὲρ φιλίας.

(v. 666) Τὸ δὲ "ἑστάναι κρατερῶς" ἀντὶ τοῦ γενναίως. οὐ γὰρ ἀεὶ κρατερὸν τὸ ἀπειλητικὸν. [Ἑρμηνεία δὲ αὐτοῦ εὐθὺς ἐπῆκται τὸ μὴ τρέπεσθαι εἰς φυγήν, ἵνα ᾖ στερρῶς ἑστάναι τὸ μὴ ἐθέλειν φεύγειν.] Τὸ δὲ μὴ τρωπᾶσθαι, εἰ μὲν διὰ διφθόγγου ἔχει τὴν λήγουσαν, συστέλλει αὐτὴν καινότερον δίχα ἐπιφορᾶς φωνήεντος, εἰ δὲ διὰ τοῦ ε ψιλοῦ, δύναται μὲν καὶ οὕτω συντάσσεσθαι, ὅμως δὲ καινότερον ἐναλλάσσει τὴν σύνταξιν. ὅλον δὲ τὸ "μηδὲ τρωπᾶσθε φόβονδε" φρασθῆναι πεποίηκεν, ὡς καὶ ἑτέρωθι δηλοῦται, τὸ προτροπάδην φεύγειν. Ἐπαινεῖται δὲ καὶ ἡ ῥηθεῖσα τοῦ Νέστορος δημηγορία. ἔχει γάρ, φασί, τέκνων καὶ γυναικῶν ἀσφάλειαν, πλούτου φυλακὴν ἀναφαίρετον, γονέων ζώντων μὲν αἰδῶ, τεθνεώτων δὲ μνήμην. καὶ γοῦν ἐπέστρεψε τῆς φυγῆς τοὺς Ἀχαιοὺς ἐν ἀκμῇ μεγίστου κινδύνου καὶ ἀντιστῆναι τοῖς διώκουσιν ἔπεισεν ὀτρύνας μένος καὶ θυμὸν ἑκάστου. Ἔνθα ὅρα ὡς διὰ τὸ τοῦ καιροῦ κατεπεῖγον οὔτε ἐμβριθὴς αὐτῷ ἡ δημηγορία οὔτε ἀφηγηματικὴ ὡς ἐν ἄλλοις, οὔτε ἄλλως πλατεῖα καὶ ἐπιχειρηματική, ἀλλὰ στενὴ καὶ εὐπερίληπτος καὶ οἶκτον ἔχουσα κατὰ ἐλέου εἰσβολήν, οἷς ὑπὲρ τῶν φιλτάτων δυσωπεῖ, οἱονεὶ πρὸ ὀφθαλμῶν αὐτὰ παριστῶν τοῖς Ἀχαιοῖς, εἰ καὶ μὴ πάρεισι. Καλὸν μὲν γάρ, εἰ παρῆσαν καὶ συνεπελαμβάνοντο τοῦ λόγου τῷ ῥήτορι. ἐπεὶ δὲ μὴ παρίστανται σώματι, ἀλλά γε τῇ μνήμῃ καὶ τῷ πόθῳ δοξάτωσαν παρεῖναι καὶ συνδυσωπεῖν. Μέμνηται δὲ τῶν μὲν ζώντων οἱονεὶ λέγων τὸ οὓς καὶ σπεύσατε ἰδεῖν, τῶν δὲ τεθνεώτων μονονουχὶ λέγων καὶ αὐτός, ὅτι τούτους καὶ τεθνεῶτας εὐκλείας ἐπιβήσατε, ἤγουν ἐπιβιβάσατε.

(v. 668-673) Ὅτι Ἀθηνᾶ ἡ κατὰ τὸν μῦθον φωσφόρος Ἀχαιοῖς "ἀπ' ὀφθαλμῶν νέφος ἀχλύος ὦσε θεσπέσιον, μάλα δέ σφιν φόως γένετ' ἀμφοτέρωθεν, ἠμὲν πρὸς νηῶν", ἢ πὰρ νηῶν, "καὶ ὁμοιΐου πολέμοιο", τῶν οἷον ἀφωτίστων πρὸ τούτου ὄντων. "Ἕκτορα δ' ἐφράσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους, ἠμὲν ὅσοι μετόπισθεν ἀφέστασαν, οὐδ' ἐμάχοντο, ἠδ' ὅσσοι παρὰ νηυσὶ μάχην ἐμάχοντο θοῇσιν". [783] (v. 660) Ἔστι δὲ Ἀθηνᾶ ἡ φυσική τε φρόνησις, καθ' ἣν ἀνενεγκόντες ἐφρόνησαν, ὅτι νηῶν εἰσωποὶ ἐγένοντο καὶ εἰς οἷον πόλεμον περιέστησαν καὶ οἷα ὁ Ἕκτωρ ποιεῖ, ἔτι δὲ ἔμαθον τοὺς μαχομένους τε καὶ ὅσσοι μετόπισθεν ἀφέστασαν οὐδ' ἐμάχοντο, ὡς εἴρηται. Νοηθείη δ' ἂν καὶ ἄλλως Ἀθηνᾶ ἡ τοῦ Νέστορος σύνεσις, ἡ προσεχῶς ὀτρύνασα μένος καὶ θυμὸν ἑκάστου καὶ ὡς ἐκ σκότους εἰς φῶς τοὺς Ἀχαιοὺς καταστήσασα. Ἔστι γὰρ νῦν φῶς ἰδεῖν τὸ ζῆσαι ἀπαλλαγέντας ἀχλύος, ἣν ἡ τροπὴ ἐπάγει, καὶ ἐλπίδος τοῦ μέλανος θανάτου καὶ ὡς εἰπεῖν τοῦ σκότου. διὸ καὶ ἀλλαχοῦ ἔφη "αἴ κέν τι φόως ἑτάροισι γένηαι", νικήσας δηλαδή, καὶ πάλιν "ἐν χερσὶν φόως", ἤγουν ἡ διὰ τῆς νίκης σωτηρία. τέως γὰρ ὡς οἷον ἐν σκότει εἰσὶν οἱ νικώμενοι. Καὶ νῦν μὲν ἀλληγορικὸν οὕτω καὶ τὸ σκότος καὶ τὸ φῶς, ἐν τοῖς ἑξῆς δὲ ἀληθῶς ἐν σκότει γενήσονται οἱ Ἀχαιοὶ τοῦ Πατρόκλου πεσόντος καὶ φῶς ἡλίου ἰδεῖν ἐξαιτήσονται. Ὅρα δὲ ὅτι ἐν τῷ "ἀπ' ὀφθαλμῶν νέφος ἀχλύος ὦσεν" ὑποβάλλει ὁ ποιητὴς θαρρούντως ἡλίῳ εἰκάζειν ἡμᾶς τὸ ἐν ἡμῖν ὀπτικόν, ᾧ δίκην νέφους ἡ ἐξ ἀθυμίας ἀχλὺς οἶδεν ἐπιπροσθεῖν.

(v. 669) Τοῦ δὲ "ἀμφοτέρωθεν" διασαφητικὸν τὸ "παρά τε νηῶν καὶ πολέμου", ἔνθα οὐκ εἶχον βλέπειν οἱ Ἀχαιοὶ πρὸ τοῦ σκεδασθῆναι τὴν ῥηθεῖσαν ἀχλύν. διὸ οὔτε Ἕκτορα εἶχον φράζεσθαι οὔτε τῶν συμφυλετῶν, ὅσοι τε ἀπόμαχοι ἦσαν καὶ ὅσοι ἐνήργουν.

(v. 672) Τοῦ δὲ "ἀφέστασαν", ὃ καὶ μετ' ὀλίγα κεῖται, ἐφερμηνευτικὸν τὸ "οὐδ' ἐμάχοντο".

(v. 673) Τὸ δὲ "μάχην ἐμάχοντο" τέτριπται ὡς Ἀττικόν ἐστι.

(v. 674-678) Ὅτι "οὐδ' ἂρ ἔτι Αἴαντι μεγαλήτορι ἥνδανε θυμῷ ἑστάμεν, ἔνθα περ ἄλλοι ἀφέστασαν Ἀχαιοί, ἀλλ' ὅ γε νηῶν ἴκρια ἐπῴχετο μακρὰ βιβάσθων", ὃ παρακατιὼν λέγει "ἐφοίτα μακρὰ βιβάς", "νώμα δὲ ξυστὸν μέγα ναύμαχον ἐν παλάμῃσι, κολλητὸν βλήτροισι, δυωκαιεικοσίπηχυ". διὰ δὲ τὴν τοιαύτην καρτερίαν καὶ μεγαλήτορα ἐνταῦθα ἔφη τὸν Αἴαντα.

(v. 675) Ἀντιθετικὸν δέ πως τὸ "οὐκ ἤθελεν ἑστάμεν", ἤγουν ἵστασθαι, "ἔνθα ἄλλοι ἀφέστασαν". ἀντίκειται γὰρ τὸ ἑστάναι καὶ ἀφεστάναι.

(v. 676) Ἴκρια δὲ νηῶν προπαροξυτόνως ὡς δέμνια τὰ καταστρώματα, οἱ δὲ τὰ κατὰ πρῴραν καὶ πρύμναν σανιδώματα, ὅπερ καὶ κρεῖττον. προϊὼν γὰρ ὁ Αἴας ἀναχωρεῖ ἐπὶ τὸν ἑπταπόδην θρῆνυν λιπὼν τὰ ἴκρια τῆς νηός, ἤγουν τὰς κατὰ πρῴραν σανίδας. [784] ἄλλοι δὲ ἴκριά φασι τὰ ἐξέχοντα τῶν νηῶν ἄκρα. ὅτι δὲ ἴκριον λέγεται καὶ ἐπὶ ἱστοῦ, ἐν Ὀδυσσείᾳ δηλοῦται. ὅθεν καὶ ἐπίκριον τὸ κέρας τοῦ ἱστοῦ, ὃ κοινότερον κερατάριον καλεῖται. ἀλλ' ἐκεῖνο μὲν ἀπὸ τοῦ ἐν ἄκρῳ εἶναι, τὰ δὲ νῦν σανιδωτὰ ἴκρια παρὰ τὸ ἱκνῶ, περὶ ἃ ἱκνοῦνται οἱ ἐν ταῖς ναυσί. Τὸ δὲ "μακρὰ βιβάσθων" πάνυ καίριον ἐπὶ πλατέων διαβημάτων τοῦ ἥρωος. ὥσπερ δὲ ἀΐω ἀΐσω ἀΐσθω, ἐξ οὗ τὸ αἴσθω, οὕτω καὶ βιβῶ βιβάσω βιβάσθω. Περὶ δὲ κολλητοῦ ξυστοῦ καὶ πρὸ ὀλίγων μὲν ἐδηλώθη, νῦν δὲ ῥητέον ὅτι τὸ βλῆτρον βαρύνεται κατὰ τοὺς παλαιοὺς κανόνι τοιούτῳ. Τὰ εἰς τρον λήγοντα μονογενῆ οὐδέτερα βαρύνεται, σεσημείωται τὸ λουτρὸν πρὸς διάφορον σημασίαν. ἔστι γὰρ καὶ λοῦτρον Ἀττικῶς παρὰ τῷ Κωμικῷ τὸ ἀπόλουμα, οἷον "κἀκ τοῦ βαλανείου πίεται τὸ λοῦτρον". Ἔστι δὲ βλῆτρον ὁ σιδηροῦς κύκλος, δι' οὗ τὰ δύο ξυστὰ εἰς ἓν συμβάλλονται δόρυ ναύμαχον, ὅπερ ὅτι προπαροξύνεται, προδεδήλωται καὶ αὐτό. Τὸ δὲ δύο καὶ εἰκοσίπηχυ ὑφ' ἓν ἀναγνωστέον, ὡς ἐν τοῖς Ἀπίωνος καὶ Ἡροδώρου κεῖται.

(v. 674) Ἰστέον δὲ καὶ ὅτι προμάχου ἴδιον τὸ "οὐδ' ἂρ ἔτι τῷ δεῖνι ἥνδανε θυμῷ ἑστάμεν ἔνθα περ ἄλλοι".

(v. 679-686) Ὅτι τὴν τοῦ Αἴαντος μεταπήδησιν ἀπὸ νηὸς εἰς νῆα παραβάλλει ἀνδρὸς ἐνεργείᾳ κελητίζοντος διὰ τεσσάρων, εἰπὼν "ὡς δ' ὅτ' ἀνὴρ ἵπποισι κελητίζειν εὖ εἰδώς, ὅς τ' ἐπεὶ ἐκ πολέων πίσυρας συναγείρεται", ἢ συναείρεται, "ἵππους, σεύας ἐκ πεδίοιο μέγα προτὶ ἄστυ διώκει λαοφόρον καθ' ὁδόν, πολέες τέ ἑ θηήσαντο ἀνέρες ἠδὲ γυναῖκες, ὃ δ' ἔμπεδον ἀσφαλὲς αἰεὶ θρῴσκων ἄλλοτ' ἐπ' ἄλλον ἀμείβεται, οἳ δὲ πέτονται, ὣς Αἴας ἐπὶ πολλὰ θοάων ἴκρια νηῶν φοίτα μακρὰ βιβάς, φωνὴ δέ οἱ αἰθέρ' ἵκανε". Καὶ ὅρα κἀνταῦθα ὅτι εὐρυβόας ἦν.

(v. 687) Ὃ καὶ ἐπισημαινόμενος ἐπάγει ὁ ποιητὴς εὐθὺς "αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε". τοῦτον δὲ τὸν στίχον καὶ προϊὼν ἀπαραποίητον οὕτω ἐκτίθεται, ὥσπερ καὶ τὸ "χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων" φθάσας ἀλλαχοῦ [785] γράψαι τίθησι τὸ αὐτὸ καὶ ἐνταῦθα μετ' ὀλίγα. Σημείωσαι δὲ ὅτι ἦν γύμνασμα παρὰ τοῖς παλαιοῖς, ὁποῖον ἐκτίθεται νῦν ὁ ποιητής, τέθριππόν τι τοῦτο ἱστορῶν ἄνευ ἅρματος. τοὺς δὲ τοιούτους ἵππους νοητέον οὐ μόνον θέειν ἀρίστους, ἀλλὰ καὶ εὐπειθεῖς, ἵνα μὴ δυσπειθούντων καὶ διασπωμένων κινδυνεύῃ ἐκπίπτειν ὁ ἔποχος μεθαλλόμενος ἐκ τούτου συνεχῶς εἰς ἐκεῖνον.

(v. 680) Διὸ καὶ συναγείρεται τοιούτους ἵππους ἐκ πολλῶν, ἤγουν ἐπιλέγδην συνάγει. εἰ δὲ γράφει "συναείρεται", τὸ συζευγνύειν καὶ ὁμοῦ εἴρειν ἡ λέξις δηλοῖ, ὡς καὶ τὸ "σὺν δ' ἤειρεν ἱμᾶσιν". ἐξ οὗ καὶ παρήορος καὶ ἄορες καὶ ὄαρες, ὡς προδεδήλωται, αἱ γυναῖκες. Φασὶ δὲ οἱ παλαιοί, ὡς οἱ οὕτω συνεζευγμένοι ἵπποι ἅμιπποι ἐκαλοῦντο. καὶ ἴσως καὶ ἡ παρὰ τῷ Σοφοκλεῖ "βορεὰς ἅμιππος", εἰ καὶ δυσκόλως, ὅμως οὕτω συμβιβασθήσεται. Ἐν δὲ παλαιοῖς σχολίοις γέγραπται, ὅτι Δημήτριός φησι τεθεωρηκέναι τινὰ μεταβαίνοντα, ὡς ὁ ποιητὴς λέγει, κατέχοντα τοὺς χαλινοὺς καὶ ἀνεμποδίστως τηροῦντα τὸν δρόμον τῶν ἵππων, καὶ ὅτι καὶ νῦν ἐν Ῥώμῃ τοῦτο γίνεται. καὶ ἐφ' ἡμῶν δέ τις ἐθεάθη διὰ δύο ἵππων κελητίζων, ὡς δυσχερὲς ὂν τὸ διὰ τεσσάρων. Οἱ δὲ παλαιοὶ λέγουσι καί, ὅτι ἀναχρονισμοῦ σχήματι ἐνταῦθα χρᾶται ὁ ποιητής. κέλητες γὰρ οὐκ ἦσαν παρὰ τοῖς ἥρωσιν, ἀλλ' ὑστερογενὲς τὸ εὕρημα. Καὶ μὴν ἴσως οὐκ ἐξ ἀνάγκης τὸ τοιοῦτον ἀναχρονισμός ἐστιν. οὐ γάρ φησιν ὁ ποιητής, ὡς ἐπὶ τῶν Ἀχαιῶν ἦν τὸ πρᾶγμα, ἀλλ' αὐτὸς εἰδὼς τοῦτο ἐφ' ἑαυτοῦ γινόμενον ἐντεῦθεν ποιεῖται τὴν παραβολὴν ὡς πρὸς εἰδότας λαλῶν. οὕτω δὲ καὶ ἐν Ὀδυσσείᾳ μέμνηται κέλητος. Ἰστέον δὲ ὅτι ἡ παραβολὴ τοῦ τοιούτου κελητισμοῦ πρός τε τὸ ἀσφαλῶς καὶ τεχνικῶς τὸν Αἴαντα θρῴσκειν παρείληπται καὶ πρὸς τὸ ἄλλην ἐξ ἄλλης ἀμείβεσθαι νῆα καὶ πρὸς τὸ τοῦ ἥρωος γενναῖον καὶ εὔτονον. Τὰ γὰρ ἄλλα τῆς παραβολῆς οὐκ εὐσύμβατα. οἱ μὲν γὰρ ἵπποι τῷ κελητίζοντι πέτονται, αἱ δὲ νῆες ἀκίνητοι, καὶ οἱ μὲν τέσσαρες, ὁ δὲ Αἴας ἐπὶ πολλὰ ἴκρια νηῶν ἐφοίτα. [Εἰ δὲ καὶ χρῆσις ἦν ἐπὶ Ὁμήρου κέλητος, [786] δι' οὗ λῃστρικὸν ἐσημαίνετο πλοῖον, οὗ σύνθετον ὁ ἐπακτροκέλης, ἀναλυόμενος αὐτὸς εἰς ἐπακτρίδα καὶ εἰς κέλητα, περὶ ὧν διείληπται καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν, εἰ δὴ κέλητα τοιοῦτον καὶ ὁ ποιητὴς ἐγίνωσκε, συνεβιβάζετο ἂν καὶ αὐτό πως πρὸς τὴν παραβολήν. Ἔστι δὲ ὅμως καὶ δίχα τούτου οἰκεῖον τῇ τοῦ κελητίζειν παραβολῇ καὶ τὸ τῶν νηῶν χρῆμα, αἳ ἁλὸς ἵπποι λέγονται, ὡς ἡ Ὀδύσσεια δηλοῖ. Ὅτι δὲ κέλης κυρίως οὐχ' ὁ ἐπιβάτης, ἀλλὰ ἵππος, ὅθεν καὶ κέλητι νικᾶν τινες ἐν ἀέθλοις ἐλέγοντο, καὶ ὅτι ἐπέκεινα ἵππου καὶ πλοίου καὶ ἄλλο τι ὁ κέλης δηλοῖ, ἐν τοῖς κατὰ τὴν Ὀδύσσειαν γέγραπται, ὅπου κεῖταί τι καὶ περὶ ἁμίππων καὶ μονίππων.] (v. 679) Τὸ δὲ κελητίζειν ἀπὸ τοῦ κέλητος παρῆκται, ὃ δηλοῖ τὸν ἄζευκτον ἵππον καὶ κατά τινας τὸν μονάμπυκα, ὃς νῦν, φασί, σελλάριος λέγεται. αὐτὸς δὲ κέλης ἢ παρὰ τὸ κέλλειν, ὅ ἐστι τρέχειν ἢ βαδίζειν, ὅθεν, φασί, κέλευθος, ἢ παρὰ τὸ διεσκελισμένον τινά φασι καθῆσθαι εἰς αὐτόν. τὸ δὲ λέγειν κελητίζειν ὡς ἐν συνθέσει τὸ ἐν κέλητι ἵζειν ἀδιανόητόν φασιν οἱ παλαιοί. Ἰστέον δὲ ὅτι ἐν τῷ "ἵπποισι κελητίζειν" καὶ "πίσυρας συναγείρεται ἵππους" τὸ μὲν "ἵπποισι" πρὸς διαστολὴν εἴρηται τοῦ ἑνὶ κελητίζειν ἵππῳ, τὸ δὲ τέσσαρας συναγείρειν ἵππους διαστέλλει τὸν τοῦτο ποιοῦντα ἐκ τοῦ ἄλλως κελητίζοντος.

(v. 680) Τὸ δὲ "ὅς τ' ἐπεὶ ἐκ πολέων" καὶ ἑξῆς, ἐπαναληπτικῶς ἔχει, ληφθὲν ἀντὶ τοῦ οὗτος, ἵνα ᾖ· ὡς δ' ὅτ' ἀνὴρ ἵπποις κελητίζειν εἰδώς, αὐτός [ἢ οὗτος] ἐπεὶ συναγείρῃ, ἢ συναείρῃ, ἐκ πολλῶν ἵππων τοὺς αὐτῷ δεξιούς, θέει διὰ τῆς λεωφόρου. ἄλλως γὰρ οὐκ εὐσύντακτος ἡ παραβολή.

(v. 681) Τὸ δὲ "μέγα προτὶ ἄστυ" διὰ πιθανότητα κεῖται, ἵνα πιστεύοιτο ῥᾷον τοὺς τέσσαρας καὶ διὰ τῆς ἐν αὐτῷ πλατείας λαοφόρου κινεῖσθαι. δῆλον δὲ ὅτι τὴν λαοφόρον οἱ Ἀττικοὶ λεωφόρον φασί. Διώκειν δὲ καὶ νῦν τὸ σπουδαίως ἐλαύνειν δίκην διώκοντος.

(v. 682 s.) Τὸ δὲ "πολέες ἀνέρες ἠδὲ γυναῖκες" τὸ πάνυ καὶ κοινῶς θηητὸν τοῦ ἔργου δηλοῖ. Τὸ δὲ "ἀσφαλές" καιριώτερον ὂν ἐνταῦθα τοῦ ἔμπεδον πρὸς ἑρμηνείαν κεῖται αὐτοῦ.

(v. 68894) Ὅτι οὐδὲ ὁ Ἕκτωρ ἔμενεν ἐν Τρώων ὁμάδῳ, καθὰ δηλονότι οὐδὲ ὁ Αἴας, "ἀλλ' ὥς τ' ὀρνίθων πετεηνῶν αἰετὸς αἴθων ἔθνος ἐφορμᾶται ποταμὸν παραβοσκομενάων, χηνῶν ἢ γεράνων", ὡς καὶ ἀλλαχοῦ κεῖται, "ἢ κύκνων δουλιχοδείρων, ὣς Ἕκτωρ ἴθυσεν", ὅ ἐστιν ὥρμησε, "νεώς", ἤγουν κατὰ νηός, "ἀντίος ἀΐξας". Καὶ ὅρα ὅτι ἐξ ἁλὸς λαβὼν πρὸ τούτου παραβολὰς νῦν καὶ ποταμίαν ταύτην παρείληφεν οὐδ' αὐτὴν ἀπροσφυῶς διὰ τὸ ἐν ὑγρῷ εἶναι τοὺς Ἀχαιοὺς καὶ ἐπὶ μακρὸν ἐκεῖ ζῆν. διὸ καὶ ὑγροβίοις αὐτοὺς ὀρνέοις εἴκασεν, οὓς τὸ μοιρίδιον ἐταπείνωσε, περιαγαγὸν τὸν Ἕκτορα εἰς ἀετοῦ [787] εἴκασμα. [(v. 692) Ἰστέον δὲ ὅτι τὸ "κύκνων δουλιχοδείρων" μεταλαβών τις τῶν ὕστερον, Ἐπίχαρμος δέ, φασίν, ἐκεῖνος ἦν, μακροκαμπυλαύχενας εἶπεν ἐρῳδιούς.] (v. 694) Τὸ δὲ "ἀντίος ἀΐξας" διασαφητικόν ἐστι τοῦ "ἴθυσε νεώς", ἤγουν κατ' εὐθὺ ὥρμησε. [Τοῦτο δὲ διχῶς· ἢ γὰρ ἴθυσεν, ὡς ἐρρέθη, κατὰ νηός, ἢ νηὸς ἀντίος ἀΐξας.] (v. 6948) Ὅτι ὁ Ζεὺς αὐτὸς, καθὰ καὶ πρὸ βραχέων δηλοῦται, τὸν Ἕκτορα ὦρσεν, ἢ μᾶλλον ὦσεν, ὀπίσω ἱστάμενος δηλαδή, "χειρὶ μάλα μεγάλῃ, ὤτρυνε δὲ λαὸν ἅμ' αὐτῷ, αὖτις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη. φαίης κ' ἀκμῆτας καὶ ἀτειρέας ἀλλήλοισιν ἄντεσθ' ἐν πολέμῳ, ὣς ἐσσυμένως ἐμάχοντο". Καὶ ταῦτα οὐκ ἀπὸ ἴσου σκοποῦ.

(v. 699-702) Ἐπάγει γάρ "τοῖσι δὲ μαρναμένοισιν ὅδ' ἦν νόος, ἤτοι Ἀχαιοὶ οὐκ ἔφασαν φεύξεσθαι ὑπ' ἐκ κακοῦ ἀλλ' ὀλέεσθαι, Τρωσὶ δ' ἔλπετο θυμὸς ἐνὶ στήθεσσιν ἑκάστου νῆας ἐνιπρήσειν κτενέειν δ' ἥρωας Ἀχαιούς", ὅπερ ἦν κατὰ κράτος νικήσειν. Καὶ σημείωσαι τὸ χωρίον τοῦτο ἐμπερίβολον ὂν κατά τε ἄλλους τρόπους καὶ κατὰ τοὺς λογισμούς. ἐκτίθεται γάρ, τί μὲν οἱ Τρῶες ἐπὶ τοῖς παροῦσιν ἐλογίζοντο, τί δὲ οἱ Ἀχαιοί. ὅρα δὲ καὶ ὡς ἐλθὼν ὁ ποιητὴς εἰς τὴν τοῦ κινδύνου ἀκμὴν ἑαυτοῦ ἀκμαιότερος γίνεται τῇ τε φράσει καὶ τοῖς νοήμασι, συνεξομοιούμενος κἀνταῦθα τοῖς πράγμασι. Πάνυ δὲ γενναῖοι οἱ Ἕλληνες, εἴπερ ἀπογνόντες τοῦ ζῆν οὕτω μάχονται, καθὰ δὴ καὶ ὁ Αἴας μόνος ἐφ' ὁμοίοις ἔτι ἀνδρίζεται, καὶ ταῦτα "οἰόμενος θανέεσθαι".

(v. 697) Τὸ δὲ "φαίης ἀκμῆτας καὶ ἀτειρέας" καὶ τὸ ἑξῆς, χρήσιμα εἰς τοὺς καὶ μετὰ πολὺν πόνον ἀνδριζομένους. παρῳδήσας δέ τις ἐρεῖ καὶ ἐπὶ τῶν ἄλλως μετὰ κάματον μὴ ἀναπιπτόντων. [(v. 698) Τὸ δὲ "ὣς ἐσσυμένως ἐμάχοντο" ἐπιφωνηματικόν τί ἐστι, δηλοῦν ἐν βραχεῖ κόμματι πολλὴν ἔννοιαν ἐπὶ τῇ ἀκμαίᾳ προθυμίᾳ τῶν Ἀχαιῶν.] (v. 699) Τὸ δὲ "τοῖσι δὲ μαρναμένοισι" καὶ ἑξῆς, οἰκεῖον μὲν ἐπὶ τοῖς ἐν ἀπογνώσει ζωῆς μαχομένοις, εἰ δὲ παρῳδηθῇ, εὔχρηστον ἔσται καὶ πρὸς τοὺς κινδυνώδεσιν ἐγχειροῦντας πράγμασι.

(v. 696) Τὸ δὲ "δριμεῖα μάχη" ἐκ μεταφορᾶς εἴρηται τῶν τοιούτων βρωμάτων ἢ φαρμάκων. [Εἰ δὲ καὶ ἐπί τινος γλυκύτητος οἱ μεθ' Ὅμηρον τιθέασι τὸ δριμύ καθ' ἡδονῆς [788] λόγον, ἔχει καὶ τοῦτο ἡ ἄρτι μάχη ὡς χαρτὴ δοκοῦσα καὶ χάρμη οὖσα οὕτω διὰ τὸ ἀτειρὲς τῶν μαχομένων καὶ ἀκάματον καὶ οὕτω πρόθυμον καὶ μὴ ἀηδές.] (v. 697 s.) Τὸ δὲ "ἀλλήλοισιν ἄντεσθαι" περίφρασίς ἐστι τοῦ συμμῖξαι.

(v. 700) Τὸ δὲ "ἀλλ' ὀλέεσθαι", ὅ ἐστιν ἀπολεῖσθαι, διασαφητικόν ἐστι τοῦ οὐκ ἔφασαν ὑποφυγεῖν ἐκ κακοῦ.

(v. 701) Τὸ δὲ "ἔλπετο θυμός" ὅμοιόν ἐστι τῷ "ὅδ' ἦν νόος".

(v. 703) Ὅτι ἐναντίον πρὸς τὸ ἀφεστάναι μάχης τὸ ἐφεστάναι, ἤγουν κατ' ἐχθρῶν ἑστάναι, ὡς δηλοῖ τὸ "οἳ μὲν τὰ φρονέοντες ἐφέστασαν ἀλλήλοισι".

(v. 704-706) Ὅτι ἐπίτηδες ὁ ποιητὴς ἐπιλεξάμενος ἀπροστάτευτον νῆα τὴν τοῦ πάλαι ποτὲ οἰχομένου Πρωτεσιλάου, ὡς ἡ Βοιωτία δηλοῖ, ἄγει κατ' αὐτῆς τὸν Ἕκτορα, ἵνα μή τινα τῶν ζώντων ἀρχηγῶν αἰσχύνῃ ἀνδραγαθήσαντος Ἕκτορος κατ' αὐτοῦ, καί φησιν "Ἕκτωρ δὲ πρύμνης νεὼς ἥψατο ποντοπόροιο καλῆς ὠκυάλου, ἣ Πρωτεσίλαον ἔνεικεν εἰς Τροίην οὐδ' αὖτις ἀπήγαγε πατρίδα γαῖαν". Τοῦτο δὲ οἰκτιζόμενος λέγει. διὸ καὶ καλὴν τὴν τοῦ Πρωτεσιλάου νῆά φησι, σεμνύνας αὐτὴν καὶ διὰ τοῦ εἰπεῖν ὠκύαλον, καὶ ἐμφήνας τοῖς τοιούτοις ἐπαίνοις εἰκότως τὸν Ἕκτορα φιλοτιμήσασθαι οὕτω καλὴν ἀχρειῶσαι νῆα.

(v. 707-708) Εἶτα ἐπάγει "τοῦ περ δὴ περὶ νηός", ἤγουν τῆς τοῦ Πρωτεσιλάου, "Ἀχαιοί τε Τρῶές τε δῄουν", ἤγουν συνέκοπτον, "ἀλλήλους, αὐτοσχεδόν".

(v. 708-711) Εἶτα ἑρμηνεύων τὸ "αὐτοσχεδόν" ἐπάγει "οὐδ' ἄρα τοί γε τόξων ἀϊκὰς ἀμφὶς μένον οὐδέ τ' ἀκόντων, ἀλλ' οἵ γ' ἐγγύθεν", καί, ὡς ἔφη, αὐτοσχεδόν, "ἱστάμενοι ἕνα θυμὸν ἔχοντες ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίνῃσι μάχοντο", καινὴν ταύτην μάχην πρέπουσαν τῷ τῆς ναυμαχίας καιρῷ.

(v. 712-715) Ἔτι δέ φησι "καὶ ξίφεσι μεγάλοισι καὶ ἔγχεσιν ἀμφιγύοισι. πολλὰ δὲ φάσγανα καλὰ μελάνδετα κωπήεντα, ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον, ἄλλα δ' ἀπ' ὤμων ἀνδρῶν μαρναμένων· ῥέε δ' αἵματι γαῖα μέλαινα", ὃ καὶ ἀλλαχοῦ πολλαχοῦ λεχθὲν κεῖται. Καὶ ὅρα τὴν φράσιν τῆς κινδυνώδους ἀκμαίας μάχης, ἣν οὐκ ἂν φράσαιεν κάλλιον οὐδ' εἰ πάντες ῥήτορες εἰς ἓν συνελθόντες μελετήσαιεν.

(v. 704) Ἰστέον δὲ ὅτι ἐν τῷ "πρύμνης νεώς" τινὰ τῶν παλαιῶν ἀντιγράφων διὰ τοῦ ο μικροῦ γράφουσι τὸ νεός. τοῦτο δὲ καὶ ἐν Ὀδυσσείᾳ γίνεται. ἡ δὲ αἰτία οὐ σαφής, εἰ μὴ ἄρα εἴποι τις προϋποκεῖσθαι ἐκ τοῦ νέω, τὸ κολυμβῶ, εὐθεῖαν ἄρρητον τὸ νεύς, ἧς Ἰωνικὴ γενικὴ νεῦς νεός. [Ἰστέον δὲ ὡς εἰ καὶ διὰ τοῦ ω μεγάλου ἐν τοῖς ἀντιγράφοις ἐφέρετο, εἶχεν ἂν θεραπείαν τὸ μέτρον σπονδειακὴν διὰ συνιζήσεως.] (v. 709) Τὸ δὲ "ἀϊκάς" ὀξύνεται λόγῳ τοιούτῳ. Τὰ εἰς κη θηλυκὰ [789] ὑπὲρ δύο συλλαβάς, τῷ ι παραληγόμενα, βαρύνεται, ἑλίκη, μυρίκη, Φοινίκη, τὸ ἀϊκή ὠξυτονήθη παρὰ τὸ ἀΐσσω, ὡς φυλάσσω φυλακή. ὅθεν τόξων ἀϊκάς φησιν, ὅ ἐστι τοξευμάτων. ἔστι δὲ καὶ ἄλλη εὐθεῖα ἡ ἄϊξ, ὅθεν πολυάϊκος πολέμοιο καὶ κορυθάϊξ. Τὸ δὲ "ἀμφὶς μένον" ἀντὶ τοῦ ἰδίᾳ καὶ παρεκτός. δύναται δὲ εἶναι καὶ ἀντὶ τοῦ ἀμφοτέρωθεν. Οἱ δὲ ἄκοντες, ὡς ἐνταῦθα φαίνεται, διαφέρουσι τῶν ἐγχέων. διὸ καὶ ἄκοντας ἀφέντες Ἀχαιοὶ μεταλαμβάνουσιν ἔγχεα, μείζω δηλαδὴ ὄντα καὶ ἰσχυρότερα.

(v. 711) Οὕτω δὲ καὶ πέλεκυς πρὸς ἀξίνην διάφορος, ὡς δηλοῖ τὸ "πελέκεσσι καὶ ἀξίνῃσιν". Ἀμφίγυα δέ, εἰ καὶ ἄλλως προερρέθη, καὶ τὰ τῆς ναυμαχίας ἔγχη, ἵνα εἴπερ ἡ αἰχμὴ κολουσθῇ, ὅπερ ἔπαθεν ἡ τοῦ Αἴαντος, βλάπτωσι τῷ στύρακι. στυρακωτὰ γὰρ τὰ ἀμφίγυα, ὡς ἤδη δέδεικται. Ὅρα δὲ καὶ τὰ προμνημονευθέντα συνεχῆ ἑπτὰ πάρισα, τὸ ὀξέσι, τὸ πελέκεσσι, τὸ ἀξίνησι, ὃ καὶ ἐκτείνει τὸ τῆς προπαραληγούσης δίχρονον, τὸ ξίφεσι, τὸ μεγάλοισι, καὶ τὸ ἀμφιγύοισιν. ὁμοίως καὶ τὰ ἐφεξῆς ἑτεροῖα ἑπτά, τὸ πολλά, τὸ φάσγανα, τὸ καλά, τὸ μελάνδετα, τὸ κωπήεντα, καὶ τὸ ἄλλα, δὶς αὐτὸ λεχθέν.

(v. 713) Μελάνδετα δὲ ἢ τὰ σιδηρόδετα ‑ μέλας γὰρ κατ' ἐπικράτειαν ἐπιθετικὴν ὁ σίδηρος ‑ ἢ τὰ ἐνδεδεμένα ἐπιμελῶς κατὰ τὴν λαβήν, ἢ τὰ ἔχοντα μελαίνας λαβάς, ταὐτὸν δὲ εἰπεῖν, κώπας. ὧν ἐκ μὲν τῆς κώπης κωπῆεν ξίφος, ἐκ δὲ τῆς λαβῆς χρυσολαβὲς ξιφίδιον ἐν ῥητορικῷ Λεξικῷ τὸ ἔχον χρυσῆν λαβήν.

(v. 714) Ἐκ χειρῶν δὲ καὶ ἀπ' ὤμων πίπτουσι φάσγανα, κοπτομένων δηλαδή, [ἀπὸ χειρῶν μέν, ὅσα προὔτεινον ξίφη, ἀπὸ δὲ ὤμων, ἐξ ὧν ᾐώρηντο ἔτι αὐτά.] (v. 715) Τὸ δὲ "γαῖα μέλαινα" ὑφείλετο οἷον τῇ πρὸς τὸ αἷμα παραθέσει τὸ αὐτοῦ ἐπίθετον, ὃ δὴ καὶ αὐτὸ πολλαχοῦ μέλαν καλεῖται.

(v. 716-721) Ὅτι Ἕκτωρ πρύμνηθεν, ὡς ἐρρέθη, "ἐπεὶ λάβεν, οὐχὶ μεθίει, ἄφλαστον μετὰ χερσὶν ἔχων, Τρωσὶν δ' ἐκέλευεν· οἴσετε πῦρ, ἅμα δ' αὐτοὶ ἀολλέες ὄρνυτ' ἀϋτήν", ἤγουν φωνὴν ἢ μάχην, "νῦν ἡμῖν πάντων Ζεὺς ἄξιον ἦμαρ ἔδωκε νῆας ἑλεῖν, αἳ δεῦρο θεῶν ἀέκητι μολοῦσαι ἡμῖν πήματα πολλὰ θέσαν".

(v. 721-725) Φρονηματισθεὶς δὲ τῇ εὐτυχίᾳ λέγει καὶ ὅτι κακότητι γερόντων, ὡς αὐτῶν δῆθεν πταισάντων, [790] "οἵ μ' ἐθέλοντα", φησί, "μάχεσθαι ἐπὶ πρύμνῃσιν νέεσσιν αὐτόν τε ἰσχανάασκον ἐρητύοντό τε λαόν", ἤγουν ἐρήτυον, "ἀλλ' εἰ δὴ τότε βλάπτε φρένας θεὸς ἡμετέρας, νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει". Αἰσθάνεται γὰρ τοῦ Διὸς ὤσαντος αὐτὸν ὄπισθεν ἢ ὄρσαντος χειρὶ οὐ τῇ τυχούσῃ οὐδ' ἁπλῶς μεγάλῃ, ἀλλὰ μάλα μεγάλῃ, ὡς εἴρηται. τοῦτο δὲ εἴποι ἂν καὶ ἄλλος ἐκ δυστυχίας ἢ ἀργίας εἰς εὐπραξίαν ἐλθὼν καὶ ἐνέργειαν.

(v. 717) Ἄφλαστον δέ φασιν οὐχὶ τὸ ἀκροστόλιον, διαφέρουσι γὰρ αἱ λέξεις, ἀλλὰ κατὰ Δίδυμον, ὥς φησι Παυσανίας, τὸ ἐπὶ πρύμνης ἀνατεταμένον εἰς ὕψος ἐκ κανονίων πλατέων ἐπικεκαμμένων, διήκοντος δι' αὐτῶν πλατέος κανονίου, ὑπηρεισμένου τούτῳ στυλίσκου ὄπισθεν τοῦ κυβερνήτου. κρεμάννυται δ' ἐκ τῶν κανονίων καὶ τοῦ θρανίου ταινία, εἰς παράσημον δηλαδὴ τῆς νηός. Καὶ τοιοῦτον μὲν τὸ ἄφλαστον ἐτυμολογούμενον ἀπὸ τοῦ μὴ ῥᾳδίως φλᾶσθαι, ἤγουν θλᾶσθαι, κατὰ διάλεκτον Ἀττικήν, ὡς δηλοῦται καὶ παρὰ τῷ Κωμικῷ. Ἀκροστόλιον δέ, φασί, τὸ ἀπὸ τῆς πτυχῆς ἀνατεῖνον ξύλον ἐπὶ τὴν πρῴραν, περὶ οὗ καὶ αὐτοῦ φησιν ὁ Δίδυμος, ὅτι τὸ λεγόμενον ἀκροστόλιόν ἐστιν ἄκρος στόλος. στόλος δέ ἐστι τὸ ἀπὸ τῆς λεγομένης πτυχῆς ξύλον πλατύ. πτυχὴ δέ ἐστιν, ὅπου οἵ τε ὀφθαλμοὶ ζωγραφοῦνται καὶ τὸ τῆς νεὼς ὄνομα ἐπιγράφεται. ἕτεροι δὲ καὶ τὸ στενὸν καὶ εἰς ὀξὺ λῆγον στόλον φασί.

(v. 718) Τὸ δὲ "οἴσετε πῦρ" ἐδύνατο μὲν καὶ ἀπαρεμφάτως ῥηθῆναι, ἵνα ἦν· κέλευεν οἴσειν πῦρ, προῃρέθη δὲ αὐτὴ δὴ ἡ τοῦ Ἕκτορος φωνή.

(v. 719) Τὸ δὲ "πάντων ἄξιον" ἀντὶ τοῦ ἰσόρροπον τῶν προλαβόντων πόνων δηλαδὴ ἢ ἠμάτων. σαφέστερον δὲ αὐτοῦ τὸ ἀντάξιον ἐν τῷ "οὐ γὰρ ἐμῆς ψυχῆς ἀντάξιον". ἀλλαχοῦ δὲ ἀπολύτως ἔφη "σὺ δ' ἄξια δέξαι ἄποινα". Ἰστέον δὲ ὅτι ἀγαθῆς ἡμέρας ἔπαινος τὸ "νῦν ἡμῖν πάντων ἄξιον ἦμαρ ἔδωκε θεός". [Ὅτι δὲ οἱ μεθ' Ὅμηρον Ἀττικοὶ καὶ τὸ εὔωνον ἄξιον ἔλεγον, ἀναλεκτέον ἐκ τῶν τοῦ Κωμικοῦ.] (v. 720) Τὸ δὲ "νῆας ἑλεῖν" ἑρμηνεύει τί τὸ πάντων ἄξιον ἦμαρ. Τὸ δὲ "θεῶν ἀέκητι" μὴ θεοφιλῶς τοὺς Ἀχαιοὺς τὴν ἀρχὴν στρατεύσασθαι [791] δηλοῖ μηδὲ κατὰ οἰωνοὺς αἰσίους.

(v. 721) Κακότης δὲ γερόντων ἡ δειλία. Τὸ δὲ "ἰσχανάασκον" καὶ τὸ "ἐρητύοντο" νοῦν μὲν ἔχουσι τὸν αὐτόν, φιλοῦνται δὲ ποιηταῖς.

(v. 724) Τὸ δὲ "βλάπτε φρένας" τὸν παρ' ἑτέροις βλαψίφρονα συντίθησι καὶ φρενοβλαβῆ, ὡς καὶ ἀλλαχοῦ κεῖται. [Διαστολὴν δὲ ἔχει πρὸς ἄλλα βλαπτόμενα, οἷον βέλεμνα καὶ λοιπά.] Ὅτι ἐπικειμένων τοῦ τε Ἕκτορος καὶ τοῦ Τρωϊκοῦ ὄχλου δύσελπις ὁ Αἴας γίνεται καὶ ἀναχωρεῖ ἐξ ἀνάγκης μικρόν τι, λιπὼν τὰ τῆς εἰρημένης νηὸς ἴκρια.

(v. 727) Φησὶ γοῦν ὁ ποιητὴς "Αἴας δ' οὐκέτ' ἔμιμνε, βιάζετο γὰρ βελέεσσιν". ὃ ἐπιφωνηματικῶς μὲν κατὰ τοὺς παλαιοὺς λέγεται διὰ τὴν ἐν νοήμασι πλουσίαν γοργότητα, οἰκεῖον δέ ἐστι ῥηθῆναι ἐπὶ ἀριστέως ἡττηθέντος.

(v. 72831) Εἶτα Ὅμηρος ἐπάγει "ἀλλ' ἀνεχάζετο τυτθόν, ὀϊόμενος θανέεσθαι, θρῆνυν ἐφ' ἑπταπόδην, λίπε δὲ ἴκρια νηός, ἔνθ' ὅ γ' εἱστήκει δεδοκημένος, ἔγχεϊ δ' αἰεὶ Τρῶας ἄμυνε νεῶν", εἰ καὶ μὴ πάντας, ἀλλ' "ὅς τις φέρει ἀκάματον πῦρ". Καὶ ὅρα ὅτι οὐ προτροπάδην ἔφυγε δι' ἑαυτόν τε καὶ τὸν λόγον τοῦ Νέστορος εἰπόντος μηδὲ τρωπᾶσθαι φόβονδε, τυτθὸν δὲ ἀναχασάμενος ἠμύνετο.

(v. 728) Τὸ δὲ "ὀϊόμενος θανέεσθαι" κόμμα ἐστὶ παραφράζον τὸ "οὐκ ἔφασαν φεύξεσθαι ὑπ' ἐκ κακοῦ ἀλλ' ὀλέεσθαι".

(v. 729) Θρῆνυν δὲ λέγει νῦν ἀρσενικῶς ἢ τὴν καθέδραν τοῦ κυβερνήτου, περὶ ἧς ἀνωτέρω ἐρρέθη, ἢ τὴν τῶν κωπηλατῶν, ἣν καὶ αὐτὴν Ἀττικοὶ θρᾶνον καλοῦσιν, ὅθεν καὶ θρανίτης κωπηλάτης. Τὸ δὲ "ἑπταπόδην" ὡς ἐν παρέργῳ παρέρριψεν, εἰ καὶ μὴ καθ' Ἡσίοδον ἠνάγκασται οὕτω μετρεῖν ξύλα ποσὶν ἢ σπιθαμαῖς, ὡς τοῦ θρήνυος τοσούτων ὀφείλοντος εἶναι ποδῶν, [καθὰ καὶ τοῦ παρ' Ἡσιόδῳ ἑπταπόδου ἄξονος.] Περὶ δὲ τοῦ "ἔλιπεν ἴκρια νηός" κεῖταί τι σαφὲς πρὸ βραχέων.

(v. 730) Τὸ δὲ "δεδοκημένος" κυνηγετικὴ κυρίως λέξις, ὅτε ζῷον ἐπιὸν δέχονταί τινες, ὅθεν καὶ προδοκός στενὸς τόπος, τοιούτῳ ἔργῳ ἐπιτήδειος, ἀφ' οὗ κατωτέρω τὸ "δεδεγμένος ὀξέϊ χαλκῷ".

(v. 730 s.) Τὸ δὲ "αἰεί" οὐδ' ἐνταῦθα ἔχει τὴν κυρίαν χρονικὴν σημασίαν τὴν πλατικὴν ἐν τῷ "ἔγχεϊ δ' αἰεὶ Τρῶας ἄμυνεν", "ὅ τις", ἤγουν ὅστις, "φέροι πῦρ", ἀλλ' ἀντὶ τοῦ νῦν ἢ κατὰ τὴν ἡμέραν ἐκείνην [792] κεῖται, καθὰ καὶ ἐφεξῆς ἐν τῷ "αἰεὶ δὲ σμερδνὸν βοόων", καὶ πρὸ τούτου ἐν τῷ "ἀσφαλὲς αἰεὶ θρῴσκων". Ὅρα δὲ τὸ "Τρῶας ὅ τις φέροι ἀκάματον πῦρ", μερικεῦσαν συνήθως τὸ πολὺ πλῆθος εἰς ἕνα. οὐ γὰρ πάντας Τρῶας ὁ Αἴας ἤμυνεν ἀλλ' ἕνα τινὰ αἰεί. Ὅτι ἔννοιαι πυκναὶ κεῖνται καὶ ὧδε, ἃς ἐπιδρομάδην ὁ Αἴας λέγει ἐπείγοντος τοῦ καιροῦ.

(v. 733 s.) Φησὶ γὰρ "ὦ φίλοι, ἥρωες Δαναοί, θεράποντες Ἄρηος, ἀνέρες ἐστὲ φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς". τοῦτο προοίμιον ἀξιωτικόν.

(v. 735) Εἶτα δευτέρα ἔννοια τὸ "ἠέ τινάς φαμεν εἶναι ἀοσσητῆρας ὀπίσσω", τουτέστι σπουδαίους βοηθούς, ὡς ἐν ἄλλοις δηλοῦται.

(v. 736-738) Τρίτη δὲ τὸ "ἠέ τι τεῖχος ἄρειον, ὅ κεν ἀνδράσι λοιγὸν ἀμύναι", τετάρτη δὲ τὸ "οὐ μέν τις σχεδόν ἐστι πόλις πύργοις ἀραρυῖα" καὶ ἑξῆς. Καὶ ὅρα ὅτι συντομώτατα μὲν φράζει διὰ τὴν τῆς μάχης ἔπειξιν, καιριώτατα δέ. Τὰ μὲν γὰρ οὐκ ἔχομεν ὅλως οἱ Ἀχαιοὶ κατὰ τοὺς Τρῶας, συμμάχους δηλαδὴ καὶ πόλιν, ᾗ ἀπαμυναίμεθα ἄν, ἑτεραλκέα, φησί, δῆμον ἔχοντες, τὰ δέ, εἰ καὶ ἔχομεν, ἀλλὰ ἀχρεῖα, οἷον καὶ τὸ χθαμαλὸν τεῖχος. Τὸ δὲ "φίλοι" κολακευτικῶς ἐπιτηδευσάμενος δὶς εἶπεν ὁ Αἴας ἐκ περισσοῦ. ἄλλως γὰρ ἤρκει ἅπαξ ῥηθὲν ἐν τῇ προοιμιακῇ ἐννοίᾳ τὸ "ὦ φίλοι, ἥρωες".

(v. 738) Ἑτεραλκέα δὲ δῆμον λέγει ὡς καὶ νίκην ἑτεραλκέα, ὃς δηλαδὴ ἀκμὴς ἐπελθὼν καὶ ἐπικουρῶν θατέρῳ μέρει ἀλκὴν δίδωσιν, ἢ γοργότερον εἰπεῖν, ὁ θατέρῳ μέρει ἀλαλκών.

(v. 739 s.) Ἰστέον δὲ καὶ ὅτι κατὰ ἄρσιν εἰπών, ὡς οὐκ ἔστιν ἡμῖν ἐνταῦθα πόλις, καθὰ δηλαδὴ τοῖς Τρωσίν, ἐπάγει κατὰ θέσιν τὸ "ἀλλ' ἐν γὰρ Τρώων πεδίῳ ἥμεθα". ἐπεὶ δὲ τοῦτο ψευδές, οὐ γὰρ σκηνοῦσιν ἐν τῇ πεδιάδι, ἐπιφέρει τὸ ἀληθὲς "πόντῳ κεκλιμένοι", οὗ εἴη ἂν ὄφελος οὐδέν, εἴπερ αἱ νῆες καυθῶσι. τότε γάρ, ὡς καὶ ὁ Ἀχιλλεὺς ἐρεῖ, "οὐκέτι φυκτὰ πέλονται". Σκοπητέον δὲ εἰ καὶ ἐν τῷ "ἀλλ' ἐν γὰρ Τρώων πεδίῳ" περιττός ἐστιν ὁ γαρ σύνδεσμος.

(v. 740) Ἰστέον δὲ ὅτι τὸ "κεκλιμένοι" καὶ τὸ "ἥμεθα" ἔχουσί τι καὶ ὀνειδισμοῦ, ὡς ἀπρακτούντων τῶν Ἀχαιῶν ἐκεῖσε κατὰ τοὺς εἴτε κεκλιμένους εἴτε καθημένους.

(v. 733-741) Σημείωσαι δὲ καὶ ὅτι ἐν τοῖς εἰρημένοις τὸ μὲν προοίμιον ἀποστροφῆς ἔχει σχῆμα μετὰ καὶ προστάξεως, τὸ δὲ τρίτον καὶ τέταρτον ἔπος ἐλεγκτικῶς ἐρωτᾷ, ὁ δὲ πέμπτος στίχος οἷα εὖ εἰδὼς προάγεται ἀποφαντικῶς. ἐν δὲ τοῖς ἑξῆς κεῖνται παρὰ ταῦτα καὶ ἄλλα σχήματα.

(v. 741) Ὅτι τὸ "ἐν χερσὶ φόως, οὐ μειλιχίῃ πολέμοιο", γνωμικῶς ῥηθέν, Ἀρίσταρχος μὲν οὕτως ἐκλαμβάνει ἐν τῷ δρᾶν ἐστιν ἡ νίκη καὶ οὐκ ἐν τῇ μειλιχίῃ τοῦ πολέμου. ὁ δὲ Θρᾷξ Διονύσιος εὐθεῖαν νοεῖ τὸ μειλιχίη, λέγων ὅτι ἐν χερσὶν ἡμῖν ἡ σωτηρία, προσήνεια [793] δὲ οὐκ ἔστι πολέμου.

(v. 743-745) Ὅτι πρῶτον μὲν ἀορίστως φράζων ὁ ποιητής φησιν "ὅς τις δὲ Τρώων ἐπὶ νηυσὶ φέροιτο σὺν πυρὶ κηλείῳ χάριν Ἕκτορος ὀτρύναντος, τὸν δ' Αἴας οὔτασκε δεδεγμένος", ὡς προσεχῶς εἴρηται, "ὀξέϊ δουρί".

(v. 746) Εἶτα καὶ τὸ ὡρισμένον προσιστορῶν φησι "δώδεκα δέ", ἢ δή, "προπάροιθε νεῶν αὐτοσχεδὸν οὖτα". Καὶ ὅρα καὶ νῦν τὸ "αὐτοσχεδὸν οὖτα", ὡς τοῦ βάλλειν πόρρωθεν γινομένου.

(v. 744) Τὸ δὲ "χάριν Ἕκτορος" ἀντὶ τοῦ πρὸς χάριν, ὃ ταὐτόν ἐστι τῷ χαριζομένους τῷ Ἕκτορι. [Ἔνθα σημείωσαι, ὡς οὐκ ἀεὶ ταὐτὸν τὸ χάριν καὶ τὸ ἕνεκεν, ἀλλ' εἰ καὶ ἀμφότερα αἰτιολογικά εἰσιν, ὅμως τὸ μὲν χάριν ἐπὶ τῶν χάριτος ἕνεκεν γινομένων τίθεται, οἷον· Ἀχιλλεὺς χάριν Μενελάου ἐστράτευσεν, αὐτὸ δὲ τὸ ἕνεκεν ἐπὶ τῶν ἁπλῶς διά τι, οἷον· Ἕλληνες ἕνεκεν τῆς Ἀλεξάνδρου ὕβρεως ἔπλευσαν εἰς Τροίαν.] Τὸ δὲ "κήλειον πῦρ" δῆλον, ὡς καὶ κήλεον λέγεται ὁμοίως τῷ δαιδάλειον δαιδάλεον καὶ τοῖς τοιούτοις.

(v. 743 s.) Τὸ δὲ "ἐπὶ νηυσὶ φέροιτο σὺν πυρί" παράφρασίς ἐστι καινοτέρα τοῦ πῦρ φέρει ἐπὶ τὰς νῆας.

ΕΚ ΤΩΝ ΤΗΣ ΠΙ ΡΑΨΩΙΔΙΑΣ

  [794] Ὅτι ἡ μὲν διὰ τῆς τῷ ποιητῇ φίλης φράσεως ἐπιγραφὴ τῆς Πῖ ῥαψῳδίας αὕτη· Πῖ Πάτροκλον ἔπεφνεν ἀρήϊον Ἕκτορος αἰχμή. ἡ δὲ ἑτέρα μιᾷ λέξει στενοχωρεῖται. λέγεται γὰρ Πατρόκλεια διὰ τὸ τὰ κατὰ Πάτροκλον ἱστορεῖν. διὰ τί δὲ προπαροξύνεται, προδεδήλωται.

(v. 1) Ὅτι ἐν πολλοῖς ὁ ποιητὴς (195) χρώμενος ἐννοίαις καταστατικαῖς καὶ ἀναπαυούσαις τὰ προλαβόντα, οἷον "ὣς οἳ μὲν τὰ πένοντο κατὰ στρατόν", "ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον", "ὣς τὴν μὲν πρύμνην πῦρ ἄμφεπεν", "ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον", "ὣς ὃ μὲν ἐν κλισίῃ Μενοιτίου ἄλκιμος υἱός", φησὶ καὶ ἐνταῦθα "ὣς οἳ μὲν περὶ νηὸς εὐσέλμοιο μάχοντο". Ἔστι δέ, φασί, σέλμα, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, τὸ μεταξὺ τῶν τοίχων τῆς νεώς, ὃ καὶ ζυγὸς καὶ σελὶς καλεῖται, καθέδρα ὂν ἐρέτου, ὅθεν εὔσελμος ναῦς. Γίνεται δὲ τὸ ῥηθὲν σέλμα παρὰ τὸ σέλλω, τὸ ὁρμῶ, τὸ αἴτιον ὁρμῆς τῇ νηΐ. διὸ καὶ Σοφοκλῆς θοὸν εἰρεσίας λέγει ζυγόν, οὐχ' ὡς αὐτὸν ταχὺν ἀλλ' ὡς τοῦ θέειν αἴτιον. ἀπὸ δὲ τοῦ σέλλω καὶ σόλος ὁ δίσκος ὁ μετὰ ὁρμῆς βαλλόμενος, ὡς στέλλω στόλος. Ἤδη δὲ ἐδηλώθη ὡς εὔσελμος ναῦς καὶ ἡ καλὰ σπάρτα ἔχουσα. σελμὶς γάρ, φασί, τὸ σπαρτίον.

(v. 2-4) Ὅτι Πάτροκλος "Ἀχιλῆϊ παρίστατο ποιμένι λαῶν", [795] σιωπῶν διὰ πένθος πολύ, "δάκρυα θερμὰ χέων, ὥς τε κρήνη μελάνυδρος, ἥ τε κατ' αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ", ἤτοι μέλαν, ἢ μᾶλλον μετὰ δονήσεως φερόμενον καί τινος ἤχου, ὡς ἀρέσκει τοῖς παλαιοῖς, ὁποῖα τὰ κελαρύζοντα. Ὑπερβολικὸν δὲ κἀνταῦθα τὸ τοσοῦτον καὶ τοιοῦτον δάκρυον, ὃ παραδηλοῖ ἡ παραβολή, δακρύων μὲν ἀθρόαν χύσιν ἐμφαίνουσα, λεχθεῖσα δέ που πρὸ τούτων καὶ ἐπὶ Ἀγαμέμνονος. Καὶ οὕτω μὲν ἡ Ὁμηρικὴ Μοῦσα μεγεθύνει τὰ τοῦ ἥρωος ἐπὶ τοῖς Ἀχαιοῖς δάκρυα, [κλείουσα μὲν ἀφωνίας μοχλῷ τὰς τοῦ λέγειν θύρας, διαπεταννῦσα δὲ τὰς τοῦ δακρύειν, ὡς προτρέχειν τοῦ λόγου οἰκτρῶς τὰ δάκρυα.]

(v. 7-11) Ὁ δέ γε Ἀχιλλεὺς ὡς εἴπερ αὐτὸς οὐκ ἐφάνη κλαίων, καὶ ταῦτα ἕνεκεν παλλακίδος μιᾶς, θαυμάζει. μᾶλλον μὲν οὖν κατασμικρύνει αὐτὰ διὰ τὸ ἐν αὐτοῖς φαινόμενον πολὺ τοῦ οἴκτου, λέγων "τίπτε δεδάκρυσαι Πατρόκλεις ἠΰτε κούρη νηπίη", τουτέστιν οὐχ' ὡς ἁπλῶς κόρη, κόρη γάρ που ἐρρέθη καὶ ἡ Βρισηῒς καὶ ἡ Χρυσηΐς, ἀλλὰ ὡς κόρη νηπία, "ἥ θ' ἅμα μητρὶ θέουσ' ἀνελέσθαι ἀνώγει, εἱανοῦ ἁπτομένη, καί τ' ἐσσυμένη κατερύκει, δακρυόεσσα δέ μιν ποτιδέρκεται ὄφρ' ἀνέληται. τῇ", ἤγουν ταύτῃ, "ἵκελος, Πάτροκλε, τέρεν κατὰ δάκρυον εἴβεις", τὸ ἐκ τειρομένης δηλαδὴ καρδίας, [ἢ καὶ ἄλλως, τὸ τερενοποιόν, ἤγουν μαλακτικόν, καθὰ καὶ κῶμά που μαλακὸν τὸ μαλακοποιὸν δι' ἀνάπαυσιν.] Ἰστέον δὲ ὡς τῶν ῥηθεισῶν παραβολῶν ἡ μὲν τῆς κρήνης πρὸς τὸ "δάκρυα χέων" εἴρηται, ὅπερ ἀλλαχοῦ συνθέτως λέγεται δακρυχέων. ὡς γὰρ κρήνη χέει ὕδωρ, οὕτω καὶ ὁ Πάτροκλος δάκρυα. ἡ δὲ ἐκ τοῦ ἀστείου χαρακτῆρος τῆς νηπίας κόρης πρὸς ἄλλο παντελῶς οὐδέν ἐστιν ἀλλ' ἢ πρὸς μόνον τὸ λιπαρῶς καὶ δαψιλῶς καὶ φιλοίκτως δακρύειν τὸν Πάτροκλον. μητρὸς δὲ εἰκόνα ἢ ἄλλο τι τῶν τῆς παραβολῆς οὐκ ἔστιν ἐνταῦθα συμβιβάσαι, ἀλλὰ δίχα τοῦ πρὸς κόρην κλαίουσαν εἰκασθῆναι τἆλλα διὰ τὸ τῆς παραβολῆς ἐντελὲς πέφρασται συνήθως τῷ ποιητῇ.

(v. 5) Ὅτι δὲ οἶκτον εἶχε τὸ τοῦ Πατρόκλου δάκρυον, ὁ ποιητὴς ἐπεσημήνατο εἰπὼν "τὸν δὲ ἰδὼν ᾤκτειρεν Ἀχιλλεύς". καὶ ταῦτα μὲν ἐν τούτοις.

(v. 3) Μελάνυδρος δὲ κρήνη καὶ ἐνταῦθα ἢ ἡ βαθύϋδρος καὶ διὰ τοῦτο δυσόρατος, ἢ ὅτι, εἰ καὶ διαφανές, ἀλλὰ μέλαν ἄλλως τὸ ὕδωρ, ὡς καὶ ἐν τοῖς ἑξῆς λέγει λύων τὴν σύνθεσιν τῆς μελανύδρου κρήνης ἐν τῷ "λάψοντες μέλαν ὕδωρ". δῆλον δέ, φασί, καὶ ἐκ τοῦ καπνοῦ τὸ μέλαν τοῦ ὕδατος, ὃς ἐξ ὑγρότητος ξύλων μέλας ἀναδίδοται.

(v. 4) Ὅτι δὲ ἐλαφρὰ αἱ αἶγες καὶ νευρώδη τὰ σκέλη ἔχουσαι ταῖς ἀποκρήμνοις [796] καὶ ὑψηλαῖς τῶν πετρῶν εὐμαρῶς προβαίνουσι, δῆλον. διὸ καὶ αἱ πέτραι, ἃς διὰ τὸ δυσανάβατον αἱ αἶγες λείπουσιν, αἰγίλιπες λέγονται. Ἕτεροι δὲ πέτραν αἰγίλιπα νοοῦσι τὴν μηδὲν φύουσαν, λέγοντες ὡς οὗ ἂν ἡ αἲξ ἀποτράγῃ, ἄσπορον αὐτὸ ποιεῖ, ὥστε κατ' αὐτοὺς αἰγίλιψ, ἣν ἡ αἲξ βοσκησαμένη ἔλιπε. Γράφεται δὲ ἡ λήγουσα τοῦ αἰγίλιψ διὰ τοῦ ι, ἐπεὶ μηδέποτε πρὸ τῶν διπλῶν εὑρίσκεται δίφθογγον. Τὸ δὲ εἰπεῖν αἰγίλιπα τὴν τὰς αἶγας λιπαίνουσαν πέτραν διὰ τάς, ὡς εἰκός, που ἐν αὐτῇ φυομένας βοτάνας ἢ διὰ τὴν ἐκ τοῦ ἐκεῖσε ὕδατος πιότητα, εἰ καὶ ἐν ταῖς πλαγίαις πιθανολογεῖται, ἀλλὰ τὴν εὐθεῖαν ἀντιβαίνουσαν ἔχει. πῶς γὰρ αἰγίλιψ, [διὰ τοῦ ψῖ,] ἡ τὰς αἶγας λιπαίνουσα; [Ὅτι δὲ τῶν ὑδάτων τὰ ἐκ πετρῶν φερόμενα δνοφερὰ καλεῖ Ὅμηρος ὡς ἀχρεῖα, ἐν τοῖς τοῦ Ἀθηναίου κεῖται, ὃς εἰς ἔπαινον ἀγαθοῦ ὕδατος χορηγεῖ καὶ τὸ ἐν Θεσπιαῖς μὲν ὕδωρ εἶναι παιδογόνον, ἐν Πύρρᾳ δὲ ἄγονον.] (v. 7 et 11) Ὁ δὲ Πάτροκλος ὅτι διττὰς ἔχει εὐθείας, δηλοῖ καὶ τὸ "τί δεδάκρυσαι Πατρόκλεις", καὶ τὸ "τῇ ἴκελος Πάτροκλε". τὸ μὲν γὰρ ἐκ τοῦ Πατροκλῆς ὡς Ἡρακλῆς, τὸ δὲ ἐκ τοῦ Πάτροκλος ὡς Ἐτέοκλος.

(v. 8) Τὸ δὲ "ἀνελέσθαι" καὶ τὸ "ἀνέληται" τῆς ἄγαν ἐστὶ νηπιότητος ἐνδεικτικά. τοιαύτης γὰρ ἡλικίας τὸ βαστάζεσθαι. ἄλλως μέντοι νήπιος ἔστιν ὅτε καὶ ὁ τὴν μὲν ἡλικίαν τέλειος, ἄφρων δέ. Τὸ δὲ "ἀνώγει" καλῶς ἐπὶ νηπίας κόρης ἐρρέθη. κελεύσμασι γάρ πως αἱ τῶν βρεφῶν, φασίν, ἀξιώσεις ἐοίκασιν, αἷς καὶ πείθονται οἱ γονεῖς. Τὸ δὲ "εἱανοῦ" ἐπένθεσιν ἔχει τοῦ ἰῶτα. ὡς γὰρ τέως τείως καὶ ἕως εἵως καὶ λέουσι λείουσιν, οὕτως ἑανοῦ εἱανοῦ. ὅμοιον δὲ τούτοις καὶ τὸ κυκεῶ κυκειῶ καὶ θύρας συφειοῦ ἤγουν συφεοῦ. [Γυναικεῖον δὲ κἀνταῦθα συνήθως ἔνδυμα ὁ ἑανός.

(v. 9) Τὸ δὲ "ἐσσυμένη κατερύκει" γράφεται κάλλιον ἐσσυμένην κατὰ πτῶσιν αἰτιατικήν, ἵνα ᾖ μητέρα ἐσσυμένην, ἐπεὶ γὰρ θέουσα ἡ μήτηρ ὑπόκειται, ἐρύκει πάντως αὐτὴν συντόνως θέειν συνθέουσα ἡ νηπία παῖς.] (v. 12) Ὅτι πολλαχοῦ, ὡς καὶ ἑτέρωθι παρεσημάνθη, μέθοδος Ὁμήρῳ εἰς πλατυσμὸν γραφῆς καὶ αὕτη. Ὅτ' ἄν τι πρᾶγμα γένηται ἢ γίνηται, πλάττει τινὰς ἀγνοοῦντας καὶ διὰ τοῦτο ἐρωτῶντας αἴτια διάφορα, καθ' ἃ γενέσθαι εἰκὸς [797] ἐκεῖνο τὸ πρᾶγμα. ἐφ' οἷς μὴ εὐστοχήσαντος τοῦ ἐρωτῶντος ἐπάγει λοιπὸν τὸ ἀληθὲς αἴτιον ὁ ἐρωτώμενος, λέγων ὡς οὔτε τόδε οὔτε τόδε ἀλλὰ τόδε ἐστίν. οἷον· ἆρά γε Ἀπόλλων εὐχωλῆς ἐπιμέμφεται καὶ ἑκατόμβης; ἦν δὲ οὐ τοῦτο. ἀλλ' ἕνεκ' ἀρητῆρος ἐχώσατο. καὶ "πῇ ἔβη Ἀνδρομάχη"; ἐς γαλόων ἢ εἰνατέρων ἐϋπέπλων ἢ ἐς Ἀθηναίης; οὔκουν, ὦ Ἕκτορ, ἀλλ' ἐπὶ πύργον διὰ σέ. τοιοῦτον καὶ μετ' ὀλίγα τό· εἰ δέ τινα θεοπροπίην ἀλεείνεις καί τινά σοι ἐπέφραδε μήτηρ. πρὸς ὃ ἐπάγεται τὸ "οὔτε θεοπροπίης ἐμπάζομαι οὔτε μοι ἐπέφραδε μήτηρ, ἀλλὰ τόδ' αἰνὸν ἄχος" καὶ ἑξῆς. οὕτως δὲ καὶ ἄλλα μυρία παρὰ τῷ ποιητῇ. Πολυπειρίαν δὲ καὶ τοῦτο ποιεῖ καὶ διδασκαλίαν τοῦ χρῆναι τὸ αὐτὸ καὶ ἓν κατὰ διαφόρους αἰτίας γίνεσθαι, οἷον τὴν τοῦ Ἀπόλλωνος μῆνιν διά τε εὐχωλὴν καὶ διὰ ἑκατόμβην καὶ διὰ ὕβριν ἱερέως, καὶ τὴν Ἀνδρομάχης ἔξοδον οὐ διὰ τὸν Ἕκτορα μόνον ἀλλὰ καὶ δι' ἄλλα τινά. καὶ τοιαύτη μὲν ἐν πολλοῖς ἡ Ὁμηρικὴ αὕτη μέθοδος. ἐνταῦθα δὲ τὸ ὁμοειδὲς τῶν τοιούτων ἐρωτήσεων ἐκκλίνων ὁ ποιητὴς ποιεῖ τὸν Ἀχιλλέα τά τε μὴ ὄντα αἴτια ἐρωτήσαντα καὶ τὸ ἀληθὲς αὐτὸν ἐκεῖνον ἐπισυνάψαντα.

(v. 127) Ἐρωτήσας γὰρ τὸν Πάτροκλον, εἴ τι διὰ τοὺς Μυρμιδόνας λέξει ἢ δι' αὐτὸν ἢ διὰ τὸν Πηλέα ἢ διὰ τὸν Μενοίτιον, "τῶν", ἤγουν ὧν, φησί, "μάλ' ἀμφοτέρων ἀκαχοίμεθα τεθνειώτων", ἐπάγει τὸ ἀληθές "ἠὲ σύ γ' Ἀργείων ὀλοφύρεαι ὡς ὀλέκονται". καὶ ἐπισυνάπτει εὐθὺς καὶ τὴν κατ' αὐτῶν αἰτίασιν τὸ "ὑπερβασίης ἕνεκα σφῆς", ἤγουν ἰδίας, ἀμβλύνων τῷ Πατρόκλῳ τὸ εἰς ἱκετείαν πρόθυμον διὰ τὸ τοὺς Ἀχαιοὺς ἐφαμάρτους εἶναι κατ' αὐτοῦ.

(v. 14 s.) Ἐν τούτοις δὲ κεῖται καὶ ἐπαναφορᾶς σχῆμα τὸ "ζώειν μὲν ἔτι φασὶ Μενοίτιον", ζώει δὲ Πηλεύς. οὐ καθαρῶς μέντοι ἐπαναφέρει διὰ τὸ ἀνόμοιον τῶν ῥημάτων τοῦ ζώειν ἀπαρεμφάτου καὶ τοῦ ζώει τρίτου προσώπου ὁριστικοῦ. οὐ γὰρ ἐθέλει ὁ ποιητὴς ἐν πενθίμοις τόποις ἐκφανῶς καλλωπίζειν τὸν λόγον. Διὸ καὶ ὁ Πάτροκλος κατωτέρω μέλλων εἰπεῖν· βέβληται μὲν ὁ Διομήδης, βέβληται δὲ καὶ Εὐρύπυλος, οὐ λέγει οὕτως ἐπαναφορικῶς, ἵνα μὴ δόξῃ παίζειν ἐν οὐ παικτοῖς, ἀλλὰ διακόψας οὕτω φησί· βέβληται Διομήδης, οὔτασται δ' Ὀδυσσεὺς ἠδ' Ἀγαμέμνων, βέβληται δ' Εὐρύπυλος. καὶ οὕτω περιέκρυψε τὸ ἐκπρεπὲς κάλλος τῆς φράσεως. δῆλον δὲ ὅτι ἔχει τι καὶ καινότητος τὸ ῥηθὲν σχῆμα. ἠδύνατο γὰρ ἄλλως κοινότερον εἰπεῖν· ζώειν μέν φασι Μενοίτιον, ζώειν δὲ Πηλέα. ὁ δὲ ἀλλάξας ἄλλως ἐσχημάτισεν. ἐν τούτοις δὲ καὶ ἱστορίαν γοργῶς παρέρριψε ποικιλίας χάριν καὶ γνώσεως, ὅτι ὁ Μενοίτιος καὶ ὁ Πηλεὺς ἄρτι καιροῦ ἔτι ζῶσι. Καὶ τοὺς γονεῖς δὲ κηδίστους εἶναι ἐδίδαξεν, εἴπερ αὐτῶν [798] τεθνεώτων μάλα ἀκάχεσθαι χρή.

(v. 17) Ὅρα δὲ καὶ τὸ "Ἀργείων ὀλοφύρεαι", ἤγουν ὑπὲρ Ἀργείων. ἔχων γὰρ εἰπεῖν· ἢ Ἀργείους ὀλοφύρεαι, προέκρινε μεγέθους χάριν τὸ καινότερον. δύναται δὲ καὶ τὸ "τῶν ἀμφοτέρων ἀκαχοίμεθα" οὕτως ἀποδοθῆναι.

(v. 21) Ὅτι Πάτροκλος ἐπὶ θηλύτητι ὀνειδισθεὶς διὰ τὸ δαψιλὲς δάκρυον πρῶτον μὲν κολακεύων σεμνύνει τὸν Ἀχιλλέα, εἰπὼν "ὦ Ἀχιλλεῦ, Πηλέος υἱέ", τοῦ ἐπιεικοῦς δηλαδή, ὡς ἡ ἱστορία δηλοῖ, "μέγα φέρτατε Ἀχαιῶν". [Ὃ διπλῆν ἐπίτασιν ἔχει διά τε τοῦ μέγα καὶ τοῦ φέρτατε.] (v. 229) Εἶτα συγγνώμην αἰτήσας καὶ εἰπὼν "μὴ νεμέσα, τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς" καὶ τὰ ἑξῆς, δι' ὧν ἡ πάνυ τοῦ ἄχους βία διαδείκνυται, τότε δὴ τραχύνεται. καὶ ἀναλαβὼν θυμὸν ἀντονειδίζει τῷ Ἀχιλλεῖ οὐκέτι δάκρυα χέων ἀλλὰ βαρυστενάχων (v. 29 s.) "σὺ δ' ἀμήχανος ἔπλευ Ἀχιλλεῦ", καὶ ἐπάγει μετ' ἐνδιαθέτου εὐχῆς "μὴ ἐμὲ γοῦν οὗτός γε λάβοι χόλος, ὃν σὺ φυλάσσεις", οἱονεὶ λέγων ὅτι στάζοιμι τέρεν δάκρυον καὶ μὴ κατὰ σὲ ἀτειρὴς εἴην.

(v. 31 s.) Εἶτα δριμέως ἐπαινῶν τε ἅμα καὶ ψέγων τὸν Ἀχιλλέα φησὶν "αἰναρέτη· τίς σευ ἄλλος ὀνήσεται ὀψίγονός περ, αἴ κε μὴ Ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνῃς;" (v. 335) Καὶ ἐπιτείνων τὴν τραχύτητα λέγει "νηλεές". ὃ πλατύνων χάριν σαφηνείας ἐπιφέρει "οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεύς, οὐδὲ Θέτις μήτηρ, γλαυκὴ δέ σ' ἔτικτε θάλασσα πέτραι τ' ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής". Ἃ δὴ ῥηθήσεται ἂν καὶ πρὸς ἕτερον ἀπηνὲς πρόσωπον, ἐξ ὧν διασκευάζεται τὸ νηλεές, ταὐτὸν δ' εἰπεῖν, τὸ τοῦ νόου ἀπηνές. Δηλοῖ δ' ὁ Πάτροκλος ἐν τούτοις, ὡς μυθική τις, ὦ Ἀχιλλεῦ, ὑψηγορία τὰ κατὰ σέ, καὶ πετρῶν μὲν ἀληθῶς προῆλθες τῶν ἐκεῖ που περὶ τὸ ὄρος τὸ Πήλιον, ἐν ᾧ ἐτράφης ὑπὸ Χείρωνος, καθὰ λέγονται πάλαι ποτὲ ἄνθρωποι γεννᾶσθαι ἀπὸ πετρῶν. διὸ καὶ ταῖς προαγαγούσαις ὀρειναῖς πέτραις ὅμοιος εἶ τὴν σκληρότητα ὡς ἀτεράμων καὶ ἄτεγκτος καὶ ἀνύπεικτος. οἱ δὲ ἄνθρωποι σεμνότερον τὸν ἐπὶ σοὶ λόγον διατιθέντες Πηλέως εἶπόν σε παῖδα τοῦ ἐκεῖ καὶ αὐτοῦ ἐκτραφέντος ἐν τῷ Πηλίῳ, ἐξ οὗ καὶ ἐκλήθη ἐκεῖνος Πηλεύς. καὶ θαλάσσης μὲν ἔκγονον σύ, [ὥς που καὶ Κύκλωψ ὁ ἀγριώτατος καὶ εἴ τις ἄλλος ὅμοιος ἐκείνῳ τοῦ θαλασσίου περιᾴδεται Ποσειδῶνος υἱὸς εἶναι.] Διὸ καὶ ἀπαραίτητος εἶ [κατ' ἐκείνους] καὶ ὡς πρὸς κῦμα λέγονται κωφὸν αἱ πρὸς σὲ ἱκετεῖαι. οἱ δὲ κολακεύειν προθέμενοι Νηρηΐδος καλοῦσί [799] σε παῖδα, μητέρα σοι τὴν θαλαττίαν Θέτιν ἀπολεξάμενοι. Καὶ ὅρα τὴν Ὁμηρικὴν δεινότητα, καθὰ παρασημειοῦνται καὶ οἱ παλαιοί, καὶ ὡς παράγει καὶ στρέφει δεξιῶς τὰ νοήματα ἐκ τῶν αὐτῶν πραγμάτων ἐναντιότητας νοημάτων λαμβάνων. τὴν γὰρ ἁπαλότητα τοῦ Πατρόκλου ἀνωτέρω ἐμφήνας ἐκ πέτρας καὶ ὕδατος τὴν τοῦ Ἀχιλλέως ἐνταῦθα σκληρότητα ὁμοίως ὑπέφηνε, πλὴν ὅσον ἐκείνην μὲν ἀπὸ μικροτέρων καὶ ταπεινοτέρων, ἀπὸ κρήνης δηλαδὴ καὶ πέτρης αἰγίλιπος, ταύτην δὲ ὑψηλότερον ἀπό τε θαλάσσης καὶ ἠλιβάτων πετρῶν. ἐπίτηδες δὲ Ἀχιλλεὺς μὲν ταπεινοῖ τὸν ἑταῖρον διὰ τῆς παραβολῆς, ὡς ἂν μὴ ἱκετεύσῃ, Πάτροκλος δὲ διὰ τὸ σφοδρὸν τῆς τοιαύτης παραβολῆς ἐνδιαθέτως ἀντιτραχύνεται, ἵνα πείσῃ Ἀχιλλέα διατεθῆναι μαλακώτερον. Ἔθος δέ τι κοινόν, φασὶν οἱ σοφοί, ὅπως ἄν τις ἤθους ἔχοι, ψέγειν ἀνομοίως ἔχοντα τὸν πέλας, οἷον οἱ σκληροὶ τοὺς ἐπιεικεῖς εἰς μαλακότητα σκώπτουσιν ὡς Ἀχιλλεὺς τὸν Πάτροκλον, καὶ αὖ πάλιν οἱ ἐπιεικεῖς τοὺς στερεοὺς ἀγρίους καλοῦσι. Πάνυ δὲ ἐπιεικὴς ὁ Πάτροκλος, εἰ οὕτω κλαίει τὰ μὲν ἀκούσας τῶν κατὰ τοὺς Ἀχαιοὺς δεινῶν, τὰ δὲ καὶ αὐτὸς ἰδών. οὐκ ἦν δὲ ἄλλως ἁπαλυνθῆναι τὸ ἄτεγκτον τοῦ Ἀχιλλέως, εἰ μὴ τοιούτοις δάκρυσι. καὶ δοκεῖ τὸν μὲν ἀγῶνα τῶν Λιτῶν ὁ ποιητὴς δοῦναι ἐν τῇ ἰῶτα ῥαψῳδίᾳ τοῖς ῥήτορσι, τὸν δὲ ἐπιλογικὸν διὰ δακρύων οἶκτον, ὅθεν εἰσβαλεῖν ἔστιν ἔλεον, ταμιεύσασθαι τῷ Πατρόκλῳ. Διὸ καὶ εἶπε· τὸν δὲ ἰδὼν ᾤκτειρεν Ἀχιλλεύς, οἶκτον δηλονότι λαβὼν οἷα χαίρων τῷ ὁμοίῳ. φιλόδακρυς γὰρ καὶ αὐτός, ὡς καὶ ἐν τῇ α΄ ῥαψῳδίᾳ φαίνεται καὶ ὕστερον ἐν τοῖς κατὰ τὸν Πάτροκλον. διὸ καὶ ἀγαθός ἐστιν ὁ ἥρως. κατὰ γὰρ τὴν παροιμίαν ἀγαθοὶ ἀριδάκρυες ἄνδρες. Ὅρα δὲ καὶ ὅτι τὰς ἀρχὰς ὁ Πάτροκλος σιωπῶν οἷα συγκεχυμένος τῇ λύπῃ καὶ σχήματι μόνῳ πρὸς οἶκτον ἐπαγόμενος τὸν δυσμείλικτον ὕστερον βαρυστενάχων προσέφη τὰ δηλωθέντα. οὕτω καὶ ὁ Φοῖνιξ ἐν ταῖς Λιταῖς ὀψὲ μετέειπε δάκρυ' ἀναπρήσας.

(v. 22) Τὸ δὲ "μὴ νεμέσα, τοῖον γὰρ ἄχος βεβίηκε" λεχθείη ἂν ὑπὸ τοῦ ἐν τῷ δέεσθαι μεμφομένου. Ὅρα δὲ ἐν τῷ "μὴ νεμέσα" καὶ ὅτι συντρέχων τῷ Ἀχιλλεῖ ὁ ἑταῖρος ὁμολογεῖ μὲν ὡς νεμεσητόν τι ποιεῖ θηλυπρεπῶς οὕτω κλαίων, καὶ ταῦτα ὑπὲρ Ἀχαιῶν, ὧν ἡ εἰς τὸν Ἀχιλλέα ὑπερβασία δήλη ἐστίν, ὅμως δ' οὖν ζητεῖ συγγνωσθῆναι. τὸ γὰρ "μὴ νεμέσα" ταὐτόν ἐστι τῷ εἰ καὶ νεμεσᾷς δικαίως δηλαδὴ μεμφόμενος, ἀλλὰ μὴ οὕτω ποίει. Ἰστέον δὲ ὅτι τὸ "μὴ νεμέσα" δύναται καὶ αὐτὸ παροιμιωδῶς ποτε λέγεσθαι, ὡς καὶ ἀλλαχοῦ τὸ "οὐ νέμεσις". [Τοῦ δὲ "βεβίηκε" [800] θέμα τὸ βιῶ, οὗ παράγωγον τὸ βιάζω. μέλλων δὲ τοῦ τοιούτου βιῶ τὸ βιήσω πρὸς διαστολὴν τοῦ βιῶ βιώσω, ἤγουν ζήσω.] Τὸ δὲ "τοῖον ἄχος βεβίηκεν Ἀχαιούς" ἐνάγει τὸν Ἀχιλλέα πεισθῆναι. Εἰ γὰρ αὐτὸς οὐ χάριν οἰκείαν ἀλλὰ διὰ τοὺς Ἀχαιοὺς οὕτως ἄχνυται, πρέπει καὶ τὸν Ἀχιλλέα καμφθῆναι διά τε τοῦτον καὶ δι' ἐκείνους ὧν χάριν εἰς Ἴλιον ἐστρατεύσατο. Τὸ δὲ "τοῖον" ἐστὶ μὲν θαυμαστικόν, εἴληπται δὲ ἢ ὡς ὄνομα οὐδέτερον ἢ ἐπιρρηματικῶς ἀντὶ τοῦ οὕτω λίαν.

(v. 23 s.) Διασαφῶν δὲ τὴν τοιαύτην βίαν περιηγεῖται ἐν βραχεῖ ὡς πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι, ἐν νηυσὶ κέαται, ὡς ῥηθήσεται. Καὶ σημείωσαι ὡς μεγάλη βία τοῖς ἐχέφροσιν εἰς λύπην ἡ τῶν ἀρίστων ἀνδρῶν ἀπώλεια.

(v. 29) Ἀμήχανος δὲ νῦν ὁ δυσπειθὴς καὶ ἀνάλωτος ἱκετείαις ὡς ἐκ μεταφορᾶς τῶν μηχαναῖς δυσαναλώτων φρουρίων. [Ἐν ἄλλοις δὲ χωρίοις καὶ ἐπὶ ἁπλότητος ἡ λέξις κεῖται, ἔτι δὲ καὶ τὸ ἀνάπαλιν ἐπὶ κακομηχανίας.] (v. 30) Χόλος δὲ καὶ ἐνταῦθα ἡ μῆνις καὶ ὁ κότος, οὐχ' ἁπλῶς μέντοι, ἀλλὰ τῇ προσθήκῃ τοῦ "ὃν σὺ φυλάσσεις". χόλος γὰρ φυλασσόμενος κότος καὶ μῆνίς ἐστι. Καὶ σημείωσαι ὅτι τὸ φυλάσσεις ἑρμηνεία ἐστὶ τοῦ πέψεις. διὸ καὶ ταὐτόν ἐστι τὸ χόλον καταπέψειν καὶ χόλον φυλάσσειν, [ὃ δὴ χρήσιμόν ἐστι καὶ εἰς τὸ "νόστον τε φυλάσσοις", ὅπερ ἐν τῇ βῆτα ῥαψῳδίᾳ εἶπεν Ὀδυσσεὺς πρὸς Θερσίτην.] Καὶ ἄλλως δὲ ἰστέον ὡς εἶχε μὲν εἰπεῖν. μὴ ἐμὲ γοῦν οὗτός γε λάβοι κότος, ἀντιμετείληπται δὲ ὁ κότος εἰς χόλον, ἢ διότι καὶ αὐτὸς καθὰ καὶ ἡ μῆνις ἀπὸ χόλου ἄρχεται, ἢ καὶ διὰ τὸ εὐφημότερον, ἴσως δὲ καὶ ῥητορικώτερον διὰ τὴν ἐκ τοῦ μικροτέρου ἐπιχείρησιν. εἰ γὰρ ὁ χόλος ἀπευκτόν, πολλῷ πλέον ὁ κότος καὶ ἡ μῆνις τὰ μείζω κακά. καὶ οὕτω μὲν ἄρτι ὁ Πάτροκλος. ὁ δὲ Ἀχιλλεὺς προϊὼν κεχολῶσθαι ἐνὶ φρεσὶν ἐρεῖ καὶ μηνιθμὸν παθεῖν, ὁμολογῶν ἀμφότερα. Ἀστεῖον δ' ἐν τοῖς ῥηθεῖσι καὶ τὸ "λάβοι". αἰνίττεται γὰρ ἁλῶναι χόλῳ τὸν Ἀχιλλέα ὡς οἷον ἠνδραποδισμένον ὑπ' αὐτοῦ. ἢ καὶ ἄλλως, εἰ καὶ ἀμήχανος, καθὰ ἐρρέθη, ὁ Ἀχιλλεύς, ἀλλὰ ὁ χόλος εἷλεν αὐτὸν ἐγκρατῶς.

(v. 31) Ἡ δὲ τοῦ "αἰναρέτη" ἀνάγνωσις κατὰ Ἡρόδωρον καὶ [801] Ἀπίωνα Ἀριστάρχειός ἐστιν. ἔχει δέ, φασίν, ἡ λέξις ἔπαινον ὁμοῦ καὶ ψόγον, ὡς καὶ προεδηλώθη, ἐξ ἀμφοῖν κεκραμένη. ὅτι μὲν γὰρ ἔχει ἀρετήν, ὁμολογεῖ, ὅτι δ' οὐκ ἐπ' ἀγαθῷ τῶν φίλων, διαβάλλει. Καὶ σημείωσαι ὅτι, ὅπερ ἀλλαχοῦ ἐν ἀπολύτοις λέξεσι ποιεῖ, ἐπαινῶν δηλαδὴ καὶ ψέγων, οἷον καὶ ἐν τῷ "Δύσπαρι εἶδος ἄριστε", τοῦτο νῦν ἐν μιᾷ λέξει συνθεὶς ἐποίησε. Σύνηθες δέ, φασίν, Ὁμήρῳ τε καὶ ἄλλοις τὸ αἰνὸν συντιθέναι, οἷον αἰνόπαρις, αἰνελένη. οὕτω καὶ αἰναρέτης ὁ ἐπὶ κακῷ τὴν ἀρετὴν ἔχων, ἤτοι τὴν ἀνδρίαν κατ' ἐξοχήν. ἕτεροι δὲ τὸ αἰνέ συναλείφουσι, καὶ γράφουσιν "αἶν' ἀρετῆς τίς σευ ἄλλος ὀνήσεται", ἵνα λέγῃ ὅτι, ὦ αἰνέ, τίς ἄλλος τῆς σῆς ἀνδρίας ὀνήσεται. πιθανωτέρα δέ, φασίν, ἡ Ἀριστάρχειος γραφή. ἄλλοι δὲ αἰναρέτης γράφουσι κατ' εὐθεῖαν πτῶσιν, ἵνα ᾖ χόλος αἰναρέτης ὁ κακύνων τὰς ἀρετάς.

(v. 34) Σημειοῦνται δ' ἐνταῦθα οἱ παλαιοὶ καὶ ὅτι ἅπαξ ὧδε γλαυκὴν εἶπε τὴν θάλασσαν ὁ ποιητὴς ἐπιθετικῶς.

(v. 23-27) Ἐν τούτοις δὲ καὶ μετρῶν ὁ Πάτροκλος τοὺς τῶν Ἑλλήνων τραυματίας ἐν τῷ "βέβληται μὲν Διομήδης, οὔτασται δὲ Ὀδυσσεὺς καὶ Ἀγαμέμνων, βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ", οὓς δὴ καὶ ἀρίστους λέγει ἐν τῷ "οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι, ἐν νηυσὶ κέαται", ἤγουν κεῖνται, "βεβλημένοι οὐτάμενοί τε", ἃ δὴ καὶ πρὸ τούτου ἐρρέθη.

(v. 28 s.) Ἐν οἷς καὶ οὐ δύο μόνον, Ποδαλείριον καὶ Μαχάονα, ἀλλὰ καὶ πολλοὺς ἰατροὺς τοῖς Ἀχαιοῖς ἱστορεῖ, εἰπὼν "τοὺς μέν τ' ἰητροὶ πολυφάρμακοι ἀμφιπένονται ἕλκε' ἀκειόμενοι". οὕτω τοίνυν μετρῶν τοὺς τραυματίας [802] ἐπαινεῖται τῆς τάξεως. τὸν μὲν γὰρ βασιλέα οὔτε προτάττει τῶν ἄλλων, μήποτε καὶ χαλεπήνας ὁ Ἀχιλλεὺς ἅμα τῇ τοῦ ἐχθροῦ μνήμῃ πρόηται τὴν ἔντευξιν. ἀλλ' οὐδὲ ἔσχατον τίθησι. δέος γὰρ καὶ οὕτω μὴ τῇ τοῦ ὀνόματος προφορᾷ τελευταίᾳ κειμένῃ καὶ ἐναύλῳ οὔσῃ ἀνανεύσῃ πρὸς τὸ παρόν. ὅθεν μέσην αὐτῷ δίδωσι τάξιν, ἐκκρούων τὴν μνήμην καὶ ἀμβλύνων τὸ μῖσος διὰ τῶν ἑκατέρωθεν [καὶ μάλιστα διὰ τῆς ἄγαν βραχυλογίας. οὐ γὰρ πολλὰς λέξεις ἐπὶ τῷ βασιλεῖ, καθὰ ἐπὶ τοῖς ἄλλοις, ἐδαπάνησεν, ἀλλὰ φειδωλῶς οὕτως ἐπέδραμεν "ἠδ' Ἀγαμέμνων", παραβύσας αὐτὸν ἢ παραρρίψας οὐκ ἐντίμως, ὡς οἷα βραχέος λόγου ἄξιον καὶ τῷ Ἀχιλλεῖ καὶ αὐτῷ δὴ τῷ Πατρόκλῳ.] Πρῶτον δὲ τάττει τὸν Διομήδην οἷα μὴ κατὰ τὸν βασιλέα ὄντα ἐχθρόν, ἐχθρὸν δ' ὅμως διὰ τὸ εἰπεῖν "μὴ ὤφελες λίσσεσθαι Πηλείωνα", εἶτα τίθησι τὸν Ὀδυσσέα, φίλον ὄντα καὶ χθὲς ὁμωρόφιον. Εὐρύπυλος δὲ ἔσχατος κεῖται μέσως ἔχων καὶ οὔτε μισούμενος οὔτε μὴν ὑπερφιλούμενος. τὸν δὲ Μαχάονα παντελῶς σιγᾷ ἢ ἐκλαθόμενος ἢ ἵνα καὶ ὁ Νέστωρ σιωπηθῇ ὁ νοσοκομῶν ἐκεῖνον καὶ μὴ ὑποπτεύσῃ τοὺς τοῦ Πατρόκλου λόγους ὁ Ἀχιλλεὺς ὡς ἐκεῖθεν ὑποβολιμαίους καὶ ὑπιδόμενος τὸ τοῦ ῥήτορος πιθανὸν ὀκνήσῃ πεισθῆναι.

(v. 40) Ὅρα δὲ ὅτι κἂν σιωπᾷ τὸν Νέστορα ὁ Πάτροκλος, ἀλλ' αὐτὰ δὴ τὰ τοῦ Νέστορος παραγγέλματα πρὸς τὸν Ἀχιλλέα φησὶ "δός μοι ὤμοιϊν τὰ σὰ τεύχεα" καὶ ἑξῆς.

(v. 23 s.) Ἐν δὲ τῷ "πάντες ἐν νηυσὶ κεῖνται" ψεύδεται διὰ συμφέρον. Διομήδης γὰρ καὶ Ὀδυσσεὺς καὶ ὁ βασιλεὺς περὶ τὴν μάχην πονοῦνται. Ὅρα δὲ καὶ νῦν ὡς διευκρίνησε, τίνες μὲν οἱ βεβλημένοι, τίνες δὲ οἱ οὐτάμενοι, καὶ ὅτι δυνάμενος ὁ ποιητὴς ἑνὶ στίχῳ ἐμπεριλαβεῖν ὥσπερ τὸν Ὀδυσσέα καὶ τὸν βασιλέα τοὺς οὐταμένους, οὕτω καὶ Διομήδην καὶ Εὐρύπυλον τοὺς βεβλημένους, οἷον· βέβληται Διομήδης Εὐρύπυλός τε ὀϊστῷ, ὁ δὲ διελὼν τούτους ἄλλως ἔφρασεν ὡς οἷα κάλλος τι τῷ λόγῳ ἐντεῦθεν τεχνώμενος, καθὰ πρὸ βραχέων δεδήλωται. καὶ ὅτι τὸ μέν· ὦ δεῖνα μέγα φέρτατε "μὴ νεμέσα, τοῖον γὰρ ἄχος βεβίηκε" λέξοι ἄν τις ἀναγκαίως δεόμενος, τὸ δὲ "οἳ μὲν δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι, κεῖνται βεβλημένοι οὐτάμενοί τε", τραυματίας ἀριστέας μετρεῖ. [(v. 32 s.) Ἰστέον δὲ καὶ ὅτι ἐν τῷ "αἴ κε μὴ Ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνῃς, νηλεές" τὸ μὲν ὦ ἀνηλεές προκλητικόν ἐστι τοῦ ἐφεξῆς σκώμματος τοῦ θαλάσσης καὶ πετρῶν ἐκγενέσθαι τὸν Ἀχιλλέα, οἷς οὐκ ἔστιν ἐλεεῖν. τὸ δὲ "Ἀργείοις" πολὺν ἔχει νοῦν μυστικῶς, ἵνα λέγῃ [803] τοῖς ὁμοεθνέσι, τοῖς εὐγενέσι, τοῖς παρακλητεύσασι, τοῖς φίλοις. διὸ καὶ ἀεικῆ λοιγὸν λέγει τὸν ἐπ' αὐτοῖς.

(v. 33 s.) Ὅρα δὲ καὶ ὅτι ἐν τῷ "οὐ πατήρ σοι Πηλεὺς οὐδὲ Θέτις μήτηρ" ἡ ἐπαγομένη θέσις πρὸς τὸ δεύτερον ἀπήντησεν, ἤγουν πρὸς πρώτην τὴν δευτέραν Θέτιν, εἰπὼν "γλαυκὴ δέ σ' ἔτικτε θάλασσα", ἡ ὡσανεὶ δηλαδὴ Θέτις, πέτραι τε ὄρειοι, περὶ ἃς ἦν ὁ Πηλεύς.] (v. 368) Ὅτι καὶ κλαύσας ὁ Πάτροκλος καὶ τραχυνθεὶς, ἐκεῖνο μὲν ὡς ἐνηής, τοῦτο δὲ ὡς διὰ πολλὴν φιλίαν παρρησιαστικός, εἶτα ἐπάγει ἀξίωσιν, παραποιήσας ἐν ὀλίγαις τισὶ λέξεσιν, ἅπερ ἀπὸ τοῦ Νέστορος ἤκουσεν, οἷον τὸ "φρεσὶν ᾗσιν ἀλεείνει", εἰπὼν "φρεσὶ σῇσιν ἀλεείνεις", καὶ τὸ "ἀλλὰ σέ περ προέτω" "ἀλλ' ἐμέ περ πρόες ὦκα", καὶ ἕτερα δέ τινα.

(v. 36-45) Ὁμοίως καί φησιν "εἰ δέ τινα φρεσὶ σῇσι θεοπροπίην ἀλεείνεις καί τινά τοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ, ἀλλ' ἐμέ περ πρόες ὦκα, ἅμα δ' ἄλλον λαὸν ὄπασον Μυρμιδόνων, ἤν πού τι φόως Δαναοῖσι γένωμαι. δὸς δέ μοι ὤμοιϊν τὰ σὰ τεύχεα θωρηχθῆναι, αἴ κέ με σοὶ ἴσκοντες", τουτέστιν εἴ πώς με σοὶ ἀπεικάζοντες, "ἀπόσχωνται πολέμοιο Τρῶες, ἀναπνεύσωσι δ' Ἀχαιοὶ τειρόμενοι. ὀλίγη δέ τ' ἀνάπνευσις πολέμοιο. ῥεῖα δέ κ' ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ ὤσαιμεν ποτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων", τουτέστι καὶ τοὺς βοηθουμένους ὀλίγον ὠφελήσομεν ὡς μόνον ἀναπνεῦσαι αὐτοὺς καὶ ἡμεῖς ὀλίγον πονήσομεν.

(v. 37) Ἰστέον δὲ ὅτι τὸ "πὰρ Ζηνὸς ἐπέφραδεν" ἑρμηνεία ἐστὶ τῆς θεοπροπίας. ὃ γὰρ θεὸς φράσοι, θεοπροπία τὸ τοιοῦτον. Καὶ ὅρα ὅτι οὐ μόνον θεοπρόπιον οὐδετέρως, ἀλλὰ καὶ θηλυκῶς ἡ θεοπροπία. καὶ μετ' ὀλίγα δὲ "οὐ θεοπροπίης ἐμπάζομαι". ἐν οἷς σημείωσαι ὅτι ταὐτὸν τὸ θεοπροπίην ἀλεείνειν καὶ τὸ θεοπροπίης ἐμπάζεσθαι, εἰ καὶ ἄλλως ἐναντία τὸ ἀλεείνειν καὶ τὸ ἐμπάζεσθαι, ἤτοι τὸ ἐκφεύγειν καὶ τὸ ἐπιστρέφεσθαι. καὶ ἔστιν αὐτοῖς ἡ ταὐτότης, ἐπεὶ ὁ θεοπροπίαν ἀλεείνων, ἤγουν ὁ τὸ ἐκ μαντείας κακὸν ἐκκλίνων, ἐμπάζεται τῆς μαντείας ὡς ἐπιστρεφόμενος τῆς ἐν αὐτῇ ἀληθείας. [Τὸ δὲ "ἐπέφραδε" οὐ παρακείμενός ἐστιν. οὐ γάρ εἰσι παρακειμένου δύο αὐξήσεις, ἀλλὰ παρατατικὸς ἐξ ἐνεστῶτος τοῦ πεφράδω, ἵνα ᾖ ὡς πέπληγα πεπλήγω ἐπέπληγον Συρακουσίων ἔθει, καὶ πέφυκα πεφύκω ἐπέφυκον, οὕτω καὶ πέφραδα πεφράδω ἐπέφραδον, οὗ τὸ τρίτον ἐπέφραδε.] (v. 38) Τὸ δὲ "πρόες ὦκα" ἐπιταχύνει τὸ ἔργον, ὡς μὴ χρεὼν ὂν ἐν μεγίστῳ κινδύνῳ ἀναβαλέσθαι. ὃ καὶ ποιήσει Ἀχιλλεὺς μετ' ὀλίγα ἐπισπεύσας δύσεσθαι τεύχεα θᾶσσον τὸν Πάτροκλον. [804] Τὸ δὲ "ὄπασσον" καιριώτατα ἐνταῦθα κεῖται, ἐπεὶ κατόπιν ὁ λαὸς ἥκει τῷ ἡγεμόνι.

(v. 39) Φῶς δὲ καὶ ἐνταῦθα τὴν νίκην λέγει ὡς καὶ πρὸ τούτου καὶ μετ' ὀλίγα δὲ ἐν τῷ "ἐπειδὰν φάος ἐν νήεσσι θείης". ἔνθα καὶ ἀστεῖος ὁ λόγος ὡς Ἕκτορος μὲν σπεύδοντος πῦρ ταῖς ναυσὶν ἐμβαλεῖν, Πατρόκλου δὲ φῶς ἐνθήσοντος. [Οὐχ' ἁπλῶς δὲ φῶς Δαναοῖς γενέσθαι θαρρεῖ, ἀλλά τι φῶς.

(v. 43) Διὸ καὶ ἐπάγει τὸ "ὀλίγη δέ τ' ἀνάπαυσις πολέμοιο". δηλοῖ δ' ἐν τούτοις ὁ Πάτροκλος ἄκραν ἀδυναμίαν τῶν Ἀργείων, ὡς αὐτῶν μὲν μηδέν τι βοηθησόντων, μόνων δὲ τῶν Μυρμιδόνων ἀντιστησομένων τοῖς τοσούτοις Τρωσίν. ὅθεν καὶ ἀμυδρά τις ἔσται συμμαχία τοῖς Ἀχαιοῖς ὡς ἐξ ὀλίγων βοηθῶν.] (v. 40) Τὸ δὲ "δός μοι ὤμοιϊν" καὶ τὸ ἑξῆς, εἴποι ἂν ὁ ζητῶν ποθεν συγκρότησιν ἔργοις ἢ λόγοις. ὁ δὲ ὑπακούσας εἴποι ἂν τὸ "τύνη δ' ὤμοισι μὲν ἐμὰ κλυτὰ τεύχεα δῦθι". Δωρικὸν δὲ τὸ "τύνη" ἀντὶ τοῦ σύ, κείμενον καὶ ἀλλαχοῦ, ὂν δὲ καὶ παρ' Ἡσιόδῳ.

(v. 41) Ὅρα δὲ καὶ νῦν ὅτι μέγας ἐκ Πατρόκλου τῷ Ἀχιλλεῖ ἔπαινος τὸ καὶ μόνον τὸν αὐτοῦ εἰκασμὸν ἐκφοβεῖν τοὺς Τρῶας. ἐκεῖνο δὲ καὶ ἀστεῖον, εἴπερ ἐνταῦθα μὲν Ἀχιλλέως εἰκασμὸς ἐκφοβεῖ τοὺς Τρῶας, ἐν τοῖς ἑξῆς δὲ τοὺς αὐτοὺς ὁ αὐτὸς εἰκασμὸς τέρπει, ὅτε δηλαδὴ αὐτὰ Ἕκτωρ φορῶν ἰνδάλλεται τῷ Ἀχιλλεῖ. καὶ ἔστι κἀνταῦθα ὁ ποιητὴς ἐκ τοῦ αὐτοῦ πράγματος, ἤγουν τοῦ πρὸς Ἀχιλλέα εἰκασμοῦ, ἀποτελῶν ἐναντία νοήματα.

(v. 42) Ἀναπνέειν δὲ κἀνταῦθα τὸ ἐκ λειποψυχίας αὖθις πνέειν, ὁποῖόν τι καὶ ἡ ἀναψυχή. [Καιριωτάτη δὲ λέξις ἐν τοῖς τοιούτοις τὸ ἀναπνέειν καὶ ἡ ἐξ αὐτοῦ ἀνάπνευσις, ἐπὶ μᾶλλον δὲ καιριωτέρα τὸ ἀναψύχειν καὶ ἡ ἀναψυχή.] (v. 43) Τὸ δὲ ὀλίγην εἶναι ἀνάπνευσιν ἐν δεινῷ πολέμῳ καὶ τὸ τοὺς ἀκμῆτας στρατιώτας ῥᾷον δύνασθαι τρέπειν τοὺς ἐν μάχῃ καμόντας δύναται οὐ μόνον πρὸς τὰ παρόντα λελέχθαι, ἀλλὰ καὶ γνωμικῶς εἰρῆσθαι. [(v. 44) Τοῦ δὲ "ῥεῖα δέ κ' ἀκμῆτες" τραχεῖα ἡ φράσις καὶ οὐκ εὐκρινής. εὐτραπέλως γάρ τις μυκτηρίσας ἐρεῖ ἂν δέκα τινὰς ἀκμῆτας ἐνταῦθα εἰρῆσθαι. καὶ εἶχε μὲν ὁ ποιητὴς εἰπεῖν· ῥεῖα δ' ἂν ἀκμῆτες καὶ ἑξῆς, προέκρινε δὲ τὸ τῇ ποιήσει μάλιστα ἐπιπρέπον.] (v. 46 s.) Ὅτι μέγα νήπιος ὁ Πάτροκλος ἀναφωνητικῶς παρὰ τοῦ ποιητοῦ καλεῖται, ἐφ' οἷς ἱκέτευσε. διὰ τί; "ἦ γὰρ ἔμελλε", φησίν, "οἷ αὐτῷ", τουτέστιν ἑαυτῷ, "θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι", ἤγουν λιτανεῦσαι. Καὶ ὅρα ὡς ὑπερανέβη ὁ ποιητὴς τὸν τοῦ Ἀχιλλέως μυκτῆρα. ὁ μὲν γὰρ κόρῃ νηπίᾳ ἐκεῖνον διὰ τὰ δάκρυα εἴκασεν, Ὅμηρος δὲ οὐχ' ἁπλῶς νήπιόν φησιν, ὡς ἐπὶ ἄλλων ποιεῖ, ἀλλὰ μέγα νήπιον, [805] ὡς καὶ ὑπὲρ αἶσαν θρασυνάμενον. ἴσως δὲ καὶ ὅτι οὐ τῇ κατ' αὐτὸν ἀνδρίᾳ ἐθάρρησεν, ἀλλ' εἰκασμῷ Ἀχιλλέως. [Καί πως ἐν τούτοις πρὸς ὁμοιότητα τοῦ μικρὸς καὶ μέγας ἀντίκεινται καὶ τὸ κούρη νηπίη καὶ τὸ μέγα νήπιος.] (v. 47) Τὸ δὲ "λιτέσθαι" παροξυνόμενον ὁμοίως τῷ λαβέσθαι ὁ Ἀσκαλωνίτης ἀξιοῖ, φασί, προπαροξύνειν ὡς ἐπὶ ἐνεστῶτος ἀπὸ τοῦ λίτομαι. τῇ μέντοι παραδόσει ἀρέσκει παροξύνειν, οὐκ ἀπιθάνως. ὃν γὰρ τρόπον, φασί, τὸ ἔρεσθαι πάντων ἀξιούντων ὁμοίως τῷ πυθέσθαι ἀναγινώσκειν, ἐπειδὴ μέσου δευτέρου ἀορίστου ἐστίν, ὅμως ἡ παράδοσις προπαροξύνει χαρακτῆρι πεισθεῖσα φωνῆς. τὰ γὰρ τοιαῦτα ἐνεστῶτος ὄντα προπαροξύνεται, οἷον φέρεσθαι, δέρεσθαι. οὕτω καὶ τὸ λιτέσθαι ὤφειλε μὲν προπαροξύνεσθαι ὡς ἀπὸ ἐνεστῶτος τοῦ λίτομαι, καταβιβάζει δὲ πρὸ μιᾶς τὸν τόνον, ἐπειδὴ τὰ εἰς θαι τῷ ε παραληγόμενα, οὐκ ὄντα ἀπὸ τῶν εἰς μι, ἔχοντα ἐν τῇ τρίτῃ ἀπὸ τέλους συλλαβῇ τὸ ι συνεσταλμένον, μηδὲ ἐπιφερομένων αὐτῷ μήτε δύο συμφώνων μήτε διπλοῦ, παροξύνεται, οἷον λιπέσθαι, πιθέσθαι, ἱκέσθαι. οὕτω καὶ λιτέσθαι, οὐ λόγῳ ἐνεστῶτος, χαρακτῆρι δὲ καὶ ὁμοιότητι φωνῆς. Σημείωσαι δὲ ὅτι ἐπὶ παντὸς λισσομένου ἐπὶ κακῷ οἰκείῳ λεχθῆναι δύναται τὸ "ὣς φάτο λισσόμενος μέγα νήπιος. ἦ γὰρ ἔμελλεν οἷ αὐτῷ" καὶ ἑξῆς, ὡς προσεχῶς γέγραπται. καὶ Βελλεροφόντης μὲν γράμματα κομίσαι λέγεται καθ' ἑαυτοῦ, Πάτροκλος δὲ λίσσεσθαι καθ' ἑαυτοῦ. Ὅτι λυπούμενος εἰσέτι Ἀχιλλεὺς ἐφ' οἷς πρὸς τοῦ βασιλέως ἠδικήθη, λέγει γνωμικῶς, ὅσα ἂν εἴπῃ ἀνὴρ ἔντιμος ὑπὸ δυνάστου ἀδικηθείς.

(v. 50-55) Φησὶ γὰρ "οὔτε θεοπροπίης ἐμπάζομαι" καὶ ἑξῆς, ὡς προεγράφη, "ἀλλὰ τόδ' αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει, ὁππότε δὴ τὸν ὁμοῖον ἀνὴρ ἐθέλῃσιν ἀμέρσαι καὶ γέρας ἂψ ἀφελέσθαι, ὅ τε κράτεϊ προβεβήκει. αἰνὸν ἄχος τό μοί ἐστιν, ἐπεὶ πάθον ἄλγεα θυμῷ".

(v. 56-58) Ἐφ' οἷς φράζει ἐν στίχοις τρισὶ τὰ κατὰ τὴν Χρυσηΐδα δυνατῶς φράσας. Λέγει γὰρ ἀσυνδέτως τῷ διηγήματι προσβαλὼν "κούρην ἣν ἄρα μοι γέρας ἔξελον υἷες Ἀχαιῶν, δουρὶ δ' ἐμῷ κτεάτισσα, πόλιν εὐτείχεα πέρσας, τὴν ἂψ ἐκ χειρῶν ἕλετο", ἤγουν ἀφείλετό με, "κρείων· Ἀγαμέμνων ὡς εἴ τιν' ἀτίμητον μετανάστην", ὃ καὶ προεγράφη, πρὸς εἰδότα τὸν Πάτροκλον ταῦτα εἰπὼν καὶ διὰ τοῦτο βραχυλογήσας. καὶ ὅρα τὸ "ἐκ χειρῶν ἕλετο", ῥηθὲν εἰς βίας ἔνδειξιν.

(v. 53) Τὸ δὲ "ἀμέρσαι" ἀντὶ τοῦ μερίδος στερῆσαι, ὃ καὶ ἑρμηνεύων ἐπήγαγε τὸ [806] γέρας ἔμπαλιν ἀφελέσθαι, ἵνα διαστείλῃ πρὸς τὸ ἀμέρδειν, ὃ ἐπί τε τυφλότητος λέγεται ὡς τὸ "ὀφθαλμῶν μὲν ἄμερσε", καὶ ἐπὶ σκοτώσεως, ἤτοι ζοφώσεως, οἷον "ὄσσε δ' ἄμερδεν αὐγὴ χαλκείη".

(v. 54) Τὸ δὲ "ὅ τε κράτεϊ προβεβήκει" ἀντὶ τοῦ ἐπειδὴ πολλῶν κρατῶν ὑπερέχει. οὐ γὰρ χρονικόν ἐστιν ἐπίρρημα τὸ "ὅ τε", ἀλλὰ δύο μέρη λόγου, τὸ μὲν ὃ ἀντὶ τοῦ διότι, τὸ δὲ ἐφεξῆς παραπλήρωσις. Δοκεῖ δὲ λέγειν τοῦτο Ἀχιλλεὺς πρὸς τὸν τοῦ Νέστορος λόγον, προειπόντος ὡς φέρτερός ἐστιν ὁ βασιλεύς, ἐπεὶ πλειόνεσσιν ἀνάσσει, καὶ μὴν κατὰ τὸν εἰπόντα· οὐ χρὴ τὸν ἄρχοντα τῇ βίᾳ νικᾶσθαι καὶ τόσον μισεῖν ὥστε τὴν δίκην πατεῖν. Ὅρα δὲ καὶ ὅτι οὐκ ἀφίησιν οὐδὲ εἰσέτι τὸ μεγαλόφρων εἶναι ὁ Ἀχιλλεύς, ὅς, εἰ καὶ κράτει ὁ βασιλεὺς προβέβηκεν, ἀλλ' ὅμοιος αὐτῷ φησιν εἶναι, εἰ καὶ ἄλλον τρόπον καταβέβληκε τὸ πολὺ τοῦ φρονήματος, οὐκ ἔτι μείζονα ἑαυτὸν τοῦ βασιλέως δοξάζων ἀλλὰ ὅμοιον.

(v. 55) Τὸ δὲ "αἰνὸν ἄχος" δισσευθὲν εἰς ἔνδειξιν πολλῆς λύπης ἔχει πως καὶ κυκλικοῦ σχήματος ἔμφασιν, καθότι ἀρξάμενος ἐκ τοῦ "ἀλλὰ τόδ' αἰνὸν ἄχος", κατέληξεν ὁμοίως εἰς τὸ "αἰνὸν ἄχος τό μοί ἐστιν".

(v. 56 s.) Τὸ δὲ "ἣν ἄρα μοι γέρας ἔξελον υἷες Ἀχαιῶν", καὶ τὸ "δουρὶ δ' ἐμῷ κτεάτισα", παρέφρασεν ἐκ τοῦ "ᾧ ἔπι πόλλ' ἐμόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν". δῆλον δὲ ὅτι ταὐτὸν τὸ ἐν περιφράσει δουρὶ κτεατίσαι καὶ τὸ αἰχμαλωτίσαι.

(v. 57) Τὸ δὲ "εὐτείχεα" προπαροξύνεται, οὐκ ἐκ τοῦ εὐτείχης ὄν, ἀλλὰ κατὰ τοὺς παλαιοὺς ἀπὸ τοῦ τεῖχος εὔτειχος, οὗ γενικὴ εὐτείχεος.

(v. 59) Ὅτι δὲ ἀτιμότεροι τῶν αὐτοχθόνων ἐδόκουν οἱ μέτοικοι, ὡς τὰ πολλὰ διὰ μοχθηρίαν τρόπου τὰς ἰδίας καταλείποντες, καὶ ὡς οἱ μεθ' Ὅμηρον ἄλλως ἀτίμητόν φασι τὸν πολυτίμητον, ἤγουν τὸν ὑπὲρ πᾶσαν τιμήν, καὶ ἀλλαχοῦ δεδήλωται. Ὅτι δὲ μετανάστης κυρίως ὁ μετὰ τὸ γεννηθῆναί που ἀναστατωθεὶς ἐκεῖθεν, οὐκ ἂν ῥηθείη ἀφυῶς.

(v. 60 s.) Ὅτι ἀμνησικακίας ὑποθήκη τὸ "ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν. οὐδ' ἄρα πως ἦν ἀσπερχὲς κεχολῶσθαι ἐνὶ φρεσί". Καὶ ὅρα ὅπως χαρίζεται [807] ὁ Ἀχιλλεὺς τῷ ἑταίρῳ, εἴγε τοῖς πρέσβεσι μὲν ἄλλον καιρὸν ἔθετο ἀμύνης, διὰ δὲ τὸν Πάτροκλον νῦν αὐτίκα τὸ πολὺ παύει τοῦ κότου. διὸ καὶ ἐπεσημήνατο τοῦτο, ἵνα μὴ δόξῃ φιλοψευδὴς εἶναι, ὁμολογήσας, ὡς ἔφην γε οὐ πρὶν μηνιθμὸν καταπαυσέμεν, ἀλλ' ὁπότ' ἂν δὴ νῆας ἐμὰς ἀφίκηται ἀϋτή τε πόλεμός τε. Καὶ σημείωσαι τὸ μεγαλόφρον τοῦ ἥρωος. οὐ γὰρ διὰ Πάτροκλον ῥητῶς ἔφη πεισθῆναι, ἀλλὰ μεταβληθῆναι κατὰ φύσιν, ἐπεὶ οὐκ ἦν, φησίν, "ἀσπερχὲς κεχολῶσθαι". διὸ καὶ κατεπείγει μετ' ὀλίγα τὸν Πάτροκλον, αὐτὸς ὠκὺ προϊείς, ὡς ἐκεῖνος ἱκέτευσε, μὴ καὶ ἄφυκτα τοῖς Ἀχαιοῖς γένωνται, εἰ τὰς νῆας οἱ Τρῶες ἕλωσιν.

(v. 81 s.) Ἐρεῖ γὰρ "μὴ δὴ πυρὸς αἰθομένοιο νῆας ἐνιπρήσωσι, φίλον δ' ἀπὸ νόστον ἕλωνται". ἔνθα διὰ τὸ ἐναγώνιον τοῦ λέγοντος ἐκ περισσοῦ παρερρίφη τὸ "πυρὸς αἰθομένοιο". δῆλον γὰρ ὡς οὐκ ἔστιν ἄλλως ἐνιπρῆσαι.

(v. 64 s.) Ὅτι ὁ θαρρύνων τινὰ εἰς ἐπικουρίαν εἴποι ἂν "σὺ δὲ ὤμοιϊν μὲν κλυτὰ τεύχεα δῦθι, ἄρχε δέ" τοῖς δεῖνα μάχεσθαι.

(v. 66) Ὅτι ἐν τῷ "εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκε ναυσὶν ἐπικρατέως" νέφος τὴν στρατιωτικὴν πύκνωσιν εἶπε τροπικῶς, ὡς καὶ πρὸ τούτων ἀλλαχοῦ ἐπὶ τάξεως πεζικῆς. ἐνταῦθα δὲ καὶ ἡ ἠνεμόεσσα Τροία συντελεῖ τῇ τροπῇ. οἱ γὰρ ἐκ τῆς αἰπεινῆς Ἰλίου ἐπικείμενοι τοῖς Ἀχαιοῖς εἰκότως ἂν κυανέῳ νέφει εἰκάζοιντο. εἰ δὲ τοιούτου κυανέου νέφους ἐπ' αὐτοῖς ὄντος φόως αὐτοῖς φέρειν λέγεται ὁ πρὸς νίκην συμμαχῶν, εἴη ἂν ἄριστον τὸ οὕτως εἰπεῖν. τῷ γὰρ τοιούτῳ φάει τὸ ῥηθὲν κυάνεον νέφος ἀντιδιέσταλται.

(v. 68) Ὅτι πολλαχοῦ ἡ κλίσις περιοχήν τινα δηλοῖ, οἷον "ἠέρι δὲ ἔγχος ἐκέκλιτο", καὶ "λίμνῃ Κεφησίδι κεκλιμένος". οὕτω καὶ νῦν ῥηγμῖνι θαλάσσης κεκλίαται, ἤγουν κέκλινται, "Ἀργεῖοι, χώρης ὀλίγην ἔτι μοῖραν ἔχοντες", ὃ δὴ παράφρασις τοῦ στείνους ἐστίν.

(v. 69-73) Ὅτι πάνυ μεγαλόφρων ὁ Ἀχιλλεὺς ἐν οἷς φησιν, ὅτι κατὰ τοῦ ναυστάθμου "Τρώων πόλις ἐπὶ πᾶσα βέβηκε, θάρσυνος, οὐ γὰρ ἐμῆς κόρυθος λεύσουσι μέτωπον ἐγγύθι λαμπομένης. τάχα κεν φεύγοντες ἐναύλους πλήσειαν νεκύων, εἴ μοι ὁ βασιλεὺς ἤπια εἰδείη. νῦν δὲ στρατὸν ἀμφιμάχονται".

(v. 74 s.) Ἐφ' οἷς καθαπτόμενος Διομήδους εἰπόντος που "μὴ ὤφελες λίσσεσθαι Πηλείωνα" φησὶν "οὐ γὰρ Διομήδεος ἐν παλάμῃσι μαίνεται ἐγχείη Δαναῶν ἀπὸ λοιγὸν ἀμῦναι". τοῦτο δὲ ἔφη πρὸς τὸ "εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν", ὅπερ ἔφη που ὁ Διομήδης.

(v. 76-78) Εἶτα λέγει καὶ περὶ τοῦ βασιλέως, ὅτι "οὐδέ πω Ἀτρείδεω ὀπὸς ἔκλυον αὐδήσαντος ἐχθρῆς ἐκ κεφαλῆς, ἀλλ' Ἕκτορος ἀνδροφόνοιο Τρωσὶ κελεύοντος περιάγνυται", ἡ αὐδὴ δηλαδή, ληφθεῖσα κατὰ κοινοῦ ἐκ τῆς "αὐδήσαντος" μετοχῆς, καὶ τὰ ἑξῆς. Καὶ ὅρα ὡς ἐνέφηνεν Ἀχιλλεὺς [808] τὴν πρὸς τὸν βασιλέα ἔχθραν πλέον τῶν ἄλλων ἐν τῷ "ἐχθρῆς ἐκ κεφαλῆς". Ἔνθα καὶ σημείωσαι ὅπως πεπαιδευμένως ὑβρίζει ἄρτι τὸν βασιλέα, οὐκέτι ἀναιδῆ λέγων οὐδὲ δημοβόρον οὐδὲ εἴ τι τοιοῦτον, ἀλλὰ τὸ ἀληθέστατον. Εὐρύφωνος δὲ καὶ ἐνταῦθα ὁ βασιλεὺς ἐμφαίνεται, καὶ ἔτι μᾶλλον ὁ Ἕκτωρ, ὡς τῷ βασιλεῖ τῆς φωνῆς θραυομένης καὶ ἐγκοπτομένης τῷ φόβῳ.

(v. 70-72) Σημείωσαι δὲ ὅτι τὸ "οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον", καὶ ἑξῆς ἕως τοῦ "πλήσειαν νεκύων" πρέπει ῥηθῆναι ὑπὸ στρατηγοῦ, οὗ μὴ παρόντος ἐβλάβησαν οἱ πρίν ποτε ὑπ' αὐτοῦ βοηθούμενοι, καὶ ὅτι ταῦτα προοικονομία τίς ἐστιν ἀναφωνητικὴ τοῦ χρῆναι καραδοκεῖν, ὡς πολλοὺς φεύγειν ποιήσει Πάτροκλος μετ' ὀλίγα φαντάζων τὸν Ἀχιλλέα τοῖς ὅπλοις, καὶ ἐπὶ μᾶλλον αὐτὸς ὁ Ἀχιλλεὺς εἰς μάχην ἐξελθών. Ὁ δὲ φιλίστωρ εὕροι ἂν καὶ πρός τινος τῶν παλαιῶν στρατηγῶν εἰς χρῆσιν ληφθὲν τὸ "θάρσυνος· οὐ γὰρ ἐμῆς κόρυθος", καὶ τὸ ἑξῆς.

(v. 69) Ὅρα δὲ τὸ "Τρώων πόλις ἐπὶ πᾶσα βέβηκε", φανερῶς ὅμοιον ὂν τῷ "κυάνεον Τρώων νέφος ἀμφιβέβηκε". καὶ ἔστι τολμηρότερον τοῦτο ἐκείνου. οὐ γὰρ ὁμοίως ἀσφαλὲς νέφος Τρώων ἀμφιβαίνειν τὸ κατὰ τὴν τροπὴν κοῦφον καὶ Τρώων πόλιν πᾶσαν ἐπιβεβηκέναι. σαφέστερον δὲ ἀμφοτέρων τὸ "στρατὸν ἀμφιμάχονται". Δῆλον δὲ καὶ ὅτι ταὐτὸν Τρῶας εἰπεῖν καὶ πόλιν Τρώων, ἐπειδὴ καὶ ταὐτὸν πόλις καὶ πολῖται. οὐδὲν γάρ ἐστι πόλις ἔρημος ἀνδρῶν κατὰ τὸν Σοφοκλῆ.

(v. 66) Σημείωσαι δὲ καὶ ὅτι τὸ ἀμφιβαίνειν μὲν οὐ τὸ σύνηθες, ἀλλὰ δι' οὗ δηλοῦται τὸ κύκλῳ βαίνει καὶ περιέχει, νέφει οἰκεῖον. οὕτω γὰρ καὶ ἥλιος ἀμφιβαίνει. τῇ δὲ πόλει τὸ ἐπιβαίνειν, ἤγουν ἐπικεῖσθαι, οἰκειότερον.

(v. 70) Ὅρα δὲ καὶ ὅτι μέτωπον ἔφη κόρυθος τὸ πρὸς τῷ μετώπῳ τοῦ Ἀχιλλέως κείμενον, ὃν καὶ περιφανῶς εὐμεγέθη εἶναι ἐνταῦθα ἐμφαίνει Ὅμηρος [καὶ διὰ τοῦτο προφαινόμενον καὶ τῇ λαμπηδόνι τῆς κόρυθος διάδηλον ὄντα κατὰ τὸν Διομήδην, οὗ ἐκ κόρυθος καὶ ἀσπίδος ἐδαίετό που ἀκάματον πῦρ.] (v. 71 s.) Ἐν δὲ τῷ "τάχα κεν φεύγοντες" καὶ ἑξῆς, ἔλλειψίς ἐστιν ὡς λείποντος τοῦ· εἰ γὰρ ἔλευσσον, ἵνα λέγῃ ὅτι οὐ βλέπουσί με οἱ Τρῶες. εἰ γὰρ ἔβλεπον, ἔπλησαν ἂν τοὺς ἐναύλους νεκρῶν. Ἔναυλοι δὲ τὰ ἐν τοῖς πεδίοις κοιλώματα καὶ αἱ στεναὶ διώρυχες, ἢ οἱ περὶ τὴν τάφρον τόποι, παρὰ τὸν στενὸν καὶ ἐπιμήκη αὐλόν. ἐξ οὗ καὶ ὁ κατὰ ἀγῶνα δίαυλος καὶ ἡ αὖλαξ καὶ [809] ἡ αὐλῶπις τρυφάλεια. ῥηθήσεται δὲ περὶ τῶν τοιούτων καὶ ἐν τοῖς ἑξῆς.

(v. 73) Τὸ δὲ "μὴ ἤπια εἰδέναι" ἀπηνῆ τὸν βασιλέα ὑποδηλοῖ κατὰ τὸ "καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος", ὃ πρὸς τοὺς κήρυκας φθάσας εἶπεν ὁ Ἀχιλλεύς. Τὸ δὲ "εἰδείη" συνεκδρομὴν ἔπαθε πρὸς τὸ τυφθείη καὶ τὰ τοιαῦτα. ἄλλως γὰρ ἐκ τῆς εἰδὼς μετοχῆς οὐχ' οὕτως ὤφειλεν ἔχειν.

(v. 73) Στρατὸν δὲ τὸ Ἑλληνικόν φασι στρατόπεδον, ὥσπερ αὖ πάλιν καὶ στρατόπεδον ἕτεροί φασί τινες τὸν στρατόν, ἐπαλλασσόντων ἀλλήλοις τῶν ὀνομάτων. [(v. 77) Τὸ δὲ "ἐχθρῆς ἐκ κεφαλῆς" βοηθεῖταί τι καὶ ἐκ τοῦ "ἐβόησεν ὅσον κεφαλὴ χάδε φωτός", ἤγουν ὅσον ἐχώρει κεφαλὴ ἀνθρώπου.] (v. 78) Τὸ δὲ περιάγνυται ἀντὶ τοῦ κλᾶται, ὡς μὴ μόνον τοὺς κατ' εὐθὺ ὄντας ἀκούειν, ἀλλὰ καὶ τοὺς κατ' Ἀχιλλέα ἐκ πλαγίων διὰ τὸ περιάγνυσθαι τὴν ἠχώ. ἀφ' ἧς ἐννοίας ἡ ἀλλαχοῦ ἰωγὴ σύγκειται, [ὅπερ ἐστὶν ἰωῆς, ἤγουν φωνῆς, κλάσις καὶ ἀντανάκλασις.] Ὅτι δὲ ἐκ πλαγίων ἦν ἐν ἄκρῳ τῶν νηῶν ὁ Ἀχιλλεύς, καθάπερ ἑτέρωθεν ὁ Αἴας, προϊστόρηται.

(v. 78 s.) Ὅτι νίκην φράζει τὸ "οἳ δ' ἀλαλητῷ πᾶν πεδίον κατέχουσι μάχῃ νικῶντες". καὶ εἶεν ἂν οἱ Τρῶες ἄρτι ῥηξήνορες ὡς οὕτω διελόντες τὸν Ἑλληνικὸν συνασπισμόν. οἳ καὶ ἄλλως πᾶν πεδίον ἀλαλητῷ κατέχουσιν, ὡς πληροῦντες τὰ ἐκεῖ πάντα βοῆς, οἷα τῶν ἡττωμένων μὴ βοὴν ἀγαθῶν ὄντων ἀλλὰ σιγώντων τῇ ἐγκοπῇ τοῦ πνεύματος, ἣν ἐκ τοῦ φεύγειν ἔπασχον.

(v. 81) Ἐν τούτοις δὲ κεῖται καὶ τὸ ["ἔμπεσε" προστακτικὸν κοινὸν ἐξ ἀναλογίας, εἰ καὶ ἄλλως ἔθει Συρακουσίων κρατεῖ τὸ ἔμπεσον καὶ τὸ πέσον, ἐξ ὧν τὸ ἐμπεσών καὶ πεσών. φησὶ γὰρ] "ἔμπεσ' ἐπικρατέως", τουτέστι γενναίως πρόσβαλε τοῖς ἐχθροῖς. συνήθης δὲ καὶ ἡ τοιαύτη τοῦ ἐμπεσεῖν σημασία τῷ ποιητῇ.

(v. 83) Ὅτι τὸ ἐν φρεσὶ θεῖναι ὑπέβαλε τῇ ὕστερον λεκτικῇ τέχνῃ τὴν τοῦ νουθετεῖν σύνθεσιν. νουθετεῖσθαι γὰρ καὶ ἐν φρεσὶ τιθέναι ταὐτὰ δηλοῦσι.

(v. 83-86) Φησὶ γοῦν Ἀχιλλεὺς πρὸς Πάτροκλον "πείθεο ὥς τοι ἐγὼ μύθου τέλος ἐνὶ φρεσὶ θείω", τουτέστι νουθετήσω, "ὡς [810] ἄν μοι τιμὴν μεγάλην καὶ κῦδος ἄροιο πρὸς πάντων Δαναῶν", καὶ τήν τε "περικαλλέα κούρην ἂψ ἀπονάσωσιν, πρὸς δὲ καὶ ἀγλαὰ δῶρα πόρωσι". Καὶ ὅρα ὅπως τε φιλότιμος ὁ Ἀχιλλεὺς καὶ οἷον τὸ κατ' ἀνθρώπους εὐμετάβολον καὶ παλίμβουλον. ὁ γὰρ ἐν τῇ πρεσβείᾳ τὰ μυρία δῶρα ἐξαθερίζων νῦν ἐφίεται ἁπλῶς ἀγλαὰ δῶρα σχεῖν. ἀλλὰ τοῦτο μὲν αἰτία ἐστὶ καὶ κατασκευὴ τῆς τοῦ "πείθεο" καὶ τῶν ἑξῆς ἀξιώσεως καὶ σκοπὸς καί, ὡς ὁ ποιητὴς ἔφη, τέλος.

(v. 87-96) Ἡ δὲ ὅλη ἀξίωσις τοιαύτη "ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν· εἰ δέ κεν αὖ τοι", ἤγουν σοί, "δῴη κῦδος ἀρέσθαι θεός, μὴ σύ γε ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν Τρωσὶ φιλοπτολέμοισιν· ἀτιμότερον δέ με θήσεις. μηδ' ἐπαγαλλόμενος πολέμῳ καὶ δηϊοτῆτι Τρῶας ἐναιρόμενος ποτὶ Ἴλιον ἡγεμονεύειν, μή τις ἀπ' Οὐλύμποιο θεῶν ἐμβῄη. μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων. ἀλλὰ πάλιν τρωπᾶσθαι", ἢ παλιντροπάασθαι, "ἐπὴν φάος ἐν νήεσσι θείης, τούσδε δ' ἐᾶν πεδίον κάτα δηριάασθαι". Καὶ ὅρα ὅπως κατὰ ἰδέαν περιβολῆς ὁ ποιητής, ὡς ἐρρέθη, προέταξε μὲν κἀνταῦθα τὴν τῆς ἀξιώσεως αἰτίαν, ἐπήγαγε δὲ τὸ αἰτιατόν. καὶ ἐχρῆν ποιῆσαι οὕτως. Ἔνθα γὰρ βαρὺ δόξοι ἂν τὸ ἀξιούμενον, δεῖ προκατασχεῖν τῇ τῆς αἰτίας ἐκθέσει, ὡς ἂν ἡ ἀξίωσις εὐπαράδεκτος ᾖ, καθὰ καὶ ἐνταῦθα τοῦ Πατρόκλου, ὡς εἰκός, ὀκνοῦντος τό, ἐν οἷς νικᾷ, πάλιν τραπέσθαι, προλαβὼν λέγει Ἀχιλλεὺς ὡς οὕτω ποιήσας, καὶ κυδανεῖς ἄν με καὶ ἀγλαὰ δῶρα προσπορίσῃς, ὥσπερ αὖ ἐκ τοῦ ἐναντίου μὴ ποιήσας οὕτως ἀτιμότερόν τέ με θήσεις, ὡς μόνος αὐτὸς ἀνύσας τὸ πᾶν δίχα ἐμοῦ, καὶ ζημιώσεις δὲ δηλαδή. τί δὲ ποιήσεις; μὴ ἀπάνευθεν ἐμοῦ πολέμιζε καὶ τὰ ἑξῆς. ὅτι δὲ ὀκνηρῶς ὑπακούσοι ἂν ὁ Πάτροκλος, ὃ καὶ Ἀχιλλεὺς ὑποπτεῦσαι δοκεῖ, δηλώσει τὰ ἐφεξῆς. Ἐν οἷς σημείωσαι καὶ ὅτι, ἐπεὶ ἀγαθὴ ἑταίρου παραίφασις καὶ αὕτη, ὁ δὲ Πάτροκλος οὐ πείσεται, πείσεται τρόπον ἄλλον ἅπερ ἱστορήσει Ὅμηρος, καθάπερ καὶ Ἀχιλλεὺς ἀγαθῷ ἑταίρῳ τῷ διδασκάλῳ Φοίνικι μὴ πεισθεὶς ἔπαθε μέγα κακὸν τὴν τοῦ Πατρόκλου στέρησιν, ἣν οὐκ ἂν πέπονθεν, εἴπερ ἐν ταῖς λιταῖς πεισθεὶς εἶτα ἐμάχετο.

(v. 84) Ἰστέον δὲ ὅτι τὸ "τιμὴν ἄρηαι" ἔοικέ πως τῷ "τιμὴν ἀρνύμενοι". Τὸ δὲ "πρὸς πάντων Δαναῶν" ἑρμηνευτικόν ἐστι τοῦ "τιμὴν μεγάλην". τιμὴ μὲν γὰρ ἁπλῶς ἡ πρὸς Δαναῶν, μεγάλη δὲ ἡ πρὸς πάντων. ταὐτὸν δὲ καὶ ἐνταῦθα τιμὴ καὶ κῦδος. διὸ κατωτέρω ἀρκεῖται εἰπὼν "κῦδος ἀρέσθαι". [Οὕτω δὲ ταὐτίζονται [811] τῇ σημασίᾳ καὶ τὸ "πολέμῳ" καὶ "δηϊοτῆτι".] (v. 86) Τὸ δὲ "ἀπονάσσωσι κούρην" ἀντὶ τοῦ ἀποστρέψωσιν, ὡς ἐκ τοῦ νῶ, οὗ ἐντελὲς [καὶ] τὸ νέω, ἐξ οὗ ὁ νόστος. ποιητικὴ δὲ ἡ λέξις. ὅθεν καὶ ἐπὶ μετοικίας τὸ νάσασθαι καὶ ἀπονάσασθαι καὶ ὁ μετανάστης. Ἐν δὲ τῷ "ἀγλαὰ δῶρα πόρωσιν" ὑπέρχεται τὸν Ἀχιλλέα ἤδη εὐλάβεια, μήποτε ὡς ἐν ταῖς Λιταῖς ὁ Μελέαγρος, οὕτω καὶ αὐτὸς βοηθηθέντων αὐτομάτως τῶν πρεσβευσάντων μείνῃ ἀδώρητος.

(v. 87) Ἐν δὲ τῷ "ἐκ νηῶν ἐλάσας", ὅ ἐστι τῶν νηῶν ἐξελάσας, σιγᾷ τὸ τίνας ἐξελάσας διὰ κατέπειξιν.

(v. 92) Προϊὼν δὲ λέγει αὐτὸ ἐν τῷ "Τρῶας ἐναιρόμενος". Ἔνθα καὶ ὅρα τὸ "ἐναιρόμενος" παθητικῶς λεχθέν. εἰ μέντοι τὸ "ἐκ νηῶν ἐλάσας" ἀντὶ τοῦ ἐκδραμὼν καὶ διϊππεύσας νοήσει τις, τότε ἀνελλιπὴς ἡ φράσις ἔσται.

(v. 88) Τὸ δὲ "δῴη" ἔκτασιν ἔπαθεν ἐκ τοῦ δοίη, καθὰ καὶ τὸ ἁλῴη ἐκ τοῦ ἁλοίη, οἷον "τῶν ἄστυ ἁλῴη".

(v. 90) Τὸ δὲ "Τρωσὶ φιλοπτολέμοισι" πρὸς ἐκφόβησιν εἶπεν, ὡς ἂν συστελεῖ εὐλαβηθέντα τὸν Πάτροκλον. ἔχει δέ τι καὶ προαναφωνητικὸν, ὡς τοῦ Πατρόκλου τοιούτοις ἐγκύρσοντος, ὧν οὐκ ἂν ἀπαλλαγείη ἀπόνως. Τὸ δὲ "ἀτιμότερον δέ με θήσεις" ἢ ἀντὶ ἁπλοῦ κεῖται τοῦ ἄτιμον, ἢ βαρυνομένου ἤθους ἐστίν, ὡς καὶ νῦν μὲν ἀτίμου τοῦ Ἀχιλλέως ὄντος, ὁποῖα καί τινος ἀτιμήτου μετανάστου, τότε δὲ ἀτιμοτέρου ἐσομένου. Ἔχει δὲ ὁ λόγος οὗτος καὶ ἀνάμνησιν τῆς ἀξιώσεως. τὸ γὰρ "μὴ ἀτιμότερόν με θήσεις" ὅμοιον τῷ "ὡς ἄν μοι τιμὴν μεγάλην ἄροιο". Ἔνθα ὅρα καὶ τὸ "θήσεις" κοινῶς ῥηθὲν διὰ σαφήνειαν. ἄλλως γὰρ θήσειν ὤφειλε γραφῆναι ἀκολούθως τῷ λιλαίεσθαι, ἤγουν λιλαίου.

(v. 91) Τὸ δὲ "ἐπαγαλλόμενος πολέμῳ" τὴν ἡδονὴν ἐμφαίνει τῶν ἀριστέων, ἣν πάσχουσι νικῶντες τήν, ὡς αὐτοὶ ἂν τότε εἴποιεν, χάρμην, ὡς δηλοῖ καὶ τὸ "οἶδα δ' ἐγὼν ἐνὶ σταδίῃ μέλπεσθαι Ἄρηϊ". τὸ δ' αὐτὸ καὶ τὸν Ἰδομενέα ὀρχηστήν που ἀκοῦσαι ποιεῖ. ἔοικε γὰρ καὶ ἐκεῖνος ἐν τῷ νικᾶν ἐπορχεῖσθαι σκιρτῶν. καὶ τὰ φθάσαντα δὲ δηλωθῆναι ἡρωϊκὰ σκώμματα ἡ νίκη κατὰ τῶν πιπτόντων ἡδέως ὑπηγόρευε [812] λέγεσθαι.

(v. 94) Τὸ δὲ "ἐμβῄη" οὐ μακρὰν μέν ἐστι τοῦ ἐμπέσῃ, ὃ πρὸ μικροῦ ἐρρέθη, δηλοῖ δὲ μάλιστα τὸ ἐνάλλεσθαι, ὡς δηλοῖ καὶ Σοφοκλῆς ἐν τῷ "καὶ προσεπεμβῆναί σε χρή". Ἐσχημάτισται δὲ τὸ "ἐμβῄη" κατὰ τὸ "στῄη ἐπ' ὠκυρόῳ ποταμῷ", καὶ "φῄη ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ". οὕτω δὲ κατωτέρω ἐν παλαιοῖς ἀντιγράφοις καὶ τὸ "φάος ἐν νήεσσι θῄης". Ἐν τούτοις δὲ προέκθεσίς ἐστιν ἀναφωνοῦσα ὅπερ ὁ Πάτροκλος πείσεται, ὃν ὁ Ἀπόλλων μάλιστα βλάψει. ταῦτα δὲ καὶ ἐξαίρων τὸν Πάτροκλον ὁ Ἀχιλλεὺς ἔφη, ὡς ἀνδρὸς μὲν οὐκ ἐμβησομένου αὐτῷ, Ἀπόλλωνος δὲ ἴσως, ὃς μάλα, ὡς ἐρρέθη, τοὺς Τρῶας φιλεῖ.

(v. 95) Τὸ δὲ "πάλιν τρωπᾶσθαι" ἡ ἀρχή ἐστι τοῦ παλίντροπος, [ἀφ' οὗ τῷ ο μικρῷ παραληγομένου γίνεται τὸ παλιντροπάασθαι, γραφὴν ὁμοίαν ἔχον καὶ αὐτὸ καὶ οὐ μεγεθυνόμενον κατὰ τὴν ἀκολουθίαν τοῦ τρωπᾶσθαι, ὅπερ διὰ τοῦ ω μεγάλου γράφεται ἀναλόγως τῷ στρωφῶ, νωμῶ, τρωχῶ καὶ τοῖς ὁμοίοις.] Ὅτι δὲ καὶ ἐν τούτοις φῶς τὴν νίκην ὁ ποιητὴς ἔφη, καὶ ὅτι ἀστείως ἐρρέθη τὸ "φάος ἐν νήεσσι θείης", πρὸ ὀλίγων δεδήλωται.

(v. 97-100) Ὅτι τὸ "αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον, μήτε τις οὖν Τρώων θάνατον φύγοι ὅσσοι ἔασι, μήτε τις Ἀργείων, νῶϊ δέ", ἤγουν ἡμεῖς, ἐγὼ δηλαδὴ ὁ Ἀχιλλεὺς καὶ σὺ ὁ Πάτροκλος, "ἐκδῦμεν ὄλεθρον, ὄφρ' οἶοι Τροίης ἱερὰ κρήδεμνα λύωμεν" ἢ δι' ὑπερβολὴν ἀγανακτήσεως ὁ Ἀχιλλεὺς ἀρᾶται. μισεῖ γὰρ τοὺς μὲν Τρῶας ὡς πολεμίους, τοὺς δὲ Ἀχαιοὺς ὡς παριδόντας αὐτὸν ὑβριζόμενον. Καὶ δοκεῖ κατὰ τοὺς παλαιοὺς ὁ Ἀχιλλεὺς μᾶλλον κήδεσθαι μὴ αἱ νῆες πυρὸς αἰθομένοιο ἐμπρησθῶσιν, ὡς αὐτὸς ἔφη, ἤπερ μὴ πάθωσί [813] τι Ἀχαιοί. Ἔνθα καὶ ὅρα μεγίστην φιλικῆς χάριτος αὔξησιν, εἴγε διὰ Πάτροκλον σώσει τοὺς Ἀχαιούς, οὓς νῦν εὔχεται ἀπολέσθαι. Ἤγουν, ὡς ἐρρέθη, ἀγανακτῶν ὑπερβαλλόντως τοιαῦτά φησιν Ἀχιλλεύς, ἢ καὶ ἄλλως, ἀφελῶς λαλῶν, ὁποῖα τὰ τῶν φίλων. ἐν γὰρ ὁμιλίαις φιλικαῖς πολλὰ πρὸς ἀφέλειαν λαλοῦνται.

(v. 101) Διὸ καὶ ὁ ποιητὴς ἐπεσημήνατο εἰπὼν "ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον", ὡς ἐν ὁμίλῳ καὶ ἀγορᾷ μὴ ἂν αὐτῶν λαλησόντων ἃ πρὸς ἀλλήλους φασίν. Τινὲς μέντοι τῶν παλαιῶν ταῦτα μὴ συνιδόντες ἐκβάλλουσι τοὺς στίχους τῶν ἀρῶν τούτων παντελῶς διά τε ἄλλα καὶ διὰ τὸ ὑπερβολικόν, φασί, καὶ παιδαριῶδες τῆς εὐχῆς καὶ τὸ ἀδύνατον καὶ τὸ τοῦ ἤθους φθονερόν. τὰ δὲ ῥηθέντα πᾶς τις ἂν μικροψυχῶν ἀράσηται παροιμιωδῶς κατὰ ἐχθρῶν παραφράσας ἢ καὶ παρῳδήσας τὰ Ὁμηρικά. Ἰστέον δὲ ὅτι καὶ ὁ Διομήδης ἀλλαχοῦ ἑαυτῷ καὶ τῷ Σθενέλῳ ἐθάρρησεν ἑλεῖν τὴν Τροίαν, οὐ μόνον σεμνῶς, ἀλλὰ καὶ ἀνθρωπικώτερον. Ὅρα δὲ ὡς καὶ τὸν Ἀπόλλωνα οἰκειοῦνται οἱ Ἕλληνες, καθὰ καὶ τὸν Δία ἐν εὐχαῖς καὶ τὴν Ἀθηνᾶν, διὰ τὸ εἴς τινα μοῖραν ἀλληγορεῖσθαι, εἰ καὶ ἄλλως ὁ μῦθος αὐτὸν εἰς ἀμύντορα τοῖς Τρωσὶν ἀποκληροῖ.

(v. 98) Τὸ δὲ "ὅσσοι ἔασιν", ἤτοι ζῶσι, πρὸς ἀσφάλειαν ἐρρέθη διὰ τοὺς μωμοσκόπους. ζώντων γὰρ τὸ καὶ θνῄσκειν ἐν καιρῷ, θανόντων δὲ οὐ καθικνεῖται τοιαύτη ἀρά.

(v. 99) Τὸ δὲ "ἐκδῦμεν ὄλεθρον" ἢ ὡς ἀπαρέμφατον ἐλλειπτικῶς κεῖται ἀντὶ τοῦ δοίητε ἐκδῦναι ἡμᾶς τὸν ὄλεθρον, ἢ συγκέκοπται ἀπὸ τοῦ ἐκδύοιμεν εὐκτικοῦ. ἄλλως γὰρ οὐ δυνατὸν εὐκτικὸν ἀπαθὲς εἶναι τοῦτο, ἵνα μὴ πρὸ συμφώνου εὑρεθείη ἡ υι δίφθογγος.

(v. 100) Κρήδεμνα δὲ Τροίας τὰ ἄνω τοῦ τείχους, ὡς καὶ πίθου κρήδεμνον ἐν Ὀδυσσείᾳ τὸ ἐπικείμενον πῶμα. τοιαύτης δέ τινος σημασίας καὶ τὸ κάρηνα ἐν τῷ "πολίων κατέλυσε κάρηνα". προσφυέστερον μέντοι κρηδέμνοις τὸ τροπικῶς λύεσθαι, καθότι καὶ ἀντίκειται τὸ λύειν, ὥσπερ τῷ δεσμεῖν, οὕτω καὶ τῷ δέματι, ἐξ οὗ σύγκειται, τὸ κρήδεμνον, ὡς προδεδήλωται. Λύεται δὲ τεῖχος ἐκ τοῦ κατὰ τὴν οἰκοδομίαν δηλαδὴ δεσμοῦ, εἰπεῖν δὲ καὶ δέματος, ἐξ οὗ καὶ τὸ δέμειν. ὅθεν ὁ δόμος καὶ τὰ ἐξ αὐτοῦ. Ὅτι καθὰ πρὸ μικροῦ τὸν Ἕκτορα πλάσαι μέλλων ἀριστεύοντα εἰς ἄκρον ὡς καὶ νηὸς δράξασθαι προεδείνωσε τὴν μάχην [814] εἰς τοσοῦτον ὡς μηκέτι μηδὲ τὸν Αἴαντα μεῖναι βιαζόμενον βελέεσσιν, ἀλλ' ἀναχάζεσθαι θρῆνυν ἐφ' ἑπταπόδην, οὕτω κἀνταῦθα πρὸς αὐτῷ γενόμενος τῷ δεινῷ ‑ τὸ δὲ ἦν τὸ καὶ ἐξαφθῆναι τὴν τοῦ Πρωτεσιλάου νῆα ἐκείνην ‑ πρῶτα μὲν ἐκφοβεῖ τὸν Αἴαντα ἐπὶ πλείω διά τε τοῦ Διὸς καὶ τοῦ κατὰ μάχην κινδύνου καὶ καμάτου, συνεκτραχύνας καὶ τὴν φράσιν τῷ τοῦ πολέμου φρικτῷ, εἶτα καὶ οἱονεὶ ἀφοπλίσας τὸν ἥρωα τῇ κολοβώσει τοῦ δόρατος ἀνύει πιθανῶς ὃ θέλει, τὸν κρείττω τοῦτον μετ' Ἀχιλλέα καὶ κορυφαῖον ἥρωα μεταστήσας τῆς ναυμαχίας. Καὶ ὅρα ἐνταῦθα μάλιστα τὸ χρήσιμον τοῦ πλαστοῦ τείχους καὶ τῶν σκολόπων καὶ τῆς τάφρου. εἰ γὰρ μὴ πολλὰ μογήσαντες οἱ Τρῶες ὡς ἐν ἐκείνοις κεκμηκότες ἄρτι πρὸς ταῖς ναυσὶν ἀκμῆτες ἐμάχοντο, ἐκώλυεν ἂν οὐδὲν ἀπολέσθαι τὰ πάντα τοῖς Ἀχαιοῖς. ὥστε τοιαῦτα προμελετῶν ὁ ποιητὴς τὴν σκευωρίαν τοῦ τείχους ἐμεθώδευσεν. ἀλλὰ τοῦτο μὲν παραπεσὸν ἐπὶ τοσοῦτον εἰρήσθω.

(v. 102) Ἃ δὲ ὁ Αἴας πάσχει ἐνταῦθα, οὕτω φράζει Ὅμηρος "Αἴας δ' οὐκ ἔτ' ἔμιμνε, βιάζετο γὰρ βελέεσσιν". ὃ δὴ καὶ πρὸ ὀλίγου μὲν ἐρρέθη, καὶ μετ' οὐ πολλὰ δὲ ἐν ὀλιγίστῳ εἰρήσεται ἐν τῷ "χάζετο δ' ἐκ βελέων".

(v. 103-106) Εἶτα ἑρμηνεύων κατὰ διασκευὴν ἐκφραστικῶς τὴν βίαν φησὶ "δάμνα μιν Ζηνός τε νόος καὶ Τρῶες ἀγαυοὶ βάλλοντες. δεινὴν δὲ περὶ κροτάφοισι φαεινὴ πήληξ βαλλομένη καναχὴν ἔχε, βάλλετο δ' αἰεὶ κὰπ φάλαρ' εὐποίητα". καὶ ταῦτα μὲν τὰ τοῦ πολέμου κακά.

(v. 106 s.) Ὁ δὲ καὶ ἄλλως δεινὰ πάσχων "ἀριστερὸν ὦμον ἔκαμνεν ἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον". τοῦτο δὲ γίνεται, ἐπεὶ οὐκ ἦν ὁ διαδεχόμενος αὐτὸ πρὸς ἀνάπαυσιν τοῦ ἥρωος.

(v. 10911) "Αἰεὶ δὲ ἀργαλέῳ ἔχετο ἄσθματι, κὰδ δέ οἱ ἱδρὼς πάντοθεν ἐκ μελέων πολὺς ἔρρεεν, οὐδέ πῃ εἶχεν ἀμπνεῦσαι, πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο". ὃ δὴ ἐπιφωνηματική ἐστι κλεὶς τοῦ ὅλου νοήματος, δηλοῦσα, ὅτι ὡσείπερ κῦμα ἐπὶ κύματι, οὕτω καὶ κακὸν ἐπὶ κακῷ, οὐκ ἔνθα ὁ Αἴας ἦν, ἀλλὰ πανταχοῦ τῶν νηῶν, μονίμως εἶχε καὶ σταθερῶς, οὐ συμβαῖνον ἁπλῶς ἀλλὰ ἐρειδόμενον.

(v. 107 s.) Διὸ καὶ κεῖται ἐν τοῖς ῥηθεῖσι τὸ "οὐδὲ δύναντο Τρῶες ἀμφ' αὐτῷ πελεμίξαι ἐρείδοντες βελέεσσι". ταὐτὸν γὰρ ἐρείδειν καὶ στηρίζειν.

(v. 103) Ἰστέον δὲ ὅτι, ὥσπερ πρὸ τούτων ἐνήργει ὁ τοῦ Διὸς νόος, οὕτω καὶ νῦν ὁ αὐτὸς δαμνᾷ τὸν Αἴαντα.

(v. 105-110) Ὅρα δὲ καὶ τὰ τοῦ ἔχειν ῥήματα πλεονάκις ἐνταῦθα ῥηθέντα, οἷον "πήληξ βαλλομένη καναχὴν [815] ἔχε", ὃ περίφρασίς ἐστι τοῦ κανάχιζε, καὶ "ἔμπεδον αἰὲν ἔχων σάκος", καὶ "ἀργαλέῳ ἔχετο ἄσθματι", καὶ "οὐδέ πῃ εἶχεν ἀμπνεῦσαι".

(v. 106) Τὸ δὲ "κὰπ φάλαρα", εἰ καὶ ἐχρῆν ἀντὶ τοῦ πι τὸ τ ἔχειν, ἵνα ἦν κὰτ φάλαρα, ἀλλ' ἐπεὶ ἡ κατα πρόθεσις, ὅτε συγκοπῇ, συνεξομοιοῖ τὸ τ τῷ συγκειμένῳ συμφώνῳ, ὤφειλεν ἄλλως εἶναι κὰφ φάλαρα διὰ τὸ ἐπαγόμενον φ. ἐπεὶ δὲ αὖθις, ὡς καὶ τοῦτο ἐκανονίσθη ἐν τοῖς πρὸ τούτων, οὐδέποτε λέξις Ἑλληνικὴ διπλάζει τὰ δασέα δίχα τοῦ κατὰ Ῥωμαίους ὀφφικίου, μετεβλήθη τὸ ἀπὸ πάθους τῆς προθέσεως φ εἰς τὸ ἀντίστοιχον πῖ. οὕτω καὶ τὸ ἀπφύς παρὰ Θεοκρίτῳ, δι' οὗ σημαίνεται πατήρ, ὀφείλει μὲν διὰ τῶν δύο γράφεσθαι φ, ἀπφὺς γὰρ ἀφ' οὗ φύεταί τις. τὸ δὲ Ἑλληνικὸν ἔθος τροπὴν ὁμοίαν ἐποίησε καὶ ἐκεῖ. Φάλαρα δὲ καὶ νῦν οἱ λεγόμενοι φάλοι παρὰ τὸ φάλιον, τὸ λευκόν, ἢ παρὰ τὸ φάειν ἅλις. παρὰ δὲ τοῖς ὕστερον φάλαρα καὶ κόσμος ἵππου προμετωπίδιος. [οὗ χρῆσις πολλαχοῦ καὶ διὰ τοῦ ἦτα. φάληρα γάρ. οὕτω δὲ καὶ τὰ ἐνταῦθα φάλαρα, ὡς δῆλον ἐκ τοῦ τετραφάληρος, οὗ ἐτυμολογία τὸ φάλοις ἀρηρέναι.] (v. 107) Ἔμπεδον δὲ ἐν τοῖς ῥηθεῖσιν οὐ τὸ ἐν πέδῳ, τουτέστιν ἐν γῇ, ὡς ἡ κυριολεξία ἐθέλει, ἀλλ' ἁπλῶς κατὰ τροπὴν ἀντὶ τοῦ στερρῶς κατὰ ἔννοιαν ἐπιρρηματικήν. Τὸ δὲ "αἰόλον σάκος" συμβάλλεταί τι καὶ αὐτὸ εἰς βάρος καὶ εἰς τὸ δι' αὐτοῦ κάμνειν τὸν ἥρωα, εἴπερ ἀπὸ στερεῶν ὑλῶν τὴν ποικιλίαν εἶχε.

(v. 108) Τὸ δὲ "ἀμφ' αὐτῷ" μετὰ τοῦ "ἐρείδοντες" συντακτέον, ἵνα δηλοῖ τὸ πέριξ αὐτοῦ ἐρείδοντες βέλη, ὃ βελέεσσιν ἔφη διὰ τὸ καινότερον. [Δύναται δὲ καὶ ἄλλως νοηθῆναι οὕτως· οὐδὲ δύναντο πελεμίξαι βέλεσι τὸν Αἴαντα, ἐρείδοντες ἀμφ' αὐτῷ βέλη, δηλαδὴ τὰ εἰρημένα. καὶ ἄλλως δέ, οὐκ ἠδύναντο μετακινῆσαι βέλεσιν, ἐρείδοντες ἀμφ' αὐτῷ, ἤγουν κύκλῳ αὐτοῦ ἀνθιστάμενοι. Ἐρείδειν [816] γὰρ πολλαχοῦ ἀπολύτως τὸ πρὸς ἔριν ἀντιβαίνειν ὡς ἀπὸ τοῦ ἔρω, ἐξ οὗ καὶ τὸ ἐρέθω καὶ τὸ ἐρίζω καὶ τὸ ἐρείδω.] Τὸ δὲ πελεμίζειν ὅτι τὸ μετακινεῖν δηλοῖ καὶ ὡς ἐξ αὐτοῦ παρῆκται κατά τινας καὶ ὁ πόλεμος, καὶ ἀλλαχοῦ δηλοῦται.

(v. 102) Ὅρα δ' ἐν τοῖς εἰρημένοις καὶ ὅτι οὐκ εἶπε ῥητῶς, ὡς ἔφυγεν ὁ Αἴας, ἀλλὰ σεμνῶς ἔφη "Αἴας δ' οὐκ ἔτ' ἔμιμνεν".

(v. 103 s.) Εἶτα καὶ ἐπὶ πλέον σεμνύνων τὸν ἥρωα τῷ αἰτίῳ τοῦ μὴ μένειν ἐπήγαγε "δάμνα μιν Ζηνός τε νόος" καὶ ἑξῆς. Ἰστέον δὲ καὶ ὅτι τὸ "δάμνα μιν θεοῦ τε νόος καὶ οἱ δεῖνα ἀγαυοί" προσαρμόσει παντὶ ὑπὸ πολλῶν κοινῶς κινδυνεύοντι.

(v. 109) Τὸ δὲ "αἰεὶ δ' ἀργαλέῳ εἴχετο ἄσθματι" καὶ ἑξῆς, ἁρμόζει τῷ λίαν κοπιῶντι. [Ἔστι δὲ ἀργαλέον ἆσθμα τὸ ἀλγεινὸν καὶ δύσεργον καὶ μὴ κατὰ φύσιν εἰσοδεῦον καὶ ἐξοδεῦον. ἐνταῦθα δὲ τὸ "ἔχετ' ἄσθματι" ἔχει τι ἀστειότητος διὰ τὴν πρὸς τὸ ἔχειν ἀντίθεσιν. ἔχει μὲν γὰρ σάκος ὁ Αἴας, ἔχεται δὲ ὑπὸ ἄσθματος.

(v. 110) Τὸ δὲ "ἱδρὼς πολὺς ἔρρεε" βοηθεῖται μὲν καὶ ὑπὸ τοῦ κατὰ τὸν Αἴαντα πολλοῦ μεγέθους, συγκροτεῖται δὲ καὶ διὰ τοῦ "πάντοθεν ἐκ μελέων".

(v. 110 s.) Τὸ δὲ "οὐδέ πῃ εἶχεν ἀμπνεῦσαι" τὴν ἀργαλεότητα ἑρμηνεύει τοῦ ἄσθματος. Τὸ δὲ "ἐστήρικτο πάντῃ κακὸν κακῷ" καιρίως πάνυ πέφρασται καὶ ὡς οὐκ ἄν τις ἐρεῖ κάλλιον, δηλοῦν τὸ πανταχοῦ στερρῶς ἐφεστάναι κακὰ πυκνὰ τοῖς Ἀχαιοῖς ὡς οἷον ἀσφαλῶς πεπηγότα.]

(v. 112 s.) Ὅτι ὡς καινισθησομένου μεγάλου τινὸς πράγματος, τοῦ νῆα δηλαδὴ Ἑλληνικὴν ὑπὸ Ἕκτορος ἐμπρησθῆναι, ἐπικαλεῖται Ὅμηρος οὐ Μοῦσαν ἀλλὰ πάσας "ἔσπετε νῦν μοι Μοῦσαι" εἰπὼν ποιητικῷ ἔθει "ὅππως δὴ πρῶτον πῦρ ἔμπεσε νηυσὶν Ἀχαιῶν". Ἔνθα ὅρα τὸ "ἐνέπεσε", σύστοιχον ὂν τῷ ἐπικρατέως ἐμπεσεῖν, ὃ πρὸ ὀλίγων ἐλέχθη, καὶ τῷ "ἐν δ' ἔπεσεν ὡς ὅτε κῦμα θοῇ ἐν νηῒ πέσῃ", καὶ τοῖς ὁμοίοις.

(v. 114-123) Εἶτα ὡς καὶ νῦν φωνῆς ἐκ Μουσῶν ὑπηχουμένης ἀκούομεν ἀποστατικῶς ταῦτα· Ἕκτωρ Αἴαντος δόρυ μείλινον ἄγχι παραστὰς [817] πλῆξ' ἄορι μεγάλῳ αἰχμῆς παρὰ καυλὸν ὄπισθεν, ἀντικρὺ δ' ἀπάραξε. τὸ μέν, ἤγουν τοῦτο δή, "Αἴας πῆλ' αὕτως ἐν χειρὶ κόλον δόρυ. τῆλε δ' ἀπ' αὐτοῦ αἰχμὴ χαλκείη χαμάδις βόμβησε πεσοῦσα. γνῶ δ' Αἴας κατὰ θυμὸν ἀμύμονα ῥίγησέν τε ἔργα θεῶν, ὅ ῥα", ἤγουν ὅτι δή, "πάγχυ μάχης ἐπὶ μήδεα κείρει Ζεύς, Τρώεσσι δὲ βούλετο νίκην. χάζετο δ' ἐκ βελέων. τοὶ δ' ἔμβαλον ἀκάματον πῦρ νηῒ θοῇ, τῆς δ' αἶψα κατ' ἀσβέστη κέχυτο φλόξ".

(v. 124) Ὅπερ σαφέστερον ἑρμηνεύων ἐπάγει "ὣς τὴν μὲν πρύμνην πῦρ ἄμφεπε". Καὶ σημείωσαι ὅτι, εἰ καὶ ἐπὶ τὸ κινδυνωδέστατον ἐνταῦθα προήχθη τῆς ὑποθέσεως ἡ περιπέτεια ‑ τοιοῦτον γὰρ τὸ ἐγγὺς Αἴαντος τολμῆσαι στῆναι τὸν Ἕκτορα ‑ καὶ οὐκέτι ἐλπὶς ἀναιμωτὶ διακριθῆναι τοὺς ἥρωας, ὅμως ὁ ποιητὴς οὐδέτερον ἐξ ἀμφοῖν τούτοιν τρώσειν προτίθεται, τὸν μὲν διὰ τὴν φύσει ὑπεροχήν, εἰ καὶ ὑπὸ Διός, φασί, καταστασιάζεται, τὸν δὲ Ἕκτορα διὰ τὴν Διόθεν βοήθειαν, ἀλλὰ μέσος χωρεῖ καὶ μεθιστᾷ τὸν Αἴαντα εὐσχημόνως διὰ τὴν τοῦ ναυμάχου δόρατος κολόβωσιν, καὶ οὕτω πιθανῶς ὁ τῶν ἡρώων τε κωλύεται τραυματισμός, ἐπεὶ οὔτε ὁ Αἴας ἔχει τι δρᾶν ἐκκοπέντος τοῦ δόρατος, οὔτε ὁ Ἕκτωρ ἀναχωρήσαντος Αἴαντος, καὶ ὃ δὲ θέλει ὁ Ἕκτωρ γίνεται.

(v. 114 s.) Ἰστέον δὲ ὅτι ἐν τοῖς ῥηθεῖσι δόρυ μὲν τὸ ξύλον ἔφη ὁ ποιητὴς τὸ καὶ πληγὲν καὶ ἀπαραχθέν, αἰχμὴν δὲ τὸν τοῦ δόρατος σίδηρον, ὃς χαμαὶ πεσὼν ἐβόμβησε καὶ κόλον ἀφῆκε δόρυ τὸ καταλειφθέν. Τὸ δὲ "ἔπληξεν ἄορι" ταὐτὸν μέν ἐστι τῷ ἔτυψε. δοκεῖ δὲ τραχυφωνότερον εἶναι τοῦτο ἐκείνου. μέγα δὲ ἄορ, ὁποῖον ἴσως τὸ ἀλλαχοῦ Θρηΐκιον. Τὸ δὲ "παρὰ καυλόν" οὐ συντακτέον μετὰ τῆς αἰχμῆς. οὐ γὰρ λέγοι ἂν αἰχμῆς καυλόν, ἀλλ' ὑπερβατῶς ῥητέον, ὡς ἔπληξε τὸ δόρυ παρὰ καυλὸν ὄπισθεν τῆς αἰχμῆς, ἵνα εἴη κατὰ κυριολεξίαν καυλὸς δόρατος ὁ τῷ σιδήρῳ τῆς ἐπιδορατίδος ἐνιέμενος.

(v. 116) Τοῦ δὲ "ἀπάραξεν" οὐκ ἔχει καιριωτέραν λέξιν εἰπεῖν ἐπὶ τῶν τοιούτων πληγῶν. δηλοῖ γάρ, ὡς καὶ προεδηλώθη, τὸ ἰσχυρῶς καὶ ἀθρόον ἀποκόψαι καὶ κρατερῶς, ὡς πρέπον Ἄρει, ὅ ἐστι σιδήρῳ.

(v. 117 s.) Ἧς δὴ πληγῆς πρὸς ἔνδειξιν ἔφη καὶ τὸ "τῆλε αἰχμὴ χαλκείη βόμβησε πεσοῦσα". Κόλον δὲ δόρυ τὸ κολοβόν, ὅθεν καὶ παρὰ τοῖς Ἴωσι κόλοι οἱ κολοβοκέρατοι κριοί. καὶ αὐτὸ δὲ τὸ κολοβός, ὡς καὶ προεδηλώθη, ἐπὶ κόλου βοὸς κυριολεκτεῖται. ἐξ οὗ καὶ σύγκειται κεκολουσμένος ὢν καὶ αὐτὸς τὰ κέρατα. ὁ δὲ τοιοῦτον δόρυ χειριζόμενος, [818] ἐκεῖνος μάτην πάλλει αὐτὸ ἐν χειρὶ κατὰ τὸν ποιητήν, οὐ μὴν ὡς ὅπλον πολεμικόν. [Ἐνταῦθα δὲ τὸ "πῆλε" καὶ τὸ "τῆλε" παρακείμενα ἐν στίχῳ ἑνὶ κάλλος τι ποιοῦσι τῇ τε παρισώσει καὶ τῇ ψευδοπαρηχήσει ἀμυδρόν.] (v. 120) Τὸ δὲ "ἔργα θεῶν" διασαφεῖται μὲν εὐθὺς ἐν τῷ "κείρεσθαι θεόθεν πάγχυ μάχης μήδεα", ἐξαιρεῖται δὲ δειλίας τὸν Αἴαντα. οὐ γὰρ τὸν Ἕκτορα ἐρρίγησεν, ἀλλὰ τὰ θεῖα ἔργα. Εἰ δὲ αὐτὸ καθ' ὑπερβατὸν συνταχθῇ μετὰ τοῦ "γνῶ δ' Αἴας", ἵνα ᾖ· γνῶ δ' Αἴας ἔργα θεῶν, σῴζεται πάλιν ὁ αὐτὸς νοῦς μετὰ τῶν ἐφεξῆς, ἵνα λέγῃ, ὅτι ῥίγησεν Αἴας, ἐπεὶ μάχης μήδεα κείρει Ζεύς. Καὶ ὅρα ὅτι τε τὸ "ἔργα θεῶν", εἰ καὶ πληθυντικῶς ἐρρέθη, ὅμως εἰς ἕνα μόνον τὸν Δία κατ' ἐξοχὴν αὐτὰ συνέκλεισε, καὶ τὸ "κείρει" ἀστείως λεχθέν. τὸ γὰρ ἀποκοπῆναι τὸ δόρυ οὐδὲν ἄλλο ἐστὶν ἢ τὸν κατὰ μοῖραν Δία κεῖραι τὰ τῆς μάχης μήδεα, ὧν ἕν ἐστι καὶ τὸ ναύμαχον δόρυ. Ἔστι δ' ἐνταῦθα καί τι λεληθότως ἀντιθετικὸν νόημα. κείρεται γὰρ μάχης μήδεα, τουτέστι βουλεύματα, ἵνα ὁ Ζεὺς οἰκεῖον σχοίη ἀνύσειν βούλευμα, ὃς Τρώεσσί, φησί, βούλετο νίκην. Τὸ δὲ μάχης μήδεα κείρεσθαι δύναταί ποτε ἀστείως ἁρμόσαι καί τινι ἐπιβούλως εὐνουχιζομένῳ διὰ κινδύνου φόβον. ἐπεὶ μήδεα οὐ τὰ βουλεύματα μόνον ἀλλὰ καὶ τὰ τῶν ἀρρένων αἰδοῖα, τὰ καὶ μέζεα καθ' Ἡσίοδον. [Εἴη δ' ἂν προσφυὲς τῷ πατραλοίᾳ Διῒ προσριφῆναι ὡς ἐν σχεδιασμῷ αὐτομάτως τὸ κείρειν μήδεα μάχης ὡς οἷα τεχνίτῃ τοῦ κείρειν μήδεα, ἐπεὶ καὶ τὰ τοῦ πατρὸς Κρόνου δρεπάνῃ ἀπήραξε.] (v. 122) Τὸ δὲ "χάζετο ἐκ βελέων", [ὃ μετὰ τοῦ "οἳ δ' ἔμβαλον πῦρ" παρήχησίν τινα ποιεῖ,] ἐκφανῶς μὲν δηλοῖ φυγὴν Αἴαντος, μᾶλλον ἤπερ τὸ "Αἴας δ' οὐκ ἔτ' ἔμιμνεν", ἔχει δέ τι ὅμως καὶ αὐτὸ σεμνότητος ἐν τῷ "ἐκ βελέων". οὐ γὰρ ἄνδρας ἔφευγεν, ἀλλὰ βελῶν ἐπίχυσιν, οἷς ἐβιάζετο. ἔστι δὲ αὐτὸ γοργὴ συναίρεσις τοῦ "οὐκ ἔτ' ἔμιμνε, βιάζετο γὰρ βελέεσσιν". ἐκεῖνο γὰρ περιπέφρασται.

(v. 123) Τὸ δὲ "ἀσβέστη" ἀπὸ τοῦ ἄσβεστος παρῆκται καθ' ὁμοιότητα τοῦ ἀρίγνωτος ἀριγνώτη καὶ εὐποίητος εὐποιήτη. ταὐτὸν δὲ πάντως ἀκάματον πῦρ εἰπεῖν καὶ ἀσβέστην φλόγα. Δῆλον δὲ ὅτι [819] πῦρ καθόλου ἀκάματον τὸ ἀναπτόμενον δι' ὑποκειμένης ὕλης, ἧς ἐπιλειπούσης κάμνει, ὅ ἐστι τρόπον τινὰ θνῄσκει. τὸ δ' ὅμοιον νοητέον καὶ ἐπὶ ἀσβέστης φλογός. Τὸ δὲ "κέχυτο" καιριώτατα λεχθὲν τὴν ῥᾳδίαν δηλοῖ ἐκφλόγωσιν τῆς νηός. [Ἰστέον δὲ ὅτι φλὸξ παρὰ τοῖς παλαιοῖς καί τι ἄνθους εἶδος. Ἀθήναιος οὖν ἐκ τῶν Θεοφράστου παράγει ἄνθη στεφανωτικὰ καὶ τάδε· ἴον, Διὸς ἄνθος, ἴφυον, φλόγα, ἡμεροκαλλές, λεγόμενον, φασίν, οὕτω, ἐπειδὴ νυκτὸς φυὲν ἅμα ἡλίῳ ἀνιόντι θάλλει.] (v. 1249) Ὅτι πάνυ θαυμασίως ὁ ποιητὴς τὴν τοῖς Ἀχαιοῖς πανωλεθρίαν ἐπαρασάμενον Ἀχιλλέα πλάττει, ὅτε πῦρ εἶδεν ἀμφέπον, ὡς ἐρρέθη, νῆα, μηρούς τε πληξάμενον, [ταὐτὸν δ' εἰπεῖν πλήξαντα,] καὶ ἐποτρύνοντα τὸν Πάτροκλον εἰς μάχην, ἐν τῷ εἰπεῖν οὕτω γοργῶς διὰ καιροῦ κατέπειξιν "ὄρσεο διογενὲς Πατρόκλεις [ἱπποκέλευθε,] λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηΐοιο ἐρωήν. μὴ δὴ νῆας ἕλωσι καὶ οὐκ ἔτι φυκτὰ πέλωνται. δύσεο τεύχεα θᾶσσον, ἐγὼ δέ κε λαὸν ἀγείρω". Ἐν τούτοις δὲ τὸ "οὐκ ἔτι φυκτὰ πέλωνται" καὶ παροιμιῶδές ἐστι, λεγόμενον ἐπὶ μεγάλῳ κακῷ. [Διττὴν δὲ τὸ Ὁμηρικὸν τοῦτο κόμμα ἔννοιαν προβάλλεται. ἢ γὰρ προμηθούμενος τῶν Ἀχαιῶν ὁ φίλοικτος ἥρως, εἰ καὶ πρῴην αὐτοὺς ἐμίσει, λέγει ὡς, εἴγε καυθῶσιν αἱ νῆες, οὐκέτι αὐτοῖς ἔσται φυγεῖν. πῶς γὰρ πεζοὶ διὰ θαλάσσης φευξοῦνται; ἢ καὶ περὶ ἑαυτῷ καὶ τοῖς Μυρμιδόσι δέδοικεν ἤδη. οὐδὲ γὰρ αὐτοὶ ἐμπλατυναμένου τοῦ πυρὸς καὶ κατανεμησαμένου τὰς ὑπ' αὐτοῖς νῆας τόπον φυγῆς ἕξουσιν, ἀλλὰ δηλαδὴ μενοῦσι καὶ μαχοῦνται τυφλαῖς ἐλπίσι φερόμενοι, ὧν τὸ πέρας ἄδηλον.] Ὅρα δὲ ὅπως, ὅπερ λόγοι πάνυ πολλοὶ οὐκ ἴσχυσαν ἀνῦσαι παρὰ τῷ Ἀχιλλεῖ, θέα οἰκτρὰ ἐξετέλεσε, κινήσασα ἐκεῖνον εἰς ἔλεον, καθὰ καὶ πρὸ αὐτοῦ τὸν ἑταῖρον Πάτροκλον. καὶ τοῦτό ἐστιν, ὃ παρὰ τοῖς παλαιοῖς τοὺς ἐπιλογικοὺς πραγματικοὺς οἴκτους ἐποίησεν, ἐν οἷς οἱ ἀκροαταὶ θεωροῦντες τοὺς οἰκτιζομένους πλεῖόν τι ἔπασχον τὴν ψυχὴν ἤπερ ὅτε τῶν ῥητορικῶν δικαιολογιῶν ἤκουον. [Καιρίως γὰρ ἔχει παρὰ τῇ Τραγῳδίᾳ τὸ "τῶν δὲ πραχθέντων τὰ μὲν ἄλγιστ' ἄπεστιν, ἡ γὰρ ὄψις οὐ πάρα", ἤγουν οὐ πάρεστιν.] (v. 126) Ἰστέον δὲ ὅτι τὸ "ἱπποκέλευθε" ὡς σεμνότερον τοῦ ἱππικέ καὶ τοῦ ἡνιοχικέ ὁ Ἀχιλλεὺς ἐπελέξατο εἰς ἔπαινον τοῦ ἑταίρου οἷα καὶ δηλοῦν ἀμφότερα. [Εἴη δ' ἂν ἱπποκέλευθος κυριολεκτικῶς ὁ πεζῇ βαδίζειν ὀκνῶν, τὰ πλείω δὲ ἀναβάλλων ἑαυτὸν εἰς τὸ ἔφιππος προϊέναι. ὃ [820] δὴ νόμος ἦν Πέρσαις, ἐπὰν ἔμαθον λυσιτελέστερον αὐτοῖς εἶναι τὸ μεθ' ἵππων πολεμεῖν ἤπερ πεζομαχεῖν.

(v. 129) Τοῦ δὲ "δύσεο" ἐνεστὼς δύσω, ἀναδραμὼν ἐκ μέλλοντος εἰς θέμα τὸ δύσω δύσομαι ἐδυσόμην ἐδύσου. τοιοῦτον δὲ σὺν ἄλλοις καὶ τὸ ἐβησόμην ἐβήσετο, ἐξ ἐνεστῶτος τοῦ βήσω, οἷς ἓν ἀποκεκλήρωται σίγμα πρὸς ἀκολουθίαν τοῦ πατρὸς μέλλοντος.] (v. 1309) Ἔτι ἰστέον καὶ ὅτι ἅμα ἤκουσε Πάτροκλος "δύσεο τεύχεα θᾶσσον" καὶ εὐθὺς ὁπλίζεται, καὶ ὅτι ἡ διασκευὴ τῆς τοῦ Πατρόκλου ὁπλίσεως οὐδέν τι παρεξηλλαγμένον ἔχει, ὧν παρ' ἑτέροις ἔγνωμεν, ἀλλ' ἀναπαύεται τοῦ κατὰ τὴν φράσιν καμάτου ὁ ποιητής, ταὐτολογήσας κἀνταῦθα τὰ ἑτέρωθι φρασθέντα καλῶς. καὶ ὅτι οὐδὲ τὰ τοῦ Ἀχιλλέως ὅπλα, οἷς ὁ Πάτροκλος ἄρτι ἐλλάμπεται, ὡς ἐχρῆν σεμνολογεῖ, ἀλλ' ἠρέμα καλὰς εἰπὼν κνημῖδας, θώρακα ποικίλον, ἀστερόεντα, ξίφος ἀργυρόηλον, σάκος μέγα τε στιβαρόν τε, καὶ κυνέην εὔτυκτον ἵππουριν, ἧς δεινὸν λόφος καθύπερθεν ἔνευε. τὸ μέντοι ἔγχος τοῦ Ἀχιλλέως, ὅπερ οὐχ' εἵλετο Πάτροκλος, εἰς πλέον σεμνολογήσει ἐν τοῖς ἐφεξῆς. οὐκ ἐνδιατρίβει δὲ ἄρτι τοῖς τοῦ Ἀχιλλέως ὅπλοις ὁ ποιητής, οἷα τὴν τοιαύτην ῥητορείαν τοῖς εἰσέπειτα ἡφαιστοτεύκτοις ταμιευόμενος, ὅτε καὶ μάχης ἄδεια τοῖς τε Ἀχαιοῖς καὶ τῇ κατ' αὐτὸν Μούσῃ.

(v. 134) Ὅρα δὲ τὸ "ἀστερόεντα" ἐπὶ θώρακος. οὐρανὸς μὲν γὰρ ἄλλως ἀστερόεις, ὡς ἄστρα ἔχων, θώραξ δὲ ἑτέρως, ὡς ἄστρῳ ἐοικώς.

(v. 139) Ἐν τούτοις δὲ ἔστι σαφῶς γνῶναι καὶ τί νοεῖ τὸ δούρατα παλάμαις ἀρηρότα. Πάτροκλος γὰρ "εἵλετο ἄλκιμα δοῦρε, τά οἱ παλάμηφιν ἀρήρει", ἀντὶ ἑνὸς ὃ περίεστι τῷ Ἀχιλλεῖ. αὐτὸ γὰρ παχὺ ὂν καὶ τῷ τηλικούτῳ Ἀχιλλεῖ ἁρμόττον οὐκ ἦν προσαρηρέναι τῇ χειρὶ τοῦ Πατρόκλου, οἷα μηδὲ χωρούμενον ἐν αὐτῇ. θώραξ μέντοι ἄλλως προσαρηρέναι τινὶ λέγεται φοροῦντι, οὐ μὴν κρατοῦντι.

(v. 140-144) Ὅτι Πάτροκλος ἔγχος οὐχ' εἵλετο μόνον, ὡς ἐρρέθη, τὸ τοῦ Ἀχιλλέως, ὃ βριθὺ μέγα στιβαρὸν ἱστορήσας ὁ ποιητής, καθά που καὶ τὸ τῆς Ἀθηνᾶς διεγράψατο, ἐπάγει "τὸ μὲν οὐ δύνατο ἄλλος Ἀχαιῶν πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεὺς Πηλιάδα μελίην. τὴν πατρὶ φίλῳ", δηλαδὴ τῷ Πηλεῖ, "πόρε Χείρων Πηλίου ἐκ κορυφῆς φόνον ἔμμεναι ἡρώεσσι". Φασὶ δὲ οἱ παλαιοὶ ὡς Πηλεὺς μὲν παρὰ Χείρωνος ἔμαθε πάλλειν τὸ ῥηθὲν δόρυ, Ἀχιλλεὺς δὲ αὖθις παρὰ τοῦ πατρός, αὐτὸς δὲ οὐδένα ἐδίδαξε. διὸ αὐτὸς μόνος οἶδε πάλλειν αὐτὸ καὶ οὐδεὶς ὀψίγονος ἀπώνατο οὐδὲ τῆς τοιαύτης τοῦ Ἀχιλλέως ἀρετῆς. Ἰστέον δὲ καὶ ὅτι εἴπερ εἶχεν Ὅμηρος ἐν τοῖς ἑξῆς καὶ δόρυ πλάσασθαι ἡφαιστότευκτον, ἔδωκεν ἂν κατά τινα μέθοδον [821] καὶ τὴν Πηλιάδα μελίην τῷ Πατρόκλῳ. νῦν δὲ ἐκκλίνει τὸ ἀπίθανον. οὐ γὰρ δορυξόος ἀλλὰ χαλκεὺς ὁ Ἥφαιστος. διὸ τὸ μὲν δόρυ ἀπόθετον ὁ ποιητὴς φυλάσσει τῷ Ἀχιλλεῖ παρὰ ταῖς ναυσί, τὰ δὲ λοιπὰ ὅπλα περιθέσθαι τῷ Πατρόκλῳ δίδωσιν, ἵνα σκυλευθέντος αὐτοῦ ἡ μετὰ ταῦτα ὁπλοποιΐα ἔχῃ πιθανὴν ἀφορμήν. Σκοπητέον δὲ εἰ μὴ πρὸς βλάβης γέγονε τῷ Πατρόκλῳ μὴ ἔχειν τὴν οὕτως ἐπίσημον μελίαν. εἰκὸς γὰρ ἐντεῦθεν μάλιστα ὑποπτευθῆναι αὐτόν, ὡς οὐκ ἦν Ἀχιλλεύς. Ὅρα δὲ καὶ ὅτι ἐκ τῶν ἐνταῦθα παρηχήσεων δίδωσιν ὁ ποιητὴς ἀφορμὰς τρεῖς πρὸς ἐτυμολογίαν τῆς Πηλιάδος μελίης· ἤγουν τὸ πῆλαι, "μόνος γὰρ ἠπίστατο πῆλαι", ὅ ἐστι κραδᾶναι, Ἀχιλλεύς, καὶ τὸ Πήλιον ὄρος, ὅθεν ἐτμήθη τὸ ξύλον, ἤδη δὲ καὶ τὸν πατέρα Πηλέα, οὗ δῶρον ἦν ἡ μελία. εἰ δὲ σιωπᾷ τὸ ὄνομα τοῦ Πηλέως Ὅμηρος, πατέρα μόνον εἰπών, σεμνῶς τοῦτο ποιεῖ, ἵνα μὴ κατακόρως εἰς πλέον ἐγκροαίνῃ παρηχήσεσι. Δῆλον δὲ ὅτι ἐξαίρετόν τι τὸ τοιοῦτον δῶρον ἦν ἐκ Χείρωνος μὲν τῷ Πηλεῖ, ἐξ αὐτοῦ δὲ τῷ υἱῷ, καθὰ καὶ τὸ σάκος τῷ Αἴαντι. διόπερ οὐδὲ ἦν εὐμεταχείριστον τῷ Πατρόκλῳ.

(v. 143) Ὅρα δὲ καὶ ὅτι ἔγχος προειπὼν Ἀχιλλέως, εἶτα εἰς τὴν ἰδιαιτάτην μετέβη αὐτοῦ κλῆσιν τὸ "Πηλιάδα μελίην".

(v. 144) Ἰστέον δὲ ὅτι τὸ "φόνον ἔμμεναι ἡρώεσσι" σεμνύνει μὲν καὶ τὸν Ἀχιλλέα ὡς μὴ ἀναιροῦντα τυχόντας ἄνδρας ἀλλ' ἥρωας. ἔστι δὲ παραφραστικὴ ἐπιτομὴ τοῦ "τῷ δάμνησι στίχας ἀνδρῶν ἡρώων", ὃ ἔφη που περὶ Ἀθηνᾶς. ἔνθα καὶ σεμνότερον τοῦ φονεύειν τὸ δάμνησιν.

(v. 145-147) Ὅτι Πάτροκλος μετὰ τὸν Ἀχιλλέα τὸν Αὐτομέδοντα τῖε μάλιστα, ὅ ἐστιν ἐτίμα. "πιστότατος δέ οἱ ἔσκε μάχῃ ἐνὶ μεῖναι ὁμοκλήν", ἤγουν πεπεισμένος ἦν ἐπ' αὐτῷ Πάτροκλος. καὶ ἄλλως, πίστιν ἐκεῖνος ἐδίδου τῷ Πατρόκλῳ, ὡς ἔστιν ὑπομενετικὸς ἐν μάχῃ οἷα μενεχάρμης καὶ μενεπτόλεμος. οὕτω καὶ Ἀχιλλεὺς μετ' ὀλίγα ἡγεμόνας ποιήσεται "οἷς ἐπεποίθει σημαίνειν", ἤγουν οἳ πιστοὶ αὐτῷ ἦσαν ἄρχειν. Ἐκ τοῦ πείθω δέ ἐστιν ὁ πιστός, ὥσπερ καὶ ὁ πιθανός, [Ὁ μέντοι πιστὸς ἤγουν ποτός, τουτέστι πινόμενος κατὰ τὸ χριστὰ καὶ πιστὰ φάρμακα, ἐκ τοῦ πίω πίσω παρῆκται, καθὰ καὶ τὰ πίσεα, περὶ ὧν ἀλλαχοῦ δηλοῦται.] (v. 147 s.) Διὰ δὲ τὴν ῥηθεῖσαν τιμήν, πάντως δὲ καὶ ἑτεροίαν, ἡνίοχος τῷ Πατρόκλῳ γίνεται ὁ ῥηθεὶς Αὐτομέδων, ὃς καὶ ὕπαγε ζυγὸν ὠκέας ἵππους, κελευσθεὶς μὲν καὶ ὑπ' Ἀχιλλέως, καὶ ἄλλως δέ, ὡς εἰκός, ἐπὶ πλέον ἀφ' [822] ἑαυτοῦ ὁρμηθεὶς ὡς ἀντιτιμῶν τὸν τιμῶντα. [Ἰστέον δὲ ὡς, εἰ καὶ οἱ μεθ' Ὅμηρον ὑπάγειν ζυγῷ φασιν ἐν δοτικῇ συντάξει, ἀλλ' ἐνταῦθα τὸ ὑπάγειν ζυγὸν ἵππους ταὐτόν ἐστι τῷ ὑπὸ ζυγὸν ἄγειν. Τὸ δὲ "ὠκέας" προκλητικόν ἐστι τοῦ ἐφεξῆς αὐτίκα μύθου περὶ τῶν ἵππων τοῦ Ἀχιλλέως.] (v. 149) Ὅτι Ξάνθος καὶ Βαλίος παροξυτόνως, καθὰ καὶ ἐν τοῖς μετὰ ταῦτα φανήσεται, ἵπποι Ἀχιλλέως, οἵ, φησίν, "ἅμα πνοιῇσι πετέσθην", ὅ ἐστιν ὁμοίως πνοαῖς ἀνέμου ἐπέτοντο, ὅπερ ἐν ἄλλοις φησὶ "θέειν ἀνέμοισιν ὁμοῖοι".

(v. 150 s.) Λέγει δὲ καὶ ὅτι αὐτοὺς "τέκετο Ζεφύρῳ ἀνέμῳ Ἅρπυια Ποδάργη, βοσκομένη ἐν λειμῶνι παρὰ ῥόον Ὠκεανοῖο". Ὥστε ἱπποφυές τι δαιμόνιον ἡ Ποδάργη, εἰ κατὰ τὸν μῦθον καὶ βόσκεται καὶ ἵππους γεννᾷ. παραλαλεῖ δὲ ὁ τοιοῦτος μῦθος καὶ ἔκτοπόν τι χρῆμα καὶ θεῖον τὴν παρωκεάνιον ταύτην Ποδάργην εἶναι καὶ τοὺς ἐξ αὐτῆς ἵππους, καὶ μηδὲ ἐξ ἀνθρώπων αὐτοὺς ἁπλῶς ἐλθεῖν τῷ Ἀχιλλεῖ, ἀλλὰ θεόθεν ποθέν. οὐ γὰρ ἂν ἄλλως αὐτῷ ἐξ Ὠκεανοῦ κτῆμα ἦλθον ἵπποι τοιοῦτοι. Ἰστέον δὲ ὅτι οἱ γράφοντες ἐνταῦθα οὐ παρὰ ῥόον Ἠριδα[νοῖο, καθὰ πολλὰ τῶν ἀντιγράφων ἔχει, ἀλλὰ ῥόον Ὠκεα]νοῖο, ἐξωκεανίζεσθαι ῥηθεῖεν ἂν τῇ κατὰ τὴν τοιαύτην γραφὴν ἀποπλανήσει. Τίς μέντοι ὁ Ἠριδανός, δηλοῖ ὁ Περιηγητής. ὄνομα δὲ κύριον Ἁρπυίας ἡ Ποδάργη, ἧς παρώνυμος ὁ τοῦ Ἕκτορος Πόδαργος. Ἰστέον δὲ ὅτι ταῦτα μυθικῶς μὲν διὰ τὸ ὑπερβάλλον τάχος τῶν τοιούτων ἵππων λέγει, ὡς οἷα ποδηνέμων ἢ ἀελλοπόδων ὄντων. τὸ δὲ φυσικόν, ὅθεν ὁ μῦθος ἐλήφθη, τοιοῦτόν ἐστιν, ὡς αἱ ἵπποι κατὰ τὴν καὶ ἀλλαχοῦ ῥηθεῖσαν ζωϊκὴν ἱστορίαν ἐξανεμούμεναι πρὸς Βορέαν, ᾧ συγγενές τι καὶ ὁ Ζέφυρος, εὐγενέστερον κύουσιν, [823] ὁποῖοι, ὡς εἰκός, καὶ οἱ τοῦ Ἀχιλλέως ἵπποι τετυχήκασιν εἶναι. Ἡ δὲ Ἅρπυια εἶδος μέν τι ἄλλως ἀνέμου ἐστί, πέπλασται δὲ τῷ μύθῳ εἰς δαιμόνιον πτερωτὸν ἱπποφυές, ὡς εἴρηται, ὁποῖα ὁ μῦθος παραφύειν τολμᾷ. οὗ καὶ ὁ Πήγασος ἐπίνοια. Ἐπεὶ γὰρ ἄνεμοί τινες βίαιοι κουφίζουσι κάτωθεν καὶ βαρέα σώματα, ἐμυθεύθησαν ἐντεῦθεν Ἅρπυιαι, σωματοειδῆ τινα πνεύματα, τερατώδεις πλάσεις, ὑφ' ὧν καὶ λέγονται ἁρπάζεσθαι ὅσα γίνονται ἀφανῆ, ὡς δηλοῖ καὶ τὸ "Ἅρπυιαι ἀνηρείψαντο". ὧν μιᾶς τινος ἐξέφυ καὶ ἡ Ποδάργη, πρέπουσα κατὰ τὸν μῦθον εἰς γένεσιν πόδας ἀργοῦ ἵππου εἴτ' οὖν ποδώκεος. Δῆλον δὲ ὡς, εἰ καὶ ταῖς λοιπαῖς Ἁρπυίαις ὁ μῦθος χεῖρας προσπλάττει ὡς καὶ ἁρπάζειν, ἀλλ' ἡ Ὁμηρικὴ αὕτη οὐκ ἂν εἶναι πιθανολογηθείη τοιαύτη διὰ τὸ ἱπποφυές. ὅτι δὲ πολλοὶ παρωκεάνιοι λειμῶνες εἰς νομὴν ζῴοις ἀνεῖνται, εἰκός ἐστιν ὑπονοεῖσθαι πιθανῶς. [(v. 149 s.) Ἰστέον δὲ ὅτι φάναι μὲν τὸν Ξάνθον καὶ τὸν Βαλίον ἅμα, ἤγουν ὁμοίως, πνοαῖς, οὐχ' ἁπλῶς ἀλλ' ἀνέμου οἷον Ζεφύρου ἢ Ἁρπυιῶν τῶν κατ' ἀλληγορίαν, πέτεσθαι ὡς ἀνεμώκεας καὶ ἀελλόποδας καὶ ὁπλαῖς ἴσους Ἁρπυίαις κατὰ τὴν παρὰ τῷ Λυκόφρονι Ἅρπινναν παραβολικόν ἐστι καὶ διὰ τοῦτο ἀσφαλές. πολλὰ γὰρ τῶν θνητῶν, ἐν οἷς καί τινες ἥρωες, θείοις εἰκάζονται προσώποις καὶ πράγμασιν. εἰπεῖν δὲ αὐτόχρημα τόκους Ἅρπης καὶ Ζεφύρου τοὺς εἰρημένους ἵππους, ἀμύθητον τόλμαν ἔχει. Ἔτι ἰστέον καὶ ὅτι, ὥσπερ ὁ Ξάνθος, ὁποῖον ἂν εἴποι τις, βαρύνεται πρὸς διαστολὴν τοῦ κατὰ χρῶμα ξανθοῦ, οὕτω καὶ ὁ Βαλίος ἵππος παροξύνεται ὡς οἷα κύριον ὄνομα ἵππου κατὰ τὰ τριβράχεα ἐπὶ ἀνθρώπων κύρια, ἵνα διαστέλλοιτο [824] τοῦ βαλιός, ὅπερ ὀξυτόνως τὸν ταχὺν ἢ στικτὸν δηλοῖ, ὅθεν καὶ βαλιὰ ἔλαφος, οἷς θέμα τὸ βάλλειν. εἰ δὲ καὶ τὸ βαλλίζειν, ἤγουν κωμάζειν ἢ χορεύειν, καὶ ὁ ἐξ αὐτοῦ βαλλισμός, οὗ παραφθορά τις τὸ βαβαλίζειν, ἐκ τοῦ βάλλειν παρῆκται καὶ αὐτό, οὐκ ἄν τις ἀποφήναιτο στερεῶς.] (v. 1524) Ὅτι ὁ ῥηθεὶς Αὐτομέδων "ἐν παρηορίῃσιν ἀμύμονα Πήδασον ἵει, τόν ῥά ποτ' Ἠετίωνος ἑλὼν πόλιν ἤγαγ' Ἀχιλλεύς, ὃς καὶ θνητὸς ἐὼν ἕπεθ' ἵπποις ἀθανάτοισιν", ἵνα, φασί, κολάζῃ καὶ εἰς συμμετρίαν ἄγῃ τὸ ὑπερβάλλον τοῦ τάχους ἐκείνων καὶ ἐγκόπτῃ τὸ πολὺ τοῦ δρόμου. ἐπαινετὸς οὖν ἡνίοχος, ὃς δύναται ἀναχαιτίζειν τοσαύτης ῥύμης ὁρμὴν καὶ ποιεῖν ἰσοδρομεῖν καὶ τὸν Πήδασον, ταχύπουν, οἷα εἰκός, καὶ αὐτὸν ὄντα. εἰ δὲ ἦν ἀκουστὸς τῷ ποιητῇ ὁ περὶ τοῦ Πηγάσου μῦθος, ἐκεῖθεν ἂν δόξειε παραποιῆσαι τὸν τοῦ Ἀχιλλέως Πήδασον διὰ τάχους ὁμοιότητα.

(v. 153) Ὅρα δὲ ὡς κἀνταῦθα μνήμην ὁ ποιητὴς παρέρριψεν Ἠετίωνος πρὸς ἐγκοπὴν τοῦ κατὰ τὴν φράσιν ὁμοειδοῦς, ἤγουν πρὸς ποικιλίαν γραφῆς.

(v. 152) Παρηορίαι δὲ αἱ παρηρτημέναι τῷ ζυγῷ σειραὶ εἰς δεσμὸν περισσοῦ ἵππου, ὃς ἐστὶ παρήορος, καθὰ προδέδεικται, οὗ παρώνυμοι αἱ παρηορίαι. χρεία δὲ δῆθεν παρηόρου ἐστὶ καὶ νῦν, ἡ γνωσθεῖσα καὶ ἀλλαχοῦ ἐπὶ Νέστορος, ὡς ἂν δηλαδή, εἴ που πέσοι τῆς ξυνωρίδος ὁ ἕτερος, αὐτὸς ἀναπληροῖ τὸ λεῖπον καὶ φυλάττοι τὴν ξυνωρίδα ὡς πρότερον. Ἔστι δὲ τοῦτο ἐνταῦθα δεινότης μάλιστα ἤγουν οἰκονομία τοῦ ποιητοῦ, ἵνα ὥσπερ ἡνιόχῳ καὶ ὅπλοις, οὕτω καὶ ἵππῳ ζημιώσῃ τὸν Ἀχιλλέα, ὃς δή ἐστιν ὁ θνητὸς Πήδασος. Ξάνθος γὰρ καὶ Βαλίος οὐ τοιοῦτοι κατὰ τὸ αἴτημα τοῦ μύθου, ἀλλ' ἀθάνατοι. τὸ δὲ τοιοῦτον ἀθάνατον ἄρρενας εἶναι, οὐ μὴν ἐντομίας, καὶ τοὺς τοῦ Ἀχιλλέως ἵππους δηλοῖ, δυναμένους σπείρειν καὶ τῇ διαδοχῇ ὥσπερ ἀθανατίζεσθαι. ὁ μέντοι Πήδασος ἔοικεν ἐκτετμῆσθαι τῶν γονίμων μορίων, καὶ διὰ τοῦτο θνητὸς λέγεται ὡς μὴ ἔχων διαδοχήν. διὸ καὶ ἀμύμονα ἔφη αὐτόν, ὅπερ κατὰ τὴν παρατήρησιν τῶν παλαιῶν ἐπὶ θνητῶν εἴωθε λέγεσθαι. διὸ καὶ ὁ ποιητὴς ὥσπερ τὸν θνητόν, οὕτω καὶ τὸν ἀμύμονα ἐνταῦθα τοῖς ἀθανάτοις ἀντιδιαιρεῖ. Τὸ δὲ "Πήδασον ἵει" μετὰ προθέσεως χρὴ λέγειν ἐνίει, [825] ὅ ἐστιν ἐνέβαλλεν, ἐνετίθει, ἐνεδέσμει. Τὸ δὲ "ἤγαγεν Ἀχιλλεύς" ἀντὶ τοῦ ἀπήγαγεν, ἐληΐσατο.

(v. 155 s.) Ὅτι τοὺς Μυρμιδόνας αὐτός, ὡς ὑπέσχετο, ἀγείρας ὁ Ἀχιλλεὺς ἐποιχόμενος θώρηξε "πάντας ἀνὰ κλισίας σὺν τεύχεσιν", ὃ δοκεῖ ἐκ περισσοῦ κεῖσθαι διὰ τὸ ἀρκεῖν εἰς ἔννοιαν τελείαν καὶ τὸ "θώρηξε" δίχα τοῦ "σὺν τεύχεσι", καὶ ὅτι τοὺς τῶν Μυρμιδόνων ἄρχοντας λύκοις εἰκάζει κεκορεσμένοις ἀπὸ ἐλάφου καὶ εἰς ὕδωρ ἀπιοῦσι.

(v. 15666) Φησὶ γὰρ "οἳ δὲ λύκοι ὣς ὠμοφάγοι, τοῖσίν τε περὶ φρεσὶν ἄσπετος ἀλκή, οἵ τ' ἔλαφον κεραὸν μέγαν οὔρεσι δῃώσαντες δάπτουσι· πᾶσι δὲ παρήϊον αἵματι φοινόν, καί τ' ἀγεληδὸν ἴασιν ἀπὸ κρήνης μελανύδρου λάψοντες γλώσσῃσιν ἀραιῇσι μέλαν ὕδωρ ἄκρον, ἐρευγόμενοι φόνον αἵματος. ἐν δέ γε θυμὸς στήθεσσιν ἄτρομός ἐστι, περιστένεται δέ τε γαστήρ. τοῖοι Μυρμιδόνων ἡγήτορες ἠδὲ μέδοντες ἀμφ' ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο ῥώοντο", διψῶντες δηλαδὴ πολέμου, ὡς καὶ λύκοι τοῦ μετὰ κόρον πιεῖν ἐκ πηγῆς. καὶ ἔστι πρὸς τοῦτο καὶ μόνον τείνουσα ἡ οὕτω πλατεῖα παραβολή. Καὶ σημείωσαι ὅτι διὰ τὸ ἄγαν εἰς τὴν μάχην πρόθυμον οὐ λύκοις εἴκασε τοὺς Μυρμιδόνας ὁρμωμένοις εἰς θήραν, ἀλλ' ἤδη καὶ κορεσαμένοις τῆς ἄγρας. εἰ γὰρ καὶ ἶσον ἀπραξίᾳ τὸ μέλλον κατ' Εὐριπίδην, ἀλλὰ τὸ ἐξ ἀνάγκης ἐσόμενον ἔχει τι πλέον τοῦ ἁπλῶς ἐσομένου, ὡς καὶ ἐνταῦθα, ἐπεὶ ἐξ ἅπαντος οἱ Μυρμιδόνες αἵματος κορέσονται, ὡς ἤδη κεκορεσμένους αὐτοὺς θεωρεῖ.

(v. 156) Ἰστέον δὲ ὅτι καθ' ὁμοιότητα τοῦ "λύκοι ὣς ὠμοφάγοι" φθάσας ἔφη Τρῶας λείουσιν ἐοικέναι ὠμοφάγοισι, ἀνεπεξέργαστον ἀφεὶς ἐκεῖ τὴν τοιαύτην παραβολήν.

(v. 157) Ὅρα δὲ καὶ ὅτι τὸ "περὶ φρεσὶν ἄσπετος ἀλκή" οὐ μόνον ἐπὶ ἀνθρώπων ἀλλ' ἰδοὺ καὶ ἐπὶ λύκων κεῖται.

(v. 158) Τὸ δὲ "κεραὸν μέγαν" πρὸς πιθανότητα κεῖται τοῦ πολλοὺς ἐξ αὐτοῦ κορεσθῆναι λύκους. οὐ γὰρ μόνον κεραός, ἤγουν τέλειος, ἀλλὰ καὶ μέγας, ὃ διαστέλλει αὐτὸν τῶν κεραῶν μέν, οὐ μεγάλων δέ.

(v. 159) Περὶ δὲ τοῦ δάπτειν, ἀφ' οὗ τὸ δαρδάπτειν γίνεται, προδεδήλωται. Παρήϊον δὲ νῦν μὲν ἡ παρειά. ἐν δὲ τῷ "παρήϊον ἔμμεναι ἵππου" κόσμος ἵππου παραγναθίδιος τὸ παρήϊον, ὡς δεδήλωται. Τὸ δὲ φοινὸν πρωτότυπόν ἐστι τοῦ δαφοινόν, καὶ δηλοῖ τὸ πεφοινιγμένον ὁμοίως τῷ "αἵματι φοινικόεις", ὅ ἐστιν ἐρυθρός, ὅθεν καὶ χλαῖνα φοινικόεσσα καὶ Φοίνικες, ἔθνος οἰκῆσαν περὶ ποταμὸν Ἐρύθραν [826] ἢ περὶ Ἐρυθρὰν θάλασσαν, καὶ τὸ φυτὸν δὲ φοῖνιξ, ὅτι τοιοῦτον καρπὸν τελεσφορεῖ.

(v. 160) Τὸ δὲ ἀγεληδόν ἰδιότητα λύκων ἱστορεῖ. συναγελαστικὸν γὰρ καὶ αὐτοὶ ζῷον καὶ οὐ κατὰ λέοντας καὶ παρδάλεις ἐρημάζει μονάζοντα. [Τὸ δὲ ἴασιν, ὅ ἐστιν ἔρχονται, προπαροξύνεται πρὸς διαστολὴν τοῦ ἱᾶσιν, ὅθεν τὸ ἀφιᾶσι.] (v. 161) Τὸ δὲ λάπτειν ὠνοματοπεποίηται, καθὰ καὶ τὸ ἐρεύγεσθαι, ἃ καὶ ἔχει τινὰ νῦν ἀστειότητα, οἱονεὶ λέγοντος τοῦ ποιητοῦ, ὅτι οἱ λύκοι λάπτοντες ὕδωρ ἀντερεύγονται αἷμα ἐκεῖσε, ὑφ' οὗ τὸ ὕδωρ φοινίσσεται. δῆλον δὲ ὅτι ῥοφήσεως μὲν εἶδος καὶ τὸ λάπτειν. τραχυφωνότερον δὲ τούτου τὸ ῥοφεῖν, καὶ οὐδὲ κυριολεκτεῖται ἐπὶ κυνῶν. τὰς δὲ γλώσσας ἀραιὰς τοῖς λύκοις φησὶν ἢ μετὰ δασείας ἀντὶ τοῦ στερεὰς καὶ ἐπιμήκεις, ἢ μετὰ ψιλῆς ἀντὶ τοῦ βλαπτικάς.

(v. 162) Ἄκρον δὲ λάπτουσιν ὕδωρ, διότι κατὰ τοὺς παλαιοὺς οὐ καθιᾶσι τὴν γλῶσσαν εἰς τὸ ὕδωρ ὡς οἱ βόες, οὐδὲ κατὰ τοὺς λυκοσπάδας ἵππους τὸ ἥμισυ τῆς ὄψεως, ἀλλὰ τοῦ ἐπιπολῆς ὕδατος πίνουσιν ὡς εἴπερ καὶ ἔλειχον. Τὸ δὲ "φόνον αἵματος" περιφραστικῶς ἀντὶ τοῦ αἷμα. ἐκ δὲ τούτου γίνεται τὸ "φοινὸς αἵματι".

(v. 163) Τὸ δὲ "περιστένεται", εἰ καὶ φαίνεται στεναγμόν τινα σημαίνειν τοῖς λύκοις διὰ τὸ ἐκ τοῦ κόρου πολὺ βάρος, ἀλλ' ὁ Ἀρίσταρχος ἀντὶ τοῦ περιτείνεται νοεῖ διὰ πλησμονήν, ὡς ἀπὸ τοῦ τένω ὡς κτένω πλεονασμῷ τοῦ σ, καθὰ καὶ ἐν τῷ φερέσβιος [καὶ τοῖς ὁμοίοις, ἀναλογώτερον δὲ εἰπεῖν, ὡς ἐν τῷ πῶ, τὸ κτῶμαι, καὶ μετὰ τοῦ σ σπῶ σπῶμαι καὶ ἐπισπῶμαι τὸ εἰς ἐμαυτὸν ἕλκω οἷα καί τι κτῆμα.] (v. 164) Πολλοὺς δὲ λέγει Μυρμιδόνων ἡγήτορας ἀντὶ τοῦ ἁπλῶς στρατηγούς. κυρίως γὰρ ἕνα εἶχον ἡγήτορα, ὃς αὐτοῖς εἰς Τροίην ἡγεῖτο ἀνάσσων μέγα ἢ κρατέων [827] μέγα, καθὰ μετ' ὀλίγα εὐθὺς ἐρεῖ ὁ ποιητής. [(v. 166) Τὸ δὲ "ῥώοντο", τουτέστιν ἐρρωμένως ἐκινοῦντο, σύστοιχόν ἐστι τῷ "ἀμβρόσιαι δ' ἄρα χαῖται ἐπερρώσαντο".

(v. 166 s.) Ὅτι χρήσιμον εἰς ἔπαινον στρατηγοῦ τὸ "ἐν δ' ἄρα τοῖσιν ἀρήϊος ἵστατο ὁ δεῖνα, ὀτρύνων ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας". Μυρμιδόνων δὲ νῦν ἐπίθετον τὸ ἀσπιδιώτας, ὥσπερ Ἀχιλλέως τὸ ἀρήϊος, Πατρόκλου δὲ τὸ ἀγαθὸς θεράπων.] (v. 168) Ὅτι ἀναμιμνήσκων ὁ ποιητὴς ὅσας εἶχεν ὁ Ἀχιλλεὺς νῆας, φησὶ "πεντήκοντα ἦσαν νῆες θοαί, ᾗσιν", ἤγουν αἷς, "ὁ Ἀχιλλεὺς ἐς Τροίην ἡγεῖτο Διῒ φίλος".

(v. 169 s.) Εἶτα ἱστορῶν καὶ οἷαι ἦσαν εἰς χώρησιν, ἐπάγει "ἐν δ' ἂρ ἑκάστῃ" ἢ ἐν δὲ ἑκάστῃ "πεντήκοντ' ἔσαν ἄνδρες ἐπὶ κληῗσιν ἑταῖροι". ὡς εἶναι αὐτὰς μὲν οὕτω πεντηκοντόρους, τούτους δὲ πεντακοσίους πρὸς τοῖς δισχιλίοις, (v. 171 s.) Οἷς ἄρτι πέντε τοὺς μετ' ὀλίγα ῥηθησομένους ἡγεμόνας ποιήσατο, "τοῖς ἐπεποίθει", τουτέστιν οὓς εἶχε πιστοὺς ἢ οἷς ἐπίστευε, "σημαίνειν, αὐτὸς δὲ μέγα κρατέων ἤνασσεν", ὡς οἷά τις εὐρυκρείων ἐν αὐτοῖς, οὓς διὰ τοῦτο ὑποστρατήγους τις καὶ ὑφηγεμόνας ἐρεῖ. Ὅρα δὲ ὅτι ἐφυλάξατο εἰπεῖν εὐρὺ κρατέων. τοῦτο γὰρ τοῦ Ἀγαμέμνονος ἦν, ὅθεν καὶ κυρίως εὐρυκρείων ἐκεῖνος. εἰ δὲ εὐρὺ κλέος ἐπὶ Ὀδυσσέως λέγεται καὶ ἄλλων τινῶν, ὃ δὴ καὶ τῷ Ἀχιλλεῖ πρέποι ἄν, ἀλλ' οὐ ταὐτὸν κλέος καὶ κράτος. ὅθεν οὐδὲ πᾶς ὁ εὐρὺ κλέος ἔχων ὁ αὐτός ἐστι τῷ εὐρυκρείοντι. Ὅρα δὲ καὶ τὸ "αἷς ὁ Ἀχιλλεὺς ἐς Τροίην ἡγεῖτο" ἄλλως ῥηθὲν ἤπερ ἐπὶ Κάλχαντος ἐρρέθη τὸ "ναυσὶν Ἀχαιῶν ἡγήσατο εἰς Ἴλιον". ἐκεῖνος μὲν γὰρ ὡδήγησεν ὑποδείξας τὴν κέλευθον, Ἀχιλλεὺς δὲ ἡγεμών ἐστι ταῖς ναυσίν, αἷς ἡγεῖται. Ὅρα δὲ καὶ τὸ "ἐποιήσατο" παθητικῶς τε προενεχθὲν καὶ ληφθὲν ἀντὶ τοῦ προεβάλετο, οὐ φύσει ἄρχοντας Μυρμιδόνων ὄντας ἀλλὰ θετῶς οἷα νῦν ποιηθέντας.

(v. 173) Σημείωσαι δὲ καὶ ὅτι ἐνταῦθα λέγων ὁ ποιητής, ὡς τῶν ῥηθέντων πέντε ἡγεμόνων ἰῆς μὲν στιχὸς ἦρχεν ὁ δεῖνα, τῆς δ' ἑτέρης ὁ δεῖνα, τῆς δὲ τρίτης ὅδε τις, τῆς δὲ τετάρτης ἄλλος, καὶ τῆς πέμπτης ὁ δεῖνα, στίχα τὴν πεντακοσιοστὺν λέγει. ἐκ πεντακοσίων γὰρ ἀνδρῶν ἐνταῦθα ἑκάστη τῶν στιχῶν. ἐν οἷς ὅρα καὶ ὅτι τὸ μὲν ἰῆς στιχὸς ἀντὶ τοῦ μιᾶς τὴν πρώτην δηλοῖ, τὸ δὲ τῆς ἑτέρας ἀντὶ τοῦ δευτέρας, ὡς μὴ ἐγχωροῦν εἰπεῖν ἐν ἡρωϊκῷ μέτρῳ τὸ δευτέρας διὰ τὸ ἀθεράπευτον ἀμφίμακρον. μετρεῖ γοῦν οὕτω στιχὸς ἰῆς, ἑτέρης, τρίτης, τετάρτης, πέμπτης. Ἔστι δὲ καὶ ἐν τούτοις ποικίλος ὁ [828] ποιητής, τοὺς μὲν τῶν τριῶν στιχῶν ἡγεμόνας πλατύτερον ἱστορῶν, καὶ μᾶλλον τὸν τῆς μιᾶς καὶ τὸν τῆς ἑτέρας, ἤτοι δευτέρας, τὸν δὲ τέταρτον Φοίνικα ἐνὶ παραβύων στίχῳ. ἐξάγει γὰρ καὶ αὐτὸν εἰς μάχην, ὡς ἂν εἴη μνήμων τις τῷ Πατρόκλῳ, εἰ καὶ μηδὲν ὤνησεν. οὕτω δὲ καὶ τὸν τῆς πέμπτης στιχὸς Ἀλκιμέδοντα, τοῦτον μὲν ἀμύμονα προσειπών, τὸν δὲ γέροντα ἱππηλάτην, καὶ εἰς τοσοῦτον μόνον ἐπιδρομάδην σεμνύνας αὐτούς. διὰ τί; διότι Φοῖνιξ μὲν ἔγνωσται ἤδη καὶ οὐ χρὴ ἀναδιδάσκειν τὰ κατ' αὐτόν, Φοίνικος δὲ ἀπεριλαλήτου παραρριφέντος οὐκ ἐχρῆν τὸν πέμπτον σεμνολογεῖσθαι μακρά.

(v. 173-178) Ὅτι τῆς πρώτης τῶν Μυρμιδόντων στιχὸς "ἦρχε Μενέσθιος αἰολοθώρηξ, υἱὸς Σπερχειοῖο, διϊπετέος ποταμοῖο, ὃν τέκε Πηλῆος θυγάτηρ καλὴ Πολυδώρη Σπερχειῷ ἀκάμαντι, γυνὴ θεῷ εὐνηθεῖσα, αὐτὰρ ἐπίκλησιν Βώρῳ, Περιήρεος υἷι", ἤγουν υἱῷ Περιήρους, οὗ εὐθεῖα ὁ Περιήρης, "ὅς ῥα", ἤγουν ὃς δὴ Βῶρος, "ἀναφανδὸν ὄπυιε πορὼν ἀπερείσια ἕδνα".

(v. 173) Ἐνταῦθα δὲ οἱ μέν φασιν ἑτέρου τινὸς εἶναι Πηλέως ἔγγονον τὸν ῥηθέντα Μενέσθιον, καὶ ἐπαγωνίζονται τῷ λόγῳ. οἱ δέ τινες ἀδελφιδοῦν αὐτὸν τοῦ Ἀχιλλέως εἶναι τίθενται καὶ νικῶσιν οὗτοι. Καὶ τοίνυν θεωρητέον ὡς Πηλεὺς μὲν Θέτιδι μιγείς, θαλασσίᾳ δαίμονι, γεννᾷ τὸν Ἀχιλλέα, ἡ δὲ τοῦ Ἀχιλλέως ἀδελφὴ ὑπὸ ποταμῷ γεννᾷ τὸν Μενέσθιον. ἴσως γὰρ εἰ καὶ ὑγρὸς κατὰ τοὺς ἐκ ποταμῶν καὶ θυμῷ ζέειν πεφυκὼς καὶ ἄγριος ὁ Μενέσθιος, ἀλλ' οὐχ' ὥστε καὶ θαλάσσης λέγεσθαι παῖς, καθάπερ ὁ Ἀχιλλεὺς ὠνείδισται. ὑφειμένως δὲ καὶ ἧττον ἦν μεγαλόθυμος.

(v. 174) [Περισπερχὴς μέντοι φερωνύμως τῷ πατρὶ Σπερχειῷ ποταμῷ Ἑλλαδικῷ, ῥέοντι ὀξὺ καὶ ἐπισπέρχοντι τὸ ῥεῦμα, κἀντεῦθεν εὐκληρήσαντι λαχεῖν τὸ τοῦ Σπερχειοῦ ὄνομα, καθὰ καὶ ὁ Ἄκις ὀξυρρόας καὶ ἐκεῖνος ποταμὸς τὴν ἐκ τῆς ὀϊστευτικῆς ἀκίδος κλῆσιν, καὶ ὁ Ἀράξης ὁμοίως καὶ αὐτὸς ῥέων τὴν ἐκ τοῦ ἀράσσειν, ὅθεν καὶ οἱ καταράκται. Εἰ δὲ καὶ ἰχθύες περὶ τὸν τοιοῦτον ποταμόν, εἶεν ἂν ἀγαθοὶ κατὰ τὸν ἱστορήσαντα τοῦτο. εἰ γὰρ καὶ δύσπεπτοι, [829] φησί, καὶ βαρύτατοι τῶν θαλασσίων οἱ μετεμβαίνοντες ἐκ θαλάσσης εἰς ποταμοὺς καὶ λίμνας ‑ σῆψις γὰρ ὕδατος τὸ λιμναῖον ‑ , ὅμως ἀμείνους οἱ ποτάμιοι, καὶ τῶν ποταμίων βέλτιστοι οἱ ἐν τοῖς ὀξυτάτοις τῶν ποταμῶν.] Διϊπετὴς δὲ κυρίως μὲν ὁ χείμαρρος ὁ αὐτόθεν ἐκ Διὸς ἀέρος πίπτων, ἤτοι γεννώμενος, ὡς καὶ ἀλλαχοῦ δηλοῦται. καταχρηστικῶς δὲ καὶ ὁ ἀένναος. [Συνεισάγει δὲ βοήθειαν τῇ πρώτῃ ἐννοίᾳ καὶ Μάτρων ὁ περίπυστος παρῳδός, ἐν οἷς λέγει οὕτω "βολβίνας, ἃς ἐν χέρσῳ θρέψε Διὸς παῖς ἄσπετος ὄμβρος, λευκοτέρας χιόνος ἰδεῖν, ἀμύλοισι δ' ὁμοίας. τάων φυομένων ἠράσσατο πότνια γαστήρ". Ἐν τούτοις γὰρ Διὸς υἱὸν τὸν ὑετὸν εἰπὼν συντελεῖ τι ἐς τὸ νοεῖν ποταμὸν διϊπετῆ τὸν ἐξ ὑετοῦ, ὃν Ζεὺς ἀὴρ δοκεῖ γεννᾶν. Τῶν δὲ εἰρημένων τὸ μὲν "ἃς ἐν χέρσῳ θρέψε Διὸς παῖς" παρῴδηται ἀπὸ τοῦ "οὓς θρέψε ζείδωρος ἄρουρα". τὸ δὲ λευκοτέρας χιόνος ἐκ τοῦ "ἵπποι λευκότεροι χιόνος". τὸ δὲ "τάων φυομένων" καὶ ἑξῆς ἐκ τοῦ "ὧν βοσκομενάων ἠράσσατο Βορρᾶς". Βολβίνας δὲ λέγοι ἂν ἴσως τοὺς παρ' Ἀττικοῖς βολβούς, ὧν χρῆσις καὶ παρὰ τῷ Κωμικῷ. Ἀμύλους δὲ εἶδός τι πλακοῦντος εὐθρύπτου καὶ οἵου μὴ ἀφιέναι μύλας ὀδόντων πονεῖσθαι περὶ αὐτόν. Ἰστέον δὲ καὶ ὅτι ἐκ τοῦ καθ' Ὅμηρον διϊπετοῦς ποταμοῦ, ἤγουν υἱοῦ Διός, λαβών τις τῶν μεθ' Ὅμηρον ‑ Ἀρχέστρατος δὲ ἦν ἐκεῖνος ὁ ὀψοφάγος ‑ θεόπαιδα ἔφη παίζων τὸν Μιλήσιον λάβρακα, ὃν ἡ ἐν τῷ ἐσθίειν λαβρότης παράγει, δι' ἣν καὶ ἀπόλλυται ὑπὸ καρίδων. Καινὸν δὲ οὐδὲν θεογενῆ παιχθῆναι λάβρακα, εἴγε καὶ θεοὺς αὐτόχρημα τοὺς μεγάλους ἰχθῦς ἐκάλεσαν εὐτραπελευόμενοι. πυθόμενος γάρ τις ἰχθυοπώλου, ὁποίους δή τινας ἰχθύας ἔχοι πωλεῖν, καὶ ἀκούσας ὅτι λάβρακα τυχὸν ἢ ἀνθίαν ἢ τοιούσδε τινάς, ἔφη "θεοὺς ὀνομάζεις, ἐμοὶ δὲ ἰχθύων χρεία, οὐ θεῶν".] (v. 175) Τὸ δὲ "Πολυδώρη" φερώνυμος κλῆσις. ἀπερείσια γὰρ ἔλαβεν ἕδνα. ὁ δέ γε Πριαμίδης Πολύδωρος διὰ τὰ ἐκ φύσεως δῶρα οὕτως ὠνομάσθη καθὰ καὶ ἡ [830] παρὰ τῷ Ἡσιόδῳ Πανδώρα.

(v. 176) Ἀκάμαντα δὲ Σπερχειὸν ἀντὶ τοῦ ἀένναον, καὶ ὡς εἴ τις εἴποι ἀκάματον, καθὰ καὶ Διονύσιος ἀκαμάτοιο ῥόον φησὶν Ὠκεανοῦ. [Καὶ ἄλλως δὲ "ἀκάμαντα" διὰ τό, ὡς ἐρρέθη, ὀξὺ καὶ περισπερχὲς τοῦ κατ' αὐτὸν ῥεύματος. μυθικῶς μέντοι διὰ τὸ αὐτοῦ ἀνύπεικτον καὶ περὶ πράξεις ἀκμαῖον καὶ ἀνδρικόν. ὅπερ ἔχειν ἐχρῆν καὶ τὸν υἱὸν Μενέσθιον.] (v. 177) Ἐπίκλησιν δὲ ἀντὶ τοῦ κατὰ μόνον λόγον καὶ δόκησιν καὶ μέχρις ὀνόματος, οὐ μὴν πρὸς ἀλήθειαν, ἵνα ᾖ ἐπίκλησις κλῆσις ἐπὶ τῇ πρώτῃ πρόσθετος. Σπερχειοῦ γὰρ ὢν φύσει κατὰ μῦθον ἐνταῦθα ὁ Μενέσθιος ἐπεκαλεῖτο Βώρου υἱός. Κεῖται δὲ ἡ λέξις παρὰ τοῖς ὕστερον καὶ ἐπὶ κατηγορίας, καθὰ καὶ παρὰ Σοφοκλεῖ τὸ ἐπίκλημα. ἐκ δὲ τοῦ ἐπίκλησιν τὸ ἐπίκλην ἐπιθετικὸν ἐπίρρημα συνέκοψαν οἱ μεθ' Ὅμηρον.

(v. 178) Τὸ δὲ "ἀναφανδὸν ὀπυίειν" τὴν νόμιμον ὁμιλίαν δηλοῖ. οὗ ἐναντίον μετ' ὀλίγα τὸ "παρελέξατο λάθρα", ὃ ταὐτόν ἐστι τῷ κλεψιγαμεῖν, ἐφ' οὗ τὸ ὀπυίειν χώραν οὐκ ἔχει, ἀλλὰ τὸ παραλέξασθαι καὶ τὸ εὐνηθῆναι, ὡς ἀνωτέρω κεῖται. Σημείωσαι δὲ καὶ ὅτι καλῶς οἱ μὴ γεννώμενοι παῖδες ἐκ γυναικῶν ἀναφανδὸν ὀπυιομένων σκότιοι λέγονται διότι καὶ πρὸς τὸ ἀναφαίνειν ἀντίκειται τὸ σκοτίζειν, ὥσπερ καὶ τῷ φωτὶ τὸ σκότος. Τὸ δὲ "πορὼν ἀπερείσια ἕδνα" ὑποκαταβὰς οὕτω φράζει "ἐπεὶ πόρε μυρία ἕδνα". Ἐν οἷς ὅρα καὶ ὅτι ἕδνα τὰ ἐξ ἀνδρῶν πρὸς γυναῖκας εἶπεν.

(v. 179-190) Ὅτι τῆς ἑτέρης, ἤτοι δευτέρας, στιχὸς "Εὔδωρος ἀρήϊος ἡγεμόνευε παρθένιος, τὸν ἔτικτε χορῷ καλὴ Πολυμήλη, Φύλαντος θυγάτηρ", ὑπὸ τῷ Ἀργεϊφόντῃ, ὃς αὐτῆς "ἠράσατο ὀφθαλμοῖσιν ἰδὼν μετὰ μελπομένῃσι ἐν χορῷ Ἀρτέμιδος χρυσηλακάτου κελαδεινῆς. αὐτίκα δ' εἰς ὑπερῷα ἀναβὰς παρελέξατο λάθρῃ Ἑρμείας ἀκάκητα, πόρεν δέ οἱ ἀγλαὸν υἱὸν Εὔδωρον, περὶ μὲν θείειν ταχὺν ἠδὲ μαχητήν. αὐτὰρ ἐπεὶ δὴ τόν γε μογοστόκος Εἰλείθυια ἐξάγαγε προφόωσδε καὶ ἠελίου ἴδεν αὐγάς", ἃ δὴ περίφρασίς ἐστι τοῦ ἐγέννησε, "τὴν μὲν Ἐχεκλῆς ἠγάγετο πρὸς δώματα, ἐπεὶ πόρε μυρία ἕδνα", καὶ ἑξῆς. Καὶ ὅρα ὅτι τὸ ἐπίκλησιν τὸν δεῖνα τοῦ δεῖνα υἱὸν εἶναι, καὶ τὸ "ὃς ἀναφανδὸν ὄπυιε" καὶ ἑξῆς, ἄλλως ἐνταῦθα Ὅμηρος ἔφρασε, πολυμήχανος ὢν ῥητορεύειν.

(v. 180) Παρθένιος δὲ τίς ἐστιν, αὐτὸς ὁ ποιητὴς δηλοῖ, διδάξας παρθένιον εἶναι τῇ μητρὶ παῖδα, οὗ γεννηθέντος λάθρῃ ἐν παρθενίας καιρῷ, εἶτα τὴν γεννησαμένην ἀνὴρ ἕτερος ἠγάγετο πρὸς δώματα, ὅπερ ἀναφανδὸν ὀπυίειν πρὸ ὀλίγων ἔφη ὁ ποιητής. Καὶ ἄλλως δέ, παρθένιος υἱός, ὃν κατὰ τὸν ποιητὴν ἔπορέ τις, ὅ ἐστιν ἐπορίσατο, γυναικί, μιγεὶς αὐτῇ πρὸ [831] τοῦ γάμου. Δῆλον δὲ ὡς οὐ τοιοῦτος ἦν καὶ ὁ προρρηθεὶς ἄρχων τῆς πρώτης στιχὸς Μενέσθιος. οὐ γὰρ προεγεννήθη ἐκεῖνος τοῦ γάμου τῇ μητρί, ἀλλ' ὥσπερ ὁ Ἡρακλῆς Διὸς ἦν, ἐπίκλησιν δὲ Ἀμφιτρύωνος, οὕτω καὶ ὁ Μενέσθιος Βώρου μὲν ἦν ἐπίκλησιν, φύσει δὲ Σπερχειοῦ τοῦ σπείραντος. Ὅρα δ' ἐν τοῖς ῥηθεῖσιν, ὅπως ὁ ποιητὴς τῷ ἀγλαῷ Εὐδώρῳ συναγλαΐζει τὴν γραφήν, κοσμῶν αὐτὴν ὁμοτόνοις παρίσοις, τῷ Εὔδωρος, ἀρήϊος, παρθένιος. Τὸ δὲ "ἔτικτε χορῷ καλὴ Πολυμήλη" ἀμφίβολον. ἢ γὰρ ἡ κατὰ τὴν προρρηθεῖσαν Πολυδώρην καλὴ Πολυμήλη ἔτικτεν ἐν χορῷ, ἢ ἡ ἐν τῷ χορῷ καλὴ ἔτικτε, τουτέστιν ἡ ὡς εἰπεῖν καλλίχορος. ἀρετὴ γὰρ καὶ αὕτη παρθένων. καὶ ἔστι τοῦτο κάλλιον. Ἑρμῆς γὰρ ἠράσατο αὐτὴν ἰδὼν ἐν χορῷ. αὐτὴ δὲ οὐκ ἂν τέκοι ἐν χορῷ.

(v. 183) Ἑρμηνεύων δὲ τὸ "χορῷ" ἐπήγαγε τὸ "ἐν μελπομέναις" πρὸς διαστολήν τε ἀλλοίου χοροῦ καὶ τοῦ τῶν ἀνδρῶν δέ. ἐπεὶ δὲ καὶ τῶν μελπομένων γυναικῶν εἰσι διαφοραί, ἐπήγαγε τὸ "ἐν χορῷ Ἀρτέμιδος", ἤτοι ἐν χορείᾳ δημοτελεῖ. ἔνθα καὶ ἦν εἰκὸς ἐραστὰς παρεῖναι, οὓς οὐκ ἔχουσιν οἱ κατ' οἶκον ἢ καὶ ἄλλως ἰδιάζοντες χοροί.

(v. 180) Τὸ δὲ Πολυμήλη εὐμόρφῳ οἰκεῖον γυναικὶ ὄνομα διὰ τὰ ἐκ τῶν θρεμμάτων πολλὰ ἕδνα, ὁποία τις καὶ ἡ Πολύβοια καὶ ἡ Ἀλφεσίβοια. καθ' ὁμοιότητα δὲ ταύτης καὶ ἡ Φιλομήλα ἐκλήθη. τοὺς μέντοι ἄνδρας τὸν Εὔμηλον καὶ τὸν Πόλυβον καὶ τοὺς τοιούτους ἡ πολυκτημοσύνη οὕτως ἐκάλεσε.

(v. 182) Τοῦ δὲ "ἠράσατο" τὸ πρῶτον, ὅπερ ἐστὶν ἠρασάμην, ὁ Ζεὺς φθάσας ἔφη. οἰκείως δὲ Πολυμήλης ἐρᾷ Ἑρμῆς, ὁ τῶν μήλων, ἤτοι τῶν θρεμμάτων, ἐπιστατῶν ὡς νόμιος. καλῶς δὲ καὶ ὁ υἱὸς αὐτῷ Εὔδωρος ὀνομάζεται. ἀκάκητα γὰρ καὶ νῦν Ἑρμῆς εἴρηται. προσφυὲς δὲ τῷ μὴ κακοποιοῦντι τὸ εὔδωρον. ἔοικε δὲ καὶ πολυκτήμων ἢ λόγιος ἢ δόλιος ἢ καὶ πάντα ταῦτα εἶναι ὁ Εὔδωρος, διὸ καὶ ἐξ Ἑρμοῦ γενεαλογεῖται, ὃς τῶν τοιούτων προΐσταται. Τὸ δὲ "ὀφθαλμοῖσιν ἰδών" δριμύτητα ἔρωτος δηλοῖ. ἐν τοῖς τοιούτοις γὰρ οὐχ' οὕτως ἡ προαγωγεία καὶ ἡ λοιπὴ ἀκοὴ καὶ φαντασία δρᾶν ἔχει, ὡς τὸ τῆς θέας αὐτάγγελον.

(v. 183) Περὶ δὲ Ἀρτέμιδος καὶ διὰ τί χρυσηλάκατος καὶ κελαδεινή, καὶ περὶ Ἑρμοῦ δέ, καὶ ὅτι ὡς μὴ κακύνων ἀκάκητα λέγεται, ὃ καθ' ὁμοιότητα τοῦ μητιέτης μητίετα ἐκ τοῦ ἀκακήτης μεταπέπλασται, πολλαχοῦ δηλοῦται. προείρηται δὲ καὶ περὶ μογοστόκου [832] Εἰλειθυίας, ἧς ὅτι τὸ ἱερὸν Εἰλείθυιον λέγεται, ἐν ῥητορικῷ εὕρηται Λεξικῷ. Ἀναμνηστέον δ' ἐνταῦθα, ὅτι τε ἠλάκατα οὐδετέρως καὶ τὰ τόξα, ὅθεν χρυσηλάκατος ἡ χρυσότοξος, καὶ ὅτι τοξεύει καὶ Ἄρτεμις ὡς καὶ Ἀπόλλων, , εἴτε μυθικῶς αὐτοὺς νοεῖ τις εἴτε καὶ ἀλληγορικῶς ὡς σελήνην καὶ ἥλιον, καὶ ὅτι ἠλακάτη οὐ μόνον τὸ τοῦ ἐρίου ὄργανον, ἀλλὰ καὶ ὁ κάλαμος ἢ τὸ ξύλον τοῦ βέλους, ὅθεν Ἄρτεμις χρυσηλάκατος.

(v. 184) Ἐν δὲ τῷ "εἰς ὑπερῷ' ἀναβάς" γράφουσιν οἱ παλαιοί, ὅτι ταῖς γυναιξὶν ἀνώγεοι θάλαμοι ἐγίνοντο πρὸς τὸ μὴ συντυγχάνειν ῥᾳδίως ἀνδράσι. διὸ καὶ ἡ Πηνελόπη ἐν Ὀδυσσείᾳ εἰς ὑπερῷον καθημένη ποιεῖ ἃ ποιεῖ. καὶ Πριάμῳ δὲ τέγεοι θάλαμοι ποιοῦνται ταῖς ἑαυτοῦ. Φασὶ δὲ καὶ ὅτι τὰ μετέωρα τῶν οἰκημάτων ᾦα καλοῦσιν οἱ Λακεδαιμόνιοι, ὅθεν ὑπερῷον τὸ οἷον εἰπεῖν ὑπερύψηλον. περὶ οὗ καὶ ζητητέον διὰ τί μὴ προπαροξύνεται διὰ τὴν σύνθεσιν. Ὁ δὲ θέειν ταχὺς ὁ αὐτὸς τῷ ποδώκει ἐστίν.

(v. 188) Ὅρα δὲ καὶ ὅτι τὸ μὲν γεννῆσαι ἐξαγαγεῖν εἶπε προφόωσδε, τὸ δὲ γεννηθῆναι ἠελίου ἰδεῖν αὐγάς, καὶ ὅτι ἐν τῷ προφόωσδε οὐ κατὰ τὸ παρέλκον ἡ πρόθεσις κεῖται, ἀλλὰ τὴν τοῦ βρέφους πρόοδον εἰς φῶς δηλοῖ. ἔνθα καὶ ἐφερμηνευτικὸν τῆς προ προθέσεως τὸ φόωσδε.

(v. 191 s.) Ἐν δὲ τούτοις κεῖται καὶ πάππος πάνυ φιλῶν παρθένιον ἔγγονον. Φύλας γάρ, ὁ τῆς Πολυμήλης πατήρ, τοιοῦτός ἐστι περὶ τὸν Εὔδωρον. φησὶ γὰρ "τὸν δ' ὁ γέρων Φύλας εὖ ἔτρεφεν ἠδ' ἀτίταλλεν, ἀμφαγαπαζόμενος ὡς εἴ θ' ἑὸν υἱὸν ἐόντα". τοῦτο δέ ποτε καὶ εἰς θρεπτὸν υἱὸν ἀγαπητὸν ἁρμόσειν δύναται. Ἔστι δὲ ἀτιτάλλειν κατὰ ἀναδιπλασιασμόν, ὅπερ ἀλλαχοῦ ἀτάλλειν φησίν, ἤγουν ἀναπαύειν καὶ στερεῖν τοῦ ταλάσσειν, ἐξ οὗ τάλανες μὲν [καὶ ταλαοὶ] οἱ πολύπονοι, ἀταλοὶ δὲ οἱ μὴ πονοῦντες. [Ὅρα δὲ καὶ τὸ "εὖ ἔτρεφεν" ἔχον ἐνταῦθα [833] κοινὴν ἐντέλειαν. ἀλλαχοῦ μέντοι τοῦ μέτρου ἀπαιτοῦντος διαλύσας καὶ ἰωνίσας ἐΰτρεφεν ἔφη, ὥσπερ καὶ τὸ εὖ κρίνας μετ' ὀλίγα ἐϋκρίνας φησί, καὶ ἐν τοῖς ἑξῆς ἐϋπλήσασα ἤγουν εὐπλήσασα.] (v. 193) Ὅτι τῆς τρίτης τῶν Μυρμιδόνων στιχὸς Μαιμαλίδης Πείσανδρος ἀρήϊος ἡγεμόνευεν, ὃ καὶ ἐπὶ Εὐδώρου εἶπεν.

(v. 194 s.) Ὃν καὶ ἐπὶ πλέον ἐπαινῶν φησιν "ὃς πᾶσι μετέπρεπε Μυρμιδόνεσσιν ἔγχεϊ μάρνασθαι", οὐχ' ἁπλῶς μέντοι, "ἀλλὰ μετὰ Πηλείωνος ἑταῖρον" τὸν κατ' ἐξοχήν, ἵνα πάντων μὲν Ἀργείων εἴη ἄριστος Ἀχιλλεύς, Μυρμιδόνων δὲ ἀνδρειότατος μὲν Πάτροκλος, μετ' αὐτὸν δὲ Πείσανδρος. Ἐν τούτοις δὲ κεῖται σημείωσις τῶν παλαιῶν, ὡς ὁ τῆς Ἀχιλλέως μήνιδος χρόνος μετὰ τῆς παρούσης ἡμέρας ἑξκαιδεκάτη ἦν. εἰ δὲ ὀρθῶς ἐρρέθη, σκοπητέον ἀναλεξαμένοις τὰ εἰς τοῦτο προρρηθέντα. Ὅτι δὲ κατάλογόν τινα Μυρμιδόνων ἐν τοῖς ῥηθεῖσι ποιησάμενος Ὅμηρος τὰ μὲν περὶ τῶν τριῶν ἡγεμόνων πλατύτερον ἔφρασε, τοὺς δὲ δύο ἐστενολόγησεν ἐπελευστικῶς, πρὸ ὀλίγων εἴρηται. νῦν δὲ ῥητέον, ὡς ἴσως δι' ἀνδρίαν οἱ τρεῖς εἰς πλεῖόν τε ἐσεμνολογήθησαν καὶ προετάχθησαν, ἄλλως μέντοι κατά τε σοφίαν καὶ σύνεσιν τὸν Φοίνικα προτετάχθαι ἐχρῆν.

(v. 194) Δῆλον δὲ καὶ ὅτι Μαίμαλος, ὁ τοῦ Πεισάνδρου πατήρ, ἢ παρὰ τὸ μαιμᾶν ἁπλῶς εἴρηται πλεονασμῷ τῆς αλ συλλαβῆς, [ὃς πλεονασμὸς πρὸς μυρίοις ἄλλοις γίνεται καὶ ἐν τῷ χῶ χαλῶ, συγχεῖται γὰρ τὸ χαλώμενον,] ἢ παρὰ τὸ μαιμᾶν ἅλις, ἤγουν λίαν προθυμεῖσθαι, ὁποῖόν τι καὶ τὸ Ἀγαμέμνων δηλοῦν φαίνεται.

(v. 198 s.) Ὅτι ἐπεὶ "πάντας ἅμ' ἡγεμόνεσσιν Ἀχιλλεὺς στῆσεν ἐϋκρίνας" ἤγουν εὖ κρίνας, τότε δὴ καὶ δημηγορεῖ, ὡς εἰκός, ἐρεθίζων εἰς μάχην. ἔνθα καὶ ἅπτεταί τι αὐτῶν, εἰ καὶ μὴ πάνυ βαρέως. διὸ καί φησι "κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλεν", ὅ ἐστι γενναῖον καὶ δυσαπάντητον, οὐ μὴν ἀπειλητικόν, ὡς ἐν ἄλλοις ἡ λέξις κεῖται.

(v. 200-209) Ἔστι δὲ τῷ Ἀχιλλεῖ ὁ κρατερὸς μῦθος τοιοῦτος "Μυρμιδόνες, μή τίς μοι ἀπειλάων λελαθέσθω, ἃς ἐπὶ νηυσὶ θοῇσιν ἀπειλεῖτε Τρώεσσι πάνθ' ὑπὸ μηνιθμόν", ἤγουν τὸν ὅλον καιρόν μοι τῆς μήνιδος, "καί μ' ᾐτιάασθε ἕκαστος· σχέτλιε Πηλέος υἱέ, χόλῳ σ' ἄρα ἔτρεφε μήτηρ, νηλεές, ὃς παρὰ νηυσὶν ἔχεις ἀέκοντας ἑταίρους οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα ποντοπόροισιν αὖτις, [834] ἐπεὶ ῥά τοι ὧδε κακὸς χόλος ἔμπεσε θυμῷ. ταῦτά μ' ἀγειρόμενοι θάμ' ἐβάζετε. νῦν δὲ πέφανται φυλόπιδος μέγα ἔργον, ἕης", ἤγουν ἧς, "τὸ πρίν γ' ἐράασθε. ἔνθα τις ἄλκιμον ἦτορ ἔχων Τρώεσσι μαχέσθω". Καὶ ὅρα ὅπως ἐντρέπει τοὺς Μυρμιδόνας ὡς ἀχρείους ἐσομένους, εἰ μὴ γενναίως πολεμήσουσιν. οὔτε γὰρ ἀέκοντες ἔτι ἔχονται παρὰ νηυσὶ καὶ ὕβρεως δὲ τῆς εἰς τὸν ἀρχηγὸν ἁλίσκονται, οὐ μὴν θαρροῦς καὶ προθυμίας τῆς εἰς μάχην, εἴπερ ἀναδύντες τρέσουσι. Σημείωσαι δὲ καὶ ὅπως καταμερίσας ὁ ποιητὴς οἰκονομικῶς τὰ κατὰ τοῦ Ἀχιλλέως ὀνειδιστικὰ ῥήματα τὰ μὲν ἀνατέθεικε φθάσας τῷ Πατρόκλῳ, τὰ δὲ αὐτὸν ποιεῖ νῦν τὸν Ἀχιλλέα λέγοντα ἐν τῷ ἀφηγεῖσθαι, ὅπως ἕκαστος τῶν Μυρμιδόνων ᾐτιῶντο αὐτόν. Ἐν οἷς ὅρα καὶ ὅτι καλὸν μὲν καὶ τοῦ Πατρόκλου τὸ "οὐκ ἄρα σοί γε πατὴρ Πηλεὺς οὐδὲ Θέτις μήτηρ" καὶ ἑξῆς τὰ ἐν τρισὶ στίχοις ἐξηπλωμένα. Εἰ δὲ ὡς ἐν ταλάντῳ σκεθρῷ κρίσεως σταθμηθῶσιν ἐκεῖνα πρὸς τὸ ἐνταῦθα τοῦ λαοῦ ἡμιστίχιον τὸ "χόλῳ σε ἄρα ἔτρεφε μήτηρ", πολλῷ τοῦτο καθέλκει, τουτέστι κάτω ῥέπει. πάνυ γὰρ θαυμασίως εἴρηται τοῦτο, ἶσον ὂν τῷ· χολὴν ἐθήλαζες ἀντὶ γάλακτος, καὶ διὰ τοῦτό σοι ἐκ χόλου οἷον τὸ σῶμα συμπέπηκται. Σημείωσαι δὲ καὶ ὅτι ταῦτα λέγων ὁ Ἀχιλλεὺς ἐπιεικῆ λεληθότως ἑαυτὸν ὑποδείκνυσιν. εἰ γὰρ χόλῳ ἐτέτραπτο, πάνυ ἂν ἐχολοῦτο, τοιαῦτα βαρέως πρὸς τῶν ὑπηκόων ἀκούων. [Ἰστέον δὲ ὅτι ἐκ τοῦ χόλῳ τραφῆναι τὸν δύσκολον καὶ ἀκράχολον εἴληπται παρὰ τῷ βουκολιάζοντι τὸ "μαζῶν λεαίνης θηλάσαι γάλα". Ἐκ τούτων δὲ παρενεχθέντες ἄλλοι ἔγραψαν ἐπὶ τοιούτων ἀνδρῶν εὐτελέστερον τὸ βλέπειν αὐτοὺς νᾶπυ ἢ ὀρίγανον, ἤγουν δριμεῖς εἶναι. σεμνότερον δὲ τούτων τῶν δύο τὸ βλέπειν Ἄρη, ἤγουν πόλεμον, δι' οὗ ἐδήλουν τὸ τοῦ βλέμματος ἄγριον. ἀσυγκρίτως δὲ ὑπερέχει τῶν τοιούτων τὰ εἰρημένα Ὁμηρικά.] (v. 2036) Ὅρα δὲ καὶ ὅτι λόγῳ ἠθοποιΐας φράζει ὁ ποιητὴς τὸ "σχέτλιε Πηλέος υἱέ" καὶ ἑξῆς ἕως τοῦ "χόλος ἔμπεσε θυμῷ", ὅπερ ὡς ἐπὶ πολεμίου εἰρῆσθαι δοκεῖ, ἵνα λέγῃ ὅτι ὡς οἷον ἐπολεμήθης τῷ θυμῷ. οὕτω γὰρ καὶ προϊὼν ἐρεῖ, ὅτι ἐνέπεσον Τρώεσι Μυρμιδόνες, ἤγουν πολεμικῶς ἐπῆλθον.

(v. 199) Σημείωσαι [835] δὲ τὸ "ἔστησεν εὖ κρίνας", ὅ ἐστι κατὰ στίχας διακρίνας, διαχωρήσας, ἐξ οὗ ληφθεῖσα σύγκειται παρὰ τοῖς μεθ' Ὅμηρον ἡ εὐκρίνεια, ταὐτὸν οὖσα τῇ εὐκοσμίᾳ ἔν τε λόγοις ἔν τε ἔργοις. Τὸ δὲ εὖ κρίνειν, ἀλλαχοῦ καὶ κρίνειν λέγει ὁ ποιητής, οἷον "κρῖν' ἄνδρας κατὰ φῦλα κατὰ φρήτρας".

(v. 200) Μὴ λαθέσθαι δὲ ἀπειλάων παραινεῖ, ἵνα μὴ καὶ αὐτοὶ ἀπειλητῆρες εἶναί ποθεν ἀκούσωσιν.

(v. 200 et 202) [Ἐνταῦθα δὲ περιττεύειν δοκεῖ ἡ μοι ἀντωνυμία, ἐν τῷ "μή τίς μοι ἀπειλάων λελαθέσθω". λείπει δὲ αὖθις ἐν τῷ "πάνθ' ὑπὸ μηνιθμόν", τουτέστι κατὰ τὴν ἐν ἐμοὶ πᾶσαν μῆνιν. σχεδιασμοῦ δὲ πάθη τὰ τοιαῦτα.] (v. 202 s.) Ὅρα δὲ καὶ ὅτι Ἀχιλλεὺς μὲν μηνιθμὸν ἔφη περὶ ἑαυτοῦ ἀληθεύων, Μυρμιδόνες δέ, καθὰ καὶ ὁ Πάτροκλος, σεμνότερον μὲν δοκοῦσιν εἰπεῖν χόλον. Ἔστι δὲ ἀληθῶς αὐτὸ δριμύτερον, οὐ μόνον ὅτι κακὸν χόλον εἶπον, ἀλλὰ καὶ ὅτι ὁ μὲν μηνιθμός, εἰ καὶ πολυχρόνιος, ἀρχήν τινα ἔχει καὶ τέλος παρὰ τῷ ζῶντι, ὁ δὲ χόλῳ μητρόθεν τραφεὶς σύμφυτον ἔχει διὰ βίου τὸ κακόν.

(v. 202) [Τὸ δὲ "καί μ' ᾐτιάασθε" ὠφελεῖται τῇ ἐγκλίσει τοῦ τόνου. εἰ γὰρ μὴ καὶ ὁ και σύνδεσμος ὠξύνετο, ἦν πάντως ἀνάγκη νοεῖν, ὅτι καὶ μῆτιν ἐποιεῖσθε ἕκαστος, ὃ περίφρασίς ἐστι τοῦ ἐμητιάασθε.] (v. 204 et 207) Τὸ δὲ νηλεές εἶπε καὶ ὁ Πάτροκλος, οἷα συνεθισθεὶς τῷ ἐκ τῶν Μυρμιδόνων σκώμματι. θαμὰ γάρ, φασίν, ἀγειρόμενοι ταῦτα ἐβάζετε. ὧν εἷς, ὡς εἰκός, καὶ ὁ διδάσκαλος Φοῖνιξ εἰς πόλεμον συνοτρύνων καὶ αὐτός, ὃς καὶ ἀνέχεται τοῦ μαθητοῦ, ἴσως δὲ καὶ χαίρει, ἀκούων ταῦτα λέγοντος. ἔοικε δὲ καὶ πρὸς αὐτὸν ἐν τούτοις ἀποτείνεσθαι ὁ Ἀχιλλεύς. πολλὰ γὰρ αὐτὸν ὁ Φοῖνιξ ἐν ταῖς Λιταῖς ἐμέμψατο. Ἰστέον δὲ καὶ ὅτι τὸ νηλεές πρὸς διασάφησιν ἐπῆκται τοῦ "χόλῳ σε ἄρα ἔτρεφε μήτηρ". χόλῳ γὰρ οἱονεὶ τρέφεται ὁ οὕτω νηλεής.

(v. 207 s.) Τὸ δὲ "νῦν πέφανται φυλόπιδος μέγ' ἔργον, ἧς τὸ πρίν" καὶ ἑξῆς, ὡς προέκκειται, στρατηγοῦ λόγος ὀτρύνοντος τοὺς φιλομάχους. Τὸ δὲ "πέφανται" ὁμοφωνεῖ μὲν τρίτῳ πληθυντικῷ, ἐστὶ δὲ ἑνικὸν ἀπὸ τοῦ φαίνω, φυλάσσον τὸ νῦ ὡς καὶ [836] τὸ ἐξήρανται χείρ, καὶ κατῄσχυνται ὁ δεῖνα ἢ μεμίανται, καὶ ὅσα τοιαῦτα. οἷς πᾶσι συμβέβηκεν ὁμοφωνεῖν τοῖς αὐτῶν πληθυντικοῖς τρίτοις προσώποις διὰ τὸ φυσικῶς ἔχειν ἐγκείμενον τὸ νῦ ἀμετάβολον.

(v. 208) Ὅτι δὲ μέγα ἔργον τὴν μεγάλην λέγει μάχην, πολλαχοῦ προπέφανται. Τὸ δὲ "ἧς ἐράασθε" ἕης ἔφη, [ὡς καὶ ἀλλαχοῦ τὸ ὡς ἕως,] πλεονασμῷ τοῦ ε Ἀττικῶς, καθὰ καὶ Ἡσίοδος ἐν Θεογονίᾳ τὸ εἷς ὀφθαλμὸς ἕεις φησί.

(v. 209) [Τὸ δὲ "ἔνθα τις ἄλκιμον ἦτορ ἔχων" ταὐτόν ἐστι τῷ "ἔνθα ἕκαστος ἀνδριζόμενος". οὐ δήπου γὰρ τὸ τίς περί τινος μόνου ἑνὸς εἴρηται.] (v. 210 s.) Ὅτι Ἀχιλλεὺς εἰπών, ἃ προσεχῶς εἶπεν, "ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου, μᾶλλον δὲ στίχες ἄρθεν, ἐπεὶ βασιλῆος ἄκουσαν". Οὐ γὰρ ἔστι λόγον ἄπρακτον εἶναι παρὰ τῷ ποιητῇ, καὶ ταῦτα στρατηγοῦ ὀτρύνοντος. Σημείωσαι δὲ ὅτι τὸ "ἄρθεν" σημαίνει μὲν καὶ τὸ ἤρθησαν, ἤτοι λόγοις ἐπήρθησαν καὶ οἷον ἐκουφίσθησαν ὡς ὑπὸ πτερῶν, ὡς καὶ ὁ Κωμικός φησι "νῦν τοι λέγων πτερῶ σε", ἀντὶ τοῦ μετέωρον διὰ παραινέσεως ποιῶ. καὶ τῷ Ἀχιλλεῖ δὲ εἰς πόλεμον εὐψύχως ὁρμωμένῳ τὰ ἡφαιστότευκτα ὅπλα ὡς πτερὰ γενήσονται. Οὕτω καὶ Πύρρος ὁ Ἠπειρώτης ἀετὸς ὑπὸ τῶν ὑπηκόων ἐπονομαζόμενος ἔλεγε· πῶς δὲ οὐκ ἂν εἴην ἀετός, τοῖς ἡμετέροις ὅπλοις ὡς ὠκυπτέροις αἰρόμενος; ἐξ Ὁμήρου οἶμαι κἀκεῖνος ὠφεληθεὶς οὕτως εἰπεῖν. καὶ Σοφοκλῆς δέ που πτέρυγι τὰς τῶν Ἀργείων ἀσπίδας εἴκασε, δι' ὧν αἴρονται οἷον οἱ φέροντες. καὶ οὕτω μὲν τὸ "ἄρθεν" δύναταί τις νοῆσαι, ὡς ἐρρέθη, ἀντὶ τοῦ μετεωρισθέντες, οἷς ἤκουσαν, φρονήματος καὶ θάρσους ἐπλήσθησαν. Κρεῖττον δὲ νοηθῆναι αὐτὸ ἀντὶ τοῦ ἡρμόσθησαν ἀπὸ τοῦ ἀρῶ, τὸ ἁρμόζω.

(v. 212-214) Διὸ ἑρμηνεύων ἐπάγει "ὡς δ' ὅτε τοῖχον ἀνὴρ ἀράρῃ πυκινοῖσι λίθοισι δώματος ὑψηλοῖο, βίας ἀνέμων ἀλεείνων, ὣς ἄραρον κόρυθές τε καὶ ἀσπίδες ὀμφαλόεσσαι".

(v. 215-217) Πῶς δὲ αὗται ἄραρον, διασαφεῖ εὐθὺς ἐπαγαγών "ἀσπὶς ἀσπίδ' ἔρειδε, κόρυς κόρυν" καὶ ἑξῆς, ὡς ἀλλαχοῦ καὶ γέγραπται καὶ ἡρμήνευται. Καὶ ἔστιν ἡ παραβολὴ αὕτη τοῦ τοίχου πρὸς τὴν ἄγαν πύκνωσιν τῶν στρατιωτῶν, ὡς δηλοῖ ἐπιφωνηματικῶς ἐπενεχθὲν τὸ "ὣς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν". Ἰστέον δὲ καὶ ὅτι ἀλλαχοῦ πυργηδὸν φράξασθαι τοὺς μαχομένους εἰπὼν ἐνταῦθα ἔλυσεν [837] εἰς πλατυσμὸν τὴν λέξιν ἐκείνην καὶ ἐδήλωσεν ἐνδιασκεύως διὰ τῆς κατὰ τὸν τοῖχον παραβολῆς, τί ἐστι τὸ πυργηδόν, μονονουχὶ λέγων ὅτι, ὥσπερ τοῖχος καὶ πύργος, οἷς πολλὴ ὁμοιότης, πυκνοῦνται λίθου λίθον ἐρείδοντος, οὕτω καὶ μάχη, καθ' ἣν ἀσπὶς ἀσπίδα ἐρείδει, κόρυς κόρυν, ἀνέρα δ' ἀνήρ. ὥστε εἴη ἂν καὶ τοῦτο πυργηδὸν οἷον φράττεσθαι.

(v. 213) Τὸ δὲ "δώματος ὑψηλοῖο" καὶ τὸ "βίας ἀνέμων" τὴν τῶν λίθων ἐπιτείνει πύκνωσιν. τὸ γὰρ ἄλλως ἐν τούτοις ἀραιὸν καὶ ὑπόκενον εὐκατάβλητον. ἔστι δὲ τὸ "βίας ἀνέμων ἀλεείνων" καὶ τελικὸν αἴτιον τῆς τῶν λίθων ἐν οἰκοδομαῖς πυκνότητος καὶ δηλωτικὸν δὲ ἰσχύος ἀνέμων, οἳ τὰ μὴ πυκνὰ καὶ εὐπαγῆ δώματα καταρριπτεῖν δύνανται βιαζόμενοι.

(v. 212) Τοῦ δὲ "ἀράρῃ" καὶ τοῦ "ἄραρον" ἐνεστὼς ἀράρω, γεγονὼς ἀπὸ τοῦ ἄραρε παρακειμένου, ὡς ἐκ τοῦ πέπληγα τὸ πεπλήγω, καὶ πέφυκα πεφύκω, καὶ τὰ ὅμοια.

(v. 218-220) Ὅτι δύο ἄνδρε Πάτροκλος καὶ Αὐτομέδων πάντων προπάροιθεν "θωρήσσεσθον, ἕνα θυμὸν ἔχοντες, πρόσθεν Μυρμιδόνων πολεμιζέμεν", ἤγουν προμάχεσθαι. συζυγία δὲ καὶ αὕτη ἀγαθὴ φίλων. Ἔνθα σημείωσαι τὸ "ἔνα θυμὸν ἔχοντες" προκατασκευαστικὸν ὂν τῆς ὕστερον ἡνιοχείας τοῦ Αὐτομέδοντος. εἰ γὰρ ἕνα θυμὸν εἶχον οὗτοι, καλῶς ἄρα μετὰ Πάτροκλον ὁ Αὐτομέδων ἡνιοχεῖ τῷ Ἀχιλλεῖ, ὁ καὶ φίλτατος τῷ Πατρόκλῳ μετὰ τὸν Ἀχιλλέα, ὡς προείρηται, ἵνα τριῶν τούτων ἡρώων φιλτάτων διαβαίνοι τὰ τῆς φιλίας ἐπὶ τοὺς τρεῖς, καὶ ὁ τῷ ἑταίρῳ Πατρόκλῳ φίλτατος φιλοῖτο καὶ τῷ Ἀχιλλεῖ. Μήποτε δὲ ἄρα ἐξ Ὁμήρου λαβόντες οἱ μετ' αὐτὸν ἐκ τοῦ Αὐτομέδων συνέθεντο τὸν αὐτοκράτορα. εἰ γὰρ μέδειν καὶ ἄρχειν ταὐτόν ποτε δηλοῦσιν, οὐκ ἀπεικὸς εἰπεῖν καί, ὡς ὁ Αὐτομέδων καὶ ὁ αὐτοκράτωρ οὐ μακρὰν ἀλλήλων κεῖνται. Ἰστέον δὲ ὅτι τὸ μὲν "πάντων προπάροιθεν θωρήσσεσθαι" προθυμίαν μόνην δηλοῖ, τὸ δὲ πρόσθεν τῶν ἄλλων πολεμίζειν καὶ θάρσους ἐστὶ δηλωτικόν. [Καὶ ὅτι τὸ "ἕνα θυμὸν ἔχοντες" ἀντιθετικὸν σχῆμά τι ποιεῖ, λέγει γὰρ ὡς δύο ἄνδρες ἐν ἑνὶ θυμῷ, καὶ ὅτι θυμὸν ἕνα εἰπεῖν ταὐτόν ἐστι τῷ ἶσον θυμόν, ὃ ἀλλαχοῦ κεῖται, καὶ ὅτι διχῇ ἐνταῦθα θυμὸς εἷς νοεῖται· ἢ γὰρ ψυχὴ μία ἐν δυσὶν ἀνδράσιν ἢ μάλιστα προθυμία μία], καὶ ὅτι προμάχων δηλωτικὸν τὸ "πάντων δὲ προπάροιθε δύ' ἀνέρε θωρήσσεσθον". Ὅτι Ἀχιλλεὺς πάντα ποιήσας, ὅσα ἐχρῆν ἐπὶ ἀσφαλείᾳ τοῦ ἑταίρου, τρέπεται βιωτικῶς καὶ εἰς εὐχήν, παιδεύοντος τοῦ ποιητοῦ χρῆναι μηδὲ τοῦ τοιούτου καλοῦ ἐν τοῖς καιρίοις ἀπέχεσθαι, καὶ ἅμα παραδεικνύντος, ὡς καὶ ἐν ἄλλοις, εἶναί τι θεῖον, παρ' ᾧ ἐνεργὴς ἡ εὔλογος [838] εὐχή. εἰ δὲ καὶ ἱστορίαι τινὲς ἐνταῦθα καινότεραι παραπλακήσονται διὰ τὴν συνήθη τῷ ποιητῇ ποικιλίαν καὶ χρηστομάθειαν, αὐτίκα φανεῖται.

(v. 220-238) Φησὶ γοῦν ὅτι Ἀχιλλεὺς μετὰ τὰ εἰρημένα ἐς κλισίην ἐλθὼν "χηλοῦ ἀπὸ πῶμ' ἀνέῳγε καλῆς, δαιδαλέης, τήν οἱ Θέτις θῆκ' ἐπὶ νηὸς ἄγεσθαι, ἐϋπλήσασα χιτώνων χλαινάων τ' ἀνεμοσκεπέων οὔλων τε ταπήτων. ἔνθα δέ οἱ δέπας ἔσκε τετυγμένον", ὅ ἐστιν εὔτυκτον, "οὐδέ τις ἄλλος οὔτ' ἀνδρῶν πίνεσκεν ἀπ' αὐτοῦ αἴθοπα οἶνον, οὔτέ τεῳ σπένδεσκε θεῶν ὅτε μὴ Διῒ πατρί. τό ῥα", ἤγουν τοῦτο δή, "τότε ἐκ χηλοῖο λαβὼν ἐκάθηρε θεείῳ πρῶτον, ἔπειτα δ' ἔνιψ' ὕδατος καλῇσι ῥοῇσι, νίψατο δ' αὐτὸς χεῖρας, ἀφύσσατο δ' αἴθοπα οἶνον, εὔχετ' ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον οὐρανὸν εἰσανιδών· Δία δ' οὐ λάθε τερπικέραυνον· Ζεῦ ἄνα, Δωδωναῖε, Πελασγικέ, τηλόθι ναίων, Δωδώνης μεδέων δυσχειμέρου, ἀμφὶ δὲ Σελλοὶ σοὶ ναίουσιν ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι. εἰ μὲν δή ποτε", ἢ μᾶλλον ἦ μὲν δήποτ', "ἐμὸν ἔπος ἔκλυες εὐξαμένοιο, τίμησας μὲν ἐμέ, μέγα δ' ἵψαο λαὸν Ἀχαιῶν, ἠδ' ἔτι καὶ νῦν μοι τόδ' ἐπικρήηνον ἐέλδωρ". ταῦτα δὴ τρία ἔπη, ἃ καὶ ὁ Χρύσης παρά τινας ὀλίγας λέξεις ἐν ἀρχῇ τῆς Ἰλιάδος ἔφη πρὸς τὸν Ἀπόλλωνα χρήσιμα παντὶ δεηθέντι μὲν καὶ εἰσακουσθέντι, ἀξιοῦντι δὲ περὶ τῶν εἰσέπειτα.

(v. 239-248) Εἶτα ἐκτίθεται ὅπερ ἐθέλει καί φησιν "αὐτὸς μὲν γὰρ ἐγὼ μενέω νηῶν ἐν ἀγῶνι, ἀλλ' ἕτερον πέμψω μάρνασθαι· τῷ κῦδος ἅμα πρόες, θάρσυνον δέ οἱ ἦτορ ἐνὶ φρεσίν, ὄφρα καὶ Ἕκτωρ εἴσεται ἤ ῥα καὶ οἶος ἐπίσταται πολεμίζειν ἡμέτερος θεράπων, ἤ οἱ τότε χεῖρες ἄαπτοι μαίνονται, ὁππότ' ἐγώ περ ἴω μετὰ μῶλον Ἄρηος. αὐτὰρ ἐπεὶ ἀπὸ ναῦφι μάχην ἐνοπήν τε δίηται", τουτέστι διώξει, "ἀσκηθής μοι ἔπειτα θοὰς ἐπὶ νῆας ἵκοιτο τεύχεσί τε ξὺν πᾶσι καὶ ἀγχεμάχοις ἑτάροισι".

(v. 249) Καὶ αὐτὸς μὲν οὕτως εὔξατο. "τοῦ δ' ἔκλυε μητίετα Ζεύς", ὃν οὐ λάθεν, ὡς ἀνωτέρω ἐγράφη. Οὐ γὰρ ἀνεπίστροφόν ἐστι τὸ θεῖον ἀνθρωπίνων λιτῶν κατὰ τὸν ποιητὴν οὐδὲ λανθάνει τις, ὥσπερ οὐδὲ κινύμενος ἄλλως, οὕτως οὐδὲ εὐχόμενος.

(v. 250-252) "Τῷ δ' ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δ' ἀνένευσε. νηῶν μέν οἱ ἀπώσασθαι πόλεμόν τε μάχην τε δῶκε, σόον δ' ἀνένευσε μάχης ἐξαπονέεσθαι". Τὸ δὲ τοιοῦτον σχῆμα εἴωθε λέγεσθαι παροιμιωδῶς οὐ μόνον ἐπὶ τῶν νικώντων μέν, πιπτόντων δέ, ἀλλὰ καὶ ἁπλῶς ἐπὶ τῶν πρὸς τῷ καλῷ ἐχόντων τι καὶ κακόν, καὶ κατὰ τὸν ποιητὴν εἰπεῖν, ἔνθα παρὰ καὶ καλῷ κακὸν ἔθετο θεός, ὡς καὶ ἐν Ὀδυσσείᾳ ἐπὶ τοῦ Δημοδόκου τὸ ὅμοιον ἐρρέθη, μουσικοῦ μὲν ὄντος ἀρίστου, [τυφλοῦ δέ.] κἀκείνῳ γὰρ θεὸς τὸ μὲν ἔδωκε, τὸ δ' ἀνένευσεν, ὀφθαλμῶν μὲν ἀμέρσας, δοὺς δὲ γλυκεῖαν ἀοιδήν. Ὃ δὴ παραξέσας ὁ παρὰ τῷ Ναυκρατίτῃ σοφιστῇ γλυκὺς μουσικὸς ἠστεΐσατο ἐπὶ μουσουργοῦ ἀτέχνου, περὶ οὗ ἐρωτηθεὶς ὁποῖος δήποτ' ἐστὶ [839] καὶ εἰπὼν τὸ τοῦ Ὁμήρου, ὡς ἕτερον μὲν αὐτῷ δῶκε θεός, ἕτερον δ' ἀνένευσε, καὶ προσεπερωτηθεὶς τί μὲν ἔδωκεν ὁ θεός, τί δὲ ἀνένευσεν, εἶπε· κακῶς μὲν ᾄδειν ἔδωκε, καλῶς δὲ ᾄδειν ἀνένευσε. καὶ οὕτως ἐλύπησε μὲν [ἐκεῖνον] τὸν μουσικόν, διέχεε δὲ τοὺς ἀκροατάς. ἀλλὰ τοῦτο μὲν παραπεπτωκὸς οὕτω κείσθω.

(v. 253 s.) Ἀχιλλεὺς δὲ σπείσας καὶ εὐξάμενος Διῒ πατρὶ ἐς κλισίην αὖθις εἰσῆλθε, δέπας δ' ἀπέθηκεν ἐν χηλῷ. Καὶ ὅρα τὸ "ἀπέθηκεν" ἐξ οὗ δηλοῖ κειμήλιον εἶναι τὸ δέπας, ὡς ἀποτεθειμένον, ἤτοι ἀπόθετον, ἀποκείμενον. καιρία δὲ ἡ λέξις καὶ σαφής, ἤδη δὲ καὶ ἀφελής. οἱ δὲ πεζογράφοι ἀπέθετό φασιν Ἀττικώτερον.

(v. 221) Χηλὸν δὲ κατὰ τοὺς παλαιοὺς τὴν κιβωτόν φασιν οἱ Λάκωνες, Βουτεάδαι δὲ λάρνακα, Μιτυληναῖοι δὲ ἀντίπηγα, ἣν ἄρτι ὁ ποιητὴς καὶ καλὴν λέγει, ἐπεὶ τῷ καλῷ Ἀχιλλεῖ τά τε ἄλλα καλὰ καὶ ἡ χηλός. [Ἦν δὲ τὸ καλὸν αὐτῇ διὰ τὸ πεποικίλθαι ἢ χρώμασιν ἢ γλύμμασι. διὸ καὶ ἐπήγαγε τὸ δαιδαλέης. Πῶμα δὲ γίνεται παρὰ τὸ πῶ, τὸ κτῶμαι. φυλάσσει γὰρ πᾶν πῶμα κτητά τινα. ἔχει δὲ ἀναλογίαν πρὸς τὸ κῶ κῶμα, κεῖται γὰρ ὁ ὑπνῶν, καὶ πρὸς τὸ βρῶ βρῶμα.] Τὸ δὲ "ἀνέῳγε" νῦν μὲν ἐνέργειαν δηλοῖ ληφθὲν ἀντὶ τοῦ ἤνοιξε. κεῖται δέ ποτε καὶ ἀντὶ τοῦ ἠνοίγει, μέσος γάρ ἐστι παρακείμενος δρᾶσίν τε καὶ πεῖσιν δηλῶν.

(v. 222) Δαιδαλέη δὲ χηλὸς καὶ ἁπλῶς τὰ δαιδάλεια πάντα ἢ δαιδάλεα ἢ δαίδαλα οὐ μόνον ἀπὸ Δαιδάλου τοῦ Κρητός, ἀλλὰ καὶ ἀπὸ τῆς, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, μυθευομένης Δαιδάλης, μητρὸς Μήτιδος, παρ' ᾗ, φασίν, ἐτράφη Ἀθηνᾶ. Τὸ δὲ ἄγεσθαι ἐπὶ νηὸς τὴν χηλὸν οὐκ ἄν τις ἀντείποι μὴ λεχθῆναι ἀντὶ τοῦ φέρεσθαι.

(v. 223) Τὸ δὲ [840] "ἐϋπλήσασα χιτώνων" ἔχων Ὅμηρος εὖ πλήσασα ἢ ἐμπλήσασα εἰπεῖν, ὅμως οὐχ' εἵλετο οὕτω γράψαι, ἀλλὰ ποιητικώτερον ἔφρασε πρὸς ὁμοιότητα τοῦ "ἐϋκρίνας", ὃ πρὸ ὀλίγων γέγραπται.

(v. 224) Ἰστέον δὲ ὅτι τε καὶ ἐνταῦθα διαφορὰ χιτῶνος φαίνεται καὶ χλαίνης ἐν τῷ "χιτώνων χλαινάων τε", καὶ ὅτι αἱ χλαῖναι χιτώνων παχύτεραι. διὸ καὶ ἀνεμοσκεπέες λέγονται, καὶ ἀπὸ τοῦ χλιαίνεσθαι παρετυμολογοῦνται, [καθὰ ἴσως καὶ αἱ χλανίδες. οὐ μὴν δηλαδὴ καὶ αἱ χλαμύδες, ἃς ἐφαπτίδας φασὶν εἰρῆσθαι παρὰ τῷ εἰπόντι, ὅτι εἶχον πορφυρᾶς ἐφαπτίδας, πολλοὶ δὲ καὶ διαχρύσους ζώνας.] Εἶεν δ' ἂν αἱ αὐταὶ χλαῖναι ὡς ἀνεμοσκεπέες καὶ ἀλεξάνεμοι καὶ χειμάμυναι, ὃ καὶ ἐν Ὀδυσσείᾳ εἴρηται. [Ὅτι δὲ χιτὼν οὐκ ἐξ ἀνάγκης μόνον ὁ τῆς σαρκὸς ἀμέσως ἐχόμενος, ἀλλὰ καὶ τὸ ἁπλῶς ἔνδυμα πλὴν εὐαφὲς καὶ ἁπαλὸν καί, ὡς εἰπεῖν, χυτόν, ἐξ οὗ παράγωγος ὁ χιτών, δῆλον μὲν καὶ ἐξ ἄλλων πολλῶν, οὐχ' ἥκιστα δὲ καὶ ἐκ τοῦ ἱστορήσαντος, ὅτι τοῖς τὴν Σῖριν οἰκοῦσιν ἐπεχωρίασε τὸ φορεῖν ἀνθίνους χιτῶνας, οὓς ἐζώννυντο οἱ ἐκεῖ μίτραις πολυτελέσι. διὸ καὶ ἐκαλοῦντο ὑπὸ τῶν περιοίκων μιτροχίτωνες πρός τινα διαστολήν, ἐπεί, φησίν, Ὅμηρος τοὺς ἀζώστους ἀμιτροχίτωνας καλεῖ.] Ἔτι ἰστέον καὶ ὅτι οὖλοι τάπητες ἢ οἱ δασεῖς καὶ τριχωτοί, ὁποῖα τὰ κοινῶς νῦν λεγόμενα ἐπεύχια, ἢ εὐείλητοι καὶ εὔκλωστοι, ὅθεν καὶ οὔλη θρίξ, ἢ καὶ ἄλλως εὐείλητοι, ὅ ἐστιν εὐδίπλωτοι διὰ μαλακότητα. [Δῆλον δ' ὅτι οὖλος λέγεται καὶ ὁ ὅλος, ὅ ἐστιν ἀκέραιος, οἷον "οὖλος ἄρτος", καὶ ἐκ τοῦ τοιούτου γίνεται καὶ οὔλω, τὸ ὑγιαίνω, ὡς τὸ "οὖλέ τε καὶ μέγα χαῖρε". πολὺ χρηστότερον δὲ τούτων ἐν ποιήσει τὸ οὖλος ὁ ὀλέθριος, οὗ σύνθετον τὸ οὐλοβόρος ἔχις, οἷον· εἰ ἔτυμον τὸ τὴν μύραιναν σὺν οὐλοβόροις ἐχέεσσι θόρνυσθαι, ἤγουν σπερμαίνειν, θορὸν δέχεσθαι, προλιποῦσαν ἁλὸς νομόν. Νίκανδρος δὲ αὐτό φησιν ἀμφιβάλλων τὴν μετὰ ἔχεων μίξιν τῶν μυραινῶν. [841] Τάπητες δέ, περὶ ὧν καὶ ἀλλαχοῦ ἐγράφη, σκοπητέον εἴπερ ὡμοίωνται τοῖς ἀμφιτάποις ἢ ταῖς ψιλοτάπισιν, ὧν μνεία παρὰ τῷ Δειπνοσοφιστῇ, εἰπόντι ὡς κλῖναι χρυσαῖ σφιγγόποδες ἵσταντο, ταύταις δ' ἀμφίταποι ἁλουργεῖς ὑπέστρωντο τῆς πρώτης ἐρέας. ὅθεν δῆλον ὡς ὑπόστρωμα καί, ὡς εἰπεῖν, ὑποβολὴ στρώματος ἢ μᾶλλον περιστρώματος ἦν, ὥσπερ ἔστιν ὅτε ὁ τάπης, οὕτω καὶ ὁ ἀμφίταπος, ἐναντίος ὢν τῇ ψιλοτάπιδι τῇ ἴσως καὶ ψιλοδάπιδι, καθότι δίμαλλος αὐτὸς ἔοικεν εἶναι κατὰ τούς, ὡς ἂν εἴποι τις, διπροσώπους σάγους. Ὅτι δὲ ὑπέκειντο καθὰ οἱ ἀμφίταποι καὶ οἱ τάπητες, οὕτω καὶ αἱ ψιλοτάπιδες, ὧν ἐτυμολογία τὸ πατεῖσθαι, δῆλον ἐκ τοῦ "διῄει ὁ βασιλεὺς διὰ τῆς αὐλῆς πεζὸς ὑποτιθεμένων ψιλοταπίδων Σαρδιανῶν, ἐφ' ὧν οὐδεὶς ἄλλος ἐπέβαινεν ἢ βασιλεύς". Δοκοῦσι δὴ ἄμαλλοι μὲν αἱ ψιλοτάπιδες εἶναι ὡς καὶ αἱ ψιλοδάπιδες, ἀμφίμαλλοι δὲ οἱ ἀμφίταποι, ἑτερόμαλλοι δὲ οἱ τάπητες.] (v. 227) Τὸ δὲ "τέῳ", ἤγουν τινί, πλεονασμὸν ἔχει τοῦ ε. ταὐτὸν γὰρ οὔτε τέῳ εἰπεῖν καὶ οὔτε τῷ. τοῦ δὲ τέω καὶ γενικὴ πληθυντικῶν ἐστὶ τέων. Ἰστέον δὲ καὶ ὅτι, ὥσπερ ἡμεῖς ἰδιωτικώτερόν φαμεν οὐκ ἄλλῳ τινὶ εἰ μὴ τῷ δεῖνι, οἷον οὐκ ἔθυεν ἄλλῳ τινὶ εἰ μὴ τῷ Διΐ, τοῦτο Ὅμηρος μὲν οὕτω φησίν· οὔτε τῷ ἔσπενδεν ὅτε μὴ Διΐ. οἱ δὲ ὕστερον ῥήτορες ὅτι μὴ Διΐ, τὸ δ' αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων πτώσεων, οἷον οὐδεὶς ἕτερος ὅτι μὴ ὁ δεῖνα, καὶ οὐδένες ἄλλοι ὅτι μὴ οἱ δεῖνα. οὕτω δὲ καὶ ἐπὶ ῥημάτων, οἷον· οὐκ ἄλλο τι ἔδρα ὅτι μὴ ἐτρύφα. τὸ δ' αὐτὸ καὶ ἐπὶ μετοχῶν καὶ ἐπὶ ἀντωνυμιῶν. Καὶ σημείωσαι ὅτι ἐξ Ὁμήρου λαβόντες οἱ μετ' αὐτὸν εἶπον τὸ ὅτι μὴ τόδε. ἐν γὰρ τῷ "ὅτε μὴ Διῒ πατρί", τὸ μὲν τε παραπληρωματικῶς παρέλκει, τὸ δὲ "ὅ" ἀντὶ τοῦ ὅτι νοεῖται.

(v. 228) Θέειον δὲ ἢ τὴν θέαφον λέγει ἢ λεπτὴν αἰθάλην πυρός, καθά τισι τῶν παλαιῶν δοκεῖ, ἢ καὶ εἶδός τι θυμιάματος, ὃ ἐπὶ καθαρμῷ καὶ ἀποτροπιασμῷ μετεχειρίζοντο. διὸ καὶ θεῖον εἶναι αὐτὸ ἐδόκει. καὶ ἐντεῦθεν ἐκλήθη πλεονασμῷ τοῦ ε. ὅθεν καὶ Ὀδυσσεὺς μετὰ τὴν [842] μνηστηροκτονίαν, "οἶσε θέειον", φησίν, "ὡς ἂν θεειώσω μέγαρον". καὶ εἴρηται ἐν Ὀδυσσείᾳ περὶ τῆς τοιαύτης λέξεως ἀκριβέστερον. Ὅρα δὲ καὶ ὅτι τὸ δέπας ἐκάθηρε μὲν θεείῳ, ἔνιψε δὲ καλαῖς ῥοαῖς ὕδατος καθὰ καὶ τὰς χεῖρας. Καὶ ἔστι τὸ καθαίρειν θεία λέξις παρὰ τοῖς παλαιοῖς, ἐξ οὗ καὶ οἱ θρυλούμενοι καθαρμοί. τὸ μέντοι κάθαρμα οὐ σεμνὴ λέξις ὡς οὐδὲ τὸ λῦμα, ὅθεν καὶ ὁ λυμεών.

(v. 229) Τῆς δὲ ῥοῆς προκατάρχει ὁ ῥόος, ὡς καὶ τῆς χολῆς ὁ χόλος. Τὸ δὲ "ἔπειτα" χρονικὸν τρὶς ἐνταῦθα κεῖται· ἔπειτα ἔνιψεν, ἔπειτα στὰς μέσῳ, ἔπειτα ἐπὶ νῆας ἵκοιτο. οὐ γὰρ αἰδεῖται τὴν καίριον ταὐτολογίαν. οὕτω καὶ αἴθοπα οἶνον δὶς ἐνταῦθα λέγει. ὁμοίως καὶ τὸ "Διῒ πατρί". ὃν καὶ ἀπολύτως πατέρα ἐν τούτοις λέγει ὡς ἀρχέτυπον. τοὺς γὰρ ἐν ἀνθρώποις πατέρας ἀφιδρύματα τοῦ τοιούτου πατρὸς Διός φασιν οἱ παλαιοί. Ὅρα δὲ καὶ ὅτι ἐπὶ ὀλίγου ὕδατος ἔφη τὸ καλαῖς ῥοαῖς, διὰ τὸ ἀπὸ καλῆς, ὡς εἰκός, ληφθῆναι πηγῆς, καὶ ὡς παρίσοις ἐκόσμησε τὴν διήγησιν τῷ "καλῇσι ῥοῇσι", καὶ τῷ "νίψατο" καὶ "ἀφύσατο". [Ἐνίψατο δέ, ἵνα μὴ χερσὶν ἀνίπτοις, ὃ δὴ λέγεται, σπείσῃ τῷ Διΐ. Πρέπον δὲ πάντως τοῦτο, εἴγε καὶ πρὸ εὐχῆς ἐνίπτοντο, καθὰ καὶ ἡ Ὀδύσσεια δηλοῖ. Σκοπητέον δὲ εἰ καθ' ὃν λόγον ὕδατος ὀλίγου ῥοή, οὕτω καὶ δακρύων πηγῆς οὐ ῥεῦμα ἢ ῥοῦς ἀλλὰ ῥοή.] Τὸ δὲ, "στὰς μέσῳ ἕρκεϊ" ἐμφαίνει καὶ Ἑρκείῳ Διῒ σπένδειν ἄρτι τὸν Ἀχιλλέα, οὕτω λεγομένῳ διὰ τὸ συντηρεῖν πάντας τοὺς περὶ τὸ αὐτὸ ἕρκος.

(v. 231) Λείβειν δὲ καὶ νῦν ταὐτόν ἐστι τῷ σπένδειν. ἀνωτέρω γοῦν τὸ σπένδειν εἰπὼν ὑποβὰς "ἔλειβεν οἶνον" φησίν. [Ἐντελῶς δὲ πέφρασται καὶ ἅμα καὶ πρὸς σαφήνειαν τὸ ἔλειβεν οἶνον. εἰπεῖν γὰρ ἁπλῶς ἔλειβεν ἐλλιπές τέ ἐστι καὶ οὐδὲ σαφές, εἴγε λείβεταί ποτε καὶ ὕδωρ, ὡς οἱ τοῦ Ὀδυσσέως ἑταῖροι ἐν τῇ Ὀδυσσείᾳ ἐδήλωσαν.] (v. 232) Τὸ δὲ "οὐρανὸν εἰσανιδών" βιωτικῶς τὸν τόπον δηλοῖ, ἔνθα ἵεται τὰ τῆς εὐχῆς. οὐ γὰρ καταχθονίῳ Διῒ εὔξεται Ἀχιλλεύς, ἀλλ' οὐρανίῳ, ἐφ' οὗ καὶ οἰκεῖον τὸ "Ζεῦ ἄνα", ὃς δοκεῖ ἐκ τῆς ἀνα προθέσεως παρονομασθῆναι τῆς τὸν ἄνω τόπον δηλούσης. οὕτω καὶ τὸ αὐερύειν τὰ θυόμενα τόπον δηλοῖ, ὡς ἀλλαχοῦ ἐρρέθη, πρὸς ὃν ἀπονεύει τὰ τῆς θυσίας, τὸν ἄνω δηλαδή. ὁμοίῳ δὲ λόγῳ καὶ Ὀδυσσεὺς φθάσας Ἀθηνᾷ ληΐτιδι ἀνέσχεθε τὰ τοῦ Δόλωνος τόξα ὡς ἐκείνῃ [843] ἀναθήσων αὐτά.

(v. 233 s.) Δωδωναῖος δὲ Ζεὺς ὁ περὶ Δωδώνην ἐξέχουσαν ἔχων τιμὴν καὶ κατὰ τὴν ποιητικὴν ἑρμηνείαν "Δωδώνης μεδέων", ἣ Ἑλλοπία κατὰ τοὺς παλαιοὺς ἐκαλεῖτο πρότερον. τὴν δὲ Δωδώνην καὶ δυσχείμερον λέγει Ἀχιλλεύς, εἰδὼς τοιαύτην οὖσαν. περὶ ἣν Πελασγοὶ τὸ ᾀδόμενον ἵδρυσαν ἱερὸν κατὰ τοὺς παλαιούς. ὅθεν καὶ Πελασγικὸς ὁ αὐτός. Περὶ δὲ Πελασγῶν καὶ προδεδήλωται καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ δὲ γέγραπται, καθάπερ καὶ περὶ Δωδώνης. Ἰστέον δὲ καὶ ὅτι δύο Δωδῶναι κατά τινας, ἡ μὲν Θεσσαλίας, ἡ δὲ Μολοσσίας, ἧς καὶ μεμνῆσθαί φασιν ἐνταῦθα τὸν Ἀχιλλέα διὰ τὸ δυσχείμερον αὐτὴν ἱστορεῖσθαι, καὶ τὸ τοῦ Διὸς δὲ ἱερὸν ἐκεῖσε εἶναι τὸ κατὰ τὴν μαντικὴν φηγόν, ἣν Σοφοκλῆς πολύγλωσσον ἐν Τραχινίαις φησίν, ὡς πολύφωνον, οἷα καὶ πολλοῖς μαντευομένην. Ὅτι δὲ περὶ τοὺς τοιούτους τόπους καὶ γῆ Παιόνων ἐστί, δηλοῖ ὁ γράψας οὕτω· Παίοσιν ὅμοροι Σελλοὶ καὶ Δόλοπες περὶ Δωδώνην μέχρις Ἀχελῴου. Ἕτεροι δὲ Δωδώνην ἀλληγοροῦντες ἐνταῦθα τὴν γῆν φασι παρὰ τὸ δῶ δώσω, ὡς δότειραν καὶ ἀνησιδώραν καὶ ζείδωρον. οἱ δ' αὐτοὶ φυσιολογικῶς ἅμα καὶ ἀντιθετικῶς καὶ τὰ ἑξῆς συμβιβάζοντές φασι "Ζεῦ ἄνα Δωδωναῖε", τουτέστιν αἰθέριε καὶ περίγειε. τοῦτο μὲν διὰ τὸ Δωδωναῖε, ἐκεῖνο δὲ διὰ τὸ ἄνα, περὶ οὗ καὶ ἀλλαχοῦ δηλοῦται. Οὕτω δὲ συμβιβάζουσι καὶ τὸ "Πελασγικὲ τηλόθι ναίων", Πελασγικέ μὲν διὰ τὸ πέλας ἡμῶν εἶναι τῶν περὶ γῆν, ὃ καὶ ὁ Δωδωναῖος ἐδήλου, τηλόθι δὲ ναίων ὁμοίως [844] τῷ "ἄνα" διὰ τὸν ἀνωτάτω αἰθέρα, ἢ καὶ διὰ τὴν ψυχήν, φασί, τοῦ κόσμου, Δία καὶ αὐτὴν ὀνομαζομένην καὶ ἀερώδη νομιζομένην καὶ ἄνω μένειν δοκοῦσαν. οἱ δ' αὐτοὶ καθ' ὁμοίαν ἐπιβολὴν ἀντιτιθέασι καὶ τὸ "ἀνιπτόποδες χαμαιεῦναι", ὡς εὐθὺς μετ' ὀλίγα φανεῖται. Τὸ δὲ Πελασγικέ γράφεται καὶ Πελαργικέ, διότι ἐν τῷ τεμένει, φασί, τοῦ Δωδωναίου Διὸς λευκὸς λόφος ἦν οὕτω καλούμενος. Ὅρα δὲ ὅτι τὸ "τηλόθι ναίων" ἐπὶ τῶν κατὰ γῆν διαστημάτων λέγειν εἰωθώς, ἐνταῦθα τὸ νόημα εἰς αἰθέρα ὕψωσε. Σελλὸς δὲ τὸ ἐθνικὸν ὀξύνεται λόγῳ τοιούτῳ. Τὰ εἰς λος, φασίν, ἑτέρῳ λ παραληγόμενα, οὗ τὸ α οὐ προηγεῖται, ὀξύνονται, κιλλός, εἶδος χρώματος, πολλός, κυλλός, φελλός. οὕτω καὶ Σελλὸς ἐθνικὸν ἢ Ἑλλὸς κατὰ Πίνδαρον. ἀμφιβάλλεται γὰρ ἡ γραφή. διὸ καὶ ὁ Γεωγράφος φησὶ περὶ τούτου, ὅτι οὐκ ἔστι διϊσχυρίσασθαι διὰ τὴν ἀμφιβολίαν. Καὶ σημείωσαι ὅτι ὅσοι μὲν Ἑλλοὺς οἴδασι δίχα τοῦ σ, συναλείφοντες γράφουσιν, "ἀμφὶ δέ σ' Ἑλλοὶ σοὶ ναίουσιν ὑποφῆται", ἤγουν περὶ σὲ ναίουσιν οἱ Ἑλλοὶ οἱ σοὶ ὑποφῆται. ὅσοι δὲ Σελλοὺς γράφουσι δίχα συναλιφῆς οὕτω νοοῦσιν· ἀμφὶ δὲ σοὶ Σελλοὶ ναίουσιν ὑποφῆται. Καὶ οὗτοι μέν φασι Σελλοὺς λέγεσθαι ὡς ἀπὸ ποταμοῦ Σελλήεντος, ἐκεῖνοι δέ, ὅτι Ἑλλοὶ τὸ ἔθνος ἀπὸ Ἑλλοῦ τοῦ Θεσσαλοῦ, ἀφ' ὧν καὶ Ἑλλοπίαν τὸν περὶ Δωδώνην τόπον καλεῖσθαι. πλείους δὲ οἱ Σελλοὺς γράφοντες μετὰ τοῦ ἐν ἀρχῇ σ.

(v. 235) Ὑποφῆται δὲ ὡς ὑποφητεύοντες προφητεύοντι τῷ ἐκεῖσε Διΐ. Χαμαὶ γάρ, φασί, δοραῖς ἐγκοιμώμενοι δι' ὀνείρων τοῖς χρωμένοις χρηματίζουσιν ἐκ Διός, καθὰ καὶ Λυκόφρων ἱστορεῖ, ὃς καὶ τόμουρον τὸν ἁπλῶς μάντιν λέγει ὁμωνύμως τοῖς ἐν Δωδώνῃ. Τόμουροι γὰρ οἱ ἐκεῖ τοῦ Διὸς ὑποφῆται, καὶ τόμουραι αἱ μαντεῖαι, [845] ὡς καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν εἴρηται. Ἐν δὲ τῷ "ἀνιπτόποδες χαμαιεῦναι" οἱ μὲν νοοῦσι τοὺς Σελλοὺς εὐτέλειαν ἀσκοῦντας καὶ χαμαιεύνας μὲν ὡς κάτω περὶ γῆν αὐτοὺς κειμένους καὶ μὴ ἐπὶ στιβάδων ἢ δεμνίων ὑπνοῦντας, ἀνιπτόποδας δὲ ὡς μὴ προϊόντας τοῦ ἱεροῦ καὶ διὰ τοῦτο μηδὲ θέλοντας ποδάνιπτρα, ὃ καὶ ἐν τῷ τοῦ Εὐριπίδου Ἐρεχθεῖ δηλοῦται, εἰπόντος, ὅτι πηγαῖς οὐχ' ὑγραίνουσιν πόδας. Ἕτεροι δὲ σεμνότερον τοιοῦτον συντιθέασι νόημα, χαμαιεῦναι μέν, ἀνιπτόποδες δέ, τουτέστι χαμαὶ μὲν εὐναζόμενοι, ἀνιπτάμενοι δὲ τῶν κάτω ταῖς διανοίαις διὰ τὴν ἐν ταῖς μαντείαις φιλοσοφίαν. Ὅρα δὲ ὡς κἀνταῦθα τὸ χαμαιεῦναι συστέλλει τὴν τῆς προπαραληγούσης δίφθογγον, ὡς καὶ ἐν Ὀδυσσείᾳ τὸ "χαμαιευνάδες σύες", ὥστε οὐ μόνον τὸ πάλαι συστέλλει τὴν λήγουσαν, ὡς δῆλον ἐκ τοῦ πρόπαλαι, ἀλλὰ καὶ τὸ χαμαί. [Τὸ μέντοι χαμαιτυπεῖον καὶ ἡ χαμαιτύπη οὐκ εὔδηλον ἀπὸ μέτρου εἴπερ συστέλλουσι τὴν μαι συλλαβήν. Ὅρα δέ, ὅτι χαμαιεῦναι μὲν ἄνθρωποι ἐπαινετοὶ τῆς χαμεύνης ὡς ἐνάρετοι, αἱ δὲ χαμαιευνάδες οὐ τοιοῦτον. σύες γάρ. Ἡ δὲ Κωμῳδία τὰ συνήθη παίζουσα τοὺς χαμαιεύνας χαμαιευνάδας καλεῖ πρὸς ἀναλογίαν τοῦ Ἀρκάδας καὶ φυγάδας καὶ τῶν ὁμοίων. Φέρεται γοῦν Εὐβούλου περὶ φιλοσόφων τὸ "ἀνιπτόποδες, χαμαιευνάδες, ἀερίοικοι, ἀνόσιοι λάρυγγες, ἀλλοτρίων κτεάνων παραδειπνίδες", ὃ παραπεποίηκεν ἐκεῖνος ἐκ τοῦ παράσιτοι. Εἰ δὲ φιλοσόφους ἄνδρας οὕτως ἔσκωψέ τις, πῶς οὐκ ἂν ὁ τοιοῦτος ἀσφαλέστερον καὶ γυναῖκας χαμαιευνάδας ἐρεῖ τινας, ὧν ὁ βίος οὐκ εὐπρεπής;] (v. 239) Τὸ δὲ "νηῶν ἐν ἀγῶνι" οὐ διχῶς ἐνταῦθα νοεῖται ὡς ἐν τοῖς πρὸ τούτου, ἀλλὰ νηῶν ἀγῶνα τὸ ἄθροισμα λέγει, ἀγωνίαν γάρ τινα μάχης αἱ τῶν Μυρμιδόνων νῆες οὐκ ἔχουσιν. Οὕτω που καὶ τὸ "θεῖον δύσονται ἀγῶνα" ἀντὶ τοῦ εἰς τὰ τῶν θεῶν ἱερὰ εἰσέλθωσιν, ἀγῶνος θείου λεγομένου τοῦ ναοῦ, ἔνθα θεῶν ἄθροισις, καθ' ὁμοιότητα τοῦ νηῶν ἀγών.

(v. 241 s.) Τὸ δὲ "τούτῳ κῦδος ἅμα πρόες, θάρσυνον δέ οἱ ἦτορ ἐν φρεσίν" εὔξεται πᾶς ὑπὲρ φίλου ἀγωνιῶντος, καθὰ καὶ ἐπὶ Πατρόκλῳ Ἀχιλλεύς. Ὅρα δὲ ὡς Πάτροκλος μὲν τῷ Ἀχιλλεῖ ἔφη "ἀλλ' ἐμέ περ πρόες ὦκα", Ἀχιλλεὺς δὲ τῷ Διΐ, ὅτι τῷ Πατρόκλῳ κῦδος ἅμα πρόες. Τὸ δὲ "θάρσυνον" σεμνῶς εἴρηται ὡς τοῦ Πατρόκλου δεομένου θάρσους ἐπὶ πλέον ἤπερ ἀνδρίας. [Προστακτικὸν δὲ τὸ "θάρσυνον", εἰ καὶ ἄλλως δύναται καὶ ὡς ὄνομα νοηθῆναι οὐδέτερον, ἵνα δῆθεν [846] λέγῃ, ὅτι πρόες τῷ Πατρόκλῳ καὶ θάρσυνον ἦτορ, ἤγουν θαρραλέον.] (v. 244) Ὅρα δὲ καὶ ὡς Ἀχιλλεὺς μὲν ἀρκεῖται εἰπὼν ἐπὶ Πατρόκλῳ τὸ "ἡμέτερος θεράπων", Ὅμηρος δὲ πρὸ βραχέων ἀγαθὸν αὐτὸν Ἀχιλλέως ἔφη θεράποντα. Τὸ δὲ "ἄαπτοι" συντελεῖ τι εἰς τὸ "χεῖρες μαίνονται". διὸ καὶ ἀσφαλέστερον τοῦτο πέφρασται καὶ γοργότερον τοῦ "δόρυ μαίνεται ἐν παλάμῃσιν". ἐκεῖνο μέντοι γλυκύτερον. ὡς οἷον γὰρ ἔμψυχον τὸ δόρυ ἐκεῖ μαίνεσθαι λέγεται.

(v. 245) Τίς δὲ ὁ μῶλος τοῦ Ἄρεος, καὶ ὡς οὐκ ἐξ ὀρθοῦ τὴν μάχην μῶλον Ὅμηρος λέγει, ἀλλ' ἢ τὸν ἐν μάχῃ μολυσμὸν κατ' ἔκτασιν τῆς ἀρχούσης, ἢ τὴν πολεμικὴν κακοπάθειαν παρὰ τὸ μόλις, ἢ τὴν ἐν πολέμῳ φθορὰν παρὰ τὸ μὴ ὅλον, οἱονεὶ μήολος, ὁ μὴ ἐν ὁλότητι ἀφιεὶς τὸν στρατόν, καὶ κατὰ κρᾶσιν συνήθη μῶλος, δηλοῦται καὶ ἀλλαχοῦ.

(v. 247) Τὸ δὲ "ἀσκηθής" λέξις μέν ἐστιν Αἰτωλῶν κατὰ τοὺς παλαιούς, δοκεῖ δὲ ἀπὸ τοῦ ἀσκεῖν γενέσθαι, ὡς καὶ προελέχθη, καὶ σημαίνει τὸν ὑγιῆ. τοιοῦτοι γὰρ οἱ ἀσκηταί. Εἰ δὲ καὶ ἀπὸ τοῦ α στερητικοῦ καὶ τοῦ σχέθειν ἐτυμολογεῖται, ἵνα ᾖ ἀσχεθείς καὶ Ἰωνικῶς ἀσκεθής καὶ κατὰ ἀναγκαίαν μετρικὴν ἔκτασιν ἀσκηθής, ὁ πόλυς τὴν ῥύμην καὶ ὃν οὐκ ἔστιν ἐπισχεῖν, οὐδ' αὐτὸ σεσίγηται. εὕρηται δέ που καὶ ἀσκεθής διὰ τοῦ ε παρὰ τῷ ποιητῇ.

(v. 251) Τὸ δὲ "πόλεμόν τε μάχην τε" τὴν αὐτὴν καὶ νῦν δηλοῦσιν ἔννοιαν, ὡς καὶ ἀνωτέρω αὐτῶν τὸ "μάχην ἐνοπήν τε". Ὅτι θυμικὸν ζῷον ὁ σφὴξ καὶ μάλιστα ὁ ἐνόδιος.

(v. 266 s.) Διὸ καὶ ὁ ποιητὴς ἐξ αὐτοῦ πορίζεται παραβολήν, λέγων ὡς οἱ Μυριμιδόνες μέγα φρονέοντες "σφηκῶν κραδίην καὶ θυμὸν ἔχοντες ἐκ νηῶν ἐχέοντο, βοὴ δ' ἄσβεστος ὀρώρει", ὃ πολλαχοῦ κεῖται.

(v. 259-265) Φησὶ γὰρ "αὐτίκα δὲ σφήκεσσιν ἐοικότες ἐξεχέοντο εἰνοδίοις, οὓς παῖδες ἐριδμαίνουσιν ἔθοντες, αἰεὶ κερτομέοντες, ὁδῷ ἔπι οἰκί' ἔχοντες, νηπίαχοι, ξυνὸν δὲ κακὸν πολέεσσι τιθεῖσι. τοὺς δ' εἴ περ παρά τίς τε κιὼν ἄνθρωπος ὁδίτης κινήσει ἀέκων, οἳ δ' ἄλκιμον ἦτορ ἔχοντες πρόσσω πᾶς πέτεται καὶ ἀμύνει οἷσι τέκεσσι". Καὶ ὅρα τὴν Ὁμήρου δεινότητα, ὅσγε καὶ ταῖς ἐκ τῶν σμικροτάτων παραβολαῖς [847] κοσμεῖ σεμνῶς τοὺς ἥρωας, καὶ νῦν μὲν τοὺς Μυρμιδόνας εἰκάζει πρὸς σφῆκας, οὐκ ἀνδρίαν ἀλλὰ καρδίαν καὶ θυμὸν σφηκῶν αὐτοὺς ἔχειν εἰπών, ἀλλαχοῦ δέ τινι τῶν ἀριστέων μυίας θάρσος ἐγγενέσθαι φησί, καὶ ἐν ἄλλοις μελισσῶν ἑσμῷ εἰκάζει τὴν τῶν Ἀχαιῶν εἰς πόλεμον ἔξοδον, οὐ πρὸς τὴν τῶν ζωϋφίων σμικρότητα παραβάλλων τοὺς ἥρωας, ἀλλ' ἀπὸ ἰδιοτήτων τινῶν ἀξίων λόγου διασκευάζων τὰς παραβολάς. Ἔνεισι γὰρ καὶ τοῖς εὐτελέσι τούτοις ἄξια λόγου ἰδιώματα, ὡς καὶ τοῖς σφηξὶ τὸ ἀμυντικόν. ὅθεν καὶ ὁ ἐρεθίζων κακόν τι ἐφ' ἑαυτὸν σφηκίαν ἐξεγείρειν καθ' ἑαυτοῦ λέγεται. Σημείωσαι δὲ ὅτι πρὸς μόνην εἴληπται τὴν σύντονον καὶ ἀμυντικὴν τῶν Μυρμιδόνων ἐκδρομὴν εἰς τὸν πόλεμον ἡ ῥηθεῖσα παραβολή. τὰ δὲ τῶν παίδων καὶ τῶν παροδιτῶν δυσχερῶς ἄν τις καὶ ψυχρότερον ἐνταῦθα συμβιβάσειε. διὸ δοτέον αὐτὰ τῇ ζωϊκῇ ἱστορίᾳ καὶ τῇ πιθανῇ ἀναπληρώσει τῆς παραβολῆς. Ἰστέον δὲ καὶ ὅτι κεῖται μὲν καὶ ἐν τῇ μῦ ῥαψῳδίᾳ παραβολὴ ἀπὸ σφηκῶν ἐνοδίων, συντομωτέρα μέντοι ταύτης καὶ οὐχ' οὕτω πεπλατυσμένη. ἔχει δὲ καὶ ἑτέραν ἐκείνη διαφοράν, οὐ μόνον ὅτι συμπαραπλέκει καὶ μελίσσας τοῖς σφηξίν, ἀλλὰ καὶ ὅτι σφηκῶν μέμνηται μὴ θελόντων ἀπολιπεῖν κοῖλον δόμον, ἀλλ' ἔνδοθεν ἀμυνομένων, οὐ μὴν κατὰ τοὺς ἐνταῦθα πετομένων ἔξω δι' ἄμυναν.

(v. 259) Τὸ δὲ καὶ προρρηθὲν "ἐξεχέοντο", ὃ ἐν τῇ ἀποδόσει διαλύσας "ἐκ νηῶν ἐχέοντο" φησίν, οἷς συγγενὲς τὸ "ἱππόθεν ἐκχύμενοι" ἐν Ὀδυσσείᾳ, τὸ εὐκίνητον δηλοῖ καὶ ἰτητικὸν καὶ ῥᾷον καὶ ἀνεμπόδιστον τῆς τῶν Μυρμιδόνων στρατιᾶς καί, ὡς εἰπεῖν, ῥυτὸν ἢ ὑγρόν. Καὶ ἴσως οἱ τοιοῦτοι, καθὰ καὶ προπαρεσημάνθη, ἀπὸ ὑδάτων ἔχειν οἷα ὁρμητίαι γένεσιν μυθεύονται, ὡς ὁ Μενέσθιος ἀπὸ Σπερχειοῦ καὶ ἕτερός τις ἀπὸ θαλάσσης καὶ ἄλλος ἀπὸ Σκαμάνδρου ἢ Σατνιόεντος διὰ τό, ὡς εἴρηται, ὑγρὸν καὶ μετὰ θυμοῦ εὐκίνητον καί, ὡς ἂν εἴποι τις, εὔχυτον. Καὶ προϊὼν δὲ φησὶ "Δαναοὶ δ' ἐπέχυντο νῆας ἀνὰ γλαφυράς". ὅθεν καὶ τὸν σπουδαῖον πόδα διερὸν ἐν Ὀδυσσείᾳ φησίν.

(v. 259-261) Ἰστέον δὲ ὅτι, καθὰ τὸ ἐξεχέοντο κατωτέρω διαλύσας φησὶ ταὐτολογικῶς "ἐκ νηῶν ἐχέοντο", οὕτω καὶ τὸ εἰνοδίοις μετ' ὀλίγα περιφράζων φησὶν "ὁδῷ ἔπι οἰκία ἔχοντας". Ἔνθα ὅρα τὸ οἰκία ἐπὶ φωλεοῦ ἀφελῶς λεχθέν, ὃν ἀλλαχοῦ κοῖλον δόμον εἶπεν, ὅπου καὶ ἐπὶ πλέον ἐξάγει τὴν τῶν εἰνοδίων [848] παράφρασιν, εἰπὼν "οἰκία ποιήσονται ὁδῷ ἔπι παιπαλοέσσῃ". Εἰνοδίους δὲ παραλαμβάνει σφῆκας, ἐπείπερ οἱ ἐν βάθει ὄρους οὔκ εἰσιν εἰς τὴν εἰρημένην παραβολὴν χρήσιμοι. οὐ γὰρ βλάπτουσιν ἐκεῖνοι οὕτως, ὅτι μηδὲ παροδεύουσί τινες ἐκεῖ. Ὅρα δὲ καὶ ὅτι, ὥσπερ τὸ "εἰνοδίοις" ἡρμήνευσε διὰ τοῦ "ὁδῷ ἔπι οἰκία ἔχοντας", καὶ τὸ "παῖδες" διὰ τοῦ "νηπίαχοι", οὕτω καὶ τὸ "ἐριδμαίνωσιν ἔθοντες" διὰ τοῦ "αἰεὶ κερτομέοντες", ὅ ἐστιν ἀθύροντες, παίζοντες. ἔθος γὰρ παισὶ τοῦτο πλέον τῶν ἄλλων καὶ μᾶλλον νηπίοις, ἔτι δὲ μάλιστα νηπιάχοις. Ἔστι δὲ ἐριδμαίνειν μὲν τὸ ἐρεθίζειν καὶ εἰς ἔριν κινεῖν, γινόμενον ἢ κατὰ σύνθεσιν ἀπὸ τῆς ἔριδος καὶ τοῦ μαίνεσθαι, ἢ ἀπὸ τοῦ ἐριδαίνω πλεονασμῷ τοῦ μῦ. τοῦ δὲ ἐριδαίνειν ἡ χρῆσις πολλαχοῦ. Τὸ δὲ ἔθοντες ἀντὶ τοῦ τὸ σύνηθες πράττοντες, ἐξ οὗπερ, ὡς καὶ ἄλλοθι ἐδηλώθη, οὐ μόνον τὸ ἐθείρω καὶ αἱ ἐθειράδες παρὰ τῷ ποιητῇ ἀλλὰ καὶ τὸ ἔσθω τὸ πάνυ ἔθιμον, ἔτι δὲ καὶ τὸ ἐσθίω, ναὶ μὴν καὶ τὸ ἔδω κατὰ τροπήν, ὡς ἀλλαχοῦ δηλοῦται σαφῶς. Τοῦ δὲ "αἰεὶ κερτομέοντες" ψεκτὸν μόνον τὸ "αἰεί". ἄλλως γὰρ καὶ σπουδαῖοι ἄνδρες κερτομήσουσί ποτε καίρια. [Καὶ γέμει τῶν εἰς τοῦτο παραδειγμάτων ὁ κόσμος.] Τὸ δὲ "ὁδῷ ἔπι οἰκία ἔχοντας" ἔχει καί τι ἀστεῖον. ἀλλαχοῦ μὲν γὰρ ἐπὶ φιλοξένου τινὸς ἔφη "ὃς πάντας φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων". σφῆκες δὲ οὗτοι ὁδῷ ἔπι οἰκία ἔχοντες κοινὸν κακὸν παρακιόντι, ἄλλως δ' ἄν τις ἐρεῖ παράγοντι, ὀδίτῃ γίνονται.

(v. 262) Τὸ δὲ "ξυνὸν κακόν" ἀπόσπασμά ἐστι γνώμης τῆς λεγούσης πολλάκις κοινὸν κακὸν ἐξ ἰδίας ἀνοίας γίνεσθαι. κἀνταῦθα γὰρ οἱ νηπίαχοι καθ' ἑαυτοὺς παίζοντες κοινὸν κακὸν τοῖς παροδεύουσιν ἔθεντο, τὴν τῆς σφηκίας ἐξέγερσιν. οὐκ ἔστι δὲ τὸ τοιοῦτον πάνυ μακρὰν οὐδὲ τοῦ πολλάκι καὶ ξύμπασαν πόλιν κακοῦ ἀνδρὸς εἰς κακὸν ἀπολαύειν.

[849] Τὸ δὲ "πολέεσσιν" ἀσφαλῶς κεῖται. οὐ γὰρ ἁπλῶς κοινὸν κακὸν γίνονται, ἀλλὰ πολλοῖς, εἴ τίς που τύχοι παροδεύων.

(v. 264) [Τὸ δὲ "ἀέκων" διαστολὴν ἔχει συνετοῦ ἀνδρὸς πρὸς νηπιάχους. οἱ μὲν γὰρ ἑκόντες ἐριδμαίνουσι τοὺς σφῆκας, ὁ δ' ἄκων αὐτοὺς ἐκ παρόδου κινεῖ].

(v. 264 s.) Ὅρα δὲ καὶ τὸ "οἳ δὲ ἄλκιμον ἦτορ ἔχοντες πρόσσω πᾶς πέτεται" σχῆμα ὂν σολοικοφανές, καινοπρεπὲς μέν, οὐκ ἀσύνηθες δέ. τὸ γὰρ πᾶς, συλληπτικὸν ὄνομα, ἐν φωνῇ ἑνικῇ πλῆθος δηλοῖ, καθὰ καὶ τὸ ἕκαστος, καὶ ἔστι ταὐτὸν εἰπεῖν Ἀττικῶς πρὸς τὸ νοούμενον· οἱ δὲ πρόσσω πάντες πέτονται, καὶ κοινῶς δέ· πρόσω πᾶς πέτεται. Οὐκ ἄλκιμοι δὲ οἱ σφῆκες λέγονται εἶναι, ἀλλὰ ἄλκιμον ἦτορ ἔχειν [ὡς ἔμψυχοι,] διὰ τὸ ἐν αὐτοῖς θράσος. Τὸ δὲ "πρόσω πέτεται" ἴδιον σφηκός. οὐ γὰρ κατόπιν ἐμπίπτει, ἀλλὰ βιάζεται προπετόμενος κατὰ προσώπου κεντεῖν. τοῦ δ' αὐτοῦ ἰδιότης καὶ τὸ ἄλλου προερεθίσαντος τοῖς παροδεύουσι καὶ ἀναιτίοις εἰκῇ ἐπιτίθεσθαι.

(v. 269-274) Ὅτι καὶ Πάτροκλος τοὺς ἑταίρους ἀναγκαίως ὀτρύνων τοιαῦτά φησι "Μυρμιδόνες, ἕταροι Πηληιάδεω Ἀχιλῆος, ἀνέρες ἔστε φίλοι", ὅ ἐστι προστακτικῶς ἀνδρίζεσθε, "μνήσασθε δὲ θούριδος ἀλκῆς, ὡς ἂν Πηλείδην τιμήσομεν, ὃς μέγ' ἄριστος Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες, γνῷ δὲ καὶ Ἀτρείδης, εὐρυκρείων Ἀγαμέμνων, ἣν ἄτην, ὅ τ' ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν". ὃ καὶ ἀλλαχοῦ προρρηθὲν ταὐτολογεῖται νῦν. Καὶ ὅρα ὡς οὐκ ἠρκέσθη ἄριστον ἐνταῦθα τὸν Ἀχιλλέα καλέσαι, ὃ καὶ ἐκεῖνος ἔφθη που εἰπεῖν περὶ ἑαυτοῦ, ἀλλὰ καὶ μετὰ ὑπερθέσεως πλείονος μέγα ἄριστον αὐτὸν ἔφη, καὶ ὅτι τὸ μέγ' ἄριστος αὐτός τε καὶ ἀγχέμαχοι θεράποντες, ἔπαινός ἐστι στρατηγοῦ ἀρίστου ὑπασπιστὰς ὁμοίους ἔχοντος, καὶ ὅτι Ὅμηρος μὲν Πατρόκλου ἑτάρους εἶπε τοὺς Μυρμιδόνας, αὐτὸς δὲ σεμνύνων αὐτοὺς ἑταίρους τοῦ Ἀχιλλέως καλεῖ, ἔτι δὲ καὶ ἀγχεμάχους, ὃ καὶ Ἀχιλλεὺς ἔφη ὁμοῦ παραθεὶς ἐν τῷ "καὶ ἀγχεμάχοις ἑτάροισιν", ἀλλὰ καὶ θεράποντας λέγει, ὁποῖος καὶ αὐτός ἐστιν, καθὰ καὶ ὁ ποιητὴς πολλαχοῦ λέγει, καὶ Ἀχιλλεὺς δὲ πρὸ ὀλίγου ἔφη. Ἐνταῦθα δὲ καὶ ἑαυτὸν ἀφθονήτως ἐπαινεῖ Πάτροκλος ἐν τῷ κοινῷ. εἰ γὰρ ἀγχέμαχοι θεράποντες οἱ Μυρμιδόνες, ἀγχέμαχος ἄρα καὶ αὐτὸς τοιούτοις συντεταγμένος. ἔοικε δὲ μὴ πλεονάζειν ἐν τοῖς Μυρμιδόσιν ἡ τοξική. δῆλον γὰρ ὡς οἱ τοξόται οὐκ ἀγχέμαχοι. Τροπὴν δὲ ἀπὸ τοῦ ἄγχι ἐπιρρήματος ἔπαθεν ὁ ἀγχέμαχος. ἀγχεμάχους δὲ καὶ ἀσπιδιώτας εἰπεῖν ταὐτόν ἐστι.

(v. 270) Τὸ δὲ "μνήσασθε θούριδος ἀλκῆς" παραπεποίηται ἐκ τοῦ μνήσασθε ἀπειλῶν ἃς ἠπειλεῖτε, ὃ φθάσας [850] ἐνέφηνεν Ἀχιλλεὺς ἐν τῷ "μή τίς μοι ἀπειλάων λελαθέσθω".

(v. 269) Ὅρα δὲ καὶ ὅτι ἀνωτέρω χρησάμενος Ἰωνικῇ γενικῇ καὶ εἰπὼν "Πηληιάδεω Ἀχιλῆος", ὑποκαταβὰς ἐν τῷ "ὡς ἂν Πηλείδην τιμήσομεν" κοινῶς καὶ Ἀττικῶς ἔφη Πηλείδην, οὐ Πηληϊάδην. τοῦτο δὲ νῦν παρεσημάνθη πρὸς ἀνάμνησιν τοῦ δύνασθαι τὸν ποιητὴν καὶ τὴν ἐκ προθύρων, ὅ φασιν, τῆς Ἰλιάδος χασμῳδίαν τὸ "Πηληιάδεω" ἐκθεραπεῦσαι, εἴπερ ἤθελε, διὰ τοῦ κοινοῦ καὶ οὐ περιέργου πατρωνυμικοῦ.

(v. 271) Τὸ δὲ "ὡς ἂν Πηλείδην τιμήσομεν" λέγει Πάτροκλος, μεμνημένος τοῦ "μή με ἀτιμότερον θήσεις". Καὶ ὅρα ὡς ἄλλοις παραινέσας τιμῆσαι τὸν Πηλείδην αὐτὸς προϊὼν λανθάνεται ποιῆσαι οὕτω, ἐκκρουσθείσης τῆς μνήμης τῇ εὐπραγίᾳ. Ὅρα δ' ἐνταῦθα καὶ τὸ "ὡς ἂν τιμήσομεν" φανερῶς μὴ δυνηθὲν ἐκτεῖναι τὴν παραλήγουσαν τοῦ ῥήματος τῷ κοινῷ λόγῳ τῶν ὑποτακτικῶν. αἴτιον δὲ ἡ ἐν τοῖς τοιούτοις ἀδιαφορία τῶν Ἰώνων, οἵ, ὡς μυριαχοῦ φαίνεται, καὶ δέον ὂν μὴ ἐκτείνεσθαί τινα, ὅμως ἐκτείνουσι, ποτὲ δὲ ποιοῦσι καὶ ἀνάπαλιν.

(v. 276 s.) Ὅτι πρὸ τούτων μὲν θάλασσα ἐκλύσθη τερατωδέστερον ἐπὶ τῷ Ποσειδῶνι, ἐνταῦθα δέ, ὡς εἰκός, ἐπεὶ ἐνέπεσον Τρώεσσιν ἀολλέες οἱ Μυρμιδόνες, κτύπος καινός τις ἐξηχήθη, ὁ καὶ ἀλλαχοῦ γραφείς. Φησὶ γὰρ "ἀμφὶ δὲ νῆες σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ' Ἀχαιῶν". Καὶ ἔστιν ὁ κόναβος οἰκεῖος ξηρότητι ξύλων τῶν κατὰ νῆας. Λέγει δὲ καὶ ἐνταῦθα ἐμπεσεῖν μὲν τὸ ἀνδρείως ἐπεισπεσεῖν καί, ὡς εἰπεῖν, ἐπιβρῖσαι, Ἀχαιοὺς δὲ τοὺς Μυρμιδόνας, κατὰ τὸ "Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί". Ὅτι καὶ ἐνταῦθα ὀρίνεσθαι οὐ τὸ ἁπλῶς κινεῖσθαι, ἀλλὰ τὸ μετὰ θορύβου καὶ δειλίας.

(v. 278-280) Φησὶ γοῦν "Τρῶες δ' ὡς εἴδοντο" Πάτροκλον "αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι μαρμαίροντας, πᾶσιν ὀρίνθη θυμός", καὶ γίνεται ὃ φθάσας εἶπε Πάτροκλος. Καὶ ὕπεισιν ἤδη τοὺς Τρῶας δόξα ψευδής, ἣν ὁ Πάτροκλος ἤλπισεν. ἐΐσκοντες γὰρ αὐτὸν τῷ Ἀχιλλεῖ οὔπω μὲν ἀπέχονται τοῦ πρὸς ταῖς ναυσὶ πολέμου, ἄρχονται δὲ ὅμως ὡς εἰς φυγὴν ταράσσεσθαι, οὗ δηλωτικὸν τὸ ὀρίνεσθαι, ὃ ταὐτὸν ἐρρέθη τῷ μετὰ δειλίας κινεῖσθαι. διὸ ἐπάγει "ἐκίνηθεν δὲ φάλαγγες ἐλπόμενοι παρὰ νηῶν" καὶ ἑξῆς.

(v. 279) Ἐν δὲ τῷ "καὶ θεράποντα" ἔοικεν ὁ Αὐτομέδων, φασί, τὰ τοῦ Πατρόκλου φορεῖν ὅπλα, ὡς ἂν καὶ ἀκριβὴς ἡ τοῦ Ἀχιλλέως εἰκασία οὕτω γένηται ὡς ἐξελθόντος εἰς μάχην, καὶ πλείων ὁ τῶν Τρώων ταραγμός, Πατρόκλου μὲν ἐϊσκομένου τῷ Ἀχιλλεῖ διὰ τὴν ἐκείνου [851] πανοπλίαν, Αὐτομέδοντος δὲ αὖθις τῷ Πατρόκλῳ διὰ τὸ φορεῖν τὴν αὐτοῦ παντευχίαν.

(v. 280-282) Ὅρα δ' ἐνταῦθα καὶ σχῆμα καινὸν Ἀττικὸν τὸ "ἐκίνηθεν δὲ φάλαγγες ἐλπόμενοι παρὰ νηῶν Ἀχιλλέα μηνιθμὸν μὲν ἀπορρῖψαι, φιλότητα δ' ἑλέσθαι". τὸ γὰρ ἐλπόμενοι δυνάμενον γραφῆναι ἐλπόμεναι, ὅμως οὐ πρὸς τὸ ῥητὸν ἀποδέδοται, ἤγουν πρὸς τὸ φάλαγγες, ἀλλὰ πρὸς τὸ νοητόν. λαοὶ γὰρ πάντως αἱ φάλαγγες, πρὸς οὓς ἐρρέθη τὸ ἐλπόμενοι. Διασαφεῖται δ' ἐνταῦθα ἐπὶ πλέον τὸ "πᾶσιν ὀρίνθη θυμός". οὐ γὰρ ὅπλων λαμπηδὼν αὐτοὺς ὤρινεν, ἀλλὰ ἐλπὶς τοῦ ἀναστῆναι τὸν Ἀχιλλέα, ὃ καὶ ἔτρεψεν αὐτοὺς εἰς φυγήν.

(v. 283) Ἐπάγει γὰρ "πάπτηνεν δὲ ἕκαστος ὅποι φύγῃ αἰπὺν ὄλεθρον". ὅπερ ἐπὶ τῆς κατὰ κράτος που φυγῆς οἰκεῖον λέγεσθαι.

(v. 281) Σημείωσαι δὲ καί, ὡς εἰ καὶ οἱ μεθ' Ὅμηρον σημειοῦνται τὴν ἐλπίδα μὴ ἂν ἐπὶ κακῶν προσδοκίας λέγεσθαι, ἀλλ' ἰδοὺ τὸ ἐλπόμενοι ἐνταῦθα ἐπὶ Τρώων ἐρρέθη μὴ ἐχόντων καραδοκίαν ἀγαθοῦ τινος.

(v. 282) [Τὸ δὲ "μηνιθμὸν ἀπορρῖψαι" πάνυ καιρίως πέφρασται ὡς ἐπί τινος βάρους. τοιοῦτον γὰρ ὁ κότος ἐπικείμενος τῷ μηνίοντι, βαρὺς καὶ οἷος βλάπτειν, εἰ μὴ καταρρίπτοιτο. Τὸ δὲ "φιλότητα δ' ἑλέσθαι" ἀναγκαίως πρόσκειται. οὐ γὰρ πᾶς ὁ μῆνιν ἀπορρίψας ἤδη καὶ φιλότητα ἔσχεν.] (v. 287 s.) Ὅτι ἀστείως Πάτροκλος ἀμύνων ταῖς ναυσὶ πασχούσαις κακῶς ὑπὸ πυρὸς καὶ αἰχμῶν πλάττεται βαλὼν πρῶτον παρωνυμούμενόν τινα ἐκ τῶν τοιούτων δύο κακῶν, τὸν Πυραίχμην δηλαδή, "ὃς Παίονας ἱπποκορυστὰς ἤγαγεν ἐξ Ἀμυδῶνος, ἀπ' Ἀξίου εὐρυρέοντος" ἢ εὐρὺ ῥέοντος, περὶ ὧν ἡ Βοιωτία δηλοῖ. οὗ πεσόντος ἀμφεφόβηθεν Παίονες. καὶ ἡ αἰτία, ὅτι κεῖται ὁ ἐν αὐτοῖς ἄρχων.

(v. 291 s.) Φησὶ γοῦν ὅτι Πάτροκλος αὐτοῖς ἐνῆκε φόβον "ἡγεμόνα κτείνας, ὃς ἀριστεύεσκε μάχεσθαι", ἤγουν ὀνοματικῶς εἰπεῖν, ἐν μάχῃ.

(v. 293-295) Τοῦτο δὲ ποιήσας Πάτροκλος ἐκ νηῶν ἔλασεν ἢ μόνους τοὺς Παίονας ἢ καὶ τοὺς σὺν αὐτοῖς Τρῶας, ὡς ἐφεξῆς δηλοῦται, "κατὰ δ' ἔσβεσεν αἰθόμενον πῦρ. ἡμιδαὴς δ' ἄρα νηῦς λίπετ' αὐτόθι. τοὶ δ' ἐφόβηθεν Τρῶες θεσπεσίῳ ὁμάδῳ". Νῆα δὲ ἡμιδαῆ τὴν τοῦ Πρωτεσιλάου ἐκείνην λέγει.

(v. 290) Ἐν δὲ τῇ πτώσει τοῦ Πυραίχμου κεῖταί τι ἀστεῖον. ἑτέρων μὲν γάρ τινων πιπτόντων λέγει, ὅτι οἱ ἑταῖροι ἀμφιβεβήκασιν αὐτόν, ἐνταῦθα δὲ "ἕταροι δέ μιν ἀμφεφόβηθεν", ἀμφιβεβηκέναι γὰρ οὐκ εἶχον. Δεινὸν δὲ τὸ τοῦ Πυραίχμου πτῶμα, ὃς δεξιὸν ὦμον βληθεὶς ὕπτιος ἐν κονίῃσι κάππεσεν οἰμώξας, καθά που καὶ ἕτερός τις γνὺξ ἔριπεν οἰμώξας.

(v. 2946) Ἰστέον δὲ καὶ ὅτι πολεμικῆς τροπῆς τό· τοὶ δ' ἐφόβηθεν θεσπεσίῳ ὁμάδῳ, οἱ δεῖνα δ' ἐπέχυντο, ὅμαδος δ' ἀλίαστος ἐτύχθη.

(v. 297-302) Ὅτι ἑρμηνεύων ὁ ποιητὴς ἐνταῦθα διὰ τί πολλαχοῦ τὴν ἐν πολέμῳ ἀνάπνευσιν φῶς λέγει, ἐκτίθεται παραβολὴν τοιαύτην "ὡς δ' ὅτ' ἀφ' ὑψηλῆς κορυφῆς ὄρεος [852] μεγάλοιο κινήσει πυκινὴν νεφέλην στεροπηγερέτα Ζεύς, ἔκ τ' ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι καὶ νάπαι, οὐρανόθεν δ' ὑπερράγη ἄσπετος αἰθήρ, ὣς Δαναοὶ νηῶν μὲν ἀπωσάμενοι δήϊον πῦρ τυτθὸν ἀνέπνευσαν, πολέμου δ' οὐ γίνετ' ἐρωή". Καὶ δοκεῖ λέγειν ὅτι, ὥσπερ Ζεὺς ἀστραπηβολῶν κατέλαμψε τὰ πρὶν ἐν σκότῳ ὄντα, οὕτω καὶ Ἀχαιοῖς ἐξ ἀχλύος ἔφανεν οἷόν τι φῶς ἡ ἐν κινδύνῳ ἀνάπνευσις, κατὰ τὸ "αἴ κέν τι φάος Δαναοῖσι γένοιο". καὶ πρὸς τοῦτο μόνον ἀφορᾷ ἡ παραβολή. ἄλλως γὰρ ἐναντιότητά τινα ἔχει πρὸς τὸ ὑποκείμενον. ἐκεῖ μὲν γὰρ πυρὸς ἀστραπηβόλου ἐκλάμψαντος ἡ φαῦσις γίνεται, ἐνταῦθα δὲ πυρὸς σβεσθέντος τοῦ περὶ τὰς νῆας φῶς οἷον γίνεται τὸ ἐκ τῆς ἀναπνεύσεως τοῦ πολέμου.

(v. 298) Ἰστέον δὲ ὅτι φιλοσόφως κίνησιν οὐχ' ἁπλῶς νεφέλης ἀλλὰ πυκνῆς προειπών, ὃ δὴ ἀστραπῆς αἴτιον, εἶτα ἐπήγαγεν εὐθὺς τὸ "στεροπηγερέτης" πρὸς ὁμοιότητα τοῦ νεφεληγερέτης, ὃ δὴ καὶ αὐτὸ ἐμφαίνεται διὰ τοῦ "κινήσει νεφέλην". νεφεληγερέτης γάρ πως ὁ οὕτω νεφέλην κινῶν. Ἡ δὲ κατὰ σκοπιὰς καὶ πρώονας ἔκφανσις κεῖται καὶ ἀλλαχοῦ προγραφεῖσα.

(v. 300) Ἐν δὲ τῷ "οὐρανόθεν ὑπερράγη ἄσπετος αἰθήρ", ὅ ἐστιν ἡ περὶ ἀέρα λαμπρότης, λέγει ὅτι αἰθρία [γέγονεν, ἤγουν αἰθερία,] φαῦσις περὶ τὰ κάτω, ὅπερ εἰ καὶ ἄλλοτέ ποτε γίνεται, ἀλλὰ καὶ νῦν ἄλλως διὰ τὸ ἀστραπηβολεῖσθαι τὸν ἀέρα, ἵνα λέγῃ ὅτι ἄλλως μὲν αἰθήρ ποτε γίνεται νυκτός, οὐ μόνον ἀπὸ σελήνης ἀλλὰ καὶ ἀπὸ πολλῶν ἀστέρων συμφαύσεως, ὅτε δὲ στεροπηγερέτης Ζεὺς νεφέλας κινήσει, τότε δὴ ἡ μὲν ἐκ τῶν ἀστέρων εἰς ἀέρα φαῦσις ἀργεῖ διὰ τὸν νεφεληγερέτην καὶ τὴν ἐξ αὐτοῦ ζόφωσιν, ἀπὸ δὲ οὐρανοῦ, ἤτοι ἀέρος, ἄσπετος αἰθὴρ ὑπορρήγνυται, οὐ διὰ τὴν νεφέλην, (πῶς γὰρ ἄν;) ἀλλὰ διὰ τὸν στεροπηγερέτην Δία, ὃς τὰ λοιπὰ φῶτα κρύψας αὐτὸς αἰθέρα λαμπρὸν καταρρήγνυσιν ἀστράπτων καὶ οὕτως αἰθρηγενέτης φαινόμενος.

(v. 299) Ἰστέον δὲ ὅτι σκοπιαὶ μὲν συνήθως οἱ ὑψηλοὶ τόποι, ἀφ' ὧν ἔστι τὰ κύκλῳ σκοπιᾶσθαι, πρώονες δὲ ὀρῶν ἐξοχαί, ὧν ἡ κλίσις ἐκ τοῦ πρώων πρώονος, οὗ ἡ κίνησις ἀνάπαλιν ἔχει πρὸς τὸ Κόων Κόωνος κύριον. ἐκεῖνο μὲν γάρ, βραχυπαράληκτον ὄν, φυλάσσει τὸ ω ἐν τῇ γενικῇ, τοῦτο δὲ συστέλλεται καθ' ὁμοιότητα τοῦ Μαχάονος, Ἰξίονος, καὶ τῶν ὁμοίων. [Δῆλον δ' ὅτι καὶ πρηών πρηῶνος καὶ πρών πρωνός φαμεν, ὧν κοινότερον μὲν ὁ πρών, ποιητικώτερα δὲ ὁ πρώων καὶ ὁ πρηών.] (v. 300) Αἱ δὲ νάπαι ὑπόκεινται [853] καὶ τῇ σκοπιᾷ καὶ τῷ πρώονι, ὅθεν καὶ δυσφώτιστοί εἰσι, καὶ διὰ τοῦτο ἀπὸ τοῦ νη στερητικοῦ μορίου καὶ τοῦ φωτός ἐτυμολογοῦνται, ὡς οἱονεὶ νάφαι, ἤγουν ἐστερημέναι φωτός. διὸ καὶ πολλὴν ἀστραπῆς λαμπρότητα ἐμφαίνει τὸ καὶ τὰς νάπας φωτίζεσθαι. [Ἰστέον δὲ ὅτι, ὥσπερ ἐκ τοῦ νη στερητικοῦ κατὰ συστολὴν καὶ ἐκ τοῦ φῶ κατὰ ἐναλλαγὴν δασέος εἰς ψιλὸν γίνεται νάπη, ὡς ἀφώτιστος ἡλίῳ διὰ πολὺ δάσος αὐτῆς ἢ βάθος, οὕτω γίνεται καὶ νᾶπυ τὸ παρὰ Νικάνδρῳ σίνηπι παρὰ τὴν νη στέρησιν καὶ τὸ φύω, ἵνα ᾖ νᾶφυ τὸ ἀφυές, ἤγουν μικροφυές, ᾧ λόγῳ καὶ ἡ ἀφύη παρῆκται, ἡ σμικροπρεπεστάτη ἐν ἰχθύσι. χρῆσις δὲ νάπυος παρὰ τῷ Κωμικῷ ἐν τῷ "κἄβλεψε νᾶπυ". Ἀττικὴ δὲ ἡ λέξις. Τὸ μέντοι σίναπυ οὐδεὶς τῶν Ἀττικῶν ἔφη, ὡς ἐν τοῖς τοῦ Δειπνοσοφιστοῦ κεῖται, οὐ μὴν οὐδὲ τὸ σίνηπι, ὃ λέγεται οὕτως, ἐπειδὴ σίνεται, φησί, τοὺς ὦπας ἐν τῇ ὀδμῇ, καθὰ καὶ κρόμμυον, δι' οὗ τὰς κόρας μύομεν. ὅτι δὲ ἐκ τοῦ σίνηπι καὶ ῥῆμά ἐστι κωμικὸν σιναπῶ, οἷον "τὸ θυγάτριόν μου σεσινάπηκε διὰ τῆς ξένης", ἤγουν ἐδριμύξατο, ὁ αὐτὸς ῥήτωρ δηλοῖ.] Τὸ δὲ "οὐρανόθεν ὑπερράγη ἄσπετος αἰθήρ", ἤγουν ἐξ ἀέρος αἰθρία γέγονεν, ἐπιφώνημα ὂν ῥητορικόν, ἔχει συνήθως καὶ τόλμαν καὶ ἀσφάλειαν. τολμηρὸν μὲν γὰρ τὸ ἐξ ἀέρος εἰπεῖν αἰθρίαν ἐν νυκτὶ γενέσθαι ‑ μέλας γὰρ ὁ ἀήρ, ὅθεν οὐκ ἂν φῶς ποιήσῃ ‑ , ἀσφαλὲς δὲ ἄλλως τὸ αὐτὸ διὰ τὰς ἀστραπάς. ἀὴρ γὰρ καταστραπτόμενος φωσφορεῖ. Τὸ δὲ "ὑπερράγη" ἢ ἀντὶ τοῦ πανταχοῦ εἰς τὰ περὶ γῆν ἐσκεδάσθη ἢ ἀντὶ τοῦ διὰ ῥήξεως νέφους ἐγένετο.

(v. 302-304) Τὸ δὲ "τυτθὸν ἀνέπνευσαν" ἑρμηνεύει ὁ ποιητὴς ἐπαγαγὼν "οὐ γάρ πώ τι Τρῶες προτροπάδην φοβέοντο, ἀλλ' ἔτ' ἂρ ἀνθίσταντο, νεῶν δ' ὑπόεικον ἀνάγκῃ", οὐ νῶτα δείξαντες, ἀλλ', ὡς εἰκός, ὁρῶντες πρὸς τοὺς Ἀχαιοὺς ἐν τῷ ἀναποδίζειν. διὸ καί τις μετ' ὀλίγα κατὰ τὸ στέρνον βάλλεται.

(v. 302) Ἰστέον δὲ ὅτι κατὰ τὸ "ὀλίγη δέ τ' ἀνάπνευσις πολέμοιο" εἴρηται νῦν τὸ "τυτθὸν ἀνέπνευσαν".

(v. 303) Τὸ δὲ "οὐ γάρ πώ τι ἔφευγον προτροπάδην" ὀρθῶς φράζεται οὕτω· οὔ τί που γὰρ παντελῶς ἔφευγον. [Προτροπάδην δὲ φεύγειν ἐστὶ τὸ εἰς τὰ πρὸ [854] τῆς φυγῆς ἑαυτὸν τρέψαι καὶ μηκέτι ἐπιστρέφεσθαι. οὗ τὸ ἀνάπαλιν ἐπίρρημα ὑποτροπάδην ἐστίν.] (v. 306) Ὅτι ὡς τὰ πολλὰ ἐπισήμους ἄνδρας ἱστορῶν Ὅμηρος ποιεῖ οὕτω κἀνταῦθα, ἐν οἷς πολλοὺς ἱστορεῖ πίπτοντάς τε καὶ ῥίπτοντας. καὶ ἐπισημαίνεται τοῦτο εἰπὼν "ἔνθα δ' ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης, ἡγεμόνων", ὃ καθ' ὑπέρβασιν νοεῖται, ὡς ἀνὴρ ἐκ τῶν Ἑλληνικῶν ἡγεμόνων ἠρίστευσε κατὰ Τρωός. Τοῦτο δὲ προϊὼν μετὰ πολλοὺς φόνους σαφέστερον λέγει ἐν σχήματι καταστατικῷ καὶ δηλωτικῷ στρατηγικῆς ἀνδρίας "οὗτοι ἂρ ἡγεμόνες Δαναῶν ἕλον ἄνδρα ἕκαστον", ἐν οἷς καί τις Θόας Τρωϊκός, ὑπὸ Μενελάου πεσών. Ἐνδόξων γὰρ ἐθέλει καὶ ἐν τούτοις μεμνῆσθαι, οὐ μὴν πληθύος, ἀκολούθως οἷς ἐν τῷ Καταλόγῳ ὑπέσχετο. πρῶτον δὲ ποιεῖ, ὡς εἰκός, ἀριστεύοντα τὸν εἰς Ἀχιλλέα εἰκαζόμενον Πάτροκλον. Ἰστέον δὲ ὅτι τὸ "κεδασθείσης ὑσμίνης" ἶσόν ἐστι τῷ διαλυθείσης τῆς κατὰ πύργον ἢ τοῖχον παραβολικῆς ἁρμονίας καὶ πλατυνθέντος τοῦ πολέμου ὧδε καὶ ἐκεῖ, ὃ καὶ ῥαγῆναι μάχην λέγεται καὶ συρρῆξαι πόλεμον. Ὅρα δὲ καὶ ἐνταῦθα πολλὴν ποικιλίαν. τὸν μὲν γὰρ στρεφθέντα ἔβαλέ τις κατὰ μηρὸν ἔγχεϊ ὀξυόεντι, καὶ ἐκεῖνος πρηνὴς ἐπὶ γαίης καταπίπτει, καὶ γυμνωθεὶς τὸ στέρνον παρ' ἀσπίδα οὐτάζεται καὶ θνῄσκει.

(v. 313-316) Τὸν δέ τις ἐφορμηθέντα δοκεύσας ἔφθη ὀρεξάμενος πρύμνον σκέλος, ἔνθα πάχιστος μυὼν ἀνθρώπου πέλεται, καὶ ἡ αἰχμὴ τοῦ ἔγχους νεῦρα διέσχισε καὶ ὁ τρωθεὶς ἔπεσεν.

(v. 315) Ἔνθα ὅρα ὅτι μυὼν ἡ γαστροκνημία ἐστίν, ἣν ἡ τῶν πολλῶν γλῶσσα ἄνζαν φησί, συγκειμένην ἐκ νεύρων πολλῶν καὶ συνεστραμμένων σαρκῶν. ἢ καὶ ἄλλως εἰπεῖν, περιεκτικὸν μέν τί ἐστιν ὁ μυών, ὡς περιέχων μύας. μύες δὲ σάρκες συνεστραμμέναι καὶ νευρώδεις, ἃς οἱ κοινολεκτοῦντες ποντικούς φασι μεταληπτικῷ τινι τρόπῳ. μύας γὰρ ἱστορουμένους ἀκούσαντες Ποντικοὺς ἐκεῖθεν τοὺς ἐπὶ σαρκῶν μύας οὕτως ὀνομάζειν διακρίνουσι. Φασὶ δὲ οἱ παλαιοὶ καὶ ὅτι ἡ ἀθρόα κατὰ μυώνων πληγὴ θανατοῖ. συμπάθειαν γὰρ καὶ αὐτοὶ ἔχουσι πρὸς τὰ καίρια, εἴπερ ἐκ νεύρων εἰσίν, ὡς δηλοῖ τὸ "περὶ δ' ἔγχεος αἰχμῇ νεῦρα διεσχίσθη", τὰ δὲ νεῦρα ἐξ ἐγκεφάλου. καὶ ταῦτα μὲν [855] οὕτως. Τῶν δέ, ὡς εἴρηται, πιπτόντων οἱ μὲν ἤδη, ὡς ἐρρέθη, πεσόντες δύο κείσθωσαν. ἄλλος δέ τις λαπάρης διελαθείσης χαλκέῳ ἔγχει ἤριπε προπάροιθε τοῦ ῥίψαντος. ἕτερος δέ τις ἐν τῷ ἐπαμύνειν κασιγνήτῳ πεσόντι ἔπεσεν, ἐπειδὴ πρυμνὸν βραχίονα τὸν πρὸς τῷ ὤμῳ δουρὸς ἀκωκὴ ἔδρυψεν ἀπὸ μυώνων. ‑ εἰσὶ γὰρ καὶ βραχιόνων μυῶνες ‑ "ἀπὸ δ' ὀστέον ἄχρις ἄραξεν".

(v. 330-332) Εἷλε δέ τις καὶ ζωόν τινα, "βλαφθέντα κατὰ κλόνον, ἀλλά οἱ αὖθις ἔλυσε μένος, πλήξας ξίφει αὐχένα κωπήεντι".

(v. 335-341) Τινὲς δὲ ἀμφοτέρωθεν συνέδραμον καὶ ἔγχεσι μὲν ἤμβροτον ἀλλήλων, μέλεον δ' ἠκόντισαν ἄμφω, εἶτα ξίφεσι συνέδραμον, καὶ ὁ Τρωϊκὸς ὑπ' οὔατος αὐχένα φασγάνῳ πληγεὶς πέπτωκε. νύσσεται δέ τις καὶ ἵππων ἐπιβησόμενος κατὰ δεξιὸν ὦμον, καὶ πίπτει ἐξ ὀχέων, καὶ ἕτερος κατὰ στόμα, ὃς καὶ πάσχει τὰ μετ' ὀλίγον ῥηθησόμενα. Τοιαύτη τις κἀνταῦθα τῷ Ὁμηρικῷ πέπλῳ ποικιλία ἐμπάσσεται, καὶ οὐ μόνον κατὰ τοὺς τρόπους τῶν πληγῶν τε καὶ πτωμάτων, ἀλλὰ καὶ κατὰ φράσιν τὴν αὐτοῦ τοῦ ἔθανον. Ἀντὶ γὰρ τοῦ ῥήματος τούτου ἐφ' ἑκάστων ἄλλως καὶ ἄλλως φράζει, καθὰ καὶ ἀλλαχοῦ ἐποίησεν, οἷον "τὸν δὲ σκότος ὄσσ' ἐκάλυψε", δὶς τοῦτο εἰπών, καὶ "βήτην εἰς Ἔρεβος", καὶ "τὸν δὲ κατ' ὄσσε ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή", καὶ "ὑπέλυντο δὲ γυῖα", καὶ "κατὰ δ' ὀφθαλμῶν κέχυτ' ἀχλύς", καὶ "θανάτου δὲ μέλαν νέφος ἀμφεκάλυψεν". ἠρκέσθη δέ που εἰπὼν "ἤριπε προπάροιθεν", οὗ ἐντελέστερον τὸ "δούπησε δὲ πεσών". τὸ δὲ "ὑπέλυντο γυῖα" παραφράσας ἀπὸ τοῦ πλήξαντος "ἔλυσε γυῖα" φησί, καὶ "λῦσε μένος". καὶ τοιαῦτα μὲν καὶ ταῦτα. Εἰ δ' ἐν τοῖς ἑξῆς ἐρεῖ "πεσόντα δέ μιν λίπε θυμός", καὶ "τέλος θανάτοιο κάλυψε", καὶ "ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής", καὶ "λίπε ψυχή τε καὶ αἰών", καὶ "πολλοὺς ἐπασσυτέρους πέλασε χθονί", καὶ ἐπὶ ἵππου δὲ τὸ "ἀπέπτατο θυμός", καὶ ἕτερα, ὁ θέλων συναγειρέτω. Οὕτως εὔπορος ὁ ποιητὴς φράζειν, οὕτως ἡ Ὁμηρικὴ ἀηδὼν πολύφωνος, οὕτω "θαμὰ τρωπῶσα χέει πολυηχέα φωνήν". Δὶς δὲ ἐνταῦθα ἔφη τὸ "ἔφθη ὀρεξάμενος". οὗ τὸ ἐντελὲς ἀλλαχοῦ "ἔγχει ὀρεξάμενος". οὕτω δὲ καὶ τὸ νύξε δεδίσσευκε διὰ τὸ καίριον, ὥσπερ καὶ τὸ πρυμνὸν ἐν τῷ "πρυμνὸν σκέλος" καὶ "πρυμνὸν βραχίονα". Τῶν δὲ μεταξὺ τοῦ ῥηθέντος ὅλου χωρίου τὰ παρασημάνσεως ἄξια τάδε εἰσί.

(v. 314) Τὸ μὲν "ἔφθη ὀρεξάμενος" ἀντὶ τοῦ ὀρεκτῷ δόρατι πλήξας εἴληπται, ταὐτὸν δ' εἰπεῖν ὀρεκτῇ μελίῃ. τί δὲ τὸ ὀρεκτὸν δόρυ, προδεδήλωται. οὕτω δὲ καιρίως [856] ἔφρασεν, ὥστε τὸ "ἔφθη ὀρεξάμενος" ἀπαραποιήτως καὶ μετ' ὀλίγα ἐρεῖ. Σημείωσαι δὲ ὅτι ἐν τῷ "ἔφθη ὀρεξάμενος" ὑπακούεται ἐξ ἀνάγκης οὐ μόνον τὸ ἔγχος, ἀλλὰ καί τι μέρος σωματικόν, ἵνα λέγῃ, ὅτι ἐκτείνας δόρυ κατά τι μέρος τοῦ σώματος. διὸ εἰπὼν κατὰ πρυμνὸν σκέλος ἐπήγαγε "περὶ δ' ἔγχεος ὁρμῇ" καὶ ἑξῆς, καὶ πάλιν "ἔφθη ὀρεξάμενος ὦμον, πρυμνὸν δὲ βραχίονα δουρὸς ἀκωκὴ δρύψεν". ἐνταῦθα δὲ λείπει τὸ ἔγχος διὰ τὸ ἤδη προδηλωθῆναι.

(v. 315) Ἐν δὲ τῷ "αἰχμὴ ἔγχους", ἤγουν ὁ τοῦ δόρατος σίδηρος, ἐντελὴς ἡ φράσις. αἰχμὴ γὰρ κυρίως μέρος ἔγχεος τὸ πλῆττον. δῆλον δὲ ὅτι ταὐτὸν ἔγχεος αἰχμὴ καὶ δουρὸς ἀκωκή.

(v. 317-322) Ἐνταῦθα δὲ κεῖται καὶ σύνηθες καινόν τι σχῆμα τό· Νεστορίδαι ὁ μὲν ἔρριψε τὸν δεῖνα, ὁ δὲ τὸν δεῖνα. οὐ γὰρ εἶχεν οὐδ' ἐνταῦθα κοινόν τι ἐνέργημα ἕν τι ἐπ' ἀμφοτέρων, ἵνα εἴπῃ ὡς οἱ δεῖνα τόδε τι ἐποίησαν. διὸ ἐξ ἀνάγκης διελὼν ἔφη, ὡς Ἀντίλοχος μὲν οὔτασεν Ἀτύμνιον, Θρασυμήδης δὲ Μάριν. Συμπαράκειται δὲ καὶ ἕτερον σχῆμα οὐ πάνυ σύνηθες. ἐξὸν γὰρ εἰπεῖν οὕτως ἁπλῶς ὡς Ἀτύμνιον μὲν Ἀντίλοχος, Μάριν δὲ Θρασυμήδης ἀνεῖλον, εἵλετο ἄλλως φράσαι ὁ ποιητὴς καινότερον, ὅτι Νεστορίδαι ὁ μὲν οὔτασεν Ἀτύμνιον Ἀντίλοχος, Μάρις δὲ "Ἀντιλόχῳ ἐπόρουσε κασιγνήτοιο χολωθείς, τοῦ δ' ἀντίθεος Θρασυμήδης ἔφθη ὀρεξάμενος" καὶ ἑξῆς, ἵνα εἴη τὸ πᾶν ὀρθῶς τοιοῦτον, ὡς Ἀντιλόχου Ἀτύμνιον οὐτάσαντος Θρασυμήδης τὸν Μάριν ἐπορούσαντα τῷ Ἀντιλόχῳ κατέρριψε, καὶ οὕτω δύο οὗτοι ἀδελφοὶ ἐξ Ἀχαιῶν δύο ἀνεῖλον Τρωϊκούς.

(v. 319 s.) Ἐν τούτοις δὲ κεῖται καὶ τὸ "αὐτοσχεδὰ ἐπόρουσεν" ἀντὶ τοῦ αὐτοσχεδόν, ὁποῖον καὶ τὸ ἀμφαδόν, ἀμφαδά, μεταβληθέντος τοῦ ἐπιρρηματικοῦ ἑνικοῦ οὐδετέρου εἰς πληθυντικὸν ὅμοιον. [Ἰστέον δὲ ὅτι, ὥσπερ ἀπὸ τοῦ σχεδόν, ὃ δηλοῖ τὸ ἐγγὺς καί, ὡς εἰπεῖν, ἐχομένως, ὡς ἀπὸ τοῦ σχέω σχῶ, γίνεται σχέδιος προπαροξυτόνως ὁ ἐγγύς, καὶ καθὰ κοινότερον λέγεται, αὐθωρόν, ἔτι δὲ καὶ Σχεδίος παροξυτόνως τῷ κανόνι τῶν τριβραχέων τὸ [857] κύριον ὄνομα, οὕτω καὶ ἐκ τοῦ αὐτοσχεδόν ὁ αὐτοσχέδιος, οὗ ῥῆμα τὸ αὐτοσχεδιάζειν παρὰ τοῖς μεθ' Ὅμηρον, οἳ ἔστιν ὅτε τὸ τοιοῦτον ῥῆμα οὐκ ἐν ἐπαίνῳ τιθέασιν, ἀλλὰ σεμνῶς ὑπ' αὐτοῦ τὸ ψεύδεσθαι παραδηλοῦσιν, αὐτοσχεδιάζειν λέγοντες τὸ ἀσκέπτως καὶ ἀμελετήτως λαλεῖν ἢ γράφειν παρὰ τὸ ἀληθὲς ἢ ἄλλως ἀκριβές. Οὕτω γοῦν τις ἔγραψεν, ὡς αὐτοσχεδιάζουσιν οἱ τὴν Λαΐδα Κορινθίαν εἶναι ἱστοροῦντες. βούλεται γὰρ εἰπεῖν ὅτι οὐ χρόνον τρίψαντες τῇ σκέψει, ἀλλ' ἐκ τοῦ σχεδόν, ἤγουν ἐγγύς, καὶ ἀχρόνως, ὡς ἐν σχεδιασμῷ ἱστοροῦσιν. Ἐπισυμβαίνει γὰρ πολλαχοῦ ἀληθῶς τοῖς σχεδιάζουσι τὸ ἀνάκριβες, καθὰ καὶ τοῖς προγλώσσοις καὶ ὀξέσι φρονεῖν τὸ ἀκροσφαλές, εἴγε κατὰ τὴν τραγῳδίαν οὐκ ἀσφαλεῖς εἰσιν οἱ ταχεῖς φρονεῖν. ἡ δὲ παροιμία καὶ τὸν κύνα τυφλὰ τίκτειν οἶδε διὰ τὸ σπεύδειν ταχὺ γεννᾶν. Εὕρηται δὲ καὶ αὐτὸ τὸ αὐτοσχέδιον ἐπὶ τοιαύτης κείμενον σημασίας, ἤγουν ἠρέμα σκωπτικῆς, παρὰ τοῖς εἰποῦσιν ὅτι ἐκ τροφῆς ξηρᾶς οὔτ' ἂν σκώμματα γένοιτο οὔτ' αὐτοσχέδια ποιήματα, οὐ μὴν οὐδὲ ἀλαζονεία ψυχῆς, ἀλλὰ δηλαδὴ ἐκ μέθης, δι' ἣν καὶ οἱ Ἕλληνες ἐν Λήμνῳ ἐκαυχῶντο μεγάλα κατὰ τὴν Ὁμηρικὴν ἱστορίαν.] (v. 321) Λέγει δὲ καὶ "στὰς πρόσθε νέκυος" ἰσοδυνάμως τῷ περιβάς καὶ ἀμφιβάς, ἅπερ βοήθειαν ἐπί τινων κειμένων δηλοῦσι.

(v. 324) Δρύπτειν δὲ κυρίως μὲν ἐπὶ λεπισμοῦ δρυῶν, ἤτοι ξύλων, καταχρηστικῶς δὲ καὶ τὸ ἁπλῶς ξέειν. κυριολεκτεῖται δὲ μάλιστα ἐπὶ σαρκῶν τὸ ἀμύσσειν. τὸ μέντοι δρύπτειν βαθύτερόν τι τοῦ ἀμύσσειν ποιεῖ. διὸ καὶ ἐπιφέρει "ἀπὸ δ' ὀστέον ἄχρις ἄραξεν", ἐλλειπτικῶς εἰπών, ἵνα ᾖ, ὅτι ἀπάραξε τοὺς μῦς εἰς ὀστοῦν ἄχρι. ἄλλως γὰρ τὸ ἄχρι αἰτιατικῇ οὐ συντάσσεται. οἱ δὲ παλαιοὶ τὸ ἄχρις ἀντὶ τοῦ διόλου φασί. Βαρύνεται δὲ τὸ ἄχρις κανόνι τοιούτῳ. τὰ εἰς ις ἐπιρρήματα δισύλλαβα βαρύνονται· [858] ἅλις, μόγις, μέχρις, ἄχρις. τὸ χωρίς καὶ ἀμφίς ὀξύνονται, διότι, φασί, μακρᾷ παραλήγεται. διὸ τὸ αὖθις καινὸν φαίνεται βαρυνόμενον. δοκεῖ δέ, φασίν, ἀποφυγεῖν τὴν ὀξεῖαν, ἐπεὶ καὶ τριχῶς ἐλέγετο κατὰ τὸ τέλος, αὖθις καὶ αὖθι καὶ αὖθιν μετὰ τοῦ νῦ, καθὰ καὶ τὸ πέρυσι πέρυσιν. Γίνεται δέ, φασί, τὸ ἄχρις ἀπὸ τοῦ μέχρις ἀποβολῇ τοῦ μῦ καὶ τροπῇ τοῦ φωνήεντος.

(v. 328 s.) Ἐνταῦθα δὲ καὶ ἱστορίαν παραρριπτεῖ περὶ Χιμαίρας χάριν ποικιλίας τῆς ἐν λόγῳ καί τινος γοργότητος. Ἑταῖροι γὰρ Σαρπηδόνος ἱστοροῦνται ὁ ἀνωτέρω ῥηθεὶς Ἀτύμνιος καὶ ὁ Μάρις, υἱοὶ "Ἀμισωδάρου, ὅς ῥα Χίμαιραν θρέψεν ἀμαιμακέτην, πολέσι κακὸν ἀνθρώποισιν". ὃ δὴ ἠρεμαιότερον ὁ ποιητὴς φράζει τοῦ ἐπὶ σφηκῶν, οὓς καὶ αὐτοὺς ξυνὸν κακὸν πολλοῖς πρὸ ὀλίγου ἔφη. περὶ δὲ Χιμαίρας ἤδη λέλεκται ὅσα ἐχρῆν. Ὁμήρου δὲ παραρρίψαντος αὐτὴν ἐν βραχεῖ μνήμης μόνης χάριν, ὡς ἂν καὶ οὕτω τὸ τῆς ἀφηγήσεως ὕπτιον τῇ ἐπεμβολῇ ἐξεγείρῃ, οὐ χρὴ ἄρτι πολυλογεῖν, ἀλλ' ἢ μόνον εἰπεῖν ὅτι τε Καρίας ἦν δυνάστης ὁ Ἀμισώδαρος, οὗ καὶ αὐτοῦ θυγατέρα ἔγημε Βελλεροφόντης, καὶ ὅτι ἔστι στοχάσασθαι κατὰ τοὺς παλαιοὺς μὴ πάντῃ πεπλάσθαι τὰ κατὰ τὴν Χίμαιραν ἐκείνην, εἴγε καὶ χρόνον ὁ ποιητὴς λέγει ὅτε ἦν, καὶ τὸν θρέψαντα δὲ ἱστορεῖ. ἴσως οὖν, φασί, χίμαρος ἐξ αἰπολίου ἀγριανθεὶς καὶ ὥσπερ τι τέρας ἀπεκβάς, καθά που καὶ ὁ Καλυδώνιος καὶ ὁ παρὰ τῷ Ἡροδότῳ σῦς, καὶ πολλοὺς βλάπτων, ἀφορμὴ τῆς ποιητικῆς τερατολογίας ἐγένετο. Ἰστέον δὲ ὅτι καί τις τεκὼν ἢ καὶ ἀναγαγὼν δυναστευτικὴν γυναῖκα ἔχοι ἂν ἀκοῦσαι ὡς χίμαιραν θρέψεν ἀμαιμακέτην πολλοῖς κακὸν ἀνθρώποις.

(v. 331) Τὸ δὲ "βλαφθέντα" κυριολεκτεῖται κἀνταῦθα, ὡς καὶ ἐν τῷ "ὄζῳ ἐν μυρικίνῳ βλαφθέντε".

(v. 332 s.) Ἐν τούτοις δὲ καὶ βαθεῖαν θέλων Ὅμηρος δηλῶσαι διὰ ξίφους πληγήν φησιν· ἔπληξε "ξίφει αὐχένα, πᾶν δ' ὑπεθερμάνθη ξίφος αἵματι".

(v. 340 s.) Καὶ ὑποκατιὼν ἐπὶ ὁμοίας πληγῆς λέγει "πᾶν δ' εἴσω ἔδυ ξίφος, ἔσχεθε δὲ μόνον δέρμα, παρηέρθη δέ", ἤγουν παρεκρεμάσθη, κάρη, διακοπὲν δηλαδὴ τῆς συνεχείας, ἐξ οὗ ῥήματος καὶ ὁ παρήορος γίνεται.

(v. 334) Ὅτι δὲ πορφύρεος θάνατος ὁ ἐκ μιᾶς πληγῆς, προέγνωσται. Μοῖρα δὲ κραταιὴ οὐ πρὸς ἔπαινον εἴρηται, ἀλλὰ πρὸς ὁμοιότητα τοῦ κρατερός, ὃ οὐδ' αὐτὸ ἀεὶ ἔπαινον ἔχει.

(v. 335) Συνδραμεῖν δὲ τὸ μετὰ δρόμου ἀλλήλοις πελάσαι. δὶς δὲ ἐνταῦθα ἐρρέθη, οὐ μόνον διὰ τὸ καίριον τῆς λέξεως, ἀλλὰ καὶ κατὰ χρείαν [859] ἐπαναλήψεως.

(v. 336) Τὸ δὲ "μέλεον ἠκόντισαν ἄμφω" ἐφερμηνευτικόν ἐστι τοῦ "ἔγχεσιν ἤμβροτον ἀλλήλων".

(v. 338 s.) Λέγει δ' ἐν τούτοις ὁ ποιητὴς καὶ περί τινος, ὡς "κόρυθος φάλον ἤλασεν, ἀμφὶ δὲ καυλὸν φάσγανον ἐρραίσθη", ὥστε οὐκ αἰχμῆς μόνον καυλός, ἀλλ' ἰδοὺ καὶ ξίφους. [Καὶ εἴη ἂν τοιοῦτος καυλὸς τὸ κατὰ τὴν λαβὴν τοῦ ξίφους ἐπίμηκες καὶ στενόν, ἤγουν ἡ κώπη τοῦ ξίφους, ἀφ' ἧς καὶ κωπῆεν αὐτὸ παρονομάζεται.] (v. 3469) Τοῦ δέ, ὡς ἐρρέθη, κατὰ στόμα νυγέντος τὸ πάθος οὕτω φράζει διασκευάζων "ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε νέρθεν ὑπ' ἐγκεφάλοιο, κέασε δ' ἂρ ὀστέα λευκά, ἐκ δὲ τίναχθεν ὀδόντες, ἐνέπλησθεν δέ οἱ ἄμφω αἵματος ὀφθαλμοί. τὸ δ' ἀνὰ στόμα καὶ κατὰ ῥῖνας πρῆσε γανών", ὅ ἐστι διεπέρασε καὶ ἐξήγαγε. Φασὶ δὲ οἱ φυσικοὶ τὴν αἱμορραγίαν διὰ τῶν ὀφθαλμῶν προφαίνεσθαι διὰ τὴν τῶν ἐκεῖ ὑμένων λεπτότητα. ὅθεν καὶ τοὺς ἰκτεριῶντας ἀπὸ ὀφθαλμῶν τὰ πρῶτα δήλους εἶναι τῆς χολῆς ὑποδραμούσης τοὺς ἐν αὐτοῖς ὑμένας, ἤτοι χιτῶνας. Ὅρα δ' ἐνταῦθα σκυθρωπῷ χωρίῳ τῷ τῆς πληγῆς κάλλος τι μιχθὲν τὸ τῶν παρίσων, τοῦ ἐξετίναχθεν καὶ ἐνέπλησθεν. σεμνὰ δὲ καὶ αὐτὰ ὡς ποιητικά. ἔστι δέ τι καὶ ἀντιθετικῆς ἀστειότητος ἐν τῷ τοιούτῳ νοήματι, ὡς οἷον εἰπόντος τοῦ ποιητοῦ, ὅτι τὸ μὲν στόμα ἐξεκενώθη ὀδόντων, οἱ δὲ ὀφθαλμοὶ ἐπλήσθησαν αἵματος.

(v. 319) Ῥῖνας δὲ καὶ νῦν πληθυντικῶς εἶπε διὰ τοὺς αὐτόθι δύο πόρους.

(v. 347) Τὸ δὲ κεάσαι καὶ ἐπὶ ξυλοκοπούντων ἐν Ὀδυσσείᾳ κεῖται. λέγει δὲ καὶ μετ' ὀλίγα, ὅτι κεφαλὴ βληθεῖσα λίθῳ ἄνδιχα πᾶσα κεάσθη.

(v. 352-356) Ὅτι παραβολικῶς ὑπογράφων ὁ ποιητής, ὅπως ἔφυγον οἱ Τρῶές φησι "ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραον ἢ ἐρίφοισι, σίνται, ὑπ' ἐκ μήλων αἱρεύμενοι, αἵ τ' ἐν ὄρεσι ποιμένος ἀφραδίῃσι διέτμαγεν· οἳ δὲ ἰδόντες αἶψα διαρπάζουσιν ἀνάλκιδα θυμὸν ἐχούσας· ὣς Δαναοὶ Τρώεσσιν ἐπέχραον", ἤγουν, ὡς καὶ προερρέθη, ἐνέπεσον καί, ὡς εἰπεῖν, ἐν χρῷ ἐπῆλθον. Ζαχρηεῖς οὖν ἐνταῦθα οἱ Δαναοί, ὡς ἀλλαχοῦ οἱ Λύκιοι, διὰ τὸ χράειν, ἐξ οὗ ὁ ζαχρηής. καιρία δὲ ποιηταῖς ἡ τοιαύτη λέξις. διὸ καὶ δὶς ἐνταῦθα κεῖται κατ' ἐπιμονὴν ἔν τε τῇ ἀρχῇ τῆς παραβολῆς καὶ ἐν τῇ ἀποδόσει. [Ἰστέον δὲ ὅτι τε ἀπὸ τοῦ χράω γίνεται πλεονασμῷ Αἰολικῷ τοῦ υ χραύω, οἷον "χραύσει μέν τ' αὐλῆς ὑπεράλμενον", [860] καὶ ὅτι καὶ τὸ ἔχραε καὶ τὸ παρ' Ἡροδότῳ "ἐνέχραεν εἰς τὸ πρόσωπον", καὶ τὸ ἐπέχραε καὶ τὸ χραῦσαι καὶ τὰ ἐκ τούτων χρωτός καὶ χροός ποιὰν ἐπαφὴν δηλοῦσι, καὶ ὅτι ἐκ τοῦ χράω χρῶ παράγωγον τὸ χραίνω κατὰ τὸ ῥῶ ῥαίνω. Χραίνειν δὲ ἀεὶ ἐπὶ ψόγου κατὰ τὸ "ἄστυ κἀγορᾶς χραίνων κύκλον", οὐ μὴν καὶ τὸ μολύνειν τοιοῦτον, εἰς ὃ τὸ χραίνειν μεταλαμβάνεται. αὐτοῦ γὰρ τὸ μὲν "μολύνων τὴν ὑπήνην" ψογερόν ἐστι. τὸ δὲ "ἰχθυδίων ἀποκνίσας τὰ κρανία ἐμόλυν' ἀλεύρῳ" τεχνικόν ἐστιν. ὡς ἐπὶ τηγανίσματι γὰρ δηλαδὴ ἐρρέθη. καὶ τοιοῦτον μὲν τὸ χράω καὶ χραύω καὶ χρῶ καὶ χραίνω. Ἔστι δὲ καὶ ἑτέρα ὁμοία σκευωρία παραγωγῆς ἐν τῷ χναύειν, ὅ ἐστι λίχνως ἐσθίειν, οὗ καὶ Ἀθήναιος μέμνηται, οἷον "πάντα ταῦτ' ἐχναύομεν", καὶ "ὁμοῦ τε χναύειν μαινίσι σηπίδια". Ἔστι γὰρ χάω χῶ τὸ χωρῶ, ἐξ οὗ τὸ χαίνω κατὰ τὸ χρῶ χραίνω. τὸ δὲ χάω πλεονασμῷ τοῦ νυ καὶ Αἰολικῇ ἐπενθέσει τοῦ υ γίνεται χναύω. Ὡς δὲ ἐκ τοῦ εἰρημένου χῶ γίνεται καὶ ἡ χήμη τὸ ὄστρακον διὰ τὸ κεχηνέναι, δῆλον καὶ αὐτὸ ἐκ τῶν τοῦ Ἀθηναίου.] (v. 353) Ὅρα δὲ ὅτι θηλυκῶς ἔφη τὰς ἄρνας καὶ τὰς ἐρίφους, ὡς δῆλον ἐκ τοῦ "αἵ τ' ἐν οὔρεσι", καὶ τοῦ "ἀνάλκιδα θυμὸν ἐχούσας", καὶ ὅτι γενικῶς τοῖς μήλοις ὑπάγει ταύτας. [861] οἱ δὲ παλαιοὶ πάντα μῆλα καλοῦσι τὰ θρέμματα, εἰ καὶ διὰ τὸν μαλλὸν κυριολεκτεῖσθαι τὴν λέξιν φασὶν ἐπὶ προβάτων, ἐξ ὧν ὁ ποιητὴς καὶ πρόβασιν αὐτά πού φησι. καὶ Εὔπολις δὲ προβατικόν, φασί, χορὸν λέγει τὸν ἐξ αἰγῶν. Τὸ δὲ σίνται οὐκ ἂν εἴη μακρὰν τοῦ Σίντιες, ὅπερ ἀλλαχοῦ κεῖται. Τὸ δὲ "ὑπ' ἐκ μήλων αἱρεύμενοι" ἀντὶ τοῦ ὑφαιρούμενοι ἐκ τῶν βοσκημάτων, τουτέστιν ὑποκλέπτοντες. τοιοῦτον γὰρ τὸ ὑφελέσθαι, ἢ τὰ ἐξαίρετα ἐκ φυσικῆς διαγνώσεως διαρπάζοντες. ἀφραδίαν δὲ ποιμένος αἰτιᾶται νῦν Ὅμηρος, τοῦ μὴ ἐπισυνάγοντος τὰ βοσκόμενα, ἐῶντος δὲ διατμαγῆναι. ἐμέμψατο δέ που καὶ βουκόλον ἀτέχνως βόσκοντα. Πολὺν δὲ φόβον δηλοῖ τὸ ἄρνας καὶ ἐρίφους παραλαβεῖν ἐν τῇ παραβολῇ καὶ μὴ ζῷα τέλεια. Ὅτι εὐφυῶς δυσκέλαδον τὸν φόβον λέγει διὰ τὸ τῶν φευγόντων θορυβητικόν.

(v. 356 s.) Φησὶ γὰρ "οἳ δὲ φόβοιο δυσκελάδου μνήσαντο, λάθοντο δὲ θούριδος ἀλκῆς". ἀστεῖον δὲ κατ' ἀντίθεσιν τὸ νόημα, εἴγε δέον ὂν μνήσασθαι θούριδος ἀλκῆς, οἱ δὲ ταύτης μὲν λάθοντο, φυγῆς δὲ μνήσαντο. Δυσκέλαδον δὲ φόβον λέγει, ὡς ὄντος καὶ ἀγαθοῦ τινος κελάδου, ὁποία καὶ ἡ τῶν μελπόντων καὶ ἡ τῶν νικώντων καὶ ἡ τῶν κυνηγετούντων δέ, ὅθεν καὶ Ἄρτεμις κελαδεινή. Δῆλον δὲ ὅτι καὶ ἡ φύλοπις καὶ ἡ ἐνοπὴ καὶ ἡ βοὴ ἐπὶ μάχης καὶ ἡ Ἐνυὼ ἐκ δυσκελάδων ἤχων ἐτυμολογοῦνται.

(v. 358 s.) Ὅτι ὁ Αἴας ὁ μέγας "αἰὲν ἐφ' Ἕκτορι χαλκοκορυστῇ ἵετο ἀκοντίσαι", ἀντιφιλοτιμούμενος, ὥς που μετ' ὀλίγα καὶ τῷ Πατρόκλῳ ἐπὶ Ἕκτορι κέλεται θυμὸς ἱεμένῳ βαλεῖν. Ἕκτωρ δέ, ὃς καὶ αὐτὸς Αἴαντι ἀντιφέρεσθαι ἤθελε τὰ πρὸ τούτων ὡς ἀρίστῳ μετ' Ἀχιλλέα, νῦν ἀρκεῖται φυλάσσων ἑαυτόν.

(v. 35961) Λέγει γὰρ ὅτι "ἰδρείῃ πολέμοιο ἀσπίδι ταυρείῃ κεκαλυμμένος εὐρέας ὤμους σκέπτετ' ὀϊστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων", ὅπερ ἴδιον προσεκτικοῦ ἐν πολέμῳ στρατηγοῦ. Καὶ ὅρα πῶς διέστησε ῥοῖζον καὶ δοῦπον ἀλλήλων.

(v. 362 s.) Εἶτα λέγει καὶ ὅτι "ἦ μὲν δὴ γίνωσκε μάχης ἑτεραλκέα νίκην", τὴν πολλαχοῦ ῥηθεῖσαν, "ἀλλὰ καὶ ὣς ἀνέμιμνε, σάω δ' ἐρίηρας ἑταίρους". Πάνυ δὲ ταῦτα σεμνύνει τὸν Ἕκτορα, εἰ καὶ δύσελπις ὢν ἀνδρίζεται, καθά που πρὸ τούτων καὶ οἱ Ἀχαιοὶ τὸ αὐτὸ εἶχον σέμνωμα, ἔνθα ὡς μὴ [862] ζησόμενοι ἐμάχοντο τοῖς Τρωσὶν ἐλπιδικοπουμένοις ἐμπρῆσαι τὰς ναῦς.

(v. 358 s.) Ἰστέον δὲ ὅτι τὸ "ἐφ' Ἕκτορι ἀκοντίσαι" ταὐτὸν τῷ καθ' Ἕκτορος. ὁποῖα καὶ ἄλλα μυρία κεῖνται παρὰ πολλοῖς.

(v. 359) Ἰδρείη δὲ ἡ ἐπιστήμη ἀπὸ τοῦ ἴδρις ἴδρεος, ὡς ὄφεος, οὗ τὸ ἀνάπαλιν ἄϊδρις, ἀφ' οὗ ἀϊδρείη πολέμου ἡ ἀτεχνία καὶ ἀνεπιστημοσύνη.

(v. 360) Τὸ δὲ "ἀσπίδι ταυρείῃ" ἐκ τοῦ ἐπιπολάζοντος καὶ προφαινομένου μέρους καλεῖται, ὡς καὶ ἡ βοέη. τοιοῦτον δὲ καὶ ἡ κυνέη καὶ ἡ κτιδέη καὶ τὰ τοιαῦτα.

(v. 361) Ὁ δὲ ῥοῖζος ὅτι τραχυφωνότερός ἐστι τοῦ δούπου, δῆλόν ἐστι.

(v. 362) Τὸ δὲ "ἦ μὲν δὴ γίνωσκε μάχης ἑτεραλκέα νίκην" καὶ ἑξῆς, φρονίμου τε καὶ θαρσαλέου ἀνδρὸς ἔνδειξις. Τὸ δὲ γίνωσκε καὶ ἁπλῶς τὸ γινώσκειν οἱ μὲν ὕστερον Ἀττικοὶ μετὰ καὶ δευτέρου γάμμα γιγνώσκειν φασίν, ὡς καὶ ὁ Κωμικὸς δηλοῖ, καθὰ καὶ τὸ γίνεσθαι γίγνεσθαι. Ὅμηρος μέντοι ἀρχαϊκώτερον ἀγνοεῖ καὶ ἐν ἀμφοῖν τὸ δεύτερον γάμμα. ἔστι δὲ ὅμως ἀκριβέστερον τὸ τῶν ὕστερον, εἰ καὶ εὐφωνότερον τὸ τοῦ Ὁμήρου. Ὡς γάρ φησιν Ἡρακλείδης, καθὰ τελῶ τελίσκω ἰακῶς καὶ θορῶ θορίσκω καὶ μολῶ μολίσκω, ἐξ ὧν τὸ θρώσκω, ἔτι δὲ καὶ τὸ βλώσκω, οὕτω καὶ ἐκ τοῦ νοῶ γίνεται νόσκω, καὶ κατὰ συναίρεσιν νώσκω καὶ προσθέσει τοῦ γ Αἰολικῶς γνώσκω. ἐπεὶ καὶ τὸ νοῶ γνοῶ φασιν οἱ Αἰολεῖς. ἔνθεν ἡ στέρησις ἀγνοῶ. ἐκ δὲ τοῦ γνώσκω πάντως κατὰ ἀναδιπλασιασμὸν τὸ γιγνώσκω. λέγει δὲ ὁ αὐτὸς καὶ ὡς οἱ Ἠπειρῶται προστιθέασι [καὶ αὐτοὶ] τὸ γ ταῖς λέξεσι, τὸν δοῦπον γδοῦπον λέγοντες, ὅθεν "ἐρίγδουπος πόσις Ἥρης", καὶ ἀπὸ τοῦ νέφος νόφος καὶ γνόφος. λέγει δὲ καὶ ἐν τῇ γνώμῃ πλεονάζειν τὸ γ, ὡς ἀπὸ τοῦ νοῶ νοήσω νώμη καὶ γνώμη. [Οὕτω δέ πως καὶ ὁ παρὰ τῷ Κωμικῷ γλάμων πλεονασμὸν ἔχει τοῦ γ. λήμη γὰρ καὶ ἐκεῖθεν λήμων ὁ λημῶν τοὺς [863] ὀφθαλμούς, καὶ πλεονασμῷ τοῦ γ καὶ συστολῇ γλάμων.] (v. 363) Τὸ δὲ "ἀνέμιμνεν" οὐ πάντῃ λύει τὴν τοῦ Ἕκτορος φυγήν, ἀλλὰ μᾶλλον βεβαιοῖ. οὐ γὰρ ἔμενεν ὁ Ἕκτωρ ὡς ἐξ ἀρχῆς, ἀλλ' ἀνέμενεν, ἤγουν ὑποχωρήσας μικρὸν πάλιν ἔμενε. Τοῦτο γὰρ ἡ ἀνα πρόθεσις ἐνταῦθα δηλοῖ. οὕτω καὶ ἀναμάχεσθαι τὸ πάλιν μάχεσθαι καὶ ἀναπαλαίειν τὸ ἐκ δευτέρου παλαίειν καὶ ἄλλα μυρία. Τὸ δὲ "σάω" ποιητικῶς ἀποκέκοπται ἐκ τοῦ σάωζεν, ὅ ἐστιν ἔσῳζεν, ἵνα κατὰ μὲν τὸ ἀναύξητον ἰωνίζηται ἡ λέξις, κατὰ δὲ τὴν ἀποκοπὴν αἰολίζηται.

(v. 364-366) Ὅτι κυανέῳ νέφει ἀμφιβάντι ταῖς ναυσὶν ἐπικρατέως φθάσας εἰκάσαι τοὺς Τρῶας ἐνταῦθα τὴν αὐτῶν αὖθις ἐκ νεῶν φυγὴν πρὸς νέφος εἰκάζει, εἰπὼν "ὡς δ' ὅτ' ἀπ' Οὐλύμποιο νέφος ἔρχεται οὐρανὸν εἴσω αἰθέρος ἐκ δίης, ὅτε τε Ζεὺς λαίλαπα τείνει, ὣς τῶν ἐκ νεῶν γένετ' ἰαχή τε φόβος τε", ἤγουν κατὰ κίνησιν λαιλαπώδους νέφους ἔφευγον καὶ ἦσαν οὕτω καὶ αὐτοὶ ὡς οἷον ἀελλόποδες φεύγοντες. Καὶ ὅρα φανερὰν ἐνταῦθα διάκρισιν Ὀλύμπου καὶ οὐρανοῦ καὶ αἰθέρος. φησὶ γὰρ Ὄλυμπον μὲν τὸ ὄρος, οὐρανὸν δὲ τὸν λιμνάζοντα ἀέρα καὶ παχύν, αἰθέρα δὲ τὴν ἄνω κυκλοφορίαν, τὴν αἰτίαν τῆς ποιᾶς τῶν ἀνέμων κινήσεως, ἵνα λέγῃ ὅτι ἐξ Ὀλύμπου τοῦ ὄρους λαῖλαψ νεφώδης εἰς ἀέρα ἔρχεται ἄνωθεν λαβοῦσα τὸ ἐνδόσιμον. Ἢ καὶ ἄλλως ἁπλούστερον, αἰθέρα ἔστι νοῆσαι τὴν αἰθρίαν καὶ εὐδίαν, ἵνα ᾖ ὁ νοῦς ὅτι νέφος ἐξ Ὀλύμπου εἰς οὐρανὸν ἔρχεται μετὰ εὐδίαν. ἣν ἀποσεμνύνων αἰθέρα δῖαν λέγει πρὸς διαστολὴν τῆς λαίλαπος, ἢ καὶ ἄλλως, ἐπεὶ ἐκ Διός, ἤγουν ἀέρος, γίνεται. διὸ οἱ μεθ' Ὅμηρον τὴν αἰθρίαν ἄλλως ὀνομάσαντες εὐδίαν λέγουσιν, ὡς [864] ἂν εἴποι τις ἐναερίαν. [Ἀστείως δὲ ἐκ τοῦ κατ' ἀλληγορίαν αἰθέρος εἴτ' οὖν Διὸς πεπόρισται νῦν τὸ ἐπίθετον. καὶ ἔστιν ὅμοιον, ὡς εἴ τις εἴποι Δία δῖον.] (v. 365) Ὅτι δὲ ἡ εκ πρόθεσις καὶ ἀντὶ μετα λαμβάνεται κατὰ τὸ ὑστερόχρονον, προδεδήλωται. Θηλυκῶς δὲ καὶ νῦν ἡ αἰθὴρ καθ' ὁμοιότητα τῆς ἠέρος. Τὸ δὲ "ὅτε Ζεὺς λαίλαπα τείνει", τουτέστι πανταχοῦ λαίλαπα ὁ ἀὴρ ἐξαπλοῖ, ὁρίζειν δοκεῖ, τί ἐστι λαῖλαψ, ὅτι δηλαδὴ κίνησις νεφῶν καὶ ταραχὴ μετὰ εὐδίαν τὴν ἀνωτέρω ῥηθεῖσαν.

(v. 367) Ὅτι πέρας ἐνταῦθα τὸ τοῦ Πολυδάμαντος ἔχει θεοπρόπιον, ἐν οἷς λέγει Ὅμηρος, ὅτι οὐ κατὰ μοῖραν πέραον πάλιν οἱ Τρῶες, ἤγουν ἀτάκτως καὶ δυσδαιμόνως καὶ ἀκόσμως διεπέρων τὴν τάφρον ὡς φεύγοντες, ὅπερ ἐκεῖνος ἔφη οὐ κατὰ κόσμον φεύξεσθαι. ταὐτὰ γὰρ ὥσπερ μοῖρα καὶ κόσμος, οὕτω καὶ τὸ "οὐ κατὰ μοῖραν" καὶ τὸ "οὐ κατὰ κόσμον".

(v. 367-369) Εἶτα θέλων εἰπεῖν ὡς ἔφευγε καὶ Ἕκτωρ, φησὶν εὐφημότερον "Ἕκτορα δ' ἵπποι ἔκφερον ὠκύποδες σὺν τεύχεσιν". ὡς καὶ μετ' ὀλίγα "τὸν δ' ἔκφερον ὠκέες ἵπποι. λεῖπε δὲ λαὸν Τρωϊκόν", ὡς φυγὼν πρὸ αὐτῶν, "οὓς ἀέκοντας ὀρυκτὴ τάφρος ἔρυκεν".

(v. 3706) Εἶτα ἐκφράζων τὸ κακὸν ἐπάγει "πολλοὶ δ' ἐν τάφρῳ ἐρυσάρματες ὠκέες ἵπποι ἄξαντες", ὅ ἐστι κλάσαντες, θραύσαντες, "ἐν πρώτῳ ῥυμῷ λίπον ἅρματ' ἀνάκτων", "Πάτροκλος δ' ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων, Τρωσὶ κακὰ φρονέων. οἳ δὲ ἰαχῇ τε φόβῳ τε πάσας πλῆσαν ὁδούς, ἐπεὶ ἂρ τμάγεν", ἤγουν διεκόπησαν, ἐσκορπίσθησαν, "ὕψι δ' ἀέλλη σκίδναθ' ὑπαὶ νεφέων. τανύοντο δὲ μώνυχες ἵπποι ἄψορρον προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων", ὃ δὴ σαφεστάτη ἐστὶν ἑρμηνεία τῆς παλιώξεως. (377 s.) Εἶτα σεμνύνων τὸν Πάτροκλον λέγει ὅτι ἔνθα πλεῖστον ὀρινόμενον εἶδε λαόν, τουτέστι ταραττόμενον κατὰ τὸ "τοῖσι δὲ πᾶσιν ὀρίνθη θυμός", ἐκεῖ εἶχεν, ὅ ἐστιν ἤλαυνεν, "ὁμοκλήσας".

(v. 378-381) Καὶ τὴν αἰτίαν προστιθεὶς ἐπάγει τὸ ἐντεῦθεν τοῖς Τρωσὶ κακὸν "ὑπὸ δ' ἄξοσι φῶτες ἔπιπτον πρηνέες ἐξ ὀχέων, δίφροι δ' ἀνεκυμβαλίαζον. ἀντικρὺ δ' ἄρα τάφρον ὑπέρθορον ὠκέες ἵπποι ἄμβροτοι", ὡς οἷα πτηνοί, καθὰ καὶ μετ' ὀλίγα εἰρήσεται, "οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα, πρόσσω ἱέμενοι". Καὶ ὅρα ὅση τε διαφορὰ τῶν Ἀχιλλέως ἵππων πρὸς τοὺς τοῦ Ἕκτορος, εἴπερ ἐκείνους μὲν ἀπεδειδίσσετο τάφρος εὐρεῖα, οὗτοι δὲ ὑπέρθορον αὐτήν. καὶ ὅτι Ἕκτωρ μὲν πρὸ τούτων ἐφιλοτιμεῖτο ἐκεῖ μάχεσθαι, ὅπου ἀριστέας ἔβλεπε, Πάτροκλος δὲ νῦν, ἔνθα πολύς, ὡς ἐρρέθη, λαὸς ὀρίνεται.

(v. 369) Τὸ δὲ "λαὸν οὓς ἀέκοντας" Ἀττικῶς πέφρασται διὰ τὸ λαὸν Τρωϊκὸν τοὺς Τρῶας νοεῖσθαι.

(v. 370) Τὸ δὲ ἐρυσάρματες, ὥς που καὶ προεδηλώθη, μεταπλασμὸν ἔχει. ἅρμα γὰρ ἅρματος, ὅθεν ὁ ἐρυσάρματος, καὶ πληθυντικὸν οἱ ἐρυσάρματοι, ἀφ' οὗ μετεπλάσθη τὸ ἐρυσάρματες ἵπποι, ῥηθέντες οὕτω πρὸς διαστολὴν τῶν ἔξω ἅρματος, ὁποῖοι καὶ οἱ κέλητες ἵπποι. [865] (v. 371) Πρῶτον δὲ ῥυμὸν κἀνταῦθα τὸ αὐτοῦ ἄκρον λέγει τὸ πρὸς τῷ ζυγῷ. κλᾶται δὲ τοῦτο ἐνισχομένου, ὡς εἰκός, ἅρματος ταῖς ὄχθαις τῆς τάφρου. δύναται δέ τις φιλονεικῶν πρῶτον ῥυμὸν εἰπεῖν καὶ τὸ πρὸς τῷ ἄξονι μέρος αὐτοῦ, ἵνα πολλὴν οὕτω βίαν ἐνδείξηται.

(v. 372) Τὸ δὲ σφεδανόν ποιητικὴ μὲν λέξις καὶ ἧς οὐ χρῄζει πεζὸς λόγος, εἰ μὴ ἄρα κατὰ παραπλοκὴν ἔπους. δηλοῖ δὲ τὸ ἠπειγμένον ἀπὸ τοῦ σπεύδειν, ἀφ' οὗ καὶ ἡ σπουδή, τραπέντος τοῦ ψιλοῦ εἰς δασύ, ἵνα ᾖ σπευδανόν. οὕτω δὲ καὶ τὸ σφόδρα ἐκ τοῦ αὐτοῦ παρῆκται ῥήματος, καὶ τὸ σφοδρόν. ὥσπερ δὲ ἐκ τοῦ σπεύδω σφεδανόν, οὕτω καὶ ἐκ τοῦ πέμπω δυσπέμφελος κατὰ Παυσανίαν τροπῇ τοῦ π εἰς φ, δυσάρεστος, χαλεπός, μεμψίμοιρος, οὗ χρῆσις παρά τε Ἡσιόδῳ καὶ παρὰ τῷ ποιητῇ.

(v. 374) Τὸ δὲ "πάσας πλῆσαν ὁδούς" ἐστὶ μὲν ὅμοιον τῷ "ἐναύλους πλήσειαν νεκύων", ὡς εἶναί πως ἐνταῦθα ταὐτὰ ἐναύλους καὶ ὁδούς. στεναὶ γὰρ καὶ αἱ ὁδοί. ὅθεν καὶ ἀτραπιτοὶ λέγονται ὡς μὴ ἐκτροπὰς ἔχουσαι. ἀστείως δὲ νοεῖται, εἴπερ οἱ πρὸ μικροῦ ἀλαλητῷ πᾶν πεδίον κατέχοντες ἐν τῷ νικᾶν νῦν πάσας ἔπλησαν ὁδοὺς φεύγοντες. Τὸ δὲ "ἐπεὶ ἂρ τμάγεν" ἐκ τῆς παραβολῆς ὥρμηται, καθ' ἣν ἄρνες καὶ ἔριφοι ποιμένος ἀφραδίαις διέτμαγον. ἐκεῖναί τε γὰρ διατμαγεῖσαι τὰ ἐκεῖ ἔπλησαν εἰς ῥᾳδίαν τοῖς λύκοις διαρπαγήν, καὶ ἐνταῦθα ὁμοίως οἱ Τρῶες τμαγέντες πάσας πλῆσαν ὁδοὺς ἐπὶ ὀλέθρῳ οἰκείῳ. ὅτι δὲ καὶ ἐπὶ φιλίᾳ ἔστι διατμαγῆναί ποτε, δῆλον καὶ ἐκ τοῦ "ἀρθμήσαντε διέτμαγεν", ἤγουν φιλιωθέντες διεχωρίσθησαν.

(v. 374 s.) Ἡ δὲ σκιδναμένη ἄελλα κόνεως ἂν εἴη, ἐλλειπτικῶς εἰπόντος τοῦ ποιητοῦ διὰ τὸ συγκατεπείγειν τὴν φράσιν τοῖς πράγμασι. δῆλον δὲ ὅτι καὶ ὁμίχλῃ τὴν αὐτὴν φθάσας εἴκασε. Τὸ δὲ "σκίδνατο ὑπαὶ νεφέων" ἀντὶ τοῦ ὑπὸ τὰ νέφη. οὐ γὰρ δήπου καὶ ὑπερνεφὴς ἡ κόνις ἐγίνετο.

(v. 375) Τὸ δὲ "τανύοντο ἵπποι" ἀντὶ τοῦ συντεταμένως ἔτρεχον καὶ οὐχ' ἁπλῶς ἐβημάτιζον, ὃ καὶ πλίσσεσθαι ἐν Ὀδυσσείᾳ Αἰολικῶς [866] λέγεται, οἷον "εὖ μὲν τρώχων, εὖ δὲ πλίσσοντο πόδεσσι".

(v. 378 s.) Τὸ δὲ ὑπ' ἄξοσι φῶτας πίπτειν πρηνεῖς ἐξ ὀχέων, δηλοῖ τοὺς ἐξ ἁρμάτων πίπτοντας, εἶτα πιεζομένους τοῖς τῶν φευγόντων ἱππέων ἄξοσι.

(v. 379) Τὸ δὲ "ἀνεκυμβαλίαζον" ἀντὶ τοῦ ἀνεκρότουν ἢ ἀνεπήδων. μετήνεκται δὲ ἡ λέξις ἀπὸ τῶν ἠχητικῶν κυμβάλων, ἅπερ ἀναπηδᾷ ἐν τῷ προσκρούεσθαι ἀλλήλοις. Οἱ δὲ παλαιοί φασι καὶ ὅτι τὸ ῥῆμα βομβῶδες ὂν ἔμφασιν ἔχει τῆς μετὰ ἤχου τῶν ἁρμάτων ἀνατροπῆς. ἢ καὶ ἄλλως, ἀνεκυμβαλίαζον ἀντὶ τοῦ πῇ μὲν προσηράσσοντο ἀλλήλοις, πῇ δὲ διΐσταντο μετὰ ἤχου, καθ' ὁμοιότητα καὶ τοῦτο κυμβάλου, ἢ ἀνετρέποντο ἄνω κάτω γινόμενοι κατὰ ὁμοιότητα τῶν πιπτόντων κυμβάχων. τί δὲ δηλοῖ τὸ κύμβαχος, προδεδήλωται.

(v. 380) Ἐν δὲ τῷ "ὑπέρθορον ὠκέες ἵπποι" σημαίνει οὐ μόνον τὸ ὑπερφέρον τῶν ἵππων, ὡς προσεχῶς ἐδηλώθη, ἀλλὰ καὶ τὴν τοῦ τολμήσαντος ἡνιόχου θρασύτητα, ὁποίαν δηλοῖ καὶ Ὅμηρος ἐν τῷ "θρασὺν ἡνίοχον φορέοντες", καὶ ὅτι τὸ τοιοῦτον πήδημα τῶν τοῦ Ἀχιλλέως ἵππων προεθεράπευσεν ὁ ποιητὴς ἐν τῷ "ἅμα πνοιῇσι πετέσθην", προκατασκευάσας ἐκεῖ τὸ τολμηρόν. πάντως γὰρ οἱ πετόμενοι ῥᾳδίως εἶχον τὴν τάφρον ὑπερθορεῖν.

(v. 382 s.) Ἐνταῦθα δὲ κεῖται καὶ ἡ ἐπι πρόθεσις συνήθως ἀντὶ τῆς κατα, ἐν τῷ "ἐπὶ δ' Ἕκτορι κέκλετο θυμός", ὁ τοῦ Πατρόκλου, ἀντὶ τοῦ κατὰ Ἕκτορος. "ἵετο γάρ", φησί, "βαλέειν". καὶ ἔστι τὰ τοιαῦτα χρήσιμα εἰς τὸ "δαιμονίη, τί μοι ἐπέχεις", ἀντὶ τοῦ κατ' ἐμοῦ ἔχεις. Εἰ δὲ καὶ ὡς ἐπὶ τοξότου ἐκεῖνο ἐν Ὀδυσσείᾳ λέγεται, κείσθω τέως καὶ ἐνταῦθα εἰς μνήμην. ὑποκειμένου γὰρ εἰς χρῆσιν τοῦ "ἔπεχε σκοπῷ τόξον" εἴη ἂν καὶ τὸ "τί μοι ἐπέχεις" ἀντὶ τοῦ τί μου καταστοχάζῃ ὡσεὶ καὶ κατὰ σκοποῦ ἐμοῦ τοξεύσουσα.

(v. 384) Ὅτι, ὡς καὶ ἐν τῇ βῆτα ῥαψῳδίᾳ [867] καὶ ἀλλαχοῦ δὲ πολλαχοῦ παρεσημάνθη, τὰς παραβολὰς ὁ ποιητὴς ἐπεισάγει ἐπί τε διαναπαύσει τοῦ ἀκροατοῦ καὶ ἐπὶ σαφηνείᾳ τῶν λεγομένων καὶ ποικιλίας δὲ πραγμάτων ἕνεκεν καὶ εἰς πολυμαθείας μέθοδόν τε καὶ ἔνδειξιν. μυρία γὰρ εὐμεθόδως διὰ τῶν παραβολῶν τῇ ποιήσει παρεμπλέκει, ἐξ ὧν ἥ τε γραφὴ πλατύνεται καὶ ἡ ποιητικὴ ἐμπειρία καὶ σοφία διαφαίνεται. Καὶ τοίνυν ἔθους ὄντος ἐν ταῖς παραβολαῖς ἐκτίθεσθαί τινα, τὰ μὲν φυσικῶς, ὡς ὅτε ἢ στοιχείων λέγει καινοτομίας ἢ ζῴων ἰδιότητας, τὰ δὲ πραγματικῶς καὶ βιωτικῶς, ὡς ὅτε τὰ παρόντα παραβάλλει κοινῶς πράγμασιν, ἃ τέτριπται κατὰ βίον, οἷον τὸν Πάτροκλον κόρῃ δακρυούσῃ πρὸς τὴν μητέρα ἢ τὸν Αἴαντα κελητίζοντι διὰ τεσσάρων, ὅτε μεταβαίνει ἐκ νηὸς εἰς νῆα, καὶ ὅτε ζῷα παράγει κυνηγετούμενα ἢ ἄλλως ἁλισκόμενα, ὁμοίως δὲ εἰθισμένης τῆς ποιήσεως καὶ πρὸς ἦθος φιλοσοφεῖν ἐν παραβολαῖς καὶ παιδεύειν τὸν ἀκροώμενον, (v. 38493) ἐνταῦθα κατακλυσμὸν παραβολικῶς φράζων σφοδρὸν ἀδίκοις ἐπιφερόμενον ἐπὶ κακῷ τῶν ἀνθρωπίνων ἔργων φησὶν "ὡς δ' ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριθε χθὼν ἤματ' ὀπωρινῷ, ὅτε λαυρότατον χέει ὕδωρ Ζεύς, ὅτε δὴ ἄνδρεσσι κοτεσσάμενος χαλεπήνῃ, οἳ βίῃ εἰν ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας, ἐκ δὲ δίκην ἐλάσωσι θεοῦ ὄπιν οὐκ ἀλέγοντες, τῶν δέ τε πάντες μὲν ποταμοὶ πλήθουσι ῥέοντες, πολλὰς δὲ κλιτῦς τότ' ἀποτμήγουσι χαράδραι, ἐς δ' ἅλα πορφυρέην μεγάλα στενάχουσι ῥέουσαι ἐξ ὀρέων ἐπὶ κάρ, μινύθει δέ τ' ἔργ' ἀνθρώπων, ὣς ἵπποι Τρῳαὶ μεγάλα στενάχοντο θέουσαι". Καὶ σημείωσαι, ὅτι πρὸς μόνον τὸ "στενάχοντο" ἡ παραβολή, τὸ ἀπὸ συντονίας δρόμου γινόμενον, ὡς καὶ μετ' ὀλίγα ῥηθήσεται, ὃ καὶ ἐνεργητικῶς προφέρεται, ὡς δηλοῖ τὸ "στενάχουσι ῥέουσαι". Τὰ δὲ λοιπὰ τῆς παραβολῆς ἐκφρασείδιόν [868] τε ἔχει μεγάλου κατακλυσμοῦ καὶ αἰτίαν αὐτοῦ ἠθικὴν καὶ διδασκαλίαν εὐθυδικίας, ᾗ ἐναντίον τὸ "σκολιὰς κρίνειν θέμιστας". Δῆλον δὲ ὅτι τε σεμναὶ πάντως αἱ τῆς εἰρημένης παραβολῆς ἔννοιαι ‑ τοιαῦται γὰρ αἱ τῶν μεγάλων καὶ θείων πραγμάτων ἐκφράσεις καὶ αἱ ἠθικαὶ παιδεύσεις ‑ , καὶ ὅτι σκοπὸς αὐτῇ τοῦτο καὶ μόνον δηλῶσαι, ὡς αἱ Τρωϊκαὶ ἵπποι οὕτω ἔστενον ἀσθμαίνουσαι τῷ συντόνῳ δρόμῳ τῷ ἐκ τοῦ διώκεσθαι, καθὰ ἐν δεινῷ κατακλυσμῷ τῷ ἐκ θεομηνίας χαράδραι μεγάλα στενάχουσι ῥέουσαι. Ἦν δὲ πάντως χρεών, εἰ καὶ τοὺς δίφρους ἀνακυμβαλιάζειν ἔφη ὁ ποιητής, εἰπεῖν τι καὶ περὶ ἵππων. καὶ τοίνυν ἐκεῖνο μὲν οὐκ ἐπεξειργάσατο διὰ τὸ ἀριφραδὲς τῆς ὀνοματοποιΐας καὶ ἐναργές, εἰς δὲ τὸ εἰπεῖν στενάχειν ἐδέησε τῆς ῥηθείσης πλατείας παραβολῆς.

(v. 391) Οὐκ ἄδηλον δὲ ὅτι τε τὸ στενάχειν ὠνοματοπεποίηται, εἰ καὶ μὴ τραχυφώνως, καθὰ καὶ τὸ ἀσθμαίνειν καὶ ὅσα τοιαῦτα, (v. 384) καὶ ὅτι τὸ μὲν ὑπὸ λαίλαπι ἀντιπτωτικῶς εἴρηται ἀντὶ τοῦ ὑπὸ λαίλαπος, τὸ δὲ "βέβριθε χθών" πολλὴν ἐπομβρίαν δηλοῖ ὡς βαρυτέρας τηνικαῦτα γινομένης τῆς γῆς, καὶ μάλιστα τῆς μελαίνης τῷ δι' αὐτῆς ῥέοντι πολλῷ ὕδατι καὶ οὐκέτι κούφης οὔσης κατὰ τὸ "κουφίζουσαν ἄρουραν", ὃ παρ' Ἡσιόδῳ κεῖται.

(v. 385) Ὀπώρα δὲ ὥρα, ᾗ συνεχές ἐστι τὸ φθινόπωρον, ἧς παρώνυμον ὁ ὀπωρινός. πάντως δὲ ὀπωρινὸν ὄμβρον, ὅ ἐστι θερινόν, παρέλαβεν ἐνταῦθα πρὸς ἔνδειξιν τῆς παρὰ τοῖς ἀδίκοις θεομηνίας, εἰ καὶ ἐν θέρει κατακλύζονται οἱ τοιοῦτοι, ὅτε σπάνιος ὑετὸς καὶ μάλιστα ὁ λαυρότατος. ἡ γὰρ ἐν ἄλλαις ὥραις ἐπομβρία οὐ πάνυ δοκεῖ παράδοξος. Λαυρότατον δὲ διὰ τοῦ υ γραπτέον, [ἴσως] ἀπὸ τοῦ λα ἐπιτατικοῦ καὶ τοῦ ῥέειν, ἵνα ᾖ ὥσπερ ἄρρηκτον αὔρηκτον παρ' Αἰολεῦσιν, οὕτω καὶ λάρον λαῦρον. ὡσαύτως δὲ καὶ ἐν Ὀδυσσείᾳ λαῦρα πλεονασμῷ τοῦ υ δημοσία ὁδός, δι' ἧς λαὸς ῥέει. λάβρος μέντοι διὰ τοῦ β ὁ λίαν βορὸς ἢ βαρύς. [Ὅτι δὲ καὶ διὰ τοῦ βῆτα γραφῆναι τὸ λαβρότατον ὕδωρ ὀρθῶς ἔχει, προδεδήλωται. βαρύνει γὰρ νῦν γῆν, ὡς δῆλον ἐκ τοῦ "βέβριθε χθών". οὕτω καὶ λαβροστομεῖν διὰ τοῦ βῆτα. καὶ λαβρωνία δέ, φασίν, ἔκπωμα Περσικὸν παρὰ τὴν ἐν [869] τῷ πίνειν λαβρότητα.] Τὸ δὲ "χέει ὕδωρ Ζεύς" ὅ ἐστιν ἀήρ, περίφρασις μέν ἐστι τοῦ ὕει Ζεύς, δηλωτικὸν δ' ἐστὶ καὶ αὐτὸ τοῦ καλῶς διϊπετεῖς λέγεσθαι τοὺς ἐξ ὄμβρων ποταμούς. [(v. 388) Ὅρα δὲ καί, ὡς οὐ δι' ἄλλην κακίαν κατακλύζεσθαί φησι γῆν ἢ διὰ ἀδικίαν, ὡς ταύτην οὖσαν τῶν ἄλλων χειρίστην, ἧς καὶ Ἡσίοδος πολλὰ καταλέγει, τοὺς ἰθυδίκας ἀποδεχόμενος. Ἐνταῦθα δὲ σημείωσαι καὶ ὅτι κακοσεβῆ καὶ ἀνεπίστροφον θεοῦ εἶναι δοξάζει τὸν ἄδικον, εἴπερ οἱ ἐξελάσαντες τὴν δίκην θεῶν ὄπιν οὐκ ἀλέγουσιν. Ὅρα δὲ τὸ "θεῶν ὄπιν οὐκ ἀλέγειν" ἐντελῶς ῥηθέν. ἄλλως γὰρ τὸ ἀλέγειν μόνον ῥηθὲν λείπεται φύσει αἰτιατικῆς. τοιοῦτον δὲ καὶ τὸ "κρίνωσι θέμιστας". ἐλλιπὲς γὰρ δίχα αἰτιατικῆς καὶ τὸ κρίνειν. Ἡ δὲ τοῦ θεοῦ ὄπις παιδεύει μὴ μόνων δεῖν ἡμᾶς εἶναι τῶν πρόσθεν, ἤγουν τῶν ἐνεστώτων καὶ πρὸ ὀφθαλμῶν ὄντων, ἀλλὰ καὶ τῶν ὄπισθεν, ὅ ἐστι μελλόντων, ἐφ' ὧν ἔχει χώραν καὶ ἡ ὄπις καὶ ἡ ἐπιστροφὴ καὶ τὰ τούτων ῥήματα. καὶ ἔστι θεῖόν τι ἡ ὄπις.] (v. 389) Τὸ δὲ "ποταμοὶ πλήθουσι" σαφῶς ἑρμηνεύει πλήθοντας ποταμοὺς τοὺς ἐξ ὄμβρου πληρουμένους λέγεσθαι, ὃς δὴ ὄμβρος τὸ τοῦ Διός, ὡς ἐρρέθη, ὕδωρ τοὺς μὲν χειμάρρους αὐτόχρημα γεννᾷ, ὅθεν καὶ διϊπετεῖς ἐκεῖνοι κυρίως λέγονται, τοὺς δὲ ἀεννάους ὑποκένους ὄντας οὐ μόνον ἐπιχειλεῖς ποιεῖ, ἀλλὰ καὶ ὑπερχειλεῖς, ὅ ἐστι πλήθοντας.

(v. 390) Κλιτῦς δὲ κατὰ τοὺς παλαιοὺς τὰ ἀποκλίματα καὶ ἐξέχοντα τῶν ὀρέων παρὰ τὸ κεκλίσθαι, ὥσπερ καὶ παρὰ τὸ ἀνακεῖσθαι τὰ ἄγκεα. Καὶ ἄλλως δὲ φράσαι, κλιτῦς οἱ προκεκλιμένοι καὶ προνενευκότες ἐν ἄκρῳ τινὶ τόποι, οὓς αἱ χαράδραι παρατρώγουσαι καταρρίπτουσιν. Ὅτι δὲ ἐξοχήν τινα αἱ κλιτύες δηλοῦσι, δῆλον καὶ ἐκ τοῦ ἀποτμήγουσι χαράδραι. τὰ γὰρ ἐξέχοντα καταρριπτοῦνται χαρασσομένων τῶν ὑπ' αὐτά, ἐξ οὗ ἡ χαράδρα παράγεται. Ὡς δὲ καὶ διὰ τῆς ει διφθόγγου γράφουσί τινες τὴν κλιτὺν ἀπὸ τοῦ κλέτας πλεονασμῷ τοῦ ἰῶτα, δηλοῦσιν οἱ τὸν Ἡρῳδιανὸν ἀμφιπενόμενοι [870] Τεχνικοί. κλέτας δέ, οὗ χρῆσις πολλαχοῦ, ὀρεινὴ τραχεῖα ἐξοχή. [Ὅτι δὲ περιεκτικὸν ἐκ τῆς χαράδρας ὁ χαραδρεών, αἱ ῥητορικαὶ δηλοῦσι χρήσεις, ἐν αἷς καὶ ἐξ ἀκάνθης καὶ ὁ ἀκανθεών.] Ἔστι δὲ ζητῆσαι διὰ τί ἀποτμήγουσιν εἶπε καὶ οὐχὶ κατερείπουσιν, ὡς τὸ "κατήρειπον ἐπάλξεις". δοκεῖ γὰρ ἀποτμήγεσθαι τὰ ἡνωμένα κατὰ ἶσον ἐπίπεδον, οὐ μὴν τὰ ὑπερκείμενα. Καὶ σκοπητέον εἰπεῖν τι περὶ κλιτύων ἀκριβέστερον. ἴσως γὰρ, ὥσπερ οὐδὲ τὸ κλίτος οὐδὲ τὸ κλίμα, οὕτως οὐδὲ ἡ κλιτὺς ἐπὶ ἐξοχῆς ἂν κυριολεκτοῖτο, καὶ μᾶλλον, εἰ σκέψεταί τις τὴν ἰσοδυναμίαν τοῦ κεκλίσθαι καὶ τοῦ ἀνακεῖσθαι, ὧν ἐκ τοῦ μὲν ἡ κλιτύς, ἐκ δὲ τοῦ ἑτέρου τὸ ἄγκος, ὡς εἴρηται.

(v. 391) Τὸ δὲ "μεγάλα στενάχουσιν" ἀσφαλῶς ἐρρέθη. αὐτὸ γὰρ τὸ στενάχειν καθ' αὑτὸ λείως ἔχον τῆς ἐκφωνήσεως οὐδέν τι βαρὺ ἐμφαίνει δίχα τοῦ μεγάλα. διὸ οὐδὲ μέγα στενάχουσιν ἔφη, ἀλλὰ πληθυντικῶς μεγάλα.

(v. 392) Τὸ δὲ "ἐπὶ κάρ" ἐστὶ μὲν ἀντὶ τοῦ ἄνωθεν κάτω καὶ οἷον ἐπὶ κάρη κατὰ ἀποκοπήν, κυριολεκτεῖται δὲ ἐπὶ ζῴων. Εἰ δὲ τὸ μὲν τῆς παραβολῆς ὕδωρ ἐπὶ κάρ, αἱ δὲ ἵπποι ἄνω ἵενται ὡς πρὸς τὴν ὑψηλὴν Τροίαν, καὶ δοκεῖ ἀνομοίως ἔχειν ἡ παραβολὴ καὶ τὸ ὑποκείμενον πρᾶγμα, ἡ μὲν διὰ τὸν κατάρρουν, τὸ δὲ διὰ τὴν ἄνω φοράν, ἀλλ' ἤδη ἐρρέθη, ὡς ἡ παραβολὴ πρὸς μόνον ἦχον καὶ συντονίαν δρόμου εἴληπται.

(v. 393) Ὅρα δὲ καὶ τὸ "μεγάλα στενάχουσι ῥέουσαι", καὶ "μεγάλα στενάχοντο θέουσαι" κάλλος ἐμποιοῦντα τῇ παραβολῇ διά τε τὴν ἐπαναφορὰν καὶ τὰ καίρια ὁμοιοτέλευτα.

(v. 394) Ὅτι τὸ ῥῆξαι φάλαγγας κέρσαι ἐνταῦθά φησιν Ὅμηρος εἰπὼν "Πάτροκλος δ' ἐπεὶ οὖν πρώτας ἐπέκερσε φάλαγγας". Ἔστι δὲ καὶ ἐνταῦθα τὸ οὖν ἀντὶ τοῦ δή, ἵνα εἴη τὸ ἐπεὶ οὖν ταὐτὸν τῷ ἐπειδή. δύναται δὲ καὶ αἰτιολογικῶς κεῖσθαι, ὡς ἂν ἐκ παραλλήλου ταὐτίζηται τὸ ἐπεί καὶ τὸ οὖν.

(v. 395) Ὅτι παλιμπετὴς παρὰ μὲν τοῖς μεθ' Ὅμηρον ὁ [871] ἑαυτῷ μαχόμενος καὶ ἐναντιούμενος οἷς εἶπεν ἢ ἔπραξεν, ὃς καὶ περιπετὴς λέγεται, οἷον· ὁ δεῖνα παλιμπετὴς ἤτοι περιπετὴς ἑαυτῷ ἐγένετο, [ἀνάπαλιν ἑαυτῷ καὶ οἷς εἶπε πίπτων], καὶ τὰ ἐπιρρήματα παλιμπετὲς καὶ περιπετές. Ὅμηρος δὲ ἐν τῷ "ἐπὶ νῆας ἔεργε Πάτροκλος παλιμπετές", τὰς τῶν Ἀχαιῶν δηλαδὴ φάλαγγας, ἐπὶ τοῦ ὀπίσω καὶ ἀνάπαλιν τὴν λέξιν τίθησι.

(v. 396-398) Διὸ καὶ ἑρμηνεύων ἐπάγει "οὐδὲ πόληος εἴα ἱεμένους ἐπιβαινέμεν, ἀλλὰ μεσηγὺ νηῶν καὶ ποταμοῦ καὶ τείχεος ὑψηλοῖο κτεῖνε μεταΐσσων, πολέων δ' ἀπετίνυτο ποινήν". Ἐξ οὗ εἴληπται τὸ ἄντιτα ἔργα τὰ ἀντίτιτα καὶ τὸ ποινὴν ἀποτινέμεν, ἤδη δὲ καὶ τὸ τιμὴν ἄρνυσθαι, ὥστε ταὐτὸν τὸ παλιμπετὲς ἐέργειν καὶ τὸ μὴ ἐᾶν πόλεως ἐπιβαίνειν εὐθὺ χωροῦντας. Ἕτεροι δὲ παλιμπετὲς εἶπον ἐπιρρηματικῶς τὸ εἰς τοὐπίσω πίπτειν τῶν βελῶν. Δύναται δὲ καὶ αἰτιατικὴ εἶναι θηλυκὴ πληθυντικὴ κατὰ ἀποβολὴν τοῦ ι ἐκ τοῦ παλιμπετεῖς ἢ συγκοπῇ τοῦ α ἀπὸ τοῦ παλιμπετέας, ὁμοίως τῷ "ἐρέτας ἐπιτηδές", καὶ "ἀκλεὲς αὔτως", ἤγουν ἀκλεεῖς. Ἰστέον δὲ ὅτι τὸ "παλιμπετὲς ἀναχωρῆσαι" πάνυ διαφέρει τῆς παλιώξεως. ἐκεῖ μὲν γὰρ οἱ πάλιν ὁρμῶντες, ἤγουν ὀπίσω, ἄκοντες τοῦτο ποιοῦσιν, ἀντιδιωκόμενοι παρὰ τῶν πρώην φευγόντων, ἐνταῦθα δὲ οἱ νικῶντες καὶ διώκοντες ἑκόντες ἀναχωροῦσιν, οὐ διωκόμενοι ἀλλὰ φεύγειν ἀφέντες τοὺς ἐχθρούς. Ὅρα δὲ ὅτι δοκεῖ μὲν ὁ Πάτροκλος τῇ τοῦ ἑταίρου παραιφάσει ἕπεσθαι ἐν τῷ κωλύειν Ἀχαιοὺς ἐπιβαίνειν τῆς πόλεως, μαχομένους νηῶν μέσον καὶ ποταμοῦ καὶ τείχεος. τὸ δ' ἐστὶν οὐ τοιοῦτον, ἀλλ' ἔοικεν ὑπὸ σπουδῆς παρακηκοέναι. οὐ γὰρ οὕτως ἤκουσεν, ἀλλὰ "ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν". ὁ δὲ πλεῖόν τι πράξας ἐβλάβη. Τὸ δὲ "πόληος ἐπιβαίνειν" οὐ μακράν ἐστι τοῦ "Τρώων νέφος ἀμφιβέβηκε νηυσίν".

(v. 397) Ὅρα δὲ καὶ ὅτι κἀνταῦθα τεῖχός φησιν ὑψηλόν. τοῦτο δὲ παρεσημειώθη διὰ τοὺς ἁπλῶς χθαμαλὸν εἰπόντας εἶναι τὸ Ἑλληνικὸν τεῖχος. [Εἰ μὴ ἄρα τὸ τῆς Τροίας μάλιστα λέγει τεῖχος, ὅπερ οὐδὲ ἦν ῥᾷον ἑλεῖν διὰ τὸ πολὺ τοῦ ὕψους.] (v. 398) Τὸ δὲ "πολέων ἀπετίνυτο ποινήν" ἀντὶ τοῦ πολλοὺς Ἕλληνας ἐξεδίκει καὶ οὕτως οἱ Τρῶες ἐτίνυον, ἣν ἐχρεώστουν ποινὴν ὑπὲρ τῶν ἤδη ἀνῃρημένων Ἀχαιῶν.

(v. 399) Ὅτι τὸ "Πρόνοον πρῶτον ἔβαλε δουρὶ Πάτροκλος" ἔχει τι ἀστεῖον τῇ ἐννοίᾳ. ὁ γὰρ ἐκ τῆς προ προθέσεως ὀνομαζόμενος [872] πρῶτος βάλλεται. ἀνεπιτηδεύτως δὲ εἴρηται, καὶ οὐκ ἄν τις αὐτὸ εἴπῃ παρίσωσιν τὴν ἐν ἀρχῇ.

(v. 401-406) Ὅτι σχῆμα καὶ ὧδε τέθειται καινοπρεπές. εἰπὼν γὰρ "ὃ δέ", ἤγουν ὁ Πάτροκλος, "Θέστορα Ἤνοπος υἱὸν δεύτερος ὁρμηθείς" καὶ ὀφείλων εὐθὺς ἐπαγαγεῖν τὸ "ἔγχεϊ ἔνυξεν", ἵνα ᾖ· ὁ δὲ Θέστορα ἔνυξεν, οὐχ' οὕτω ποιεῖ, ἀλλὰ ἐπεμβαλὼν περὶ Θέστορος τὸ "ὃ μὲν εὐξέστῳ ἐνὶ δίφρῳ ἧστο ἀλείς", ὅ ἐστι συστραφείς, συσταλείς, "ἐκ γὰρ πλήγη φρένας, ἐκ δ' ἄρα χειρῶν ἡνία ἠΐχθησαν", τότε δὴ ἐπάγει ἐπαναληπτικῶς κατὰ ἀκολουθίαν τὸ "ὃ δ' ἔγχεϊ νύξε παραστὰς γναθμὸν δεξιτερόν" καὶ ἑξῆς, ὥστε τὸ "ὃ δὲ Θέστορα" πάντῃ ἀσύντακτον ἔμεινεν αὐτὸ καθ' αὑτό, συγχεθείσης οἷον τῆς φράσεως τοῦ νοήματος ἀκολούθως τῷ τὰς φρένας ἐκπλαγέντι. θεραπεύεται δὲ ἡ τῆς φράσεως καινοπρέπεια κατὰ τὸ ἀπὸ κοινοῦ σχῆμα, ἵνα λέγῃ ὅτι ὁ δὲ Θέστορα δεύτερον ὁρμηθεὶς ἔνυξεν, εἶτα ἐπαγάγοι τὰ ἐφεξῆς. Γέγονε δὲ ἡ ῥηθεῖσα διακοπὴ ἐξ ἐπεμβολῆς διὰ τὸ θελῆσαι παράσημον οὕτω θέσθαι τὸν Θέστορα, ἐφ' οἷς ἀστείως ἐρεῖ περὶ αὐτοῦ.

(v. 404-410) Εἰπὼν γὰρ τὸ "ἔνυξε γναθμὸν δεξιτερόν" ἐπάγει "διὰ δ' αὐτοῦ πεῖρεν ὀδόντων, ἕλκε δὲ δουρὸς ἑλὼν ὑπὲρ ἄντυγος, ὡς ὅτε τις φὼς πέτρῃ ἐπὶ προβλῆτι καθήμενος ἱερὸν ἰχθὺν ἐκ πόντοιο θύραζε λίνῳ καὶ ἤνοπι χαλκῷ, ὣς εἷλκεν ἐκ δίφροιο κεχηνότα δουρὶ φαεινῷ, κὰδ δ' ἂρ ἐπὶ στόμα ἔωσε, πεσόντα δέ μιν λίπε θυμός". Καὶ εἶχε μὲν ἐνταῦθα κερτομῆσαι ὁ ποιητὴς τὸν οὕτω πεσόντα, ὁ δὲ εἰς ἄλλο χωρίον τοῦτο φυλάσσει κατὰ προσώπου ἐνδόξου, ἔνθα τις νόθος Πριαμίδης μέτωπον ὑπὸ Πατρόκλου λίθῳ βάλλεται. Εἰ δὲ μὴ ἐχρῆν τὸν ἐνηῆ Πάτροκλον ὀνειδείοις ὅλως ἔπεσι χρᾶσθαι, ἀλλ' ἐξενίκησεν ἐν τοῖς μετὰ ταῦτα τοῦτον ἡ κατὰ ἀνδρίαν ἠθικὴ βαρύτης ἀστεΐσασθαι σαρκαστικῶς, ἔνθα τὸν ῥιφέντα εἰκάσει κυβιστητῆρι ἀνδρί. Ἐπαινοῦσι δὲ οἱ παλαιοὶ τὴν ῥηθεῖσαν παραβολὴν διὰ τὸ παντάπασιν ὅμοιον καὶ ὅλον διόλου προσαρμόζον τῷ ὑποκειμένῳ πράγματι. καταδέδυκε γάρ, φασίν, ἐν δίφρῳ ἁλείς, ἤτοι συστραφείς, ὁ Θέστωρ ὡς ἰχθὺς ἐν ὕδατι, καὶ ἐνίσχονται ὁ μὲν αἰχμῇ, ὁ δ' ἀγκίστρῳ ‑ τοῦτο γάρ ἐστιν ὁ ἦνοψ χαλκός ‑ , κεχήνασί τε ἀμφότεροι. ἔτι δὲ παραβέβληνται ὁ μὲν ἕλκων ἁλιεύοντι, ἰχθύϊ δὲ ὁ ἑλκόμενος, τὸ δὲ δόρυ καλάμῳ ἁλιευτικῷ. Ταύτης δὲ ἀνάπαλιν ἥγε [873] ἀνωτέρω παραβολὴ ἡ ἐκ τοῦ κατακλυσμοῦ δίχα τοῦ "μεγάλα στενάχει" ἀσυνάρτητος ἦν τῷ πράγματι τά τε ἄλλα καὶ διὰ τὸν τρόπον τῆς φορᾶς. Ὕδωρ μὲν γάρ, ὡς καὶ προελέχθη, κατάρρουν φέρεται, καὶ οὐ κατὰ τὴν παροιμίαν ἄνω ποταμῶν, αἱ δὲ Τρωϊκαὶ ἵπποι ἐκ τῶν νηῶν ἄνω πρὸς τὴν ὑψηλὴν Ἴλιον ἔθεον. καὶ οἱ μὲν ποταμοὶ δρῶσί τι εἰς βλάβην τινῶν οὕτω ῥέοντες, μινύθουσι γὰρ ἔργ' ἀνθρώπων, οἱ δὲ Τρῶες δεινὰ ἔπασχον φεύγοντες. Ὅρα δὲ ὅτι καὶ Τρωϊκὸς Θέστωρ ἦν ὁμώνυμος τῷ τοῦ Κάλχαντος πατρί, καὶ Ἦνοψ πατὴρ αὐτοῦ ὁμωνυμῶν πρὸς τὸν τῆς παραβολῆς ἤνοπα χαλκόν.

(v. 403) Τὸ δὲ "ἐξεπλήγη φρένας" οὐκ ἂν εἴη διαφέρον τοῦ ἐθέλχθη. σαφήνεια δὲ αὐτοῦ τὸ τὰ ἡνία ἐκφυγεῖν τῶν αὐτοῦ χειρῶν. [Σκοπητέον δὲ εἰ καὶ ὁ ἐκπαγλότατος ἀπὸ τοῦ τοιούτου ἐκπλήγη γέγονεν, ἵνα ᾖ ἐκπαγλότατος ὁ κατὰ χόλον ἤ τι ἕτερον σφοδρὸν πάθος ἐκπληγεὶς τὰς φρένας.] Τὸ δὲ "ἐκ γὰρ πλήγη φρένας", καὶ τὸ "ἐκ δ' ἄρα χειρῶν ἡνία ἠΐχθησαν" σχῆμά ἐστι καλὸν διὰ τὴν κατὰ πρόθεσιν ἐπαναφοράν. οὐ ταὐτὸν δ' ἴσως ἐκπληγῆναι καὶ ἐκπλαγῆναι, ἀλλὰ δαιμονίαν τινὰ πληγὴν κατὰ τὰς σωματικὰς φρένας τὸ ἐκπληγῆναι δηλοῖ.

(v. 405) Τὸ δὲ "γναθμὸν δεξιτερόν" διὰ σαφήνειαν ἐγράφη καὶ πιθανότητα. Τὸ δὲ "πεῖρε" προκλητικόν ἐστι τῆς τοῦ ἰχθύος παραβολῆς. καὶ ἐπὶ ἰχθύων γὰρ τὸ πείρειν κυριολεκτεῖται, ὡς καὶ ἡ Ὀδύσσεια ἐν τοῖς κατὰ τοὺς Λαιστρυγόνας δηλοῖ.

(v. 407) Ἐν δὲ τῷ "ἱερὸν ἰχθύν" σεσίγηται μὲν τὸ ἕλκει διὰ γοργότητα ὡς ἀπὸ κοινοῦ ληφθησόμενον. Λέγει δὲ ἱερὸν ἰχθὺν κατά τινας, [ὧν καὶ Ἀριστοτέλης,] τὸν ἀνθίαν, οἷα σημαντικὸν ὄντα τοῦ ἄθηρον εἶναι τὴν θάλασσαν. ἐπεὶ ὅπου ἀνθίας, ἐκεῖ οὐκ ἔστι θηρίον θαλάσσιον, ᾧ σημείῳ χρώμενοι κατακολυμβῶσιν ἀδεῶς οἱ σπογγεῖς καὶ τὸν ἰχθὺν διὰ τοῦτο καλοῦσιν ἱερόν, [ἱστοροῦντες καὶ ἄριστον εἶναι αὐτὸν ἐν χειμῶνι καὶ εἰς ταὐτὸν ἄγοντες ἀνθίαν καὶ κάλλιχθυν καὶ καλλιώνυμον καὶ ἔλλοπα, ὅπερ ἀντιλέγεται. Ἄλλος δέ τις, φασί, ποιητὴς ἱεροὺς ἰχθύας τοὺς δελφῖνας ἔφη, ὧν ἱκανὰ σεμνώματα [874] παρὰ τοῖς παλαιοῖς πεζολόγοις τε καὶ ποιηταῖς. Θεόκριτος δ' ἐν Βερενίκῃ ἄλλο τι βούλεται, εἰπὼν ἱερὸν ἰχθύν, ὃν λεῦκον ἢ γλαῦκον καλέουσιν "ὁ γάρ θ' ἱερώτατος ἄλλων".] Ἕτεροι δὲ τὸν χρύσοφρυν ἱερόν φασιν ἰχθύν, [ὡς καὶ Καλλίμαχος ἐν Γαλατείᾳ, εἰπὼν "χρύσειον ἐν ὀφρύσιν ἱερὸν ἰχθύν".] Ἔνιοι δὲ τὸν πομπίλον, [ὡς Τιμαχίδας φάμενος, "πομπίλοι ἱεροὶ ἰχθῦς", ὡς οἷα σωτῆρες τῶν ναυτιλλομένων,] τινὲς δὲ τὸν κάλλιχθυν. Ἄλλοι δὲ ἱερόν φασιν ἰχθὺν μέγαν καὶ ἀσυνήθη τινὰ καὶ ἄνετον, τοῖς κρατοῦσι κατὰ θάλασσαν ἱερώμενον, ὅ ἐστιν ἀνακείμενον, ὡς καὶ βοῦν ἱερὸν τὸν ἀγελαῖον [καὶ μέγαν] καὶ ἄνετον, [καὶ "ἱερὸν μένος Ἀλκινόοιο" διὰ τὸ φιλόξενον δηλαδὴ καὶ βασιλικὸν καὶ πολυτρόπως μέγα.] Οἱ δέ τινες ἱερὸν συνήθως ἰχθὺν τὸν ἱέμενον κατὰ ῥοῦν. εἰσὶ δέ, οἳ διερὸν μεταγράφουσιν. Ὅτι δὲ τὸ ἱερὸν οὐκ ἀεὶ ἐπ' ἀγαθοῦ καὶ εὐφήμου λαμβάνεται, δηλοῖ ὁ εἰπών, ὡς ἔστιν ὀφείδιον μικρόν, ὃ καλοῦσί τινες ἱερόν, ὅπερ οἱ πάνυ μεγάλοι ὄφεις φεύγουσι.

(v. 406) [Καλῶς δὲ ἕλκειν ἐν τούτοις εἶπεν, οὐ μὴν ἀνέλκειν ἢ ἄλλο τι τοιοῦτον ὑψωτικὸν ῥῆμα. οὔτε γὰρ ὁ ἰχθὺν ἱερὸν θηρεύσας ἀνέλκειν αὐτὸν δύναται κατὰ τοὺς ἁλισκομένους ὁρμιαῖς ταῖς ἐκ καλάμων ‑ βαρὺς γὰρ ὁ ἱερὸς ἰχθὺς ὑπόκειται καὶ οὐχ' οἷος ἀναρπάζεσθαι ὡς ἰχθύδιον ‑ οὔτε μὴν ὁ Πάτροκλος ἀναρτᾶν εἶχεν ὡς ὁρμιᾷ τῷ δόρατι ἀνελκύσας ἐκ δίφρου ἡρωϊκὸν ὁπλίτην, εἷλκε δὲ ἀγκιστρεύσας οἷον τῇ αἰχμῇ, ἕως προαγαγὼν τοῦ δίφρου κάτω ἔρριψε.] (v. 408) Θύραζε δὲ καὶ ἐνταῦθα, ὡς καὶ ἐν ἄλλοις, ἁπλῶς τὸ ἔξω τοῦδέ τινος περιέχοντος τόπου. καὶ τοῦτο εἰκότως, εἴπερ οἰκία καὶ δόμοι καὶ πόλεις καὶ πατρίδες λέγονται ζῴων οἱ τόποι περὶ οὓς νέμονται. Λίνον δὲ νῦν ἔφη τὴν ἐκ λίνου ὁρμιὰν [875] μετὰ συστολῆς τῆς ἀρχούσης. ὡς ἐπὶ πολὺ δὲ τὸ δίκτυον οὕτω λέγεται. τὸ δέ γε "λῖνον δ' ὑπὸ καλὸν ἄειδε" φανεῖται τί δηλοῖ ἐν τοῖς ἑξῆς. Ἤνοπα δὲ χαλκὸν ἢ αὐτὸ λέγει τὸ ἄγκιστρον, ὡς εἴρηται, ἢ τὸν πρὸ τοῦ ἀγκίστρου χάλκειον αὐλόν. Ὡς γὰρ οἱ παλαιοί φασιν, αἱ λιναῖ ὁρμιαὶ συρίγγια εἶχον ἐνημμένα χαλκᾶ ἢ κεράτινα, ἵνα μὴ ἀποτρώγωσιν οἱ ἰχθύες τὸ λίνον. Ἤνοπα δὲ λέγει τὸν ἔνοπα, ὅ ἐστιν ἔμφωνον. μόνος γὰρ τῶν ἀψύχων δοκεῖ φωνὴν ἔχειν. καὶ οἱ Πυθαγορικοί φασι τὸν χαλκὸν παντὶ συνηχεῖν θειοτέρῳ πνεύματι. διὸ καὶ τῷ Ἀπόλλωνι τρίπους τοιοῦτος ἀνάκειται. καὶ ἐν νηνεμίᾳ δὲ πολλάκις τῶν ἄλλων ἀτρεμούντων σειομένοις ἔοικε τὰ κοῖλα χαλκώματα. Οἱ δέ τινες ἤνοπα νοοῦσι τὸν διαυγῆ παρὰ τὸ ἐνόπτω, δι' οὗ ἔστι δηλαδὴ ἐνοπτρίσασθαι. Ὅρα δὲ καὶ ὅτι τὸν Θεστορίδην Ἤνοπα δουρὸς ἑλκυσθῆναι εἰπών, ὡς ἕλκεται ἰχθὺς ἤνοπι χαλκῷ, καὶ ἀμυδρῶς ἐμφήνας τι ἀστεῖον διὰ τῆς τοιαύτης ὁμωνυμίας, ἠρκέσθη οὕτω ποιήσας [ἐν στενῷ, καὶ οὐδὲ περιειργάσατο παραθεῖναι τὼ ὀνόματε ἄμφω ἐγγὺς καὶ παρασῦραι τοῖς ἀτέχνοις ἄκαιρον γέλωτα.] (v. 410) Ὅρα δὲ καὶ τὸ "κατέωσεν ἐπὶ στόμα", ἤγουν πρηνῆ κατέρριψεν.

(v. 411-414) Ὅτι πέτρῳ ἢ πέτρῃ βάλλει τινὰ Πάτροκλος μέσην κατὰ κεφαλήν. "ἣ δὲ ἄνδιχα πᾶσα κεάσθη ἐν κόρυθι βριαρῇ. ὃ δ' ἄρα πρηνής" καὶ αὐτὸς "ἐπὶ γαίῃ κατέπεσε". Καὶ νοητέον ὅτι λίθους εἶχε καὶ ὁ Πάτροκλος ἐπὶ δίφρου κατὰ τὸ σιωπώμενον, ἢ καὶ καταβὰς ἀνείλετο. καὶ τοῦτο δὲ κατὰ σχῆμα σιωπῆς.

(v. 415 s.) Ὅτι Ἀμφοτερὸς κύριον ὀξυτόνως πρὸς διαστολὴν τῆς ἀντωνυμίας, ᾧ σύγκειται καί τις Τληπόλεμος, ἕτερος παρὰ τὸν τοῦ Ἡρακλέος υἱόν, καὶ Ἐχίος κύριον τρίβραχυ, καὶ διὰ τοῦτο παροξύτονον, καὶ Ἰφεὺς κύριον ἀπὸ τοῦ ἶφι, ἐξ οὗ καὶ Ἶφις εὔζωνος. φαίνεται δὲ καὶ Ἀργέας εἶναί τις καθ' [876] ὁμοιότητα τοῦ Αὐγέας καὶ Αἰνέας, οὗ πατρωνυμικὸν Ἀργεάδης ὡς Αἰνεάδης κατὰ τὴν ἐν τοῖς τοιούτοις ἀναλογίαν.

(v. 417) Φησὶ γοῦν "Ἀργεάδην Πολύμηλον". [Ὧν ὁ Πολύμηλος μὲν υἱὸς πρὸς ὁμοιότητα τῆς Πολυμήλης, Ἀργέας δὲ πατήρ, ὅθεν ὁ Ἀργεάδης.] (v. 418) Ὅτι ἀριστέως ἔπαινος τό· τούσδε καὶ τούσδε "πάντας ἐπασσυτέρους πέλασε χθονὶ πολυβοτείρῃ".

(v. 419 s.) Ὅτι ἐν τῷ "Σαρπηδὼν ἴδεν ἀμιτροχίτωνας ἑταίρους χερσὶν ὑπὸ Πατρόκλου δαμέντας" ἀμιτροχίτωνας τοὺς τοιούτους λέγει, οὐχ' ὡς ἀζώστους [κατὰ τοὺς πρὸ ὀλίγων εἰρημένους.] ‑ οὐδέποτε γὰρ μίτρα παρὰ τῷ ποιητῇ ἁπλῶς ἡ ζώνη ‑ , ἀλλὰ τοὺς μὴ ὑποζωνυμένους μίτρας τοῖς χιτῶσιν, ὅ ἐστι τοῖς θώραξιν, ἀλλὰ ἅμα τῷ θώρακι συνηρτημένην ἔχοντας καὶ τὴν μίτραν, καὶ οὐ συμβλητὴν κατὰ τοὺς πολλούς, ὥστε τὸ α ἐνταῦθα καὶ στέρησιν δύναται δηλοῦν διὰ τὸ μὴ ὑποζώνυσθαι μίτρας καὶ ἀντὶ τοῦ ἅμα δὲ λαμβάνεται διὰ τὸ ὁμοῦ τῷ θώρακι συνηρτῆσθαι αὐτάς. τὸ δὲ λέγειν μὴ ἔχειν τὸ ἔθνος τῶν Λυκίων μίτρας καὶ χιτῶνας ἀπίθανον. τινὲς δὲ ἀμιτροχίτωνας μόνους τοὺς κειμένους νοοῦσιν ὡς ἤδη ἐσκυλευμένους τάς τε μίτρας τούς τε χιτῶνας. Ὅτι δέ τις μίτρα καὶ περὶ κεφαλὴν ἦν, δηλοῖ ὁ γράψας "μίτραις εἰλίχατο τὰς κεφαλάς", [οὐ πολεμικαῖς δηλαδή, ἀλλά τισι ζωνοειδέσιν, ὧν ἐτυμολογία ἐκ μίτου, ἵνα λέγοιντο οὕτως ὡς μιτηραί, καὶ ἐν συγκοπῇ, ὡς καὶ ἄλλοθι ἐδηλώθη, μίτραι βαρυτόνως πρὸς ἀναλογίαν τῶν εἰς τρα ληγόντων θηλυκῶν. Χρῆσις δὲ τῆς λέξεως ταύτης καὶ παρὰ τῷ εἰπόντι, ὅτι κατιὼν Ἀλκιβιάδης εἰς τὴν πατρίδα ἐστεφάνωσε τὰς Ἀττικὰς τριήρεις θαλλῷ καὶ μίτραις καὶ ταινίαις. Ἔνθα σημειωτέον ὡς, εἰ καὶ μὴ αὐτόχρημα στέφανος ἡ ταινία ἐστί, φασκία γάρ τις εἶναι δοκεῖ, ὅμως ἐπεὶ στεφανοῖ ποτε καὶ αὐτή, οὐκ ἔξω λόγου τινὸς ἑρμηνεύεται εἰς στέφανον παρὰ τοῖς πολλοῖς.] (v. 422) Ὅτι ἐπαινετέος τῆς συντομίας ὁ στίχος οὗτος "αἰδὼς ὦ Λύκιοι, πόσε φεύγετε; νῦν θοοί ἐστε". τρεῖς γὰρ ἔχει ἐννοίας συντεμνομένας τῷ κατεπείγοντι τοῦ καιροῦ. ὀνειδίζει δὲ ὁ λόγος τοὺς ἀνδρίζεσθαι [877] μὲν βραδεῖς, ὀξυκινήτους δὲ φεύγειν.

(v. 424 s.) Ὅτι ὁ ἀπορῶν, τίς ἂν εἴη ὁ κακά τισι ποιῶν, εἴποι ἂν "ὅς τις ὅδε κρατέει καὶ δὴ πολλὰ κακὰ ἔοργε" τοὺς δεῖνα, "ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατ' ἔλυσεν".

(v. 423) Εἰ δὲ καὶ ἀντικαταστῆναι τῷ τοιούτῳ ἐθέλοι, καλόν ἐστιν αὐτῷ εἰπεῖν καὶ τὸν προηγούμενον στίχον, τὸ "ἀντήσω γὰρ ἐγὼ τοῦδ' ἀνέρος, ὄφρα δαείω, ὅς τις ὅδε κρατέει" καὶ ἑξῆς. Ἔνθα ὅρα τὸν γαρ σύνδεσμον ἀργὸν κείμενον καὶ οὐ πρὸς αἰτίας ἀπόδοσιν. εἰ μὴ τυχὸν προσληπτέον ἔξωθεν ἐλλειπτικῶς ἢ κατὰ κοινοῦ τὸ μὴ φεύγετε. τότε γὰρ εὐσυντάκτως ἔχει τὸ "ἀντήσω γὰρ ἐγώ" καὶ ἑξῆς. Ἔστι δὲ ἀντῆσαι κατὰ γενικὴν σύνταξιν τὸ ἄντην γενέσθαι. ᾧπερ ὅμοιον καὶ τὸ "ἤντησας ὀπωπῆς" ἐν Ὀδυσσείᾳ. οὐ πάνυ δὲ συνήθης οὐδὲ κοινὴ ἡ τοῦ ἀντᾶν αὕτη σύνταξις ἡ μετὰ γενικῆς. Τὸ δὲ "ἔοργεν" ἢ ἐκ τοῦ ἐέργω, οὗ μέσος παρακείμενος ἔοργα, ἢ ἀπὸ τοῦ ῥέζω ῥέξω ἔρογα καὶ μεταθέσει ἔοργα, οὗ τὸ τρίτον τὸ ἔοργεν.

(v. 426 s.) Ὅτι τὸ καταπηδῆσαι ἅρματος ἐπὶ μὲν Σαρπηδόνος οὕτω φράζει "ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε", ἐπὶ δὲ Πατρόκλου συντομώτατα λέγει "ἔκθορε δίφρου".

(v. 428) Ὅτι νῦν μὲν αἰγυπιοῖς εἰκάζει τὸν Σαρπηδόνα καὶ τὸν Πάτροκλον, διὰ τὸ δῆθεν ἰσοδύναμον, ὅτε τῶν ἁρμάτων καταπηδήσαντες ἀλλήλοις ἐπόρουσαν. διόπερ οὐδὲ παρείληφεν ἑτερογενῆ ὄρνεα, ὥσπερ που ἐν τοῖς ἑξῆς ἰσοδυναμίαν ὁμοίαν παραδηλῶν λέοντι τὸν Πάτροκλον καὶ τὸν Ἕκτορα εἰκάσει. μετὰ μέντοι ὀλίγα ὑποβιβάζων τὴν τοῦ Σαρπηδόνος ἰσχὺν τὸν μὲν Πάτροκλον λέοντι παραβαλεῖ, Σαρπηδόνα δὲ ταύρῳ ἀγελαίῳ αἴθωνι μεγαθύμῳ. Πέτρᾳ δὲ κἀνταῦθα, ὀρεινῇ δηλαδή, τοὺς αἰγυπιοὺς ἐπικαθίζει κατὰ ἰδιότητα.

(v. 428-430) Φησὶ γὰρ "οἳ δ' ὥς τ' αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι πέτρῃ ἐφ' ὑψηλῇ μεγάλα κλάζοντε μάχονται, ὣς οἱ κεκλήγοντες ἐπ' ἀλλήλοισιν ὄρουσαν", ἤγουν κατ' ἀλλήλων ὥρμησαν. πρὸς μόνην δὲ κλαγγὴν ἡ παραβολή. Ὅτι δ' ἀετοί τινες καὶ οἱ αἰγυπιοί, καὶ περὶ τοῦ "κεκλήγοντε", ἀλλαχοῦ γραφέντα κεῖται.

(v. 428) Περὶ δὲ τοῦ ἀγκυλοχεῖλαι ῥητέον καὶ ὅτι, ὅπως ἂν καὶ παραχθείη ὁ ἀγκυλοχείλης, ἔχει ἀντιλογίαν. Εἰ μὲν γὰρ ἀγκυλοχείλης λεχθείη ὁ ἔχων ἀγκύλας χηλάς, ἤτοι ὄνυχας, ὡς τραπέντος τοῦ η εἰς τὴν ει δίφθογγον Βοιωτῶν ἔθει, ἀνάκριβες τὸ τῆς ἐτυμολογίας, ἐπειδὴ [878] χηλὴ ἐπὶ ζῴων κυριολεκτεῖται πεζῶν, ἃ καὶ διχηλεῖν λέγεται. ἄλλως τε καὶ προείληπται ὁ νοῦς οὗτος ἐν τῷ γαμψώνυχες, καὶ ἦν περιττὸν θέσθαι δὶς τὸ αὐτὸ ἐπίθετον. εἰ δέ γε ἀγκυλοχείλης εἴη ὁ ἔχων ἀγκύλα χείλη, ἔχει τι καὶ οὕτω πρόσαντες ἡ ἑρμηνεία. ἐπὶ γὰρ ἀετῶν ῥάμφος, οὐ χεῖλος λέγεται. καὶ ὅμως κάλλιον τοῦτο ἤπερ τὸ πρότερον. ἡ γὰρ λέξις τοῦ ῥάμφους τῶν ὑστέρων ἐστί.

(v. 429) Τὸ δὲ "πέτρῃ ἐφ' ὑψηλῇ" οὐ μάτην εἴρηται, ἀλλ' ὅτι ἀετῶν μάλιστα, ὡς εἴρηται, ἰδιότης τοῦτο. κλῶνες μὲν γὰρ δένδρων οὐχ' οὕτως στέγουσι τούτους, εἰς γῆν δὲ οὐκ ἔχουσι βαίνειν διὰ τὸ πάνυ γαμψώνυχον. ἐναέριοι δὲ οὐχ' οὕτω στερρῶς μαχήσονται. μάλιστα οὖν ἐπὶ πετρῶν γενναίως ἀλλήλοις μάχονται.

(v. 430) Τὸ δὲ κλάζοντες θέμα ἐστὶ τοῦ κεκλήγοντες.

(v. 431) Ὅτι ἐλεεῖ μαχομένους ὁ Ζεὺς τόν τε Πάτροκλον καὶ τὸν Σαρπηδόνα ὡς ἐν ἀκμῇ τῆς ἡλικίας τεθνηξομένους. τοῦτο δὲ διὰ τί ὁ ποιητὴς παρέθετο, μετὰ βραχὺ δηλωθήσεται.

(v. 432) Ὅτι Ὁμήρου εἰπόντος περὶ Διός "Ἥρην δὲ προσέειπε κασιγνήτην ἄλοχόν τε" τῶν τις ἐπιτρίπτων σοφιστῶν τὸν Αἰγύπτιον Πτολεμαῖον παρανομοῦντα εἰς ἀδελφὴν παρεμυθήσατο τὸν τοιοῦτον στίχον εἰπών, ὡς οἷα συμβολικῶς παραλαλῶν μὴ καινοπραγεῖν τὸν βασιλέα τῇ ἀδελφῇ συγχρωτιζόμενον, εἰ τοιοῦτος καὶ ὁ Ζεύς. Τίνος δὲ ἂν εἴη ὁ κόλαξ ἐκεῖνος ἀντάξιος, ὃς τῷ τοῦ Κωμικοῦ παιγνίῳ εἰς σπουδὴν ἀπεχρήσατο; καὶ αὐτὸς γάρ που κατ' ἐκεῖνον εἰς τὸν Δία ἐπαναφέρει τι φαύλης πράξεως αἴτιον. ὡς ἐξόλοιτο ἡ κολακεία, συνιστῶσα πολλαχοῦ τὸ κακὸν καὶ ἀπὸ παραχρήσεων λογίων ἀνδρῶν. [Ἔστι δὲ ἐνταῦθα παρασημειώσασθαι ὡς οὐ μόνον ἡ ἄκαιρος κολακεία ἐπιτρίβει τοὺς οὐκ ἔμφρονας, ἀλλ' οὐδὲν ἧττον καὶ ἡ ἀκαιροπαρρησία, ἥτις κατὰ τὴν παλαιὰν ἱστορίαν καὶ τὸν Μαρωνείτην Σωτάδην κατέπνιξεν ἀκαίρως παρρησιασάμενον ἐπὶ τῇ αὐτῇ ἀθέσμῳ μίξει κατὰ τοῦ εἰρημένου Πτολεμαίου, καθ' οὗ ἄλλα τε, φασίν, ὁ Σωτάδης εἶπε δεινά, ἀτὰρ καὶ τόδε, ὡς τὴν ἀδελφὴν Ἀρσινόην γεγαμηκὼς εἰς οὐχ' ὁσίην τρυμαλιὴν τὸ κέντρον [879] ὠθεῖ. διὸ καὶ ἀπήλλαξε κακῶς τὸ ζῆν. ἐν Καύνῳ γὰρ τῇ νήσῳ στρατηγός τις τοῦ βασιλέως λαβὼν αὐτὸν καὶ εἰς μολιβῆν κεραμίδα ἐμβαλὼν καθῆκεν εἰς τὸ πέλαγος. Τρυμαλιὰ δὲ πάντως ἡ τρῦπα, ἐκ τοῦ τρύω. ἐξ οὗπερ οὐ μόνον τρυτάνη καὶ Ἀτρυτώνη, ἀλλὰ σὺν ἄλλοις καὶ ἡ τρυμαλιὰ καὶ τὸ τρυπᾶν καὶ τὰ ἐξ αὐτοῦ, ὧν καὶ ἡ τρῦπα. Σεμνῶς δὲ ἡ τῆς τρυμαλιᾶς τροπὴ καὶ τοῦ κέντρου τὴν ἀνόσιον τοῦ Πτολεμαίου μίξιν ᾐνίξαντο.] Ὅτι Ζεὺς μέν, ὡς εἴρηται, ἠλέησε χωρήσαντας ὁμόσε ἰδὼν τὸν υἱὸν Σαρπηδόνα καὶ τὸν Πάτροκλον, καὶ βουλεύεται ἢ ζῶντα τῇ Λυκίᾳ περισώσεται ἁρπάξας αὐτὸν ἢ ὑπὸ τῷ Πατρόκλῳ ῥίψει, Ἥρα δέ ‑ μητρυιὰ γάρ ἐστι τῷ Σαρπηδόνι ‑ σχετλιάζει, ἐὰν αὐτὸν θανάτου ἐξαναλύσῃ, προβαλλομένη πιθανῶς ὡς, εἰ τοῦτο γένηται, καὶ ἄλλοι τῶν ἀθανάτων τοὺς ἑαυτῶν ὁμοίως περισώσονται, τρόπον τινὰ λέγουσα, ὡς οὐδ' Ἀχιλλεὺς τὸ λοιπὸν τεθνήξεται ἀθανάτης μητρὸς ὢν τῆς Θέτιδος. Καὶ ὅρα τὴν Ὁμηρικὴν κἀνταῦθα δεινότητα, ὅπως φυλάττεται ἀπίθανα πλάττεσθαι. οἶδε γὰρ ὡς ἐὰν πλάσῃ τὸν Σαρπηδόνα τῆς Τροίας ἀφαρπαγέντα καὶ τῇ πατρίδι ἐπανασωθέντα, οὐ πιθανὸς ἔσται ὁ λόγος διὰ τὸ πολλοῖς καὶ ἄλλοις θεῶν παισὶ χρῆναι τοῦτο γενήσεσθαι καὶ μάλιστα τῷ Ἀχιλλεῖ, οὗ γενομένου μὲν παρὰ τὴν ἱστορίαν γράψει, μὴ γενομένου δὲ τυραννικὸς ἀπιθάνως δόξει ὁ Ζεύς. ὅθεν κυροῦται θανεῖν τὸν Σαρπηδόνα διὰ τὴν μοῖραν, κἂν Διὸς εἴη παῖς, εἶτα τιμηθῆναι, ὡς μετ' ὀλίγα πλασθήσεται. Ἰστέον δὲ ὅτι ὡς δυνάμενον γενέσθαι πλάττει ὁ ποιητὴς τὸ ἁρπαγῆναι τὸν Σαρπηδόνα. προκατεσκεύασται γὰρ ἤδη τὸ τοιοῦτον μεθόδευμα ἀλλαχοῦ διά τε τοῦ Πάριδος καὶ τοῦ αὐτοῦ Σαρπηδόνος, οἳ ἐκ μέσου τοῦ στρατοπέδου πρὸ τούτων ἡρπάγησαν. Σημείωσαι δὲ καὶ ὅτι Ὁμηρικοὶ ταῦτά εἰσι λογισμοί. Μαθὼν γάρ, ὡς εἰκός, ἴσως ἐξ ἱστορίας τεθάφθαι τὸν Σαρπηδόνα ἐν Λυκίᾳ, σκοπεῖται πῶς ἂν τοῦτο εἴη, καὶ μήποτε ζῶν ἁρπαγεὶς ἐκ τῆς Τρωϊκῆς μάχης θανὼν ἐν τῇ πατρίδῃ τέθαπται, καὶ διακρίνει μὴ τοῦτο γενέσθαι ‑ παρ' ἱστορίαν γάρ ‑ , θανεῖν δὲ ἐνδόξως ἐν τῇ μάχῃ, εἶτα, ὡς ἐρεῖ, νεκρὸν μετακομισθέντα ἐκεῖ ἀπαχθῆναι, ὡς αὐτὸς ἐν τοῖς ἐφεξῆς δηλώσει. Καὶ σημείωσαι ὅτι Ὁμηρικῆς προεκθέσεως εἶδος καὶ τὰ τοιαῦτα, αἱ τῶν θεῶν βουλαὶ δηλαδὴ περὶ μέλλοντος καὶ μάλιστα αἱ τοῦ Διός. Οὕτω τῇ Θέτιδι κατανεύσαντα τὸν Δία πεποίηκε τιμῆσαι τὸν υἱόν, ὅπερ γενήσεται. οὕτω καὶ ἐν τῇ ἀρχῇ τῆς δ΄ ῥαψῳδίας προεκτίθεται [880] τὰ ἑξῆς πλασθησόμενα. καὶ προϊὼν δὲ καθίσει τὸ μέγα συνέδριον, προεκθησόμενος τὰ ἐπὶ τῷ Ἀχιλλεῖ. καὶ ἐνταῦθα οὖν ὁμοίως προεκτίθεται τὰ κατὰ τὸν Σαρπηδόνα, μυθικῶς μὲν διὰ τοῦ Διός, ἄλλως δὲ διὰ τοῦ καθ' ἑαυτὸν νοῦ. Ἐν οἷς γὰρ τὸν Δία λέγει ὁρμαίνειν περὶ Σαρπηδόνος, εἰ τόδε ἢ τόδε ποιήσει, τὸ ἑαυτοῦ λέγει. αὐτὸς γὰρ λογίζεται διχθά, εἰ τοιάδε ἢ τοιάδε πλάσεται, καὶ ὡς αὐτὸς νοεῖ, ἐπικρίνει ὃ χρὴ ποιῆσαι. πεσόντος γὰρ τοῦ Σαρπηδόνος φρονηματίζεται Πάτροκλος καὶ κροαίνει περαιτέρω καὶ πίπτει. καὶ οὕτως ἐναγωνιωτέρα τε γίνεται ἡ τοῦ λόγου διασκευὴ καὶ ὁ τοῦ Ἀντιλόχου ἐν τοῖς ἑξῆς δρόμος καιρὸν ἔχει καὶ τἆλλα.

(v. 433-438) Ἔστι δὲ ἡ ἐν τούτοις Ὁμηρικὴ φράσις τοιαύτη "ὤμοι ἐγών, ὅτε μοι Σαρπηδόνα φίλτατον ἀνδρῶν μοῖρα ὑπὸ Πατρόκλοιο δαμῆναι. δίχθα δέ μοι κραδίη μέμονε φρεσὶν ὁρμαίνοντι, ἤ μιν ζωὸν ἐόντα μάχης ἄπο δακρυοέσσης θείω ἀναρπάξας Λυκίης ἐν πίονι δήμῳ, ἢ ἤδη ὑπὸ χερσὶ Μενοιτιάδαο δαμάσω". Καὶ ὅρα τὸ "ἤδη δαμάσω". συντέτακται γὰρ καὶ νῦν τὸ "ἤδη" μέλλοντι ἀνακολούθως τῇ χρήσει τῶν ὕστερον Ἀττικιστῶν, ὧν ἐστι καὶ ὁ Λουκιανός.

(v. 433) Φίλτατον δὲ ἀνδρῶν καὶ οὐχ' ἁπλῶς φίλον ὁ Ζεὺς τὸν Σαρπηδόνα φησὶ καὶ τὸ "ὤμοι ἐγών" ἐπ' αὐτῷ λέγει, ἐθέλων καὶ νῦν ἀχθομένῃ τῇ Ἥρᾳ χάριν ἀπονεῖμαι, εἰ τοιούτου παιδὸς στερηθήσεται δι' αὐτήν.

(v. 437) Πίονα δὲ δῆμον Λυκίας φησὶν ἢ ἀντὶ τοῦ εὐδαίμονα, ὡς ἀπὸ τῆς κατὰ γῆν πιότητος, ἢ τὸν φιλοθύτην διὰ τὸ πίονα θύειν κατὰ τὸ "πίονα μηρί' ἔκηεν". [Ἰστέον δὲ ὅτι δοκεῖ τισι τοῦ πίων πίονος προϋποκεῖσθαι ὁ πῖος. διὸ καὶ τὸ συγκριτικὸν αὐτοῦ πιότερος καὶ πιότατος. εἰ μὴ ἄρα ἐκ τοῦ πίων πίονος πιονώτερος καὶ πιονώτατος γέγονε συγκοπή. συντελεῖ δὲ εἰς τὸν πρῶτον νοῦν καὶ ὁ Πῖος τὸ κύριον.] (v. 434 et 438) Ὅρα δὲ καὶ τὴν ὑπο πρόθεσιν γενικῇ τε συνταχθεῖσαν ἐν τῷ "μοῖρα ὑπὸ Πατρόκλου δαμῆναι", καὶ δοτικῇ ἐν τῷ "ὑπὸ χερσί".

(v. 435) Τὸ δὲ "διχθά μοι κραδίη μέμονε φρεσὶν ὁρμαίνοντι" παράφρασίς ἐστι τοῦ "ἐν δέ οἱ ἦτορ στήθεσσι διάνδιχα μερμήριξε". καὶ τοιαῦτα μὲν ὁ Ζεὺς δυνάμενα παρῳδηθῆναι, ὅτε τις βουλεύεται ῥύσασθαί τινα φίλον ἀπὸ κινδύνου.

(v. 440-449) Ἡ δὲ Ἥρα κἀνταῦθα βαρεῖα οὖσα, "αἰνότατε", φησί, "Κρονίδη, ποῖον τὸν [881] μῦθον ἔειπας", ἢ ἔειπες, ὡς καὶ ἀλλαχοῦ κεῖται, "ἄνδρα θνητὸν ἐόντα, πάλαι πεπρωμένον αἴσῃ", τουτέστι μεμοιραμένον, ὡς ἀλλαχοῦ σαφέστερον δηλοῦται, "ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι; ἔρδε, ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι. ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐν φρεσὶ βάλλεο σῇσιν. αἴ κεν ζῶντα πέμψῃς Σαρπηδόνα ὅνδε δόμονδε, φράζεο, μή τις ἔπειτα θεῶν ἐθέλῃσι καὶ ἄλλος πέμπειν ὃν φίλον υἱὸν ἀπὸ κρατερῆς ὑσμίνης. πολλοὶ γὰρ περὶ ἄστυ μέγα Πριάμοιο μάχονται υἱέες ἀθανάτων, τοῖσιν κότον αἰνὸν ἐνήσεις". Ταῦτα δὲ παρῳδηθήσεταί ποτε καὶ πρὸς ἄνδρα μέγαν, οὗ συνιστῶντος οἰκεῖον θέλημα εἰκὸς καὶ ἑτέρους ἐγχειρῆσαι τοῖς ὁμοίοις.

(v. 450-457) Ἐπὶ δὲ τούτοις ἡ μυθικὴ Ἥρα καὶ τὸ ποιητέον προεκθετικῶς, ὡς Ὁμήρῳ ἔθος, ἐπάγουσα πείθει τὸν Δία, εἰποῦσα "ἀλλ' εἴ τοι φίλον" ἢ φίλος, "ἐστί, τεὸν δ' ὀλοφύρεται ἦτορ, ἤτοι μέν μιν", ἤγουν τὸν μὲν δὴ Σαρπηδόνα, "ἔασον ἐν κρατερῇ ὑσμίνῃ χερσὶν ὑπὸ Πατρόκλου δαμῆναι. αὐτὰρ ἐπειδὴ τόν γε λίπῃ ψυχή τε καὶ αἰών", τουτέστι ζωή, "πέμπειν", ἤγουν πέμπε, "Θάνατόν τε φέρειν καὶ νήδυμον Ὕπνον αὐτὸν ἐς Λυκίαν. ἔνθα ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων", ὡς καὶ ἀλλαχοῦ ἔφη ὁ ποιητής. Ἰστέον δὲ ὅτι πολλοὶ τῶν κατὰ τὴν Ἥραν στίχων ἀπαραποίητοι ἐν ἄλλοις κεῖνται, ὃ μυριαχοῦ τῆς Ὁμηρικῆς ποιήσεως γίνεται, καὶ ὅτι ἐν τῷ "ποῖον τὸν μῦθον ἔειπες" οὐκ ἀναγκαίως κεῖται τὸ ἄρθρον.

(v. 443) Τὸ δὲ "ἔρδε, ἀτὰρ οὐ πάντες ἐπαινέομεν" πολλὴν παριστᾷ δύναμιν. δηλοῖ γὰρ ὡς ἀντιπράττειν μὴ δυνάμενοι μόνον γογγύζομεν.

(v. 442) Τὸ δὲ θανάτου ἐξαναλῦσαι ἀφορμή ἐστι τοῦ τῶν μοιρῶν μίτου. ἐπὶ τοιούτων γὰρ τὸ ἀναλύειν κυριολεκτεῖται, ὡς δῆλον καὶ ἐκ τοῦ τῆς Πηνελόπης ἱστοῦ, ὃν ἐκείνη ἀνέλυεν. Ἔχει δέ τι καὶ φιλοσοφίας ἡ λέξις. ἐκεῖνοί τε γὰρ ἀνάλυσίν φασι τὴν ἐκ τοῦ συνθέτου εἰς τὸ ἁπλοῦν ἀναδρομήν, καὶ ὁ ποιητὴς δὲ θανάτου ἀναλῦσαι λέγει τὸ εἰς ἀρχὴν ἀποκαταστῆσαι ζωῆς.

(v. 450 s.) Τὸ δὲ "εἴ τοι φίλον ἐστί", καὶ τὸ "ἤτοι μέν μιν ἔασον" ψευδοπαρήχησιν [882] καὶ αὐτὰ ποιοῦσι τὴν καὶ προεγνωσμένην ἐν τῷ "ἔδδεισαν οὐδέ τ' ἔδησαν".

(v. 451) Τὸ δὲ "ἐνὶ κρατερῇ ὑσμίνῃ" δεξιῶς κεῖται εἰς παρηγόρημα τοῦ Διός. οὐ γὰρ κακιζόμενος οὐδὲ ὁ Σαρπηδὼν πεσεῖται, ὃ δὴ περὶ Ἕκτορός που λεχθήσεται, ἀλλὰ κρατερὰν ὑσμίνην ὑποστάς.

(v. 454) Ὅρα δὲ καὶ τὸ φέρειν ἄρτι ἐπὶ νεκροῦ κυριολεκτηθέν, καὶ ὅτι ἀριδήλως νήδυμον Ὕπνον φησὶ μετὰ τοῦ νῦ ἐν τῷ "καὶ νήδυμον Ὕπνον". καὶ οὐκ ἔστι καθὰ καὶ ἀλλαχοῦ ἀμφιβαλεῖν, εἰ τοῦ νῦ τοῖς ὀπίσω προσνεμηθέντος ἀναγνωσθήσεται ἥδυμος. Ὅτι δὲ ἀδελφοὶ Θάνατος καὶ Ὕπνος, καὶ πῶς ἀδελφοί, καὶ μετ' ὀλίγα εἰρήσεται.

(v. 456) Ὡς δὲ ταρχῦσαι τὸ ἐνταφιάσαι διὰ τὸν τηνικαῦτα τάραχον, καὶ ὅτι διὰ τῶν κασιγνήτων τὸ συγγενὲς πᾶν δηλοῦται. οὐ γάρ, φασίν, ἱστόρηκέ τις τῷ Σαρπηδόνι ἀδελφούς, καὶ τίνες οἱ ἔται, προδιείληπται.

(v. 454) Σημείωσαι δὲ ὅτι ἡ τοῦ Σαρπηδόνος πομπὴ ὑπὸ Ὕπνῳ καὶ Θανάτῳ, ἣν καὶ ἐνεργηθεῖσαν ἐν τοῖς ἑξῆς πλάττει ὁ ποιητής, φιλοτιμίαν αἰνίττεται πάνυ πολλὴν Τρώων τε καὶ Λυκίων, ὑφ' ἧς τὸν Σαρπηδόνα τεθνεῶτα τῇ πατρίδι ἀπέδωκαν. Ἄλλως δέ γε κάλλιον εἰπεῖν, ὡς Θάνατος μὲν αὐτὸν πέμπει διὰ τὸ τεθνάναι, Ὕπνος δὲ διὰ τὸ εὐκλεῶς ταφῆναι, καὶ τῇ δόξῃ οἷον ζῆν ὡς ὑπνοῦντα καὶ οὐ τεθνεῶτα. Σημείωσαι δὲ καὶ ὅτι καιρία λέξις τὸ πέμπειν, διὸ καὶ ἐνταῦθα δὶς αὐτὸ ἔφη. καὶ ἐν τοῖς ἑξῆς δὲ ἐπιμενεῖ, παρονομάσας αὐτῇ καὶ πομποὺς τὸν Ὕπνον καὶ τὸν Θάνατον. [Καὶ παρὰ τοῖς ὕστερον δὲ σεμνή ἐστιν ἡ τοιαύτη λέξις, ὡς δηλοῦσι καὶ τὰ παρ' Ἀττικοῖς πομπεῖα. τοῦ δέ, ὡς ἐρρέθη, πομποῦ παράγωγον ὁ πομπίλος, ζῷον θαλάσσιον ἐρωτικόν, ποικίλον, πηλαμύδι παρεοικός. σεμνὸν δὲ ῥῆμα καὶ τὸ πομπεύειν.] (v. 457) Γέρας δὲ θανόντων λέγει τύμβον καὶ στήλην καὶ ὅλως τὰ κατὰ τὸν τάφον πρὸς μόνην μνήμην ὀνόματος. διὸ καὶ μνῆμα καὶ σῆμα ὁ τάφος. ἄλλως γὰρ γέρας θανόντων αἱ ἀρεταί.

(v. 45860) Ὅτι αἱματοέσσας ψιάδας κατέχευεν ἔραζε παῖδα φίλον τιμῶν ὁ Ζεύς. καὶ ἔστιν ἡ τερατεία τῇ ποιότητι τοῦ προσώπου ἁρμόζουσα, καὶ κάλλιον ἐνταῦθα κεῖται ἤπερ ἐν τοῖς πρὸ τούτων. Διὸς γὰρ υἱὸς ὁ πενθούμενος, φίλτατος, ὡς [883] προερρέθη, ἀνδρῶν. διὸ καὶ συνάχθεται τῷ Διῒ πενθοῦντι τὸ πᾶν. μόνος γὰρ ἐν ἑκατέροις στρατοῖς Διὸς υἱὸς ὁ Σαρπηδών. καὶ ἔστιν οἷον ἀέρος δάκρυον ἡ ψιάς. εἰ δέ τις ἐντεῦθεν ὁρμηθεὶς καὶ τὰς βροντὰς εἰς στεναγμόν ποτε λάβοι, Ὁμηρικὸν οὐκ ἔστι τὸ τοιοῦτον, ποιητικὸν δὲ ἄλλως ἢ καὶ διθυραμβῶδες.

(v. 460 s.) Ὁ δὲ Ὅμηρος καὶ αἰτίαν τῆς εἰρημένης αἱματοέσσης χύσεως λέγει τὸ μέλλειν ὑπὸ Πατρόκλου τὸν Σαρπηδόνα ἐν Τροίᾳ πεσεῖν τηλόθι πάτρης, προαναφωνητικῶς καὶ τοῦτο εἰπών.

(v. 459) Τὸ δὲ "αἱματοέσσας" οἱ μὲν ὡς ποιητικὴν τερατείαν ἐκδέχονται, οἱ δὲ καὶ ἀληθῶς ἐγχωρεῖν φασι τοῦτο γενέσθαι, ὡς εἰκὸς ὄν, καθὰ καὶ προδιείληπται, πεδίου ὑποκειμένου αἵμασι πλήθοντος τοιαύτας ψιάδας πίπτειν συστάσας ἐξ ὁμοίων ἀναθυμιάσεων. Εἰ δέ τις τερατείας τὸν Ὅμηρον γράφεται ψιάδας αἱματοέσσας, ἤγουν ὑφαίμους ἢ αἱματηράς, τοῦ ἀέρος ἐπὶ ἐσομένῳ μεγάλῳ κακῷ καταρρίπτοντα, τί οὐκ ἂν πάθοιεν οἱ ποταμοὺς ἱστορήσαντες αὐτόχρημα αἵματι ῥεῦσαι ἐπὶ γενησομένοις κακοῖς; [Καὶ ἄλλως δέ ποθεν αὐτόματον ἀναβλῦσαι πῇ μὲν ἀμυδρόν, πῇ δὲ δαψιλές. ἔφθη δέ τι περὶ τοιαύτης ἐρυθρότητος γραφῆναι καὶ ἐν τῇ λ΄ ῥαψῳδίᾳ, καὶ λοιπῆς δὲ χρώσεως. Τῶν τινες δὲ καὶ τοῦ νῦν γένους ἄνθρωποι ἐξιστόρησαν περί που τὰ κατὰ Πελοπόννησον τέρας ὕδατος αἱματηροῦ. Ἔφερε γὰρ ἡ ἐκεῖσε γῆ ἄνδρα ἱερέα οὐκ ἀγαθόν. φόνῳ τε γὰρ καταρρίψας ἄνθρωπον καὶ τὴν ἐκείνου κοίτην ἀναβαίνων ἀλιτήριος ἦν τοῦ ἱεροτελεστεῖν. ὡς δὲ καιρὸς ἦλθε καὶ ἐξετροπιάζοντο ἐκεῖνον τὸν οὐχ' ἱερὸν οἱ συνιερᾶσθαι λαχόντες, καὶ ἀντιβαίνειν μὲν ἐκεῖνος οὐκ εἶχεν, αἰσχύνεσθαι δὲ οὐκ ἤθελεν, αὐτοὺς μὲν ἀφῆκε τοῦ θεοῦ εἶναι, αὐτὸς δὲ παροιστρήσας ἰδίαζεν ἑτέρωθι πρὸς λειτούργημα, καὶ ὡς ἐνήρξατο, γίνεται αὐθωρὸν τέρας καί τι παραρρέον ὕδωρ κρηναῖον ἐκεῖ ἀγανακτεῖ κατὰ τοῦ κακοῦ καὶ ἐκ διαυγοῦς μεταβάπτεται εἰς ἄκρατον αἷμα, καὶ ἔρρεεν οὕτως, ἕως ὁ ἀναιδὴς ἐπαύσατο τοῦ θράσους. καὶ τοιόνδε μὲν καὶ τοῦτο.] Ψιὰς δὲ ἡ καὶ ψεκὰς [καὶ ἐέρση] ἀπὸ τοῦ ψίω ἀρρήτου γίνεται [884] ῥήματος, [ἀφ' οὗ καὶ ὁ ψιλός]. ὥσπερ ἀπὸ ἑτέρου ὁμοίου τοῦ ψίχω ἡ ψὶξ καὶ ἀπὸ τοῦ ψέω ἡ ψεκάς, ἴσως δὲ καὶ ἡ ψεδνὴ θρίξ. ὁμοίως καὶ ἀπὸ τοῦ ψῶ ψωμός, ἄρτου κόμμα. τοῦ λεπτύνειν γὰρ τὰ τοιαῦτα ῥήματα σημαντικά. καὶ λεπτότητος ἔνδειξις ἡ τοιαύτη συστοιχία καὶ σμικρότητός τινος. [Ὧν προηγεῖται τὸ ψῶ, δι' οὗ δηλοῦται τὸ λεπτύνω. τὸ μέντοι ψήχω διὰ τοῦ ἦτα, ὅθεν καὶ ἡ ψήκτρα, ἐξ ἑτεροίου γίνεται ψῶ, ἐξ οὗ καὶ τὸ ψᾶν καὶ καταψᾶν, ὃ καταρρέζειν φησὶν Ὅμηρος. Ἐκ δὲ τοῦ ψάω ψῶ, τὸ λεπτύνω, γίνεται καὶ τὸ ψαύω ἐνθέσει τοῦ υ καὶ τὸ "ψῇ κατ' ἄκρας" παρὰ Σοφοκλεῖ, ἔτι δὲ καὶ τὸ ψώχειν, ὅπερ ἐστὶ λεπτύνειν τὰ χεδροπά. Ὅτι δὲ ἡ ψεκάς, ὥσπερ καὶ τὸ ψεκάζειν, καὶ διὰ τοῦ α λέγεται, δηλοῦσι καὶ τὰ ψακαστὰ μύρα τὰ παρὰ τοῖς ὕστερον στακτά.] (v. 4635) Ὅτι βάλλεταί τις ἐνταῦθα Θρασύμηλος νείαιραν γαστέρα, ἢ τὴν ἐσχάτην, κατὰ βάθος, διὸ καὶ θνῄσκει ὁ τοιοῦτος, ἢ δι' ἧς νέονται τὰ σιτία, ἵνα ᾖ νέαιρα, καὶ ἐπενθέσει τοῦ ἰῶτα πρὸς διαστολὴν τοῦ κυρίου νείαιρα. Ὅτι ῥίπτει Σαρπηδὼν τὸν παρήορον Πήδασον ἀφαμαρτὼν τοῦ Πατρόκλου.

(v. 467-4671) Ἔνθα καὶ ὑπογράφων ὁ ποιητὴς τὸ ἐντεῦθεν βλάβος φησὶ "Πήδασον οὔτασεν ἵππον ἔγχεϊ δεξιὸν ὦμον, ὃ δ' ἔβραχε θυμὸν ἀΐσθων, κὰδ δ' ἔπεσ' ἐν [885] κονίῃσι μακών, ἀπὸ δ' ἔπτατο θυμός. τὼ δὲ διαστήτην", ὁ Ξάνθος δηλαδὴ καὶ ὁ Βαλίος, "κρίκε δὲ ζυγόν, ἡνία δέ σφι σύγχυτο, ἐπεὶ δὴ κεῖτο παρήορος ἐν κονίῃσι".

(v. 4725) Καὶ τούτου μέν, φησίν, Αὐτομέδων εὕρετο τέκμωρ, ἤγουν τέλος θεραπευτικὸν ἐπενόησε τῆς συγχύσεως. "σπασάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ ἀΐξας ἀπέκοψε παρήορον, οὐδ' ἐμάτησεν", ὅ ἐστιν οὐκ ἐματαιοπράγησεν εἰκῇ τῷ ἔργῳ ἐπιβαλὼν κατὰ τὸν Νέστορα, ὅς που διὰ γῆρας παρατατικῶς ἀπέταμνε παρηορίας, ἀλλ' ἀπέκοψε ταχὺ τὸν παρήορον, τὰς παρηορίας δηλαδὴ ἐκτεμών. καὶ οὐδὲ ἁπλῶς ἀπέκοψεν, ἀλλὰ ἀΐξας, ἵνα μὴ ὅλως παράτασιν σχοίη τὸ ἔργον, ἀλλ' ἀναγκαίως μιᾷ πληγῇ ἀνυσθείη. οὗ γενομένου "ἰθυνθήτην", ἡ λοιπὴ ξυνωρίς, "ἐν δὲ ῥυτῆρσι τάνυσθεν", ἤγουν ἐπιτεταμένως ἔδραμον, ὃ δὴ πολλαχοῦ ἐπὶ τρεχόντων ἵππων κεῖται, ὡς τότε μάλιστα συντεινομένων. Ἢ καὶ ἄλλως, ἐτάνυσθεν ἀντὶ τοῦ ἐκ τῆς κατὰ σύγχυσιν συστολῆς, ἧς αἰτία ἡ τοῦ παρηόρου πτῶσις βιαζομένου συγκατενεγκεῖν καὶ ἐκείνους, κατὰ φύσιν ἔσχον τήν τε στάσιν καὶ τὴν λοιπὴν τῶν μελῶν τάσιν.

(v. 468) Ὦμος δὲ ὅτι καὶ ἐπὶ ἵππου λέγεται, ἤδη δὲ καὶ ἐπὶ λοιπῶν ζῴων, ἐδηλώθη καὶ ἐν τῷ "κατωμαδὸν ἤλασεν ἵππους". Τὸ δὲ "ἔβραχε" νῦν μὲν ἐπὶ ἵππου πίπτοντος, μετ' ὀλίγα δὲ ἐπὶ ὅπλων, οἷον "μέγα δ' ἔβραχε τεύχεα φωτῶν". ἔθετο δὲ αὐτὸ καὶ ἐπὶ ἅρματος ἐν τῷ "μέγα δ' ἔβραχε φήγινος ἄξων", καὶ ἐπὶ ὕδατος, οἷον "ἔβραχεν αἰπὰ ῥέεθρα". Ἀΐσθων δὲ ἀντὶ τοῦ ἀποπνέων ἐκ τοῦ ἄω. Τινὲς δὲ ἀντὶ τοῦ αἰσθόμενος, ὡς τοῦ ἀΐσθειν συναιρουμένου εἰς ῥῆμα αἰσθήσεως, ἣν οἱ ἄοντες, ἤτοι πνέοντές τε καὶ ζῶντες, ἔχουσι. κρεῖττον δὲ τὸ πρῶτον. Ἔστι γὰρ ἀΐω ῥῆμα, ἐξ οὗ τὸ "φίλον ἄϊον ἦτορ". τούτου μέλλων ἀΐσω ἄχρηστον, ἐξ οὗ πλεονασμῷ τοῦ θ ἐνεστὼς ἀΐσθω, ὡς βιβῶ βιβάσω βιβάσθω, [886] οἷον "μακρὰ βιβάσθων", ἔδω ἔσω ἔσθω.

(v. 469) Μακὼν δέ, ὡς καὶ ἐν ἄλλοις, ἀντὶ τοῦ εἰς μῆκος ἐκταθεὶς ἢ ποιὸν ἦχον ἀποτελέσας, ἐξ οὗ ἤχου καὶ τὸ μηκᾶσθαι. Ἰστέον δὲ ὅτι χαριέντως ὁ ποιητὴς προάγωνάς τινας τούτους ἐπὶ Πατρόκλῳ καὶ Σαρπηδόνι πεποίηκεν, ἐν οἷς Πάτροκλος μὲν Σαρπηδόνος βάλλει θεράποντα τὸν ῥηθέντα Θρασύμηλον, Σαρπηδὼν δὲ τὸν Πήδασον ἵππον, οὗ ἀπέπτατο θυμός.

(v. 470) Τὸ δὲ "διαστήτην" καιριώτατα εἴρηται. πεσόντος γὰρ τοῦ παρηόρου ἡ ξυνωρὶς διΐστανται, ἢ ταραγμῷ συγχυθέντες ἢ ἄλλως πρὸς ἀντέρεισιν, ἵνα μὴ συγκατενεχθῶσι. πρὸς ὁμοιότητα δὲ τοῦ τοιούτου "διαστήτην" ἐρρέθη ἐν ἄλλοις τὸ "διαστήτην ἐρίσαντε", μεταφορικῶς. Τὸ δὲ "κρίκε ζυγόν" ἀντὶ τοῦ ἔτριξε κατὰ ὀνοματοποιΐαν. διὸ καὶ τρίγε τινὲς αὐτὸ ἔγραψαν ὡς δεύτερον ἀόριστον. Δῆλον δὲ ὅτι κἀνταῦθα οὐδετέρως ἔφη τὸ ζυγὸν κατὰ συνήθη γένους μεταπλασμόν. Ἡνία δὲ τὰ συνδέοντα καὶ ἑνοῦντα τοὺς ἵππους, ἃ ταραχθέντα συγχέεσθαι λέγεται. καιριωτάτη δὲ καὶ νῦν λέξις τὸ "σύγχυτο", ἐπεὶ καὶ ἀντίκειται ἡ σύγχυσις τῇ ἑνώσει, καθ' ἣν τὰ ἡνία λέγεται. διόρθωσις δὲ τοιαύτης συγχύσεως τὸ ἰθύνεσθαι, ὅθεν διακοπέντος τοῦ παρηόρου ἰθύνθη ἡ ξυνωρίς. καὶ τοιαῦτα μὲν τὰ ἡνία. Τὰ δ' αὐτὰ καθ' ἕτερον λόγον καὶ ῥυτῆρες κατὰ τοὺς ὕστερον χαλινούς, δι' ὧν ἐρύονται ἵπποι ὧδε καὶ ἐκεῖ. Ὅτι δὲ ὁ παρήορος καὶ παράσειρος λέγεται, δῆλον καὶ αὐτό. [Ἰστέον δὲ ὡς ἡ τῶν ἡνίων σύγχυσις οὐκ ἤδη καὶ ἀφηνισμὸν ποιεῖ. κυρίως γὰρ ἀφηνιάσαι τὸ ζυγομαχῆσαι τοὺς ὑφ' ἅρματι ἵππους καὶ πειραθῆναι ἄπο ἡνίων γενέσθαι. κέλης μέντοι ἵππος ἀφηνιάζει, ὅτε τὸν χαλινὸν ἀποπτύσας ἢ καὶ ἄλλως ἐνδακών, ὡς μὴ πείθεσθαι τῷ ἐπιβάτῃ, ἄνετα φέρεται θέων.] (v. 4779) Ὅτι ἀλλαχοῦ μὲν τὸ "ἤμβροτες" ἑρμηνεύων ἐπήγαγεν "οὐδ' ἔτυχες", ἐνταῦθα δὲ εἰπὼν ἐν πλεονασμῷ [887] προθέσεως ὅτι Σαρπηδὼν ἀπήμβροτεν, ἐπιφέρει "οὐδ' ἔβαλεν αὐτόν". Καὶ ἔστι ταὐτὸν τὸ "οὐκ ἔτυχε" καὶ τὸ "οὐκ ἔβαλεν", ἃ ἐξισοῦται πρὸς τὸ "ἄλιον βέλος ἔκφυγεν", οὗ τὸ ἀνάπαλιν "οὐχ' ἅλιον βέλος ἔκφυγε χειρός", ὅπερ αὖθις ἶσόν ἐστιν ἐπαγομένῳ εὐθὺς τῷ "ἀλλ' ἔβαλε". προϊὼν δὲ τὸ οὐχ' ἅλιον βέλος ἔκφυγεν "οὐδ' ἁλίωσε βέλος" φησίν. Ἔνθα καὶ ἐπάγει κατὰ σχῆμα θέσεως τὸ "βάλε δ' Ἕκτορος ἡνιοχῆα". ἐν τούτοις δὲ καὶ ταὐτόν ἐστι κατὰ ἔννοιαν τὸ "δουρὶ δεύτερος ὡρμήθη" καὶ τὸ "ὕστερος ὤρνυτο χαλκῷ".

(v. 481) Ὅτι Πάτροκλος ἔβαλε Σαρπηδόνα, "ἔνθα φρένες ἔρχαται", ἤγουν καθείργνυνται, "ἀμφ' ἀδινὸν κῆρ", ὅ ἐστι περὶ τὴν καρδίαν, ὅπερ ἀδινὸν λέγει διὰ τὴν τοῦ σπλάγχνου πυκνότητα. πυκνὴ γὰρ καὶ νευρώδης ἡ καρδία. καὶ προϊὼν δὲ "βεβλημένον ἦτορ" λέγει ἐπὶ Σαρπηδόνος. κῆρ δὲ καὶ ἦτορ ταὐτά. Δῆλον δ' ὅτι ψυχὴ οὐ βάλλεται, ἀλλὰ τὸ ῥηθὲν μόριον τὸ καιριώτατον εἰς τὸ ζῆν, ὅπερ καὶ ἐκ τοῦ κῆρ παράγεται. καρδία γὰρ κατά τινας ἡ διὰ τὸ κῆρ τρόπῳ ἀναστροφῆς οἱονεὶ κῆρ δία, ὥσπερ, φασί, καὶ τὸ "θάρσει πέφευγας τὸν ἐμὸν ἱκέσιον Δία", ἀντὶ τοῦ διαπέφευγας τὴν ἐμὴν ἱκεσίαν. Καὶ ἄλλως δὲ εἰπεῖν, βάλλεται κῆρ καὶ ἦτορ, ἤγουν ὁ περὶ καρδίαν τόπος, ὃς οἷόν τις ἑστία τῆς ἐν ἡμῖν οἰκοδεσποτούσης ψυχῆς ἐστιν. Ὅθεν ποιητικώτερον φράζων Ὅμηρος ἐρεῖ μετ' ὀλίγα, ὅτι Πάτροκλος ἐξελκύσας τὸ δόρυ ἅμα καὶ τὴν ψυχὴν τοῦ Σαρπηδόνος ἐξείρυσεν. Ὅτι δὲ σωματικὰς φρένας καὶ ἐνταῦθα ἔφη, δηλοῖ καὶ αὐτὸ προϊὼν ἐν τῷ "ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων εἷλκε δόρυ, ποτὶ δὲ φρένες αὐτῷ ἕποντο" ἐνσχεθέντων πάντως τῷ δόρατι τῶν τοῦ διαφράγματος ὑμένων. ἔνθα δηλῶν καὶ ὅτι καιρία ἡ πληγὴ ἐπάγει "τοῦ δ' ἅμα ψυχήν τε καὶ ἔγχεος ἐξείρυσ' αἰχμήν". Γέγονεν οὖν ἡ πληγὴ κατὰ τὸ διάφραγμα, ὃ καλεῖται φρένες, καθὰ προϊστόρηται, ἤγουν κατὰ τὸ ὑπὸ τὸν πνεύμονα διάζωμα τοῦ θώρακος. Εἰ δὲ πληγεὶς ἐνταῦθα ὁ Πάτροκλος φθέγγεται, δοτέον μὲν αὐτὸ καὶ τῇ ποιητικῇ ἀδείᾳ. Φασὶ δὲ οἱ παλαιοὶ καὶ μηδὲν εἶναι τοῦτο θαῦμα. θάτερον γὰρ μέρος τοῦ πνεύμονος ὑπὸ τῶν ὑμένων σκεπόμενον ἀπαθὲς μένει. Φασὶ δὲ καὶ ὅτι τοῖς τὰς φρένας τρωθεῖσιν ἕπεται μεῖζόν τε ἐρεύγεσθαι καὶ τὰς ἐκπνοὰς μεγάλας ποιεῖσθαι. διὸ βεβρυχέναι τε καὶ στενάχειν ἐν τῷ κεῖσθαι λεχθήσεται ὁ Σαρπηδών. [888] Ὅρα δὲ καὶ τὸ "ἔρχαται" συντελοῦν εἰς τὸ "φρένες ἀμφιμέλαιναι". τὸ γὰρ εἱργμένον ὡς τὰ πολλὰ οὐκ ἐν καθαρῷ ἐστι φωτί, ἀλλ' ἐν σκότῳ μέλανι. Ἀπὸ τοῦ εἷρκται δὲ παρῆκται Ἰωνικῶς τὸ ἔρχαται τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ καὶ προσθήκῃ τοῦ α μετὰ καὶ ἀναυξησίας Ἰωνικῆς τῆς ἀπὸ τοῦ ἔργω.

(v. 482-486) Ὅτι καὶ τὸν Σαρπηδόνα ὡς πρὸ αὐτοῦ ἕτερόν τινα ἥρωα δρυῒ παραβάλλει πεσούσῃ ἢ ἀχερωΐδι βλωθρῇ, λέγων καὶ τοῦτον πρὸ τοῦ δίφρου κεῖσθαι τανυσθέντα, καὶ ὡς βεβρυχὼς κόνιος ἐδράττετο. Καὶ σημείωσαι καὶ τὴν τοιαύτην ταὐτολογίαν. εἶτα σεμνότερον παραβάλλων εὐθὺς καὶ πρὸς ταῦρον αὐτὸν εἰκάζει, ὃν ῥίπτει λέων.

(v. 487-491) Φησὶ γὰρ "ἠΰτε ταῦρον ἔπεφνε λέων ἀγέλῃφι μετελθών, αἴθωνα, μεγάθυμον ἐπ' εἰλιπόδεσσιν" ἢ ἐν εἰλιπόδεσσι "βόεσσιν, ὤλετό τε στενάχων ὑπὸ γαμφηλῇσι λέοντος, ὣς ὑπὸ Πατρόκλῳ Σαρπηδὼν κτεινόμενος μενέαινεν", ὃ ταὐτὸν εἶναι δοκεῖ τῷ στενάχειν, σεμνότερον λεχθέν. ὁ ταῦρος μὲν γὰρ ὤλετο στενάχων, οὗτος δὲ κτεινόμενος μενέαινεν. ἐξ ἀγέλης δὲ ταῦρον παρείληφε διὰ τὸ ἀκμάζον τῆς ῥώμης. οἱ γὰρ καματηροὶ οὐ τοιοῦτοι. Τίς δὲ ὁ αἴθων εἴτε ταῦρος, ὡς νῦν, εἴτε λέων, ὡς ἀλλαχοῦ, εἴτε ἀνήρ, ὡς καὶ παρὰ Σοφοκλεῖ, πολλαχοῦ δεδήλωται, ὥσπερ καὶ ὅτι οὐ μόνον ἐπὶ ἀνδρῶν ὁ μεγάθυμος ἀλλὰ καὶ ἐπὶ ζῴων ἀλόγων γενναίων. δῆλον δ' ὅτι λέοντι μάλιστα οἰκεῖον ἐπίθετον ὁ αἴθων. λέγονται δέ που καὶ ἵπποι αἴθωνες μεγάλοι. Ἰστέον δὲ καὶ ὅτι τῶν ῥηθεισῶν δύο παραβολῶν, ἃς ὁμοῦ παρέθετο σεμνύνων τὸ πτῶμα τοῦ Σαρπηδόνος, ἡ μὲν ἀπὸ τῶν δένδρων πρὸς τὸ πεσόντα τετανυσμένον κεῖσθαι τὸν εὐμεγέθη ἄνδρα παρείληπται, ὡς δηλοῖ τὸ "ἔκειτο τανυσθείς", ἡ δὲ τοῦ ταύρου πρὸς τὴν ἡρωϊκὴν τοῦ πεσόντος γενναιότητα. Τὸ δὲ "ἐπ' εἰλιπόδεσσι" δώσει μὲν γραμματικῶν παισὶν ἐναθῦραί τι πρὸς τὴν προφοράν, ὡς εἰ καί τινας λιπώδεις βόας ἤκουσαν. δηλοῖ δὲ φανερῶς ὡς ψιλοῦται τὸ εἰλίπους Αἰολικῶς.

(v. 491 s.) Ὅτι ἐξονομάζειν μὲν ἄλλο τι δηλοῖ, καθὰ μυριαχοῦ ἔγνωσται, ὀνομαίνειν δὲ τὸ καλεῖν ἐξ ὀνόματος. Φησὶ γοῦν περὶ Σαρπηδόνος "φίλον δ' ὀνόμηνεν ἑταῖρον, Γλαῦκε πέπον". ὥσπερ δὲ τὸ φοραίνειν, ἐξ οὗ τὸ φορῆναι, ἀσύνηθες ῥῆμα τοῖς καταλογάδην γράφουσιν, [889] οὕτω καὶ τὸ ὀνομαίνειν, καὶ πολλῷ πλέον τὸ ὀνυμαίνειν Αἰολικῶς.

(v. 492500) Ὅτι οὕτω σταθερὸς ὁ Σαρπηδὼν ὥστε καὶ ἤδη ἀποψύχων ἐπιτάσσει τῷ Γλαύκῳ τὰ ποιητέα στρατηγικῶς, εἰπὼν "Γλαῦκε πέπον πολεμιστὰ μετ' ἀνδράσι, νῦν σε μάλα χρὴ αἰχμητήν τ' ἔμεναι καὶ θαρσαλέον πολεμιστήν. νῦν τοι ἐελδέσθω πόλεμος κακός, εἰ θοός ἐσσι. πρῶτα μὲν ὄτρυνον Λυκίων ἡγήτορας ἄνδρας πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι. αὐτὰρ ἔπειτα καὶ αὐτὸς ἐμεῦ πέρι μάρναο χαλκῷ. σοὶ γὰρ ἐγὼ καὶ ἔπειτα κατηφείη καὶ ὄνειδος ἔσσομαι ἤματα πάντα διαμπερές, εἴ κέ μ' Ἀχαιοὶ τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα".

(v. 501) Εἶτα συντέμνων τὰ προρρηθέντα, ἐπείγει γὰρ ὁ θάνατος, ἐπάγει ἐπιφωνηματικῶς "ἀλλ' ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα". καὶ οὕτω στρατηγικῶς παραγγείλας συγκαταλύει τῷ λόγῳ τὴν ζωήν.

(v. 502 s.) Φησὶ γὰρ "ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψεν ὀφθαλμοὺς ῥῖνάς τε". Ὧν τὸ μὲν τὴν ἀργίαν δηλοῖ τοῦ ὁρᾶν, τὸ δὲ τὴν τοῦ ἀναπνεῖν. Καὶ ἄλλως δὲ εἰπεῖν, διὰ τῶν ὀφθαλμῶν καὶ τῶν ῥινῶν τὸ ὅλον δηλοῖ πρόσωπον, ὅπερ ἐν τοῖς ἑξῆς ῥέθος λέγει, εἰπὼν "ψυχὴ δ' ἐκ ῥεθέων πταμένη", ὡς ἐκεῖ ῥηθήσεται. Τούτων δὲ γλαφυρώτερον τὸ εἰπεῖν, καθὰ ἐρρέθη, ὡς ὁμοῦ ὁ Πάτροκλος ἐξείλκυσεν ἀπὸ τοῦ Σαρπηδόνος τήν τε οἰκείαν αἰχμὴν καὶ τὴν ἐκείνου ψυχήν.

(v. 492) Ὅρα δὲ τὸ ἔμφρον τοῦ Σαρπηδόνος, ὡς ἐκ προοιμίων καὶ αὐτὸς ἐπαίνοις τὸν Γλαῦκον ὑπάγεται. Τὸ δὲ "πολεμιστὰ μετ' ἀνδράσιν" ἀντὶ τοῦ ἐν ἀνδρείοις. ἐν γὰρ μὴ τοιούτοις καὶ ὁ τυχὼν ἂν λογίζοιτο πολεμιστής, εἰ μόνον θράσους τι προβέβληται, καθὰ παροιμία "καὶ ὡς ἐν ἀμούσοις καὶ κόρυδος φθέγγεται". Ἰστέον δὲ ὅτι ἐκ τοῦ "πολεμιστὰ μετ' ἀνδράσιν" ἔοικε Σοφοκλῆς λαβὼν εἰπεῖν [ἀντιθετικῶς] τὸ "σὺν γυναιξὶ τὰς μάχας ποιούμενος" διὰ ‹τὸ› τὸν Αἴγισθον σὺν γυναικὶ ἀνδρίσασθαι τῇ Κλυταιμνήστρᾳ κατὰ τοῦ Ἀγαμέμνονος.

(v. 494) Καὶ ἄλλως δέ, "πολεμιστὰ μετ' ἀνδράσιν" ὡς πρὸς διαστολὴν τῶν ἐν κυνηγεσίοις καὶ λοιποῖς γυμνάσμασι δοκούντων εἶναι πολεμιστῶν, ἐν πολέμῳ δηλαδὴ γλυκεῖ, οὐ μὴν κακῷ, κατὰ τὸ "ἐελδέσθω πόλεμος κακός".

(v. 494) Ἔνθα ὅρα καὶ τὸ "ἐελδέσθω" παθητικὸν ὂν καὶ τῇ φωνῇ καὶ τῷ σημαινομένῳ. καὶ νῦν μὲν οὕτως. ἄλλως δὲ συνήθως καὶ κοινότερον ἐνέργειαν δηλοῖ τὸ ἐέλδεσθαι, δηλοῦν τὸ ἐπιθυμεῖν. Τὸ δὲ "πόλεμος κακός" καὶ εἰς κίνδυνον προκαλεῖται τὸν Γλαῦκον καὶ οὐχ' ἁπλῶς εἰς πολέμου ἀφοσίωσιν. οὐ γὰρ ἁπλῶς πόλεμος ἄρτι, ἀλλὰ κακός, ἤγουν κακωτικός.

[890] Τὸ δὲ "εἰ θοός ἐσσι" ἀποτείνεσθαι δοκεῖ πρὸς τὸ "πόσε φεύγετε; νῦν θοοί ἐστε", ὃ φθάσας ἔλεγε καθαπτόμενος Λυκίων ὡς θοῶν ὄντων φεύγειν. οἱονεὶ οὖν λέγει, ὅτι ἄχρι κινδύνου μελέσθω σοι πόλεμος, εἰ θοός ἐσσι, πολεμιστὴς δηλαδή, καὶ μὴ θοὸς φεύγειν. Ὅτι δὲ λείπει ἐνταῦθα τὸ πολεμιστής ὡς ἀπὸ κοινοῦ τῷ πολέμῳ συννοηθέν, δηλοῖ τὸ "Ἀντίλοχος, θοός περ ἐὼν πολεμιστής". καὶ ἄλλως δέ, εἰ θοός ἐσσι, ὡς κατωτέρω κεῖται, πάντῃ ἐποίχεσθαι ὑπὲρ ἐμοῦ.

(v. 495) Τὸ δὲ "πρῶτα μὲν ἡγήτορας" οὐ μόνον ἀντιδιαιρεῖ τῷ λαῷ τούτους ὡς τοῦ στρατοῦ εἰς δύο ταῦτα διαιρουμένου, ἀλλὰ καὶ ὑπερεξαίρει μάλιστα τῶν λοιπῶν τὸ ἡγεμονικὸν φῦλον.

(v. 496) Τὸ δὲ "Σαρπηδόνος ἀμφιμάχεσθαι" ἔχει τι οἴκτου κατὰ ἀναφοράν, οἱονεὶ τοῦ ᾀδομένου, τοῦ ἐνδόξου, τοῦ εὐγενοῦς, τοῦ ἀνδρείου.

(v. 497) Ὁμοίως δὲ καὶ ἐν τῷ "ἐμοῦ πέρι μάρναο" πάθος κινεῖ ὅμοιον τὸ "ἐμοῦ", ἡ δεικτικὴ ἀντωνυμία· ἐμοῦ γὰρ τοῦ τοιοῦδε καὶ τοιοῦδε. ὥσπερ ἔμπαλιν ἐπὶ Θερσίτου ἐν τῷ "ὅν κεν ἐγὼ ἀγάγοιμι" γέλων ἐκίνησεν ἡ ἀντωνυμικὴ δεῖξις, ὡς ἐκεῖ σεσημείωται. Ὅρα δὲ καὶ ὡς ἐμέρισε τὴν παθητικὴν ἔννοιαν ὁ κείμενος, τὸ μὲν κύριον ὄνομα ἐπὶ τῶν Λυκίων εἰπών, τὴν δὲ δεικτικὴν ἀντωνυμίαν ἐπὶ Γλαύκου τοῦ καὶ προσεχῶς ὁρῶντος, ὃν ἐχρῆν μάλιστα οἶκτον σχεῖν ἐπὶ τῷ λαλοῦντι. Τὸ δὲ "καὶ αὐτὸς μάρναο" κινδυνεύειν καὶ αὐτὸ προκαλεῖται τὸν Γλαῦκον, ὡς μηδὲν ἄλλως μέγα ὂν ἑτέρους μόνον ὀτρύνειν.

(v. 498) [Τοῦ δὲ "κατηφείη καὶ ὄνειδος" τὸ μὲν οἴκοθεν αὐτοῦ δὴ τοῦ Γλαύκου πάθος ἔσται, τὸ δὲ ἐξ ἄλλων.] (v. 499) Τὸ δὲ "ἤματα πάντα" καὶ τὸ "διαμπερές", ἐκ παραλλήλου μὲν καὶ νῦν, ὡς καὶ ἀλλαχοῦ, τὸ αὐτὸ νοοῦσι. πλὴν κάλλιον ἦν, ὅπου μετὰ τὸ διαμπερὲς ἀσαφῶς ἔχον ἔκειτο σαφέστερον ὂν τὸ ἤματα πάντα.

(v. 500) Τὸ δὲ "ἐμὲ τεύχεα συλήσωσιν" ἢ ἀντὶ τοῦ ἀφέλωνται, ἢ μᾶλλον σχῆμά ἐστι καὶ αὐτὸ ὅμοιον τῷ "περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε φύλλα", καὶ τοῖς τοιούτοις, ἅπερ ἐν τῇ α΄ ῥαψῳδίᾳ προέκκειται. [Ἰστέον δὲ ὅτι, ὥσπερ διχῶς λέγεται συλεύειν καὶ συλᾶν, οὕτω καὶ τὸ ἐκ τοῦ σκύλου. καὶ τὸ μὲν σκυλεύειν κοινόν. φαίνεται δὲ εἶναι καὶ σκυλῶ σκυλήσω, [891] ἐξ οὗ καὶ ἡ σκυλήτρια.] Τὸ δὲ "νεῶν ἐν ἀγῶνι πεσόντα" μιμητικῶς ἔψευσται. ἔξω μὲν γὰρ καὶ τῆς τάφρου ἐν τῇ πεδιάδι πίπτει καὶ οὐκ ἐν τῷ ἀθροίσματι καὶ τῇ ἀγορᾷ τῶν νηῶν. ὁ δὲ ἤδη τεταραγμένος τὸ φρονεῖν ἄλλως λέγει. ἤδη γὰρ πρὸς τῷ θνῄσκειν ἐστί. διὸ καὶ βραχύ τι προσθεὶς ἀποίχεται.

(v. 492) Ἰστέον δὲ καὶ ὅτι ἐν τοῖς ῥηθεῖσι τὸ μὲν "πέπον πολεμιστά" καὶ ἑξῆς ἕως τοῦ "εἰ θοός ἐσσι" παροτρυντικὸν εἰς μάχην ἐστίν.

(v. 502) Ἐπιτελευτίῳ δὲ λόγῳ προσφυὲς τὸ "ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψεν", ὃ καὶ ἐν τῷ τέλει τῆς ῥαψῳδίας ταύτης κεῖται. Ὅρα δ' ἐνταῦθα τὸ "τέλος θανάτοιο" πρὸς διαστολὴν ῥηθέν. οὐ γὰρ ἅπαν τέλος νεκρικόν ἐστι, ἀλλὰ τὸ τοῦ θανάτου, ὥσπερ οὐδὲ πᾶσα τελευτὴ θάνατος, ἀλλὰ ἡ τοῦ βιότου.

(v. 506) Ὅτι φυσιόωντας ἵππους λέγει τοὺς πνευστιῶντας, ὅπερ εἰ προσλάβοι τὸ μέγα ἢ τὸ μεγάλα, οὐ μακράν ἐστι τοῦ "μεγάλα στενάχοντας".

(v. 507) Εἰσὶ δὲ τοιοῦτοι κατὰ τὸν ποιητὴν οἱ ἱέμενοι φοβέεσθαι, ἤγουν φεύγειν. Φησὶ γὰρ "σχέθον ἵππους φυσιόωντας ἱεμένους φοβέεσθαι". ὠνοματοπεποίηται δὲ καὶ τὸ φυσιόωντας, καθὰ καὶ αἱ φῦσαι καὶ τὸ φυσᾶν, καὶ ἐκτείνει κατ' ἐκεῖνα τὴν ἄρχουσαν.

(v. 506 s.) Ἰστέον δὲ ὡς δίφρων ἤδη πολλῶν ἀποβαλλόντων τοὺς ἐπ' αὐτῶν, καθὰ ἐρρέθη, ἔνθα καὶ αὐτοὶ ἀνεκυμβαλίαζον καὶ αἱ ἵπποι μεγάλα στενάχοντο μόναι καθ' ἑαυτὰς θέουσαι, φησὶν ἐνταῦθα ὁ ποιητὴς ὅτι "Μυρμιδόνες αὐτοῦ", ἤγουν αὐτόθι, ἐκεῖ, "σχέθον ἵππους φυσιόωντας, ἱεμένους φοβέεσθαι", ἤγουν σπεύδοντας εἰς φυγήν, "ἐπεὶ λίπον ἅρματ' ἀνάκτων", μετὰ τὴν ὅλην κατὰ τὸν Σαρπηδόνα περιπέτειαν ἐν δυσὶ τούτοις μόνοις ἔπεσι τῶν τοιούτων ἵππων μνησθείς, ὡς αὐτῷ ἔδοξεν, εἶτα πάλιν εὐθὺς τῆς κατὰ τὸν Γλαῦκον ἀκολουθίας γενόμενος, ἵνα καὶ οὕτως ἀμυδρὰν γοῦν τινα παρεξαλλαγὴν ἐνθήσει τῷ λόγῳ πρὸς γῆθος τοῦ ἀκροατοῦ. θηλυκῶς δὲ τὰς ἵππους εἰπὼν ἐκεῖ, ἀρρενικῶς ἐνταῦθα ἵππους ἔφη φυσιόωντας, ὡς ἐξὸν ὂν ἀμφοτέρως φράσαι. Τὸ δὲ "ἐπεὶ λίπον ἅρματ' ἀνάκτων", ὃ καὶ προγέγραπται, ὅπου ἐν πρώτῳ ῥυμῷ ἵπποι κατέαξαν τὰ τοιαῦτα, καὶ ἀνάμνησιν τῶν φθασάντων τίθεται, καὶ τριῶν τούτων ὄντων, ἁρμάτων, ἵππων, καὶ Λυκίων ἁρματηλατῶν, μόνους περισεσῶσθαι ἱστορεῖ, τὸ οἴκτιστον.

(v. 508-526) Ὅτι Γλαύκῳ "αἰνὸν ἄχος γένετο φθογγῆς ἀΐοντι", τοῦ Σαρπηδόνος προκαλουμένου μάχεσθαι περὶ αὐτοῦ, "ὠρίνθη δέ οἱ ἦτορ, ὅτ' οὐ δύνατο προσαμῦναι, χειρὶ δ' ἑλὼν ἐπίεζε βραχίονα· τεῖρε γὰρ αὐτὸν ἕλκος, ὃ δή μιν Τεῦκρος" φθάσας ἔβαλεν ἰῷ, ὅτε δηλαδὴ κατὰ τοῦ [892] τείχους ἔβαινεν. εὐχόμενος δ' ἄρα εἶπεν Ἀπόλλωνι, ὅσα ἐν παραφράσει τις εἴποι ἂν ἢ καὶ παρῳδήσας πρὸς τὸν θεραπεῦσαι δυνάμενον, εἴ τι περὶ χεῖρα ἢ ἀλλαχοῦ που πάθοι. "κλῦθι ἄναξ". καὶ μετ' ὀλίγα "δύνασαι δὲ ἀκούειν ἀνέρι κηδομένῳ, ὡς νῦν ἐμὲ κῆδος ἱκάνει. ἕλκος μὲν γὰρ ἔχω τόδε κρατερόν, ἀμφὶ δέ μιν χεὶρ ὀξείαις ὀδύναις ἐλήλαται, οὐδέ μοι αἷμα τερσῆναι δύναται, βαρύθει δέ μοι ὦμος ὑπ' αὐτοῦ, ἔγχος δ' οὐ δύναμαι σχεῖν ἔμπεδον, οὐδὲ μάχεσθαι ἐλθὼν δυσμενέεσσιν. ἀνὴρ δ' ὤριστος ὄλωλε, Σαρπηδὼν Διὸς υἱὸς ὃ δ' οὐδ' ᾧ παιδὶ ἀμύνει. ἀλλὰ σύ πέρ μοι, ἄναξ, τόδε κρατερὸν ἕλκος ἄκεσσαι, κοίμησον δ' ὀδύνας, δὸς δὲ κράτος, ὄφρα Λυκίους ἐποτρύνω, αὐτός τ' ἀμφὶ νέκυϊ κατατεθνειῶτι μάχωμαι". καὶ οὕτω μὲν ὁ Γλαῦκος.

(v. 527-531) Ἀπόλλων δὲ ἐπακούσας "αὐτίκα παῦσεν ὀδύνας, ἀπὸ δ' ἕλκεος ἀργαλέοιο αἷμα μέλαν τέρσηνε, μένος δέ οἱ ἔμβαλε θυμῷ", ἢ διὰ τῆς ὑγείας ἢ καὶ ἄλλως μυθικώτερον. "Γλαῦκος δὲ ἔγνω ἐν φρεσὶ γήθησέν τε ὅττι οἱ ὦκα ἤκουσε μέγας θεὸς εὐξαμένοιο", οἷα μαθὼν ἐντεῦθεν θεοφιλὴς εἶναι. Καὶ ὅρα καὶ νῦν ὡς οὐ κατὰ τοὺς ἐν Ἕλλησιν ἀθέους καὶ τοὺς Περιπατητικοὺς λήρους ἀργὰ δοξάζει τὰ τῆς εὐχῆς Ὅμηρος, ἀλλὰ τὰς εὐλόγους εὐχὰς εἰσακουομένας ποιεῖ, καὶ οὐχ' ἁπλῶς, ἀλλὰ αὐτίκα καὶ ὦκα. Ἐν τούτοις δὲ εἰπὼν "κλῦθι ἄναξ", καὶ ἐπαγαγὼν τὸ "ὅς που Λυκίης ἐν πίονι δήμῳ εἶς ἢ ἐνὶ Τροίῃ", ἐπάγει φιλόσοφον ἔννοιαν περὶ θεοῦ τὸ "δύνασαι δὲ σὺ πάντοσ' ἀκούειν ἀνέρι", ὡς εἴρηται, "κηδομένῳ", ἤγουν ἀνδρὸς κηδομένου. καὶ τοῦτο μὲν ὑπαλλάττεται ἀντιπτωτικῶς. Τὸ [893] δέ γε εἰπεῖν ὅττι οἱ ἤκουσεν, ὡς ἐρρέθη, θεὸς εὐξαμένοιο, τῇ παραθέσει τῆς δοτικῆς καὶ τῆς γενικῆς, ἀλλοίαν ἔχει ἐναλλαγήν, σολοικοφανῆ μέν, θεραπευομένην δὲ τῇ συγγενείᾳ τῆς γενικῆς καὶ τῆς δοτικῆς, καὶ τῷ μηδαμοῦ σολοικίζεσθαι τὸν πλαγιασμόν. διὸ ταὐτὸν εἰπεῖν, ὅττι οἱ θεὸς ἤκουσεν εὐξαμένῳ, καὶ θεὸς ἤκουσεν εὐξαμένοιο. τοιοῦτον καὶ τὸ "Ἀχιλλῆος ὀλοὸν κῆρ γηθεῖ" φόνον Ἀχαιῶν "δερκομένῳ", καὶ τὸ "τῆς δ' αὐτοῦ λῦτο γούνατα σήματ' ἀναγνούσῃ", καὶ "ὣς τῶν ὕπνος ὑπὸ βελφάροισιν ὄλωλε νύκτα φυλασσομένοισι", καὶ "ἡμῖν δὲ κατεκλάσθη φίλον ἦτορ δεισάντων φθόγγον βαρύν". καὶ οὕτω μὲν ταῦτα.

(v. 514) Τὸ δὲ "Λυκίης ἐν δήμῳ εἶς" ἀντὶ τοῦ ὑπάρχεις, ἐκ τοῦ εἰμί, ἢ διατρίβεις ἐκ τοῦ εἶμι. ἡ δὲ χρῆσις τούτου πολλὴ καὶ ἐν Ὀδυσσείᾳ, ὡς καὶ ἐν Ἰλιάδι. Τὸ δὲ ἐν Λυκίᾳ νῦν τὸν Ἀπόλλωνα τυχὸν διατρίβειν κατ' ἐξαίρετον ἔφη, ὡς τοῦ Ἀπόλλωνος ἐκεῖ μάλιστα διαφερόντως τιμωμένου κἀντεῦθεν λαχόντος τὴν τοῦ Λυκηγενοῦς κλῆσιν. ὅθεν καὶ πίων δῆμος ὁ ἐκεῖ, ὡς ἐρρέθη, διὰ τάς, ὡς εἰκός, ἐπ' αὐτῷ θυσίας. Δῆλον δὲ ὅτι Λυκηγενὴς Ἀπόλλων καὶ διὰ τὴν μικρὰν Λυκίαν ἐλέγετο, τὴν καὶ μικρὰν λεγομένην Τροίαν, ὡς ἐν τοῖς περὶ Πινδάρου προδεδήλωται.

(v. 515) Τὸ δὲ "πάντοσ' ἀκούειν" ἡδέως ἂν ἄρτι ἀκούσοι παίδων ἀναγωγεὺς ὁ τοιούτοις λίνοις νεαλεῖς ἀγρεύων ψυχάς. ἐκφωνεῖται μὲν γὰρ ὡς πάντως ἐπίρρημα μεσότητος. ἔστι δὲ ἀληθῶς [894] πάντοσε τοπικόν, εἰ καὶ τῇ ἐκθλίψει ἐκπέπτωκε κατὰ φωνὴν εἰς ἔμφασιν πάντως σοφιστικοῦ νοήματος. Δοτέον δὴ καὶ τοῦτο τῇ μακρᾷ χύσει καὶ αὐτοσχεδίῳ τῆς ποιήσεως, καθ' ἣν ἀνάγκη καὶ τοιαῦτά τινα τῇ φράσει παραρρυΐσκεσθαι. [Δῆλον δ' ὡς εἶχεν εἰπεῖν· δύνασαι δὲ σὺ πάντῃ ἀκούειν, ἐπειδὴ καὶ ταὐτὸν τὸ πάντοσε καὶ τὸ πάντῃ. ἐρεῖ γοῦν μετ' ὀλίγα, ὅτι Γλαῦκος ὤτρυνε Λυκίους "πάντῃ ἐποιχόμενος", ἤγουν πάντοσε.] Τὸ δὲ ἀκούειν ἐνταῦθα ἴσως καὶ ταὐτόν ἐστι τῷ ὑπακούειν καὶ πείθεσθαι. ἄλλως γὰρ οὐκ ἂν Ἀπόλλωνα ὁ μῦθος λέγοι κηδομένῳ μόνῳ ἀκούειν, ἀλλὰ παντὶ λαλοῦντι πρὸς αὐτόν.

(v. 516) Τὸ δὲ "ὡς νῦν ἐμὲ κῆδος ἱκάνει" ἑρμηνεία ἐστὶ τοῦ "ἀνέρι κηδομένῳ", ἵνα νοηθῇ νῦν κηδόμενος μὴ ὁ φροντίζων, ἀλλ' ὁ ἔχων κῆδος, ὅ ἐστι βλάβην. Συνήθης δὲ Ὁμήρῳ καὶ ὁ τοιοῦτος σχηματισμός, ἤγουν τὸ ἐκ τοῦ καθόλου εἰς τὸ μερικὸν καταβαίνειν παραδειγματικῶς. τοιοῦτον γὰρ τὸ δύνασαι ὑπακούειν τῷ βλαπτομένῳ, ὁποῖος δή τις καὶ ἐγώ.

(v. 517 et 523) Τὸ δὲ καρτερὸν ἕλκος δὶς ἐνταῦθα κεῖται διὰ τὸ καίριον τῆς φράσεως. βίαν δὲ πάντως καὶ νῦν δηλοῖ τὸ κρατερὸν καὶ οὐ πρὸς ἔπαινον εἴληπται.

(v. 518) Τοῦ δὲ ὀξείαις ὀδύναις ἐλήλαται χείρ, οὐκ ἔστι φράσαι καιριώτερον. βούλεται γὰρ εἰπεῖν, ὅτι ὀξείαις ὀδύναις ἐλήλαται, ὅσα καὶ ὀξέϊ ἰῷ. περὶ δὲ ὀξείας ὀδύνης καὶ προείρηται.

(v. 519) Τὸ δὲ "αἷμα τερσῆναι" ἀντὶ τοῦ ξηρανθῆναι κατὰ σημασίαν παθητικήν, οὗ ἀνάπαλιν μετ' ὀλίγα ἔχει τὸ "αἷμα μέλαν τέρσηνεν", ἀντὶ τοῦ ἐξήρανε. Δῆλον δὲ ὅτι ἀπὸ τοῦ τέρσω γίνεται τὸ τερσαίνω ὁμοίως τῷ ῥῶ ῥαίνω καὶ τοῖς τοιούτοις. [Ἐκ τοῦ τείρω δὲ τέρσω Αἰολικοῦ ἀναδραμόντος εἰς θέμα [895] γίνεται τὸ τέρσω, ἀφ' οὗ τὸ τερσαίνω. τείρεται γάρ πως τὸ ξηραινόμενον καὶ εἴκει πρὸς κτῆσιν. ὡς δὲ τοῦ τέρσω δεύτερος ἀόριστος ἔταρσον, καὶ ὡς ἐξ αὐτοῦ ὁ ταρσὸς καὶ ὁ ταρρὸς καὶ πόλις Ταρσός, δηλοῦται ἄλλοθι.] (v. 520) Τὸ δὲ "ἔμπεδον" ἀπροσφυῶς ἔχον πρὸς τὸ "ἔγχος δ' οὐ δύναμαι σχεῖν" παρέλκει τινὰς εἰς τὸ συντάσσειν αὐτὸ μετὰ τοῦ "μάχεσθαι", ἵνα λέγῃ ὡς οὐδὲ μάχεσθαι ἔμπεδον δύναμαι, ἤγουν βεβαίως καὶ σταθερῶς.

(v. 522) Τὸ δὲ "οὐδ' ᾧ παιδὶ ἀμύνει" βλασφημεῖται διὰ λύπην. ἄλλως γάρ, εἴπερ ὁ Φοῖβος ἀμυνεῖ, πολλῷ πλέον ὁ Ζεύς. [Τοῦ δὲ ἀκῶ ἀκέσω δοκεῖ μέλλων εἶναι καὶ διὰ τοῦ η, ὡς δῆλον ἐκ τοῦ ἀκήματα τὰ θεραπεύματα. ἀπὸ γὰρ τοῦ ἀκῶ ἀκήσω τὸ ἄκημα.] (v. 524) Τὸ δὲ "κοίμησον ὀδύνας" ταὐτὸν τῷ παῦσον ὀδύνας, ὡς ὁ ποιητὴς ὑποκαταβὰς ἑρμηνεύει. ὅτι δὲ καὶ τὸ τοιοῦτον κοιμῆσαι τῷ η παραλήγεται, ἀλλαχοῦ δηλοῦται.

(v. 526) Τὸ δὲ "αὐτός τε μάχωμαι" ἀκόλουθόν ἐστι τῇ παραινέσει τοῦ Σαρπηδόνος, εἰπόντος "ἔπειτα καὶ αὐτὸς ἐμεῦ πέρι μάρναο". Ἐν δὲ τῷ "νέκυϊ κατατεθνειῶτι" κατὰ τὸ παρέλκον ὡς καὶ ἐν ἄλλοις ἁπλῶς οὕτω τέθειται τὸ τεθνειῶτι. οὐ γὰρ δήπου πρός τινα διαστολήν. οὐκοῦν καὶ ἐν τῷ οἶκος ποιητός, καὶ τάφρος ὀρυκτή, ῥηθείη ἂν τὸ ποιητὸς καὶ τὸ ὀρυκτή ἁπλῶς οὕτω προσκεῖσθαι ὡς ἀναγκαῖον παρακολούθημα; καθὰ γὰρ νεκρῷ παρακολουθεῖ τὸ τεθνάναι, οὕτω καὶ οἴκῳ τὸ πεποιῆσθαι, καὶ χειροποιήτῳ τάφρῳ τὸ ὀρωρύχθαι. καὶ μὴν τὰ τοιαῦτα μὲν ἔχει καὶ ἄλλους λόγους. τὸ μέντοι τεθνειῶτι ἁπλοϊκῶς ἐπὶ νεκροῦ παρέρριπται.

(v. 531) Τὸ δὲ "ὅττι οἱ ὦκα ἤκουσεν" ὅμοιόν ἐστι κατὰ σύνταξιν τῷ "δύνασαι ἀκούειν ἀνέρι". δοτικῆς γὰρ πτώσεως κἀνταῦθα ἡ ἀντωνυμία. Σημείωσαι δὲ ἐν τούτοις καὶ τὸ τῶν ἐννοιῶν πυκνὸν καὶ τὸ συχνὸν κομματικόν. ἀπὸ γὰρ τοῦ "κλῦθι ἄναξ" ἕως τοῦ "ἀμφὶ νέκυϊ κατατεθνειῶτι μάχωμαι" οὐκ ἐλάττους τῶν τεσσαρεσκαίδεκα ἐννοιῶν κεῖνται, εἴ τις ἐθέλει σκοπεῖσθαι πρὸς ἀκρίβειαν, ὡς οἷα τοῦ Γλαύκου καὶ εὐποροῦντος λέγειν διὰ τὸ εἰς ἑαυτὸν ἐστράφθαι καὶ πνευστιῶντος διὰ τὸ ἐναγώνιον, ὅπερ αἴτιον τοῦ κομματικοῦ. [896] (v. 53840) Ὅτι Γλαῦκος ἀμελεῖσθαι τοὺς ἐπικούρους εἰς ὄνειδος προφέρει τῷ Ἕκτορι καὶ ἀχαριστίας αὐτὸν ἐθέλει ἑλεῖν, εἰ τοὺς ὑπὲρ αὐτοῦ πάσχοντας περιφρονεῖ, καί φησιν "Ἕκτορ, νῦν δὴ πάγχυ λελασμένος εἶς ἐπικούρων, οἳ σέθεν εἵνεκα τῆλε φίλων καὶ πατρίδος αἴης θυμὸν ἀποφθινύθουσι, σὺ δ' οὐκ ἐθέλεις ἐπαμύνειν", ὃ προσαμύνειν πρὸ βραχέων εἴρηται. Καὶ ὅρα τὸ "Ἕκτορ" μετὰ θυμοῦ λεχθὲν ἁπλῶς οὕτω καὶ δίχα σεμνοῦ τινος ἐπιθέτου, καὶ τὸ ὅλον εἰπεῖν, ἀτέχνως καὶ βαρβαρικῶς. οὐ γάρ, ὥσπερ αὐτὸν ὁ Σαρπηδὼν ἐσέμνυνεν ἐν τῷ "Γλαῦκε, πέπον πολεμιστά", οὕτω καὶ αὐτὸς ὑποποιεῖται τὸν Ἕκτορα, ψιλῶς δὲ οὕτω φησίν· Ἕκτορ, εἰ καὶ αὐτὸς εὐγενῶς προσενεχθεὶς οὐ χολοῦται, ἀλλ' ἄρχει Τρώων, ἤγουν προηγεῖται "χωόμενος Σαρπηδόνος", τὸν μὲν Γλαῦκον χολᾶν ἀφείς, αὐτὸς δὲ τῶν καιρίων γενόμενος. Τὸ δὲ "εἶς" ἐνταῦθα μᾶλλον μὲν δηλοῖ τὸ ὑπάρχεις, δύναται δὲ ληφθῆναι καὶ ἀντὶ τοῦ πορεύῃ.

(v. 540) Τὸ δὲ θυμὸν ἀποφθινύθειν ἀλλοπαθῶς ῥηθὲν ὅμοιόν ἐστι τῷ "φθινύθεσκε φίλον κῆρ".

(v. 541 s.) Ἐπὶ δὲ τούτοις ὁ Γλαῦκος ἀφηγούμενός τε ἅμα τὸ γεγονὸς καί τινα ἐσπευσμένον ἐπιτάφιον ἔπαινον τοῦ Σαρπηδόνος ἐν ἀκμῇ πολέμου φράζων φησὶν ἄλλα τέ τινα καὶ ὅτι "κεῖται Σαρπηδὼν Λυκίων ἀγὸς ἀσπιστάων, ὃς Λυκίην εἴρυτο δίκῃσί τε καὶ σθένεϊ ᾧ", τουτέστιν ἰδίῳ. ἐξ ὧν δείκνυται χρῆναι δίκαιόν τε καὶ σθεναρὸν εἶναι τὸν βασιλέα κατὰ τὸ "βασιλεύς τ' ἀγαθὸς κρατερός τ' αἰχμητής". καὶ νῦν μὲν εἴρυται Λυκίην Σαρπηδών. ἐντεῦθεν δὲ λαβὼν ὁ ποιητὴς ἕρμα πόλεως αὐτόν φησι προϊών, ὡς ἐρύοντα, ὅ ἐστι φυλάσσοντα, τὴν Τροίαν.

(v. 544-547) Εἶτα τοῦ Ἕκτορος ὁ Γλαῦκος μεθέμενος τρέπει τὸν λόγον ἀξιωματικῶς πρὸς τοὺς ἄλλους καί φησιν "ἀλλὰ φίλοι, πάρστητε", καὶ ἑξῆς, ὡς κατωτέρω εὑρεθήσεται.

(v. 543) Ὅτι καὶ ἐν τῷ "ὑπὸ Πατρόκλῳ δάμασεν ἔγχει χάλκεος Ἄρης" τὸν Σαρπηδόνα ἢ τὸν πόλεμον Ἄρην λέγει ἀλληγορικῷ τρόπῳ ἢ τὸν σίδηρον. τὸν γὰρ μυθικὸν Ἄρην οὐ δυνατὸν νοῆσαι. Τρωσὶ γὰρ ἐκεῖνος ἐβοήθει καὶ ἐπικούροις. Εἰ δέ [897] τις νοεῖν ἐθέλει τὸν τοῦ μύθου Ἄρην, ἔστι κἀντεῦθεν συναγαγεῖν τὸ τοῦ Ἄρεος ἀλλοπρόσαλλον. ἴσως δὲ καὶ ἄλλως ἀναιρεῖ ὁ κατὰ μῦθον Ἄρης τὸν Σαρπηδόνα ὑπὸ τῷ Πατρόκλῳ διὰ τὸ μὴ ἐπαμῦναι αὐτῷ ἀναιρουμένῳ. οὕτω καὶ κυβερνήτης αἴτιος κατὰ συμβεβηκός ποτε ναυαγίου τῇ νηῒ γίνεται διὰ τὸ ἀπεῖναι αὐτῆς. Ἰστέον δὲ ὅτι ὁ σίδηρος Ἄρης καὶ αἴνιγμά τι ποιεῖ ἀστεῖον βραχυλογικὸν τοιοῦτον. ὑπόκειταί τις δρυτόμος τέμνων δάφνινον θάλος. ἐπεὶ δὲ ἡ δάφνη τὸ φυτὸν ὁμωνυμεῖ κόρῃ ἐρωμένῃ Ἀπόλλωνος, ἐκδέδωκέ τις αἰνιγματοποιὸς τὸ "ποῖ Φοῖβος πεπόρευται, ὅτ' Ἄρει μίγνυται Δάφνη". Καὶ ἔστι τὸ πᾶν ἀστεῖον ἐνταῦθα ἐν τῷ μίγνυται. τὸ γὰρ ὁμοῦ εἶναι ἡ λέξις δηλοῖ, ὃ καὶ ὁ σίδηρος ἔχει κόπτων ξύλον καὶ ὁ συνὼν σώματι. [Σημείωσαι δὲ τὸ "ὑπὸ Πατρόκλῳ δάμασε" δεινότητος ὂν Ὁμηρικῆς, δι' ἧς ἤδη ἄρχεται διοικονομεῖσθαι τήν τε τοῦ Πατρόκλου πτῶσιν καὶ τὴν τοῦ Ἀχιλλέως ἔξοδον εἰς μάχην. ἰδοὺ γὰρ ὁ Γλαῦκος ἀκριβωσάμενος τὸν ἐξεικασμένον Ἀχιλλέα καὶ καταγνοὺς Πάτροκλον εἶναι αὐτὸν ἐξεβόησε τοῦτο. καὶ τοίνυν ἀναθαρσοῦντες οἱ Τρωϊκοὶ ἀντιστήσονται καὶ πείσεται ὁ Πάτροκλος τὰ ἐν τοῖς ἐφεξῆς εἰρησόμενα.] (v. 544 s.) Ὅτι ὁ ἐν κινδύνῳ βοήθειαν ἔκ τινος ἐθέλων εἴποι ἂν κατὰ Γλαῦκον τὸ "ἀλλὰ φίλοι πάρστητε, νεμεσσήθητε δὲ θυμῷ", μὴ τόδε γένηται. ὁμοίως δὲ κατὰ Πάτροκλον καὶ τὸ "νῦν ὑμῖν ἀμύνεσθαι φίλον ἔστω, οἷοί περ πάρος ἦτε μετ' ἀνδράσιν ἢ καὶ ἀρείους". πρὸς τοὺς Αἴαντας δὲ ὁ λόγος οὗτος τῷ ἥρωϊ. καὶ ἔστι τὸ "νῦν ὑμῖν ἀμύνεσθαι φίλον ἔστω" περίφρασις τοῦ νῦν ἀμύνετε.

(v. 544-547) Ὅτι Γλαῦκος, ὡς ἐρρέθη, ἀφεὶς τὸν Ἕκτορα κοινῶς ἀξιοῖ παραστῆναι, ὅ ἐστιν ἀμφιβῆναι, τοὺς Τρῶας νεμεσσηθέντας "θυμῷ, μὴ ἀπὸ τεύχε' ἕλωνται, ἀεικίσωσι δὲ νεκρόν", τὸν τοῦ Σαρπηδόνος, "Μυρμιδόνες, Δαναῶν κεχολωμένοι, ὅσσοι ὄλοντο, οὓς ἐπὶ νηυσὶν ἐπέφνομεν".

(v. 547) Καὶ ὅρα τὸ "ἐπέφνομεν". οὐ γὰρ εἶπεν οὓς ἐπέφνετε ὑμεῖς, ἀλλ' ἡμεῖς οἱ Λύκιοι, ὥστε δοτέον ἀντίσηκον χάριν. ἔτι δὲ οὐκ εἶπεν οὓς ἔπεφνεν ὁ Σαρπηδών, ἀλλὰ συνεισάγει καὶ ἑαυτὸν ὁ Γλαῦκος σεμνότερον, ἵνα εἰσακουσθῇ.

(v. 545) Τὸ δὲ ἀφέλωνται τεύχεα παράφρασίς ἐστι τοῦ "τεύχεα συλήσωσιν", ὃ φθάσας ἔφη ὁ Σαρπηδών. Αὐτὸ [898] μέντοι τὸ "τεύχεα ἕλωνται, ἀεικίσωσι δὲ νεκρόν" μετατάξας ὁ Ὁμηρικὸς Πάτροκλος μετ' ὀλίγα οὕτω φράζει "ἀλλ' εἴ μιν ἀεικισσαίμεθα ἑλόντες, τεύχεά τ' ὤμοιϊν ἀφελοίμεθα". Ἔνθα ὅρα τὸ "ἀλλ' εἴ μιν αἰκισόμεθα καὶ ἀφελώμεθα", ὃ καὶ αὐτὸ ἢ ἐλλειπτικῶς ἅμα καὶ αἰτιολογικῶς ἐρρέθη ἀντὶ τοῦ· ἀλλὰ σπευστέον, εἴ πως, ἤγουν ὅπως, τόδε ποιήσομεν, ὁποῖον καὶ πρὸ τούτων τὸ "εἴ τινά που Τρώων λάβοιμεν", ἢ παρακελευσματικῶς ἀντὶ τοῦ· ἀλλ' ἄγε ποιήσωμεν τόδε. δύναται δὲ καὶ εὐκτικῶς νοηθῆναι ἀντὶ τοῦ· ἀλλ' εἴθε ἀεικισαίμεθα καὶ ἑξῆς. ὅτι δὲ ὥσπερ ἐκ τοῦ ἀεί καὶ τοῦ ὤν ὁ αἰών, οὕτω καὶ ἐκ τοῦ ἀεικίζειν τὸ αἰκίζειν, δῆλόν ἐστιν.

(v. 548-550) Ὅτι Γλαύκου εἰπόντος ἃ εἶπε, περιῆλθε λύπη τοὺς Τρῶας πολλή. φησὶ γοῦν· "Τρῶας δὲ κατάκρηθεν", ἤγουν κατάκρης, ὡς ἀλλαχοῦ κεῖται, ἢ κατακρῆθεν προπερισπωμένως ἀντὶ τοῦ κατακάρηθεν καὶ ἐν συγκοπῇ κατακρῆθεν, ὅ ἐστι κατὰ κεφαλῆς, "λάβε πένθος ἄσχετον, οὐκ ἐπιεικτόν, ἐπεί σφισιν ἕρμα πόληος ἔσκε καὶ ἀλλοδαπός περ ἐών".

(v. 550 s.) Εἶτα κατασκευάζων πῶς εἷς οὗτος ἐπίκουρος ἕρμα πόλεως ἦν τηλικαύτης, εἴγε κατὰ τὴν παροιμίαν "εἷς ἀνὴρ οὐδεὶς ἀνήρ", ἐπιφέρει "πολέες γὰρ ἅμ' αὐτῷ λαοὶ ἕποντο, ἐν δ' αὐτὸς ἀριστεύεσκε μάχεσθαι". καὶ τοῦτό ἐστιν αἴτιον τοῦ πάντας τοὺς Τρωϊκοὺς ἐπικούρους ὡς ἀπὸ μέρους ἀξιολόγου Λυκίους λέγεσθαι. Τὸ δὲ "πένθος ἄσχετον, οὐκ ἐπιεικτόν", ὃ μεγάλην λύπην δηλοῖ, τῇ παραλλήλῳ θέσει καὶ τὸ τῆς ἐννοίας ταὐτὸν συντρέχειν ἔχουσιν. ἄσχετον γὰρ οὗ οὐκ ἄν τις ἀνάσχοιτο, καὶ ‹οὐκ› ἐπιεικτὸν ᾧ οὐκ ἄν τις εἴξοι. Ἕρμα δὲ πόλεως, ἢ δι' οὗ, ὥσπερ ἡ πατρὶς Λυκία, οὕτω καὶ ἡ Τροία εἴρυτο, καθὰ ἐρρέθη πρὸ βραχέων, ἢ τὸ ὑπέρεισμα κατὰ συγκοπήν, ἢ τὸ ζαχρηὲς βάρημα [899] ὡς ἐπὶ νηὸς πρὸς τὸ μὴ ἀνατρέπεσθαι ἐν τῷ πλεῖν. ὅθεν ἡ ἀστήρικτος δι' ἐλαφρότητα ναῦς ἀνερμάτιστος καὶ ἔστι καὶ λέγεται.

(v. 554) Ὅτι ὃν λόγον λάσια στήθη Ἀχιλλέως φθάσας ἔφη ὁ ποιητὴς καὶ "Πυλαιμένεος λάσιον κῆρ", οὕτω καὶ ἐνταῦθα περιφραστικῶς "Πατροκλῆος λάσιον κῆρ" ἀντὶ τοῦ αὐτὸς ὁ συνετὸς Πάτροκλος, οἷον "αὐτὰρ Ἀχαιοὺς ὦρσε Πατροκλῆος λάσιον κῆρ".

(v. 556 s.) [Ὅτι ἐρεθιστικὸν εἰς ἄμυναν μάχιμον τὸ "νῦν σφῶϊν ἀμύνεσθαι φίλον ἔστω, οἷοί περ πάρος ἦτε μετ' ἀνδράσιν ἢ καὶ ἀρείους". Πάτροκλος δὲ ταῦτα ἔφη πρὸς τοὺς Αἴαντας ὀτρύνων ἐπιτεῖναι ὡς οἷόν τε τὴν κατ' αὐτοὺς ἀνδρίαν.] (v. 558) Ὅτι ἐν τῷ "κεῖται ἀνήρ, ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν, Σαρπηδών" τὸ ἐσήλατο ἀντὶ τοῦ ἐσάλευσε κεῖται κατὰ Πορφύριον ὡς ἀπὸ τοῦ σάλω, ἐξ οὗ καὶ τὸ σαλεύω καὶ ὁ σάλος. Ἐν δὲ τοῖς Ἡροδώρου καὶ Ἀπίωνος φέρεται, ὡς οὐ δεῖ πείθεσθαι Λυσανίᾳ τὸ "ὃς πρῶτος ἐσήλατο" λέγοντι σήλατο, καὶ διὰ τοῦτο ψιλοῦντι τὸ η ὡς ἀπὸ τοῦ σήλασθαι, ὃ δηλοῖ τὸ ἀποσπᾶν καὶ σαλεύειν, ἔτι δὲ λέγοντι καὶ ὅτι ὁ μὲν σαλεύσας τὸ τεῖχος πρῶτος Σαρπηδών ἐστιν, ὁ δὲ εἰσπηδήσας Ἕκτωρ. ὥστε οὔτε μόνου Πορφυρίου ἀλλὰ καὶ Λυσανίου ἐστὶν ἡ ῥηθεῖσα ἐξήγησις, καὶ οὐδὲ πάνυ ἀποδεκτέα ἐστὶ τοῖς παλαιοῖς. οἱ δ' αὐτοί, ὁ Ἀπίων δηλαδὴ καὶ ὁ Ἡρόδωρος, ἐπικρίνουσι καὶ ὅτι δεῖ ἐπί τε Σαρπηδόνος ἐπί τε Ἕκτορος τὸ ἐσήλατο ἀπὸ τοῦ ἅλλεσθαι κανονίζειν καὶ νοεῖν ἀντὶ τοῦ ἐφήλατο. οὕτω γάρ, φασί, δοκεῖ Ἀριστάρχῳ. διὸ καὶ δασύνει ἐκεῖνος τὸ η. Ἕκτωρ μὲν γὰρ πρῶτος διῆλθε, Σαρπηδὼν δὲ πρῶτος ὥρμησεν ἐπὶ τὸ τεῖχος. Ἐν τούτοις δὲ καὶ παρισώσεις ἐπιφέρονται τὸ ἀεικισσαίμεθα καὶ ἀφελοίμεθα καὶ δαμασαίμεθα, ἐπορχουμένου οἷον τῷ ῥυθμῷ τοῦ ταῦτα λέγοντος διὰ τὸ τὴν μάχην θαρρεῖν.

(v. 562) Ὅτι στρατιωτικῆς προθυμίας τὸ "οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον".

(v. 563 s.) Ὅτι γοργὸν καὶ εὔτακτον σχῆμα τὸ "ἀμφοτέρωθεν ἐκαρτύναντο φάλαγγας Τρῶες καὶ Λύκιοι καὶ Μυρμιδόνες καὶ Ἀχαιοί". καὶ ὅρα ὅτι, ὅπερ οἱ Λύκιοι τοῖς Τρωσὶν ἐξέχοντες κατ' ἐπικουρίαν, τοῦτο οἱ Μυρμιδόνες τοῖς Ἀχαιοῖς, τοῖς λοιποῖς δηλαδὴ Ἀργείοις. ἄλλως γὰρ ἰδίως αὐτοί, καθὰ Μυρμιδόνες καὶ Ἕλληνες, οὕτω καὶ Ἀχαιοί, ὡς ἡ Βοιωτία δηλοῖ. Κεῖται δ' ἐνταῦθα καὶ τὸ συμβάλλειν ἐπὶ πολέμου, ἐξ οὗ ἡ μάχιμος συμβολή.

(v. 565 s.) Φησὶ γὰρ "σύμβαλον ἀμφὶ νέκυϊ μάχεσθαι δεινὸν ἀΰσαντες, μέγα δ' ἔβραχε τεύχεα φωτῶν". Τὸ δὲ συμβάλλειν καὶ συνιέναι λέγεται, οἷον "συνίτην ἔριδος πέρι θυμοβόροιο". τὸ δὲ ῥηθὲν πρὸ βραχέων περὶ Πατρόκλου καὶ Σαρπηδόνος, ἔνθα τὸ "περὶ ἔριδος", εἰς διαφορὰν κεῖται [900] ἀλλοίων συνελεύσεων.

(v. 567 s.) Ὅτι ἐν τῷ "Ζεὺς δ' ἐπὶ νύκτα ὀλοὴν τάνυσε κρατερῇ ὑσμίνῃ, ὄφρα φίλῳ περὶ παιδὶ μάχης ὀλοὸς πόνος εἴη", νύκτα λέγει τὸ περὶ τὸν ἀέρα πολὺ πάχος ἐκ τῆς κονίης, ἣν καὶ ἀέλλῃ φθάσας εἴκασε νεφώδει, καὶ πρὸ αὐτῆς ὁμίχλῃ. τὴν δὲ αὐτὴν ἐν τοῖς ἑξῆς σαφέστερον ἐπὶ πλέον μελαίνει Πατρόκλου κειμένου, εἰκάζων ἐκλείψει ἡλίου ἢ σελήνης, ὡς ἐκεῖ φανεῖται. Σημείωσαι δὲ ὅτι τολμηρῶς νύκτα ἔφη τὴν ἐξ ἀέρος ἐν ἡμέρᾳ ζόφωσιν. ἐντεῦθεν δὲ ὁρμηθεὶς ἐρεῖ ἐν ἄλλοις τὸ "ὁρώρει δ' οὐρανόθεν νύξ". Ὅρα δὲ καὶ ὅτι τήν τε ῥηθεῖσαν νύκτα ὀλοὴν ἔφη καὶ τὸν περὶ αὐτὴν πόνον ὀλοὸν διὰ τοὺς τηνικαῦτα ὀλέθρους. Σημείωσαι δὲ ἄλλως καὶ ὅτι φῶς καὶ αἰθρίαν τὴν νίκην πολλαχοῦ φθάσας εἰπεῖν ἐνταῦθα τὴν τῆς μάχης πύκνωσιν νυκτὶ ἀπεικάζει, ὥς που καὶ νέφος αὐτὴν ἐρεῖ.

(v. 570-575) Ὅτι, ὥσπερ πρὸ τούτων ἔφη τὸν Αἴαντα οὐκ ἀφαυρότατον Ἀχαιῶν ἀντὶ τοῦ ἀνδρειότατον, οὕτω καὶ νῦν Μυρμιδόνα τινὰ λέγει οὔτι κάκιστον ἄνδρα, τουτέστιν ἀνδρεῖον καὶ ἄριστον, διὰ τῆς ἄρσεως τὴν ἐναντίαν θέσιν δηλῶν. Φησὶ γὰρ "βλῆτο οὔ τι κάκιστος ἀνὴρ μετὰ Μυρμιδόνεσσιν, υἱὸς Ἀγακλῆος, Ἐπειγεύς, ὃς δὴ ἐν Βουδείῳ ἤνασσε τὸ πρίν. ἀτὰρ τότε γ' ἐσθλὸν ἀνεψιὸν ἐξεναρίξας ἐς Πηλῆα ἱκέτευσε καὶ ἐς Θέτιν ἀργυρόπεζαν". οἱ δὲ ἅμα Ἀχιλλεῖ ἔπεμπον ἕπεσθαι εἰς Ἴλιον. τοῦτον ὁ Ἕκτωρ βάλλει βολήν, ὁποίαν πρὸ ὀλίγων Πάτροκλος Εὐρύαλόν τινα. χερμαδίῳ γὰρ ἔβαλε κεφαλήν, ὡς ἐκεῖ πέτρῳ Πάτροκλος.

(v. 578-580) Καὶ αὐτὴ "ἄνδιχα πᾶσα κεάσθη ἐν κόρυθι βριαρῇ", ἤγουν ἔσω κόρυθος, καθάπερ ἐκεῖ. "ὃ δ' ἄρα πρηνὴς ἐπὶ νεκρῷ κάππεσεν", ὡς ἐκεῖνος ἐπὶ γαίῃ, ἀμφέχυτο δὲ καὶ τοῦτον θάνατος θυμοραϊστής, ὃς ὁμοίως μὲν παρῆκται τῷ κυνοραϊστής, γίνεται δὲ ἀπὸ τοῦ ῥαίω, τὸ φθείρω, κατὰ διάλυσιν καὶ παραγωγήν. ὡς γὰρ δαίω δαΐζω, οὕτω ῥαίω ῥαΐζω. τὸ μέντοι ῥαίω ἀπὸ τοῦ ῥῶ, καθὰ τὸ ναίω ἐκ τοῦ νῶ, ἀφ' οὗ τὸ νάσατο καὶ τὰ κατ' αὐτό. [Κοινῶς δὲ δι' ἑνὸς ῥῶ ἐκφέρεται ὁ θυμοραϊστής, καθὰ καὶ ὁ κυνοραϊστής. Ἀττικοὶ δὲ διπλάζουσι καὶ ἐν τούτοις τὸ ἀμετάβολον.] (v. 571) Τὸν δὲ Ἐπειγέα τὸ ἐπείγειν παράγει, σπουδαῖον, ὡς εἰκός, ὄντα, ὥσπερ καὶ τὸν Σπερχειὸν ποταμὸν τὸ σπέρχειν ὡς οἷα σπερχνὸν ἐν τῷ τρέχειν ὄντα.

(v. 572) Βούδειον δὲ πόλις, [901] φασί, Βοιωτικὴ ἀπὸ Βουδείας Βοιωτίας, μητρὸς Ἐργίνου τοῦ καὶ παρὰ Πινδάρῳ περιᾳδομένου. Ὁ δὲ τὰ Ἐθνικὰ γράψας Ὁμηρικὸν οἶδε σχηματισμὸν τὸ Βούδειον. ἄλλως δὲ Βούδειαν ἱστορεῖ πόλιν ἐν Μαγνησίᾳ τῇ κατὰ Εὐρώπην ἀπὸ τοῦ οἰκήσαντος Βουδείου, καὶ Βούδειαν λέγων Ἀθηνᾶν ἐν Θεσσαλίᾳ, εἰς ὃ καὶ παραφέρει τὸν Λυκόφρονα μάρτυρα. ὁ δ' αὐτὸς καὶ ἑτέραν Βούδειαν ἱστορῶν πόλιν Φρυγίας λέγει, ὡς καὶ ἔθνος ἐστί τι Μηδικὸν οἱ Βούδειοι, ὧν ἡ γραφὴ, ὡς οἱ Ὁμηρικοὶ Κήτειοι. Τινὲς δέ φασι Βούδειον πόλιν Φθίας, ἀπὸ Βουδείου, υἱοῦ Ἄργου. ἀρέσκει δὲ τοῦτο οὐ πάνυ τοῖς παλαιοῖς. ὁ γὰρ Βουδειεύς, φασίν, οὗ ἐνταῦθα μέμνηται Ὅμηρος, πόρρωθέν ποθεν εἰς τὸν Πηλέα ἱκετεύσας φαίνεται καὶ οὐκ ἀπὸ Θεσσαλικοῦ τόπου. ἄλλως μέντοι δοκεῖ καὶ πόλις εἶναι Θετταλικὴ τὸ Βούδειον.

(v. 574) Ὅρα δὲ καὶ ὅτι οὐκ οἶδε λέγειν ὁ ποιητής, ὡς ἱκέτευσεν ὁ δεῖνα τὸν δεῖνα, ἀλλὰ μετὰ προθέσεώς φησιν "ἐς Πηλῆα ἱκέτευσεν", ἤγουν ἱκέτης ἦλθε, καὶ ἐς Θέτιν. Ὅτι δὲ καθάπερ οἱ ξεῖνοι, οὕτω καὶ οἱ ἱκέται διὰ βίου αἰδοῖοι ἐκρίνοντο καὶ τίμιοι διὰ τὸν ξένιον καὶ ἱκέσιον, μυριαχοῦ ἱστορεῖται.

(v. 573) Τὸ δὲ "ἀτὰρ τότε γ' ἐσθλόν" καὶ ἑξῆς, δηλοῖ τῇ ἐπενθέσει τοῦ γε συνδέσμου φορτικὴν καὶ Ὁμήρῳ εἶναι τὴν σκληρὰν χασμῳδίαν, εἰ καὶ ἄλλως αὐτῇ χαίρει ὅτε χασμᾶται καίρια.

(v. 582 s.) Ὅτι φθάσας μὲν εἶπεν ἱέρακά τινα φασσοφόνον, ἐνταῦθα δὲ ἄλλον ἱστορεῖ, "ὃς ἐφόβησε κολοιούς τε ψῆράς τε". Τοιούτῳ δὲ τὸν Πάτροκλον εἰκάζει, ὅτε κατὰ Λυκίων ὥρμησε κεχολωμένος ὑπὲρ τοῦ προσεχῶς πεσόντος ἱκέτου, φράζων οὕτω "Πατρόκλῳ δ' ἂρ ἄχος γένετο φθιμένου ἑτάροιο, ἴθυσε δὲ διὰ προμάχων, ἴρηκι ἐοικὼς ὠκέϊ, ὅς τ' ἐφόβησε κολοιούς τε ψῆράς τε".

(v. 584 s.) Ἐφ' οἷς εὖ μάλα φιλίως ὁ ποιητὴς διατεθεὶς πρὸς τὸν ἥρωα οὕτω λαμπρῶς διὰ φιλίαν ἀριστεύοντα προσφθέγγεται καὶ νῦν ἐνδιαθέτως κατὰ σχῆμα κλητικῆς ἀποστροφῆς οὕτω "ὣς ἰθὺς Λυκίων, Πατρόκλεις ἱπποκέλευθε, ἔσσυο καὶ Τρώων, κεχόλωσο δὲ κῆρ ἑτάροιο".

(v. 586) Εἶτα πάλιν ἀλλοιῶν τὸ σχῆμά φησι "καί ῥ' ἔβαλε Σθενέλαον", δυνάμενος μὲν εἰπεῖν ἐν δευτέρῳ προσώπῳ "καί ῥ' ἔβαλες", οὐκ ἐθελήσας δὲ τοῦτο, ἵνα τῶν προτέρων συνήθως γένηται. Ταπεινοῖ δὲ Ὅμηρος τὸν Λυκιακὸν συνασπισμὸν τῇ τῶν κολοιῶν [902] καὶ ψηρῶν παραβολῇ, οὓς καὶ ἀγεληδὸν πετομένους οὐκ ἂν ἱέραξ ὑποσταλείη. Ὅτι δὲ φιλάλληλα καὶ συναγελαστικὰ τὰ ῥηθέντα ζῷα καὶ οὐδὲ δυνάμενα σφίσιν αὐτοῖς ῥᾳδίως ἀμύνειν, οὐκ ἄδηλόν ἐστιν.

(v. 583) Οἱ δὲ ψῆρες καὶ ψᾶρες λέγονται, ἄμφω δὲ γίνεται ἀπὸ τοῦ ψαίρειν. διακινοῦσι γὰρ τὰ παραπίπτοντα οἱ ψᾶρες ἐν τῷ διαχάσκειν καὶ ζητεῖν τροφήν τινα κάτωθεν.

(v. 584) Τὸ δὲ ἰθὺς ἐκ τοῦ ἴθυσε γίνεται, ὃ ἀνωτέρω κεῖται. Ἱπποκέλευθος δὲ καὶ νῦν κατ' ἐξοχὴν ὁ ἡνιοχικώτατος. ἴσως δὲ κατά τι ἐξαίρετον καὶ τὸν μάλιστα δι' ἵππων εἰδότα μάχεσθαι δηλοῖ, οὐ μὴν οὕτω καὶ πεζομαχεῖν, ἢ καὶ τὸν ἄλλως, [ὡς καὶ προερρέθη,] χαίροντα μεθ' ἵππων βαδίζειν, ὁποῖοι κατὰ Ξενοφῶντα ὕστερον οἱ Πέρσαι, οἷς νόμος ἐτέθη μικροῦ δεῖν καθ' ἱπποκενταύρους ἀεὶ ἐφίππους ἰέναι.

(v. 585) Τὸ δὲ "κεχόλωσο κῆρ ἑτάροιο" ἡ αἰτία ἐστὶ τοῦ εἰς μάχην ἄρτι μάλιστα τῷ Πατρόκλῳ ἐνθουσιασμοῦ.

(v. 586 s.) Ὅτι πρὸς ἀναλογίαν τοῦ ἰθαγενὴς γίνεται Ἰθαμένης κύριον, καὶ πλεονασμῷ τοῦ ι Ἰθαιμένης, οὗ ἔβαλε Πάτροκλος φίλον υἱὸν Σθενέλαον "αὐχένα χερμαδίῳ, ῥῆξε δ' ἀπὸ τοῖο τένοντας".

(v. 588) Βολὴν δὲ ἰδόντες οὕτω ἀξιόλογον "χώρησαν ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ", ἤγουν ὑπεχώρησαν.

(v. 589-592) Εἶτα καὶ μετρῶν εἰς ὅσον ἐχώρησαν οἱ ῥηθέντες διάστημα, φησὶν "ὅσση δ' αἰγανέης ῥιπὴ ταναοῖο τέτυκται, ἣν ῥά τ' ἀνὴρ ἀφέῃ πειρώμενος ἢ ἐν ἀέθλῳ ἢ καὶ ἐν πολέμῳ, τόσσον ἐχώρησαν Τρῶες, ὤσαντο δ' Ἀχαιοί". δι' οὗ δηλοῖ, ὡς ἐχώρησαν οἱ Τρῶες οὐχ' ἁπλῶς, ἀλλ' ὠσθέντες κατὰ τοὺς ἡττημένους, ταὐτὸν δ' εἰπεῖν, ὑπεχώρησαν ἢ ἀνεχώρησαν. οὕτω καὶ πρὸ τούτου ἀφέσει δουρὸς ἐμέτρησε τὸ τῆς τάφρου γεφύρωμα. Πλατυτέρα δὲ ἡ ἐνταῦθα φράσις, ἔτι δὲ καὶ σαφεστέρα. τὸ γὰρ ἐκεῖ δόρυ ἐνταῦθα αἰγανέαν φησίν. αὕτη γὰρ χρηστὴ ὅτε τις ἑαυτοῦ πειρᾶται. καὶ τὸ πειρώμενος δὲ ἐκεῖ μὲν ἀσαφῶς ἔχει διὰ τὸ ἀορισταίνειν, ἐνταῦθα δὲ καὶ τόπον καὶ καιρὸν προσέθετο, εἰπών· ἐν ἀέθλῳ ἢ πολέμῳ. ἴσως δὲ καὶ τριχῇ διαιρετέον ἄρτι τὴν ῥηθεῖσαν ἄφεσιν, τὴν κατὰ πεῖραν ἁπλῶς, τὴν ἐν ἀέθλῳ καὶ τὴν ἐν μάχῃ.

(v. 589) Ἔστι δὲ αἰγανέα οὐχ' ἁπλῶς δόρυ ἀλλὰ ἐλαφρὸν καὶ μακρόν, λεγομένη οὕτω διὰ τὸ κατὰ αἰγῶν ἢ ἄγαν ἵεσθαι, ὡς καὶ ἐν Ὀδυσσείᾳ δηλοῦται. τὸ δὲ εἰπεῖν αἰγανέη ταναός [903] Ἀττικόν ἐστι καὶ Ἰωνικόν.

(v. 590) Τὸ δὲ "ἀφέῃ" συνήθη πλεονασμὸν ἔχει τοῦ ε. τὸ γὰρ κοινὸν ἀφῇ ἀντὶ τοῦ πέμψει, ὃ καὶ ἥσει πρὸ τούτου ἔφη. ὥσπερ δὲ ἐν τῷ ἀφέῃ, οὕτω καὶ ἐν τῷ ἀφέωνται πλεονάζει τὸ ε. Τὸ δὲ "πειρώμενος" ἐλλιπῶς ἔχει. καὶ ἴσως λείπει τὸ ἑαυτοῦ ἢ τῆς οἰκείας ἰσχύος, ὡς εἶχε τὸ "ὁππότ' ἀνὴρ σθένεος πειρώμενος".

(v. 593-600) Ὅτι ὑποχωρήσεως τῶν Τρώων γενομένης Γλαῦκος ἐτράπετο καὶ ὅμως ἔκτεινέ τινα φεύγων, Χάλκωνος υἱόν, "ὃς Ἑλλάδι οἰκία ναίων ὄλβῳ τε πλούτῳ τε μετέπρεπε Μυρμιδόνεσσι". Τοῦτον Γλαῦκος διώκοντα "στῆθος μέσον οὔτασε δουρί, στρεφθεὶς ἐξαπίνης, ὅτε μιν κατέμαρπτε διώκων". καὶ Ἀχαιοὺς μὲν ἐλύπησεν, "ὡς ἔπεσεν ἐσθλὸς ἀνήρ. μέγα δὲ Τρῶες κεχάροντο". Ἡ γὰρ ἐξ ὑποστροφῆς ἀνδραγαθία τὴν τοῦ πρῶτον τραπέσθαι αἰσχύνην ἐκάλυψε. Καὶ ἔστι καινὸς ἀριστείας τρόπος, ὅτε ὁ φεύγων ἀνελεῖ τὸν διώκοντα.

(v. 595) Ἑλλάδα δὲ καὶ νῦν τὴν κατὰ τοὺς Μυρμιδόνας ἔφη, ἣν ἡ Βοιωτία ἱστορεῖ. [Δῆλον δ' ὅτι πάλαι μέν ποτε πόλις Φθίας ἡ Ἑλλάς, ὕστερον δὲ καὶ χώρα ἡ πρὸ τῆς Πελοποννήσου κοινότερον. ἱστορεῖται δὲ κληθῆναί ποτε Ἑλλάδα καὶ πᾶσαν σχεδὸν τὴν κατὰ τὴν Ἰταλίαν μετοίκησιν. Ἡρόδικος δὲ ὁ Βαβυλώνιος εὐξάμενος τὸ "Ἡροδίκῳ", τουτέστιν ἐμοί, "Ἑλλὰς ἀεὶ μίμνοι καὶ θεόπαις Βαβυλών", ἄδηλον περὶ ποίας Ἑλλάδος ποιεῖται τὴν εὐχήν. Ὁ δὲ Ἕλλην ὁ πρῶτα μὲν τῇ Ἑλλάδι πόλει παρώνυμος, εἶτα καὶ τῇ χώρᾳ, ἀπορεῖται πῶς διὰ τοῦ η ἔχει τὴν κλίσιν ἐν ταῖς πλαγίαις ὡς μονογενὲς κατὰ τὸ γέρην γέρηνος, καὶ μὴ διὰ τοῦ ε κατὰ τὸ τέρην τέρενος, ἄρσην ἄρσενος. Ἔστι γὰρ κοινὸν καὶ τὸ Ἕλλην, ὡς δηλοῖ τὸ "Ἕλλην ἀληθῶς οὖσα", ὅπερ ἐν τοῖς τοῦ Ἀθηναίου κεῖται περὶ τῆς τύχης. ἔστι δ' αὐτὸ Ἀττικισμός. οὐ γὰρ ἔστιν ἄλλην αἰτίαν εἰπεῖν.] (v. 601 s.) [904] Ὅτι ἀντιπαρατάξεως θαρσαλέας τό· οὐδ' ἂρ οἱ δεῖνα "ἀλκῆς ἐξελάθοντο, μένος δ' ἰθὺς φέρον αὐτῶν". Καὶ ὅρα τὸ "ἰθὺς ἔφερον αὐτῶν", ἐξ οὗ δῆλον ὡς καὶ πρὸ ὀλίγων ἐν τῷ "βὰν δ' ἰθὺς Δαναῶν λελιημένοι" οὐκ ἔστιν εἰπεῖν, ὅτι ἔβησαν ἰθὺς λελιημένοι τῶν Δαναῶν, οἱ Τρῶες δηλαδή, ἀλλὰ ἔβαν ἰθὺς τῶν Δαναῶν, ὅ ἐστιν ἀντικρύ, λελιημένοι, τουτέστιν ἐπιθυμοῦντες μάχης ἢ αὐτοῦ δὴ τοῦ βῆναι ἰθὺς Δαναῶν. τὸ δὲ ἰθὺς βῆναί τινων καὶ μένος ἰθὺς φέρειν ἐναντίον ἐστὶ πρὸς τὸ ὑποχωρεῖν καὶ ἀναχωρεῖν.

(v. 604 s.) Ὅτι Ὀνήτωρ τις Διὸς ἱερεὺς Ἰδαίου "θεὸς ὣς τίετο δήμῳ". Καὶ καινὸν οὐδέν, εἰ τοῖς ἐθάσι τίμιος ἦν. τὸ δὲ τοῦ Χρύσου μᾶλλον τοιοῦτον, ὃν καὶ οἱ πολέμιοι Ἀχαιοὶ αἰδεῖσθαι ὡς ἱερέα ἤθελον, παιδεύοντος τοῦ ποιητοῦ καὶ τοιαῦτα. [Ὃς καὶ ἐξ αὐτοῦ τοῦ Ὀνήτορα καλέσαι τὸν προκείμενον ἱερέα παίδευσιν ὑποβάλλει βιωτικήν, ὡς τῆς ἱερατείας ὀνούσης μάλιστα ἐν τοῖς καιριωτάτοις. διὸ καὶ μᾶλλον τοὺς ἱερᾶσθαι λαχόντας χρῆναι καλεῖσθαι τοῖς ἐκ τοῦ ὀνεῖν ὀνόμασιν ἤπερ τὰ ὀνείατα, οἷς ἐτυμολογία ἐκ τοῦ, ὥς φασιν οἱ παλαιοί, ὀνίσκειν ἡμᾶς, ἔτι δὲ καὶ τὸν οἶνον, ὃν δοκεῖ Ὅμηρος ἐκ τοῦ ὀνεῖν ἐτυμολογεῖν ἐν τῷ "καὶ αὐτὸς ὀνήσεαι αἴ κε πίῃσθα", εἰ καὶ Πλάτων οἰόνουν αὐτόν φησιν ὡς οἰήσεως τὸν νοῦν ἐμπιπλῶντα, Ἀριστοφάνης δὲ ἄλλως ὡς κομίζοντα νοῦν. τοῦτο γὰρ ἐμφαίνει ἐν τῷ "τὸν νοῦν ἵν' ἄρδω καὶ λέγω τί δεξιόν", καὶ ἐν τῷ "οἴνου γὰρ εὕροις ἄν τι πρακτικώτερον", καὶ ἑξῆς.] (v. 606 s.) Ὅτι τὸ ἔθανε περιφράζων φησὶν "ὦκα δὲ θυμὸς ᾤχετ' ἀπὸ μελέων, στυγερὸς δ' ἄρα μιν σκότος εἷλε". καὶ νῦν μὲν ἀπὸ μελέων ᾤχετο θυμός, ἐν ἄλλοις δὲ λίπεν ὀστέα θυμός. ὅρα δὲ καὶ νῦν ὅτι ἀρσενικῶς ὁ σκότος ἐρρέθη.

(v. 608-612) Κεῖται δ' ἐν τούτοις καὶ ἡ ἐπι πρόθεσις ἰσοδύναμος τῇ κατα ἐν τῷ "Αἰνείας δ' ἐπὶ Μηριόνῃ", τουτέστι κατὰ Μηριόνου, "δόρυ χάλκεον ἧκε", καὶ τὸ "ὑπασπίδια προβιβῶντος", ἀντὶ τοῦ ἔσω τῆς ἀσπίδος κρυπτομένου καὶ οὕτω προβαίνοντος, καὶ τὸ "οὔδει ἐνισκίμφθη" δόρυ, ἀντὶ τοῦ ἐπέλασεν, ὅπερ ἀπὸ ῥήματός ἐστι τοῦ σκίμπτω ὡς χρίμπτω, ἐξ οὗ εἰκὸς εἶναι, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, τὸν παρ' Ἀττικοῖς σκίμποδα, εὐτελῆ κλίνην καὶ χθαμαλήν, πελάζουσαν τῇ γῇ. [Χρῆσις δὲ τοῦ σκίμπτω καὶ παρὰ Πινδάρῳ, ἔνθα φησὶν ἀγαθὸν εἶναι νηῒ δύο ἀγκύρας ἀπεσκίμφθαι.] (v. 616) Ὅτι καὶ ἐνταῦθα οὐρίαχον εἰπὼν ἔγχεος καὶ ἐφερμηνεύων ἐπάγει "ἔνθα ἔπειτ' ἀφίει μένος ὄβριμος Ἄρης". καὶ γέγραπται ἤδη περὶ τούτου [905] ὅσα ἔδει. οὐ τοῦτο δὲ μόνον ἐκ τῶν προπεποιημένων ἐνταῦθα κεῖται ἀπαραποίητον, ἀλλὰ καὶ ἕτερα οὐκ ὀλίγα. Ὅτι ἐλαφρὸς καὶ ὁ Μηριόνης ἔοικεν εἶναι καὶ διὰ γυμνασίαν πολεμικὴν Κρητικὴν εὐλύγιστος καὶ εὔστροφος, καὶ τοῦτο μὲν εἰς ἀρετὴν αὐτῷ ἐγγράφεται, ὁ δὲ πολέμιος Αἰνείας εἰς ψόγον λόγῳ σκώμματος διαστρέφει αὐτό. ἠλεύατο μὲν γὰρ χάλκεον ἔγχος τὸ τοῦ Αἰνείου πρόσω κατακύψας ὁ Μηριόνης.

(v. 616-618) Αἰνείας δὲ χωσάμενος εἶπε "Μηριόνη, τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα ἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἴ σ' ἔβαλόν περ". Καὶ ὅρα τὸ ἀνεῖλον ἄν σε, εἴπερ ἔβαλον. καὶ ἦν μὲν καὶ ἐν τοῖς πρὸ τούτων ὅμοιόν τι σχῆμα, ἐνοεῖτο δὲ ἐκεῖνο ἀντὶ τοῦ ἐπειδὴ ἐποίησα ἂν τόδε τι, ἐνταῦθα δὲ φανερῶς εἴρηται κατὰ δισταγμὸν τὸ "εἴ σ' ἔβαλον".

(v. 623-625) Διὸ καὶ ὡς τοῦ ἀφελοῦς τούτου λόγου λαβὴν σκώμματος ἔχοντος ἐπάγει ὁ Μηριόνης μετά τινα ἑτέρωθι γεγραμμένα "εἰ καὶ ἐγώ σε βάλοιμι τυχὼν μέσον ὀξέϊ χαλκῷ, αἶψά κε καὶ κρατερός περ ἐὼν καὶ χερσὶ πεποιθὼς εὖχος ἐμοὶ δοίης, ψυχὴν δ' Ἄϊδι κλυτοπώλῳ". ὅπερ ἀκούσοι ἄν ποτε ἀπειλητὴρ στρατιώτης ἐξ ὁμοίου στρατιώτου. Καὶ ὅρα κἀνταῦθα, ὅπως ὁ ποιητὴς ἡδονάς, ὡς ἐξόν, τοῖς σκυθρωποῖς διηγήμασιν ἐγκαταμίγνυσι. καὶ ἔστι μὲν σεμνὸν τὸ τοῦ Μηριόνου σκῶμμα, ῥητορικῶς λεχθὲν κατὰ νοήματος ἁπλουστέρου τοῦ κατὰ τὸν Αἰνείαν, οἷον εὔηθες ὂν εἰπεῖν ἐκεῖνον ὡς ἔπαυσα ἄν σε τοῦ ὀρχεῖσθαι, εἴπερ ἔβαλον. ὅμοιον γὰρ ὡς εἴπερ φήσει τις· ἔβλαψα ἄν σε εἴπερ ἔβλαψα. Πάτροκλος δὲ βαρυνθεὶς μέμφεται τὸν Μηριόνην, ὡς ῥηθήσεται, οἷα σκωπτικόν. καὶ ὅμως, ἐπεὶ παραινεῖν μὲν εὐχερές, οὐ μὴν δὲ κατορθοῦν, αὐτὸς μετ' ὀλίγα ὡς οἷον ἐκλαθόμενος ἐρεῖ σκῶμμα οὐ βαρὺ ἀλλὰ προκαλούμενον εἰς μειδίαμα, πλὴν ὅσον ἐκεῖνο μὲν ἐπὶ ἐχθρῷ πεσόντι, τὸ δὲ τοῦ Μηριόνου τοῦτο ἐπὶ ζῶντι, ᾧ κρίνει Πάτροκλος δεῖν εἶναι αὐτὸν μὴ ὀνειδιστικῶς ἀλλ' ἐνεργῶς προσφέρεσθαι.

(v. 617) Ὅρα δὲ φιλομαθῆ τὸν Αἰνείαν, εἰ πυρριχιστὰς τοὺς ἐκ Κρήτης ἱστορήσας οἶδε. πάντως γὰρ τὸν Μηριόνην τοιοῦτον λέγει ὀρχηστήν. Ὅτι δὲ πυρρίχη ἡ ἐνόπλιος ὄρχησις, καὶ ὅτι Κρητικὴ μάλιστα, καὶ ὅτι σεμνή, ἐν τοῖς περὶ Κουρήτων γέγραπται. Ἦν δὲ καὶ σίκιννις κωμικωτέρα, ἣν πρῶτοι, φασίν, ὠρχήσαντο Φρύγες ἐπὶ Σαβαζίῳ Διονύσῳ, ὀνομασθεῖσαν [906] κατὰ τὸν Ἀρριανὸν ἐπὶ μιᾷ τῶν ὀπαδῶν τῆς Κυβέλλης νυμφῶν, ᾗ ὄνομα ἦν Σίκιννις. Ἰστέον δὲ καὶ ὅτι κατὰ τοὺς παλαιοὺς τὴν ῥηθεῖσαν κουρητικὴν ἢ πυρριχιακὴν ὄρχησιν οἱ πλείους μὲν εἰς Κρῆτας ἀνάγουσι, τινὲς δὲ Νεοπτολέμῳ ἀνατιθέασι τὴν αὐτῆς εὕρεσιν, ἕτεροι δὲ Κάστορι, καὶ ἄλλοι Διονύσῳ, [καὶ ὅτι ἐξ ἀρχῆς, ὡς ἐν τοῖς τοῦ Δειπνοσοφιστοῦ κεῖται, ὄρχησιν καὶ οἱ ποιηταὶ συνέταττον, εὐσχημοσύνης καὶ κόσμου μετέχουσαν, καὶ ἐχρῶντο τοῖς σχήμασι σημείοις μόνον τῶν ᾀδομένων, καὶ οὐ κατὰ τοὺς ὕστερον, δρῶντες οὐδέν, ὥσπερ ἀπόπληκτοι στάδην ἑστῶτες ὠρύοντο. καὶ ἐν χοροῖς δὲ τὸ τῆς ὀρχήσεως γένος εὔσχημον ἦν καὶ μεγαλοπρεπὲς καὶ τὰς ἐν ὅπλοις κινήσεις ἀπομιμούμενον, καὶ κατὰ τὸν Σωκράτην εἰπεῖν, σχεδὸν ὥσπερ ἐξοπλισία τις ἡ χορεία ἦν καὶ ἐπίδειξις λοιπῆς τε εὐταξίας καὶ σωμάτων ἐπιμελείας. ἃ δὴ καὶ ἡ πυρρίχη πολεμικὴ κατὰ Κρήτην ὄρχησις εἶχεν, ἣν ἔνοπλοι, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, παῖδες ὠρχοῦντο.] Σημείωσαι δὲ καὶ ὅτι μεταλαβὼν Αἰνείας τὸ τοῦ Μηριόνου εὔστροφον εἰς ὄρχησιν καὶ παραποιήσας τὴν λέξιν καὶ ἀντὶ κούφου στρατιώτου ὀρχηστὴν κερτομήσας, ἀπεσέμνυνέ πως ἑαυτόν, οὐ μόνον ὡς μαχητὴν σταδαῖον καὶ μόνιμον, ἀλλὰ καὶ ὅτι αὐτὸς εὐστόχως βαλὼν ὅμως διὰ τὴν τοῦ Μηριόνου τεχνικὴν παρατροπὴν ἥμαρτε τοῦ βαλεῖν. Ἔτι ἰστέον ὅτι ἡ κατὰ μάχην ὀρχηστικὴ πρὸς ἔνδειξιν ἐπετηδεύετο θάρρους, ἵνα δοκοῖεν οἱ οὕτω κινούμενοι καταπαίζειν τῶν πολεμίων. καὶ ἴσως τοιοῦτόν τι καὶ τὸ "Ἄρηϊ μέλπεσθαι", ὡς καὶ τῆς μολπῆς θαρραλεότητα ἐνδεικνυμένης καὶ ἀλυπίαν τινά, ἐπεὶ καὶ κατὰ Πλάτωνα οὐδὲν ζῷον λυπούμενον ᾄδει. ᾄδειν δὲ πάντως καὶ μέλπειν ταὐτόν ἐστιν. [ᾌδειν δέ φαμεν ἄρτι τὸ πάλαι ποτὲ σπουδαζόμενον, ὅτε σπουδή, φασίν, ἦν τὸ χρηστομουσεῖν. ὕστερον γὰρ γηρασάντων τῶν ἀρχαίων νόμων τρόποι μουσικῆς φαῦλοι κατεδείχθησαν, περιποιούμενοι ἀντὶ μὲν πραότητος μαλακίαν, ἀντὶ δὲ σωφροσύνης ἀκολασίαν καὶ ἄνεσιν. Πολλῶν δὲ ὄντων σεμνωμάτων τῆς ἐναρέτου ἀρχαίας μουσουργίας φέρονται ὡς ἐν βραχεῖ καὶ ταῦτα. Κλεινίας ὁ Πυθαγόρειος, ὅτε ἂν χαλεπαίνοι, ἀναλαβὼν [907] λύραν ἐκιθάριζε, λέγων τοῖς ἐπιζητοῦσιν αἰτίαν, ὡς πραΰνομαι. ἀφ' οὗ δῆλον ὡς ἡ μουσικὴ καταπραΰνει τοὺς κατὰ τὸν Κλεινίαν θυμοειδεῖς καὶ διαφόρους τὰς γνώμας. καὶ Ἀχιλλεὺς δὲ μόνος Ἑλλήνων τῶν ἐν Τροίᾳ τῇ τοῦ Ἠετίωνος κιθάρᾳ κατεπραΰνετο. Θεόφραστος δὲ ἱστορεῖ, ὡς καὶ αὐτὸ ἐν τοῖς τοῦ Ἀθηναίου κεῖται, ἰσχιακοὺς ἀνόσους διατελεῖν, εἴ τις τοῦ τόπου καταυλήσει τῇ Φρυγιστὶ ἁρμονίᾳ, ἣν παρὰ Φρυξὶ πρῶτος εὗρεν Ὕαγνις.] (v. 625) Τὸ δὲ "εὖχος ἐμοὶ δοίης, ψυχὴν δὲ Ἄϊδι" ἀστεῖον μέν ἐστι, περιφράζει δὲ τὸ εὐτυχῶς ἐμοὶ τεθνήξῃ.

(v. 620-625) Ὅτι πρὸς τὸν ἀπειλούμενον κακὰ εἴποι ἄν τις τῶν μὴ πάνυ πτοιαλέων τὸ τοῦ Μηριόνου πρὸς Αἰνείαν "χαλεπόν σε καὶ ἴφθιμόν περ ἐόντα πάντων ἀνθρώπων σβέσαι μένος, ὅς κέ σευ ἄντα ἔλθῃ ἀμυνόμενος, θνητὸς δέ νυ καὶ σὺ τέτυξαι. εἰ καὶ ἐγώ σε βάλοιμι τυχών", καὶ ἑξῆς. [Ἔνθα οὐ διαφορὰ δηλοῦται τοῦ βαλεῖν καὶ τυχεῖν, ἀλλὰ ταὐτότης μᾶλλον. ὁ γὰρ βαλὼν ἐξ ἀνάγκης καὶ ἔτυχε, καὶ ὁ οὕτω δὲ τυχὼν ἔβαλε.] Σημείωσαι δὲ ὅτι σχῆμα τοιοῦτον παραφραστικῶς καὶ ἐν τοῖς πρὸ τούτων κεῖται, ὅπου φησίν· ἀργαλέον πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε.

(v. 626-629) Πρὸς δὲ τὸν παρακαίρια ἐν καιρῷ κινδυνώδει ὀνειδίζοντα καλὸν εἰπεῖν τὸ τοῦ Πατρόκλου πρὸς Μηριόνην "τί σὺ ταῦτα καὶ ἐσθλός περ ἐὼν ἀγορεύεις; ὦ πέπον", οὔτι ὁ δεῖνα ἢ οἱ δεῖνα ὀνειδείοις ἐπέεσσι χωρήσουσιν, ἤγουν ἀναχωρήσουσι, πάρος τόδε τι παθεῖν, οἷον "πάρος τινὰ γαῖα καθέξει. τῷ", ἤγουν διό, "οὐ χρὴ μῦθον ὀφέλλειν, ἀλλὰ μάχεσθαι". λέγει δὲ μῦθον ὀφέλλειν τὸ πολυλογεῖν, [καὶ ἄλλως δὲ εἰπεῖν, ἀκριτομυθεῖν, κοινότερον δὲ φάναι, ληρεῖν, ὅπερ οὐδέν ἐστιν ἕτερον ἢ τὸ πολλὰ λέγειν, ὡς ἀπὸ τοῦ λα ἐπιτατικοῦ μορίου καὶ τοῦ ῥῶ, τὸ λέγω.] (v. 630) Ἐνταῦθα δὲ κεῖται καὶ γνωμικὸν τὸ "ἐν χερσὶ τέλος πολέμου, ἐπέων δ' ἐνὶ βουλῇ". ὅθεν χρῆναι λέγει ὁ Πάτροκλος μηδὲ τὸν Μηριόνην θαρρεῖν, ὡς οἱ Τρῶες ὀνειδείοις λόγοις νεκροῦ χωρήσουσι πάρος τινὰ γῆ καθέξει, ὡς εἴρηται, ἤγουν πρίν τις πέσῃ. Τέλος δὲ πολέμου τὴν νίκην φησίν, ἣν πρὸ τούτων φῶς εἶπεν, ὥστε ταὐτὸν τὸ "ἐν χερσὶ φόως, οὐ μειλιχίῃ πολέμοιο", τὸ προγραφέν, καὶ τὸ "ἐν χερσὶ τέλος πολέμου", τὸ ἐνταῦθα ῥηθέν. ἐν ᾧ δηλοῦται ὅτι καὶ ἐκεῖ τὸ πολέμοιο ὑπερβατῶς πρὸς τὸ φῶς λέγεται. Ἰστέον δὲ [ὅτι τε τὸ τοιοῦτον τέλος καὶ οὗ ἕνεκα λέγεται παρά τε τοῖς ὕστερον σοφοῖς καὶ τῷ ποιητῇ, καὶ ὅτι ἐξ αὐτοῦ καὶ ἐνιαυτὸς τελεσφόρος, ὃ πᾶν ἀγαθὸν τὸ ἐκ [908] γῆς εἰς τέλος ἄγων τῇ περιτροπῇ καὶ μηδέν τι ἐλλείπων. οὗ πρὸς αἴνιγμα ἔν τινι πομπῇ, ὡς καὶ ὁ Δειπνοσοφιστὴς ἱστορεῖ, ἀνὴρ τετράπηχυς λαμπρῶς ἐσκευασμένος τραγικώτερον ἐν προσωπείῳ καὶ φέρων χρυσοῦν Ἀμαλθείας κέρας, προσηγορεύετο Ἐνιαυτός, οἷα κατὰ τὸ ὑμνούμενον Ἀμαλθειακὸν κέρας ἐκφαίνων καὶ αὐτὸς τοῖς περὶ γῆν τὰ κατὰ βίον καλά, ὧν χορηγὸς ὁ κατὰ γεωργίαν πόνος δι' ἔτους, ταὐτὸν δ' εἰπεῖν ἔνου καὶ ἐνιαυτοῦ. ὅθεν ὁ ἄφενος, ἤτοι πλοῦτος, οὗ αἴνιγμα τό, ὡς ἐρρέθη, χρύσεον κέρας], καὶ ὅτι τοῦ σβέσαι μένος ἡ μεταφορὰ καιριωτάτη ἐστί, καὶ κατὰ τοὺς παλαιοὺς εἰπεῖν, ἔμψυχος. σβέσις γὰρ πάντως τοῦ ἐνθέρμου μένους ὁ ψυχρὸς θάνατος.

(v. 621 s.) Τὸ δὲ "σεῦ ἄντα ἔλθῃ ἀμυνόμενος" διαστολὴν ἔχει τοῦ φιλικῶς ἢ ἄλλως εἰρηναίως ἄντα ἥκειν. Ὅρα δὲ καὶ ὅτι οὐδ' ἐνταῦθα ὄνειδος νοεῖται προφορὰ εὐεργεσιῶν πρὸς τὸν εὐηργετημένον, ἀλλ' οἱ μετὰ βαρύτητος εἰρωνικοὶ λόγοι ὀνειδιστικοὶ ἐφράσθησαν.

(v. 631) Σημείωσαι δὲ καὶ ὅτι τὸ "οὔ τι χρὴ μῦθον ὀφέλλειν" τεχνικὴ ἀπολογία ἐστὶ τῷ ποιητῇ ὑπὲρ ὧν πολλαχοῦ βραχέα παρ' αὐτῷ λαλοῦσι ἐν ταῖς μάχαις οἱ στρατηγοί. Ὅτι πάνυ ἐπιτυχῶς τὸν πολὺν ἐκ τῶν ὅπλων δοῦπον ἐν μάχῃ δρυτόμων εἰκάζει ὀρυγμαδῷ τῷ ἐν ὄρεσιν. Εἰ γὰρ ξύλα κυριολεκτικῶς κόπτονται, κατακόπτεσθαι δὲ οἱ ῥήτορές φασι καὶ τοὺς ἐν πολέμῳ, ἀκόλουθον καὶ τοὺς ἐν ἀμφοῖν κτύπους παραλληλίζεσθαι.

(v. 633-637) Φησὶ γοῦν "ὥς τε δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς ὄρωρεν οὔρεος ἐν βήσσῃσιν, ἕκαθεν δέ τε γίνετ' ἀκουή, ὣς τῶν ὤρνυτο δοῦπος ἀπὸ χθονὸς εὐρυοδείης, χαλκοῦ τε ῥινοῦ τε βοῶν εὖ ποιητάων" ἢ εὐποιητάων, "νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι". Καὶ ὅρα ὅτι τε ἐπίτηδες καὶ νῦν ἐτράχυνε τὴν φράσιν ὁ ποιητὴς ἀναλόγως τῷ πράγματι πλεονάσας τῷ ῥῶ στοιχείῳ ἐν τῷ "δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς ὄρωρεν οὔρεος ἐν βήσσαις", καὶ ὅτι φθάσας μὲν πρὸ ὀλίγου πεσεῖν ἔφη τὸν Σαρπηδόνα ὑπὸ Πατρόκλῳ οἷα δρῦν ἢ λεύκην ἢ πίτυν, ὡς ἐντεῦθεν δρυτόμον οἷον νοηθῆναι τὸν Πάτροκλον, ἐνταῦθα δὲ καὶ ἐξεφώνησε τὴν λέξιν ταύτην παραβολικῶς.

(v. 635) Τὸ δὲ "εὐρυοδείης" ἐκ τοῦ ὁδεύειν ἔχει τὴν ἐν τῇ παραληγούσῃ δίφθογγον.

(v. 636) Τὸ δὲ "εὖ ποιητάων" ἢ "εὐποιητάων", οὗ εὐθεῖα ἡ ποιητὴ ἢ ἡ εὐποιήτη ὡς ἡ ἀσβέστη, πρὸς σαφήνειαν τοῦ ῥινοῦ βοῶν τέθειται. οὐ γὰρ ἁπλῶς ἀσπίδες οἱ ῥινοὶ τῶν βοῶν, ἀλλ' εἰ καὶ ποιηθῶσιν εὖ, ὅ ἐστι κατὰ τέχνην. Ἰστέον δὲ καὶ ὡς, εἴ που γράφεται "βοῶν τ' εὖ ποιητάων", παραπληροῖ ὁ τε σύνδεσμος ἐκ περισσοῦ [909] παρέλκων. οὐ γὰρ ἔστιν ἄλλο νοεῖν ῥινὸν ἐνταῦθα καὶ ἄλλο βόας, ἀλλ' ἔστιν ὁμοῦ ῥινὸς βοῶν βύρσα ἡ ἐπὶ ταῖς ἀσπίσιν.

(v. 633) Ἐν δὲ τῷ "ὀρυμαγδὸς ὄρωρε" παρήχησίς ἐστιν ἢ καὶ παρίσωσις ἡ κατ' ἀρχάς. ἦν δὲ ἂν αὕτη κατακορής, εἰ καὶ τὸ οὔρεος κοινῶς ἐρρέθη ὄρεος, καὶ τὸ ὤρνυτο δὲ ἦν ἀναύξητον, ἵνα παρέκειντο τὸ ὀρυμαγδός, τὸ ὄρωρε, τὸ ὄρεος, καὶ τὸ ὄρνυτο.

(v. 634) Ἰστέον δὲ καὶ ὅτι τὸ "ἕκαθεν δέ τε γίνετ' ἀκουή" παρῴδηται ἀπὸ τοῦ "ἕκαθεν δέ τε φαίνεται αὐγή". Ἰωνικὸν δὲ καὶ ἡ ἀκουή. τὸ δέ γε κοινὸν ἀκοή, ἀναλόγως τῷ βοή καὶ ῥοή καὶ τοῖς τοιούτοις. καὶ ἄλλως δέ, ἀκουὴ μὲν ἐκ τοῦ ἀκούω, ἀκοὴ δὲ ὡς ἐκ τοῦ ἤκουα μέσου παρακειμένου. Ὅτι οὐδὲ ὁ πάνυ πρὸ τούτου εὖ εἰδὼς τὸν Σαρπηδόνα ἐγνώρισεν ἂν ἐκεῖνον ἄρτι ἔχοντα ὡς εἶχε.

(v. 638-6340) Φησὶ γὰρ "οὐδ' ἂν ἔτι φράδμων περ ἀνήρ", ὅ ἐστιν ἐπιστήμων, γνωστός, "Σαρπηδόνα δῖον ἔγνω, ἐπεὶ βελέεσσι καὶ αἵματι καὶ κονίῃσιν ἐκ κεφαλῆς εἴλυτο διαμπερὲς ἐς πόδας ἄκρους", ὃ ἑρμηνεία ἐστὶ τοῦ διαμπερές. τοῦτο δὲ παραθεὶς ὁ Κωμικὸς ἔφη τὸ "ἐκ τῶν ποδῶν ἐς κεφαλήν σοι".

(v. 640) Τοῦ δὲ "εἴλυτο", ὅ ἐστιν ἐκεκάλυπτο, τὸ θέμα εἴλυμι ὡς ζεύγνυμι, ἢ καὶ ἄλλως εἰλύω, ἀφ' οὗ εἰλύετο καὶ κατὰ κρᾶσιν εἴλυτο. Τὸ δὲ φράδμων κατὰ συνήθη τροπὴν γέγονε διπλοῦ εἰς ἄφωνον. ἐκ τοῦ φράζω γὰρ γίνεται.

(v. 641-644) Ὅτι κἀνταῦθα ὡς καὶ ἐν τῇ βῆτα παραβολῇ χρᾶται τῇ ἀπὸ μυιῶν, εἰπὼν "οἳ δ' αἰεὶ περὶ νεκρὸν ὁμίλεον", ἢ κατὰ ἴλας ἦσαν, "ὡς ὅτε μυῖαι σταθμῷ ἐνὶ βρομέωσι περιγλαγέας κατὰ πέλλας ὥρῃ ἐν εἰαρινῇ, ὅτε τε γλάγος ἄγγεα δεύει", ὃς δὴ στίχος καὶ ἀλλαχοῦ προετέθη, "ὣς ἄρα οὗτοι περὶ νεκρὸν ὁμίλεον". Καὶ ὅρα ὡς δὶς ἔφη τὸ "περὶ νεκρὸν ὁμίλεον", ἐπαναπαυσάμενος τῇ φράσει, καὶ ὅτι τὸν ἐνταῦθα σταθμὸν ἀλλαχοῦ σαφέστερον ποιμνήϊον ἔφη σταθμόν, καὶ ὅτι καὶ ἐπὶ μυιῶν ὁ βρόμος καὶ τὸ βρομεῖν τίθεται, κρεῖττον ἄρτι ὂν τοῦ βομβεῖν, [910] καὶ ὅτι πρὸς θράσος καὶ τὸ ἐπιθυμεῖν αἵματος τοὺς πολεμοῦντας ἡ ῥηθεῖσα παραβολή. οὐκοῦν οὐδὲ τὸν Μενέλαον ἡ Ἀθηνᾶ κατασμικρυνεῖ, ὅτε μυίας αὐτῷ θάρσος ἐνθήσει. Ἔστι δὲ εἰπεῖν καὶ ὅτι τὸν ἐκ τῶν ὅπλων δοῦπον εἰκάσας ἤδη Ὅμηρος ὀρυγμαδῷ δρυτόμων τὸν ἀπὸ τῶν μαχομένων ἦχον βρόμῳ εἰκάζει μυιῶν πολλῶν, ὁποῖαι κεῖνται ἐν τῇ παραβολῇ. Τὸ δὲ "περιγλαγέας" ἀντὶ τοῦ περισσῶς πληθούσας γλάγους, ὅ ἐστι γάλατος. Πέλλαι δὲ ἀγγεῖα ποιμενικὰ ὡς ἀπὸ τοῦ πεπελεκῆσθαι κατὰ τοὺς παλαιούς. Ὅτι ἐνταῦθα διασαφεῖν δοκεῖ Ὅμηρος τὸ ἀλλαχοῦ ῥηθὲν περὶ Διός, τὸ τὸν Δία πάλιν στρέψαι τοὺς ὀφθαλμούς. ἐμφαίνει γὰρ νῦν δηλωτικὸν αὐτὸ εἶναι τοῦ πεπληρῶσθαι κυρωθὲν ἤδη τὸ εἱμαρμένον.

(v. 644-651) Τὸν Δία γοῦν μερμηρίζοντα πλάσας περὶ Πατρόκλου, εἰ νῦν τεθνήξεται εἴτε καὶ μή, λέγει ὡς "οὐδέ ποτε Ζεὺς τρέψεν ἀπὸ κρατερῆς ὑσμίνης ὄσσε φαεινώ, ἀλλὰ κατ' αὐτοὺς αἰὲν ὅρα καὶ φράζετο θυμῷ πολλὰ μάλ' ἀμφὶ φόνῳ Πατρόκλου μερμηρίζων, ἢ ἤδη καὶ κεῖνον αὐτοῦ", ἤγουν ἐκεῖ, "ἐπ' ἀντιθέῳ Σαρπηδόνι φαίδιμος Ἕκτωρ χαλκῷ δῃώση, ἀπό τ' ὤμων τεύχε' ἕληται, ἢ ἔτι καὶ πλεόνεσσιν ὀφέλλειεν πόνον αἰπύν". Εἰ τοίνυν τὸ περὶ τοῦ ποιητέου ἔτι φράζεσθαι καὶ μερμηρίζειν τὸν Δία κατ' εὐθὺ ὁρᾶν ἐστι, λοιπὸν ἄρα τὸ κυρῶσαι τὸ μέλλον καὶ παύσασθαι τοῦ ἐνδοιάζειν εἴη πάλιν στρέφειν τοὺς ὀφθαλμούς.

(v. 6528) "Ὧδε δέ οἱ", φησί, "φρονέοντι δοάσσατο", ἤγουν ἔδοξε, "κέρδιον", ἵνα Πάτροκλος "ἐξαῦτις Τρῶάς τε καὶ Ἕκτορα ὤσαιτο προτὶ ἄστυ, πολέων δ' ἀπὸ θυμὸν ἕλοιτο. Ἕκτορι δὲ πρωτίστῳ ἀνάλκιδα φύζαν ἐνῆκεν", ἢ κατά τινας ἀνάλκιδα θυμὸν ἐνῶρσεν, "ἐς δίφρον δ' ἀναβὰς φύγαδ' ἔτραπε, κέκλετο δ' ἄλλους Τρῶας φευγέμεναι· γνῶ γὰρ Διὸς ἱρὰ τάλαντα", οἷα συνετός, ὡς καὶ πρὸ τούτων ἐγίνωσκε μάχης ἑτεραλκέα νίκην. Καὶ ὅρα οἷος ἐγένετο φόβος, εἰ καὶ ὁ μέγας στρατηγὸς φεύγει προτροπάδην καὶ τοὺς λοιποὺς δὲ οὕτω ποιεῖν κέλεται, ἵνα μὴ θεομαχῶσι. Σημείωσαι δέ, ὡς καὶ νῦν ὁ τοῦ κατὰ νοῦν ἐκλαμβανομένου Διὸς ἐνδοιασμὸς προέκθεσίς ἐστι ποιητική. ὁ νοῦς γὰρ κἀνταῦθα τῆς καθ' Ὅμηρον Μούσης, ἤτοι γνώσεως, σκέπτεται κατὰ μέθοδον δεινότητος τεχνικῶς, πῶς ἂν τὸν λόγον μεταχειρίσηται, καὶ κρίνας προαναφωνεῖ κάλλιον εἶναι μὴ νῦν ἀνελεῖν [911] τὸν Πάτροκλον, ἀλλ' ἐᾶσαι καὶ εἰσέτι ἀριστεῦσαι, ἵνα τῶν νηῶν αὐτὸν πολὺ ἀποσπάσας ἀνέλῃ καὶ οὕτω μηδὲν εἰδότος τοῦ Ἀχιλλέως κρατερὰ περὶ τὸν τοῦ Πατρόκλου νεκρὸν ἀμφίβασις γένηται, καὶ πλασθείη τὰ τῆς περιπετείας ἐναγωνιώτερον. τοιαύτη προέκθεσις καὶ ἐν τοῖς ἑξῆς, ἔνθα ζητῶν Ἕκτωρ, πότερον κάλλιον συγκλεῖσαι φεύγοντας τοὺς Τρῶας εἰς τὴν πόλιν ἢ μάχεσθαι κατὰ κλόνον ἐλάσαντας, κρίνει δέον τὸ πολεμεῖν. καὶ ἐκφεύγει οὕτως ὁ ποιητὴς τὸ τῆς τειχομαχίας ἀπίθανον.

(v. 645) Τὸ δὲ "τρέψεν" οὐκ ἂν εἴη ἀνόμοιον τῷ στρέψεν.

(v. 646) Τὸ δὲ "κατ' αὐτοὺς αἰὲν ὅρα" θέσις ἐστὶ διασαφητικὴ τοῦ "οὐδέ ποτε Ζεὺς τρέψεν ἀπὸ μάχης ὄσσε φαεινώ". οἳ οὕτω λέγονται οὐ κατὰ φαεινὴν ἐσθῆτα ἢ μάστιγα φαεινὴν ἤ τι τοιοῦτον, ἀλλ' ὡς φάους αἴτιοι, ἀποκλήρωσιν ἔχοντες αὐτοὶ τὴν ἐκ τοῦ φάους κλῆσιν, ὥσπερ τὸ πυρόεν καὶ τὸ ὡς πῦρ λάμπειν τοῖς εἰς ἄκρον θυμουμένοις δέδοται.

(v. 651) Τὸ δὲ ὀφέλλειεν οὐκ ἐνεστῶτός ἐστιν, ἀλλ' ἀορίστου πρώτου, ὡς ἐκ τῆς ἀναλογίας δῆλον. οὕτω δὲ παραπεσὸν ἠξιώθη λόγου τοῦτο. ἄλλως γὰρ ἡ λέξις χρειώδης εἰς οὐδέν, καὶ μάλιστα ἐν λόγῳ πεζῷ.

(v. 657) Τὸ δὲ "φύγαδε" μεταπέπλασται, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη. ὡς γὰρ σκέπην σκέπα, καὶ κρόκην κρόκα παρὰ Ἡσιόδῳ, οὕτω καὶ φυγήν φύγα, ἐξ οὗ τὸ φύγαδε. ὁ δὲ Ἀσκαλωνίτης ἀπὸ εὐθείας κλίνει τῆς φύξ, ὡς Στύξ Στύγα, ἐξ ἧς πρὸ ὀλίγου στυγερὸς ἐλέχθη σκότος ὁ Ἅιδης πρὸς διαστολὴν ἑτεροίου σκότου. Εἴη δ' ἂν ἡ ῥηθεῖσα φὺξ ἐκ τοῦ φύγω φύξω, ἐξ οὗ καὶ ἡ φύξις. Τὸ δὲ "ἔτραπεν" ἢ ἐλλειπτικῶς ἔχει, δηλοῦν ὡς εἰς φυγὴν ἔτρεπεν ἢ τοὺς ἵππους κατὰ τὸ "φύγαδ' ἔτραπε μώνυχας ἵππους", ἐντελῶς ἀλλαχοῦ ῥηθέν, ἢ καὶ τὸν λαὸν κατὰ τὸ "κέκλετο δ' ἄλλους φευγέμεναι", ἢ μᾶλλον παθητικὴν ἑρμηνείαν ἔχει, ἵνα λέγῃ ὡς εἰς φυγὴν ἐτράπετο.

(v. 658) Ἐν δὲ τῷ "Διὸς ἱερὰ τάλαντα" πολὺ τὸ σύντομον. ὃ γὰρ [912] φθάσας ἥπλωσεν ἐν τῷ "δὴ τότε χρύσεια Ζεὺς ἐτίταινε τάλαντα" καὶ ἑξῆς, τοῦτο νῦν συστείλας ἐν δυσὶν ὀνόμασιν ἔφρασε, Διὸς εἰπὼν τάλαντα, καὶ τὸν ἀκροατὴν ἀναμνήσας ἠρέμα τῆς διασκευῆς, ἐν ᾗ Ζεὺς μὲν ἐχειρίζετο τάλαντα καὶ κῆρας, ἔρρεπε δ' ἡ κὴρ τῶν Ἀχαιῶν. οὗ τὸ ἀνάπαλιν ἐνταῦθα γενόμενον ὁ Ἕκτωρ νοεῖ. ῥέπουσι γὰρ αἱ κῆρες ἄρτι τῶν Τρώων. Σημείωσαι δὲ ὅτι τε τῇ τῶν πραγμάτων ἀγωνίᾳ καὶ συντομίᾳ κἀνταῦθα τὴν τῶν ταλάντων συνέτεμε φράσιν, ἵνα μὴ καὶ αὐτὸς μῦθον ὀφέλλῃ, ἐν οἷς οὐ χρή, καὶ ὅτι τὸ "γνῶ γὰρ ἱερὰ τάλαντα", ῥέψαντα δηλαδή, πρέπει ῥηθῆναι καὶ ὅτε τις γνῷ μέλλειν πρὸς ἱεροῦ προσώπου καταδικάζεσθαι.

(v. 661) Ὅτι τὸ Σαρπηδόνα "κείμενον ἐν νεκύων ἀγύρει" καθ' ὁμοιότητα εἴρηται τοῦ "νεῶν ἐν ἀγῶνι πεσόντα", ἵνα ᾖ ταὐτὸν ἀγὼν καὶ ἄγυρις. ἔστι δὲ ταὐτὸν νεκύων ἀγύρει εἰπεῖν καὶ νεκάδι, ὃ ἀλλαχοῦ κεῖται ὡς περιεκτικόν.

(v. 659-661) Ἱστορεῖ δ' ἐνταῦθα ὁ ποιητὴς καί, ὡς οὐδὲ "ἴφθιμοι Λύκιοι μένον", οἱ ἀλλαχοῦ ζαχρηεῖς ἐν μάχῃ, "ἀλλ' ἐφόβηθεν πάντες, ἐπεὶ βασιλῆα ἴδον δεδαϊγμένον", ἢ βεβλημένον, "ἦτορ κείμενον" καὶ ἑξῆς. τοιοῦτον γὰρ τὸ πεσεῖν κεφαλήν, ᾗ συμπάσχει καὶ τὰ ὑπ' αὐτήν. ἔνθα ὅρα συνήθως ἀντικείμενα τὸ μένειν καὶ τὸ φοβεῖσθαι, ὅ ἐστι φεύγειν. περὶ δὲ τοῦ βεβλῆσθαι ἦτορ προγέγραπται. ὁ δὲ ποιητὴς καὶ τοὺς νέκυας διασαφῶν, ὧν ἐν ἀγύρει ὁ Σαρπηδὼν ἔκειτο, φησὶν ὡς "πολέες γὰρ ἐπ' αὐτῷ κάππεσον" καὶ ἑξῆς. ὥστε καὶ τὸν Ἄρην τοιαῦται, ὡς ἐκεῖνός που ἔφη, νεκάδες ἔσχον ἄν, εἰ θνητὸς ἦν.

(v. 663 s.) Φράζει δ' ἐνταῦθα καὶ τὸν σκυλευμὸν τοῦ Σαρπηδόνος Ὅμηρος οὕτω "οἳ δ' ἂρ ἀπ' ὤμοιϊν Σαρπηδόνος ἔντε' ἕλοντο χάλκεα μαρμαίροντα".

(v. 664-673) Ὅτι τὰ μὲν ὅπλα Σαρπηδόνος Πάτροκλος ἔδωκε φέρειν ἐπὶ νῆας, Ἀπόλλων δὲ τὰ εἰς τιμὴν τοῦ κειμένου ποιεῖ, ὡς ὁ Ζεὺς ἐκέλευσεν εἰπὼν "εἰ δ' ἄγε νῦν, φίλε Φοῖβε, κελαινεφὲς αἷμα κάθηρον ἐλθὼν ἐκ βελέων Σαρπηδόνα καί μιν ἔπειτα πολλὸν ἄπο προφέρων", ἢ ἀπόπρο φέρων, "λοῦσον ποταμοῖο ῥοῇσι χρῖσόν τ' ἀμβροσίῃ, περὶ δ' ἄμβροτα εἵματα ἕσσον, πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι, Ὕπνῳ καὶ Θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα θήσουσ' ἐν Λυκίης εὐρείης πίονι δήμῳ", καθὰ διὰ τῆς Ἥρας εἰσηνέχθη βουλή. Δῆλον δέ, ὡς καὶ προεσημάνθη, ὅτι ἅπερ οἱ τοῦ Σαρπηδόνος ἑταῖροι παρακινδυνεύσαντες ὡσίωσαν, ὡς εἰκός, περὶ αὐτόν, Ἀπόλλωνι ἀνατίθησιν ἡ ποίησις διὰ τὸ σεμνότερον, ἰασαμένῳ [913] μὲν πρὸ τούτων μυθικώτερον κακῶς ἔχοντα τὸν Ἕκτορα, ὡς ἀλλαχοῦ πρὸς Διὸς παρηγγέλθη, αὖθις δὲ εἰς τὸν Δία ἐλθόντι, ὃ συνήθως παρεσιώπησεν Ὅμηρος, καὶ νῦν πάλιν σταλέντι νεκροκομῆσαι τὸν υἱόν. Ὅρα δὲ καὶ ἐν τούτοις φυσικὴν ἱλαρότητα φράσεως κιρναμένην σκυθρωπῷ πράγματι. τοιαύτη δὲ ἡ διὰ παρίσων τοῦ λοῦσον, χρῖσον, ἕσσον, καὶ τοῦ πομποῖσι, κραιπνοῖσι, διδυμάοσιν.

(v. 676-680) Ἅπερ εἰπόντος τοῦ Διὸς νῦν πρὸς Ἀπόλλωνα μετ' ὀλίγα εὐθὺς ὁ Ἀπόλλων, ἐνεργῶν ἃ ἐκελεύσθη, ἐκφαίνει διὰ τοῦ ποιητοῦ ἕτερα τοσαῦτα ῥηματικὰ πάρισα πρὸς πλοῦτον κάλλους, εἰπόντος οὐ προστακτικῶς, ἀλλ' ὁριστικῶς ἐν τρίτοις προσώποις, ὡς Ἀπόλλων μὴ πατρὸς ἀνηκουστήσας κατέβη ἄνωθεν καὶ ἔλουσε καὶ ἔχρισε καὶ ἄμβροτα εἵματα ἕσσεν. ἀπαραποίητα γάρ, ὡς αὐτῷ σύνηθες, καὶ τὰ προειρημένα λαλεῖ, οἷα καλῶς καὶ αὐτὰ πεφρασμένα καὶ μὴ δεόμενα περιέργου ἐξαλλαγῆς δίχα γε τῶν καιριωτάτων. ἐν οἷς καὶ τὸ "κάτθεσαν ἐν Λυκίης δήμῳ", ὅπερ ὁ Ζεὺς θήσουσιν ἔφη.

(v. 667) Ὅρα δὲ τὸ "εἰ δ' ἄγε νῦν" κελευσματικῶς ἀντὶ τοῦ εἴα δὴ ἄγε ῥηθὲν μᾶλλον ἤπερ ἐνδοιαστικῶς ἀντὶ τοῦ εἰ δὲ βούλει ἄγε. Τὸ δὲ "φίλε" πατρικῶς τῷ Φοίβῳ προσπεφώνηται, ὡς εἴπερ ἐρρέθη "φίλε υἱέ". Τὸ δὲ "κελαινεφὲς αἷμα Σαρπηδόνα" συνηθέστατον Ὁμήρῳ σχῆμα, ὁποῖον σὺν ἄλλοις μυρίοις καὶ τὸ "περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε φύλλα", καὶ τὸ "αὐτὸν δὲ σκότος ὄσσε κάλυψε".

(v. 668) Τοῦ δὲ "ἐκ βελέων" σαφήνεια τὸ "αὐτίκα δ' ἐκ βελέων" ἀείρας ὁ Ἀπόλλων, μετ' ὀλίγα ἐπαχθέν. αὐτὸ γὰρ ἐλλιπῶς πέφρασται.

(v. 669) Τὸ δὲ "ποταμοῖο ῥοαῖς" ὅμοιον τῷ ὕδατος ῥοὰς εἰπεῖν, ὃ πρὸ τούτου ἔφη.

(v. 670) Τὸ δὲ "χρῖσον ἀμβροσίῃ", ἐμφῆναν ὑγρόν τι εἶναι τὴν ἀμβροσίαν, ἄλλο τι δηλοῖ ἐν τῷ "ἄμβροτα εἵματα ἕσσεν", ὃ τρόπος ἐτυμολογικός ἐστιν. ἐκ τοῦ ἕσασθαι γὰρ τὸ εἷμα.

(v. 671) Τοιοῦτον δέ τι καὶ τὸ "πέμπε πομποῖς". [914] Τὸ δὲ φέρεσθαι ἀντὶ τοῦ βαστάζεσθαι εἴρηται κυριολεκτικῶς. [Οὕτω δὲ καὶ τὸ φέρων ἀντὶ τοῦ βαστάζων. Ἄγεται μὲν γάρ, ὡς μυριαχοῦ πέφηνε, τὰ ἔμψυχα, φέρεται δὲ τὰ μὴ τοιαῦτα. Ὧν καὶ ὁ φόρτος ὁ καὶ γόμος παρά τε Ἀθηναίῳ καὶ ἄλλοις, ἔτι δὲ καὶ ὁ παρὰ τῷ Κωμικῷ ἐν τῷ "καὶ τὸν φόρτον ἐκφύγοιμεν ἄν", ἤγουν τὴν φορτικότητα, ὃς δὴ φόρτος ἔχει τι συγγενὲς πρὸς τὸ γῆς ἐτώσιον ἄχθος. ἐν μέντοι τῷ φορτηγός ταὐτίζεταί πως τὸ φέρειν καὶ τὸ ἄγειν, ἐπεὶ καὶ ἀγώγιμα καθαρῶς τὰ φορτία λέγονται.] (v. 672) Διδυμάονες δὲ καὶ νῦν ἀδελφοὶ Θάνατος καὶ Ὕπνος διὰ τὸ ὁμοῦ τρόπον τινὰ εἶναι τούτους ἀεί. ὁ τε γὰρ ὕπνος οἷον θανατοῖ κατὰ τὸ "ὕπνος θανάτῳ ἄγχιστα ἐοικώς", καὶ ὁ θάνατος δὲ ὑπνοῦν ἐπὶ μακρὸν ποιεῖ τανηλεγὴς ὤν.

(v. 683) Τὸ δὲ "κάτθεσαν" οἰκειότατον μὲν ἐπὶ νεκροῦ ἐνταφιαζομένου, οὐκ ἀνοίκειον δὲ οὐδὲ ἐπὶ κειμηλίων καὶ μάλιστα, ἐφ' ὧν οἰκεῖον τὸ τῆς παρακαταθήκης ὄνομα. Ὅρα δὲ καὶ ὅτι πρὸ τούτων Λυκίας πίονα δῆμον εἰπὼν καὶ αὖθις ἰδίᾳ εὐρεῖαν Λυκίαν, ἐνταῦθα παραθεὶς ὁμοῦ Λυκίης εὐρείης πίονα δῆμον ἔφη. Σημείωσαι δὲ ὅτι ἡ διὰ τῶν καὶ προρρηθέντων Ὕπνου καὶ Θανάτου ἐν Λυκίᾳ, φασί, τοῦ Σαρπηδόνος κατάθεσις αἰνίττεσθαι δοκεῖ κενήριον μόνον τοῦ ἥρωος ἐν Λυκίᾳ εἶναι. οὐ γὰρ στερεμνίοις τισὶ προσώποις ἤρθη, ἀλλ' ἀνυποστάτοις πάθεσιν, ἃ φέρειν τινὰ οὐ δύναται. ἴσως δὲ καὶ τὸ ἀληθῶς ὑπὸ Λυκίων κατὰ σπουδὴν γενόμενον ἀνέθετο τερατωδέστερον Ὕπνῳ καὶ Θανάτῳ τοῖς ἀψυχοποιοῖς. οὐ γὰρ εἶχεν ἑτέρῳ τινὶ θείῳ προσώπῳ πιθανῶς προσπλάσαι τοιοῦτον ἐνέργημα. μυσάττονται γὰρ οἱ τοιοῦτοι μὴ μόνον θανόντων ἅπτεσθαι, ἀλλὰ καὶ θνῄσκοντας ὁρᾶν, ὡς καὶ Εὐριπίδης ἐν Ἱππολύτῳ δηλοῖ.

(v. 686 s.) Ὅτι μεμφόμενος εὐλογώτατα τὸν Πάτροκλον ὁ ποιητής, ἐφ' οἷς ἐσθλῆς ἑταίρου παραιφάσεως λαθόμενος τοὺς πολεμίους μετεκίαθε, φησὶν ὅτι τε διὰ τοῦτο μέγ' ἀάσθη καὶ τὴν συνήθη ἀναφώνησιν ἐπιφέρων λέγει "νήπιος· εἰ δὲ ἔπος Ἀχιλλέως ἐφύλαξεν ἦ τ' ἂν ὑπέκφυγε κῆρα κακὴν μέλανος θανάτοιο", [ἣν ἑτέρωθι συμπτύσσων [915] μέλαιναν κῆρά φησιν], ἐν οἷς καὶ τὸ ἤδη ἐγνωσμένον τῆς εἱμαρμένης παραδηλοῦται διττόν.

(v. 688-690) Εἶτα ἐπάγει γνωμικῶς "ἀλλ' αἰεί τε θεοῦ κρείσσων νόος ἠέπερ ἀνδρός" ἢ ἀνδρῶν, "ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην ῥηϊδίως, ὁτὲ δ' αὐτὸς ἐποτρύνῃσι μάχεσθαι". Καὶ ἔχει μὲν παραίνεσιν τὰ ῥηθέντα, ὅτι πειστέον ἐξ ἀνάγκης ἀγαθῷ ἑταίρῳ, ἔχει δὲ καὶ φιλοσοφίαν περὶ θείας δυνάμεως. Τὸ δὲ "ὁτὲ δ' αὐτὸς ἐποτρύνῃσι μάχεσθαι" βαρυτόνως ἡ παλαιὰ ἔχει χρῆσις, ὡς καὶ ἀλλαχοῦ δεδήλωται. Ἰστέον δὲ ὅτι ἔν τισι τῶν ἀντιγράφων μετὰ τὸ "κρείσσων νόος ἠέπερ ἀνδρός" οὐ κεῖνται οἱ ἀναγεγραμμένοι ἐφεξῆς δύο γνωμικοὶ στίχοι, ἀλλὰ μόνος εἷς οὗτος "ὅς οἱ καὶ τότε θυμὸν ἐνὶ στήθεσσιν ἀνῆκε".

(v. 684 s.) Σημείωσαι δὲ καὶ ὅτι ἀφελὲς ἐνταῦθα κεῖται νόημα τὸ "Πάτροκλος δ' ἵπποισι καὶ Αὐτομέδοντι κελεύσας Τρῶας καὶ Λυκίους μετεκίαθεν", ὅθεν καὶ ἀάσθη, ὡς εἴρηται. ἁπλοϊκὸν γὰρ πάντως τὸ ἐπίσης κελεῦσαι τῷ ἥρωϊ καὶ τοῖς ἵπποις δὲ ὡς λογικοῖς, εἰ μὴ ἄρα ὁ μῦθος εἴπῃ, ὡς θεῖον γένος οἱ τοιοῦτοι ἵπποι καὶ δυνάμενον ἐπαΐειν στρατιωτικοῦ ἐγκελεύσματος. διὸ καὶ ἐν τῇ φράσει προέθετο αὐτοὺς τοῦ Αὐτομέδοντος. ὧν ὁ ἕτερος καὶ φωνὴν ἀνθρωπίνην ἐν τοῖς ἑξῆς ἀφίησι τῷ Ἀχιλλεῖ. ἴσως δὲ καὶ ἄλλως μὲν ἐκέλευσε Πάτροκλος τοῖς ἵπποις κατὰ φωνὴν ἐθάδα, οἷα ἡνίοχος ἀεὶ ὢν αὐτοῖς, ἄλλως δὲ τῷ ἥρωϊ Αὐτομέδοντι. Ὅμηρος δὲ σιγᾷ τὰ ἐγκελεύσματα, ὡς ἐπειγόμενος εἰς τὰ ἐν ἔργῳ. Ὅρα δὲ καὶ ὡς, εἰ καὶ τὸν ἐνταῦθα νήπιον πρὸ μικροῦ μέγα νήπιον ἔφη, ἀλλ' ἀναπληροῖ καὶ τοῦτο διὰ τοῦ εἰπεῖν "μέγ' ἀάσθη". ὁ γὰρ μέγα βλαβεὶς οἴκοθεν εἴη ἂν καὶ μέγα νήπιος.

(v. 692 s.) Ὅτι καὶ νῦν ὁ ποιητὴς παθητικῶς ἅμα καὶ σεμνῶς ἀπέστρεψε τὸν λόγον πρὸς Πάτροκλον εἰπὼν "ἔνθα τίνα πρῶτον, τίνα δ' ὕστατον ἐξενάριξας, Πατρόκλεις, ὅτε δή σε θεοὶ θάνατόνδ' ἐκάλεσσαν". Οὐ γὰρ Μοῦσαν συνήθως ἀλλ' αὐτὸν τὸν Πάτροκλον ἐρωτᾷ τίνα πρῶτον ἀνεῖλε, τίνα δ' ὕστατον, σεμνύνων τε αὐτὸν ἅμα ὡς θεῖόν τι πρόσωπον καὶ οἰκτιζόμενος. οὕτω καὶ ἐν τοῖς ἑξῆς ἐρεῖ κατὰ οἶκτον "ἔνθ' ἄρα τοι, Πάτροκλε, φάνη βιότοιο τελευτή". Ἐνδόξῳ δὲ ἀριστεῖ θανατῶντι παρῳδηθὲν ἐπιπρέπει τὸ "ἔνθα τίνα πρῶτον" καὶ τὰ ἑξῆς, ὡς προσεχῶς ἐκτέθειται. Ἔστι δὲ καὶ νῦν τὸ ἔνθα ἀντὶ τοῦ τότε. πότε [916] δὴ τότε; ὅτε τῷ Πατρόκλῳ Ζεὺς θυμὸν ἐνὶ στήθεσσιν ἀνῆκε. τότε γὰρ λίαν ἠνδρίσατο. Τὸ δὲ "ὅτε δή σε θεὸς θάνατόνδ' ἐκάλεσσε" σεμνὴ περίφρασίς ἐστι τοῦ ὅτε ἦς πρὸς τῷ θανεῖν, καὶ Ὁμηρικῶς εἰπεῖν, ὅτε σοι φάνη βιότοιο τελευτή, ἤγουν ὅτε προφανῶς ἤγγιζέ σοι θάνατος.

(v. 694-696) Ἰστέον δὲ ὡς ἐν τῷ τόπῳ τούτῳ ἐννέα τινὰς ἀνεῖλεν ὁ Πάτροκλος, ἐν οἷς καὶ Πέριμον Μεγάδην, ἤγουν οὗ πατὴρ ἦν Μέγας κύριον ὄνομα, ἐξ οὗ πατρωνυμικὸν Μεγάδης ὁμοίως τῷ Αἰνείας Αἰνειάδης, Ἀλεύας Ἀλευάδης, ὧν καθ' ὁμοιότητα καὶ Ἀργεάδης κύριον ἦν παρὰ τῷ ποιητῇ πρὸ ὀλίγου. Δοκεῖ δὲ ὁ Πέριμος ἐκ τῆς περι προθέσεως παρῆχθαι, καθὰ καὶ ἀπὸ τῆς ἀμφι ὁ Ἄμφιος καὶ τῆς ὑπο Ὕπιος, Παφλαγονικὸς ποταμός. ὁ δὲ Ἄνιος τὸ κύριον οὐκ ἐκ τῆς ἀνα προθέσεώς ἐστιν ἀναμφιλέκτως. εἰσὶ γὰρ οἷς ἀρέσκει καθ' ἱστορίαν ἐκ τῆς ἀνίας κληθῆναι οὕτως αὐτόν.

(v. 697) Ὅτι περιφράζων ἐπὶ Τρώων τὸ ἔφυγόν φησι "οἳ δ' ἄλλοι φύγαδε μνώοντο ἕκαστος", ἤγουν ἀλκῆς μὲν ἐλάθοντο, ἐμέμνηντο δὲ φυγῆς. Καινὴ δὲ σύνταξις ἡ τοῦ φύγαδε ἐπιρρήματος μετὰ τοῦ μνώοντο ῥήματος. καὶ ἀναλυθέντος δὲ τοῦ φύγαδε εἰς τὴν οἰκείαν ἑρμηνείαν οὐδ' οὕτω σύνηθες τὸ τῆς συντάξεως, ἤγουν τὸ ἐμέμνηντο εἰς φυγήν. ὅμως δὲ νοεῖται, ὡς ἀνωτέρω κεῖται. εἰ δὲ ἴσως λείπει τὸ δρόμου, εὐοδοῦται κατὰ τὸ σύνηθες ὁ νοῦς, ἵνα ᾖ· μέμνηντο δρόμου τοῦ εἰς φυγήν, συγκατηπειγμένου τοῦ λόγου μιμητικῶς δι' ἐλλείψεως ἐπὶ τῇ τῶν φευγόντων σπουδῇ. Ἐνταῦθα δὲ καινὸν καὶ τὸ "οἳ δ' ἄλλοι ἕκαστος". τὸ γὰρ κοινὸν τῶν ἄλλων ἕκαστος. αἴτιον δὲ τῆς ῥηθείσης καινότητος τὸ τῆς σημασίας ταὐτόν. ὅμοιον γὰρ τὸ οἱ ἄλλοι καὶ τὸ ἕκαστος.

(v. 698-701) Ὅτι μικροῦ ἂν "ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν Πατρόκλου ὑπὸ χερσί, περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν, εἰ μὴ Ἀπόλλων" αὐτῷ μὲν ὀλοὰ φρονέων, Τρώεσσι δ' ἀρήγων, ἐκώλυσεν, ὡς ἐφεξῆς ὁ ποιητὴς διηγεῖται, ἤγουν εἰ μὴ τὸ πεπρωμένον ἀντέβη, ὡς καὶ κάτω ῥηθήσεται.

(v. 699) Πάνυ δὲ συνεστραμμένως, ὅ ἐστι γοργῶς, εἴρηται τὸ "περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν", ὅ ἐστι περισσῶς προώρμα τῶν ἄλλων ἐν ἔγχεϊ, προμαχόμενος καὶ ἀριστεύων καὶ οὕτω τρέπων εἰς φυγήν. εἶχε δέ τινα, ὡς ἀνωτέρω ἐρρέθη, γοργότητα, κατ' ἔλλειψιν μέντοι, καὶ τὸ "φύγαδε μνώοντο ἕκαστος". Ἰστέον δὲ καὶ ὡς θερμοῦ βοηθοῦ δηλωτικὸν τὸ ὁ δεῖνα ἔστη τῷ δεῖνι ὀλοὰ φρονέων, τῷ δεῖνι δ' ἀρήγων.

(v. 702-704) Ὅτι "τρὶς μὲν ἐπ' ἀγκῶνος" ἢ ὑπ' ἀγκῶνος "βῆ τείχεος ὑψηλοῖο Πάτροκλος, τρὶς δ' αὐτὸν ἀπεστυφέλιξεν Ἀπόλλων, χείρεσσ' ἀθανάτῃσιν [917] φαεινὴν ἀσπίδα νύσσων". οὗ ἀνάπαλιν ὁ Ζεὺς ἐποίει ὠθῶν ἐν τοῖς πρὸ τούτων εἰς μάχην τὸν Ἕκτορα.

(v. 705-709) "Ἀλλ' ὅτε δή", φησί, "τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος", τότε δὴ ὁ Ἀπόλλων δεινὰ ὁμοκλήσας προσέφη κατὰ σχῆμα προαναφωνήσεως "χάζεο, διογενές, οὔ νύ τοι αἶσα σῷ ὑπὸ δουρὶ πόλιν πέρθαι Τρώων ἀγερώχων, οὐδ' ὑπ' Ἀχιλλῆος, ὅ περ", ἤγουν ὅς περ, "σέο πολλὸν ἀμείνων", τοῦτο δὴ ὅπερ Ἀχιλλεὺς ἐν τοῖς ἑξῆς ἐρεῖ πρὸς Ἕκτορα ἐν τῷ "κάτθανε καὶ Πάτροκλος, ὅ περ σέο πολλὸν ἀμείνων".

(v. 710 s.) Ἐφ' οἷς ἐνταῦθα ὁ Πάτροκλος ἀπογνοὺς "ἀνεχάζετο πολλὸν ὀπίσω, μῆνιν ἀλευόμενος" Ἀπόλλωνος. Καὶ ὅρα εἰς ὅσον ὁ Πάτροκλος τῆς τοῦ ἑταίρου ἐξένευσε συμβουλῆς, ὃς παραγγελθείς, οἷα ἔγνωσται, νῦν ἐπ' ἀγκῶνος τοῦ τείχους μάχεται, καὶ οὐδ' ἂν ἀνεχώρησεν, εἰ μή, ὡς εἴρηται, ἀπέγνω τὴν ἅλωσιν. Ἰστέον δὲ ὅτι ὁ Ἀπόλλων οἷα Ζεὺς ἥλιος λαμβανόμενος καὶ νῦν εἴς τινα εἱμαρμένην ἐμποδὼν ἵσταται καὶ αὐτὸς τῷ Πατρόκλῳ, καθὰ καὶ ὁ Ζεύς, εἰς ἅλωσιν Τροίας, ἣν περιφράσας πόλιν ἔφη Τρώων, ᾧ παρέοικε τὸ πόλιν Τροΐην.

(v. 702) Ἀγκὼν δὲ τείχους γωνίαν δηλοῖ, ἤγουν ἐξοχὴν γωνιώδη καὶ διὰ τοῦτο ἀγκωνοειδῆ τινα, ὅθεν, ὡς εἰκός, εἶχεν ἡ Τροία προσβολήν. τὸν δὲ τοιοῦτον ἀγκῶνα ἀλλαχοῦ σαφέστερον φράζει ἐν τῷ "πύργῳ ἐπὶ προὔχοντι", [τουτέστιν ἐξέχοντι κατά τι γωνίωμα, ὁποῖον ὁ ἀγκὼν καμφθεὶς ἀποτελεῖ. οὗ δὴ τὸ ἐντὸς παροιμίαν ποιεῖ τὴν "γλυκὺς ἀγκών", περὶ οὗ εἷς μὲν λόγος φέρεται, ὡς Ὀμφάλη τυραννήσασα Λυδῶν ὥρισε τόπον, ἐν ᾧ προϋβρίσθη αὐτή, καὶ εἰς αὐτὸν ἀθροίσασα βίᾳ συγκατέκλεισε τοῖς δούλοις τὰς δεσποίνας. καὶ οἱ Λυδοὶ τὸ πικρὸν τῆς πράξεως ὑποκοριζόμενοι, τουτέστιν εὐφήμως ἀντιφράζοντες, ἐκάλουν τὸν τόπον γυναικῶν ἀγκῶνα ἢ ἀγῶνα, ἔτι δὲ καὶ γλυκὺν ἀγκῶνα, ὅπερ δοκεῖ κερτομηθῆναι παρὰ τὸ "ἀγκὰς ἔμαρπτε Ζεύς", δηλαδὴ τὴν Ἥραν. καὶ εἷς μέν, ὡς ἐρρέθη, οὗτος λόγος. Ἕτερος δὲ τοιοῦτος. Λυδοὶ πόρρω προάγοντες ὕβρεως τὰς τῶν ἄλλων γυναῖκας καὶ παρθένους εἰς τόπον συνάγοντες, ὃν αὐτοὶ ἁγνεῶνα ἐκάλουν, ὕβριζον εἰς αὐτάς. Καὶ ἦν ἡ μὲν φαυλότης τοῦ ἔργου ἴση τοῖς ἐπὶ τῇ Ὀμφάλῃ, ἡ δὲ τοῦ τόπου κλῆσις διέφερεν. οὐ γὰρ ἀγὼν ἢ ἀγκὼν ἀλλὰ ἁγνεὼν ἐκαλεῖτο, παικτικῶς καὶ αὐτὸς [918] ἀντιφραζόμενος, ἀληθῶς γὰρ ἄναγνος ἦν. Αἱ δὲ ἱστορίαι αὗται Ξάνθου εἰσὶ τοῦ Λυδοῦ, ὥς φησιν Ἀθήναιος, ἱστορῶν καὶ τὸν Σάμιον Πολυκράτην ἄδικον ἐφ' ὁμοίοις, ὅς, φησί, τὴν παρὰ Σαμίοις λαῦραν ἀντεσκεύασε τῷ τῶν Σάρδεων ἀγκῶνι γλυκεῖ προσαγορευομένῳ, ζηλώσας τὰ Λυδῶν μαλακά. ἦν δὲ ἡ τοιαύτη λαῦρα στενή τις καὶ γυναικῶν, φησί, δημιουργῶν πλήθουσα καὶ τῶν πρὸς ἀπόλαυσιν. Λέγει δὲ λαῦραν μὲν στενήν τινα περιοχὴν ἀκολούθως Ὁμήρῳ, δημιουργοὺς δὲ γυναῖκας λόγῳ σεμνότητος τὰς οἷον δημοτικὰς καὶ ἐργασίαν προϊσχομένας δημίαν, ἤγουν δημοσίαν. τοιαῦται δέ εἰσι γυναῖκες καὶ αἱ παρ' ἑτέροις σποδησιλαῦραι καὶ πανδοσίαι καὶ λεωφόροι. καὶ τοιαῦτα μὲν τάδε.] Ἰστέον δὲ ὡς, εἰ πρὸς ἀλήθειαν ὑψηλὸν ἐνταῦθα τὸ Τρωϊκὸν τεῖχος ληπτέον, τὸ αὐτὸ ἂν καὶ ἐπὶ τοῦ Ἑλληνικοῦ νοηθείη, ὅτε ὑψηλὸν ὁ ποιητὴς αὐτὸ λέγει, ὡς μὴ χθαμαλὸν μηδὲ ἐκεῖνο διόλου εἶναι κατά τινας.

(v. 705) Τὸ δὲ "δαίμονι ἶσος" οἰκείως μὲν ἐρρέθη πρὸς τὸν καιρόν, καθ' ὃν δαίμων ὁ Ἀπόλλων ἀντικαθίσταται τῷ δαιμονίῳ Πατρόκλῳ. Στενολεσχεῖ δὲ τὴν παραβολήν, ἐπεὶ μὴ ἔστιν αἰσθητῶς διασκευάσαι νοητὴν οὖσαν αὐτήν.

(v. 708) Τὸ δὲ πέρθαι ὅμοιόν ἐστι τῷ δέχθαι καὶ τοῖς τοιούτοις.

(v. 710) Τὸ δὲ "ἀνεχάζετο πολλὸν ὀπίσω" πάνυ πτοηθῆναι δηλοῖ τὸν Πάτροκλον. ἀλλαχοῦ δέ τις γενναῖος χάζεται τυτθὸν ὀπίσω, οὐ μὴν κατὰ πολύ.

(v. 712) Ὅτι κεῖται καὶ ἐνταῦθα τὸ ἔχειν ἐπὶ ἐλάσεως ἵππων. Φησὶ γὰρ "Ἕκτωρ δ' ἐν Σκαιῇσι πύλῃς ἔχε μώνυχας ἵππους".

(v. 713 s.) Εἶτα σαφῶς δηλῶν τὴν ἕως καὶ ἐκεῖ φυγὴν τῶν Τρώων, ἐπάγει "δίζε γὰρ ἠὲ μάχοιτο κατὰ κλόνον αὖτις ἐλάσας", κατὰ παλίωξιν, "ἢ λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν ἀλῆναι". Καὶ ὅρα οἷα κακὰ τοὺς Τρῶας ὁ ψευδαχιλλεὺς Πάτροκλος διέθετο, εἰπεῖν δὲ καὶ ἄλλως, ὁ Ἀχιλλεὺς διὰ τοῦ βλεπομένου μετώπου τῆς αὐτοῦ κόρυθος.

(v. 715-717) Ὅτι τὸ κατὰ πραγματικὴν ἀφήγησιν ὕπτιον [919] ἐξεγείρων καὶ νῦν εὐμεθόδως ὁ ποιητὴς παραρρίπτει καί τι ἱστορικὸν ἀναμεμιγμένον μύθῳ παρεισάγων Ἄσιόν τινα αἰζηόν τε κρατερόν τε, ᾧ εἰκάζει τὸν Ἀπόλλωνα ὀτρύνοντα, ὡς ἂν Ἕκτωρ τῷ Πατρόκλῳ ἀντικαταστῇ.

(v. 717 s.) Περὶ οὗ Ἀσίου ἱστορεῖ, ὅτι μήτρως ἦν Ἕκτορος, αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος. Εἰ δὲ τοῦτο, Δύμαντος ἄρα καὶ ἡ Ἑκάβη θυγάτηρ κατὰ τὸν ποιητήν. Εὐριπίδης δέ, φασί, καὶ Ἀθηνίων καὶ Τηλεκλείδης Κισσέως οἴδασιν αὐτὴν ἐκγενέσθαι. εἰ δέ γε ἴσως ὁμομήτριος μόνον ὁ Ἄσιος τῇ Ἑκάβῃ, οὐ μὴν καὶ ὁμοπάτριος, τότε οὐδὲν κωλύσει τὸν μὲν Ἄσιον Δύμαντος εἶναι, Κισσέως δὲ τὴν Ἑκάβην.

(v. 719) Ὡς δὲ καὶ Φρὺξ ἦν ὁ ῥηθεὶς Δύμας, δηλοῖ ὁ ποιητὴς εἰπὼν "ὃς Φρυγίῃ ναίεσκε ῥοαῖς ἐπὶ Σαγγαρίοιο". ἐξ οὗ δῆλον, ὅτι ποταμὸς Φρύγιος ὁ περιᾳδόμενος Σαγγάριος, περὶ οὗ δηλοῖ καὶ ὁ Περιηγητής.

(v. 717) Ἰστέον δὲ ὅτι τε μήτρωα οἱ νεώτεροι οὐ τὸν ἀπὸ μητρὸς θεῖόν φασι καθ' Ὅμηρον, ἀλλὰ τὸν πρὸς μητρὸς πάππον οὕτω καλοῦσι, (v. 721) καὶ ὅτι ὁ προσεχῶς ῥηθεὶς εὐγενὴς Ἄσιος, ὁ τοῦ Ἕκτορος μήτρως, ὀτρύνων κατὰ Πατρόκλου φησὶ "τίπτε μάχης ἀποπαύεαι; οὐδέ τί σε χρή". ὃ δὴ ὀκνοῦντος στρατιώτου ἐστὶ διεγερτικόν.

(v. 722-725) Εἶτα ἐπάγει ὅσα εἴποι τις ἄν, ἐνδεικνύμενος ἐλάττωσιν ἑαυτοῦ πρός τινα γενναῖον μέν, ὀκνηρὸν δὲ μάχεσθαι "αἴθε ὅσον ἥσσων εἰμί, τόσον σέο φέρτερος εἴην". διὰ τί; "ἵνα στυγερῶς", φησί, "πολέμου ἀπερωήσειας". Ὁ δὲ νοῦς τοῦ εὐκτικοῦ λόγου τοιοῦτος. Τρία ταῦτά εἰσιν· ἐλάσσων, ἶσος καὶ μείζων. ἐλάσσων μὲν οὖν τις ὤν τινος οὐκ ἂν ἔχοι ἐκεῖνον κολάσαι, οὐ μὴν ἀλλ' οὐδὲ ἰσότητα ἔχων κολάσοι ἂν ῥᾳδίως τὸν ἶσον. ἀντιπείσεται γὰρ καὶ αὐτός. εἰ δὲ μείζων γένηται, κολάσοι ἂν τὸν μὴ τοιοῦτον. διὸ εὔχεται ὁ δῆθεν κατὰ πολὺ ἐλάττων Ἄσιος οὐκ ἶσος τῷ κολαστέῳ Ἕκτορι γενέσθαι, ἀλλὰ μείζων, καὶ οὐχ' ἁπλῶς μείζων, ἀλλ' ὅσον ἄρτι ἐλάττων ἐστίν. ὁ δὲ ταῦτα εὐχόμενος καὶ ἑαυτὸν σεμνύνει, ἐὰν οὕτως ἐλάσσων ὢν θαρρῇ κίνδυνον. Ἰστέον δὲ ὅτι καὶ παρὰ τῷ Ὁμηρικῷ ζηλωτῇ Σοφοκλεῖ ἐστι σχῆμα εὐχῆς ὅμοιον ἐν τῷ "ζῴης μοι καθύπερθεν ἐχθρῶν χειρὶ καὶ πλούτῳ, ὅσον νῦν [920] ὑπὸ χεῖρα ναίεις". Τὸ δὲ "στυγερῶς" εἴη ἂν ταὐτὸν τῷ φρικτῶς, καὶ ὡς ἂν στυγέῃ τις.

(v. 724 et 732) Ὅτι ἐφέπειν τὸ κατά τινας ἐλαύνειν λέγει, δὶς ἐνταῦθα εἰπὼν "Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους". καὶ ἔστι καὶ τοῦτο ὅμοιον τῷ "δαιμονίη, τί μοι ἐπέχεις"; (v. 726) Ὅτι θάρσους τὸ "ἔβη ἂν πόνον ἀνδρῶν". τοιοῦτον δὲ καὶ τὸ "δύσετο ὅμιλον", οὗ ἐφεξῆς ὅμοιον καὶ τὸ "ἐν δὲ κλόνον ἧκε κακόν". ὅλον δὲ τὸ "δύσεθ' ὅμιλον ἰών, ἐν δὲ κλόνον τοῖς δεῖνα ἧκε κακόν, τῷ δὲ δεῖνι κῦδος ὄπαζε" σπουδαίου καὶ γενναίου συμμάχου ἐστὶ δηλωτικόν.

(v. 728) Ὅτι οὕτω παρρησιάζεται ὁ ἐκ τοῦ πέπληγα ἐνεστὼς ὁ πεπλήγω, ὥστε καὶ ἀπαρέμφατον αὐτοῦ ἐνταῦθα κεῖται τὸ πεπληγέμεν ὡς ἀρηγέμεν, οὗ προϋπάρχει τὸ πεπλήγειν ὡς ἀρήγειν. [Χρῆσις δὲ τῆς λέξεως ἐν τῷ "ἐκέλευσεν Ἕκτωρ ἵππους ἐς πόλεμον πεπληγέμεν".

(v. 727) Ὅτι δὲ κελεύειν οὐχ' ἁπλῶς τὸ ἐπιτάσσειν κοινότερον ἀλλά ποτε καὶ λέξις ἐστὶ ναυτική, δηλοῖ μὲν καὶ ὁ Κωμικὸς ἐν τῷ "κατακέλευε δή", σὺν ἄλλοις δὲ καὶ ὁ γράψας τό· Χρυσόγονος μὲν ηὔλει τὸ τριηρικόν, Καλλιπίδης δὲ ὁ τραγῳδὸς ἐκέλευεν.] (v. 731 s.) Ὅτι οὕτω δραστικὸς ὁ τοῦ μυθικοῦ Ἀπόλλωνος λόγος τῷ Ἕκτορι γέγονεν, ὥστε "ἄλλους μὲν Δαναοὺς ἔα οὐδ' ἐνάριζεν", ὃ διασαφητικόν ἐστι τοῦ ἔα, "αὐτὰρ ὃ Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους", ὡς προσεχῶς εἴρηται. Ὅτι κἀνταῦθα Πάτροκλος λίθον ἐπαφεὶς τὸν βληθέντα μὲν κατέπεμψεν εἰς Ἅιδου οἰκτρῶς, τοῖς δὲ ἀμφ' αὐτὸν ἐνέσταξέ τι γλυκύτητος, οἷς ἐσάρκασε πρὸς ἀστεϊσμόν.

(v. 734-7343) Φησὶ γὰρ ὅτι λάζετο χειρὶ "πέτρον μάρμαρον ὀκριόεντα, τόν οἱ", ἤγουν ὃν αὐτῷ, "περὶ χεὶρ ἐκάλυψε, ἧκε δ' ἐρεισάμενος, οὐδὲ δὴν χάζετο φωτός, οὐδ' ἁλίωσε βέλος, βάλε δ' Ἕκτορος ἡνιοχῆα Κεβριόνην, νόθον υἱὸν Πριάμοιο, ἵππων ἡνί' ἔχοντα μετώπιον ὀξέϊ λᾶϊ. ἀμφοτέρας δ' ὀφρῦς σύνελεν λίθος, οὐδέ οἱ ἔσχεν ὀστέον. ὀφθαλμοὶ δὲ χαμαὶ πέσον ἐν κονίῃσιν αὐτοῦ πρόσθε ποδῶν. ὃ δ' ἂρ ἀρνευτῆρι ἐοικῶς κάππεσ' ἀπ' εὐεργέος δίφρου", ταὐτὸν δ' εἰπεῖν εὐποιήτου, "λίπε δ' ὀστέα θυμός", ὃ πολλαχοῦ φησιν ὁ ποιητής.

(v. 744-750) Ἐφ' οἷς καιρίως μελετήσας ὁ ποιητὴς [921] σκῶψαί τι, ἐπάγει "τὸν δ' ἐπικερτομέων προσέφης Πατρόκλεις ἱππεῦ· ὢ πόποι, ἦ μάλ' ἐλαφρὸς ἀνήρ, ὡς ῥεῖα κυβιστᾷ. εἰ δή που καὶ πόντῳ ἐν ἰχθυόεντι γένοιτο, πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφῶν νηὸς ἀποθρῴσκων, εἰ καὶ δυσπέμφελος εἴη, ὡς νῦν ἐν πεδίῳ ἐξ ἵππων ῥεῖα κυβιστᾷ ἦ ῥα καὶ ἐν Τρώεσσι κυβιστητῆρες ἔασιν", εἰ καὶ μὴ παραθαλάττιοι αὐτοί εἰσι δηλαδὴ ὡς ἐνεθίζεσθαι κυβιστᾶν. Ἐνταῦθα δὲ σημειοῦνται οἱ παλαιοὶ ἀπῳκισμένην τῆς θαλάττης εἶναι τὴν παλαιὰν Ἴλιον, ὡς καὶ ὁ Γεωγράφος δείκνυσιν. εἰ γὰρ ἦσαν, φησίν, οἱ Τρῶες παράλιοι, τί καινόν, εἰ καὶ ἐκυβίστων; (v. 742) Σημείωσαι δὲ ὡς εἰπὼν ὁ ποιητὴς ἐν συντόμῳ παραβολῇ τὸ ἀρνευτῆρι ἐοικὼς κατέπεσεν ἀπὸ δίφρου, εἶτα εὐθὺς ἐφερμηνεύων πλάττει τὸν Πάτροκλον διασκευάζοντα τὸν τοιοῦτον νοῦν ἐν τῷ "ἦ μάλ' ἐλαφρὸς ἀνήρ", καὶ ἑξῆς τὰ περὶ τοῦ κυβιστητῆρος. Ἔστι γὰρ ἀρνευτὴρ καὶ κυβιστητὴρ τὰ αὐτά, εἰ καὶ σαφέστερον τὸ κυβιστητήρ. Ἀρνευτήρ τε γὰρ ὁ ἐπὶ κεφαλὴν εἰς θάλασσαν δυόμενος καθ' ὁμοιότητα τῆς τῶν ἀρνῶν πορείας, οἳ σκιρτῶντες τοῖς μὲν ὀπισθίοις ποσὶν ἅλλονται, τὴν δὲ κεφαλὴν τῇ γῇ πελάζουσι. [Διὸ καὶ τὸν ἵππουρον ἰχθὺν τὸν καὶ ἱππουρέα διὰ τὸ συνεχὲς ἐξάλλεσθαι ἀρνευτήν τινες ἐκάλουν κατὰ τὴν τοῦ Δειπνοσοφιστοῦ ἱστορίαν], καὶ κυβιστητὴρ δὲ ὁ ἐπὶ κύμβην, ὅ ἐστι κεφαλήν, ὑπὸ τῷ ὕδατι γινόμενος. [Ἢ ὁ κατὰ κύβον ἄνωθεν κάτω βάλλων ἑαυτόν, ὃς δὴ κύβος ἀπὸ τοῦ κύπτειν δοκεῖ παρῆχθαι, ὡς οἷον κατωκάρα κατὰ τοὺς ἐπικύπτοντας γινόμενος ἐν τῷ κατακυλίεσθαι, ἀνακύψαντος τοῦ βῆτα ἐν αὐτῷ, καθὰ καὶ ἐν τῷ καλύπτω καλύβη, βλάπτω βλάβη, κρύπτω ἀποκρυβή. Οὐκ ἂν δὲ εἴη ἐνταῦθα κενὸν ἐπισημήνασθαι, ὅτι τε τρισὶ τὸ παλαιὸν κύβοις [922] ἐχρῶντο καὶ οὐ δύο κατὰ τοὺς ὕστερον. ὅθεν καὶ παροιμία φησὶν ἐπὶ τῶν μηδὲν διὰ μέσου κινδυνευόντων τὸ "ἢ τρὶς ἓξ ἢ τρεῖς κύβους", ἀπὸ τοῦ μεγίστου ἐν πεσσοῖς ἀριθμοῦ, ὅ ἐστιν ἕξ, καὶ τοῦ ἐλαχίστου, ἤγουν τοῦ κύβου, ὅπερ ἐστὶ μονάδος. Διχῶς γὰρ ὁ κύβος, αὐτό τε τὸ ἀναρριπτούμενον, ὡς τὸ "ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι", ὃ παροιμιωδῶς ἡ τραγῳδία ἔφη, καὶ ἡ ἐν αὐτῷ μονάς, ὡς τὸ "βέβληκ' Ἀχιλλεὺς δύο κύβω καὶ τέτταρα", ἤγουν δύο μονάδας καὶ τέτταρα, ὃν στίχον Εὐριπίδης ἐν Τηλέφῳ θείς, ὅπου κυβεύοντας ἥρωας εἰσήγαγε, καὶ μαθὼν ἐπ' αὐτῷ χλευασθῆναι ὡς εὐτελεῖ, καθὰ σκώπτει καὶ ὁ Κωμικός, αἰδεσθεὶς περιεῖλεν ὅλον τὸ ἐπεισόδιον. Ὡς δὲ καὶ καθ' ἕκαστον κύβον, ἤγουν καθ' ἑκάστην μονάδα, ἔπαιζον ἀργύριον ὁρίσαντες, καὶ ὡς οἱ τῆς παιδιᾶς ταύτης τρηματῖται ἀπὸ τῶν ἐν τοῖς κύβοις τρημάτων ἐλέγοντο, δηλοῦσι καὶ αὐτὸ οἱ παλαιοί.] Ὅρα δὲ καὶ ὅτι Αἰνείας μὲν τὸν Μηριόνην ὡς κοῦφα πηδῶντα ὀρχηστὴν πρὸ μικροῦ ἔφη, σκώψας εὐφυῶς καὶ ἐκεῖνος, Πάτροκλος δὲ νῦν τὸν Κεβριόνην ἐπὶ κεφαλὴν καταπεσόντα ἐκ δίφρου κυβιστητῆρι προσφυῶς εἰκάζει ἐξ ὕψους τινὸς ἑαυτὸν εἰς θάλασσαν ῥίπτοντι.

(v. 744) Οὕτως εἰς καιρὸν καὶ σκώμμασιν ἀστείοις παραρτύει τὴν ποίησιν Ὅμηρος, ἅπερ ὅτι κέρτομα, παρασημαίνεται αὐτὸς προθεωρήσας ῥητορικῶς ἐν τῷ "τὸν δ' ἐπικερτομέων προσέφης Πατρόκλεις". Ὅτι δὲ ἡ συχνὴ ἀποστροφὴ αὕτη πάνυ δηλοῖ τὸν ποιητὴν πρὸς τοῦ Πατρόκλου εἶναι ὡς ὑπουργηκότος τοῖς φίλοις Ἀχαιοῖς, ἔτι δὲ καὶ διὰ τὸν Ἀχιλλέα, οὐκ ἔστιν ἀμφιβαλεῖν. οὕτω γοῦν καὶ βραχύ τι ὑποκαταβὰς αὐτὸν προσφωνεῖ. ὡς δὲ καὶ ὁ Κεβριόνης λόγου ἄξιος ἦν, ἐνέφηνε μὲν καὶ ὁ ποιητὴς δαΐφρονα καὶ ἥρωα προσειπὼν αὐτόν, δηλώσει δὲ καὶ ὁ Ἕκτωρ ἐν οἷς αὐτοῦ ὑπερμάχεται.

(v. 734 s.) Ἰστέον δὲ ὅτι κἀνταῦθα γενικὴ μὲν λέξις ὁ πέτρος, καθὰ καὶ ὁ λᾶς, εἰδικὴ δὲ ὁ μάρμαρος, ἀπὸ τοῦ μαρμαίρειν λεχθείς, ὃν ἡ κοινὴ γλῶσσα κατὰ γένος προφέρει οὐδέτερον. [923] Ὀκριόεις δὲ ὁ ἔχων ἄκρας ἤγουν ὀξύτητας. διὸ ἑρμηνεύων ἐπάγει "ὀξέϊ λᾶϊ", ὥσπερ καὶ ἡνιοχῆα εἰπὼν ἐπιφέρει "ἵππων ἡνία ἔχοντα" τρόπῳ ἐτυμολογικῷ. οὕτω δὲ καὶ τὸ "ὃν περὶ χεὶρ ἐκάλυψε" τὸν ἐν ἄλλοις χερμάδιον λίθον διασαφεῖ, ὅ ἐστι τὸν χειροπληθῆ, καὶ οὗ ἔστι τὴν χεῖρα ἐπιμάσασθαι, ἤγουν ἐφάψασθαι, [ὥστε καὶ καλύψαι δακτύλοις ἐν τῷ κρατερῶς αὐτοῦ ἔχεσθαι. διὸ ἔφη "τόν οἱ περὶ χεὶρ ἐκάλυψε".] (v. 736) Τὸ δὲ "ἐρεισάμενος" γενναιότητα βολῆς δηλοῖ. οὐκ ἔστι γάρ τινι βαλεῖν στερεῶς μὴ ἐρεισαμένῳ. Τὸ δὲ "οὐδὲ δὴν χάζετο" τὸ τῆς βολῆς γενναῖον πιθανολογεῖ. ὁ γὰρ μὴ χαζόμενός τινος, ἀλλ' ἐγγὺς δηλαδὴ γεγονώς, δύναιτ' ἂν καὶ γενναίαν ἐκείνῳ ἐντινάξαι πληγήν.

(v. 737) Τὸ δὲ "οὐδ' ἁλίωσε βέλος" ὅμοιόν ἐστι τῷ "οὐχ' ἅλιον ἧκε βέλος". καὶ τοῦτο μὲν κατὰ ἄρσιν. θέσις δ' αὐτοῦ τὸ "βάλε δ' ἡνιοχῆα". Τὸ δὲ ἡνιοχεὺς ἐσχημάτισται παραγώγως, καθὰ καὶ τὸ Αἰθιοπεὺς καὶ ἡγεμονεύς. [Αὐτὰ δὲ καὶ ἐκ τοῦ ἡνιοχεύσω καὶ ἡγεμονεύσω παράγονται.] (v. 739) Τὸ δὲ μετώπιον ἢ καθ' ὁμοιότητα συντέθειται τοῦ ἐνώπιον, ἢ παράγωγόν ἐστι τοῦ μέτωπον, ὡς τοῦ ἴχνος τὸ ἴχνιον.

(v. 740) Τὸ δὲ "ὀφρῦς σύνελεν" ἀντὶ τοῦ συνήγαγεν, οὗ βιαίου ὄντος παρακολούθημα ἡ τῶν ὀφθαλμῶν ἔκπτωσις καὶ τὰ ἐπ' αὐτῷ. Ἐκ δὲ τούτου τοῦ συνελεῖν οἱ μὲν μεθ' Ὅμηρον ῥήτορες ἐφεῦρον τὸ "συνελόντα φάναι", οἱ δὲ γραμματικοὶ τὸ συνῃρημένον. διασαφητικὸν δὲ τοῦ σύνελε τὸ "οὐδέ οἱ ἔσχεν ὀστέον", ἤγουν οὐκ ἀντέσχεν, οὐκ ἀντέβη, ἀλλὰ δηλονότι κλασθὲν συνῃρέθη. Ἰστέον δὲ ὅτι τὸ μὲν "συνεῖλε" προπερισπᾶται διὰ τὸν τροχαϊσμὸν ὡς τὸ συνεῖχε καὶ ὅσα τοιαῦτα, ἐκπεσὸν δὲ τῆς αὐξήσεως προπαροξύνεται.

(v. 745) Τὸ δὲ "ὢ πόποι" κέρτομον ἐνταῦθά ἐστι καὶ οὐκ ἐπὶ θρήνῳ συνήθως ἢ σχετλιασμῷ. Τὸ δὲ "ἐλαφρὸς ἀνήρ" ἐνδείκνυται μὴ τοὺς βαρυσάρκους ἀλλὰ τοὺς ἀβαρεστέρους ἀγαθοὺς εἶναι ῥεῖα κυβιστᾶν. ἐκ τῆς ἐλάφου δὲ παρῆκται [924] καὶ συγκέκοπται ὁ ἐλαφρός. ξύλον δὲ εἰπεῖν ἐλαφρὸν οὐκ ἀσφαλῶς ἔχει. τὸ μέντοι "πλώοιεν ἐλαφρῶς" ἐν Ὀδυσσείᾳ καλὸν καὶ αὐτό. [Πρὸς ὁμοιότητα γὰρ ἐλέχθη νήξεως ἐλάφου κοῦφα καὶ αὐτῆς πλεούσης καὶ οὐδὲ δυσχερῶς. Δῆλον δὲ ὅτι καὶ σκῶμμα ἔστιν ὅτε γίνεται ὁ ἐλαφρός, καθὰ καὶ ὁ κοῦφος καὶ ὁ κενός. δριμύτερον δὲ τούτων, εἰ καὶ δειλός, ἔτι δὲ καὶ εἰ λαμπρῶς κερασφόρος.] (v. 747) Τήθεα δέ, ὧν ὡς ἐπὶ πολὺ ψηλαφηταί εἰσιν οἱ κυβιστητῆρες, εἶδος ὀστρείου παρὰ τὴν Τηθύν, ὅ ἐστι γῆν. γεώδη γάρ εἰσι μᾶλλον τῶν ἄλλων θαλασσίων διὰ τὴν τοῦ περιέχοντος σκληρότητα. ἴσως δὲ καὶ παρωνόμασται τῇ τροφῷ τῶν βρεφῶν τήθη διὰ τὸ τρυφερὸν καὶ οἷον γαλατῶδες καὶ δροσερόν, οὗ χάριν καὶ ἑρσήεντά τις τὰ τοιαῦτά φησι ποιητής. [Περὶ δὲ τηθέων, ἤτοι ὀστρείων, φέρεται παρὰ τοῖς παλαιοῖς καὶ ταῦτα. οὐ μόνον ἰχθύσιν ἐχρῶντο οἱ παλαιοί, ἀλλὰ καὶ ὀστρείοις, καίτοι τῆς τούτων ἐδωδῆς οὐ πολὺ ἐχούσης τὸ ὠφέλιμον καὶ ἡδύ, ἀλλὰ κἀν τῷ βυθῷ κατὰ βάθους κειμένων ὡς μὴ εἶναι εἰς ταῦτα τέχνῃ ἄλλῃ χρήσασθαι ἢ δύντα κατὰ βυθοῦ.] (v. 748) Δυσπέμφελος δὲ πόντος ὁ δυσχείμερος, δι' οὗ δυσχερῶς ναῦς πέμπεται. ὅθεν καὶ Ἡσίοδος δυσπέμφελον τὴν ναυτιλίαν φησί. Ζηνόδοτος δέ, φασί, πληθυντικῶς γράφει, εἰ καὶ δυσπέμφελοι εἶεν οἱ πολλοὶ δηλαδὴ ἐκεῖνοι, οἷς τὰ τήθεα παρατίθενται, ὅ ἐστι δυσάρεστοι, ὡς καὶ Ἡσίοδος "μηδὲ πολυξείνοιο δαιτὸς δυσπέμφελος εἶναι", ὅ ἐστι δύσκολος, δυσμετάπεμπτος. Ἰστέον δὲ ὅτι τὸ δυσπέμφελος ὀφεῖλον, ὥς που καὶ προεδηλώθη, διὰ τοῦ π γράφεσθαι, ὅμως δοκεῖ τρέψαι αὐτὸ εἰς φ πρὸς διαστολὴν τοῦ πέμπελος, ὃ γεροντικὴν ἡλικίαν δηλοῖ.

(v. 749) Τὸ δὲ "ἐν πεδίῳ" ἀστεῖον καὶ αὐτό. καθ' ὕδατος μὲν γὰρ κυβιστᾶν οὐ δεινόν, ἐν πεδίῳ δὲ κλαυσεῖται ἂν ὁ κυβιστῶν προσαράξας τῇ γῇ τὴν κεφαλήν. [Καὶ ἄλλως δὲ εἰπεῖν, πεζεῦσαι μὲν καθ' ὕδατος ἅρμα καὶ ἀναβάτην ἡ ποίησις παραδίδωσιν, ἄνθρωπον δὲ ἐν πεδίῳ ἐξ ἵππων κυβιστᾶν θαλάσσης νόμῳ οὐκ ἂν εἴη. Ὅτι δὲ κυβιστητὴρ καὶ ὁ ὀρχηστής, δηλοῦσι καὶ οἱ ἐφεξῆς που δύο κυβιστητῆρες, οἳ "μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους". Τὸ δὲ "ῥεῖα [925] κυβιστᾷ" δὶς εἶπε διὰ τὸ καίριον τῆς φράσεως. καὶ δῆλον ὡς χρηστὸν μάλιστα τοῦτο. διὸ ἅπαξ εἰπὼν ἀρνευτῆρα, οὐκέτι οὔτ' αὐτὸ εἶπεν οὔτε τι τῶν ἐκείνου. Σημείωσαι δὲ καὶ ὅτι τε τὰ συχνὰ ἐν τοῖς ῥηθεῖσιν ἀσύνδετα πρέπουσιν ἐπὶ κερτομήσει, τὸ "ὢ πόποι", καὶ τὸ "ἦ μαλ' ἐλαφρός", καὶ τὸ "ὡς ῥεῖα κυβιστᾷ" καὶ τὸ "εἰ δή που καὶ πόντῳ" καὶ ἑξῆς, καὶ ὅτι ἡ τῆς παραβολῆς ἐργασία ὡς οἷον ἐκ τοῦ ἐλάττονός ἐστι, λέγοντος τρόπον τινὰ τοῦ Πατρόκλου, ὡς εἰ ἐν πεδίῳ ῥεῖα ἐξ ἵππων κυβιστᾷ, πολλῷ μᾶλλον ἐν θαλάσσῃ ἀπό τινος προβλῆτος, καὶ ὅτι δυνάμενος Ὅμηρος παραβολικῶς τὸν λόγον σχηματίσαι, οἷον· ὡς δὲ κυβιστητὴρ ποιεῖ τάδε, οὕτως ὁ δεῖνα ἔπαθε τάδε, ὅμως δεῖν ἔκρινεν ὡς κέρτομον λόγον πλάσαι αὐτό, λογισάμενος Πατρόκλῳ μὲν πρέπειν τὸ οὕτως εἰπεῖν, Ὁμηρικῆς δὲ ἐμβριθείας πόρρω εἶναι. Οὐ γὰρ πρὸς αὐτοῦ ἦν Ὁμήρου οἰκειοπροσώπως τοιαῦτα παίζειν ἄρτι, ὃς οὐδὲ τῷ Ἕκτορι τοιοῦτόν τι περιθέσθαι ἠθέλησεν, ὡς μετ' ὀλίγα φανεῖται.

(v. 751-753) Ὅτι Πάτροκλος ἐπὶ Κεβριόνῃ βεβήκει "οἷμα λέοντος ἔχων, ὅς τε σταθμοὺς κεραΐζων ἔβλητο πρὸς στῆθος, ἑή τέ μιν ὤλεσεν ἀλκή". Ὅρα δὲ νῦν ὅτι τὸ ἐπί τινι βεβηκέναι ἀντίκειται τῷ ἀμφιβῆναι. ὡς γὰρ πολλαχοῦ δηλοῦται, ἡ ἐπι πρόθεσις ἀντὶ τῆς κατα λαμβάνεται ἔν τισι.

(v. 752) Τὸ δὲ οἷμα συγκοπὴν ἔχει ἐκ τοῦ οἵμημα, ὡς τὸ κῦμα ἐκ τοῦ κύημα ἢ κύκημα. Τὸ δὲ κεραΐζειν ἐπὶ λέοντος οὐ κυριολεκτεῖται, ἐπὶ κερασφόρων δὲ ζῴων. εἴρηται δὲ περὶ αὐτοῦ ἀκριβῶς ἀλλαχοῦ. ἐρεῖ δὲ καὶ μετ' ὀλίγα κεραϊζέμεν πόλιν τὸ ἁπλῶς ἀφανίζειν καί, ὡς εἰπεῖν, κείρειν, κατὰ τὸ "κείρετε, ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι", καὶ "μάχης μήδεα κείρει Ζεύς".

(v. 753) Τὸ δὲ "πρὸς στῆθος" ἰδιότης λέοντος, ὃς οἷα φύσει λακωνίζων ὀκνεῖ τὴν κατὰ νώτου βολήν. διὸ οὐδέποτε προτροπάδην φεύγει. εἰ δὲ καὶ φύγῃ, σὺν φρονήματι τοῦτο ποιεῖ, ὡς αἱ ἱστορίαι δηλοῦσι. Τὸ δέ "ἑή τέ μιν ὤλεσεν ἀλκή" ὅμοιόν ἐστι πρὸς τὸ "φθίσει σε τὸ σὸν μένος".

(v. 756-758) Σημείωσαι δὲ ὅτι λέοντι νῦν παραβαλὼν ἁπλῶς οὕτω μόνον τὸν Πάτροκλον καὶ προσφωνήσας πάλιν αὐτὸν εὐθὺς καὶ ἑτέραν παραβολὴν συνάπτει ἐπί τε αὐτῷ καὶ τῷ [926] Ἕκτορι, λέγων περὶ Κεβριόνου αὐτοὺς δηρινθῆναι κατά τινας, μάλιστα δὲ δηριθῆναι δίχα τοῦ νῦ, ὡς ἀπὸ τοῦ δηρίω δηρίσω τὸ μάχομαι, "λέοντε ὡς, ὥ τ' ὄρεος κορυφῇσι περὶ κταμένης ἐλάφοιο ἄμφω πεινάοντε, μέγα φρονέοντε μάχεσθον". Καὶ ὅρα ὡς μεγαλόφρον καὶ νῦν ζῷον ἱστορεῖ τὸν λέοντα ἐν τῷ "μέγα φρονέοντε", ὃ καὶ ἐπὶ συὸς καὶ λέοντος ἐρεῖ ἐν τοῖς ἐφεξῆς. καὶ εἴη ἂν ὁμοίας ἐννοίας καὶ τὸ μεγάθυμον ταῦρον εἰπεῖν, ὡς πρὸ βραχέων ἐποίησεν. ὅτι δὲ πεινῶν λέων ἀκάθεκτός ἐστι, καὶ ἡ κατὰ τὸν Πάριν καὶ τὸν Μενέλαον προεδήλωσε παραβολή. Φασὶ δὲ καὶ ὡς οὐ διαμάχονται ἀλλήλοις λέοντες, εἰ μὴ πεινῶσι. καὶ νῦν μὲν ἰσοπαλοῦς τῆς μάχης οὔσης, οὕτω παραβάλλει ὁ ποιητὴς αὐτούς, δηλῶν τὴν τῶν ἡρώων πρὸς ἀλλήλους ὁμοιότητα τῇ ἐκ τῶν ὁμοειδῶν ζῴων παραβολῇ, ὁποία τις καὶ πρὸ τούτων ἡ ἐπὶ Σαρπηδόνος καὶ Πατρόκλου, ὅπου αἰγυπιοῖς αὐτοὺς παρέβαλεν. ὅτε δὲ ὑπὸ Ἕκτορι πίπτει Πάτροκλος, ἑτεροειδέσι ζῴοις εἰκάσει αὐτούς, τὸν μὲν συΐ, λέοντι δὲ τὸν Ἕκτορα, ἰσχυροῖς μὲν ἀμφοτέροις, οὐχ' ὁμοίοις δέ, ὡς καὶ πρὸ τούτων λέοντι μὲν τὸν Πάτροκλον εἴκασε, ταύρῳ δὲ τὸν ὑπ' αὐτοῦ ἀναιρεθέντα Σαρπηδόνα. Ὅρα δὲ ὅτι κἀνταῦθα συχναῖς ὁ ποιητὴς χρᾶται παραβολαῖς, εἰωθὼς οὕτω ποιεῖν ἐναργείας χάριν, ὅτε ἀφηγεῖται μεγάλα πράγματα, καὶ ὅτι ἐν τῇ προσεχεῖ παραβολῇ τὸ "λέοντε πεινάοντε μέγα φρονέοντε" κάλλος καίριον ποιεῖ κατὰ τὰ πάρισα, καὶ ὅτι ἀστείως νῦν μὲν πρὸς λέοντας πεινῶντας εἰκάζει τοὺς ἥρωας, ἐφεξῆς δὲ πρὸς λέοντα καὶ σῦν διψῶντας. διὸ ἐνταῦθα μὲν περὶ βρώσεως τὰ ζῷα μάχονται, ἐκεῖ δὲ περὶ πόσεως. Ἰστέον δὲ ὡς ἦν μὲν ὑποθέσθαι μάχεσθαι καὶ ἐν ξυλόχῳ τοὺς εἰρημένους λέοντας, ἀλλ' ὅτι νῦν μὲν ἡ Τρωϊκὴ μάχη ἄνω ὑψοῦ περί που τὴν ἠνεμόεσσαν Ἴλιον, ἐρίζουσι δέ ποτε καὶ λέοντες ἐν ὕψεσι διὰ τὸ ἕως ἐκεῖ φεύγειν τὸ διωκόμενον, διὰ τοῦτο κορυφὴ ὄρους ὑπόκειται καὶ τῷ τῆς ἐλάφου πτώματι καὶ τοῖς ἀμφ' αὐτῇ μαχομένοις μεγάλοις [927] θηρίοις. Ὅτι τὸ ὁμοῦ γενέσθαι τὰ στρατεύματα ἑτερώθι μὲν ἄλλως εἴκασεν, οἷον καὶ ὅτε κόνεως αὐτὰ παρέβαλε συστροφῇ, ἐνταῦθα δὲ καὶ τὸ στάσιμον ἅμα τῶν μαχομένων παραδηλῶν καὶ τὸ οἷον ἐφ' ἑνὸς ἐρριζωμένον, ἐπεὶ "οὐδ' ἕτεροι μνώοντ' ὀλοοῖο φόβοιο", ὑπεμφαίνων δὲ καὶ τὸ ὁμοῦ εἶναι αὐτοὺς καὶ συγκεχύσθαι καὶ ἠχεῖν καὶ πλήττεσθαι, εἰς φηγὸν καὶ μελίην καὶ κράνειαν παραβάλλει αὐτούς, ὡς ῥηθήσεται.

(v. 762-764) Καὶ πρῶτα τέως εἰπών, ὡς "Ἕκτωρ μὲν κεφαλῇφιν ἐπεὶ λάβεν", ἤγουν τῆς τοῦ Κεβριόνου ἐλάβετο κεφαλῆς, "οὐχὶ μεθίει, Πάτροκλος δ' ἑτέρωθεν ἔχεν ποδός, οἳ δὲ δὴ ἄλλοι Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην", (v. 76571) ἐφερμηνεύων τὸ "σύναγον", ἐπάγει τὴν ῥηθεῖσαν παραβολήν, τοιαύτην οὖσαν "ὡς δ' Εὖρός τε Νότος τ' ἐριδαίνετον ἀλλήλοιϊν οὔρεος ἐν βήσσῃς βαθέην πελεμιζέμεν ὕλην, φηγόν τε μελίην τε τανύφλοιόν τε κράνειαν, αἵ τε πρὸς ἀλλήλας ἔβαλον τανυήκεας ὄζους ἠχῇ θεσπεσίῃ, πάταγος δέ τε ἀγνυμενάων, ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπ' ἀλλήλοισι θορόντες δῄουν", καὶ ἑξῆς τὰ δι' ὧν ὑσμίνη συνάγεται.

(v. 764) [Ἰστέον δὲ ὅτι ἐκ τοῦ Ὁμηρικῶς ὑσμίνην ἢ Ἄρην ἢ πόλεμον συνάγειν εἰλῆφθαι δοκεῖ καὶ τὸ παρὰ τοῖς ὕστερον συναγώγιον, τό τε ἄλλο καὶ τὸ ἀπὸ συμβολῶν. ἐκεῖθεν δὲ εἴληπται καὶ τὰ συναγώγιμα παρὰ τῷ Ἀθηναίῳ δεῖπνα καὶ συνάγειν τὸ μετ' ἀλλήλων συμπίνειν, ᾧ λόγῳ καὶ σύνδειπνον ἐλέγετο τὸ συμπόσιον. Εἰ δ' οὕτω τοῦτ' ἐστί, καὶ τὸ συνάγειν προσφυῶς ἐπί τε μάχης ἐπί τε δαιτὸς κοινῆς λέγεται, καλῶς ἄρα οἱ μὴ ἀνθρωπίνως ἀλλὰ κατὰ θηρία δαινύμενοι ἐν τῷ στασιάζειν καὶ διὰ τοῦτο μηδέν τι δαιτὸς ἐσθλῆς ἦδος ἔχοντες δοκοῦσι λέγειν καὶ αὐτοὶ τὸ "δεῦτε, ξυνάγωμεν Ἄρηα" καὶ ὁ τῶν τοιούτων οἶκος κατὰ τὸν ἀστεῖον Δειπνοσοφιστὴν "ὁμοῦ μὲν θυμιαμάτων γέμει, ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων", τὸ Σοφόκλειον. Καλὸν δέ, φησίν, ἐνταῦθα προσθεῖναι καὶ Φιλιππίδου τὸ "τὰ ξίφη δειπνοῦμεν ἠκονημένα". Ἰστέον δὲ ὅτι τὸ ἀπὸ συμβολῆς [928] δειπνεῖν ἐκ κοινοῦ Ἡσίοδος ἔφη. Ἔστι δὲ τοιοῦτον ὁ ἔρανος, ἐν ᾧ συνέβαλλον ἕκαστος τὸ πρὸς ἰσχύος εἰς χρείαν συνδείπνου συμβολιμαίου. ὡς ὅ γε μὴ τοιοῦτος ἀσύμβολος ἐλέγετο διὰ τὸ δωρεὰν δειπνεῖσθαι καὶ ἀδαπάνως. Λέγει δὲ ὁ Ἀθήναιος καὶ ὡς τὴν μὲν ἐπὶ συμποσίῳ συμβολὴν χῶν οἱ Ἀργεῖοι ἐκάλουν, τὴν δὲ μερίδα αἶσαν. Καὶ ἔστι τὸ χῶν ἐκ τοῦ χοῦν, ὅπερ ἐστὶν ἀγγεῖον συμποτικόν, ὃ καὶ χοεὺς Ἀττικῶς λέγεται, οὗ κλίσις χοέως χοῶς ὡς Πειραιῶς. ἀναλογία δὲ αὐτοῦ κατὰ τὸ βῶν. ὡς γὰρ βοῦς βῶς Δωρικῶς, οὕτω καὶ χοῦς χῶς.] (v. 762) Ὅρα δὲ καὶ ἐν τῷ "οὐχὶ μεθίει" τὸ οὐχί ἐπίρρημα, ἐξ οὗ ὀρθῶς ἂν ἐν συναλιφῇ ἐκθλιβείη τὸ δίχρονον, ὥστε οἱ ἐν τῷ οὐχ' οὕτως καὶ τοῖς ὁμοίοις μὴ τιθέντες ἀπόστροφον ὡς μόνου τοῦ χι στοιχείου μεσολαβοῦντος διὰ καλλιφωνίαν, καθὰ τοῦ κ ἐν τῷ οὐκ ἔχω καὶ οὐκ ἄγω καὶ τοῖς τοιούτοις, οὐκ ἀσφαλῶς ἐνίστανται. τὸ μὲν γὰρ οὔκ εὕρηται χωρὶς τοῦ ἰῶτα, οὔχ δὲ οὐχ' εὕρηταί τις εἰπών. Σημείωσαι δὲ ὅπως εὐμεθόδως Ὅμηρος Πάτροκλον τὸν πρὸ ὀλίγου χασάμενον πολλὸν ὀπίσω συνήγαγεν εἰς μάχην τῷ Ἕκτορι, πεσούμενον ὑπ' αὐτῷ.

(v. 765 s.) Τὸ δὲ ἐριδαίνειν ἀλλήλοις ἀνέμους ὥστε κινεῖν ὕλην ὡς ἐπὶ ἐμψύχων τῶν ἀνέμων [γλυκέως] εἴρηται κατὰ ἔθος Ὁμηρικόν. Τὸ δὲ "βαθέην" ἀξιόλογον ὕλην δηλοῖ οὐ μόνον δασεῖαν, ὃ καὶ θάμνοι ποιήσαιεν ἄν, [929] ἀλλὰ καὶ μεγαλόδενδρον, καὶ οὕτω βαθεῖαν, διὰ τὸ ἔχειν φηγὸν καὶ μελίην καὶ τὰ τοιαῦτα. Φυσικῶς δὲ ἔχει τὸ "βαθέην" καθ' ὁμοιότητα τοῦ "ὠκέα Ἶρις" καὶ τῶν τοιούτων, ὡς ἐκ τοῦ βαθύς βαθέος, ὠκύς ὠκέος, ὅθεν προσλήψει τοῦ ἰῶτα ἡ βαθεῖα καὶ ἡ ὠκεῖα γέγονε.

(v. 767) Τανύφλοιος δὲ κράνεια πρὸς διαστολὴν φηγοῦ καὶ μελίης, ὧν ὁ φλοιὸς οὐ ταναός, ἤγουν τετανὸς καὶ οἷον ἱμαντώδης. ὁ γὰρ τῆς κρανείας τοιοῦτος.

(v. 768) Τὸ δὲ "πρὸς ἀλλήλας ἔβαλον" τὸ συνέβαλον δηλοῖ, ὃ διὰ πυκνότητα γίνεται. τοῦτο δὲ συγγενές ἐστι πρὸς τὸ συνάγειν, ἐξ οὗ ὥρμηται ἡ ῥηθεῖσα παραβολή. Τὸ δὲ "τανυήκεας ὄζους" παραγωγήν, φασί, μόνην ἔχει ἀπὸ τοῦ τανύω, καὶ δηλοῖ τοὺς μακρούς. ἐν μέντοι τῷ "τανύηκες ἄορ" ἔγκειται τῇ λέξει, φασί, τὸ ἀκή, ὅ ἐστιν ὀξύτης. γίνεται γὰρ παρὰ τὸ τανύω καὶ τὴν ἀκήν, τὴν ὀξύτητα.

(v. 769) Τὸ δὲ "ἠχῇ θεσπεσίῃ" ἢ πρὸς τὸ πολεμιζέμεν εἴρηται ἢ πρὸς τὸ ἀγνυμενάων. ἐν ἀμφοῖν γὰρ ἠχὴ γίνεται.

(v. 771) Τὸ δὲ "οὐδ' ἕτεροι μνώοντο" ἀντὶ τοῦ οὔτε οἱ Τρῶες οὔτε οἱ Ἀχαιοί. ἐπὶ δύο γάρ τινων καὶ νῦν κυριολεκτεῖται ἡ λέξις τοῦ "οὐδ' ἕτεροι".

(v. 772-775) Ὅτι πολλὴν ἐν πολέμῳ βελῶν ἄφεσιν δηλοῖ περὶ Κεβριόνου ῥηθὲν τὸ πολλὰ τὸν δεῖνα "ἀμφ' ὀξέα δοῦρα πεπήγει ἰοί τε πτερόεντες ἀπὸ νευρῇφι θορόντες, πολλὰ δὲ χερμάδια μεγάλ' ἀσπίδας ἐστυφέλιξε μαρναμένων ἀμφ' αὐτόν".

(v. 775 s.) Οἷς ἐπάγει ὁ ποιητὴς λόγον ἠρέμα παθητικόν, τὸ "ὃ δὲ στροφάλιγγι κονίης κεῖτο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων". Καὶ ὅρα τὸ τοῦ στίχου τούτου ὁλοδάκτυλον, μέγεθος ἔχοντος [930] μετρικὸν καὶ συνεπεκτεινομένου τῷ μεγαλείῳ τοῦ κειμένου καὶ συνεξομοιουμένου ὡς οἷόν τε. ἔχει δέ τι ὄγκου σεμνοῦ ἐνταῦθα καὶ τὸ α πλεονάσαν. τούτῳ δὲ ὁμοίως ὁλοδάκτυλοι καὶ οἱ ἐφεξῆς δύο στίχοι, συνεπικουροῦντες εἰς πλέον τῇ φραστικῇ σεμνότητι ἐν τῇ μακροτέρᾳ διατριβῇ.

(v. 777 s.) Φησὶ γὰρ "ὄφρα μὲν Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει, τόφρα μὲν ἀμφοτέρων βέλε' ἥπτετο, πῖπτε δὲ λαός". οἳ δὴ στίχοι καὶ ἀλλαχοῦ ἐποιήθησαν, εἰωθότος Ὁμήρου μετρεῖν ὥρας ἡμέρας τε καὶ νυκτός.

(v. 779 s.) Ὃς καὶ τὸ ἐφεξῆς "ἦμος δ' ἠέλιος" ἀλλαχοῦ μὲν ἀναπληροῖ διὰ τοῦ "μέσον οὐρανὸν ἀμφιβεβήκει", ἐνταῦθα δὲ διὰ τοῦ "μετενίσσετο βουλυτόνδε", ὅτε καί φησιν, ὡς ὑπὲρ αἶσαν Ἀχαιοὶ φέρτεροι ἦσαν, σεμνύνων καὶ οὕτω τοὺς Ἀχαιοὺς προσπαθῶς. ἄλλως γὰρ οὐκέτι πρὸς Τρώων ἡ αἶσα ἦν, ὡς αὐτὸς ὁ ποιητὴς φθάσας προεξέθετο. Καὶ οὕτω μέν, ὡς ἐρρέθη, σεμνὸν ἐν τοῖς ῥηθεῖσι στίχοις τὸ ὁλοδάκτυλον. τὸ μέντοι ἐν Ὀδυσσείᾳ "τὼ δ' ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν" σεμνὸν μὲν διὰ τοὺς σπονδείους, ἐπίτροχον δὲ διὰ τὸ ὀλιγοσύλλαβον. καὶ ἔστιν οἰκεῖον ἐπιφωνούμενον ἐκεῖ νέοις κατὰ σπουδὴν ὁδεύουσιν.

(v. 773) Ἰστέον δὲ ὅτι τε τὸ "ἰοὶ ἀπὸ νευρῇφι θορόντες" ὅμοιόν ἐστι πρὸς τὸ "ἔβαλεν ἰῷ ἀπὸ νευρῆς", (v. 776) καὶ ὅτι τὸ μεγαλωστί ἀπὸ τοῦ μεγάλως γέγονε πλεονάσαντος τοῦ τι ἐπεκτατικῶς, ὡς καὶ ἐν τῷ οὔ τι καὶ οὕτω τι καὶ τοῖς ὁμοίοις. καθ' ὅμοιον δὲ τρόπον γίνεται καὶ τὸ νεωστί.

(v. 779) Τὸ δὲ νίσσεσθαι πρωτότυπον δοκεῖ, καθὰ καὶ τὸ λίσσεσθαι. εἰ γὰρ κατά τινας ἀπὸ τοῦ νέω ἦν, εἶχεν ἂν διὰ διφθόγγου [931] τὴν ἄρχουσαν. εἰ μὴ ἄρα ὁ ῥηματικὸς χαρακτὴρ εἰς τοῦτο ἐκώλυεν ὁ τοῦ λίσσω, πτίσσω καὶ τῶν ὁμοίων. κεῖται δὲ περὶ τῆς λέξεως ταύτης καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν χρήσιμά τινα. Βουλυτὸς δέ, ὡς καὶ ἐν Ὀδυσσείᾳ, ὁ πρὸς ἑσπέραν καιρός, ὁ δειλινός, ὅτε τοῦ ἐργάζεσθαι τοὺς βόας λύομεν.

(v. 780) [Ἐν τούτοις δὲ φαίνεται καὶ περισσὸς κεῖσθαι σύνδεσμος ὁ και δι' ἀπαρτισμὸν ἀναγκαίου δακτύλου. Εἰπὼν γάρ· ἦμος δ' ἠέλιος ἦν περὶ βουλυτόν, ἐπάγει "καὶ τότε δή ῥ' ὑπὲρ αἶσαν Ἀχαιοὶ φέρτεροι ἦσαν". Ἔνθα καὶ ὁ ῥα σύνδεσμος, οὐ πρὸς ἀνάγκην ἀλλ' ὄγκου χάριν καὶ μύσεως ἀχασμήτου ἐρροίζησεν.] (v. 784 s.) Ὅτι πολυγνώμων ὁ ποιητὴς ὢν ἤδη πρὸς τῷ θανεῖν γεγονότα τὸν Πάτροκλον σεμνύνει ἀριστείᾳ λαμπρᾷ, εἰπὼν "τρὶς μὲν ἐπόρουσε θοῷ ἀτάλαντος Ἄρηϊ, σμερδαλέα ἰάχων", κατὰ μεγαλοφωνίαν πρέπουσαν στρατηγῷ, "τρὶς δ' ἐννέα φῶτας ἔπεφνε". Καὶ ὅρα ὡς καὶ νῦν συνήθως ὁ φιλόμουσος Ὅμηρος ἀριθμῷ τελείῳ ἐχρήσατο μετροῦντι τὰς Μούσας. Τὸ δὲ "ἀτάλαντος Ἄρηϊ" διήρθρωται εἰς σαφήνειαν πλέον ἤπερ τὸ "δαίμονι ἶσος", ὅπερ καὶ πρὸ ὀλίγων ἔφη, καὶ εὐθὺς δὲ ἐφεξῆς ἐρεῖ περιπαθῶς ἐπισυνάπτων τὸ τοῦ Πατρόκλου κακόν.

(v. 7869) Ἐπάγει γὰρ "ἀλλ' ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος, ἔνθ' ἄρα τοι, Πάτροκλ', ἐφάνη βιότοιο τελευτή". λάθρᾳ γὰρ ἤντετο Φοῖβος δεινὸς καὶ ἐποίησε τὰ ῥηθησόμενα. Καὶ ἰδοὺ ἀπροσδόκητος καὶ αὕτη ἀποστροφή. ὁμιλῶν γὰρ κἀνταῦθα ὁ ποιητὴς διηγηματικῶς τῷ ἀκροατῇ περὶ Πατρόκλου στρέφει τὸν λόγον αἴφνης ἐνδιαθέτως πρὸς αὐτὸν δὴ τὸν Πάτροκλον, λυπηρῶς ἐπ' ἐκείνῳ διατιθέμενος καὶ συναχθόμενος, ὡς οἱ παλαιοί φασι, τῷ Ἀχιλλέως ἑταίρῳ, τῷ τοὺς Ἀχαιοὺς περιποιησαμένῳ, τῷ φιλοίκτῳ, τῷ συμπαθεῖ, τῷ ἐνηεῖ. προσφωνήσει δὲ αὐτὸν ὁμοίως καὶ εἰσέτι [932] δὶς ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ.

(v. 787) Ὅρα δὲ καὶ ὡς οὐκ εἶπεν οὐδὲ νῦν ἁπλῶς τελευτὴν τὸν θάνατον, ἀλλὰ μετὰ προσθήκης βιότοιο τελευτήν. ἁπλῶς μὲν γὰρ τελευτὴ τέλος παντὸς πράγματος καὶ τελευτᾶν τὸ πληροῦν, ἐπὶ δὲ θανάτου χρεία προσθήκης, οἷον τελευτὴ βίου καὶ τελευτᾶν ζωήν. ὕστερον μέντοι ταῦτα κατά τι ἰδιάζον δίχα προσθήκης ἐπὶ θανάτου κεῖνται, ὡς καὶ συμφορὰ ἦν μὲν ὅτε χρηστὴν ἐδήλου φοράν, ἤτοι ἀπόβασιν, ὡς τὸ "ἐπὶ συμφοραῖς γεγηθός μοι ἕρπει δάκρυον ὀμμάτων ἄπο". ἡ δὲ νεωτέρα χρῆσις οὐ μέσως ἔχειν ἀφῆκε τὴν λέξιν, ἀλλ' ἐπὶ κακοῦ περιώρισε, συμφορὰν λέγουσα τὴν ἐπὶ οὐκ ἀγαθοῖς τύχην. Ὅτι δὲ τοῦ βιότου τὸ θηλυκὸν ὀξύνεται, δῆλον. βιοτὴ γάρ, ὁμοίως τῷ χόλος χολή, ὦνος ὠνή καὶ τοῖς τοιούτοις.

(v. 788) Ὅρα δὲ τὸ "ἤντετο" δοτικῇ συνηθέστερον συνταχθέν, εἰ καὶ πρὸ τούτων ἄλλως ἔσχεν ἐν τῷ "ἀντήσω τοῦδ' ἀνδρός". [Δῆλον δ' ὅτι διφορουμένου θέματος προῆκται τὸ ἤντετο καὶ τὸ ἀντήσω. τοῦ μὲν γὰρ ἄντω τὸ θέμα, οὗ μέλλων οὐχ' εὕρηται, τοῦ δὲ ἀντῶ, ὡς βοῶ.

(v. 789) Τὸ δὲ "ἤντετο δεινός" ἔχει τι δριμύτητος. οἱονεὶ γάρ φησιν, ὡς οὐχὶ πρᾷος τῷ Πατρόκλῳ ἐπέλασεν ὁ Ἀπόλλων, ἀλλ' ὡς αὐτὸ δὴ τοῦτο Ἀπόλλων. καὶ ἄλλως δὲ φάναι, οὐχ' ὡς οὔλιος Φοῖβος, ἤγουν ὑγιαστικὸς καὶ ὁλότητος ποιητικός, ἐξ οὗ καὶ οὔλειν τὸ ὑγιαίνειν, ἀλλ' ὡς ἕτερον τρόπον οὔλιος, ἤγουν ὀλέθριος.] Ὅτι ἀκόλουθον ἦν τῷ πρὸς Πάτροκλον ποιητικῷ πολλῷ οἴκτῳ σεμνῦναι καινότερον καὶ τὸν αὐτοῦ θάνατον. οὔκουν Ἕκτωρ πρῶτος αὐτὸν βάλλει, ὁ πάνυ φιλοτιμούμενος τοῦτο, οὐ μὴν ἀλλ' οὐδὲ δεύτερος, φθάνει δὲ κακῶς αὐτὸν διαθέμενος πρῶτος ὁ Φοῖβος, οἷς ἔπληξέ τε καὶ ἀφώπλισε καὶ ἔθελξεν, ὡς δειχθήσεται. εἶτα δεύτερος ἐπελθὼν Εὔφορβος βάλλει μετάφρενον. ἐφ' οἷς ὁ Ἕκτωρ οὐτάζει ἐς κενεῶνα καὶ ῥίπτει τὸν ἥρωα, μέγα ποιήσας οὐδὲν κατὰ τὴν Ὁμηρικὴν διασκευήν. ὃ καὶ Πάτροκλος ἐπισημανεῖται, ὅτε εἴπῃ "σὺ δέ με τρίτος ἐξεναρίζεις", οἱονεὶ λέγων ὅτι Φοῖβος μὲν καὶ Εὔφορβος ἔκτανόν με, σὺ δὲ οὐχ' οὕτως, ἀλλὰ πεφονευμένον εὑρὼν ἀριστεῖον ἀποίσῃ τὰ ἔναρα. Διὸ καὶ οὐ γενναῖον αὐτὸν θεωρήσας ἐπάγει τὸ θρυλούμενον, ὡς "τοιοῦτοι [933] εἴ πέρ μοι εἴκοσιν ἀντεβόλησαν", ἔπεσον ἄν. Ἐν τούτοις δὲ σημείωσαι καὶ ὅτι θεραπεία ἐνταῦθα προκαταβέβληται τῆς ἐς ὕστερον ἐπὶ τῷ Ἕκτορι πλασματικῆς διασκευῆς. Εἰ γὰρ καὶ Ἀθηνᾶ που ἀπατήσει τὸν Ἕκτορα πρὸς ἄμυναν Ἀπόλλωνος τοῦ νῦν τὸν Πάτροκλον βλάψαντος, οὐκ ἂν εἴη καινόν, ἥγε καὶ ἐν τῷ Ἐπιταφίῳ ἀποβαλόντος τοῦ Διομήδους τὴν μάστιγα χόλῳ Ἀπόλλωνος αὐτὴ τὸν ἄξονα κατακλᾷ τοῦ τῷ Ἀπόλλωνι φίλου Εὐμήλου. ἀλλὰ ταῦτα μὲν ὕστερον.

(v. 789-800) Τῷ τέως δὲ σεμνύνων τε τὰ κατὰ τὸν Πάτροκλον ὁ ποιητὴς καὶ ἔλεον δὲ κινῶν ἐπ' αὐτῷ λέγει, ὅτι ἠέρι πολλῇ κεκαλυμμένος ἀντεβόλησε Φοῖβος τῷ Πατρόκλῳ, ταὐτὸν δ' εἰπεῖν ἤντετο ἐν ὑσμίνῃ, ὡς ἐρρέθη. Διὸ αὐτὸν ἰόντα κατὰ κλόνον οὐκ ἐνόησε, "στῆ δ' ὄπιθε, πλῆξεν δὲ μετάφρενον εὐρέε τ' ὤμω χειρὶ καταπρηνεῖ, στρεφεδίνηθεν δέ οἱ ὄσσε. τοῦ δ' ἀπὸ μὲν κρατὸς κυνέην βάλεν", ἤγουν ἔρριψε, "Φοῖβος Ἀπόλλων, ἣ δὲ κυλινδομένη καναχὴν ἔχε ποσσὶν ὑφ' ἵππων αὐλῶπις τρυφάλεια, μιάνθησαν δὲ ἔθειραι αἵματι καὶ κονίῃσι, πάρος γε μὲν οὐ θέμις ἦεν ἱππόκομον πήληκα μιαίνεσθαι κονίῃσιν, ἀλλ' ἀνδρὸς θείοιο κάρη χαρίεν τε μέτωπον ῥύετ' Ἀχιλλῆος. τότε δὲ Ζεὺς Ἕκτορι δῶκεν ᾗ κεφαλῇ φορέειν". Ἐφ' οἷς, ὡς εἰκός, παθαινόμενον τὸν φιλέλληνα παραμυθεῖται προαναφωνητικῶς ὁ ποιητὴς εἰπὼν "σχεδόθεν δέ οἱ ἦεν ὄλεθρος" ὥστε οὐδ' ἐπὶ πολὺ φορήσει αὐτήν. καὶ ἦν μὲν παράδοξον καὶ ἡ διὰ τοῦ Φοίβου ἀποβολὴ τῆς κυνέης, οὐ τοσοῦτον δέ. εἰκὸς γὰρ ἦν δόξαι καὶ κατὰ τύχην αὐτὴν καταπεσεῖν. τὸ δὲ ἐπαγόμενον πάνυ τερατῶδες καὶ οἷον μὴ τυχαῖον εἰπεῖν.

(v. 801-806) Φησὶ γὰρ "πᾶν δέ οἱ ἐν χείρεσσιν ἄγη", τουτέστιν ἐάγη, αὐτόματον δηλαδή, "δολιχόσκιον ἔγχος, βριθύ, μέγα, στιβαρόν, κεκορυθμένον. αὐτὰρ ἀπ' ὤμων ἀσπὶς σὺν τελαμῶνι χαμαὶ πέσε τερμιόεσσα, λῦσε δέ οἱ θώρηκα" Φοῖβος. "τὸν δ' ἄτη φρένας εἷλεν", ὡς οἷον ἀεσίφρονα, "λύθεν δ' ὑπὸ φαίδιμα γυῖα", ὡς μηκέτι μηδὲ κυρίως αὐτὰ λέγεσθαι ἅψεα, "στῆ δὲ ταφών". καὶ ταῦτα μὲν τὰ ἐκ τοῦ Φοίβου. ἐξ ὧν πρόχειρος εἰς φόνον τῷ βουλομένῳ Πάτροκλος ἕστηκεν ἐνεὸς μείνας καί, ὡς προελέχθη, θελχθείς. Εἰ γὰρ ἡ λέξις νῦν ἐσιγήθη, ἀλλὰ πραγματικῶς θελχθῆναι φαίνεται ὁ ἥρως. τὸ γὰρ "στρεφεδίνηθεν ὄσσε" καὶ ἡ τῶν φρενῶν ἄτη καὶ ἡ τῶν μελῶν ὑπέκλυσις [934] καὶ ἡ μετ' ἐκπλήξεως στάσις ἔκστασίν τινα καὶ φύσεως ἀργίαν ἐν τῷ Πατρόκλῳ δηλοῖ, ὁποῖόν τι καὶ τὸ θέλγειν ἐστίν. ὃ φράσαι πρὸς ὄνομα μὴ θελήσας ὁ ποιητὴς πραγματικῶς διεσάφησεν. Εἰ δὲ μὴ καὶ πλήττει ξίφει ὁ Φοῖβος ἢ δόρατι τὸν Πάτροκλον, Ὁμηρικὴ καὶ τοῦτο δεινότης. οὐ γὰρ βροτολοιγὸς κατὰ τὸν Ἄρην αὐτός, καὶ οὐδὲ εἰς ἀλληγορίαν εὔοδον ἦν τοῦτο. εἴτε γὰρ ἥλιος ὁ Ἀπόλλων εἴτε τις εἱμαρμένη, οὐ πιθανῶς ἂν ποιηθείη ξίφει πλήττων τινά, ἔκπληξιν δέ τινα, ὡς ἐρρέθη, ἐμποιῶν, ὁποῖα πολλὰ δαιμονίως γίνονται. καὶ τοιάδε μέν, ὡς εἴρηται, τὰ κατὰ τὸν Φοῖβον καὶ οὕτω τὸν Πάτροκλον αὐτὸς ἀναιρεθῆναι προεστήσατο.

(v. 806-808) Ὄπιθε δέ, φησίν, "μετάφρενον ὀξέϊ δουρὶ ὤμων μεσσηγύς", ἢ μεσσηγύ, "σχεδόθεν βάλε Δάρδανος ἀνὴρ Πανθοΐδης Εὔφορβος".

(v. 808 s.) Ὃν καὶ σεμνύνων, ἵνα μὴ καί τις ἀχρεῖος ἀνὴρ ἐπιτολμῆσαι δόξῃ τῷ Πατρόκλῳ, ἐπαινεῖ εἰπὼν "ὃς ἡλικίην ἐκέκαστο ἔγχεΐ τε ἱπποσύνῃ τε πόδεσσί τε καρπαλίμοισιν", ὃ δὴ ἔπαινος ἀριστέως ἐστί.

(v. 8105) Καὶ εἰς δεῖγμα τῆς τοῦ Εὐφόρβου ἀνδρίας προφέρει τὰ ἑξῆς. "καὶ γὰρ δή ποτε φῶτας ἐείκοσι βῆσεν ἀφ' ἵππων, πρῶτ' ἐλθὼν σὺν ὄχεσφι διδασκόμενος πολέμοιο. ὅς τοι πρῶτος ἐφῆκε βέλος, Πατρόκλεις ἱππεῦ. οὐδ' ἐδάμασσ'. ὃ μὲν αὖτις ἀνέδραμε, μίκτο δ' ὁμίλῳ, ἐκ χροὸς ἁρπάξας δόρυ μείλινον, οὐδ' ὑπέμεινε Πάτροκλον γυμνόν περ ἐόντα ἐν δηϊοτῆτι".

(v. 816 s.) "Πάτροκλος δὲ θεοῦ πληγῇ καὶ δουρὶ δαμασθεὶς ἂψ ἑταίρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων".

(v. 818-822) Ἕκτωρ δὲ ἰδὼν καὶ ἀναχαζόμενον καὶ βεβλημένον ἀγχίμολον "ἦλθε κατὰ στίχας, οὔτα δὲ δουρὶ νείατον ἐς κενεῶνα, διαπρὸ δὲ χαλκὸν ἔλασσεν. δούπησε δὲ πεσών, μέγα δ' ἤκαχε λαὸν Ἀχαιῶν".

(v. 815) Καὶ ὅρα τὸ "γυμνόν περ ἐόντα", δι' οὗ καταβάλλει ἀχρειῶν σαφῶς τὴν τοῦ βαλόντος ὀφρύν, ὃς γυμνῷ τῷ Πατρόκλῳ ἐπελθὼν ἐνήργησεν, ὡς μὴ ἄλλως ἂν καταπονηθέντι, εἰ μὴ οὕτως ἐγυμνώθη.

(v. 816) Ὅρα δὲ καὶ τὸ "θεοῦ πληγῇ" μέσως λεχθέν. οὐ γὰρ τὴν διὰ καταπρηνοῦς χειρὸς μόνον δηλοῖ, ἀλλὰ καὶ τὴν ἄλλως, ὡς εἰπεῖν, θεοπληξίαν καὶ θέλξιν.

(v. 789) Ἰστέον δὲ ὅτι [τε τὸ οὐκ ἐνόησε ταὐτόν ἐστι τῷ οὐκ εἶδε διὰ τὸ κεκαλύφθαι δηλαδὴ τὸν Ἀπόλλωνα ἠέρι πολλῇ, τουτέστιν ἀορασίᾳ, σκοτώσει, νεφώσει. καὶ ἔστιν ὁ νοῦς τῆς λέξεως φιλόσοφος. ὡς γὰρ νοῦς ἀκούει, οὕτω καὶ νοῦς ὁρᾷ. οὐκοῦν κυρίως ὁρᾶν τὸ καὶ νοεῖν ἐστι], [935] (v. 792) καὶ ὅτι τὸ στρεφεδινεῖν ἐκ τοῦ στρέφειν καὶ δινεῖν σύγκειται ταὐτοσήμων λέξεων, ὁποῖαι καὶ ἄλλαι ἐν τῇ δ΄ ῥαψῳδίᾳ κεῖνται, [ὅπου καὶ περὶ καπυροῦ ἐρρέθη, ὡς ἐκ τοῦ καίειν καὶ πυροῦν ταὐτολογικῶς ἡ λέξις συντέθειται, ἀφ' ἧς καὶ καπυρίδια παρὰ τῷ Δειπνοσοφιστῇ τὰ καλούμενα, φησί, καὶ τράκτα. Καὶ ὅρα τὴν ἐπὶ ἄρτου χρῆσιν παλαιὰν τοῦ τράκτου. Ἐν δὲ τῷ τοιούτῳ τόπῳ, καὶ φοῦρνον ἐκεῖνός φησι κοινότερον, οὗ παρώνυμον ἱστορεῖ φουρνίκιον ἄρτον, καθὰ τοῦ κλιβάνου τὸν κλιβανίκιον.] (v. 7937) Τὴν δὲ κυνέην πλείονος ἠξίωσε λόγου Ὅμηρος, οὕτω δόξαν αὐτῷ διὰ τὴν τοῦ θείου φίλου Πηλείδου κεφαλήν. διὸ καὶ φιλοτιμεῖται τὴν ἐπ' αὐτῇ φράσιν, αὐλῶπιν καὶ αὐτὴν εἰπὼν τρυφάλειαν καὶ ἱππόκομον πήληκα καὶ ἀμίαντόν ποτε τὰς περὶ τὸν λόφον ἐθείρας καὶ οἵαν μὴ θεμιτὴν εἶναι γῇ πελάζειν. Ἔνθα ὅρα ὅτι καὶ ἐπὶ ἵππου ἔθειρα καὶ κόμη λέγεται, καὶ ὅτι τὸ μιαίνεσθαι κονίῃσι δὶς ἔφη ταὐτολογήσας, καὶ ὅτι διαφόρως κονίην ἑνικῶς καὶ κονίας πληθυντικῶς πολλαχοῦ φησι, καὶ ὅτι τὸ "οὐ θέμις" ἢ ἀντὶ τοῦ οὐ δυνατόν, καθὰ καὶ ἀλλαχοῦ ἡρμήνευται, ἢ ἀντὶ τοῦ ἀθέμιτον. οὐ γὰρ ἁπλῶς ἀνδρὸς ἀλλ' ἀνδρὸς θείου ἐπύκαζε κεφαλήν.

(v. 798) Τὸ δὲ "χαρίεν" δῆλον ὡς ἐπὶ ὀνόματος παροξύνεται, καθὰ δηλοῖ καὶ τὸ χαρίεν πρόσωπον, [καὶ παρὰ Ἀθηναίῳ τό· ἡ νάρκη χαρίεν βρῶμα γίνεται.], καὶ ἀπαιτεῖ τοῦτο ἡ ἀναλογία τοῦ τιμῆεν, φωνῆεν, αἰγλῆεν καὶ τῶν ὁμοίων. τὸ δὲ προπαροξυνόμενον Ἀττικόν ἐστιν, ἐπιρρηματικῶς προενεχθὲν καὶ ἀντὶ τοῦ χαριέντως νοηθὲν παρὰ τοῖς ὕστερον. ὁ δὲ λέγων χάριεν μέτωπον προπαροξυτόνως αἰσχύνει τὸ χαρίεν τῆς ἀναλογίας τῷ βαρβαρισμῷ. Ταὐτὸν δὲ χαρίεν εἰπεῖν καὶ καλόν. διὸ καὶ ἔφη "χαρίεν ᾔσχυνε πρόσωπον". ἀντιπίπτει γὰρ τῷ καλῷ καθὰ τὸ αἰσχρόν, οὕτω καὶ τὸ αἰσχύνειν. [Τὸ δὲ "ἀνδρὸς θείου [936] κάρη ῥύετ' Ἀχιλλῆος" ἐκείνου ἔχεται τοῦ χωρίου, ἔνθα κεῖται τὸ "ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν".] (v. 802) Τὸ δὲ "βριθὺ μέγα στιβαρόν" οὐ κατὰ τὴν Πηλιάδα νοητέον μελίαν, ἣν οὐδεὶς ἕτερος ἠδύνατο πῆλαι, ἀλλ' ὡς ἐνεχώρει τοιοῦτον εἶναι τὸ κατὰ τοὺς λοιποὺς ἥρωας δόρυ. Τὸ δὲ κεκορυθμένον, περὶ οὗ πολλαχοῦ δηλοῦται, νῦν μὲν ἐλλιπές, τὸ δὲ πλῆρες ἐν τῷ "κεκορυθμένον χαλκῷ" ἢ "αἴθοπι χαλκῷ".

(v. 803) Τερμιόεσσα δὲ καὶ νῦν ἀσπὶς ἡ ἐν ἄλλοις ποδηνεκής.

(v. 804) Λύεται δὲ θώραξ τῆς ζώνης πάντως ἀφαιρεθείσης, ὅπερ ἐνταῦθα σεσίγηται ὡς μὴ ἀναγκαῖον ἐκφωνηθῆναι. ἀστεῖον δὲ τὸ εἰπεῖν ὡς λυθέντος τοῦ θώρακος λύθεν ὑπὸ φαίδιμα γυῖα τῷ Πατρόκλῳ.

(v. 806) Τὸ δὲ "ὄπιθεν" ἀπέλευσιν καὶ νῦν ἔπαθε τοῦ σ δι' ἀνάγκην μέτρου. Τὸ δὲ "στῆ δὲ ταφών" ἐνταῦθα μάλιστα καιρίως εἴρηται.

(v. 807 s.) Σημείωσαι δὲ τὸ "σχεδόθεν βάλεν" Εὔφορβος. οὐ γὰρ οὔτασε κατὰ τὴν δύναμιν τοῦ σχεδόθεν, ἐφῆκε δέ, φησί, βέλος οἷα ὑποδεδιώς. διὸ καὶ ἀναχωρεῖ. οὐ μὴν οὐδ' ἁπλῶς ἔβαλε πόρρωθεν, ἀλλὰ σχεδόθεν. οὐ γὰρ πάνυ λίαν ἐδειλία τὸν γυμνόν. οὕτω δὲ καὶ Ἕκτωρ ἀγχίμολον ἐλθὼν οὔτασε καὶ σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα. τί γὰρ ἂν καὶ ἔδεισεν εἰς τὸ πᾶν τὸν καὶ ἀφωπλισμένον καὶ ἤδη φεύγοντα; διὸ καὶ ὠτειλὴν ἐρεῖ τὸ ἐκεῖθεν ἕλκος. Ἐν οἷς ὅρα καὶ ὅτι ταὐτὸν τὸ σχεδόθεν καὶ τὸ ἀγχίμολον. Ὁ δὲ Δάρδανος ἀνήρ πρὸς διαστολὴν Τρωϊκοῦ κεῖται, εἴπερ οἱ Ἰλιεῖς εἰς Τρῶας καὶ Δαρδάνους διῄρηνται. Τὸ δὲ Πανθοΐδης διασαφητικόν ἐστι τοῦ Δάρδανος ἀνήρ, ἵνα μὴ ἄδηλος εἴη καὶ αὐτὸς κατὰ τὸν ἐν τῇ Βοιωτίᾳ ἐκεῖνον Δάρδανον ἄνδρα, περὶ οὗ ἀμφιβολία ἐκεῖ πολλή. Γίνεται δὲ ὁ Πανθοΐδης ἐκ τοῦ Πάνθοος. ὡς ἐκ τοῦ Βοηθόος ὁ ἐν Ὀδυσσείᾳ Βοηθοΐδης Ἐτεωνεύς. Ἐν δὲ τῷ "ἡλικίην ἐκέκαστο" πρόθεσις λείπει, ἵνα ᾖ, ὅτι κατὰ τοὺς ὁμήλικας ἢ περὶ τοὺς ὁμήλικας ἦν τοιόσδε ὁ Εὔφορβος.

(v. 810) Τὸ δὲ "βῆσεν ἀφ' ἵππων" ἢ ἀντὶ τοῦ ἀνελών κατέρριψεν ἢ ἀντὶ ἐκ τῶν ὀχημάτων ἀνέτρεψε. Σύνηθες γάρ, φασί, τοῖς ἀρχαίοις ἁρματομαχεῖν ἐσφαιρωμένοις χρωμένους δόρασιν. Ὅτι δὲ ὁ τοῦ Εὐφόρβου ἔπαινος αὔξει τὴν τοῦ Πατρόκλου ἀρετήν, εἴγε ὑπὸ τοιούτου βέβληται, καὶ πρὸ βραχέων ὑπεδηλώθη.

(v. 811) Ὅρα δὲ καὶ ὅτι γενικῇ συνέταξε τὸ διδάσκεσθαι, εἰπὼν "διδασκόμενος πολέμοιο", [937] ἀσυνήθως τοῖς πολλοῖς, ὁποῖόν τι καὶ τὸ "ἐπειγόμενός περ ὁδοῖο". γίνεται δὲ ἡ τοιαύτη σύνταξις ἢ κατ' ἔλλειψιν, ἵνα ᾖ διδασκόμενος περὶ πολέμου, ὥσπερ καὶ ἐπειγόμενος ἐπὶ ὁδοῦ, ἢ καὶ ἄλλως, καθ' ὁμοιότητα τοῦ εἰδώς. ὡς γὰρ ἐκεῖνο γενικὴν ἔχει σύνταξιν, ὅτε ληφθῇ ἀντὶ τοῦ εἴδησιν ἔχων, οὕτω καὶ τὸ διδασκόμενος συντάσσοιτο ἂν γενικῇ ἀναλυθὲν εἰς τὸ διδασκαλίαν ἔχων. [(v. 808) Ἰστέον δὲ ὅτι Εὔφορβος ἀναπτυσσόμενος ἐτυμολογικῶς εἴη ἂν εὐτραφής, ἵνα διαστέλλοιτο τοῦ ἰσχνοῦ καί, Ἀττικῶς εἰπεῖν, λίσπου. Δῆλον δ' ὅτι ἐκ τοῦ φέρβω, τουτέστι τρέφω, ἐξ οὗ καὶ φορβὰς γυνὴ παρὰ Σοφοκλεῖ, φασίν, ἐν Φοίνικι, ἡ πολλοῖς προσομιλοῦσα τροφῆς χάριν, ἢ καὶ ὡς οἷον φορβάς, ἤγουν γῆ, κατὰ τὸ "φορβάδος ἔκ τε γᾶς ἑλεῖν". Τοῦτο δὲ διὰ τὸ χαμαὶ κεῖσθαι καὶ οὕτω σποδεῖσθαι κατὰ τὴν κωμῳδουμένην σποδησιλαῦραν, καθὸ καὶ χαμαιτύτη λέγεται. ἡ δὲ ῥηθεῖσα ἔννοια καὶ ἐργάτιν τὴν τοιαύτην ἐθέλει καλεῖσθαι γυναῖκα καὶ παχεῖαν δὲ διὰ τὸ πολύτροφον, ἤδη δὲ καὶ πανδοσίαν παρὰ Ἀνακρέοντι. ἀκόλουθον δὲ τῇ πανδοσίᾳ καὶ τὸ δῆμον αὐτὴν λέγεσθαι παρὰ Ἀρχιλόχῳ, καθὰ καὶ λεωφόρον, ὡς Ἀνακρέων. καὶ οὕτω μὲν ταῦτα.] (v. 812) Τὸ δὲ "ἐφῆκε βέλος" διαφοράν τινα ἔχειν δοκεῖ πρὸς τὸ ἀφῆκε, καὶ συντελεῖ τι πρὸς τὸ "σχεδόθεν βάλεν". οἱονεὶ γάρ φησιν, ὡς οὐκ ἀφῆκε βέλος μακρόθεν, ἀλλ' ἐφῆκεν, ἤτοι ἐνέβαλεν, ἐγγύθεν.

(v. 813) Τὸ δὲ "αὖτις ἀνέδραμε, μίκτο δ' ὁμίλῳ" ἶσόν ἐστιν εἰς νοῦν τῷ "ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο". μετ' ὀλίγα δὲ καὶ ἂψ ἀναχάζεσθαι λέγει τὸ αὖτις ἀναδραμεῖν. ἐν τοῖς ἐφεξῆς δὲ σαφέστερον φράζων ἀναχωρῆσαι τοῦτό φησι.

(v. 814) Τὸ δὲ "ἁρπάξας" δειλίαν καὶ αὐτὸ τοῦ Εὐφόρβου κατηγορεῖ. οὐ γὰρ ἁπλῶς ἐξέσπασε δόρυ ἐκ τοῦ Πατρόκλου, ἀλλ' ἁρπάξας, μὴ καὶ πάθοι τι κακὸν ὑπὸ τοῦ γυμνοῦ. Τὸ δὲ "οὐδ' ὑπέμεινεν" ἀντὶ τοῦ οὐκ ἐκαρτέρησεν, ὅπερ ἀνέμεινέ φασιν οἱ μεθ' Ὅμηρον. ὅτι δὲ ἐκ τοῦ τοιούτου ὑπομένειν καὶ ἡ ὑσμίνη κατά τινας, ἤδη προγέγραπται.

(v. 823-828) Ὅτι μὴ οἷός τε ὢν ὁ ποιητὴς ἐν τοῖς μεγάλοις ἀπέχεσθαι τοῦ παραβολικοῦ ὡς ἐν ποιήσει ἀρτύματος λέγει καὶ ἐνταῦθα οὕτως "ὡς δ' ὅτε σῦν ἀκάμαντα λέων ἐβιήσατο χάρμῃ, ὥ τ' ὄρεος κορυφῇσι μέγα [938] φρονέοντε μάχεσθον πίδακος ἀμφ' ὀλίγης, ἐθέλουσι δὲ πιέμεν ἄμφω, πολλὰ δέ τ' ἀσθμαίνοντα λέων ἐδάμασσε βίῃφι, ὣς πολέας πέφνοντα Πάτροκλον Ἕκτωρ ἔγχεϊ θυμὸν ἀπηύρα", ἤγουν ἀνεῖλε.

(v. 825) Καὶ ὅρα τὸ "πίδακος ἀμφ' ὀλίγης". Ἐν γὰρ ἀφθόνως ῥέοντι ὕδατι οὐκ εἰκὸς αὐτοὺς εἰς μάχην ἐλθεῖν. ἐν δὲ βραχείᾳ πίδακι διὰ πολὺ δίψος ἀποθρασυνθείη ἂν κατὰ λέοντος ὁ σῦς, ἔνθα καὶ ὥσπερ ἆθλον πρόκειται τῷ νικήσαντι τὸ ποτόν. Ὥσπερ δὲ λέοντα καὶ σῦν ἡ παραβολὴ αὕτη συνήγαγε μάχεσθαι διὰ πολὺ δίψος, οὕτω πρὸ ταύτης δύο λέοντας τὸ πεινᾶν, ὡς καὶ προσεσημείωται. Νοητέον δὲ ὡς τῇ ὀλίγῃ παραβολικῇ πίδακι, περὶ ἧς τὰ ῥηθέντα θηρία μάχονται, ἀναλογοίη ἄν τι τὸ στενὸν καὶ οὕτω ὀλίγον τοῖν στρατοῖν μεταίχμιον. Ὅρα δὲ καὶ ὅτι τὸν μὲν σῦν, ᾧ παραβάλλει τὸν Πάτροκλον, ἐπιθέτῳ ἐκόσμησεν, ἀκάμαντα εἰπών, τὸν δὲ λέοντα δίχα ἐπιθέτου προήγαγεν, οὐ θέλων καὶ αὐτὸν σεμνῦναι διὰ τὸ ἐπὶ τῷ Πατρόκλῳ πάθος.

(v. 824) Τὸ δὲ μέγα φρονεῖν ἀμφοῖν ἐκοινώσατο.

(v. 823) Τὸ δὲ "ἐβιήσατο" καὶ ἐπὶ ὄνου τέθειται παρὰ τῷ ποιητῇ. [Δῆλον δ' ὅτι τὸ βιῶ, οὗ μέλλων βιήσω καὶ μέσος ἀόριστος τὸ βιήσατο, πρωτότυπόν ἐστι τοῦ βιάζω, οἷον "βιάζετο γὰρ βελέεσσι". μυρία δὲ ἄλλα τοιαῦτα.] Ὅτι ὡς ἐν ἠθοποιΐας λόγῳ πλάττει ὁ ποιητὴς τὸν Ἕκτορα λέγοντά τινα ἐπὶ τῷ Πατρόκλῳ κειμένῳ, ἐμβριθῶς μέντοι. καὶ οὐδέν τι σαρκαστικὸν ὅλως ἢ ἀστεῖον ὁ ἥρως λαλεῖ καὶ οἷον γαργαλίσαι καὶ διαχέαι ἀκροατήν, ὡς εἶχον ἄλλαι τινὲς πρὸ ταύτης ἠθοποιΐαι Ὁμηρικαί.

(v. 830-842) Εἰσὶ δὲ ἃ λέγει τοιαῦτά τινα "Πάτροκλε, ἦ που ἔφησθα πόλιν κεραϊζέμεν ἀμήν", ὅ ἐστιν ἡμετέραν, "Τρωϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας", ὅ ἐστι δουλώσας, ἄξειν οἴκαδε. "νήπιε, τάων δὲ πρόσθεν Ἕκτορος ὠκέες ἵπποι ποσσὶν ὀρωρέχαται πολεμίζειν", ὅπερ ἐστὶ περίφρασις τοῦ αὐτῶν δὲ ὁ Ἕκτωρ προμάχεται. "ἔγχεϊ δ' αὐτὸς Τρωσὶ φιλοπτολέμοισι μεταπρέπω, ὅς σφιν ἀμύνω ἦμαρ ἀναγκαῖον· σὲ δέ τ' ἐνθάδε γῦπες ἔδωνται. ἆ δεῖλ', οὐδέ τοι ἐσθλὸς ἐὼν χραίσμησεν Ἀχιλλεύς, ὅς πού τοι", ἤγουν ὃς ἴσως σοι, "μάλα πολλὰ μένων ἐπετέλλετο ἰόντι· μή μοι πρὶν ἰέναι, Πατρόκλεις ἱπποκέλευθε, νῆας ἐπὶ γλαφυράς, πρὶν Ἕκτορος [939] ἀνδροφόνοιο αἱματόεντα χιτῶνα περὶ στήθεσσι δαΐξαι. ὥς πού σε προσέφη, σοὶ δὲ φρένας ἄφρονι πεῖθεν". ὃ καὶ εἰς παροιμίαν ἔπεσε. Καὶ ὅρα τὸ ἀστεῖον ἀντιθετικὸν παρήχημα τοῦ "φρένας ἄφρονι", καὶ ὅτι σαφῶς καὶ νῦν ἡρμήνευσε τὸ "νήπιε", καὶ ὅτι λεληθότως οὐδὲ τὸν Ἀχιλλέα ἔξω τοῦ τοιούτου σκώμματος τίθεται, εἰ τὸν φίλτατον ἀδυνάτοις ἐγχειρεῖν πείθει καθαπτόμενος ἐκείνου, καὶ ὅτι μένων αὐτὸς ἰέναι τῷ Πατρόκλῳ εἰς τοιοῦτον ἀργαλέον ἐπιτάττει πόλεμον καὶ θηρᾶν τὰ ἀμήχανα. Τεχνικὸν δὲ τοῦ Ἕκτορος καὶ τὸ ἠθοποιΐαν ἔκ τε τοῦ Πατρόκλου καὶ ἐκ τοῦ Ἀχιλλέως πορίσασθαι, διὸ καὶ τρὶς ἐνταῦθα κεῖται τὸ που διστακτικὸν ἐπίρρημα ἐν τῷ "ἦ που ἔφησθα", καὶ "ὅς πού σοι ἐπετέλλετο", καὶ "ὥς πού σε προσέφη". οὐ γὰρ εἰδὼς λέγει, ἀλλὰ στοχαζόμενος ὡς ἐν ἠθοποιΐαις. βραχεῖαι δὲ αὗται διὰ τὸ τοῦ καιροῦ κατεπεῖγον. δίστιχος μὲν γὰρ ἡ ἐκ τοῦ Πατρόκλου, εἶτα τριῶν ἐπῶν ἡ τοῦ Ἀχιλλέως. Πολὺ δὲ καὶ τὸ μεγαλόφρον ὁ Ἕκτωρ ἐμφαίνει τοῖς οἰκείοις ἐπαίνοις, ἐν οἷς περιαυτολογῶν ἀνεπαχθῶς καὶ συνήθως τῷ τε οἰκείῳ ἐναβρύνεται ὀνόματι ὡς περικλύτῳ, Ἕκτορος εἰπὼν ὠκέες ἵπποι ἀντὶ τοῦ ἐμοῦ, καὶ περιᾴδεσθαι δηλοῖ καὶ τοῖς ἐχθροῖς ἐπὶ ἀνδρίᾳ, ὥστε καὶ τὸν Ἀχιλλέα οὐ Πριαμίδην ἤ τι τοιοῦτον ἀλλ' ἀνδροφόνον ἐπονομάζειν αὐτόν. καὶ νῦν μὲν οὕτω μέγα φρονεῖ. ἔσσεται δὲ ἦμαρ ἐν τοῖς ἑξῆς, ὅτε ταπεινότερα φθέγξεται. Σημείωσαι δὲ καὶ ὡς πάνυ δεξιῶς κἀνταῦθα τῷ ἀκροατῇ μνήμην τοῦ φίλου Ἀχιλλέως ὁ ποιητὴς ἀνεκίνησε, μεμφομένῳ που τὸν Ἕκτορα, εἰ πλαγίως ἐθέλει καταφέρεσθαι τοῦ καλοῦ Ἀχιλλέως, ἐσθλὸν μὲν ἐκεῖνον εἶναι εἰπών, μένειν δὲ ὅμως οἷα ὀκνοῦντα τὴν μάχην.

(v. 830) Κεραΐζειν δὲ ὅτι τὸ ἁπλῶς φθείρειν καὶ ἀφανίζειν, ἱκανῶς προδεδήλωται.

(v. 832) Τὸ δὲ ἄξειν γυναῖκας ἐπὶ αἰχμαλωσίᾳ κεῖται, ὅθεν καὶ ἡ ἀπαγωγὴ παρὰ τοῖς ὕστερον, [ἔτι δὲ καὶ τὸ ναυτικὸν ἀγώγιμον, οὗπερ ἐνδεικτικόν ἐστι τὸ ἄξειν ἐν νήεσσι γυναῖκας.] Τὸ δὲ "νήπιε", ὥσπερ καὶ τὸ "σοὶ δὲ ἄφρονι" στρυφνὸν καὶ αὐτὰ τὸ τοῦ Ἕκτορος ἦθος χαρακτηρίζει καὶ οὐκ εὐδιάχυτον. σκώπτει γὰρ ἐν τούτοις τὸν κείμενον, οὐ μόνον ὡς ἀδύνατα ἠλπικότα, ἀλλὰ καὶ ὅτι ἔμαθεν ἐκεῖνον πρὸ μικροῦ ἐν μέσῃ τῇ μάχῃ κερτομοῦντα [940] καὶ ἀστεϊζομενόν.

(v. 834) Τὸ δὲ "ὀρωρέχαται" Ἰωνικῶς φρασθὲν οὐκ ἄλλως ἢ διὰ τοῦ ἐτανύσθησαν ἑρμηνεύεται, ὅπερ οὐ πρὸ πολλῶν ἐφάνη ἐπὶ ἵππων συντόνως τρεχόντων λεγόμενον. δῆλον δὲ ὅτι τὸ ποσὶν ὀρέγεσθαι πρὸς διαστολὴν λέγεται τοῦ χερσίν, ὅθεν καὶ μελία ὀρεκτή. Τὸ δὲ πολεμίζειν καὶ πολεμιστὰς ἵππους ὀνομάζει πρὸς διαστολὴν τῶν ἢ φευγόντων ἢ ἄλλως ἐναγωνίων.

(v. 836) Ἦμαρ δὲ ἀναγκαῖον τὸ τῆς ἁλώσεως καὶ δουλώσεως, ἐν ᾧ τις ἀνάγκην πάσχει, ὅθεν καὶ παρὰ Σοφοκλεῖ ἀναγκαία τύχη ἡ δουλική, καθ' ἣν οὐ ζῇ τις, ὡς βούλεται, [ἀλλὰ δουλικῶς. διὸ καὶ ἀντετέθη τὸ ἐλεύθερον ἦμαρ καὶ τὸ ἦμαρ ἀναγκαῖον.] (v. 837) Τὸ δὲ "ἆ δειλέ" καὶ ἐν ἄλλοις ῥηθὲν προδιασεσάφηται. Ὅτι ἡρωϊκὸν καὶ ἀξιομίμητον τὸ τοῦ Πατρόκλου ἦθος. καὶ πνέων γὰρ τὸ λοίσθιον καὶ κατὰ τὸν ποιητὴν ὀλιγοδρανέων, ἀλλὰ καὶ οὕτως, εἰ καὶ νήπιος ὑπὸ Ἕκτορος προσερρέθη καὶ ἄφρων, μεστός ἐστιν ὅμως φρονήματος, καὶ λόγοις ἐρεθίζει τὸν Ἕκτορα, καταβάλλων αὐτοῦ τὸ ἔργον ὡς εἰκῇ μεγάλα εὐχομένου.

(v. 844-846) Φησὶ γάρ, ἃ δὴ κατὰ ἀλαζόνος μαχητοῦ παρῳδηθήσονται "ἤδη νῦν, Ἕκτορ, μεγάλ' εὔχεο· σοὶ γὰρ ἔδωκε νίκην Ζεὺς καὶ Ἀπόλλων, οἵ μ' ἐδάμασσαν ῥηϊδίως. αὐτοὶ γὰρ ἀπ' ὤμων τεύχε' ἕλοντο".

(v. 847 s.) Εἶτα καὶ νίκης ἀντιποιεῖται, εἰπὼν ἐκεῖνο δὴ τὸ ὑπερβάλλον "τοιοῦτοι δ' εἴ πέρ μοι ἐείκοσιν ἀντεβόλησαν, πάντες ἂν αὐτόθι ὤλοντο ἐμῷ ὑπὸ δουρὶ δαμέντες". Προσερεθίζει δὲ καὶ εἰσέτι πολλοστὸν αὐτὸν εἰπὼν ἐν τοῖς τὸν Πάτροκλον ῥίψασιν.

(v. 849 s.) Ἐπάγει γὰρ "ἀλλά με μοῖρ' ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱός, ἀνδρῶν δ' Εὔφορβος· σὺ δέ με τρίτος", ὡς καὶ προερρέθη, "ἐξεναρίζεις".

(v. 851-854) Εἶτα προλέγει καὶ αὐτὸς ἐν Ὁμηρικῷ προαναφωνήσεως σχήματι κατὰ τὸ "σχεδόθεν δέ οἱ ἦεν ὄλεθρος", "ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν· οὔ θην οὐδ' αὐτὸς δηρὸν βέῃ", τουτέστιν, οὐ δὴ οὐδὲ σὺ ἐπὶ πολὺ ζήσεις, βιώσῃ, "ἀλλά τοι ἤδη ἄγχι παρέστηκε θάνατος καὶ μοῖρα κραταιὴ χερσὶ δαμέντι Ἀχιλλῆος", ὃν καὶ πρὸς αὐτῷ τῷ ἐκπνεῦσαι γεγονὼς σεμνύνει ἀμύμονα εἰπών. Ἔστι δὲ δόγμα παλαιὸν ὡς ὅτι ἀπαλλασσομένη σώματος ἡ ψυχὴ καὶ θείᾳ φύσει ἐγγίζουσα ἔχει τι μαντικῆς. Ἀρτέμωνα δέ φασι τὸν Μιλήσιον λέγειν ἐν τῷ Περὶ ὀνείρων, ὡς, ὅτε ἀθροισθῇ ἡ ψυχὴ [941] ἐξ ὅλου τοῦ σώματος πρὸς τὸ ἐκκριθῆναι, μαντικωτάτη γίνεται, καὶ Πλάτων δὲ ἐν Ἀπολογίᾳ Σωκράτους φησὶν "ἐνταῦθα γέγονεν, ἐν ᾧ μάλιστα ἄνθρωποι χρησμῳδοῦσιν, ὅταν μέλλωσιν ἀποθανεῖσθαι".

(v. 849 s.) Ἰστέον δὲ ὅτι μοίρας μὲν καὶ Φοίβου εἰς ἕν[, ὡς εἰκός,] ληφθέντων κατὰ πολυωνυμίαν τινὰ τρίτος Ἕκτωρ ἐναρίζει τὸν Πάτροκλον. Ἄλλως δέ γε ἰδίᾳ νοηθείσης μοίρας, ἰδίᾳ δὲ Φοίβου, πολλοστός, ὡς ἐρρέθη, καὶ οὐ κυρίως τρίτος ἐναρίζει τὸν κείμενον. Πρόδηλον δὲ ὅτι μυριαχοῦ οἷά τις εἱμαρμένη καὶ ὁ Φοῖβος λαμβάνεται, καθὰ καὶ ὁ Ζεύς. διὸ καὶ Πάτροκλος φθάσας εἰπεῖν, ὅτι Ζεύς με καὶ Φοῖβος ἐδάμασεν, εἶτα ὡς ταὐτὸν λέγων ἔφη "ἀλλά με μοῖρα καὶ Λητοῦς ἔκτανεν υἱός". Περὶ δὲ τῆς ἐπὶ φόνῳ τῶν εἴκοσιν ἀνδρῶν ἀγερωχίας τοῦ Πατρόκλου, εἴπερ ἦσαν ἐκεῖνοι κατὰ τὸν Ἕκτορα, τὸ μὲν ἤδη ῥηθὲν κείσθω. Ἔστι δὲ εἰπεῖν καὶ ὅτι ἄτης ἑλούσης, ὡς ἐρρέθη, αὐτοῦ τὰς φρένας τοῦτο ἔφη, τυχὸν δὲ καὶ βαρυνθείς, ἐφ' οἷς ὁ Ἕκτωρ τὸν Ἀχιλλέα ὕβρισε.

(v. 852) Τὸ δὲ "βέῃ" ποιητικὴ λέξις ἀσυνήθης ἐκ τοῦ βέω βῶ θέματος, ἐξ οὗ ἴσως κατὰ πλεονασμὸν γίνεται τὸ βιῶ, ὡς μειδῶ μειδιῶ, [ἔτι δὲ καὶ κατηφῶ κατηφιῶ, ὧν αἱ χρήσεις πρόδηλοι. οὕτω δὲ καὶ ἐκ τοῦ λῶ, τὸ θέλω, οὗ δεύτερον λᾷς καὶ λῇς, ὡς τὸ "αἰ δὲ λῇς, αὐγάσδεο", ἐπενθέσει τοῦ ι γίνεται λιῶ, ἀφ' οὗ λελιημένος ὁ θέλων, ὅπερ ἐστὶν ἐπιθυμῶν.] Ἐκ δὲ τοῦ βέω γίνεται [καὶ] τὸ βείω, οἷον "τέκνον ἐμόν, τί νυ βείομαι αἰνὰ παθοῦσα;" (v. 853) Τὸ δὲ "ἄγχι παρέστηκεν" ἐπίτασίς ἐστι τῆς τοῦ θανάτου ἐγγύτητος. ἤρκει μὲν γὰρ καὶ τὸ παρέστηκεν, ἐπετάθη δὲ μᾶλλον διὰ τοῦ ἄγχι.

(v. 856 s.) Ὅτι τὸ "ψυχὴ δ' ἐκ ῥεθέων πταμένη Ἄϊδόσδε βεβήκει, ὃν πότμον γοόωσα, λιποῦσ' ἀνδροτῆτα καὶ ἥβην" ἐστὶ μὲν ὅμοιον τῷ "ὦκα δὲ θυμὸς ᾤχετ' ἀπὸ μελέων", ἐν τοῖς μετὰ ταῦτα δὲ καὶ [942] ἐπὶ Ἕκτορι θανόντι ἀπαρῳδήτως ῥηθήσεται. Ἔτι δὲ ὡς ἐνταῦθα ὁ Ἕκτωρ τὸν Πάτροκλον, οὕτω καὶ ὁ Ἀχιλλεὺς ἐκεῖ τὸν Ἕκτορα καὶ τεθνειῶτα προσαυδᾷ οἷα θέλει.

(v. 859-861) Λέγει δὲ νῦν ὁ Ἕκτωρ τὴν ἀγαθὴν ἐλπίδα προβεβλημένος οὕτω "Πατρόκλεις, τί νύ μοι μαντεύεαι αἰπὺν ὄλεθρον; τίς δ' οἶδ' εἴ κ' Ἀχιλλεὺς φθῄη", ἤγουν φθαίη ὁμοίως τῷ σταίη στῄη, βαίη βῄη, "ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσαι;" Καὶ ὅρα ὡς οὐκ ἀποφαινόμενος λέγει ἀναφανδὸν κρείττων εἶναι τοῦ Ἀχιλλέως. τὸ γὰρ "τίς οἶδεν" ἐνδοιάζοντός ἐστι [καὶ νῦν] κατ' ἐρώτησιν. οὐ ταὐτὸν δὲ ἐρωτῆσαι καὶ ἀποφήνασθαι. ἔτι δὲ καὶ τὸ "φθαίη δουρὶ τυπείς" οὐκ ἀνδρίας δήλωσις ἀλλὰ προβολῆς δόρατος.

(v. 856) Ἰστέον δὲ ὅτι ῥέθεα οἱ μὲν ἄλλοι τὰ μέλη φασί, Αἰολεῖς δὲ μόνοι κατὰ τοὺς παλαιοὺς τὸ πρόσωπον ῥέθος καλοῦσιν, ἐπεὶ δι' αὐτοῦ ῥέα, ἤγουν εὐκόλως, ἦθος διαφαίνεται. ὅθεν καὶ παρ' Ὁμήρῳ τὸ "ψυχὴ δὲ ἐκ ῥεθέων πταμένη" τινὲς μὲν ἀντὶ τοῦ ἐκ μελῶν νοοῦσι. πνευματοποιὸς γάρ, φασίν, ἡ ψυχὴ οὖσα κατὰ πᾶν οἰκεῖ τὸ σῶμα. ἕτεροι δὲ ῥέθος νοοῦντες τὸ πρόσωπον ὕστατόν φασιν ἐντεῦθεν τὸ πνεῦμα ἀναχωρεῖν.

(v. 857) Εἰς δὲ τὸ "ὃν πότμον γοόωσα" καὶ ἑξῆς, φασὶν οἱ παλαιοὶ λυπεῖσθαι αὐτὴν ὡς ἀκμάζον ἀφιεῖσαν σῶμα καὶ δεδοικυῖαν μὴ μεταγγισθεῖσα, ὡς καὶ Πυθαγόρᾳ δοκεῖ, περιπέσῃ ἀναξίῳ σώματι. Φασὶ δὲ καὶ τὴν ἀνδροτῆτα φύσιν ἀνδρὸς καὶ ἀνθρωπότητα. τὴν γὰρ ἀνδρίαν, φασί, σύμφυτον καὶ ἰδίαν οὖσαν ἀρετήν, οὐκ ἄν ποτε καταλείψειε. συγκαλεῖ δέ, φασίν, ὁ λόγος καὶ πρὸς ἀρετὴν δοξάζων, ὡς τὰ γενναῖα τῶν σωμάτων καὶ ἡ ψυχὴ καταλείπουσα θρηνεῖ. Οἷον δὲ [στιχηρὸν] πάθος ἡ ἀνδροτὴς ἐνταῦθα ποιεῖ, δεδήλωται ἀλλαχοῦ. νῦν δὲ τοσοῦτον ἰστέον ὡς ἡ ἀνδροτὴς ἀμφίμακρος οὖσα οὐκ ἄν ποτε ἀπαθῆ στίχον δακτυλικὸν εἶναι ἀφήσει, ὅπου παρεμπέσῃ.

(v. 861) Τὸ δὲ "δουρὶ τυπείς" ἔχει τι καὶ ἀγέρωχον. οὐ γὰρ πόρρωθεν βαλεῖν τὸν Ἀχιλλέα λέγει, ἀλλ' οὕτως ἀποθαρρῆσαι κατ' ἐκείνου, ὡς καὶ πελάσαι καὶ αὐτοσχεδὸν αὐτὸν τύψαι. [Πάντως δὲ ἀντιπτωτικῶς ἐρρέθη τὸ "ἐμῷ ὑπὸ δουρὶ τυπείς" ἀντὶ τοῦ ὑπὸ τοῦ ἐμοῦ δόρατος.] (v. 8627) Ὅτι ἐπεὶ Ἕκτωρ δόρυ χάλκεον ἐξ ὠτειλῆς, τῆς τοῦ Πατρόκλου, "εἴρυσε [943] λὰξ προσβάς, τὸν δ' ὕπτιον ὦσεν ἀπὸ δουρός, αὐτίκα ξὺν δουρὶ ἐπ' Αὐτομέδοντα" ἢ μετ' Αὐτομέδοντα "βεβήκει ἀντίθεον" Ἀχιλλέως "θεράποντα ἱέμενος βαλεῖν". οὐ γὰρ ἐθέλει ἀναβαλέσθαι τὸ ἔργον, στρατηγικῶς καὶ τοῦτο ποιῶν. "τὸν δ' ἔκφερον ὠκέες ἵπποι", περὶ ὧν καὶ ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται, "ἄμβροτοι, οὕς", φησί, "Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα". ὥστε οὐκ ἀθάνατοι μόνον, ὡς καὶ προεγράφη, οἱ τοῦ Ἀχιλλέως ἵπποι, ἀλλὰ καὶ θεόσδοτοι. Μῦθος γὰρ ἦν, ὡς ἐν τοῖς Πηλέως καὶ Θέτιδος γάμοις Ποσειδῶν μὲν ἵππους δέδωκε τῷ Πηλεῖ, Ἥφαιστος δὲ ὅπλα καὶ ξίφος, Νηρεὺς δὲ τὸν προγεγραμμένον ἅλα, καὶ ἄλλος ἄλλο τι. Ὅρα δὲ ὅτι κατὰ μέθοδον οἰκείαν ὁ ποιητὴς καὶ τὰ περὶ τῶν ἵππων τοῦ Ἀχιλλέως διαφόροις τόποις ἐπεμέρισεν, ἀλλαχοῦ μὲν γενεαλογήσας, ἐνταῦθα δὲ εἰπὼν καὶ πόθεν οἱ θεῖοι οὗτοι ἦλθον εἰς ἄνθρωπον.

(v. 865) Ἀντίθεον δὲ θεράποντα Αἰακίδου τὸν Αὐτομέδοντα καλεῖ, ὡς ἤδη αὐτὸν τῷ Ἀχιλλεῖ ἀντὶ τοῦ Πατρόκλου συστήσων ἡνίοχον. [Οὐκοῦν ὥσπερ οὐδὲ ὁ Πάτροκλος, οὕτως οὐδ' ὁ Αὐτομέδων δουλικῷ νοήματι θεράπων Ἀχιλλέως λέγοιτ' ἄν, εἰ καὶ Κρῆτες οὕτω χρῶνται τῇ τοῦ θεράποντος λέξει κατὰ τοὺς Γλωσσογράφους, οἳ πολλὰ περὶ τοιούτων εἰπόντες ὀνομάτων, ὥς που καὶ προδεδήλωται μερικῶς, ἐν οἷς καὶ οἱ παρὰ Λάκωσιν Εἵλωτες παρὰ τὸ Ἕλος, καὶ οἱ κλαρῶται καὶ οἱ ἀμφαμιῶται καὶ οἱ λάτρις οἱ καὶ μενέσται, ὕστερον δὲ πενέσται, ὡς Εὐριπίδης "λάτρις πενέστης ἁμὸς ἀρχαίων δόμων", λέγουσι καὶ ὅτι Θετταλοὶ μὲν πενέστας φασὶ τοὺς μὴ γόνῳ δούλους, πολέμῳ δ' ἡλωκότας, τοὺς δ' αὐτοὺς καὶ Θετταλοικέτας. Κωμικὸς δέ τις ἐπὶ τοῦ ἁπλῶς δούλου τοὺς πενέστας τίθησιν. Ἔτι δέ φασι κατὰ τὴν τοῦ Δειπνοσοφιστοῦ ἱστορίαν, ὅτι καὶ Μαριανδυνοὶ ἐκαλοῦντο δωροφόροι "ὑποφρίσσοντες ἄνακτας", [944] ἀφαιρούντων τῶν δεσποτῶν τὸ πικρὸν τῆς τῶν Σπαρτιατικῶν Εἱλώτων προσηγορίας, ἤγουν εὐφημότερον ἀντὶ δούλων δωροφόρους καλούντων τοὺς τοιούτους Μαριανδυνούς, ἐπεί, φασίν, ὑπετέλεσαν Ἡρακλεώταις διὰ τέλους ὑποσχόμενοι θητεύειν αὐτοῖς παρέχουσι τὰ δέοντα. Ὡς δὲ καὶ ἄζους ἔλεγον τὰς θεραπαίνας καὶ τοὺς θεράποντας, ἔτι δὲ χαλκίδας Λακωνικῶς τὰς θεραπαίνας καὶ ἀποφράσην καὶ βολίζην τὴν δούλην, καὶ ἀμφίπολον μὲν τὴν περὶ τὴν δέσποιναν θεράπαιναν, πρόπολον δὲ τὴν προπορευομένην, ἧς καὶ ἄρρεν ἐστὶν ὁ πρόπολος, ἐκ τῶν παλαιῶν ἀνείλεκται καὶ αὐτά. Ὥσπερ καὶ τὸ τοὺς Ἀρκάδας ἔχειν τριάκοντα προσπελατῶν μυριάδας ὥσπερ Εἱλώτων, καὶ τὸ τοὺς Κᾶρας δούλοις χρήσασθαι τοῖς Λέλεξι, καὶ τὸ τοὺς Βυζαντίους οὕτω δεσπόσαι τῶν Βιθυνῶν ὡς οἱ Λάκωνες Εἱλώτων.]