Ἰστέον ὅτι τὰ περὶ τοῦ Ἀντωνίνου τοῦ Εὐσεβοῦς ἐν τοῖς ἀντιγράφοις τοῦ Δίωνος οὐχ εὑρίσκεται, παθόντων τι ὡς εἰκὸς τῶν βιβλίων, ὥστε ἀγνοεῖσθαι τὴν κατ' αὐτὸν ἱστορίαν σχεδὸν σύμπασαν, πλὴν ὅτι τοῦ Λουκίου Κομόδου, ὃν ὁ Ἀδριανὸς ἐποιήσατο, πρὸ τοῦ Ἀδριανοῦ τελευτήσαντος οὗτος παρ' [2] ἐκείνου καὶ ἐποιήθη καὶ αὐτοκράτωρ ἐγένετο (cf. 69, 20), καὶ ὅτι μὴ βουλομένης τῆς γερουσίας τὰς ἡρωικὰς τιμὰς δοῦναι τῷ Ἁδριανῷ τελευτήσαντι διά τινας φόνους ἐπιφανῶν ἀνδρῶν, ὁ Ἀντωνῖνος ἄλλα τε πολλὰ δακρύων καὶ ὀδυρόμενος αὐτοῖς διελέχθη, καὶ τέλος εἶπεν "οὐδὲ ἐγὼ ἄρα ὑμῶν ἄρξω, εἴγε ἐκεῖνος καὶ κακὸς καὶ ἐχθρὸς ὑμῖν [3] καὶ πολέμιος ἐγένετο· πάντα γὰρ δῆλον ὅτι τὰ πραχθέντα ὑπ' αὐτοῦ, ὧν ἓν καὶ ἡ ἐμὴ ποίησίς ἐστι, καταλύσετε". ἀκούσασα δὲ τοῦτο ἡ γερουσία καὶ αἰδεσθεῖσα τὸν ἄνδρα, τὸ δέ τι καὶ τοὺς στρατιώτας φοβηθεῖσα, ἀπέδωκε τᾷ Ἁδριανῷ τὰς τιμάς.
[2]
[1] ταῦτα μόνα περὶ τοῦ Ἀντωνίνου ἐν τῷ Δίωνι σώζεται, καὶ ὅτι Αὔγουστον αὐτὸν καὶ Εὐσεβῆ διὰ τοιαύτην αἰτίαν ἐπωνόμασεν ἡ βουλή, ἐπειδὴ ἐν τῇ ἀρχῇ τῆς αὐτοκρατορίας αὐτοῦ πολλῶν αἰτιαθέντων καί τινων καὶ ὀνομαστὶ ἐξαιτηθέντων ὅμως οὐδένα ἐκόλασεν, εἰπὼν ὅτι "οὐ δεῖ με ἀπὸ τοιούτων ἔργων τῆς προστασίας ὑμῶν ἄρξασθαι". Xiph. 256, 6-28 R. St.
[3] ὁ γὰρ Ἀντωνῖνος ὁμολογεῖται παρὰ πάντων καλός τε καὶ ἀγαθὸς γενέσθαι, καὶ οὔτε τῶν ἄλλων ὑπηκόων τισὶ βαρὺς οὔτε Χριστιανοῖς ἐπαχθής, ἀλλὰ πολλήν τινα τούτοις νέμων αἰδώ, καὶ τῇ τοῦ Ἀδριανοῦ τιμῇ, ἣν ἐκεῖνος [2] ἐτίμα Χριστιανούς, προστιθείς. ὁ γὰρ τοῦ Παμφίλου Εὐσέβιος καὶ ἐπιστολάς τινας τοῦ Ἀδριανοῦ ἐν τῇ ἐκκλησιαστικῇ αὐτοῦ ἱστορίᾳ παρατίθεται, ἐν αἷς ἐκεῖνος δείκνυται τοῖς λυποῦσί τι ἢ κατηγοροῦσι τῶν Χριστιανῶν δεινὰ ἀπειλῶν, [3] καὶ τὸν Ἡρακλέα ἐπομνύμενος ὡς τεύξονται τιμωρίας. λέγεται δὲ ὁ Ἀντωνῖνος ζητητικὸς γενέσθαι, καὶ μηδὲ περὶ τὰ μικρὰ καὶ τὰ τυχόντα τῆς ἀκριβολογίας ἀφίστασθαι· ὅθεν αὐτὸν οἱ σκώπτοντες καὶ κυμινοπρίστην ἐκάλουν. Κοδρᾶτος δὲ γηραιὸν μέν φησιν αὐτὸν τελευτῆσαι, τὴν δὲ τελευτὴν ἡδίστην αὐτῷ κατ' ἴσον ὕπνῳ τῷ μαλακωτάτῳ γενέσθαι. Xiph. 256, 28-257, R. St.
[4]
[1] ἐπὶ τοῦ Ἀντωνίνου λέγεται καὶ φοβερώτατος περὶ τὰ μέρη τῆς Βιθυνίας καὶ τοῦ Ἑλλησπόντου σεισμὸς γενέσθαι, καὶ ἄλλας τε πόλεις καμεῖν ἰσχυρῶς καὶ πεσεῖν ὁλοσχερῶς, καὶ ἐξαιρέτως τὴν Κύζικον, καὶ τὸν ἐν αὐτῇ ναὸν μέγιστόν τε καὶ κάλλιστον ναῶν ἁπάντων [2] καταρριφῆναι, ᾧ τετράοργοι μὲν πάχος οἱ κίονες ἦσαν, ὕψος δὲ πεντήκοντα πηχέων, ἕκαστος πέτρας μιᾶς, καὶ τἆλλα τὰ ἐν αὐτῷ ἕκαστον θαυμάσαι πλέον ἢ ἐπαινέσαι. περὶ δὲ τὴν μεσόγειον ἄνω κορυφῆς ὄρους διαστάσης θαλάσσιόν φασιν ἐκχυθῆναι κῦμα, ἐπὶ πολύ τε τῆς γῆς ἐλθεῖν ῥιπιζομένην τὴν ἄχνην ἀκράτου καὶ διαυγοῦς θαλάσσης. Xiph. 257, 14-23 R. St.