69704 6039 1 442 66 0 III d. C. Commentarium Porphyrius Quaestionum Homericarum ad Iliadem pertinentium reliquiae Schrader, H., Leipzig, Teubner, 1:1880; 2:1882. 421

Porphyrius - Quaestionum Homericarum ad Iliadem pertinentium reliquiae

[19b]    Ζητεῖται διὰ τί ἀπὸ τῶν τελευταίων ἤρξατο καὶ μὴ ἀπὸ τῶν πρώτων ὁ ποιητής. καί φαμεν ὡς σποράδην οἱ πρὶν ἐγίνοντο πόλεμοι καὶ οὐδὲ περὶ πόλεων μεγίστων· οἱ γὰρ Τρῶες Ἀχιλλέως παρόντος οὐδέποτε ἐξῄεσαν τῶν πυλῶν, καὶ σχεδὸν ἄπρακτοι τὴν ἐνναετίαν ἐτέλεσαν τὰς ὁμορούσας πολίχνας οἱ Ἕλληνες διαστρέφοντες· περὶ ὧν ἀναγκαῖον αὐτῷ γράφειν οὐκ ἦν μὴ παρούσης ὕλης τῷ λόγῳ. λέγουσι δὲ καὶ ἀρετὴν εἶναι ποιητικὴν τὸ τῶν τελευταίων ἐπιλαμβάνεσθαι καὶ περὶ τῶν λοιπῶν ἀνέκαθεν διηγεῖσθαι.

   ἔτι ζητεῖται διὰ τί ἀπὸ δυσφήμου ὀνόματος τῆς μήνιδος ἄρχεται. ἐπιλύουσι δὲ αὐτὸ οἱ περὶ Ζηνόδοτον οὕτως, ὅτι πρέπον ἐστὶ τῇ ποιήσει τὸ προοίμιον, τὸν νοῦν τῶν ἀκροατῶν διεγεῖρον καὶ προσεχεστέρους ποιοῦν, εἰ μέλλει πολέμους καὶ θανάτους διηγεῖσθαι ἡρώων.

   πάλιν ζητεῖται, διὰ τί Ἀχιλλέως ὡς ἐπὶ τὸ πλεῖστον ἀριστεύοντος οὐκ Ἀχίλλειαν ὡς Ὀδύσσειαν ἐπέγραψε τὸ σωμάτιον. φαμὲν δ' ὅτι ἐκεῖ μέν, ἅτε μόνως ἐφ' ἑνὸς ἥρωος τοῦ λόγου πλακέντος, καλῶς καὶ τοὔνομα τέθειται, ἐνταῦθα δέ, εἰ καὶ μᾶλλον τῶν ἄλλων Ἀχιλλεὺς ἠρίστευεν, ἀλλά γε καὶ οἱ λοιποὶ ἀριστεύοντες φαίνονται. οὐ γὰρ μόνον τοῦτον οἷος ἦν δηλῶσαι βούλεται ἀλλὰ σχεδὸν ἅπαντας, ὅπου γε καὶ ἐξισοῖ τινας αὐτῷ. ἐκ τινὸς οὖν ὀνομάσαι μὴ ἔχων αὐτό, ἀπὸ τῆς πόλεως ὀνομάζει καὶ τὸ αὐτοῦ καλῶς ὑποφαίνει ὄνομα.

   ζητοῦσι διὰ τί ἀπὸ τῆς μήνιδος ἤρξατο, οὕτως δυσφήμου ὀνόματος. διὰ δύο ταῦτα· πρῶτον μὲν ἵν' ἐκ τοῦ πάθους ἀποκαθαριεύσῃ τὸ τοιοῦτο μόριον τῆς ψυχῆς καὶ προσεκτικωτέρους τοὺς ἀκροατὰς ἐπὶ τοῦ μεγέθους ποιήσῃ καὶ προσεθίσῃ φέρειν γενναίως ἡμᾶς τὰ πάθη μέλλων πολέμους ἀπαγγέλλειν. δεύτερον ἵνα τὰ ἐγκώμια τῶν Ἑλλήνων πιθανώτερα ποιήσῃ. ἐπεὶ δὲ ἔμελλε νικῶντας ἀποφαίνειν τοὺς Ἕλληνας, εἰκότως οὐ κατατρέχει, ἀξιοπιστότερον ἐκ τοῦ μὴ πάντα χαρίζεσθαι τῷ ἐκείνων ἐπαίνῳ.

[19c]    v. ζητ. Vat. 17 (6schol. 2B Α 105) in fine operis.

[19d]    τὸ πολλὰς δ' ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν ἐναντίον φαίνεται τῷ μοῖραν δ' οὔτινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν (Ζ 488), ἔτι δὲ καὶ .... [τῷ] ψυχὴ δ' ἠύτ' ὄνειρος ἀποπταμένη πεπότηται (λ 222), εἰς Ἅιδου δὲ κατῆλθεν· εἰ γὰρ προΐαψεν ἐστὶ προδιέφθειρεν, οὔτε ἡ μοῖρα [κυρία τοῦ ἀποθανεῖν] οὔτε ἡ ψυχὴ μένει, [ἀπόλλυται] γὰρ [εἰ διαφθείρεται]. λύεται δὲ κατ' αὐτὴν τὴν λέξιν· τὸ προΐαψεν ἀποδιδόασί τινες ἀντὶ [τοῦ ἔπεμψε] πρὸ ἄλλων ......... τῷ ἅμματι καὶ τῷ .πτω ... τὸ γὰρ Ἄϊδι προΐαψεν ......

   ἐναντίον τῷ μοῖραν δ' οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν. ἀλλ' οὐ ταὐτὸν ἐκείνῳ τοῦτο. νῦν γὰρ δοκεῖ λέγειν, ὡς οὐ διὰ τὴν Μοῖραν ἀλλὰ τὴν μῆνιν Ἀχιλλέως ἀπώλοντο. ῥητέον οὖν ὅτι μοῖραν ἐνταῦθα ἀκουστέον τὴν πρὸ τῆς ὡρισμένης τελευτήν· πρεπώδης γὰρ ἀνθρώποις θάνατος ὁ ἐν γήρᾳ γινόμενος· γῆρας γάρ φησι καὶ θάνατος τά τ' ἐπ' ἀνθρώποισι πέλονται (ν 59). προΐαψεν οὖν· ἔβλαψεν πρὸ καιροῦ παραπέμψασα Ἅιδῃ, τουτέστι πρὸ τοῦ πρέποντος ἀνθρώποις θανάτου. ἢ περιττεύει ἡ πρό, ὡς τὸ νῆάς τε προπάσας (Β 493).

[19e]    v. Herm. XIV, p. 237.

[13]    v. Ξ 200.

[18]    ἀπρεπὲς τὸ τὸν ἱερέα τοῖς μὲν οἰκείοις καταρᾶσθαι τοῖς δὲ ἐχθροῖς εὔχεσθαι τὰ βέλτιστα ‹vacuunt spatium 5 fere litt. capax›. ἡ δὲ λύσις ἐκ τοῦ καιροῦ· τὸν γὰρ ἐν τοῖς πολεμίοις γενόμενον καὶ ὑπὲρ τῆς θυγατρὸς κινδυνεύοντα πῶς οὐκ εἰκὸς τοιούτοις λόγοις χρῆσθαι πρὸς τὸ συμφέρον αὐτῷ;

   διὰ τί ὁ Χρύσης κατὰ τῶν οἰκείων ηὔχετο; λέγομεν ὅτι πρῶτον μὲν ἔδει κολακεύειν τὸν τύραννον καὶ ταῦτα λέγειν ἅπερ ἐπεθύμει δρᾶσαι, δεύτερον δὲ ὅτι διὰ τοὺς Τρῶας ἀπολωλέκει τὴν θυγατέρα, ὅθεν εὐλόγως κέχρηται ταῖς ἀραῖς κατ' αὐτῶν.

[31]    ἀπρεπὲς τὸ τὸν βασιλέα περὶ τῆς αἰχμαλώτου λέγειν, καὶ ταῦτα ἔχοντα γυναῖκα καὶ παῖδας ἐξ αὐτῆς. λύεται δὲ καθ' οὓς μὲν ἐκ τῆς λέξεως· τὸ γὰρ ἐμὸν λέχος ἀντιόωσαν οὐ πάντως δηλοῖ τὴν συγκοιμωμένην ἀλλὰ καὶ ὑπηρετοῦσαν πρὸς τὸ λέχος, οἷον θαλαμηπολοῦσαν· καθ' ἑτέρους δὲ ἀπὸ τοῦ καιροῦ· ἐν γὰρ πολέμῳ καὶ στρατῷ τῶν Ἑλλήνων ὄντων, καὶ ταῖς αἰχμαλώτοις συνερχόμενον τὸν βασιλέα θέλει ἀποφῆναι καὶ οὐκ ἀσχήμονα τὴν πρὸς ταύτας ‹cod. ταύτην, corr. Bkk.› φιλοστοργίαν, ὅπως ἂν μᾶλλον κατέχῃ τὸ πλῆθος.

[38]    v. Herm. XIV, p. 234.

[41]    v. Δ 102.

[42]    ..... πῶς δὲ Ἕλλησιν ἐπαρᾶται τοῖς εὐφημήσασι δοθῆναι αὐτῷ τὴν θυγατέρα; φαμὲν οὖν ὅτι, εἰ ἀπέθανεν ὁ Ἀγαμέμνων, ἀνεκζήτητος ἂν ἔμεινεν ἡ αἰτία τοῦ λοιμοῦ ἢ πλεόντων ἐπὶ τὴν πατρίδα τῶν Ἑλλήνων ἀναπόδοτος ἐγένετο ἡ Χρυσηίς· ἢ ὅτι αὐτοὶ Θήβας πορθήσαντες ἐξέδοντο αὐτὴν Ἀγαμέμνονι· καὶ ὅτι ἀποθανὼν μὲν Ἀγαμέμνων ἄλυπος ἦν, ζῶν δὲ καθ' ἡμέραν ἀποθνήσκει βλέπων ἀπολλυμένους τοὺς ὄχλους· καὶ ὅτι συμπεριλαμβάνεται καὶ αὐτὸς τοῖς Δαναοῖς· καὶ ὅτι πᾶσιν ἀρᾶται, διότι μὴ πάντες ἐπέσχον τὴν τοῦ βασιλέως ὕβριν· καὶ ὅτι ὡς βάρβαρος ὁ Χρύσης πᾶσιν Ἕλλησιν ἐχθρός ἐστιν.

   ἀπρεπὲς δοκεῖ κατὰ μὲν τοῦ ὑβρίσαντος Ἀγαμέμνονος μὴ ἀρᾶσθαι ἀλλὰ κατὰ τῶν εὐφημησάντων Ἑλλήνων. λύεται δὲ ἐκ τῆς λέξεως, ὅτι ἐν τοῖς Δαναοῖς ἐμπεριέχεται Ἀγαμέμνων· ἐκ δὲ τοῦ προσώπου, ὅτι βάρβαρος καὶ πᾶσιν ἐχθρός· ἐκ δὲ τοῦ καιροῦ, ὅτι τὸν μὲν συνέφερεν αὐτῷ σώζεσθαι, τῶν δὲ νοσησάντων καὶ ἀπολαβεῖν ἂν τὴν θυγατέρα.

[50]    διὰ τί ἀπὸ τῶν κυνῶν καὶ τῶν ἡμιόνων ὁ λοιμὸς ἤρξατο, ἀπὸ τῶν Ἑλλήνων δὲ οὒ οὐδὲ ἀπ' ἄλλου ζώου τινός; καὶ οἱ μὲν ῥητορικῶς λύοντές φασιν ὅτι φιλάνθρωπον ὂν τὸ θεῖον ἐβούλετο παιδεῦσαι τοὺς Ἕλληνας καὶ μὴ παντάπασιν ἀπολέσαι, καὶ διὰ τοῦτο πρότερον ἀπὸ τοιούτων ζώων ἤρξατο μετάνοιαν τοῖς ἁμαρτήσασι διδούς. οἱ δὲ ἀληθέστερον καὶ φιλοσοφώτερόν φασιν, ὅτι ἅπας μὲν λοιμὸς ἀπὸ ἐκφλογώσεως γίνεται, γῆθεν ἀναφερόμενος ἐξ ἀναθυμιάσεως. διὸ καὶ τὸν Ἀπόλλωνά φασιν αἴτιον εἶναι τῆς τοιαύτης ἀσθενείας, ἐπεὶ ὁ αὐτὸς εἶναι λέγεται τῷ ἡλίῳ καταφλέγοντι τὴν γῆν. ἐκ δὲ τῆς γῆς γιγνομένης τῆς νόσου, ἀναγκαῖον τοὺς κύνας πρώτους ᾐσθῆσθαι ‹εἰσθεῖσθαι cod.› τῆς βλάβης, ὅτι τε καὶ αἰσθητικώτερά ἐστι τὰ ἄλογα ζῶα φύσει τῶν ἀνθρώπων καὶ ὅτι κάτω νεύουσι πρὸς τῇ γῇ καὶ ἀνιχνεύουσι. τοὺς δὲ ἡμιόνους οὐ διὰ τὸ κάτω νεύειν, ἀλλὰ τὸ ἐκ διαφόρων σωμάτων εἰληχέναι τὴν γένεσιν· παντελῶς γὰρ εὐδιάφθαρτον τὸ τοιοῦτο. ‹τῆς δεκάτης δὲ ἡμέρας κτλ. quae aliunde illata sunt›.

[52]    πῶς, φησίν, ὁ ποιητὴς ἐναντία ἑαυτῷ λέγει ‹om. B›; προειπὼν γὰρ ‹εἰπὼν γὰρ πρῶτον B› αὐτοὺς δὲ ἑλώρια ‹δ' ἑλλώρια B› τεῦχε κύνεσσιν (v. 4) νῦν ἐπάγει αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί ‹καίοντο θαμ. om. A›. ἐροῦμεν δ' ὅτι ‹οὖν ὅτι B› ὁ λοιμὸς ηὖξε τὴν μῆνιν, ἡ μῆνις δὲ τὰς μετὰ ταῦτα μάχας· καὶ οἱ ἐν ταύταις πίπτοντες ἑλώρια ‹ἑλλώρια B› κυνῶν ἐγίνοντο, οἱ δὲ ὑπὸ ‹ἀπὸ A› τοῦ λοιμοῦ φθειρόμενοι ἐκαίοντο.

[56]    πῶς ἡ τῆς μήνιδος αἰτία γενομένη τούτων ἐκήδετο; ῥητέον ὅτι συνέφερε τὸν Ἀχιλλέα μηνῖσαι, ἵνα θαρρήσαντες οἱ Τρῶες προέλθωσι καὶ νικηθῶσιν ἐκ τοῦ ἴσου μαχόμενοι. εἰ γὰρ ἐν τῇ πόλει ἔμειναν πολιορκούμενοι, μικρὸς ἂν ἦν ἢ ἀτελεύτητος ὁ πόλεμος.

[56]    ἄλογον ζητεῖν παρὰ ἱερέως ‹post hoc verbum rasura 2 vel trium litt., τι› πυθέσθαι περὶ τῶν μελλόντων· οὐ γὰρ δὴ μάντεις οἱ ἱερεῖς, οἱ δὲ ὀνειροπόλοι μηδενὸς ὀνείρου νῦν ζητουμένου παρέλκουσι. λύεται δὲ ἐκ τῆς λέξεως· τὸν γὰρ νῦν λεγόμενον θύτην ἱερέα φαίνονται καλοῦντες πάλαι, ὥσπερ καὶ ἑτέρωθεν· εἰ μὲν γάρ τίς μ' ἄλλος ἐπιχθονίων ἐκέλευεν, ἢ οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες (Ω 270). ὁ δὲ ὀνειροπόλος αὐτὸς ὁρᾷ ‹Cobet. ap. Dind.; cod. δρᾶ› ὑπὲρ ἑτέρων ὀνείρους.

   Ἡρωδιανὸς τελείαν δίδωσιν εἰς τὸ μάντιν, ἵνα ᾖ γενικόν. ὁ δὲ Πορφύριος μάντιν λέγει τὸν δι' οἰωνῶν ἢ σημείων ἢ τεράτων μαντευόμενον, ἱερέα δὲ ‹om. L› τὸν διὰ θυσιῶν, ὀνειροπόλον δὲ τὸν ὀνειροπολούμενον, θεατὴν ὀνείρου γεγονότα ‹πολούμενον θεα in ras. B; verba inde a θεατὴν om. L›.

   διὰ τί διττοὺς λέγων τοὺς ὀνείρους ‹τ 562 sqq.› καὶ τοὺς μὲν αὐτῶν ψευδεῖς, τοὺς δὲ ἀληθεῖς, ὡς πάντων αὐτῶν ὄντων ἀληθινῶν φησιν· ἢ καὶ ὀνειροπόλον καὶ γάρ τ' ὄναρ ἐκ Διός ἐστιν, ὡς τῶν ὀνείρων ἐκ Διὸς ὄντων; λύεται δὲ ἀπὸ τῆς συναλοιφῆς. οὐ γὰρ ὁ τέ ‹ὁ γὰρ τέ cod., corr. Bekk.› σύνδεσμος συναλήλιπται, ἀλλὰ τὸ τί μόριον· ἔστι γὰρ πλῆρες· καὶ γάρ τι ὄναρ ἐκ Διός ἐστι. τὸ δὲ ὀνειροπόλον οὐ σημαίνει τὸν ὀνειροκρίτην, ὥς τινες ἐξεδέξαντο, τὸν περὶ τοὺς ὀνείρους διατρίβοντα (οὐδὲν γὰρ ὄναρ ὤφθη), ἀλλὰ σημαίνει τὸν ὀνειροπολούμενον, τὸν κάτοχον ὀνείροις καὶ θεατὴν ὀνείρου εἰς αὐτὸν ἐλθόντος γεγονότα.

[69]    (Eust. p. 51, 9) v. Herm. XIV, p. 234.

[73]    v. ad v. 78.

[78]    ζητ. Vat. 15 (6schol. 2B v. 786`66 Dind.) v. in fine operis.

[104]    προεβλήθη ποίου ‹τίνος L› γένους τὸ ‹τὼ BL› ὄσσε καὶ τίς ἡ ἑνικὴ εὐθεῖα. οἱ μὲν οὖν ἔφασαν, ὥσπερ ἀπὸ τοῦ θῆρε τοῦ δυϊκοῦ κατ' ἀποβολὴν τοῦ ε τὸ ἑνικὸν γίνεται θήρ, οὕτως καὶ τοῦ ‹Vill., codd. τὼ› ὄσσε τὸ ἑνικόν ἐστιν ὄσς ‹ὅσς B› διὰ τὰ ‹om. B› δύο ς. ἐλέγχονται δέ· οὐ γὰρ ἐπὶ πάντων ταὐτὸ γίνεται. ἰδοὺ γὰρ ἀπὸ τοῦ δμῶε οὐ γίνεται τὸ ἑνικὸν δμῶ οὐδὲ ἀπὸ τοῦ φῶτε φῶτ ‹φῶ codd., corr. Bkk.›, οὕτως οὐδὲ ἀπὸ τοῦ ὄσσε ὄσς. ἡ δὲ αἰτία· ἐπεὶ τὸ ρ καὶ τὸ ν τῶν ἀμεταπτώτων κατά γε τὸ πλεῖστον, προσεβλήθη ‹Vill., ἐπροσεβλ. codd.› καὶ τῷ θήρ καὶ τῷ χήν τὸ ε καὶ δυϊκὰ γέγονεν. οὐδέποτε δ' ἂν εὕροις ‹εὕρης B› τοῦτο συμβαῖνον ἐφ' ὧν ἔσχατον ἦν τὸ ς. τῷ γὰρ Κρής εἰ προστεθείη ‹προσθείη B, εἰ μὴ προσθείη L› τὸ ε, δυϊκὸν οὐκ ἂν γένοιτο, Κρῆσε, οὐδὲ τῷ χρώς καὶ παῖς· οὕτως οὐδὲ τῷ ὄσς. ἔτι καὶ ἀδύνατόν ἐστι συλλαβὴν μίαν εἰς δύο σς λήγειν. οὐδὲ μὴν δύναται ὄς ‹codd. ὄσς, corr. Bkk.› εἶναι δι' ἑτέρου ς ‹σς B›· τῶν γὰρ εἰς ος ληγόντων ὀνομάτων τὰ δυϊκὰ εἰς ω λήγει. ῥητέον οὖν ὅτι ‹quae iam sequuntur in cod. B etiam ad Α 104 leguntur, quae nota B# significo› τὸ ὄσσε ‹τὼ ὄσσε codd., corr. Bkk.› οὐκ ἔστιν ἀρσενικὸν δυϊκόν. φησὶ γὰρ ὁ ποιητής· τὼ δέ οἱ ὄσσε πὰρ ποσὶν αἱματόεντα ‹αἱματόεντε B#› χαμαὶ πέσον (Ν 616), οὐχ αἱματόεντες. οὐδετέραν ‹οὐδετέρας B# οὐ δευτέραν L› οὖν ληπτέον εὐθεῖαν καὶ ἔσται τὸ ὄσσος, ὡς ἕρκος βέλος τεῖχος, τὸ δὲ πληθυντικὸν κατὰ Ἀθηναίους μὲν ἕρκη βέλη τείχη, κατὰ δὲ τοὺς ‹om. B#› Ἴωνας ἕρκεα βέλεα τείχεα καὶ δῆλον ὅτι ὄσσεα. τῶν δὲ ‹om. B#› εἰς α πληθυντικῶν τὰ δυϊκὰ ‹καὶ ins. B› οὐδέτερα εἰς ε τελευτᾷ, οἷον ὄμματα ὄμματε, γράμματα γράμματε· καὶ Εὐριπίδης (Hipp. 386)· οὐκ ἂν δύ' ἤστην ταῦτ' ἔχοντε γράμματε ‹καὶ Εὐρ. ‑ γράμματα in uno B#›, καὶ Ἀριστοφάνης ἐν Πλούτῳ (454)· γρύζειν δὲ καὶ ‹om. B#› τολμᾶτον, ὦ καθάρματε; σαφὲς οὖν ὅτι καὶ τείχεε λέξουσι δυϊκὰ καὶ ὄσσεε, εἶτα κατὰ ἀφαίρεσιν ὄσσε ἐγένετο ‹om. B#›

[105]    ζητ. Vat. 17 (62B h. v.) v. in extrem. parte operis.

[113]    διὰ τί ὁ Ἀγαμέμνων τὴν αἰχμάλωτον τῆς γαμετῆς προκρίνει; λέγει γάρ· Κλυταιμνήστρης προβέβουλα. καὶ οἱ μέν φασιν, ὅτι ἕνεκα τοῦ μὴ δοκεῖν Ἕλλησιν ἐφ' ὕβρει κατέχεσθαι τὴν κόρην, οἱ δὲ ὅτι ἐπαινεῖ τὴν Χρυσηίδα ἵνα μὴ τὰ τυχόντα τοῖς Ἕλλησιν ἀλλὰ τὰ μέγιστα δοκῇ χαρίζεσθαι, ἔνιοι δὲ ὅτι ἵνα ψευδόμενον ἀποδείξῃ τὸν Κάλχαντα· πῶς γὰρ ὀργίζοιτο ἂν ὁ θεός, τῆς αἰχμαλώτου μηδὲν ἐφύβριστον πασχούσης;

[117]    .... ὁ δὲ ἤ διασαφητικός ἐστιν ἀντὶ τοῦ ἤπερ, ὡς τὸ ἤ ἀφνειότεροι (α 165). ἔστι δὲ καὶ μετὰ ἤθους. Πορφύριος δὲ διαζευκτικὸν ἀντὶ τοῦ καί, οἷον καὶ αὐτὸς ἀπολέσθαι.

   ..... ὁ δὲ λόγος τοιοῦτος· θέλω, φησίν, ἐγὼ τὸν ὄχλον μᾶλλον σώζεσθαι καὶ αὐτὸς ἀπολέσθαι. Πορφύριος δὲ παραδιαζευκτικὸν ἀντὶ τοῦ καὶ ἀπολέσθαι ἐγώ.

   ἤπερ, διασαφητικῶς, ὡς τὸ ἢ ἀφνειότεροι. ἔστι δὲ μετὰ ἤθους. Πορφύριος δὲ παραδιαζευκτικὸν ἀντὶ τοῦ καὶ ἀπολέσθαι ἐγώ.

[138]    ...... ἀπορία ‹quae ante h. v. leguntur v. ad lin. 17›. διὰ τί δὲ συνεχῶς ὁ Ἀγαμέμνων ἐν ταῖς πρὸς Ἀχιλλέα διαπληκτίσεσιν Αἴαντος καὶ Ὀδυσσέως μνημονεύει, καὶ ἐν τῇ ἀφαιρέσει τῶν τιμῶν· ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας ἢ Ὀδυσῆος ‹ὀδυσσῆος cod.› ἄξω ἑλών, καὶ μετ' ὀλίγον ἐφεξῆς, ὅτε δεῖ πέμψαι τὴν Χρυσηίδα, φησίν· εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω, ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεὺς ἠὲ σύ, Πηλείδη, πάντων ἐκπαγλότατ' ἀνδρῶν (v. 144146). καὶ γὰρ ἀτιμάσειν ἀπειλῶν συγκαταλέγει Αἴαντα καὶ Ὀδυσσέα τῷ Ἀχιλλεῖ ‹ἀχιλεῖ cod.›, καὶ ἀποστέλλειν πρὸς τὸν θεὸν ἐπαγγελλόμενος ἐξ Αἴαντος καὶ Ὀδυσσέως καὶ Ἀχιλλέως φησὶν ἕνα ἀποστέλλειν, ὅτε μὲν ἀτιμάσαι ἀπειλεῖ, προθεὶς τὸν Ἀχιλλέα μετὰ ὕβρεως ‹addidi; cod. om.› τῶν ἀτιμαζομένων· ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας ἢ Ὀδυσῆος ‹ὀδυσσῆος cod.›, ὅτε δὲ ὑπὲρ τῶν Ἑλλήνων θύειν ἔδει ἀπελθόντα· ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεὺς ἠὲ σύ, Πηλείδη. λύσις· ὅτι οὗτοι ἐδόκουν μάλιστα φίλοι εἶναι Ἀχιλλέως. διὸ καὶ ὁ Νέστωρ αὐτὸς καταλέγων πρεσβευτὰς πρὸς Ἀχιλλέα τούτους αἱρεῖται, καὶ Ἀχιλλεὺς εὐμενέστατα ὁρᾷ ἐλθόντας τούτους καὶ δεξιοῦται καὶ ὁμολογεῖ τὸ προϋπάρχον φίλτρον· οἵ μοι σκυζομένῳ παρ' Ἀχαιῶν φίλτατοί ἐστον (Ι 198), καὶ χαίρετον, ἦ φίλοι ἄνδρες ἱκάνετον (Ι 197). συνατιμάζει οὖν τούτους καὶ συγκαταλέγει ὡς φίλους ὄντας τῷ Ἀχιλλεῖ τὰ μάλιστα.

[179]    v ad Δ 491.

[179]    Ξ 304.

[211]    τὸ ἔπεσι μὲν ὀνείδισον ‹L c. l. ἔπεσιν ὀνείδισον inc.: ὡς ἔσεταί περ› ἀπρεπὲς ‹ἀπρεπὴς Lp› θεᾶς εἰς λοιδορίαν ‹εἰς λοιδ. θεᾶς ἔμπροσθεν L›. ἡ δὲ λύσις ἐκ τῆς λέξεως· ὀνείδισον γὰρ ἔφη ἀντὶ τοῦ ὑπόμνησον τῶν εὐεργεσιῶν ὡς ἐγένοντο. ὀνείδισον γὰρ ἔφη, οὐ λοιδόρησον. ὀνειδισμὸς δέ ἐστιν ἀνάμνησις εὐεργετημάτων ὧν τις παρέσχετο.

[213]    ..... πόθεν δέ, φασίν, ἡ Ἀθηνᾶ οἶδεν ὅτι ὁ Ἀχιλλεὺς λήψεται πολλαπλάσια δῶρα; οὐδέπω γὰρ τῇ Θέτιδι τὴν Ἀχιλλέως τιμὴν ὑπέσχετο ὁ Ζεύς. ὅτι οὐ μόνον θεοὶ ἀλλὰ καὶ ὁ τυχὼν ‹τυχῶν cod.› ἄνθρωπος γνοίη ὅτι οἱ ‹cod. εἰ, cui pallidiore atramento suprascript. οἱ› τοὺς κρείττους ἀτιμήσαντες, εἰ κινδυνεύσειαν, ἐπὶ τοὺς ὑβρισμένους καταφεύγουσιν.

[225]    διὰ τί ὁ Ἀχιλλεὺς λοιδορησάμενος Ἀγαμέμνονι τρία ταῦτα οἰνοβαρές, κυνὸς ὄμματ' ἔχων κραδίην δ' ἐλάφοιο οὔτε τῷ οἰνοβαρεῖ ἐπιμένει οὔτε τῷ κραδίην δ' ἐλάφοιο, ἀλλὰ μάλιστα τῷ κυνὸς ὄμματ' ἔχων, ποτὲ μὲν ἐπιφέρων ἀναιδείην ἐπιειμένε (v. 149), ποτὲ δὲ ἀλλὰ σοί, ὦ μέγ' ἀναιδές, ἑσπόμεθα, ὄφρα σὺ χαίρῃς (v. 158), αὖθις δὲ τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε, κυνῶπα (v. 159); ἡ δὲ λύσις ἐκ τῶν προειρημένων ἐν τῇ ἐκκλησίᾳ πρὸς τὸν Κάλχαντα, ἐνδειχθεισῶν τῶν τῆς ὁράσεως φλογώσεων· ἔφη γὰρ ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην (v. 104). τῆς γὰρ ἐμφανῶς πᾶσι γενομένης τῶν ὀφθαλμῶν μαρμαρυγῆς ὡς ‹om. cod.› ἀναιδοῦς ἐχόμενον τὸ τοῦ Ἀχιλλέως πάθος συνεχῶς ἐπιφέρεται εἰς ὀνειδισμὸν τούτου πρὸς τοὺς τὰ ὅμοια ὁρῶντας ὡς πρὸς μάρτυρας. Ἰσοκράτης μὲν οὖν τρία περὶ τὸν στρατηγὸν ὑπάρχειν ἀγαθὰ μαρτυρεῖ κοινὰ λέγων· ὃς ἦν ἐπιμελέστατος μὲν τῶν στρατηγῶν, πιστότατος δὲ τοῖς Ἕλλησιν, ἐμπειρότατος δὲ τῶν πρὸς τὸν πόλεμον κινδύνων (paneg. 14 142)· Ὅμηρος δὲ κατηγορῶν τὰς ἐναντίας ταῖς ἀρεταῖς ταύταις κακίας τοῦ Ἀγαμέμνονος ἐκθειάζει· ἐν μὲν γὰρ τῷ λέγειν οἰνοβαρῆ πολλὴν ὀλιγωρίαν ὀνειδίζει (τί γὰρ ἐν μέθῃ ἐπιμελές;), ἐν δὲ τῷ πάντων ἀναιδέστατον τὴν ἀπιστίαν· ἡ δὲ ἀνανδρία πάντων μέγιστον ἐμπόδιον εἰς ἡγεμονίαν. ‑ ἀπορία. ζητοῦσι ‹hinc etiam Lp› δὲ πότερον διὰ ὕβρεως ‹ὕβριν Lp› ἐξηνέχθη ὁ ‹om. Lp› Ἀχιλλεὺς ὀργιζόμενος εἰς τοιαύτας λοιδορίας· οἰνοβαρές, κυνὸς ὄμματ' ἔχων κραδίην δ' ἐλάφοιο, ἢ ἀπὸ τίνος ‹ἀπό τινος codd.› αἰτίας προαχθεὶς ὑπὸ τῆς ὀργῆς εἰς τοιαῦτα ‹ταῦτα Lp› ἐμπεπτωκέναι. λύσις ‹om. Lp›· οἰνοβαρῆ μὲν οὖν αὐτὸν προήχθη εἰπεῖν, ἐπειδὴ φαίνεται σπουδάζων περὶ πολλὴν οἴνου κτῆσιν. μόνῳ γὰρ αὐτῷ καὶ Μενελάῳ χίλια μέτρα οἴνου Εὔνεως πέμπει (Η 471), ὅ τε Νέστωρ, ἐκ τῶν πραττομένων ὑπ' αὐτοῦ τὸ ‹om. Lp› πλῆθος εἰδὼς τῆς τοῦ οἴνου ‹ἤθους Lp› συναγωγῆς, φησί· πλεῖαί τοι οἴνου κλισίαι, τὸν νῆες Ἀχαιῶν ἠμάτιαι ‹ἡμάτιαι B› Θρῄκηθεν ἐπ' εὐρέα πόντον ἄγουσιν (Ι 71. 72). αὐτός τε ὁ Ἀγαμέμνων προτρεπόμενος ἐπὶ πόλεμον προφέρει ἣν φέρει τιμὴν διὰ τοῦ σὸν δὲ πλεῖον δέπας ἀεὶ ἕστηχ' ὥσπερ ἐμοὶ πιέειν (Δ 262). ὅθεν καὶ ἐπιστρεφέστερον ὀνειδίζων εἰς τὰ τοιαῦτα πῆ μὲν λέγει (Θ 229) πῆ ἔβαν εὐχωλαί ‹πη ε, reliquae litterae evan., Lp›; καὶ ἐπάγει πίνοντες κρατῆρας ἐπιστεφέας οἴνοιο (Θ 232). καὶ πάλιν εἰκόνα λαμβάνων τὴν ἐκ τῶν συμποσίων ‹συμποσιῶν Lp›· εἴπερ γάρ κ' ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τε ὁρκωμόσια ‹τρῶες τ ορκ μο Lp; rel. litt. evanuerunt› ποιησάμενοι, εἶτα ἐπάγει· Τρώων δ' αὖτε ἕκαστον ἑλοίμεθα οἰνοχοεύειν ‹οἰνοχορεύειν Lp›, πολλαί κεν δεκάδες δευοίατο οἰνοχόοιο (Β 123 sqq.). καὶ τὸ τελευταῖον καὶ τὸν θάνατον εἰς ‹καὶ τὸν θαν. ἐξ in Lp ab alia, ut vid., manu inter lin. postea addita› Ἅιδου ἀφηγεῖται, ὡς ἀμφὶ κρατῆρα τραπέζας τε πληθούσας ἀπώλετο (λ 419). τὸ δὲ κυνὸς ὄμματ' ἔχων ἐλέγομεν ὅτι ἐξ ὧν εἶδεν αὐτὸν ὀργιζόμενον· ὄσσε ‹ὅστε B› δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην καὶ Κάλχαντα πρώτιστα κακοσσόμενος προσέειπεν (Α 105). κραδίην δ' ἐλάφοιο ἀπὸ τοῦ ἐπίφορον εἶναι εἰς τὸ λέγειν φεύγωμεν καὶ τρὶς ἐν τῇ Ἰλιάδι (Β 140. Ι 27. Ξ 75 sqq.?) φαίνεσθαι τοῦτο εἰρηκότα.

[250]    cum schol. Ε 153 coniunctum (6ζητ. Vat. 13. 14) in extrema a .

[266]    v. Herm. XIV, p. 249.

[279]    πῶς τοῦτο ὁ Νέστωρ εἴρηκεν; ἆρα δύναταί τις βασιλεῦσαι ‹βασιλεύειν L› χωρὶς τῆς τοῦ θεοῦ βουλῆς; ῥητέον οὖν ὅτι ‹καὶ ῥητ. ὅτι L› καλῶς τοῦτο εἴρηκεν· οὐ γὰρ ἅπαντες παρὰ τοῦ Διὸς ἔχουσι τὸ σκῆπτρον οὐδὲ τὴν ἀρχὴν ταύτην, ἀλλὰ μόνοι οἱ ἀγαθοί. εὐλόγως δὲ εἶπεν ὅτι τὸ μὲν ἄρχειν ἀπὸ θεοῦ ἐστιν, οὐ μέντοι καὶ πᾶς ἄρχων καταθύμιός ἐστι τῷ θεῷ ‹om. ἐστι τῷ L›, ὡς παραχρώμενος τῇ ἰδίᾳ ἐπιθυμίᾳ ἀπρεπῶς, τοῦ θείου παραχωροῦντος αὐτῷ καὶ ἀφροντιστοῦντος τοῦ τοιούτου.

[288]    ἴδιον τῶν θυμουμένων ἐπανακυκλοῦν τὰ αὐτά· οὐδέποτε γὰρ οἴονται ἱκανῶς εἰρηκέναι. καλεῖται δὲ τὸ σχῆμα ἐπιβολή, ἐν μιᾷ περιόδῳ ἀρχὰς πλείους ἐπιφερόμενον. οὕτως ἔχει καὶ τὸ ἐν δ' Ἔρις, ἐν δὲ Κυδοιμὸς ὁμίλεον ‹ὡμίλεον BLp› ἐν δ' ὀλοὴ ‹ὀλοὸν Lp; ὀλοὴ, ὴ e corr., B› Κήρ (Σ 535). ἐκτὸς εἰ μὴ τὸ κρατεῖν σημαίνει τὸ νικᾶν, ἄρχειν δὲ τὸ ἀνάσσειν, ἐπιτάσσειν δὲ τὸ σημαίνειν. κινεῖ δὲ τῷ Ἀχιλλεῖ φθόνον, ὡς οὐχ ‹Lp in ras. suprascrpt.› ὑπὲρ τῆς Βρισηίδος ἀλλ' ὑπὲρ τῆς ἀρχῆς πρὸς αὐτὸν διαφερομένῳ ‹Lp add.: ἱκανὸν δὲ ἦθος ἔχει ὁ δισταγμός, quae B recte ad verba ἅ τιν' οὐ πείσεσθαι ὀΐω›.

   τί τὸ πολλάκις τὴν αὐτὴν κυκλοῦν διάνοιαν; χαρακτηρικόν ἐστιν ὀργῆς· διὸ καὶ ἐπὶ τοῦ Ἀχιλλέως ὀργιζομένου τὸ αὐτὸ πεποίηκεν· ἄλλοισι δὴ ταῦτ' ἐπιτέλλεο· μὴ γὰρ ἔμοιγε σήμαιν'· οὐ γὰρ ἔγωγε τί σοι πείσεσθαι ὀίω (v. 295. 296). οἱ γὰρ ἐν ὀργῇ, κἂν πολλάκις εἴπωσί τι, οὔπω δοκοῦσιν ἱκανῶς εἰρηκέναι ‹add. cod.: καὶ παρεισάγει τοὺς πάντας κτλ. schol. B p. 49, 11 Dind., quae huc non pertinent›.

[300]    διὰ τί ὁ Ἀχιλλεὺς τὴν μὲν Βρισηίδα φησὶ δώσειν ‑ χερσὶ μὲν οὔτι ἔγωγε μαχέσσομαι εἵνεκα κούρης ‑ τῶν δ' ἄλλων ἅ μοί ἐστι θοῇ παρὰ νηὶ μελαίνῃ οὐδὲν προΐεσθαί φησιν ἄνευ πολέμου, καίτοι περὶ τὴν Βρισηίδα τῶν ἄλλων μᾶλλον σπουδάζων; ῥητέον οὖν ὅτι, ὅπως μὴ ἀκρατὴς εἶναι δοκῇ, ἀποδοῦναι, εἰ καὶ πλείω τῶν ἄλλων, ὧν φησι φείδεσθαι, προσίετο· καὶ ὅτι νόμος ἦν τῷ βασιλεῖ ἐξαιρεῖσθαι τὰ πρῶτα. ἐγένετο δ' ἂν πάντα τὰ τῶν αἰχμαλωτίδων ἀναδάσιμα, τῆς Χρυσηίδος ἀποδοθείσης, ὥστε παρηνόμει μὴ δοὺς τὴν αἱρεθεῖσαν ὑπὸ τοῦ βασιλέως. ἐξῆν γὰρ αὐτῷ ὅτι βούλοιτο λαβεῖν· διό φησιν ἢ τεὸν ἢ Αἴαντος ἢ Ὀδυσῆος (v. 138). ὥστε εἰς μὲν τὸ τῶν αἰχμαλωτίδων ἀναγκαῖον ἦν εἴκειν· τῶν δὲ ἄλλων εἴ τι ἐλάμβανεν, ὡς ὑβρίζοντι οὐκ ἐπέτρεπεν. οὔτε γὰρ ἀδικεῖν δεῖ οὔτε ἀδικεῖσθαι· τὸ μὲν γὰρ πονηρίας ἐστὶ τὸ δὲ ἀνανδρίας.

[312]    ..... διὰ τί δὲ μὴ καθαροὺς ἐκπέμπει; ὅτι προὐργιαιτέρα τῷ θεῷ ἡ ἀπόδοσις. ψυχαγωγεῖ δὲ διὰ τούτου καὶ τὸ πλῆθος, ὡς ἤδη καθαρθέντες εἶεν διὰ τὴν τοιαύτην ἀπόδοσιν.

[317]    v. ad Φ 363.

[340]    οἱ Πυθαγόρειοι κατὰ θεὸν καὶ κατὰ ἀνθρώπειον γένος ὅλον τρίτον ἐτίθεντο σεβάσμιον, τὸν βασιλέα ἢ σοφὸν ἄνδρα, Ὁμήρου πρώτου μεταξὺ θεῶν τε καὶ ἀνθρώπων θέντος τὸν βασιλέα καὶ πάλιν τὸν βασιλέα προτιμῶντα ποιήσαντος αὑτοῦ τὸν σοφὸν ἄνδρα. καὶ περὶ μὲν τοῦ βασιλέως τοιαῦτα λέγει· τὼ δ' αὐτὼ μάρτυροι ἔστων πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων καὶ πρὸς τοῦ βασιλῆος. τὸ δὲ ἀπηνέος προσέθηκε διὰ τὴν ὀργήν. αὐτὸς δὲ ὁ βασιλεὺς οὐ μεταπέμπεται Νέστορα σκοπούμενον περὶ τῶν συμφερόντων ἀλλ' αὐτὸς ἄπεισιν· ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή, Νέστορ' ἔπι πρῶτον Νηλήιον ἐλθέμεν ἀνδρῶν (Κ 17). παρ' Ἰνδοῖς τε τοὺς Βραχμᾶνας, οἵπερ εἰσὶ παρ' αὐτοῖς οἱ φιλόσοφοι, λόγος τοὺς βασιλέας ἀπαντῶντας προσκυνεῖν.

   πρότερον τῶν Πυθαγορικῶν Ὅμηρος μέσην ἀνθρώπου καὶ θεοῦ φύσιν ἀνθρωπίνην τέθεικε. τὸν μὲν γὰρ ἁπλῶς ἄνθρωπον τοῦ βασιλέως κατ' ἀμφότερά φησιν ἐλάττονα, καίπερ ἀνθρώπου καὶ αὐτοῦ ὄντος, θεοῦ δὲ ἥττονα τὸν βασιλέα εἶναί φησι διὰ τὸ φθαρτόν.

[399]    τί ποτε ἄρα βουλόμενος ταῦτα ἔπλασε πολὺ ἔχοντα τὸ ἄλογον καὶ ἀνάρμοστον, εἴ γε Ἀθηνᾶ καὶ Ἥρα καὶ Ποσειδῶν ἐβούλοντο συνδῆσαι τὸν Δία, ἡ μὲν θυγάτηρ οὖσα οἱ δὲ ἀδελφοί; διὸ καὶ ἀντὶ τῆς Ἀθηνᾶς γράφουσι καὶ Φοῖβος Ἀπόλλων, ὥσπερ οὐ τοῦ αὐτοῦ μένοντος ἀτόπου. καὶ ἄλλοι πάλιν ἐναλλάσσουσι τὰ ἔπη·

   οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι,

   Ἥρη τ' ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη,

   ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι,

ἵνα οὗτοι μὲν οἱ θεοὶ φαίνοιντο βοηθήσαντες αὐτῷ μετὰ Θέτιδος, ἄλλοι δέ τινες οἱ ξυνδῆσαι θέλοντες, καὶ μύθους δὲ λέγουσιν ἐπὶ τούτοις πολλούς. μάχεται δὲ τοῖς ἐναλλάσσουσι τὸ οἴη ἐν ἀθανάτοισι· πῶς γὰρ τοῦ ποιητοῦ λέγοντος ὅτι μόνη ἐνδέχεται καὶ ἄλλους ἐπεισάγειν βοηθούς; τίνα δὲ καὶ τὸν Βριάρεων χρὴ νοεῖν; καὶ πῶς οὗτος βίῃ τοῦ πατρὸς ἀμείνων; δεῖ τοίνυν φυσικόν τινα μᾶλλον ἐν τούτοις ὑπονοεῖν λόγον· Δία γάρ φησι τὴν ἄκρατον θερμασίαν, τὴν καὶ τοῦ ζῆν καὶ τοῦ εἶναι ἡμᾶς αἰτίαν, Ποσειδῶνα τὸ ὕδωρ, Ἥραν τὸν ἀέρα, Ἀθηνᾶν τὴν γῆν, Βριάρεων τὸν ἥλιον ‑ πάντων γὰρ τῶν ἄστρων φωτεινότατός ἐστι ‑ Θέτιν δὲ τὴν θέσιν καὶ φύσιν τοῦ παντός. τοῦ ἡλίου τοίνυν ἀφισταμένου ἐπὶ τὰ μεσημβρινά, ψύξεως γινομένης ἐν τοῖς καθ' ἡμᾶς μέρεσι, συμβαίνει τὸν ἀέρα, φύσιν ἔχοντα μεταβάλλειν εἰς ὕδωρ, τότε μάλιστα ἐξυγραίνεσθαι πλέον καὶ δυσχείμερον γίνεσθαι. Ποσειδῶνα οὖν καὶ Ἥραν καὶ Ἀθηνᾶν διὰ τοῦτο βουλομένους συνδῆσαι τὸν Δία φησίν, ἐμφαίνων, ὡς ἔφην, τὴν χειμερινὴν κατάστασιν, ἐν ᾗ συμβαίνει τὸ ψυχρὸν ἐπικρατέστερον εἶναι τοῦ θερμοῦ. ἀλλ' ἡ Θέτις ἀνάγουσα τὸν ἥλιον ἐπὶ τὰ βόρεια φαίνεται ὥσπερ βοηθοῦσα τῷ Διί. εἰκότως δὲ ἑκατόγχειρον τοῦτόν φησιν, ὅτι πάντα τρέφει καὶ αὔξει καὶ φύει, καθάπερ πολλαῖς ὁμοῦ χερσὶν ἐργαζόμενος. οὗ πατρὸς δὲ ἀμείνων, τοῦ Διός· Ἀπόλλωνα γάρ φησι τὸν ἥλιον.

[407]    διὰ τί εἰδὼς ὁ Ἀχιλλεὺς χάριν προσοφειλομένην τῇ μητρὶ ὑπὸ τοῦ Διὸς οὐκ εἰς τὴν νίκην τῶν Ἑλλήνων κέχρηται ταύτῃ, ὅτε, φησί, πολλὰς ἀΰπνους νύκτας ἴαυεν, ἤματα δ' αἱματόεντα διέπρησσεν ‹διέπρησεν cod.› πολεμίζων (Ι 325. 326), εἰς δὲ ἀπώλειαν αὐτῶν κατακέχρηται ταύτῃ, καίπερ οὐκ αἰτίων τῆς ἀτιμίας αὐτῷ γεγονότων τῶν Ἑλλήνων ἀλλὰ τοῦ Ἀγαμέμνονος; εἴπερ οὖν ἔδει κατὰ φίλων ἀδικησάντων χρήσασθαι τῇ παρὰ Διὸς ἐπικουρίᾳ, κατὰ τοῦ Ἀγαμέμνονος δίκαιον ἦν τοῦτο, ἀλλ' οὐ κατὰ τῶν ἄλλων Ἑλλήνων.

   τὸ μὲν οὖν μὴ ὑπὲρ τῶν Ἑλλήνων χρήσασθαι τῇ τῶν χαρίτων παρὰ Διὸς ἀποδόσει οὐδὲν ἤπειγεν, αὐτοῦ τοῦ Διὸς ἀστράπτοντος ἐπιδέξι' ἐναίσιμα σήματα φαίνοντος (Β 353) καὶ πάντων πεπεισμένων ὅτι κατένευσεν ὁ Ζεὺς τὴν Τρωικὴν ἀπώλειαν. εὐημερούντων οὖν τῶν οἰκείων οὐκ ἔδει χαρίτων ἀμοιβὴν ἀπαιτεῖν παρὰ τοῦ ἐπινεύσαντος τὴν ἧτταν τῶν πολεμίων, ὀργισθέντα δὲ τοῖς ἀδικήσασιν αὐτὸν μεταβαλεῖν τὴν τοῦ Διὸς γνώμην ἄλλως οὐκ ἐνῆν ἢ διὰ χαρίτων ὀφειλομένων ὑπομνήσεως. καὶ τὸ μὲν νικῆσαι τοὺς Ἕλληνας εἰς τοὺς Ἀτρείδας ἔχει τὴν ἀφορμήν ‹ evan. h. v. nonnullae litterae›, τὸ δὲ ἀποστρέφειν τὴν τοῦ Διὸς συμμαχίαν ἐκ τῶν Ἑλλήνων εἰς αὐτὸν εἶχε τὸ τέλος. εἰς τὰ αὐτῷ τοίνυν διαφέροντα θησαυρίζειν τὰς ἀπαιτήσεις οὐδὲν παράλογον ἔχει. κατὰ δὲ ‹evan.› τῶν Ἑλλήνων ἡ τιμωρία ‹τι evan.›, ὅτι κατ' αὐτὸν τὸν ποιητὴν τῷ βασιλεῖ κῦδος μὲν ἅμ' ἕψεται, εἴ κεν Ἀχαιοὶ Τρώων ἐκπέρσωσιν εὖ ναιόμενον πτολίεθρον, τούτῳ δ' αὖ μέγα πένθος Ἀχαιῶν δῃωθέντων (Δ 415417 confusi cum Α 164), καὶ τὸ ὅλον ἀγώνισμα δείξει τῷ Ἀγαμέμνονι κατὰ τοὺς Νέστορος λόγους (Α 254?). αὐτὸς γὰρ τῷ ὄντι ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο (Α 284). καὶ γὰρ τοῦτο ὀμωμόκει ἐν τῇ ἐκκλησίᾳ, ὁ δέ τοι μέγας ἔσσεται ὅρκος· ἦ ποτ' Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν καὶ τὰ ἑξῆς (Α 239 sqq.). καὶ ἡ Ἀθηνᾶ καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα φησί, καὶ ἄμφω ὁμῶς φιλεῖσθαι αὐτόν τε καὶ τὸν Ἀγαμέμνονα ὑπὸ τῆς Ἥρας, καὶ συμβουλεύει μηδαμῶς περὶ θανάτου διανοεῖσθαι τοῦ βασιλέως (Α 2076`214), κἀκεῖνος συναινεῖ χρῆναι συμβουλεύουσι θεοῖς πεπεῖσθαι (Α 216 sqq.). σώζεσθαι οὖν ἔδει τὸν Ἀγαμέμνονα διὰ πάντων, ἵνα καὶ τὰ ἀπειληθέντα πληρωθῇ. καὶ οὐκ ἄδικος ἡ ‹e corr.› κρίσις. ὑπὲρ ὧν γὰρ λοιμωσσόντων αὐτὸς τὴν ἐκκλησίαν συνήγαγε καὶ τὸ πρόσκρουσμα ἔσχε πρὸς τὸν βασιλέα, τούτους οὐδαμῶς ἔσχεν ἀγανακτοῦντας ὑπὲρ αὑτοῦ ὑβριζομένου. διὸ κατ' ἀρχὰς μὲν ἐθεράπευεν αὐτοὺς λέγων οὐδέ τί πω ἴδμεν ξυνήια κείμενα πολλά, λαοὺς δ' οὐκ ἐπέοικε παλίλλογα ταῦτ' ἐπαγείρειν (Α 1246`126). καὶ ἀπειλοῦντος τοῦ Ἀγαμέμνονος ἀφελεῖν τὴν Βρισηίδα, οὐ παρ' αὐτοῦ φησιν εἰληφέναι ἀλλὰ παρὰ τῶν Ἑλλήνων· καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς, ᾧ ἔπι πόλλ' ἐμόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν (Α 161. 162). ὕστερον δὲ μηδὲν αὐτῶν δυσχεραινόντων μηδ' ὥσπερ ἐπὶ τοῦ Χρύσου τὴν αὐτὴν γνώμην ἐνδειξαμένων αἰδεῖσθαι δεῖν τὸν ἱερῆα (Α 23) ὅσῳ καὶ τὸν ἀριστέα καὶ μὴ ἀτιμάζειν, εἰκότως καί πως ‹καὶ πόθεν cod., quod correxi› αὐτοῦ ὁμοίως πρὸς πάντας ἀπειλεῖ καὶ τὴν ἀφαίρεσιν κοινοποιεῖ λέγων χερσὶ μὲν οὔ τι ἔγωγε μαχέσσομαι εἵνεκα κούρης οὔτε σοὶ οὔτε τῷ ἄλλῳ, ἐπεί μ' ἀφέλεσθέ γε δόντες (Α 298. 299). ὥστε καὶ ἡ μῆνις λόγον εἶχε τὴν τιμωρίαν εἰσπραττομένη παρὰ πάντων, τῶν μὲν διὰ τῆς ἥττης, τοῦ δὲ διὰ τῆς ὑπὲρ τῶν ἡττωμένων λύπης.

[420]    διὰ τί ἡ Θέτις οὐκ ᾤχετο πρὸς τὸν Δία ἐν Αἰθιοπίᾳ ὄντα; οὐ γὰρ δὴ πόρρω Αἰθιοπία ἦν τοῦ Ὀλύμπου· καὶ γὰρ πᾶς χῶρος ῥᾴδιος οὔσῃ θεᾷ. ῥητέον οὖν ὅτι οὐδὲν ἀναγκαῖον ‹ἂν ἀγκαῖον Lp› ἐπείγεσθαι ἐν τῇ ὀργῇ ἐκτελέσαι τὰ θυμῷ φίλα τοῦ ὠργισμένου ἀλλὰ μᾶλλον διδόναι μετανοίᾳ ‹μετανοίας Lp› τόπον. ἔπειτα οὐκ ἐπιτήδειος ἦν ὁ τόπος περὶ ὧν ἔμελλε δεῖσθαι, παρόντων τῶν φίλων θεῶν τοῖς Ἀχαιοῖς, ἐπεὶ καὶ ὕστερον οὐ παραγενομένη ἀλλ' ὑποπτεύσασα ἡ Ἥρα ἐπίστασθαι ἐπειρᾶτο. ὅτι δὲ παρῆσαν δηλοῖ· φησὶ γὰρ θεοὶ δ' ἅμα πάντες ἕποντο (v. 424). δοκεῖ δέ τισι καὶ ὅπως οἱ Τρῶες αἴσθωνται τῆς μήνιδος ὁ ποιητὴς ἐμβάλλειν τὰς ἡμέρας ταύτας, ἵνα θαρσήσαντες ἐξέλθωσι· πρότερον γὰρ οὐκ ἐξῄεσαν ἀλλ' ὅσον ἐς Σκαιάς τε πύλας (Ι 354).

   ἄλογον τὸ μὴ πορεύεσθαι εὐθὺς εἰς τὴν ‹om. L› Αἰθιοπίαν. λύεται δὲ ἐκ τοῦ καιροῦ· τοῖς γὰρ θεοῖς εὐωχουμένοις ἄτοπον ἐνοχλεῖν, καὶ ἄλλως διὰ τὸ τοὺς συμμάχους τῶν Ἑλλήνων ἐκεῖ τυγχάνειν ‹τυγχάνοντας L›.

[449]    δεῖ προσιόντα θεῷ κατὰ τὸ δυνατὸν εἰκάζειν αὑτὸν θεῷ. διὰ τί δὲ μετὰ τὸ δεῖπνον οὐ ποιεῖ τοὺς ἀνθρώπους ἀπονίπτοντας τὰς χεῖρας; ὅτι οὐδὲ ὄψοις τοιούτοις ἐχρῶντο ὥστε δεῖσθαι ἀπονίψεως καὶ ὅτι παυόμενοι τοῦ δειπνεῖν ἔσπενδον, μετὰ δὲ τὰς σπονδὰς οὐ δεῖ νίπτεσθαι. ῥητέον δὲ καὶ τοῦτο· ὅταν γὰρ λέγῃ χέρνιβα δ' ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα νίψασθαι (α 136), φήσομεν· ἀλλ' οὐχὶ πρὸ τοῦ δείπνου μόνον. ἁπλῶς γὰρ τὰς ἀρχὰς μηνύσας οὐκέτι τὰ κατὰ μέρος διέξεισιν, ὥστε παρέκειντο τὰ χειρόνιπτρα ὅτε βούλοιντο νίπτεσθαι. καὶ γὰρ καὶ ἡ τράπεζα καὶ τὰ ἄλλα ἄχρις ὅτου βούλοιντο χρῆσθαι αὐτοῖς παρέκειτο. οὕτω καὶ τοὺς Πυλίους ἐν τῷ κατάπλῳ Τηλεμάχου εὐωχουμένους οὐκέτι δεδήλωκεν ὅπως τῆς ἠιόνος ἀπηλλάγησαν. καὶ τὴν Ἀθηνᾶν Μέντῃ ὁμοιωθεῖσαν καὶ τὸ δόρυ δοῦσαν τῷ Τηλεμάχῳ (α 127) οὐκέτι φησὶ πῶς τοῦτο ἀπέλαβε. καὶ τὸ τόξον εἰς κατασκοπὴν ἀπιόντι Μηριόνης δίδωσιν Ὀδυσσεῖ (Κ 260)· ὅπως δὲ τοῦτο ἀπέδωκεν οὐκέτι ἐπεσημήνατο, διδοὺς τοῖς ἀκροαταῖς καθ' ἑαυτοὺς λογίζεσθαι τὰ ἀκόλουθα. καὶ πολλὰ τοιαῦτα ἔστι γνῶναι παρ' αὐτῷ· οὐ γὰρ μόνον τί εἴπῃ, ἀλλὰ καὶ τί μὴ εἴπῃ ἐφρόντισεν.

[462]    v. Ψ 259.

[473]    v. ad Χ 391.

[477]    ad Θ 1.

[486]    ἕρματα ἐξηγοῦνται τὰ ὑπερείσματα· γέγονε δὲ ἀπὸ τοῦ ἐνεῖρθαι καὶ ἐρηρεῖσθαι τῇ γῇ. οὕτως οὖν καὶ τὰ ἐλλόβια ἕρματα εἴρηται παρὰ τὸ ἐνεῖρθαι· ἐν δ' ἄρα ἕρματα ἧκεν ἐυτρήτοισι λοβοῖσι (Ξ 182). καὶ ἑρμίς (θ 278. ψ 198), ὁ κλινόπους, τὸ οἷον ἕρμα καὶ ἐρηρεισμένον κατὰ τῆς γῆς. καὶ ἡμεῖς δ' ἕρμα πόληος ἀπέκταμεν (ψ 121), τὸ ἔρεισμα καὶ θεμέλιον, ἐκ τοῦ ἐρηρεῖσθαι ἐν τῇ ἔρᾳ. καὶ ὅρμος δὲ ὁ περιδέραιος κόσμος· χρύσεον ὅρμον ἔχων (ο 460), εἶτ' ἐτυμολογεῖ· μετὰ δ' ἠλέκτροισιν ἔερτο.

[524]    διὰ τί ὑποσχόμενος ὁ Ζεὺς τῇ Θέτιδι ἐπικρατεστέρους ποιῆσαι τοὺς Τρῶας οὐκ εὐθὺς τοῦτο τελεῖ, πολὺν δὲ φόνον πρότερον ἐπιτρέψας τῶν Τρώων γενέσθαι, ὡς εἰπεῖν τὸν ποιητήν·

   ἔνθα κεν αὖτε Τρῶες ἀρηιφίλων ὑπ' Ἀχαιῶν

   Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες (Ζ 73. 74),

τότε τῇ ὑποσχέσει προστίθεται; ῥητέον δὲ ὅτι τῶν ὅρκων παρὰ τῶν Τρώων συγχυθέντων τιμωρίαν δοῦναι πρότερον τοὺς παραβάντας ἠξίωσεν· καὶ πολλῶν διὰ τοῦτο ἀνῃρημένων, ὡς εἰς ἀπόγνωσιν τῶν πραγμάτων ἀφικέσθαι καὶ βουλὰς τοῦ δεῖν ἀπογνῶναι τὴν Ἑλένην, τότε λυσάντων τῶν Ἑλλήνων τὴν παράβασιν ἐκ τοῦ μὴ δέξασθαι τὰ πεμφθέντα ἐκ τῆς Ἰλίου ἐπαγγέλματα διὰ τοῦ Ἰδαίου ἔχοντα οὕτως (Η 386 sqq.)·

   ἠνώγει Πρίαμός τε καὶ ἄλλοι Τρῶες ἀγαυοὶ

   εἰπέμεν, αἴ κέ περ ὔμμι φίλον καὶ ἡδὺ γένοιτο,

   μῦθον Ἀλεξάνδρου, τοῦ εἵνεκα νεῖκος ὄρωρε·

   κτήματα μὲν ὅσ' Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν

   ἠγάγετο Τροίηνδ', ὡς πρὶν ὤφελλ' ἀπολέσθαι,

   πάντ' ἐθέλει δόμεναι καὶ ἔτ' οἴκοθεν ἄλλ' ἐπιθεῖναι·

   κουριδίην δ' ἄλοχον Μενελάου κυδαλίμοιο

   οὔ φησιν δώσειν, ἦ μὴν Τρῶές γε κέλονται·

τοιαύτης γὰρ πρεσβείας ἀφιγμένης προστίθησιν ὁ Διομήδης (Η 400 sqq.)

   μήτ' ἄρ τις νῦν κτήματ' Ἀλεξάνδροιο δεχέσθω

   μήθ' Ἑλένην· γνωτὸν δέ, καὶ ὃς μάλα νήπιός ἐστιν,

   ὡς ἤδη Τρώεσσιν ὀλέθρου πείρατ' ἐφῆπται,

ἔπειτα τῶν Ἑλλήνων συμψήφων γενομένων ‑ ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν, μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο (Η 403. 4) ‑ , καὶ τότ' Ἀγαμέμνονος εἰπόντος·

   Ἰδαῖ', ἤτοι μῦθον [Ἀχαιῶν] αὐτὸς ἀκούεις,

   ὥς τοι ὑποκρίνονται, ἐμοὶ δ' ἐπιανδάνει οὕτως (Η 406. 7),

καὶ διὰ πάντων, τῶν τε ἀρίστων καὶ τοῦ βασιλέως τοῦ τε ὄχλου, διελθόντος, ὅτι μηδ' ἐμμένουσι τοῖς ὅρκοις καὶ ἀποδιδοῦσι τὴν Ἑλένην καὶ τὰ κτήματα καὶ ὅσα ὡμολογήθη χρὴ πείθεσθαι, ἀλλὰ μόνον πολεμεῖν, συνέβη λύσιν γενέσθαι τῶν ὁρκίων καὶ τὴν ἐπιορκίας δυνάμει ἄφεσιν. οὗτοι γὰρ οὐκ εἰς ἀπαίτησιν τῆς Ἑλένης κατὰ τοὺς ὅρκους ἐτράπησαν, εἰς δὲ παραίτησιν μὲν ταύτης, πολέμου δὲ παρασκευήν· ὅθεν καὶ τεῖχος ταῖς ναυσὶ περιβάλλοντες φαίνονται, τοὺς μὲν ὅρκους ἐάσαντες, πρὸς ἄλλα δὲ τραπόμενοι. διὸ καὶ ἐπιλέγει ὁ Ἀγαμέμνων (Η 411)

   ὅρκια δὲ Ζεὺς ἴστω, ἐρίγδουπος πόσις Ἥρης, ἀνελὼν τὸ δεῖν τούτοις ἐμμένειν καὶ ἐπιτρέψας αὐτοὺς τῷ Διί. ἀνῃρημένου τοίνυν Πανδάρου τοῦ τοὺς ὅρκους παραβάντος (Ε 290 sqq.) καὶ θυσιῶν καὶ λιτανειῶν γεγονυιῶν καὶ ἐπιστροφῆς πρὸς τοὺς ὅρκους διὰ τοῦ ὁμολογεῖν καὶ λέγειν (Η 350 sqq.)·

   δεῦτ' ἄγετ', Ἀργείην Ἑλένην καὶ κτήμαθ' ἅμ' αὐτῇ

   δώομεν Ἀτρείδῃσιν ἄγειν, νῦν δ' ὅρκια πιστὰ

   ψευσάμενοι μαχόμεσθα, τῷ οὔ νύ τι κέρδιον ἡμῖν

   ἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ ῥέξομεν ὧδε,

καὶ εἰκότως καὶ ἧττα γίνεται ὑπὲρ τοῦ μὴ ἐκτελεσθῆναι τὰ εἰρημένα καὶ παύεται ἡ ἐκ τῆς παραβάσεως μῆνις, τῶν Ἑλλήνων ἀρνησαμένων τὴν κατὰ τοὺς ὅρκους γινομένην ἀπόδοσιν καὶ εἰς πόλεμον παρεσκευασμένων.

[526]    ταῦτα παιδευτικὰ πρὸς πίστιν. τὰς δὲ αἰτίας εἶπε, δι' ἃς οὐ τελοῦμεν τὰς ὑποσχέσεις· ἢ μετανοήσαντες, ὅπερ ‹ὃ L› δηλοῖ τὸ παλινάγρετον, ἤτοι τὸ εὐμετάτρεπτον ‹om. haec tria verba Lp›, ἢ παραλογιζόμενοι τοὺς δεηθέντας, ὅπερ ἐν τῷ ἀπατηλῷ νοεῖται, ἢ οὐ δυνηθέντες ἐκτελεῖν ‹ἐπιτελεῖν Lp› τὰς ὑποσχέσεις, ὅπερ εἶχε τὸ ἀτελεύτητον ‹add. L: ἐκ δὲ τοῦ μέγαν δ' ἐλέλιξεν Ὄλυμπον ἐδήλωσεν κτλ., quae in B et Lp recte nov. schol. ad v. 530 pertinens efficiunt›.

[544]    quod ad h. v. in codicibus legitur scholium omisi; B (f. 174a ad πατὴρ) enim et L (f. 214a) ita incipiunt: τὸν Δία μόνον τῶν θεῶν οὕτως καλεῖ ὅτι κτλ., Lp (f. 634b) vero: διὰ τὸν Δία κτλ., ita ut litterae δια per errorem bis positae esse videantur. Quali e dittographia a a a a . α (f. 224b) exhibet: διὰ τί τὸν Δία κτλ.

[592]    πῶς τῶν ἄλλων θεῶν ἀπὸ τοῦ οὐρανοῦ φερομένων ῥιπῇ, Ἥφαιστος δι' ὅλης ἡμέρας φέρεται; φαμὲν οὖν ὅτι πᾶν δ' ἦμαρ οὐ δηλοῖ τὸν ἀπὸ πρωίας μέχρις ἑσπέρας καιρόν, ἀλλὰ τὴν πελάζουσαν τῇ νυκτὶ ὥραν, ὡς καὶ ἀλλαχοῦ· οἱ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο (Α 472) καὶ τὰ ἑξῆς, πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα δαίνυντο (Α 601).

[594]    εἰ ἐλαττοῦται, φασὶ, τὸ θεῖον, καὶ τέλεον ἐπιλείψει, ἀγνοοῦντες ὅτι πολλαὶ τῶν ἐν τῷ κόσμῳ φύσεις μειοῦνται μὲν οὐκ ἐκλείπουσι δὲ τέλεον. καὶ γὰρ καὶ αὐχμῶν πλεοναζόντων μειοῦται τὸ ὑγρὸν ἀλλ' οὐκ ἐπιλείπει. καὶ Ἄρης· μόγις δ' ἐσαγείρατο θυμόν (Φ 417).

[2]

[1]    Vat. ζητ. ιϚ΄. Γελοίως ὁ Ἀπίων ἱπποκορυστὰς ἀποδέδωκε τοὺς κόρυθας ἔχοντας ἱππείαις θριξὶ κεκοσμημένας. εἰ γὰρ παρὰ τὴν κόρυν συνέκειτο, ἱπποκόρυθος ἂν ἐλέγετο. νῦν δὲ σημαίνει τὸν ἔφιππον ὁπλίτην· κορυστὴς γὰρ ἀπὸ μέρους ὁ ὁπλίτης καὶ μαχητής· πρῶτος δ' Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστήν (Δ 457). καὶ τὸν Ἄρεα δὲ ἔφη χαλκοκορυστήν· Ἀργεῖοι δ' ὑπ' Ἄρηι καὶ Ἕκτορι χαλκοκορυστῇ (Ε 699), ὃ τὸν ὁπλίτην σημαίνει καὶ ἀντίθετον τῷ ἱπποκορυστής. ἐκ δὲ τοῦ κορύεσθαι, ὃ πλεονασμῷ τοῦ θ ἔφη κορθύεσθαι, ἥ τε περικεφαλαία κόρυς, καὶ κορύνη ἀμυντήριον ἐκ κεφαλῆς ῥοπὴν ἔχον καὶ βάρος, παρ' ὃ καὶ ῥόπαλον λέγεται, καὶ κορυνήτης ὁ τῇ κορύνῃ χρώμενος. ἔμπαλιν δὲ τὸ εἰς τὸ σκηρίπτεσθαι ἐπιτήδειον ξύλον σκηπάνιον καὶ σκῆπτρον. ὡς καὶ ἐπὶ τοῦ δόρατος, ᾧ καταχρῶνται εἰς τὸ σκηρίπτεσθαι, φησὶ στῆ δ' ἄρ' ἐπὶ μελίας χαλκογλώχινος ἐρεισθείς (Χ 225), οὕτω καὶ ἐπὶ τοῦ ῥοπάλου, ὅτε λέγει δὸς δέ μοι, εἴ ποθί τοι ῥόπαλον τετμημένον ἐστί, σκηρίπτεσθαι (ρ 195). ἐν δὲ τῷ ἱπποκορυστής δύναται ἡ ἵππου γενικὴ συγκεῖσθαι ἀντὶ τοῦ ἱππεύς, ὡς τὸ ὀτρύνων ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας (Π 167)· τοὺς γὰρ ἵππους τοῖς ἀσπιδιώταις ἀντιθείς, ἤτοι πεζοῖς ὁπλίταις, ἐμήνυσεν ὅτι ἀντὶ τῶν ἱππέων τοὺς ἵππους ἔφη. ᾧ τρόπῳ καὶ ἐν τῇ συνηθείᾳ φαμὲν ἡ τῶν Περσῶν ἵππος ἐνίκησεν, ἤγουν οἱ ἱππεῖς· ἡγεμονικώτεροι δὲ τῶν πεζῶν οὗτοι. διὸ ὀτρύνει ἵππους τε καὶ ἀνέρας. καὶ τὸ εὕδειν οὖν ἀνέρας ἱπποκορυστὰς κατ' ἐπικράτειαν εἰρημένον δηλοῖ οὐ μόνον ἱππεῖς ἀλλὰ καὶ πεζοὺς καὶ οὐκ ἄνδρας μόνον ἀλλὰ καὶ γυναῖκας καθεύδειν.

[2]    Δ 4572B f. 604b, L f. 894a, Lp f. 1004a. Γελοίως ὁ Ἀπίων τοὺς ἱπποκορυστὰς ἀπέδωκε τοὺς κόρυθας ἔχοντας ἱππείαις θριξὶ κεκοσμημένας. εἰ δὲ παρὰ τὴν κόρυν συνέκειτο, κἂν ἱπποκόρυθες ἐλέγοντο. νῦν δὲ σημαίνει τὸν ἔφιππον ὁπλίτην. κορυστὴς γὰρ ἀπὸ μέρους ὁπλίτης καὶ μαχητής· ὥς ῥα τὸν ὑψοῦ ἔχοντε δύο Αἴαντε κορυσταί (Ν 201). καὶ τὸν Ἄρεα δὲ ἔφη χαλκοκορυστήν· Ἀργεῖοι δ' ὑπ' Ἄρηι καὶ Ἕκτορι χαλκοκορυστῇ, τὸν ὁπλίτην σημαίνων καὶ ἀντίθετον τῷ ἱπποκορυστῇ. ἐκ δὲ τοῦ κορύεσθαι, ὅπερ ἐν πλεονασμῷ τοῦ θ ἔφη κορύθεται, ἥ τε περικεφαλαία κόρυς, καὶ κορύνη ἀμυντήριον ἐκ κεφαλῆς ῥοπὴν ἔχον καὶ βάρος, παρ' ὃ καὶ ῥόπαλον λέγεται, καὶ κορυνήτης ὁ τῇ κορύνῃ χρώμενος. ἔμπαλιν δὲ τὸ εἰς τὸ σκηρίπτεσθαι ἐπιτήδειον ξύλον σκηπάνιον καὶ σκῆπτρον. καὶ ἐπὶ τοῦ δόρατος τοῦ ἐπερεισθέντος τῇ γῇ οὔδει ἐνισκίμφθη (Π 612)· ὥσπερ δὲ ἐπὶ τοῦ δόρατος καταχρῶνται εἰς τὸ σκηρίπτεσθαι· στῆ δ' ἄρ' κτλ. ‹ut Vat.›, οὕτως ἐπὶ τοῦ ῥοπάλου, ὅταν λέγῃ δὸς δέ μοι ‑ ἐστί ‹ut Vat.›, ὥστε σκηρίπτεσθαι. ἐν δὲ τῷ ἱπποκορυστής δύναται ἡ ἵππου γενικὴ συγκεῖσθαι ἀντὶ τοῦ ἱππεύς, ὡς τὸ ἐν δ' ἄρα τοῖσιν ἀρήιος ἵστατ' Ἀχιλλεὺς ὀτρύνων ἵππους καὶ ἀνέρας ἀσπιδιώτας· τοὺς γὰρ ἵππους τοῖς ἀσπιδιώταις ἀνδράσιν ἀντιτιθείς, τουτέστι τοῖς ὁπλίταις, ἐμήνυσεν ὅτι ἀντὶ τῶν ἱππέων τοὺς ἵππους ἔφη. ᾧ τρόπῳ καὶ ἐν τῇ συνηθείᾳ λέγομεν ἡ ἵππος τῶν Περσῶν ἐνίκησεν, ἀντὶ τοῦ οἱ ἱππεῖς· ἡγεμονικώτεροι δὲ τῶν πεζῶν οὗτοι. διὸ ὀτρύνει ἵππους τε καὶ ἀνέρας. καὶ τὸ εὕδειν οὖν ἀνέρας ἱπποκορυστὰς κατ' ἐπικράτειαν εἰρημένον δηλοῖ· οὐ μόνον οἱ ἱππεῖς ἀλλὰ καὶ οἱ πεζοὶ οὐδ' οἱ ἄνδρες μόνον ἀλλὰ καὶ αἱ γυναῖκες ἐκάθευδον.

[2]    ἀγνοοῦσί τινες οἱ τὸν νήδυμον ὕπνον ἀποδιδόντες τὸν ἡδύν. ἔστι δὲ νήδυμος ὁ μὴ δύνων μηδὲ περιεχόμενος ἀλλ' αὐτὸς περιέχων. ἐξηγήσατο γὰρ τὴν λέξιν εἰπὼν νήδυμος ἀμφιχυθείς (Ξ 253). καὶ αὐτὸς ὁ Ὕπνος φησὶν ὄφρ' ἔτι εὕδει Ζεύς, ἐπεὶ αὐτὸν ἐγὼ μαλακὸν περὶ κῶμα κάλυψα (Ξ 359). καὶ ἔτι· περὶ δ' ἀμβρόσιος κέχυθ' ὕπνος (Β 19)· τοῖσι δ' ἐφ' ὕπνον ἔχευε διάκτορος Ἀργειφόντης (Ω 445). διὸ καὶ οὕτως λέγει· οὐδέ μιν ὕπνος ᾕρει πανδαμάτωρ (Ω 4).

   τὸ δὲ νη στερητικὸν καὶ ἐν τῷ νήγρετος ἥδιστος θανάτῳ ἄγχιστα ἐοικώς (ν 80). καὶ ἐπ' ἄλλων δὲ περιεχόντων καὶ κατειληφότων τὸ ὅλον λέγει· ἀμφὶ δέ μιν θάνατος χύτο (Π 114)· τὸν δ' ἄχεος νεφέλη ἐκάλυψεν (Ρ 591)· θείη δέ μιν ἀμφέχυτ' ὀμφή (Β 41)· θεσπεσίην δ' ἄρα τῷ γε χάριν κατέχευεν [Ἀθήνη (β 12). κέχρηται] δὲ τῇ συνθέσει τῆς λέξεως καὶ ἐν τῷ λιμένες δ' ἔν[ι ναύ]λοχοι αὐτῇ ἀμφίδυμοι (δ 846), δύο λέγων εἰς οὓς ἔστι δύνειν. ὅθεν καὶ οἱ δίδυμοι, δύο ἐκ μιᾶς [καταδύσεως τῆς γαστρός].

   ἐναντίον δὲ δοκεῖ τὸ Δία δ' οὐκ εἶχε νήδυμος ὕπνος τῷ ἔνθα καθεῦδ' ἀναβάς. λύοιτο δ' ἂν κατὰ λέξιν· καὶ γὰρ τὸ καθεύδειν ἐνίοτε δηλοῖ τὴν ψιλὴν κατάκλισιν ἐπὶ τῆς εὐνῆς, εἴπερ καὶ τὸ κοιμηθῆναι καὶ τὸ ἰαύειν. οὐ γὰρ ἂν ἔλεγεν· ὣς καὶ ἐγὼ πολλὰς μὲν ἀύπνους νύκτας ἴαυον (Ι 325), καὶ πάλιν· Εὐρυνόμη δ' ἄρα οἱ χλαῖναν βάλε κοιμηθέντι· [ἔνθ' Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ κεῖτ' ἐγρηγορόων (υ 46)]. τὸ δὲ παννύχιοι ἐστὶ δι' ὅλης νυκτός, ὥστ' ἐγχωρεῖ τὸν μὲν διὰ μέρους ὑπνῶσαι τοὺς δὲ δι' ὅλης. τὸ δὲ νήδυμος ὕπνος ἐστὶ βαθύς, ὥστε δύναιτ' ἂν ὑπνῶσαι μὲν μὴ βαθεῖ δὲ ὕπνῳ.

[8sqq]    ἀποροῦσι πῶς καὶ ὁ Ζεὺς οὐκ ἀληθεύει, ὑπισχνούμενος νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν (v. 12), καὶ ὁ Ἀγαμέμνων ἀπατᾶται καὶ ὁ ὄνειρος ὀλοός. ὀλοὸς μὲν οὖν ὁ ὄνειρος, ὅτι οὐ σαφής, Ἀγαμέμνων δὲ νήπιος, ὅτι ἀφροσύνης ἡ ἀπάτη γίνεται· τὸ γὰρ νῦν κεν ἕλοι Πριάμοιο πόλιν εἰς μίαν περιέστησε ‹, περϊέστγ, suprascript. η, cod.› ἡμέραν. καὶ ὅτι οὕτως ὑπέλαβε καὶ ἤκουε τὸ νῦν δηλοῖ τὸ ἐπιρρηθὲν αὐτῷ· φῆ ‹φή.., duae litt. eras.,› γὰρ ὅγ' αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ νήπιος (v. 37). Ζηνόδοτος δὲ παριστὰς τὴν τοῦ Διὸς ἀλήθειαν φησὶ κατ' ἐκείνην ἑαλωκέναι τὴν ἡμέραν τὴν Ἴλιον· ὅτε γὰρ οἱ ὅρκοι συνεχύθησαν, ἡ πόλις ἀπώλετο· ἐν γὰρ τῷ παρασπονδῆσαι ‹παρασπονδίσαι cod.› τὸ μηκέτι σωθῆναι κατεψηφίσθη. Ἀπίων δέ φησιν ὅτι πρότερον ἐνδοιάζων ὁ Ζεὺς κατ' ἐκείνην τὴν ἡμέραν ἐπέτρεψε τῇ Ἥρᾳ τὸν τῆς Τροίας ὄλεθρον· διὸ καὶ κατῆλθεν ἡ Ἀθηνᾶ, τῇ τῶν ὅρκων ἀνατροπῇ συναναστρέφουσα τοὺς Τρῶας (Δ 73). ἔπειτα ἐρρήθη πανσυδίῃ ἐξάγειν τοὺς Ἕλληνας, ὁ δὲ παρῆκεν οὐ μικρὰν ‹μικροῦ cod., corr. Vill.› μερίδα τὴν τοῦ Ἀχιλλέως. πῶς οὖν ἀληθεύει καὶ ἐν τῷ ἐπέγναμψε γὰρ ἅπαντας Ἥρη λισσομένη (v. 14); καὶ τοῦτο ἀληθές· πέπεικε γὰρ ἡ Ἥρα· φησὶ γάρ· ὃς τότ' ἔμοιγε καὶ Ἥρῃ στεῦτ' ἀγορεύων Τρωσὶ μαχήσεσθαι (Ε 832). τὸ οὖν νέφος τοῦ Ἄρεως ἔταξε κατὰ πλήθους.

   ἀπρεπὲς δὲ τὸ λέγειν πανσυδίῃ· νῦν γάρ κεν ἕλοι ‹ἕλ cod.› Τρώων πόλιν εὐρυάγυιαν (v. 12). τὸ γὰρ ψεύδεσθαι τὸν Δία αἱρήσειν μέλλοντα τὴν πόλιν ἄτοπον. ἡ δὲ λύσις ἀπὸ τῆς λέξεως· οἱ μὲν, ὅτι τὸ νῦν δηλοῖ πλείω, ἐν οἷς περιέχεται οὐ μόνον τὸ τήμερον ἀλλὰ καὶ ἐν τούτῳ τῷ χρόνῳ. οἱ δὲ, ὅτι τὸ πανσυδίῃ σημαίνει μετὰ πάντων, ὥστε παραλιπὼν τὸν Ἀχιλλέα ἥμαρτε μέν. οἱ δὲ ἀπὸ τοῦ ἔθους· καὶ γὰρ στρατηγοῖς καὶ βασιλεῦσι συγκεχώρηται εἰς τὸ πρόσφορον ψεύδεσθαι· καὶ δὴ καὶ τὸν Δία εἰσάγει τοιοῦτον τῷ ἔθει ἑπόμενον.

[73]    διὰ τί ὁ Ἀγαμέμνων ἀπεπειρᾶτο τῶν Ἀχαιῶν, καὶ οὕτως ἔπραξεν ὥστε ὀλίγου τὰ ἐναντία συμβῆναι ἢ ἐβουλεύετο; καὶ τὸ κώλυμα ἀπὸ μηχανῆς· ἡ γὰρ Ἀθηνᾶ ἐκώλυσεν· ἔστι δὲ ἀποίητον τὸ μηχάνημα λύειν ἄλλως εἰ μὴ ἐξ αὐτοῦ τοῦ μύθου. φησὶ δὲ ὁ Ἀριστοτέλης, ποιητικὸν μὲν εἶναι τὸ μιμεῖσθαι τὰ εἰωθότα γίνεσθαι καὶ ποιητῶν μᾶλλον τὸ κινδύνους παρεισάγειν. εἰκὸς δὲ καὶ ἐκ λοιμοῦ πεπονημένους καὶ τῷ μήκει τοῦ χρόνου ἀπαυδήσαντας, καὶ τοῦ Ἀχιλλέως μετὰ τῆς οἰκείας δυνάμεως ἀποστάντος, καὶ αὐτοῦ ἀφαιρεῖσθαι ἐν τῇ ἐκκλησίᾳ τὴν Βρισηΐδα λέγοντος εἰς φόβον τῶν ἄλλων· στυγέει δὲ καὶ ἄλλος ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντα (Α 186), καὶ θορύβου γε ἐκ τῆς ἐξαναστάσεως τοῦ Ἀχιλλέως γεγονότος, μὴ εὐθὺς παρακαλεῖν ἐπὶ τὴν ἔξοδον, ἀλλὰ πειραθῆναι ἡγήσασθαι δεῖν εἰ οὕτως ἔχουσιν. εἰ γὰρ ἄνευ πείρας πολεμεῖν ἐκέλευε τοὺς οὕτω διακειμένους, συνέβη δὲ ἀντειπεῖν τινάς, ἀνάστατον ἐγίνετο τὸ πᾶν ἔργον καὶ ἐπανάστασις πάντων, καὶ λοιπὸν ἡ δέησις τοῦ βασιλέως, ἡ κόλασις τῶν ἀπειθούντων. ἀναγκαία οὖν ἡ πεῖρα μετὰ τοῦ ἐναντιοῦσθαι παραγγεῖλαι τοὺς ἡγεμόνας, ἐν ᾧ αὐτοὺς φθάσας ἐναντίους παρακαλεῖ γενέσθαι τῆς αὑτοῦ εἰς ἀπόστασιν τοῦ πολέμου πείρας. προληφθέντες γὰρ ταῖς πρὸς αὐτὸν ὁμολογίαις, ἄτοποι εὑρίσκονται μὴ κωλυταὶ γινόμενοι, ὥσπερ συνέθεντο, συμπράκτορες δὲ τῶν φευγόντων. ὅθεν καὶ τῷ Ὀδυσσεῖ εὐλόγως λείπεται ἡ πρὸς τοὺς τοιούτους ἐπίπληξις, ἐπὰν λέγῃ· ἐν βουλῇ δ' οὐ πάντες ἀκούσαμεν οἷον ἔειπε (Β 194). τὸ μὲν οὖν αὐτὸν παρακαλεῖν οὕτως ἔχοντας πολεμεῖν ἐπίφθονον ἦν, ἐκέλευσε δ' αὐτοῦ λέγοντος, ὡς δεῖ ἀπιέναι, τοὺς ἄλλους κωλύειν· ὑμεῖς δ' ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν (v. 75). συνέβη δὲ ἃ εἰκὸς ἦν, διά τε τὸ ὀργᾶν καὶ τὸ μὴ εἰδέναι εἰ ἀπεπειρᾶτο ἀσμένως ἀκοῦσαι καὶ φθάσαι ἀναστάντας πρίν τινα τῷ Ἀγαμέμνονι ἀντειπεῖν. ὁ οὖν Ἀγαμέμνων ὀρθῶς ἐβουλεύσατο· οὐ γὰρ δεῖ ἐκ τῶν ἀποβαινόντων κρίνειν τὸ ὀρθῶς, ἀλλ' ἐκ τοῦ πῶς κατὰ λόγον ἦν ἀποβῆναι· πολλὰ γὰρ παραλόγως ἐπιτυγχάνει, εἴπερ γε καὶ κατορθοῦται· καὶ οἱ Ἀχαιοὶ ἀνέστησαν πρίν τινα ἀντειπεῖν. τί γὰρ ἔφη; ἐγὼ μὲν ἐρῶ ὅτι δεῖ φεύγειν, ὑμεῖς δ' ἄλλοθεν ἄλλος ἀντιλέγετέ μοι πρὸς τοῦτο, οὐ προσδοκήσας ὅτι πρὶν ἀντειπεῖν αὐτῷ ἔσται τι τῶν ἀτόπων, οὐδ' ὅτι τὸ πλῆθος ἅμα τῷ φάναι αὐτὸν ἀΐξει ἐπὶ τὸ ῥηθέν. ἅμα δὲ καὶ ὁ ποιητὴς ἀγωνιᾶσθαι πεποίηκε τὸν ἀκροατήν· τό τε γὰρ ἀποβῆναι καὶ τὸ πάλιν εἰς ὀρθὸν ἐλθεῖν τραγικόν, καὶ τοῦ ποιητοῦ ἐπιβολὴ ἔνογκος. ἡ δὲ λύσις οὐκ ἀπὸ μηχανῆς· ὅταν γὰρ διὰ τῶν εἰκότων γίγνηται, οὐ μηχανὴ τοῦτ' ἔστιν, ἅμ' ὅτε πρόσκειται θεός. ἀλλὰ τοῦτ' εἰπὼν ὃ εἰκὸς ἦν αὐτοῖς γίνεσθαι, εἰς θεὸν ἀνέθηκε τὸν Ὀδυσσέα διανοηθῆναι ταῦτα δρᾶν ἃ πρᾶξαι ἂν εἰκός ἐστιν, ὡς τὸ καὶ φεύγειν ἐν νηυσὶ πολυκλήϊσι κελεύσω· ὑμεῖς δ' ἄλλοθεν ἄλλος ἐρητύειν. ἢ οὐ τοὺς φεύγοντας ἐρητύειν κελεύει (οὐδὲ γὰρ ἤλπιζε τοῦτ' ἔσεσθαι), ἀλλ' ἐμοὶ ἀντιλέγειν, ἐπέχειν καὶ μένειν συμβουλεύοντας, καὶ τοῦτο ποιοῦντας πρὸς ἐμὲ διδάσκειν ὡς χρὴ μένειν καὶ μὴ τοῖς ὑπ' ἐμοῦ ῥηθεῖσι περὶ φυγῆς πείθεσθαι.

[82]    ἀπρεπὲς εἶναι δοκεῖ τὸ οὕτω κολακεύειν, ὡς τὰ μὲν τῶν ἄλλων ὀνείρατα ψευδῆ λέγειν, μόνον δὲ τὸ τοῦ Ἀγαμέμνονος ἀληθές. λύεται δὲ κατὰ λέξιν. οὐ γὰρ εἶπεν, εἴ τις εἶδεν ὅτι ψευδὲς ἐθεάσατο, ἀλλ' εἴ τις εἶπε τάχ' ἂν πρὸς χάριν ἐδόκει πλάσαι· νῦν δὲ αὐτὸς ἑαυτὸν οὐκ ἂν ἐξαπατῴη ‹ἐξαπατοίη cod.›.

[88]    τὸ νέον ἐρχομενάων ἀποδεδώκασιν ἀντὶ τοῦ νεωστὶ ἐρχομένων ἀεί, ὡς τὸ κεῖνος γὰρ νέον ἄλλοθεν εἰληλούθει (γ 318). τί οὖν ἐστι τὸ νεωστί ἐξηγούμενοί φασιν, ὅτι τὰς πτήσεις οὐ διηνεκεῖς ποιοῦνται, ἀλλ' εἰς βραχύ, ὥστε φαντασίαν ἀεὶ παρέχεσθαι ὡς ἀρτίως ἐξορμωμένων. ἐμοὶ δὲ δοκεῖ τὴν ὥραν μηνύειν μᾶλλον ὅτε πέτονται, πέτονται δὲ τοῦ ἦρος αἰεί, νέον δὲ τὸ ἔαρ ἐκάλουν καὶ νέον ἔτος ἀπὸ τοῦ ἦρος προσηγόρευον. αὐτός τε ἐν ἄλλοις ἐκ πλήρους ἔφη ἔαρος νέον ἱσταμένοιο (τ 519), πατέρα τε τῶν καιρῶν τὸν χειμῶνα Πυθαγόρας καλεῖ. αὗται οὖν κατὰ τὸ νέον ἔαρ ἔρχονται. ὅτι γὰρ τὸ ἔαρ δηλοῖ, ἐπάγει βοτρυδὸν δὲ πέτονται ἐπ' ἄνθεσιν εἰαρινοῖσιν (Β 89). θαυμάσαι δὲ ἔστι Ζηνόδοτον τὸ βοτρυδόν ἐκλαβόντα ἐοικότως βότρυϊ τῷ ὀρνέῳ, ὅπερ αὑτὸ συστρέφει ἐν τῇ πτήσει. οὐδεὶς γὰρ τῶν παλαιῶν οὐδ' Ἀριστοτέλης βότρυν ζῶον ἔγραψε, κέχρηται δὲ Ὅμηρος ἐπ' ἀμπέλου τῷ βότρυος ὀνόματι· μέλανες δ' ἀνὰ βότρυες ἦσαν (Σ 562). βοτρυδόν οὖν τὸ ἐοικότως βότρυϊ σταφυλῆς, κατὰ συστροφὰς γὰρ πέτονται. τάχα δὲ καὶ ὅτι ἐν σχήματι βοτρύων ἐκκρέμανται τῶν ἀνθέων, τῶν ῥαγῶν τὴν τραχύτητα μιμούμενοι τῷ πολλὰς καθ' ἑνὸς ἐκκρέμασθαι. ἐπὶ μὲν οὖν τῶν μελισσῶν τὸ βοτρυδόν λέγει, ἐπὶ δὲ τῶν Ἑλλήνων, οἷς τὰς μελίσσας παραβέβληκεν, ἰλαδὸν εἰς ἀγορήν (Β 93), κατὰ ἴλας καὶ συστροφάς, ὅτι ὡς συνήθεις καὶ τῆς πρὸς ἀλλήλους ἑταιρείας εἴχοντο. ἰσοδυναμεῖ οὖν ἄρα τὸ ἰλαδόν τῷ βοτρυδόν.

[144sqq]    ..... διὰ τί δὲ, προειπόντος τοῦ Ἀγαμέμνονος ἐν τοῖς προβεβουλευμένοις ὑμεῖς δ' ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν (v. 75), ὁρμησάντων τῶν Ἑλλήνων ἐπὶ τὰς ναῦς, οὔτε Ὀδυσσεὺς οὔτε ἄλλος οὐδεὶς τοῦτο ἐποίησε ταχέως, ἀλλ' ὁ μὲν ἕστηκεν ἁπλῶς μονονουχὶ ἁπτόμενος τῆς νηός, οἱ δὲ ἐπὶ τῆς ἐκκλησίας μένουσι, καὶ παραγίνεται ἡ Ἀθηνᾶ ὥσπερ καθεύδοντα ἐγείρουσα τὸν Ὀδυσσέα; ἢ ὅτι οὐχ οἷόν τε ἦν ὁρμησάντων παραχρῆμα ἐπέχεσθαι αὐτούς, θορύβου κατέχοντος τοσούτου· θεατὰς γοῦν ἡμᾶς ποιῶν τῆς τότε ἀταξίας αὐτῶν ἐπιτραγῳδεῖ ταῦτα τὰ ἔπη· κινήθη δ' ἀγορὴ ὡς κύματα (v. 144). διὸ Ὀδυσσεύς, μετὰ Νέστορα συνέσει προὔχων, ἵσταται μὴ καθέλκων τὴν ναῦν, διὰ τούτου δεικνὺς ὃ ἐβούλετο καὶ τοὺς ἄλλους ποιεῖν. ἔστι δὲ Ὀδυσσεὺς ἱκανώτερος Νέστορος πάντα πρᾶξαι τὰ διὰ σώματος, τῶν δὲ ἄλλων συνετώτερος. διὸ πρὸς τοῦτον ἡ Ἀθηνᾶ ἥκει· οὐ γὰρ πιθανὸν θεοῦ δίχα παυθῆναι τοιοῦτον θόρυβον.

[145]    τὸ Ἰκάριον πέλαγος πολύκυκόν ἐστι καὶ ταραχῶδες, τῇ μὲν ἀνασπωμένου τοῦ ῥόθου περὶ Ἄμπελον ἀκρωτήριον τῆς Σάμου ‹σάμης L› καὶ ἀνακοπτομένου ταῖς Κορσεαῖς ‹κύρσαις L, κόρσαις Dind.›, ἐπεγειρομένων δὲ ‹τε L› καὶ διὰ ‹om. L› τὰς τῶν ἀνέμων ἐκβολὰς ἐπαλλήλων κυμάτων, περιβεβλημένων πανταχόθεν ὧδε τῷ πελάγει νήσων ἀπλέτων· τῇ μὲν Νάξου τε καὶ Πάρου ‹καὶ ἐπάρου L›, τῇ δὲ ἀντιπέρας Ὠλιάρου ‹ἀντιπέρα σωλιάρου L› τε καὶ Μελάντου σκοπέλων καὶ Δήλου ‹δήλων L› καὶ Μυκόνου· καὶ ἀναθλίβοντος †τὰς νήσους τοῖς ἑαυτῶν τόνοις τοῦ Αἰγαίου πελάγους τῆς τε ἐπικειμένης Ἰκαρίας ‹καρίδος L› νήσου καὶ πανταχόθεν κυμαινομένης. ἀγριαίνει δὲ ὅλον τὸ πέλαγος ὁ ἐπικείμενος κρημνὸς σκοπελώδης τε ὢν καὶ ἀγχιβαθής ‹ἀγχίβαθος L›. ταῦτα δὲ καὶ Ὅμηρον ἀκριβῶς ἐπιστάμενον τὸν τῶν Ἑλλήνων τάραχον ἀποπλεῖν διεγνωκότων εἰς τὰς πατρίδας παρεικάσαι ‹παρεικάσθαι, σθαι e corr., L› εἰπόντα ‹τὸν Ἀγαμέμνονα add. L, quae delenda sunt›· κινήθη δ' ἀγορὴ ὡς κύματα μακρὰ θαλάσσης πόντου Ἰκαρίοιο, τὰ μέν τ' Εὖρός τε Νότος τε ὤρορ' ‹ὤρορεν L› ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων ‹ἐκ διὸς πατρὸς νεφ. L›. καὶ οἱ ἄνεμοι δὲ, φησὶ, χειμέριοι, καὶ ἀντίπαλοι Εὖρός τε Νότος τε ταῖς τοῦ Ἑλλησπόντου ἐκβολαῖς, ἔνθα δὴ ἀναθλιβόμενον τὸ Ἰκάριον ἀνοιδαίνει πέλαγος.

[169]    ad ψ 269.

[183]    ἀπρεπὲς εἶναι δοκεῖ τὴν χλαῖναν ἀποβαλόντα μονοχίτωνα θεῖν τὸν Ὀδυσσέα διὰ τοῦ στρατοπέδου, καὶ μάλιστα οἷος Ὀδυσσεὺς εἶναι ὑπείληπται. φησὶ δ' Ἀριστοτέλης, ἵνα διὰ τὸ τοῦτο θαυμάζειν ὁ ὄχλος ἐπιστρέφηται καὶ ἐξικνῆται ἡ φωνὴ ὡς ἐπὶ μεῖζον, ἄλλου ἄλλοθεν συνιόντος, οἷον καὶ Σόλων λέγεται πεποιηκέναι, ὅτε συνῆγε τὸν ὄχλον περὶ Σαλαμῖνος. ἄλλοι δέ, ὅτι ἐμπόδιον ἦν αὐτῷ πρὸς τὸν δρόμον ἡ χλαῖνα. οἱ δέ, ὅτι ταπεινὸν αὑτὸν καὶ ὑπηρέτην τῶν Ἀγαμέμνονος πραγμάτων δεῖξαι βούλεται. οἱ δέ, ὅτι τὸ σκῆπτρον λαμβάνει μετιὼν τὸ τοῦ Ἀγαμέμνονος, ὥστε τὴν ἐξουσίαν ἔχων τὴν βασιλικὴν τὸ οἰκεῖον σχῆμα τῆς ἀξίας περιεῖλεν. οἱ δέ, ὅτι τρέχοντος αὐτοῦ πεσεῖν αὐτομάτως συνέβη.

   ..... οἱ δέ, ὅτι τὴν σπουδὴν ἐπιδεῖξαι θέλων διὰ τῆς πτώσεως τῆς χλαμύδος ἥτις .... ἐγεγόνει. οἱ δὲ μᾶλλον συντίθενται, ὅπως ἐπιστρέψῃ τὸ πλῆθος πρὸς ἑαυτὸν ἀπὸ τῆς περὶ τοῦ φεύγειν ταραχῆς ἐπέχων διὰ τοῦ ξενισμοῦ, ὡς καὶ τὸν Ἀγαμέμνονα ἑτέρωθί φησι (Θ 271) πορφύρεον μέγα φᾶρος ἔχοντα παρακελεύεσθαι τοῖς Ἕλλησιν. τὸ δὲ σκῆπτρον λαμβάνειν ἔοικε παρὰ τοῦ Ἀγαμέμνονος, ἤτοι ἵνα τὰ τῷ βασιλεῖ δοκοῦντα φαίνηται πράττων καὶ παρὰ τοῦ βασιλέως λαβεῖν τὴν ἐξουσίαν, ἢ ἵνα ἀντὶ βασιλέως φαίνηται ποιεῖν καὶ τὴν τοῦ αὐτοκράτορος εἰς τοὺς πλημμελοῦντας εἰληφέναι ἐξουσίαν, ἢ ὅτι ἄλλως οὐκ ἐξῆν δημηγορεῖν ἢ τὸ σκῆπτρον ἔχοντα.

[184]    v. ad Ε 576.

[194]    διὰ τί τὸ ὄναρ οὐδεὶς τῶν ἐν τῷ προβουλίῳ ἀκούσας παρὰ Ἀγαμέμνονος ἐξεῖπε τοῖς ἄλλοις Ἕλλησιν; ἓν μὲν αἴτιον· εὐλάβεια γὰρ ἦν μὴ ὑπονοήσωσιν οἱ Ἕλληνες ὅτι διὰ τὴν πρὸς Ἀχιλλέα στάσιν τὸν ὄνειρον πλάσσει ‹coni. Cobet ap. Dind.; codd. πράσσει›, ὅπερ οὐ βασιλικόν· ἕτερον δὲ ὅτι τὰ τῶν ὀνείρων οὐ βεβαίως πιστεύεται, δι' ἣν αἰτίαν οὐκ ἐξεῖπε. τρίτον δὲ ὅτι τὰ ἐν ταῖς βουλαῖς βασιλικὰ σκέμματα καὶ διηγήματα τοὺς ἀκούοντας οὐ προσῆκεν ἐκκαλύπτειν.

[199]    δόξειεν εἶναι τοῦτο ἄλογον, ὅτι τῆς Ἀθηνᾶς εἰπούσης σοῖς δ' ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον (v. 180) τύπτει τινάς· ταῦτα γὰρ παρακούοντος τῆς θεοῦ, ὅπερ ἁρμόζον οὐδαμῶς Ὀδυσσεῖ. ἐροῦμεν δὲ ὅτι ἡ μώμησις ἄλογος· εἰκὸς γὰρ ἦν ἐν τῷ τοσούτῳ θορύβῳ σφάλλεσθαι πολλάκις καὶ Ὀδυσσέα· πάντες γὰρ ἐν τοῖς τοιούτοις καιροῖς συνταραττόμεθα παρηχούμενοι, ὥστε πολλὰ ἐπιλανθάνεσθαι. οὐ μὴν ἀλλὰ καὶ οἱ θρασεῖς κολακευόμενοι πτεροῦνται, μᾶλλον δὲ πληγαῖς ὑπείκουσιν.

[212]    διὰ τί μηκέτι μέλλων ὁ ποιητὴς τοῦ Θερσίτου μνημονεύειν ἅπαξ αὐτοῦ ἐδεήθη; καὶ τίς ἡ χρεία τοῦ δεηθῆναι ἐν τῷ θορύβῳ γεγονότι ἐκ τῆς Ἀγαμέμνονος τῶν Ἑλλήνων πείρας; ῥητέον δὲ ὅτι παραλόγως γεγονυίας τῆς Ἑλληνικῆς στάσεως διὰ τὸ ἄλλως ἐκδέχεσθαι τοῦ βασιλέως τοὺς λόγους καὶ μὴ συνιέναι ὅτι πείρας ἕνεκα εἴρηκε τοὺς πολλοὺς καὶ συρφετώδεις, καὶ μάλιστα τῆς ἀγνοίας ἐν τῷ χυδαίῳ πλήθει γεγονυίας ‑ τοῖς γὰρ ἡγεμόσι προείρητο ἡ τοῦ βασιλέως γνώμη, οἷς ἐν τῷ προβουλίῳ ἐρρήθη ‹ἐρήθη cod.›

   καὶ φεύγειν σὺν νηυσὶ πολυκλήισι ‹πολυκληῖσι cod.› κελεύσω,

   ὑμεῖς δὲ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν (v. 74. 75) ‑ , ἐκ τῶν πολλῶν ἔδει καὶ χυδαίων γενέσθαι τὴν μέμψιν· οὐ γὰρ ἐκ τῶν βασιλικὴν ‹ῶν cod.; corr. Vill.› καὶ ἀναπολόγητον ἐσχηκότων τῆς στάσεως τὴν αἰτίαν. ἅπαξ δὲ ἐκ τῶν χυδαίων ὀφειλούσης γενέσθαι τῆς ἀταξίας, τοιοῦτον πρόσωπον εἰκότως ἐδέξατο, ὃ προσυνίστησιν ὅτι

   ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε ‹spr. lin. ab alt. man. addit.› πολλά τε ᾔδει,

   μάψ, ἀτὰρ οὐ κατὰ κόσμον ἐριζέμεναι βασιλεῦσιν,

   ἀλλ' ὅ τι οἱ εἴσαιτο γελοίιον Ἀργείοισιν

   ἔμμεναι (v. 213-16).

εἰδὼς δὲ ὅτι ὀργαὶ χυδαίων καὶ πλήθους ἀνοήτου ἢ φόβῳ κρατοῦνται ἢ γέλωτι διαχέονται ‹διαδέχονται cod.; corr. Vill.), ἀμφοτέροις κέχρηται, φόβῳ μὲν διὰ τοῦ Ὀδυσσέως, διαχύσει δὲ καὶ γέλωτι οὐκ ἂν ἄλλως ἔσχε χρήσασθαι ἢ διὰ τοῦ τοιούτου προσώπου, ὥστε τὸ αὐτὸ παρέλαβεν εἰς ἔνδειξιν τῆς τοῦ χυδαίου πλήθους στάσεως οἵα τις ἦν, καὶ εἰς τὴν τοῦ γέλωτος ὑπόθεσιν. καὶ μετὰ τοῦτο ἐξεῖλεν αὐτὸν τῆς ποιήσεως, ὅτι καὶ πᾶσαν τοιαύτην στάσιν ἐν τοῖς μετὰ ταῦτα τῶν ποιημάτων ἐξώρισε. τοιοῦτόν τι καὶ ἐν στάσει θεῶν καὶ ἐν ἔριδι, ἐν ᾗ ἔφη ὤχθησαν δ' ἀνὰ δῶμα Διὸς θεοὶ οὐρανίωνες (Α 570), ἐπενόησε διὰ τῆς Ἡφαίστου οἰνοχοΐας, ὃν κυλλοποδίωνα καὶ ἀμφιγυήεντα ἔφη, διὰ τῆς τούτου οἰνοχοΐας τὴν στάσιν βουληθεὶς εἰς γέλωτα παρατρέψαι. τὰ γὰρ ἐναντία τῶν ἐναντίων ἰάματα πρῶτος ὑπέλαβεν ‹correxi; cod. ὑπέβαλεν› εἶναι, καὶ τὰς παρὰ τῶν ἀνθρώπων ὀργὰς θεῶν διαλύεσθαι καὶ διὰ γέλωτος, ὡσανεὶ γέλωτος ‹ita videtur; litterae duorum verb. admodum detrit.› ἀξίων τῶν ἀνθρώποις προσηκόντων πραγμάτων.

   ..... ἐζήτηται δὲ διὰ ποίαν αἰτίαν ὁ Θερσίτης ἐστράτευσεν εἰς Τροίαν τοιοῦτος ὤν. ῥητέον οὖν ὅτι ὡς ‹Ludw., Mus. Rh. XXXII p. 19› στασιώδης ὢν οὐκ ἀπελείφθη ἐπὶ τῆς πατρίδος, ἢ ὅτι κατ' ἐπεισόδιον παρῆκται πρὸς τὸ ἐκ τοῦ σκυθρωποῦ πρὸς ἱλαρότητα τὰς ψυχὰς ἀνακαλέσασθαι τῶν Ἑλλήνων, ὥσπερ εἴληπται καὶ Ἥφαιστος γέλωτος χάριν παρὰ τοῖς θεοῖς ἐν τῇ Α. λαμβάνεται δὲ πᾶν ἐπεισόδιον τῷ ποιητῇ ἢ πιθανότητος ἕνεκεν ἢ χρείας, ὥσπερ τοῦτο νῦν, ἢ κόσμου καὶ ὑψώσεως χάριν.

[226]    διὰ τί ὑπὲρ τὴν ἄλλην ὕλην τοῦ χαλκοῦ ἐμνήσθη; ὅτι ἐν τοῖς ἀρχαίοις σφόδρα τίμιος ἦν ὁ χαλκός ‹χαλκεύς L›.

[249]    ἅμ' Ἀτρείδῃσ' ‹suprascrpt. αις› ὑπὸ Ἴλιον ἦλθον: οὗτοι δὲ ἦσαν κατὰ μὲν τὸ σύνηθες Πλεισθένους καὶ Ἀερώπης Ἀτρέως παῖδες τοῦ Πέλοπος, ὥς φασιν ἄλλοι τε πολλοὶ καὶ Πορφύριος ἐν τοῖς ζητήμασιν. ἀλλ' ἐπειδὴ Πλεισθένης νέος τελευτᾷ μηδὲν καταλείψας μνήμης ‹μνημ, μ spr. η scrpt., cod.›, νέοι ἀνατραφέντες ‹ἀνατρεφέντες cod.› ὑπὸ Ἀτρέως αὐτοῦ παῖδες ἐκλήθησαν.

[249]    διὰ τί ἐπὶ τῷ Θερσίτῃ πληγὰς λαβόντι καὶ γελοίως δακρύσαντι, καὶ τοὺς Ἕλληνας καίπερ ἐφ' οἷς ἐπεπόνθεισαν ὑπὸ τοῦ Ἀγαμέμνονος λελυπημένους γελάσαι ποιήσας ‹om. cod.; add. Vill.› ἐπὶ τῷ Θερσίτῃ αἰσχρῶς δακρύοντι, οὐκ ἠρκέσθη ὁ ποιητὴς εἰπὼν οἱ δὲ καὶ ἀχνύμενοί περ ἐπ' αὐτῷ ἡδὺ γέλασσαν (v. 270), ἀλλὰ καὶ προστίθησι καὶ λόγους δὲ λεγομένους τοιούτους· ἦ δὴ μυρί' Ὀδυσσεὺς ἐσθλὰ ἔοργε, βουλάς τ' ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων (v. 272. 73) καὶ τὰ ἑξῆς; οὐ γὰρ ἀκόλουθον τῷ γέλωτι γνωμολογεῖν, ἀλλὰ μᾶλλον ἐπισκώπτειν ἤ τι τοιοῦτον διασύροντας καὶ ἐπιτωθάζοντας λέγειν. φαίνεται δὲ ὁ ποιητὴς ἐνδείκνυσθαι διὰ τοῦ λόγου τούτου ἀνακειμένου τῷ πλήθει, ὅτι πᾶν τὸ ἄκοσμον τῶν πολλῶν ἤδη κατέσταλται καὶ τὸ στασιῶδες αὐτῶν ἐξῄρηται καὶ ὅλως τὸ κατεξανίστασθαι τοὺς φαύλους τῶν κρειττόνων καὶ νομίζειν αὑτοῖς ἐξουσίαν εἶναι τοῦ καὶ λέγειν ὃ βούλονται καὶ ποιεῖν, πεπαυμένου ἤδη ὑβριστοῦ καὶ ἐπεσβόλου τοῦ ἐκ τοῦ τολμᾶν ἐκκλησιάζειν, ἅμα δὴ καὶ ἄλλο τι προσοικονομεῖσθαι. ἐπεὶ γὰρ οὐκέτι μνησθήσεσθαι Θερσίτου ἔμελλεν, ἀλλὰ πρὸς ὀλίγον χρησάμενος ἐξαιρήσειν πᾶσαν αὐτοῦ μνήμην ἐκ τῆς ποιήσεως, πιθανῶς τὴν μηκέτι μέλλουσαν αὐτοῦ πάροδον ἀνατέθεικε τῇ τότε παιδεύσει καὶ προεῖπεν ἡμῖν τοῦτο, τῷ παντὶ πλήθει χρησάμενος κήρυκι ‹seq. τὲ, quod inde a Vill. om.› τοῦ μέλλοντος, δι' ὧν ἔφη

   οὔ θήν μιν πάλιν αὖτις ἀνήσει θυμὸς ἀγήνωρ

   νεικείειν βασιλῆας ὀνειδείοις ἐπέεσσιν (v. 276. 77).

εἰ γὰρ προσῆν μὲν αὐτῷ τὸ μὴ κατὰ κόσμον ἐριζέμεναι βασιλεῦσιν (v. 214), οὐκέτι δὲ φαίνεται τοῦτο δρῶν, ἀναγκαία ἡ τῆς αἰτίας ἀπόδοσις ὅτι σωφρονισθεὶς ἐπαύσατο, ὡς μηδ' ἂν ἐπιθυμῆσαι πάλιν ἀκοσμεῖν. τοῦτο γὰρ ἠπειλεῖτο ‹ἠπιλειτο cod., acc. evan.› αὐτῷ ὑπὸ τοῦ Ὀδυσσέως ‑ εἴ κ' ἔτι ‹εἰ κέ τι cod.› σ' ἀφραίνοντα κιχήσομαι ὥς νύ περ ὧδε (v. 258) ‑ μεθ' ὅρκου τὴν κόλασιν ἐπανατειναμένου εἰς κώλυσιν πάσης τοιαύτης μελλούσης ἀκοσμίας. ὁ μὲν ‹post h. v. duae litt. eras.› οὖν εὐφυὴς λόγῳ ἁμαρτάνων νουθετεῖται, ὁ δὲ κακοφυὴς πλουτῶν μὲν χρημάτων ζημίᾳ, ῥώμῃ δὲ σώματος θαρρῶν δεσμοῖς καὶ ταῖς τοῦ σώματος βασάνοις. ὁ δὲ οἷος ἦν ὁ Θερσίτης, ἀσθενής τε καὶ λελωβημένος πάντοθεν τὸ σῶμα, πληγαῖς τε καὶ μεθ' ‹om. cod.; add. Vill.› ὅρκων ἀπειλαῖς αἰκισμοῦ μέλλοντος μετὰ γυμνώσεως καὶ πάσης ἐνδείξεως τῆς τοῦ σώματος αἰσχύνης· ταῦτα γὰρ γενόμενα ὑπὸ τοῦ πολιτικοῦ ἀνδρὸς τὰ μέτρα τῶν κολάσεων καὶ τοὺς τρόπους καὶ τὸ κατ' ἀξίαν ἑκάστου ἁμαρτήματος ὑπέδειξεν.

   πῶς ἠπείλησε μὲν περὶ τῶν ἔπειτα, νῦν δὲ τὴν ἀπειλὴν ἐκτελεῖ· ἀλλ' οὐχ ἃ ἠπείλησεν ἐτέλεσεν, ἀλλὰ διὰ τῆς βραχείας πληγῆς πιστοῦται, ὅτι μὴ σωφρονιζόμενον καὶ ταῖς μείζοσιν αἰκίσεται πληγαῖς. ἢ ἀπόπειραν διὰ τῆς ἀπειλῆς ποιεῖ, ὅπως οἱ πολλοὶ ἐπισχεθῶσι δι' αὐτοῦ, εἶτα ἰδὼν αὐτοὺς βουλομένους ταὐτὰ οὐχ ὑπερέθετο τὴν κόλασιν, ἀλλὰ παίει τὸν κυρτόν, ἐκ τούτου γέλωτα κινῶν. ἢ νῦν μὲν ἐνδεδυμένον παίει, ὕστερον δὲ γυμνὸν πλήξειν ἀπειλεῖ. δικαίως δὲ τιμωρεῖται βραχείᾳ πληγῇ· κολάζεται γὰρ ὁ μὲν εὐφυὴς νουθεσίᾳ, ὁ δὲ ἄκοσμος ὑγιὴς δὲ βασάνοις ἢ χρημάτων εἰσφοραῖς, ὁ δὲ λελωβημένος οἷος ὁ Θερσίτης βραχείᾳ πληγῇ καὶ τῇ μεθ' ὅρκων ἀπειλῇ.

[279]    .... διὰ τί δὲ ὁ Ὀδυσσεὺς πρὸ τοῦ Νέστορος πρεσβύτου ὄντος λέγει; ὅτι αὐτὸς συνήγαγε τὴν ἐκκλησίαν, καὶ θορύβου τοσούτου ὄντος ἔδει γεγωνότερον βοᾶν. ὁ μὲν οὖν Νέστωρ ὡς γέρων βοᾶν οὐκ ἠδύνατο, ὁ δὲ Ὀδυσσεὺς μεγάλην ὄπα ἐκ στήθεος ἵει (Γ 221). διὰ τοῦτο ὁ μὲν τεταραγμένων αὐτῶν δημηγορεῖ, ὁ δὲ ἡσυχίαν ἀγόντων.

[279]    ἡμεῖς δ' ἀμφὶ περὶ κρήνην ἱεροὺς κατὰ βωμοὺς μέχρι τοῦ τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν. περὶ τούτων τῶν ἐπῶν ἠπόρησεν ὁ Ἀριστοτέλης τοιαῦτα· διὰ τί ὁ Κάλχας, εἰ μὲν οὐδὲν ἦν τέρας τὸ γινόμενον, ἐξηγεῖται ὡς τέρας ‑ τί γὰρ ἄτοπον ὑπὸ ὄφεως στρουθοὺς κατέδεσθαι ἢ τούτους ὀκτὼ εἶναι; ‑ περὶ δὲ τοῦ λίθον γενέσθαι οὐδὲν λέγει, ὃ ἦν μέγα; εἰ μὴ ἄρα εἰς τὸν ἀπόπλουν ἐσήμαινεν, ὥς τινές φασιν (οὐκ ἔδει δὲ ἀναμνῆσαι· εἰκὸς γὰρ ἦν ὑπολαβεῖν καὶ εἰ μή τις ἔλεγε), καὶ τότε ἀξίως ἔλεξε τοῦτο, ὅτι οὐδὲ ἀπέδωκεν ἄν, εἰ ἦν τὸ τέρας· ἐνάτη γὰρ ἦν ἡ μήτηρ, δεκάτῳ δὲ τὸ Ἴλιον ἥλω. φησὶν οὖν μὴ εἰς τὸν νόστον εἰρῆσθαι τὰ περὶ τῆς ἀπολιθώσεως τοῦ δράκοντος· διὸ οὐδ' ἐποίησε λέγοντα· οὔτε γὰρ πάντες ἄνοστοι ἐγένοντο γελοῖός τ' ἂν ἦν οὐκ ἀποτρέπων τοῦ πλοῦ ἀλλὰ πλεῖν προτρεπόμενος οὓς ἐδήλου τὰ σημεῖα μὴ ἐπανήξειν. μήποτ' οὖν, φησί, τὸ σημεῖον τὸ λίθον γενέσθαι βραδυτῆτος σημεῖον ἦν, ὅπερ ἤδη ἐγεγόνει καὶ οὐκέτ' ἦν φοβερόν. ἐλήφθη δὲ ἐν ἔτεσιν ἐννέα· τοῦ δεκάτου γὰρ ἔτους ἀρχομένου ἐγένετο, ἀριθμεῖ δὲ τὰ ὁλόκληρα ἔτη, ὥστε συνᾴδει ὀρθῶς ὁ ἀριθμὸς τῶν ἀπολωλότων καὶ τῶν ἐτῶν.

   οἱ δὲ τὰ περὶ οἰωνιστικῆς τῆς καθ' Ὅμηρον γράψαντες τὴν μὲν νεοττιάν, ὡς ἂν ἐπ' ἄκρας τῆς πλατάνου κειμένην τῶν κλάδων, οὖσαν ἐνάερον εἰλῆφθαί φασι πρὸς τὴν ἀνεμόεσσαν πόλιν, τούς τ' ἐνοικοῦντας ἐν αὐτῇ στρουθοὺς στρατὸν εἶναι ἀλλοεθνῆ· πολλοὶ γὰρ ἐπίκουροι πολλέων ἐκ πολίων (v. 130) κατῴκουν τὴν πόλιν· πτηνοὶ γὰρ ἀέρι μᾶλλον ἢ χώρᾳ οἰκειότεροι. τὸ δὲ ξύλον τῆς πλατάνου, νεαροῦ ξύλου καὶ ὑδρηλοῦ, δι' οὗ ὁ δράκων ἐπίγειον ἀνύει πορείαν ἐπὶ τοὺς στρουθούς, ἐδήλου οὖν, διότι πολὺς στρατὸς, πορείαν ποιησάμενος διαπόντιον νηίτης, περάσας διὰ τῆς χώρας ἐπιπεσεῖσθαι τοῖς Τρωσὶν ἔμελλεν. ἐπίγειος γὰρ ὁ ὄφις· διὰ ξύλου οὖν ἕρπων ὑδρηλοῦ τὴν διὰ νηῶν πορείαν ἐδήλου, εἶτ' ἀπόβασιν καὶ διὰ τῆς χώρας ἔφοδον τοῖς τὴν ἠνεμόεσσαν κατοικοῦσι πόλιν. τὸ δὲ πετάλοις ὑποπεπτηῶτας εἶναι τοὺς στρουθοὺς δηλοῦν τὸ ἀβέβαιον τῆς εὐθαλείας τῶν κατοικούντων τὴν πόλιν· φυλλορροεῖ γὰρ τὰ δένδρα. στρουθοὺς δὲ καὶ οὐκ ἄλλα ὄρνεα παρείληφεν, ὅτι ἱερὰ μὲν Ἀφροδίτης ἡ στρουθὸς κατωφερέστατον δὲ ζῶον καὶ λάγνιστον, οἰκεῖοι δὲ τῇ Ἀφροδίτῃ οἱ Τρῶες καὶ λαγνείας εἵνεκα τὸν πόλεμον ἐνστησάμενοι, ὥσπερ τῆς Ἀθηνᾶς ἱερὸς ὁ δράκων, φίλοι δὲ Ἀθηνᾶς οἱ Ἕλληνες, οὓς τῷ σημείῳ ὁ δράκων ἐσήμανεν. ὁ δὲ τῶν στρουθῶν ἀριθμὸς τῶν ἐτῶν ἐδήλωσε τὸν ἀριθμόν· ἐτήσιος γὰρ ἡ γένεσις ὄρνισι, καὶ ὀκτὼ μὲν ἔτη, ἐν οἷς ἦσαν ἀπόρθητοι, μικρὰ ταῦτα, τὸ δὲ ἔνατον, ἐν ᾧ τὸ τέλος, τὸ κεφάλαιον ἂν εἴη τοῦ χρόνου, ὥστε οἰκεία ἡ μήτηρ τῷ χρόνῳ τούτῳ. ἐννέα δὲ καὶ οὐ δέκα ὁ ἀριθμός, ὅτι τοῦ πολέμου ὁ χρόνος ἀριθμεῖται, οὐ τῆς ἁλώσεως. τί γάρ φησιν;

   ὣς ἡμεῖς τοσσαῦτ' ἔτεα πολεμίζομεν αὖθι (v. 328), ἐννέα ἔτεα, ὧν τὸ ἔνατον τὸ κεφάλαιον περιεῖχε τῶν κακῶν καὶ περιοχὴν τῶν παρελθόντων ὀκτώ, τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν (v. 329), μετὰ γὰρ τὴν μητέρα τῶν στρουθῶν καὶ τὸ ἔνατον ἔτος ἑτοίμη ἦν ληφθῆναι ἡ νεοττιὰ καὶ ἡ πόλις ἡ τῶν Τρώων. ἡ ἰαχή τε τῆς μητρὸς καὶ τῶν τριζόντων νεοττῶν τὴν οἰμωγὴν ἐδήλου τῶν ἁλισκομένων. ἡ δὲ τοῦ δράκοντος ἀπολίθωσις κατὰ μὲν Ἀριστοτέλην τὴν βραδυτῆτα ἐδήλου καὶ τὸ σκληρὸν τοῦ πολέμου, κατὰ δὲ [τοὺς] ἄλλους τὴν τῆς πόλεως ἐρήμωσιν καὶ τοῦ μὲν ζωτικοῦ παντὸς κένωσιν τῶν δὲ λίθων καὶ οἰκοδομημάτων κατάλυσιν, τῶν Τρώων ἁλόντων Ἑλλήνων ἀποπλευσάντων.

   τὸ δὲ δέκατον ἔτος, ὅπερ διὰ τοῦ δράκοντος δεκάτου ὄντος ἐν τοῖς σημείοις ἀριθμεῖται, λαμβανόμενον τὸ αὐτὸ εἰς μὲν τοὺς Ἕλληνας γίνεται λίθος μένων καὶ ἀρίζηλος, πᾶσιν διακένωμα ὢν καὶ λίθους μεμενηκέναι τοῦ πολέμου καταλυθέντος, ὥστε τὸν δράκοντα ἐπιόντα μὲν δηλοῦν τὴν ἔφοδον τῶν Ἑλλήνων, διὰ δὲ τῆς πλατάνου τὴν διὰ τῶν νεῶν γινομένην, κατεσθίοντα δὲ τοὺς ἐννέα στρουθοὺς μετὰ τῆς μητρὸς σημαίνειν τὸν ἐνναετῆ πόλεμον, ἀπολιθούμενον δὲ δέκατον ἐν τοῖς σημείοις αὐτὸν ἐρημίαν δηλοῦν τὴν ἐν τῷ δεκάτῳ ἔτει, τῶν Ἑλλήνων ἀποστάντων καὶ τῆς πόλεως ἐν λίθοις μόνοις καταλειφθείσης, παντός τε τοῦ ἐμψύχου ἔκ τε αὐτῆς καὶ τῶν περὶ αὐτὴν καθημένων κενωθέντος· ἐμήνυε δὲ ἡ εἰς παράδοξον καὶ θαυμαστὸν μεταβολὴ τὴν τῶν κατειργασμένων ἐπὶ πλεῖστον μνήμην. ἡ δὲ ἕδρα τῶν ὀρνίθων καὶ ἡ ἐν τῇ νεοττιᾷ τῶν στρουθῶν καθέδρα ἐδήλου τοὺς ἐνδομυχοῦντας καὶ ἐν τῇ πόλει κατακλείστους Τρῶας. οἱ δὲ βεβαιότερόν φασιν εἶναι τὰ διὰ τῶν καθεδρῶν ἢ ὅσα πετόμενοι σημαίνουσιν ὄρνιθες, ὥσπερ γὰρ πετόμενοι μηνύουσι ταχύτερον οὕτω πάντα ἔσεσθαι, οὕτω καθεζόμενοι ποιοῦσι χρόνια καὶ παράμονα. τὸ δὲ καὶ περιπέτεσθαι τὴν νεοττιὰν τὴν μητέρα ἀεὶ καὶ μὴ πόρρω ἀποχωρεῖν ἐδήλου, ὅτι καὶ οἱ ἐκ τῆς πόλεως ἐξιόντες αὐτόθι περὶ τὴν πόλιν καὶ οὐ πόρρω χωρεῖν ἔμελλον, ἀλλὰ ζῆν περὶ αὐτὴν χρειοῖ ἀναγκαίῃ πρό τε παίδων καὶ πρὸ γυναικῶν (Θ 57). τὴν δὲ νεοττιὰν οὐ διέφθειρεν ὁ δράκων, ὅτι οὐκ ἐξηλίφη τέλος ἡ πόλις, ἀλλὰ μόνοι οἱ ἐνοικοῦντες, αὐτῆς μὲν μενούσης, τῶν δ' ἐπελθόντων μετὰ τὴν ἀναχώρησιν καὶ πόρθησιν ἐρημίαν φοβερὰν καταλελοιπότων καὶ πάντα εἰς λίθους περιστησάντων διὰ τὸ ἄπορον καὶ ἄψυχον τῆς χώρας, ἐγκαταλελειμμένης καὶ τῆς πόλεως. ἅμα δὲ καὶ ὅτι ἡ ἀποστροφὴ τοῖς Ἕλλησιν ἀντιτυπής ἐστι καὶ σκληρὰ ἐδήλου ὁ ἀπολιθούμενος δράκων· ἀπαλλάσσεσθαι γὰρ μέλλων ἤδη τῆς νεοττιᾶς ἐγένετο λίθος καὶ ἐπὶ τῆς ὁδοῦ ἔτι ὤν. τὸ δὲ δένδρον οὖν ἡ ὁδός. ἀλλὰ καὶ ἡ πορεία τοῦ δράκοντος οὐκ οὖσα ὀρθὴ φύσει οὐδὲ εὐθεῖαν τὴν ὁδὸν τοῖς Ἕλλησιν ἐσήμαινεν, ὁποία ἐγένετο καὶ αὐτοῖς ἀπιοῦσί τε καὶ ὑποστρέφουσιν. οὐδὲ τὸ ἐλελιξάμενος πτέρυγος λάβεν (Β 316) ἐστὶν ὡς πρὸς μαντείαν ἄχρηστον· ἐδήλου δὲ τὸν τρόπον καθ' ὃν τὴν Ἴλιον ἔμελλον ἐκπορθήσειν οἱ Ἕλληνες· οὐ γὰρ ἐκ τοῦ εὐθέος ἐκράτησαν καὶ εἷλον, ἀλλ' ἀναχθέντες ἀπὸ τῆς Τρωάδος εἶθ' ὑποστρέψαντες, ὃ ἔστιν εἰπεῖν ἐλελιξάμενοι. ἡ δὲ πλάτανος διὰ μὲν τὸ ὑδρηλὸν καὶ εὔμηκες ἐδήλου τὴν διὰ νεῶν καὶ ὕδατος μακρὰν πορείαν, διὰ δὲ τὸ ἄκαρπον φύσει καὶ ὅτι ἄκαρπος ἡ πορεία καὶ τοῖς ἐπελθοῦσιν Ἕλλησι καὶ τοῖς ἐνοικοῦσι τὴν πόλιν τῶν Τρώων· τά τε γὰρ ληφθέντα λάφυρα ἐξ Ἰλίου ἄλλα ἄλλως ἀπώλετο, καὶ οἱ Τρῶες οὐδένα καρπὸν ἔσχον, μεινάσης αὐτοῖς τῆς νεοττιᾶς ἐν ἀκάρπῳ μὲν δένδρῳ φύλλοις δὲ πρὸς καιρὸν θάλλουσιν, αὐτοὶ ἄρδην ἀπολόμενοι.

   ad scholia excerpta referendum:

   ὁ δράκων Ἀθηνᾶς ἱερός, οἱ στρουθοὶ Ἀφροδίτης χρόνον τε δηλοῦσιν, ἐπεὶ πτηνὸς ὁ χρόνος. ὁ δὲ λίθος, ἐπεὶ οὐκέτι κίνησιν ἔλαβεν ὁ πόλεμος. καὶ τὸ μὲν ἐφ' ὕψους κεῖσθαι τὴν νεοττιὰν τὴν ἠνεμόεσσαν Ἴλιον. οἱ δὲ ὑπὸ τοῖς πετάλοις νεοσσοὶ τὸ ὀλιγοχρόνιον τῶν Τρώων· μαραινομένων γὰρ ὅσον οὔπω τῶν φύλλων ἀποπεσοῦνται. ἡ δὲ ἐνάτη μήτηρ τῆς ἐνναετηρίδος τὸν ἔσχατον ἀγῶνα ἐσήμανεν. ἡ δὲ διὰ τοῦ ὕδατος πορεία τοῦ δράκοντος τὴν δι' ὕδατος ἄφιξιν τῶν Ἑλλήνων. τὸ δὲ περιλειφθῆναι τὴν νεοττιὰν τὸ μὴ παντελῶς ἠφανίσθαι τὸν τόπον· οἰκεῖται γὰρ μέχρι τοῦ νῦν. ἡ δὲ ἀπολίθωσις τὸ δυσδιεξόδευτον τῶν νόστων ἢ ὅλου τοῦ ἀγῶνος παῦσιν· οὐ γὰρ ἠμύναντο ἔτι τοῦ λοιποῦ τοὺς Ἕλληνας οἱ Τρῶες. ἢ ὅτι εἰς λίθους περιστήσεται τοῦ πολέμου τὸ τέλος.

   δράκων (v. 308). τούτῳ ‹τοῦτο cod.; corr. Dind.› τὸ ὄνομα ὁ Πορφύριος ἐν τοῖς ζητήμασί φησι Σθένιος· οὕτως γὰρ ἱστόρηται Διονυσίῳ ἐν τῷ ε΄ τῶν ἀπόρων.

   ἔνθ' ἐφάνη (ibid.). ὅπου ἡμῖν ὤφθη ὁ δράκων. οὗτινος δράκοντος τὸ ὄνομα ὁ Πορφύριος ἐν τοῖς ζητήμασί φησι. λέγει γὰρ αὐτὸν Σθένιον. οὕτως γὰρ ἱστορεῖται Διονύσιος ἐν τῇ πέμπτῃ τῶν ἀπόρων.

[350]    v. ad v. 370 (p. 38, 36).

[362]    ...... ζητοῦσι δέ τινες, τί δή ποτε οὐκ ἐν ἀρχῇ τοῦ πολέμου τὸ στράτευμα διατάττει ὁ Νέστωρ. ῥητέον δὲ ὅτι ἔχοντες πρῶτον Ἀχιλλέα τούτων οὐκ ἐδέοντο, ὡς οὐδὲ τοῦ τείχους.

   ἐζήτηται, διὰ τί ταύτην τὴν τάξιν πρὸ πολλοῦ μὴ ὑπετίθετο ‹μὴ πρὸ πολλῶν ὑπετ. Par.› ὁ Νέστωρ. ἤτοι ὅτι πάλαι μὲν Ἀχιλλεὺς φίλος ‹φιλόσοφος A› ὢν τῶν Ἑλλήνων ἤρκει πρὸς τὸ συνέχειν τοὺς βαρβάρους, καὶ καλῶς ἐκείνῳ θαρρῶν οὐκ ἐποίει τοῦτο, νῦν δὲ αὐτοῦ μηνίοντος εἰκότως ἀσφαλεστέραν διάταξιν εἰσάγει.

[367]    ad Ι 1 sqq.

[370sqq]    διὰ τί, Ὀδυσσέως καὶ κρατήσαντος τοὺς Ἕλληνας φεύγειν μέλλοντας καὶ τοὺς οἷος ὁ Θερσίτης καταστασιάζοντας ἐπισχόντος καὶ ἀπειλαῖς καὶ πληγαῖς ‑ ὁμοίως γὰρ τῷ Θερσίτῃ ὃν δ' αὖ δήμου τ' ἄνδρα ἴδοι βοόωντά τ' ἐφεύροι, τὸν σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ (v. 198. 99)· ὅθεν καὶ τὸν Θερσίτην προήχθη τύψαι, χείρονα ὄντα τῶν πληγὰς εἰληφότων ‑ πρὸς δὲ τούτοις δημηγορήσαντος οὕτως ὡς ἐπιβοῆσαι αὐτῷ ἅπαντας ἐπαινοῦντας

‑ ὣς ἔφατ', Ἀργεῖοι δὲ μέγ' ἴαχον, ἀμφὶ δὲ νῆες

σμερδαλέον κονάβησαν ἀυσάντων ὑπ' Ἀχαιῶν,

μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο (v. 33335) ‑ ,

Ἀγαμέμνων μόνῳ Νέστορι τὰ πρωτεῖα δίδωσι καὶ τῆς νίκης παραχωρεῖ, λέγων ἦ μὰν αὖτ' ἀγορῇ νικᾷς, γέρον, υἷας Ἀχαιῶν (v. 370), καὶ τοιούτους δέκα εὔχεται συμφράδμονας γενέσθαι; οὕτω γὰρ τάχα πορθηθῆναι τὴν Ἴλιον, χερσὶν ὑφ' ἡμετέρῃσιν ἁλοῦσαν (v. 374).

   ῥητέον οὖν ὅτι οὐχ ἁπλῶς νικᾶν ἔφη καὶ ἐν πᾶσι τὸν Νέστορα, ἀλλὰ μόνον ἐν τῇ ἀγορῇ νικᾷς, γέρον, τὰ πρωτεῖα διδοὺς κατὰ τὴν δημηγορίαν καὶ αὐτὸς τῷ Νέστορι, καθάπερ οἱ Ἕλληνες τῷ Ὀδυσσεῖ. Ὀδυσσεὺς μὲν γὰρ ἐδημαγώγησεν ὡς πρὸς δημοκρατίαν ἁρμόσας τὸν λόγον, καὶ ὡς ἐπ' αὐτοῖς ὂν μένειν ἢ ἀποπλεῖν ‑ τί γάρ φησιν, ὑποτάξας τὸν Ἀγαμέμνονα τῇ τῶν Ἑλλήνων ἐξουσίᾳ; Ἀτρείδη, νῦν σε, ἄναξ, ἐθέλουσιν Ἀχαιοὶ πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσι (v. 284. 85) καὶ τὰ ἑξῆς ‑ ὁ δὲ Νέστωρ τὸν Ἀγαμέμνονα αὐτὸς ἄρχειν παρακαλεῖ καὶ μὴ φροντίζειν τῶν ἀποστατούντων, συμφέρειν γὰρ πᾶσι τὴν τούτου ἀρχὴν διὰ τὸ πάντας οὐχ ὑποσχέσεσιν ἁπλῶς, ὡς Ὀδυσσεὺς ἔφη (v. 286), ὅρκοις δὲ καὶ συνθήκαις καὶ δεξιαῖς πιστώσασθαι τὴν τούτου ἡγεμονίαν, ἀπειθοῦσι δὲ αὐτοῖς καθὼς ἐξώμοσαν πάντες γενέσθαι τὴν παράβασιν· Ἀτρείδη, σὺ δ' ἔθ' ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν ἄρχευ' Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας, διὰ τί; πῆ γὰρ αἱ συνθῆκαι καὶ ὅρκια βήσεται ἡμῖν σπονδαί τ' ἄκρητοι καὶ δεξιαὶ ᾗς ἐπέπιθμεν,

   διόπερ Ὀδυσσεὺς μὲν τοὺς Ἕλληνας εἰπών· ὥστε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες ἀλλήλοισιν ὀδύρονται οἶκόνδε νέεσθαι (v. 289. 90), εὐθὺς ἐπιλαμβάνεται αὐτῶν ἀνακαλούμενος τὸν λόγον διὰ τοῦ φάναι ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι καὶ ἐκ τοῦ ἥττονος παραβάλλειν τὸ μέγεθος τῆς Ἑλληνικῆς [ἀθυμίας]· εἰ γὰρ καὶ ὁ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο ἀσχάλλει ὑπὸ ἀνέμων ἐναντίων ἐμποδιζόμενος, ἡμῖν δ' εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸς ἐνθάδε μιμνόντεσσι, τίς [ἂν νε]μεσήσαι ἀσχάλλουσι τοῖς Ἕλλησιν; ὁ δὲ Νέστωρ οὐχ Ἕλληνάς φησιν ἀξίους εἶναι ὡς παῖδας διασύρεσθαι, ἀλλ' αὐτοὺς τοὺς δημηγόρους τὰ τοῦ πολέμου ἔργα μὴ σκοπουμέ[νους] .. ὧν μάλιστα ἤρτηται ἐκ τῆς πρὸς θεοὺς εὐσεβείας· ἦ δὴ παισὶν ἐοικότες ἠγοράασθε νηπιάχοις, οἷς οὔτι μέλει πολεμήια ἔργα (v. 337. 38)· πῶς οὖν οὐ μέλλει [τις κακῶς] διὰ ἀφροσύνην τὰ τῶν πολέμων φρονεῖν, ὅτε δή φησιν ἐν πυρὶ δὴ βουλαί τε γενοίατο, συνθεσίαι καὶ τὰ ὅρκια, σπονδαί τ' ἄκρητοι καὶ δεξιαὶ ᾗς ἐπέπιθμεν· τὸ θαρρεῖν γὰρ εὐορκοῦσι καὶ τηροῦσι τὰς διὰ θεῶν πίστεις ἀνδρῶν ἂν εἴη εὐφρόνων καὶ εἰδότων τὰ κοινὰ τῶν πολέμων εὐλαβεῖσθαι· καὶ τούτων ἀναμιμνήσκειν δεῖ, φησὶ, τοὺς συμβουλεύοντας ῥήτορας. ἀκολούθως δὲ τούτοις ἐπάγεται καὶ τὸ ἔα φθινύθειν ἕνα καὶ δύο τῶν ἀπειθούντων, οἳ οὐκ ἀνύουσι πρότερον τὸ εἰς οἶκον ἀπελθεῖν, πρὶν καὶ Διὸς αἰγιόχοιο γνώμεναι εἴτε ψεῦδος ὑπόσχεσις εἴτε καὶ οὐχί (v. 34649). εἰ γὰρ ἐπὶ ὅρκοις καὶ σπονδαῖς καὶ τοῦ πολέμου, παρασκευαῖς καὶ δεξιαῖς καὶ Διὸς ἐγένετο ἡ ὑπόσχεσις, κίνδυνος τοῖς ταῦτα παραβαίνουσι, καὶ οὐ χρὴ θωπεύειν δημαγωγοῦντας, ἐπιπλήττειν δὲ μᾶλλον ἁμαρτάνουσι καὶ ἐπάγειν τὸν βασιλέα εἰς τὸ τῆς ἐξουσίας ἡγεμονικόν, ἀλλ' οὐκ ἀπέχεσθαι τῶν ἀρχομένων, ἐπισταμένων, οἷς ἔκριναν μετὰ πίστεως ὡς χρεὼν ἐν πᾶσιν ὑπακούειν. διὸ Ὀδυσσεῖ μὲν ἀκόλουθον δημαγωγοῦντι καὶ Κάλχαντος χρήσασθαι μαντείαις· ὕβριστο μὲν γὰρ ὑπὸ Ἀγαμέμνονος, αἴτιος δὲ ἐδόκει ἔναγχος αὐτοῖς γεγονέναι τοῦ λοιμοῦ τῆς θεραπείας, καὶ διὰ τοῦτο πρὸς αὐτῶν ἠγαπᾶτο καὶ ἐπιστεύετο· Νέστορι δὲ τούτου μὲν ἀμελεῖν, εἰς δὲ τὰς Διὸς ἀνάγειν ὑποσχέσεις, αἷς μετὰ τῆς τοῦ πολέμου κατορθώσεως καὶ τὸ ἡγεῖσθαι τοῦ πολέμου τὸν Ἀγαμέμνονα ἐκύρωσεν· φημὶ γὰρ κατανεῦσαι ὑπερμενέα Κρονίωνα (v. 350) καὶ τὰ ἑξῆς.

   γράφει δὲ περὶ τῶν δεξιῶν ἀστραπῶν Ἕρμων ὁ Δήλιος· καὶ ὅταν κατὰ δεξιὰ χειρὸς ἀστράπτῃ, νίκην καὶ ὑπέρτερον εὖχος ὀπάζει. καὶ ὅλως οἱ περὶ τούτων σκεψάμενοί φασιν ἀστραπαὶ καὶ βρονταὶ δεξιαὶ τοῖς ἐπιχειροῦσιν ἄγεσθαι. φόβους γὰρ τοῖς πολεμίοις σημαίνουσιν ἐν δεξιοῖς γινόμεναι.

   διαφόρων τοίνυν οὐσῶν τῶν δημηγοριῶν, καὶ τῆς μὲν Ὀδυσσέως δημοτικωτέρας τῆς δὲ Νέστορος βασιλικωτέρας καὶ ἀρχικῆς, εἰκότως ὁ μὲν θωπεύει, οὐ νεμεσίζομαι Ἀχαιοὺς λέγων ἀσχάλλειν παρὰ νηυσί (v. 296), καὶ ὅμως ἀξιῶν· τλῆτε φίλοι καὶ μείνατ' ἐπὶ χρόνον· αἰσχρὸν γὰρ δηρόν τε μένειν κενεόν τε νέεσθαι (v. 299. 98), ὁ δὲ ὀλίγον ἐνδοὺς καὶ τοσοῦτον θεραπεύσας ἐν τῷ φάναι τῷ μή τις πρὶν ἐπειγέσθω οἶκόνδε νέεσθαι, πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι (v. 354. 55), εὐθὺς μὲν ἐγείρει τὸν λόγον εἰς τὴν ὑπὲρ τοῦ βασιλικοῦ ὅρκου μνήμην τίσασθαι γὰρ Ἑλένης ὁρμήματα στοναχάς τε (v. 356), εἰς ἀπειλὰς δὲ χωρεῖ οἰκείας βασιλικῷ φρονήματι· εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκόνδε νέεσθαι, ἁπτέσθω ἧς νηὸς ἐυσσέλμοιο μελαίνης, ὄφρα πρόσθ' ἄλλων θάνατον καὶ μοῖραν ἐπίσπῃ (v. 357-59). λοιπὸν δὲ οὐκ ὦ Ἀτρείδη λέγει οὐδ' ὦ Ἀγάμεμνον· ἀλλὰ ἄναξ (v. 361), ὦ βασιλεῦ, λέγων ἀξιοῖ μὲν αὐτὸν κατάρχειν σκεμμάτων καλῶν, πείθεσθαι δὲ καὶ ἄλλῳ καὶ διατάττειν ὡς χρὴ κατακοσμηθῆναι κατ' αὐτούς. εἰκότως οὖν, τοῦ μὲν πρὸς τὸ ἀρχόμενον καὶ δημοτικὸν ἁρμόζοντος λόγου, τοῦ δὲ πρὸς τὸν ἄρχοντα καὶ βασιλέα τῶν ἄλλων, τὸν μὲν τὸ πλῆθος ἐπαινεῖ, τῷ δὲ τὸ νικᾶν ὁ βασιλεὺς ἀποδίδωσιν.

   ἐζήτηται διὰ τί, Ὀδυσσέως κατασχόντος διὰ λόγων τοὺς ὄχλους καὶ τοιοῦτον πρᾶγμα συνετὸν καὶ σπουδαῖον ποιήσαντος, ὁ βασιλεὺς νῦν δύναμιν ἐν τῷ λέγειν Νέστορι προσμαρτυρεῖ. ἤτοι ὡς δυναμικωτέρῳ· προκατειλημμένων γὰρ τῶν ἐπιχειρημάτων Ἀθηνᾷ τε καὶ Ὀδυσσεῖ ὅμως εὐπόρησε λόγων. ἢ ὅτι ὁ μὲν μόνον ὠνείδισε, Νέστωρ δὲ σὺν τῇ διατάξει καὶ συμβουλίᾳ καὶ τὰς ἀστραπὰς εἶπεν· βεβαιότερον γὰρ νίκης φῶς.

[367]    καὶ πῶς οὐ παρακαλεῖ; αἰδεῖται χωρὶς ἀνάγκης καὶ τῷ ὀνείρῳ πείθεται.

   ἀβέλτερος, φησὶν, ὁ Ἀγαμέμνων μὴ συνορῶν ὅτι ἐν πολέμῳ οὐκ ἐπὶ τοῖς μαχομένοις κεῖται τὸ τούτου τέλος, ἀλλ' ὡς ἂν τύχῃ γενόμενον. ἀγνοοῦσι δὲ ὅτι καλόν ἐστι δυσχερῆ ἐλπίζειν, ἵνα ὡς ἐπὶ πλείονι πόνῳ προθυμότεροι παρασκευασθῶσιν. ἢ γὰρ ἀποβάντων ἧττον, ἠχθέσθημεν, ἢ μή, τελεσθέντων ὑπεράγαν ἐχάρημεν.

[408]    διὰ τί τοὺς ἀνδρείους βοὴν ἀγαθοὺς ἀποκαλεῖ; νῦν μὲν Μενέλαον, ἀλλαχοῦ δὲ (e. c. Β 563. Ε 114) Διομήδην, πῇ δὲ βοὴν ἀγαθὸς βάλεν Αἴας (Ο 249) καὶ Ἕκτορα δ' ἐφράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους (Ο 671). ῥητέον δὲ ὅτι μήπω σάλπιγγος εὑρεθείσης βοῇ διῴκουν τὰς τῆς μάχης ἐπιθέσεις τε καὶ ἀνακλήσεις. ἄλλως τε καὶ σημεῖον τοῦ θαρσεῖν τὸ βοᾶν· ἡ γὰρ δειλία θραύουσα τὸ πνεῦμα βραχίστην ἀπεργάζεται τὴν φωνήν. διὰ τοῦτο βοῶντας παρεισάγει τοὺς ἥρωας· σμερδαλέον δ' ἐβόησεν (Θ 92), ἤυσε δὲ διαπρύσιον (Θ 227).

[423]    ad Φ 363.

[447]    τῶν μεθ' Ὅμηρον ποιητῶν πολλοί τινες τὴν αἰγίδα παραδιδόασιν ὡς ἴδιον Ἀθηνᾶς ὅπλον, διὸ καὶ πλέονα τῶν ἐπιθέτων ἀπ' αὐτῆς τίθεται τῇ θεῷ. ὁ δὲ χρωμένην μὲν οὐδενὸς ἧσσον παρεισάγει ταύτῃ τὴν Ἀθηνᾶν, τῷ δὲ Διί φησιν αὐτὴν δοθῆναι παρὰ Ἡφαίστου, σαφῶς οὕτω διὰ τῶν ἐπῶν συνιστάς (Ο 307 sqq.)·

   πρόσθεν δὲ κί' αὐτοῦ Φοῖβος Ἀπόλλων

   εἱμένος ὤμοιιν νεφέλην, ἔχε δ' αἰγίδα θοῦριν

   δεινὴν ἀμφιδάσειαν ἀριπρεπέ', ἣν ἄρα χαλκεὺς

   Ἥφαιστος Διὶ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν.

καθὸ δὴ καὶ πυκνῶς αὐτὸν αἰγίοχον καλεῖ. ταύτην δὲ τὴν αἰγίδα παρασκευαστικὴν ὑποτίθεται τῶν λεγομένων κατὰ τοὺς ἀνέμους αἰγίδων, ἃς καταιγίδας εἰώθαμεν προσαγορεύειν. Ὅμηρος μὲν γὰρ οὕτω λέγει (Β 147. 48)·

   ἠύτε κινήσῃ Ζέφυρος βαθὺ λήιον ἐλθὼν

   λάβρος ἐπαιγίζων.

νῦν γοῦν οὐκ ἄλλο τι, τὸ αὐτὸ δὲ τὸ λάβρος ἐπαιγίζων βούλεται δηλοῦν. ἔλεγον δὲ αἰγίδας τὰς νῦν καταιγίδας τῶν σφοδρῶν καὶ συνεστραμμένων πνευμάτων καὶ ἅμα καταρασσόντων, οἷόν τι καὶ ἐν τούτῳ θεωρεῖται λέγων ὁ ποιητής (Λ 297. 98)·

   ἐν δ' ἔπεσ' ὑσμίνῃ ὑπεραέι ἶσος ἀέλλῃ,

   ἥτε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει.

Ἀλκαῖος δέ που καὶ Σαπφὼ τὸν τοιοῦτον ἄνεμον κατώρη λέγουσιν ἀπὸ τοῦ κατωφερῆ τὴν ὁρμὴν ἔχειν. τὴν δὲ τοῦ Διὸς αἰγίδα συμβέβηκεν ὠνομάσθαι διὰ τῆς Ὁμήρου ποιήσεως ὡσαύτως τῇ περὶ τοὺς ἀνέμους λεγομένῃ κατὰ μὲν αὐτὸν ἐκεῖνον αἰγίδι, καθ' ἡμᾶς δὲ καταιγίδι, παρασκευαστικὴν δὲ αὐτὴν τῶν ὁμωνύμων εἰσάγεσθαι πνευμάτων, ὅτε ἐπισεισθείη κατὰ τὸ ἐναντίον. ἐπισεισθείσης γὰρ αὐτῆς καὶ καταρρηγνυμένης ἐπὶ τὴν γῆν, οὐ μόνον ἀπὸ τοῦ ψιλοῦ πνεύματος τοὺς ἐναντίους βλάπτεσθαι συμβαίνει, κονιορτοῦ δὲ πρὸς τὰς ὄψεις φερομένου παντελῶς ἐμποδίζεσθαι. οἷον·

   καὶ τότε δὴ Κρονίδης ἕλετ' αἰγίδα θυσσανόεσσαν,

   σμερδαλέην, Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν·

   ἀστράψας δὲ μάλα μεγάλ' ἔκτυπε, τὴν δ' ἐτίναξε,

   νίκην δὲ Τρώεσσι δίδου, ἐφόβησε δ' Ἀχαιούς (Ρ 593 sqq.).

οἰκεῖα γοῦν τοῖς ἀπὸ ταύτης φερομένοις πνεύμασι καὶ τὰ παρακείμενα αὐτῷ συνεκπεφώνηται ἐν οἷς φησιν, ὅτε ἔλαβε τὴν αἰγίδα τὴν μὲν Ἴδην αὐτὸν καλύψαι τοῖς νέφεσιν, ἀστράψαντα δὲ μέγα μὲν ἐπιβροντῆσαι τινάξαι δὲ ἐκείνην. ὅτι δὲ κατ' ἐναντίαν τοῦτο γίνεται τῶν ταπεινοῦσθαι μελλόντων σαφὲς ἐκ τούτων· ὄφρα μὲν ἀσπίδα χερσὶν ἔχ' ἀτρέμα Φοῖβος Ἀπόλλων, τόφρα μάλ' ἀμφοτέροις βέλε' ἥπτετο· αὐτὰρ ἐπεὶ κατένωπα ἰδὼν Δαναῶν ταχυπώλων [σεῖσ'], εἶτα ἐπιφέρει· τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ἔθελξε, λάθοντο δὲ θούριδος ἀλκῆς (Ο 318 sqq.). ποτὲ δὲ διότι μὲν ἐπέσεισε τὴν αἰγίδα τοῖς Ἀχαιοῖς ἀπὸ τῆς Ἴδης ὁ Ζεὺς οὐ παρέδωκε ῥητῷ λόγῳ, τὸ δὲ γενόμενον ἐπ' αὐτοῖς ἐσήμαινε, διὰ τοῦ συμβάντος συνιστὰς τὸ προηγούμενον. λέγει γὰρ ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ' ἅμ' ἕποντο ἠχῇ θεσπεσίῃ, ἐπὶ δὲ Ζεὺς τερπικέραυνος ὦρσεν ἀπ' Ἰδαίων ὀρέων ἀνέμοιο θύελλαν, ἥ ῥ' ἰθὺς νηῶν κονίην φέρεν (Μ 251 sqq.). ἡ γὰρ εἰς εὐθὺ τῶν νηῶν τὸν κονιορτὸν φέρουσα θύελλα δῆλον ὡς ἐξ ἐναντίου προσφέρεται τοῖς Ἀχαιοῖς. διὸ δὴ καὶ ἐπέζευξεν ἄλλως· αὐτὰρ Ἀχαιῶν θέλγε νόον, Τρωσὶ δὲ καὶ Ἕκτορι κῦδος ὄπαζε (Μ 254 sqq.)· τοῦτο δὲ δεῖ νοεῖν τῆς αἰγίδος ἐπισεισθείσης.

   καὶ ἐπ' ἄλλων δὲ πλειόνων ὁ παραπλήσιος ὑπάρχει τρόπος, ὥστε τοῖς πάθεσι καὶ τοῖς πράγμασιν ὁμωνύμους τινὰς ποιεῖν δαίμονας εἰδωλοποιουμένους εἰς κατασκευὰς μυθώδεις, ἐφ' ὧν οὐκ αὐτὸ τὸ ἀποτελούμενον δεῖ νοεῖν, τὸ δὲ παρασκευαστικὸν τοῦ καθ' ἡμᾶς ἐνεργουμένου συμπτώματος. οἷον ἔρως ἐπὶ τοῦ πάθους αὐτοῦ λέγεται καὶ ἐπὶ τοῦ κατὰ τὸ παρασκευαστικὸν εἶδος λεγομένου, καὶ πάντα τὰ τοιαῦτα, πλοῦτος, ἔρις, ὕβρις καὶ ὅσα ἂν τίς ἀριθμήσειε ῥᾳδίως; δεῖ γὰρ παραθεωρεῖν τὴν τῶν τοιούτων διαφοράν, ὡς ὁπόταν εἴπωμεν· ὁ Ἔρως ἐνέβαλεν ἔρωτα τῷ δεῖνι, καὶ πάλιν ἡ Ἔρις ἔριν. τότε γὰρ ὡς θεὸν ἢ δαίμονά τινα δεῖ νοεῖν παρασκευαστικὸν τοῦ ὁμωνύμου συμπτώματος ἢ πάθους, καὶ [τότε] τὸ συμβαῖνον ἐξ ἐκείνου πάλιν ἀνάλογον πάθος ἢ σύμπτωμα, καθάπερ ὁ ποιητὴς ἐν τούτοις (Ε 592) δεικνύει·

   οἱ δ' ἴσαν, ἦρχε δ' ἄρα σφιν Ἄρης καὶ πότνι' Ἐνυώ,

   ἡ μὲν ἔχουσα κυδοιμὸν ἀναιδέα δηιοτῆτος·

νῦν γὰρ οὐχὶ τὸν ἐνεργῶς θεωρούμενον, ἀλλὰ τὸ παρασκευαστικὸν τοῦ ὁμωνύμου συμπτώματος μυθικῶς εἰδωλοποιούμενον. τὸ δ' αὐτὸ κἀπὶ τούτων νοητέον· Ζεὺς δ' Ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν ἀργαλέην, πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν (Λ 3. 4). οὐδὲ γὰρ νῦν ἄλλο τι πάλιν ἀλλὰ τὸν πόλεμον ἔχουσα παραγίνεται τὸν παρασκευαστικὸν τοῦ κατὰ πρᾶγμα φαινομένου πολέμου. καὶ γάρ ἐστιν ἐκεῖνος ὁ κατὰ τὸ μυθικὸν εἰδωλοποιούμενος τοῦ κατὰ τὸ ἐνεργὲς θεωρουμένου πολέμου σημεῖον, ὃ δὴ νῦν προσαγορεύει τέρας. εἴη δ' ἂν οὗτος κυδοιμὸς μάχης, ὡς θεὸς οἷον ἔμπροσθεν θεωρούμενος, ὁπότε ἐλέγομεν ἡ μὲν ἔχουσα κυδοιμὸν ἀναιδέα δηιοτῆτος· ὡσαύτως ἐπὶ τούτου πάλιν, ὃ δὴ πολέμοιο τέρας φησὶν εἶναι, τὸ ἀπαράλλακτον ὑπάρχει. κατὰ τὸν αὐτὸν δὲ τρόπον ἐπὶ τῆς βροντῆς καὶ ἀστραπῆς καὶ τῶν παραπλησίων, ὥστε δεῖ νοεῖν ἕτερα μέν τινα κατασκευάσματα παρασκευαστικὰ τῶν ἐν ἡμῖν ἐναργῶς ἀκουομένων, ἕτερα δὲ τὰ διὰ τούτων μὲν ἀποτελούμενα, καθ' ὁμωνυμίαν δὲ ἐνεργήματα. καθάπερ ὅταν εἴπῃ (Ν 24244)·

   βῆ δ' ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίων

   χειρὶ λαβὼν ἐτίναξεν ἀπ' αἰγλήεντος Ὀλύμπου,

   δεικνὺς σῆμα βροτοῖσιν, ἀρίζηλοι δέ οἱ αὐγαί.

οὕτω γὰρ δεῖ τὸν νοῦν ἐκδέχεσθαι, οἷον τὴν μὲν ἀστραπὴν λαβὼν ὁ Ζεὺς ἐτίναξεν ἀπ' αἰγλήεντος Ὀλύμπου, οἱονεὶ κατασκεύασμά τι θεῖον καὶ τοῦτο εἰκότως ἡμεῖς θεῖον ἐνοήσαμεν. ἀλλ' ὁπότε τῇ χειρὶ τινάξειεν, οὗ διασεισθέντος ἀπέλαμψε τὸ τοιοῦτον φέγγος, οὐ κατὰ τὴν αὐτὴν ἔννοιαν ἔτι τὴν ἀστραπὴν παραλαμβάνομεν, ἀλλὰ τὴν μὲν ἀποτελοῦσαν, τὸ δὲ ἀποτελούμενον. οὕτως ἐπὶ τῆς αἰγίδος ταὐτὸ δεῖ νοεῖν· ἣν μὲν ὁ Ζεὺς ἐπισείων , κατασκεύασμά τι θεῖον, ἑτέραν δὲ τὴν ἀποτελουμένην διὰ τῆς κατ' ἐνέργειαν ὁμωνυμίας, ἣ τότε μὲν ὁμωνύμως αἰγὶς λέγεται, νῦν δὲ ἐπὶ τῆς ἡμετέρας συνηθείας καταιγίς. διὸ καὶ τὸ τοιοῦτον ἐπίφθεγμα τέταχεν ὁ ποιητὴς ἐπ' αὐτῆς κατὰ τὸν τοῦ Ἀγαμέμνονος λόγον (Δ 16467)

   ἔσσεται ἦμαρ ὅταν ποτ' ὀλώλῃ Ἴλιος ἱρὴ

   καὶ Πρίαμος καὶ λαὸς ἐυμμελίω Πριάμοιο·

   Ζεὺς δέ σφιν Κρονίδης ὑψίζυγος

   αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσιν.

ὃν τρόπον γὰρ ἐπ' ἄλλων μερῶν τῆς ποιήσεως τὴν λαίλαπα προσαγορεύων φανερός ἐστιν ‑ ἐρεμνὴν γὰρ αὐτήν φησι διὰ τὸ τοῦ πνεύματος ἀθροῦν καὶ ζοφῶδες, οἷον ὁπόταν λέγῃ (Υ 51. 52)·

   αὖε δ' Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ἶσος,

   ὀξὺ κατ' ἀκροτάτης πόλιος Τρώεσσι κελεύων ‑,

τὸν αὐτὸν τρόπον, οὐ παρ' ἄλλο τι, δεῖ νοεῖν ἐρεμνὴν τὴν αἰγίδα, κατὰ δὴ τὸ τῆς λαίλαπος οἰκεῖον οἱονεὶ λαιλαπώδη λεγομένην.

   τοῦτον δὴ τὸν τρόπον ἡ τῆς εἰσηγημένης καθ' Ὅμηρον αἰγίδος διάθεσις καὶ δύναμις οὕτως ἂν ἄριστα δειχθείη.

   διὰ τί ποτὲ μέν φησι τὴν κεφαλὴν τῆς Γοργόνος ἐν Ἅιδου εἶναι, λέγων (Λ 633)

   μή μοι Γοργείην κεφαλὴν δεινοῖο πελώρου

   ἐξ Ἀίδου πέμψειε,

ποτὲ δὲ τὴν Ἀθηνᾶν ἔχειν ἐν τῇ αἰγίδι, λέγων (Ε 738) βάλετ' αἰγίδα θυσσανόεσσαν, καὶ ἐπάγει·

   ἐν δ' ἔρις, ἐν δ' ἀλκή, ἐν δὲ κρυόεσσα ἰωκή,

   ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου;

φησὶ δ' Ἀριστοτέλης, ὅτι μήποτε ἐν τῇ ἀσπίδι οὐκ αὐτὴν εἶχε τὴν κεφαλὴν τῆς Γοργόνος, ὥσπερ οὐδὲ τὴν Ἔριν οὐδὲ τὴν κρυόεσσαν Ἰωκήν, ἀλλὰ τὸ ἐκ τῆς Γοργόνος γιγνόμενον τοῖς ἐνορῶσι πάθος καταπληκτικόν. καὶ μήποτε πάλιν ῥητέον, ὅτι οὐκ αὐτὴν εἶχεν, ἀλλ' ὅτι γεγραμμένον τῇ ἀσπίδι ὥσπερ σημεῖόν τι. ῥητέον δὲ ὅτι οὐδὲ Ὀδυσσεὺς λέγει, ὡς ἦν ἐν Ἅιδου ἡ Γοργόνος κεφαλή, ἀλλ' ὅτι αὐτὸς ἐφοβήθη μὴ τοιοῦτος δαίμων ἐκπεμφθῇ· φοβηθῆναι οὖν οὐκ ἰδεῖν. ἢ ὅτι ἡ μὲν ψυχὴ ἐν Ἅιδου, τὸ δὲ σῶμα ἐν τῇ ἀσπίδι. καὶ Γοργείην κεφαλὴν οὐ πάντως τὴν τῆς Γοργόνος, ἀλλά τινα φοβερὸν δαίμονα, ὡς τοίην γὰρ κεφαλὴν πόθεον υἷες Ἀχαιῶν (λ 549 mixt. c. Α 240).

[447]    ἔσταν δ' ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι

   μυρίοι, ὅσσά τε φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ.

ἐν μὲν τῷ λίαν φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν (v. 800) ἐπίτασίς ἐστι κατὰ τὸ ἐπενηνεγμένον τοῖς φύλλοις τοῦ πλήθους τῶν ψαμάθων, ἐν δὲ τῷ περὶ Κικόνων ῥηθέντι ἦλθον ἔπειθ' ὅσα φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ (ι 51) δόξειεν ἂν ἐλάττωσις εἶναι ἐκ τοῦ ἐπαγομένου· ἐλάττω γὰρ τὰ ἄνθη τῶν φύλλων. οὐκ ἔστι δέ· οὐ γὰρ τοῦ πλήθους παραστατικὰ παρείληπται ἄμφω, ὥσπερ ὡς ἐπὶ τῶν φύλλων καὶ τῆς ψάμμου ἔσταν δ' ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι μυρίοι, ἀλλὰ τὰ μὲν φύλλα παρίστησι τὸ πλῆθος, τὰ δὲ ἄνθη τὴν τοῦ πλήθους ποικιλίαν ἔν τε τῇ καθοπλίσει καὶ τῇ ἄλλῃ ἀμφιέσει τῶν Θρᾳκῶν.

[478sqq]    διὰ τί δὲ ὄμματα καὶ κεφαλὴν τοῦ Ἀγαμέμνονος τῷ Διὶ ὡμοίωσε, στέρνον δὲ Ποσειδάωνι, τὸ δ' ἐν τῷ καθοπλισμῷ φοβερὸν τῷ περὶ τὸν Ἄρην δεινῷ τε καὶ λαμπρῷ, καὶ ἀπὸ τῶν θείων ὑπέβη, ταύρῳ μετὰ θεοὺς αὐτὸν ἐξομοιῶν; τί δὲ καὶ βούλεται τὸ στέρνον δὲ Ποσειδάωνι; ῥητέον οὖν ὅτι τὸ μὲν σεμνὸν αὐτοῦ καὶ βασιλικὸν διὰ τῆς βασιλικῆς τοῦ Διὸς προλήψεως παρέστησεν, ὡς ἂν βασιλικὰ καὶ φρονοῦντος καὶ αἰσθομένου, τῆς μὲν φρονήσεως ἐκ τῆς ἡγεμονευούσης κεφαλῆς παρισταμένης, τῆς δὲ αἰσθήσεως ἐκ τῶν ὀμμάτων. ὑπερβολὴ δὲ τὸ μὴ Διὸς κεφαλῇ καὶ ὄμμασιν ἐοικέναι τὴν κεφαλὴν αὐτοῦ φάναι καὶ τὰ ὄμματα, ἀλλὰ τῷ Διὶ ὅλῳ. οὐ τῷ σωματοειδεῖ οὖν ἀπείκασε θεῷ, ἀλλὰ τῇ δυνάμει τοῦ Διὸς τῇ βασιλικῇ τε καὶ ἀρχικῇ. ὀφθεὶς γὰρ μόνον ἐκ τῆς κεφαλῆς καὶ τῶν ὀφθαλμῶν διέφηνε τὸ βασιλικὸν κράτος. τὸ δ' εὔρωστον καὶ δυναμικὸν αὐτοῦ, ὅπερ περὶ τὸν θώρακα καὶ τὸ στέρνον καθιδρῦσθαι λέγεται, Ποσειδῶνι ἀπείκασε τῷ ἐνοσίχθονι, οὗ καὶ ἐρχομένου, φησὶ, τρέμε δ' οὔρεα μακρὰ καὶ ὕλη (Ν 18), τὸ δὲ φοβερὸν τῆς καθοπλίσεως τῷ Ἄρει. ἦν οὖν τὴν μὲν κρίσιν καὶ τὴν φρόνησιν τὴν βασιλικὴν ἔχων τοῦ Διὸς, τὴν δὲ δύναμιν καὶ τὴν ῥώμην τοῦ Ποσειδῶνος, τὴν δὲ πανοπλίαν καὶ τὴν δι' ὅπλων χρῆσιν ὡς ὁ Ἄρης. λοιπὸν δὲ τὸ ἡγεμονικὸν καὶ ἔξαρχον τῶν ἄλλων ταύρῳ ἀπείκασεν, οὐ μειώσας, οὐ γὰρ τὸ αὐτὸ εἶδος καὶ πρᾶγμα ἀπὸ τῶν θεῶν ἐπὶ τὸν ταῦρον κατήγαγεν, ἀλλ' ὅτι τὰ περὶ τὸν Ἀγαμέμνονα ἀπείκασε τῷ ἀγελάρχῳ ταύρῳ. ὥσπερ οὖν ἀπὸ τοῦ Διὸς εἰς τὸν Ἄρεα μεταβὰς οὐκ ἐμείωσε διὰ τὸ ἀπὸ ἄλλου εἰς ἄλλο τῶν περὶ τὸν Ἀγαμέμνονα μεταβῆναι, οὕτως οὐδὲ τὸν ταῦρον παρειληφὼς εἰς παράστασιν τῆς ἐξοχῆς τῶν ὁμογενῶν ἐμείωσε τὸν ἔπαινον. καὶ τὰ μὲν ἦν τὰ καθ' αὑτὸν προσόντα ἐπαίροντα, τὸ δὲ συγκριτικὸν τὴν ὁμοίωσιν ἀπὸ ὁμογενῶν λαμβάνει εἰς ὁμογενεῖς· ταῦρος δὲ διαπρέπει ἐν ὁμογενέσι βουσὶ τῆς ἀγέλης ἐξάρχων.

   πῶς μετὰ τοὺς θεοὺς βοῒ παρέβαλε τὸν Ἀγαμέμνονα; ἔνιοι μὲν οὖν φασιν ὅτι διὰ τοὺς μὴ δυναμένους τὴν θείαν νοῆσαι φύσιν πάλιν ἑτέραν εἰκόνα ἀπὸ γνωρίμου ζώου παρέλαβε ‹παρέβαλε Lp› μὴ νοητὴν οὖσαν· ἡ γὰρ προτέρα τῶν θεῶν παραβολὴ ‹μεταβολὴ codd.; mut. Bekk.› ὅλως ἐστὶ νοητή. ἔστι δὲ εἰπεῖν ὅτι τὴν πορείαν αὐτοῦ ταύρῳ εἴκασε ‹fuit εἴκασεν, ν eras., B› βαδίζοντι δι' ἀγέλης, ὅπερ ἐστὶ ζῶον ἡγεμονικόν. τὴν αὐτὴν δὲ εἰκόνα Ὀδυσσεῖ προσθεῖναι ‹προθεῖναι Lp› θέλων τὸ μὲν ὅμοιον ἐφύλαξε, τὸ δὲ μέγεθος ἐμείωσεν, ἀρνειῷ παρεικάσας (Γ 197). ἐπεὶ δὲ ἐν τῇ μάχῃ ταύτῃ Ἀγαμέμνων τι πλεονεκτῆσαι οὐκ ἔμελλε, κατὰ τὴν ὁδὸν αὐτὸν κοσμεῖ· οὐ γὰρ ἔδει εὐτυχεῖν, ἵνα δεηθῇ Ἀχιλλέως.

[484]    ζητοῦσί τινες, διὰ ποίαν αἰτίαν τῆς μὲν ὅλης πραγματείας ἀρχόμενος ὁ ποιητὴς μίαν ἐπεκαλέσατο τῶν Μουσῶν, ἐπὶ δὲ τοῦ καταλόγου τὰς πάσας. λέγουσι δέ τινες τῶν γραμματικῶν ἐπὶ τοῦ μῆνιν ἄειδε τὸν τρόπον εἶναι συνεκδοχήν, ὡς ἀπὸ μιᾶς τῆς κυριωτέρας τῶν Μουσῶν νοεῖσθαι τὰς πάσας. ἄλλοι δὲ λέγουσιν, ὅτι περὶ ἑνὸς μὲν προσώπου καὶ τῆς ὀργῆς τῆς τούτου τὸν λόγον ποιούμενος δεόντως πρὸς μίαν τῶν Μουσῶν ἐποιήσατο τὸν λόγον, μέλλων δὲ κατάλογον ἐρεῖν νεῶν καὶ βασιλέων ἐθνῶν τε καὶ τόπων πλήθους τε πραγμάτων εὐλόγως πρὸς ἁπάσας τὰς Μούσας τὸν λόγον ἀπερείδεται.

[486]    εἴ φησιν ἀγνοεῖν τοὺς ἡγεμόνας, πῶς ὑποκατιών φησιν ἀρχοὺς αὖ νηῶν ἐρέω (v. 493); στικτέον οὖν εἰς τὸ ἴδμεν καὶ τὸν λόγον οὕτως ἐκδεκτέον· δύο ὑποτίθεται, ὧν τὸ μὲν μηδ' ὅλως ‹μηδόλως BLp› δύνασθαι διὰ τὸ πλῆθος εἰπεῖν, τὸ δὲ δύνασθαι μὲν χρῄζειν δὲ τῆς τῶν Μουσῶν συμμαχίας. ἔστιν οὖν οὕτως ‹om. A› τὸ πᾶν· ἔσπετε νῦν μοι, Μοῦσαι, οἵτινες ἡγεμόνες· ἀρχοὺς δ' αὖ νηῶν ἐρέω νῆάς τε προπάσας· πληθὺν δ' οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ' ὀνομήνω, εἰ μὴ αὐταὶ δι' ἑαυτῶν εἴποιτε ‹αὐταὶ αἱ Μοῦσαι δι' ἑαυτ. εἴποιεν A›. τὸ δὲ ὑμεῖς γὰρ θεαί ἐστε ἐμεσολάβησε ‹ἐμεσομβόλησε Lp› τοῦ ἔσπετε νῦν μοι, Μοῦσαι, οἵτινες ἡγεμόνες, ὥσπερ αἰτίαν ἐπαγαγὼν τοῦ πρὸς τὰς Μούσας ἀπερεῖσαι τὸν λόγον.

[494]    διὰ τί τοῦ δεκάτου ‹om. codd.; τοῦ ἔτους ι΄ Vill.› ἔτους τῆς μάχης ἐνστάντος νεῶν κατάλογον ποιεῖται Ὅμηρος; ἢ ὅτι καὶ ἡ ὑπόθεσις αὐτῷ περὶ τὸ δέκατον ἔτος τοῦ πολέμου εἴληπται, γνώριμον δὲ τῷ θεατῇ οὐκ ἦν γενέσθαι μὴ προκαταλεχθέντων τῶν ἀφικομένων. ἡ μέντοι πρόφασις εὔλογος, ὠργισμένου γὰρ τοῦ Ἀχιλλέως, καὶ ἡ τοῦ τείχους οἰκοδομὴ εὔλογον ἔσχε πρόφασιν καὶ ἡ τῶν Ἑλλήνων κατὰ φῦλα ‹φύλα B, φυλὰς Lp› διάκρισις, ὅπως ἂν διάδηλοι γίγνοιντο οἱ ῥᾳθυμοῦντες, καὶ ὁ Τρωικὸς ὡσαύτως διάκοσμος ἐν πεδίῳ τότε παρατασσόμενος, καὶ ἄλλως τοῖς μὲν Τρωσὶ τὸ θαρσῆσαι τοῖς δ' Ἕλλησι τὸ εὐλαβεστέρους γενέσθαι. τοῦτο δὲ ἑκατέροις αἴτιον ἐγίγνετο τῆς διακοσμήσεως καὶ τῷ ποιητῇ πρόφασιν ἐδίδου τῆς εὐλόγου ἐκτάξεως τοῦ καταλόγου.

[494sqq]    quae ab ad Βοιωτίαν afferuntur, a . π. aanorum η θa a sertatione 'π. εa. Βοιωτία' (Herm. XIV) demonstravi.

[517]    ad Ε 576.

[649]    διὰ τί ἐνταῦθα μὲν πεποίηκεν ἄλλοι θ' οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο, ἐν δὲ Ὀδυσσείᾳ (τ 174) εἰπὼν ὅτι ἔστιν ἡ Κρήτη καλὴ καὶ πίειρα καὶ περίρρυτος ἐπάγει· ἐν δ' ἄνθρωποι πολλοὶ ἀπειρέσιοι καὶ ἐννήκοντα πόληες; τὸ γὰρ ποτὲ μὲν ἐνενήκοντα ποτὲ δὲ ἑκατὸν λέγειν δοκεῖ ἐναντίον εἶναι. Ἡρακλείδης μὲν οὖν καὶ ἄλλοι λύειν ἐπεχείρουν οὕτως· ἐπεὶ γὰρ μυθεύεται τοὺς μετ' Ἰδομενέως ἀπὸ Τροίας ἀποπλεύσαντας πορθῆσαι Λύκτον καὶ τὰς ἐγγὺς πόλεις, ἃς ἔχων Λεύκων ὁ Τάλω πόλεμον ἐξήνεγκε τοῖς ἐκ Τροίας ἐλθοῦσιν, εἰκότως ἂν φαίνοιτο μᾶλλον τοῦ ποιητοῦ ἡ ἀκρίβεια ἢ ἐναντιολογία τις. οἱ μὲν γὰρ εἰς Τροίαν ἐλθόντες ἐξ ἑκατὸν ἦσαν πόλεων, τοῦ δὲ Ὀδυσσέως εἰς οἶκον ἥκοντος ἔτει δεκάτῳ μετὰ Τροίας ἅλωσιν καὶ φήμης διηκούσης, ὅτι πεπόρθηνται δέκα πόλεις ἐν Κρήτῃ καὶ οὔκ εἰσί πως συνῳκισμέναι, μετὰ λόγου φαίνοιτ' ἂν Ὀδυσσεὺς λέγων ἐνενηκοντάπολιν τὴν Κρήτην, ὥστε, εἰ καὶ μὴ τὰ αὐτὰ περὶ τῶν αὐτῶν λέγει, οὐ μέντοι διὰ τοῦτο καὶ ψεύδεται. Ἀριστοτέλης δὲ οὐκ ἄτοπόν φησιν, εἰ μὴ πάντες τὰ αὐτὰ λέγοντες πεποίηνται αὐτῷ· οὕτως γὰρ καὶ ἀλλήλοις τὰ αὐτὰ παντελῶς λέγειν ὤφειλον. μήποτε δὲ καὶ μεταφορά ἐστι τὰ ἑκατόν, ὡς ἐκ τῆς ἑκατὸν θύσανοι (Β 448)· οὐ γὰρ ἑκατὸν ἦσαν ἀριθμῷ· καὶ ἑκατὸν δέ τε δούρατ' ἀμάξης (Hes. ἐκἡ 456). ἔπειτα οὐδαμοῦ λέγει ὡς ἐνενήκοντα μόναι εἰσίν· ἐν δὲ τοῖς ἑκατόν εἰσι καὶ ἐνενήκοντα.

   πῶς οὖν ἐν τῷ καταλόγῳ φησὶν ἄλλοι θ' οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο; ἤτοι οὖν ἐκεῖ τὸ ἑκατόν ἀντὶ τοῦ πολλοῦ κεῖται, ὡς τῆς ἑκατὸν θύσανοι· ἢ ἐπεὶ μετὰ τὸν ἀπόπλουν οἱ μετὰ Ἰδομενέως ἐπόρθησαν Λύκτον καὶ τὰς πέριξ, ἃς ἔχων Λεῦκος ὁ Τάλω πόλεμον ἤρατο πρὸς αὐτούς. οὗτος θετὸς ὢν Ἰδομενέως παῖς ἀφεθεὶς ὑπ' αὐτοῦ φύλαξ τῆς Κρήτης ἐστασίασε πρὸς αὐτοὺς ἐπανελθόντας .... μετὰ δὲ ταῦτα προσεκτίσθησαν αἱ δέκα.

[787]    v. 447.

[827]    Δ 10511.

[844sqq]    μάχεσθαι δοκεῖ τὸ αὐτὰρ Θρήικας ἦγ' Ἀκάμας καὶ Πείροος ἥρως τῷ Ἰφιδάμας Ἀντηνορίδης ἠύς τε μέγας τε ὃς τράφη ἐν Θρῄκῃ (Λ 221)· ἐκεῖ γὰρ ὑποτίθεται τὸν Ἰφιδάμαντα βασιλέα τῶν Θρᾳκῶν. ἡ δὲ λύσις ἐκ τῆς λέξεως· οὐ γὰρ οἱ περὶ τὸν Ἀκάμαντα πάντας τοὺς Θρᾷκας ἄγουσιν, ἄλλως τε ἐπεὶ εἴρηκεν ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει, ὥστε τῶν ἐκτὸς Θρᾳκῶν καὶ τὸν Ῥῆσον καὶ τὸν Ἰφιδάμαντα δύνασθαι βασιλεύοντας ὕστερον εἶναι βοηθούς.

   πάλιν δὲ τὸ αὐτὰρ Πυραίχμης ἄγε Παίονας ἀγκυλοτόξους (Β 848) ἐναντίον τῷ τὸν Ἀστεροπαῖον αὖθις ὑποτίθεσθαι τῶν Παιόνων βασιλέα (Φ 140 sqq.). λύοιτο δ' ἂν τῷ καιρῷ· τὸν γὰρ Ἀστεροπαῖον οὐκ ἀπεικὸς χρονίζοντος τοῦ πολέμου ἐλθεῖν ἄγοντα πάλιν τινὰς τῶν Παιόνων. τάχα δὲ καὶ τῇ λέξει διττὸν ἀποφαίνει γένος Παιόνων· τοὺς μὲν γὰρ εἴρηκεν ἀγκυλοτόξους, τοὺς δὲ δολιχεγχέας (Φ 155).

   καὶ πῶς Ἰφιδάμαντα καὶ Ῥῆσόν φησιν ἄρχειν τῶν Θρᾳκῶν; ἀλλὰ προστέθεικεν ὅσσους ‹ὅσους codd.› Ἑλλήσποντος. τῶν γὰρ Ἑλλησποντίων ἤτοι τῶν περὶ Μαρώνειαν ἦρχεν Ἀκάμας, ἑτέρων δὲ Ἰφιδάμας, ὃς ἦλθε σὺν δυοκαίδεκα ‹δύο καὶ δέκα Lp› νηυσίν (Λ 228), ἄλλων δὲ Ῥῆσος, ἤτοι τῶν περὶ τὸν ‹om. codd.› Λυδίαν.

[3]

[a]    πῶς ἐπὶ δύο στρατιῶν ‹στρατιωτῶν BL; corr. Bkk.› τὸ ἕκαστοι ἔταξεν; ἢ ὅτι κατὰ ἔθνη καὶ φυλὰς διεκοσμήθησαν, ἢ ἀντὶ τοῦ ἑκάτεροι, Τρῶές τε καὶ Ἕλληνες, ὡς τὸ δενδίλλων ἐς ἕκαστον (Ι 180)· δύο γὰρ οἱ πρέσβεις. ἔστι δὲ Ἀττικόν.

[1]    ..... διὰ τί δὲ θεοειδέα φησὶ τὸν πάσαις κακίαις χρώμενον; τοῦτο γὰρ ἐγκωμιάζοντος δόξειεν εἶναι καὶ ἀποσεμνύνοντος τὸν ἄνδρα. λεκτέον δὲ ὅτι εἰ μὲν ‹εἰ μὴ codd.; corr. Vill.› πάντα ἐπαινῶν ἐφαίνετο τὰ ἐν τούτῳ, δικαία ἦν ἂν ἡ μέμψις· ἐπαινεῖ δὲ αὐτοῦ τὴν μορφήν, ἵνα καὶ ἐπὶ τῶν ψεκτῶν νομίζηται ἀληθεύειν. εἶτα καὶ μεῖζον κατασκευάζεται τὸ μῖσος, εἰ τοιοῦτος ὢν τὴν μορφὴν καταισχύνει.

   ἐζήτηται πῶς Ἀλέξανδρος προκαλεῖται πάντας τοὺς ἀρίστους τῶν Ἑλλήνων δειλὸς ὢν τὰ πάντα καὶ οὐδὲ ὁπλίτης ἀλλὰ τοξότης. ἔνιοι μὲν οὖν φασιν ἀλαζονεύεσθαι αὐτὸν τὰ ἀδύνατα, φοβεῖσθαι δὲ τὰ τυχόντα, οἱ δέ, ὅτι συγκεκλεισμένοι ὑπὸ Ἀχιλλέως οἱ Τρῶες τοὺς τῶν Ἑλλήνων ἀρίστους οὐκ ᾔδεισαν. ἐμοὶ δὲ δοκεῖ ὅτι κωμῳδεῖν ἐπανῃρημένος ὁ ποιητὴς καὶ σχῆμα τῆς ὁπλίσεως καὶ θάρσος ἀλλότριον τῶν ὅπλων αὐτῷ προστέθεικεν, ἵν' ἐκ τοῦ μέλλοντος φόβου μείζονα προσοφλήσῃ τὸν γέλωτα.

   ἐκ ποίας αἰτίας τὸν Ἀλέξανδρον ὀνειδίζων τοιαῦτα προφέρει (v. 39. 40)·

   Δύσπαρι, εἶδος ἄριστε, γυναιμανές, ἠπεροπευτά,

   αἴθ' ὄφελες

καὶ τὰ λοιπὰ τῆς λοιδορίας; λοιδόρου γὰρ πάθος τὸ μετὰ ἐννέα ἔτη εἰς τοιαύτας λοιδορίας ἐκπίπτειν. κἂν τοιοῦτος δὲ ᾖ, διὰ τί εἰς τοιαύτας κατηνέχθη ζητοῦσι. τὸ μὲν γὰρ ὅτι γυναιμανὴς καὶ ἠπεροπευτής, ὃ σημαίνει τὸν ἀπατεῶνα, ἐξ ὧν δέδρακε περὶ τὴν Ἑλένην εἶχεν ὀνειδίζειν, τὸ δὲ ἢ οὕτω λώβην τ' ἔμεναι καὶ ὑπόψιον ἄλλων καὶ τὸ ἀριστέα μὲν αὐτὸν ὑπολαβεῖν καὶ πρόμον τοὺς Ἕλληνας, χαίρειν δὲ ὅτι οὐκ ἔστι βίη ἐν αὐτῷ, πόθεν στοχάζεται ὅτι ἀριστέα καὶ πρόμον αὐτὸν εἶναι ὑπενόουν, καὶ πάλιν ὅτι ἔγνωσαν δειλὸν ὄντα καὶ ἄνανδρον; νῦν τε διὰ τί ταῦτα προφέρει; οὐ γὰρ δὴ ὥσπερ Ὅμηρος πρώτην μάχην ταύτην ὑφίσταται ἐν ποιήσει, καὶ ταῖς ἀληθείαις πρώτη ἦν, ἵνα λόγον ἔχῃ ὁ τοῦ Ἕκτορος ὀνειδισμός, εἰ μὴ ἄρα λοίδορον ἐπιδεῖξαι βούλεται καὶ ὀργίλον ἄλλως τὸν Ἕκτορα.

   ῥητέον οὖν ὅτι, ἐπεὶ συνέμιξαν ἀλλήλοις θέλοντες, φησὶν ὅτι Τρωσὶ μὲν προμάχιζεν Ἀλέξανδρος, παρδαλέην ὤμοισιν ἔχων καὶ τὰ λοιπὰ Ἀργείους προκαλίζετο ἀντίβιον μαχέσασθαι (v. 1620). ὁ δ' ἐν τοῖς προμάχοις γινόμενος καὶ προκαλούμενος πάντας τοὺς ἀριστέας εἰς μάχην ὑποληφθείη ἂν ἀριστεὺς εἶναι πρόμαχος. πάλιν δ' οὗτος, ἡνίκα τὸν Μενέλαον θεασάμενος κατεπλάγη καὶ ἀναστρέψας ἐκ τῶν προμάχων εἰς τὸ πλῆθος κατέδυ δείσας Ἀτρέος υἱόν (v. 37), καταγέλαστος γίνεται καὶ ἄλλως ἀλαζών τε καὶ ἀπατεὼν καὶ ἐν φανερῷ τοῖς πᾶσι διεφθαρμένος. ἐπεὶ τοίνυν ὁ Ἕκτωρ ἐκπηδῶντα εἰς τοὺς προμάχους ἐθεάσατο καὶ πάλιν ἐκπλαγέντα, ὅτε εἶδε τὸν Μενέλαον, εἰς τὸ πλῆθος ὑπονοστοῦντα διὰ δέος καὶ φόβον πρίν τι παθεῖν καὶ κινδυνεῦσαι, ἐξ αὐτῶν τῶν πᾶσιν ὀφθέντων εἰς τὰς λοιδορίας παρήχθη· ἀπατεὼν γὰρ ὁ τοιοῦτος καὶ ἄλλως ἀλαζὼν καὶ ἠπεροπευτὴς καὶ ὑπόψιος ἄλλων λώβη καὶ φθορά. τὸ γὰρ λώβην τ' ἔμεναι καὶ ὑπόψιον ἄλλων (v. 42) σημαίνει, ὅτι μὴ μόνον ἐφθαρμένος ἐστὶν ἀλλὰ καὶ πᾶσι πρόδηλος. εἶ γὰρ, φησὶ, λώβη (τοῦτο γὰρ σημαίνει τὸ ἔμεναι), καὶ γινώσκῃ ὑπὸ τὰς ὄψεις πάντων, ὅτι τοιοῦτος εἶ· ἀλλ' οὐκ ὢν λέληθας, καὶ ὑπολαμβάνουσι μέν σε Ἀχαιοὶ ἀριστέα ἐκ τοῦ Τρωσὶ προμαχίζειν καὶ Ἀργείων προκαλίζεσθαι πάντας ἀρίστους, οὐκ ἔστι δὲ βίη φρεσί (v. 45) ‑ κατεπλάγη γὰρ φίλον ἦτορ (v. 31) ‑ ἀλλ' ἐπεὶ τὸν Μενέλαον ἰδὼν πεφόβηται, εἰκότως καὶ τὸ οὐκ ἂν δὴ μείνειας ἀρηίφιλον Μενέλαον (v. 52) εἴρηται. καὶ ἐπειδὴ πάντες αὐτὸν εἶδον ἐν τοῖς προμάχοις καὶ πάλιν κρυπτόμενον ἐν τῷ πλήθει πάντων, ἔφη τὴν λώβην ἔχειν, ὡς πάντων αὐτῷ φοβερῶν ὄντων, ὥσπερ Μενέλαον ‹ὥσπερ ὁ μενέλαος cod.›, διότι ἠδίκησε τὴν γυναῖκα ἁρπάσας, ἰδὼν ἐξεπλάγη. οὐκ ἐκείνου οὖν γυναῖκα, φησὶ, λαβὼν ἔχεις μόνου, ἀλλὰ νυὸν ἀνδρῶν αἰχμητάων (v. 49), τούτων μὲν νύμφην ‑ πάντες γὰρ αὐτὴν ἐμνηστεύοντο οἱ ἄριστοι ‑ Μενελάου δὲ γεγονυῖαν θαλερὴν παράκοιτιν (v. 53).

   ἐκ τῶν οὖν νῦν ὑπὸ Ἀλεξάνδρου γεγονότων ὀνειδισμὸς γίνεται, ἀλλ' οὐκ ‹supr. lin. script.› ἐκ λοιδόρου καὶ εἰς ὕβριν ἐπιφόρου διανοίας τοῦ Ἕκτορος. τὸ δὲ Ἀργείων προκαλίζετο πάντας ἀρίστους ἀντίβιον μαχέσασθαι (v. 19. 20) ἀμφίβολον, πότερον αὐτὸς πάλλων προεκαλεῖτο τοὺς ἀρίστους τῶν Ἑλλήνων αὐτῷ μαχέσασθαι, ἢ πάλλων τὰ δόρατα προὐκαλεῖτο πάντας τοὺς ἀρίστους τῶν Τρώων Ἀργείοις ἀντίβιον μαχέσασθαι· ἢ γὰρ τοὺς ἀρίστους τῶν Ἑλλήνων αὐτὸς προεκαλεῖτο μάχεσθαι κραδαίνων τὰ δόρατα, ἢ τῶν Τρώων πάντας τοὺς ἀρίστους προὐκαλεῖτο Ἀργείοις ἀντίβιον μαχέσασθαι.

[46]    v. ad Ε 886.    τὸ ὅστ' εἶσιν διὰ δουρὸς ὑπ' ἀνέρος, ὅς ῥά τε τέχνῃ

   νήιον ἐκτάμνῃσιν ὀφέλλει δ' ἀνδρὸς ἐρωήν

ἀδύνατόν φασιν εἶναι· τὸν γὰρ πέλεκυν ἀδύνατον τέχνῃ χρῆσθαι. λύοιτο δ' ἂν κατὰ λέξιν, οὐχ ὥς τινες ὅτι ἐπὶ τοῦ ἀνδρὸς λέγεται τὸ ἀκροτέλευτον ‹ἀκροτελεύτιον Lp› ὅς ῥά τε τέχνη, ὁ ἀνήρ· τὸ γὰρ ἐπιφερόμενον ἐλέγχει τοὺς λόγους ὑπὲρ τοῦ πελέκεως ὄντας· ὀφέλλει δ' ἀνδρὸς ἐρωήν· μᾶλλον ὥστε τὸ τέχνῃ ἐστὶν ὑπὸ τέχνης. συνήθης δ' ὁ τρόπος τῆς ἑρμηνείας, ὡς ἐν τῷ γήραϊ δὴ πολέμοιο πεπαυμένοι (v. 150) ἀντὶ τοῦ ὑπὸ τοῦ γήρως, καὶ ὃς δὴ γήραϊ κυφὸς ἔην (β 16), ἀντὶ τοῦ ὑπὸ τοῦ γήρως.

[46]    τὸ οὔ τοι ἀπόβλητ' ἐστὶ θεῶν ἐρικυδέα δῶρα ὅσσα κεν αὐτοὶ δῶσιν, ἑκὼν δ' οὐκ ἄν τις ἕλοιτο ἐναντιολογίαν δοκεῖ περιέχειν· τὰ γὰρ μὴ ἀπόβλητα δῶρα καὶ μάλα παρὰ θεοῦ δωρούμενα καὶ ἐρικυδέα πῶς οὐκ ἄν τις ἑκὼν ἕλοιτο; λύεται τὸ ἑκὼν οὐκ ἄν τις ἕλοιτο μαχομέναις ταῖς κατὰ τὸ κοινὸν ἐννοίαις· ἡ δὲ λύσις· θεῶν δῶρα οὐ μόνον ἃ διδόασιν ἀγαθὰ ἀλλὰ καὶ ἃ παρέχουσι κακά· δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει δώρων, οἷα δίδωσι, κακῶν, ἕτερος δὲ ἑάων (Ω 527). ὥστε δῶρα καὶ κακά, ἅπερ οὐκ ἄν τις ἑκὼν ἕλοιτο, δοθέντα δὲ στέργειν αὐτὰ ὀφείλει. ἢ ἁπλῶς τὰ δῶρα ὁποῖα ἂν ᾖ παρὰ θεῶν φησιν οὐδὲ ἀπόβλητά ἐστι διὰ τὸ μὴ ὑπὸ τὴν ἡμετέραν κεῖσθαι ἐξουσίαν εἰς τὸ ἀποβαλεῖν. τὸ οὖν μὴ εἶναι ἀπόβλητα μηδὲ ὑφ' ἑκόντων ληπτέα εἴρηται, ὅτι οὐκ ἐν τῇ ἡμετέρᾳ ἐξουσίᾳ κεῖται εἰς τὸ ἀποβαλεῖν ἢ λαβεῖν. ἀναιρεῖ δὲ καὶ ἑκάτερον τὸ ἐφ' ἡμῖν, ὡς μήτε ἐνὸν ἡμῖν αὐτὰ ἀποβαλεῖν ἐθελήσασι μήτε λαβεῖν προθυμηθεῖσιν, ἄν τε ἀγαθὰ ἄν τε ἐναντία. καὶ ἔστιν ὁ λόγος· ἃ θεοὶ διδόασι δῶρα, κἂν ἐρικυδέα ᾖ κἂν φαῦλα, οὔτε ἀποβαλεῖν ἐφ' ἡμῖν ἐστιν οὔτε λαβεῖν ἐφ' ἡμῖν ἂν εἴη. τὸ γὰρ ἑκών ἐκ κοινοῦ δεῖ καὶ πρὸς τὸ ἀποβαλεῖν ἀκοῦσαι καὶ πρὸς τὸ ἑλεῖν· οὐ γὰρ ἑκὼν ἄν τις καὶ θέλων ἀποβάλοι οὐδ' ἑκὼν ἄν τις καὶ θέλων λάβοι ἃ ἐν τῇ τῶν κρειττόνων καὶ ὑπὲρ ἡμᾶς ὄντων ἐξουσίᾳ κεῖται. λύεται καὶ κατὰ λέξιν· τὸ γὰρ ἑκών ἐπὶ τοῦ βουληθείς τιθέμενον δηλοῖ ὅτι καλὰ μὲν τὰ δῶρα, οὐ μὴν ἅπαντι τῷ βουληθέντι ῥᾷστα ληφθῆναι.

[98sqq]    ἀποροῦσί τινες πῶς ὁ Ἀγαμέμνων ἀκούσας θωρῆξαί σε κέλευσε καρηκομόωντας Ἀχαιοὺς πανσυδίῃ· νῦν γάρ κεν ἕλοις ‹ἑλ cod.› πόλιν εὐρυάγυιαν (Β 28. 29), καὶ πιστεύσας τῷ ὀνείρῳ ‑ φῆ γὰρ ὅγ' αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ (Β 37) ‑ ὡς τῶν πολεμίων ἁλίσκεσθαι μελλόντων καὶ τῆς πόλεως καταλαμβανομένης, τὰ μὲν πρὸς ἅλωσιν οὐ ποιεῖ ἐξαγαγὼν τὴν στρατιάν ‹στρατείαν cod.; corr. Bkk.›, ἐπὶ ὅρκους δὲ ἔρχεται καὶ συνθήκας, αἷς ἐπεφώνησεν· οἱ δ' ἐχάρησαν Ἀχαιοί τε Τρῶές τε ἐλπόμενοι παύσασθαι ὀιζυροῦ πολέμοιο (Γ 111). ῥητέον οὖν ὅτι μήποτε οὐ παντελῶς ἐπίστευσε τῇ περὶ τὸν ὄνειρον φαντασίᾳ· διόπερ εὐγνώμοσι τοῖς περὶ τῆς συνθήκης λόγοις ὑπάρχουσιν εἰκότως συγκατατίθεται ‹add. cod. ἀπρεπὲς δὲ τὸ λέγειν κτλ., quae p. 24, 3 edidimus›.

   διὰ τί ὑποσχομένου τὴν ἅλωσιν Ἰλίου συνθήκας ποιεῖται πρὸς Τρῶας; ῥητέον οὖν κατ' ἐνίους ὅτι οὐ πιστεύει τῷ ὀνείρῳ, κατὰ δέ τινας ὅτι οὐδὲν διέφερε καὶ ἑνὸς μονομαχία. ἄλλως τε οὖν προστέτακται αὐτῷ καθοπλίσαι τοὺς πάντας, οὐ μάχεσθαι.

[103]    ..... διὰ τί δὲ οἱ Τρῶες Γῇ καὶ Ἡλίῳ; ὅτι ὁ ‹om. L› κίνδυνος περὶ σωτηρίας τῆς ἐν τῇ οἰκείᾳ ‹οἰκίᾳ L›. Ἕλληνες δὲ Διί, ἐπεὶ ξένιος ‹ἐπ. ξ. om. L›· περὶ ξενίαν δὲ ἠδίκηνται. μέλαιναν δὲ καὶ λευκόν, ὅτι οἰκειότατα τὰ χρώματα ἑκατέρῳ τῶν θεῶν. ἐπὶ δὲ Διὸς οὐκ εἶπε τί χρῶμα· Γῆν μὲν γὰρ καὶ Ἥλιον ὁρῶμεν, Δία δὲ νοοῦμεν μόνον.

[108]    v. ad Ξ 267.

[121]    εἰς τὸ Ἶρις δ' αὖθ' Ἑλένῃ λευκωλένῳ ἄγγελος ἦλθεν. ἄλογον ἀφ' ἑαυτῆς ἔρχεσθαι πρὸς τὴν Ἑλένην. λύεται δὲ ἐκ τῆς λέξεως. τὸ γὰρ ἄγγελος οὐκ ἔστιν αὐτάγγελος ἀφ' ἑαυτῆς, ἀλλ' ὑποβάλλει ὅτι παρὰ τοῦ Διός. οἱ δὲ τὸ λευκωλένῳ δέχονται τῇ Ἥρᾳ ἐπίθετον.

[122]

   τὸ δὲ εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι, διὰ τί μᾶλλον ταύτῃ ἢ ἄλλῃ; ἄλογον γάρ. ἡ δὲ λύσις ἐκ τοῦ προσώπου. ὑπόκειται γὰρ ὁ Ἀντήνωρ πρόξενος τῶν Ἑλλήνων καὶ τὸ γένος αὐτοῦ καὶ τῆς συνοικούσης τούτῳ.

[144]    ἀδύνατόν φησι ‹φασι Lp› τὴν Αἴθρην ‹αἴθραν L Et› ἔτι ζῆν καὶ ἀμφιπόλου τάξιν ἔχειν, εἴπερ ὁ μὲν Θησεὺς ἀρχαῖός ἐστιν ‑ ἔνθα κ' ἔτι ‹κέ τι, ε in ras., B› προτέρους ἴδον ‹εἶδον L› ἀνέρας οὓς ἔθελόν περ, Θησέα Πειρίθοόν τε, θεῶν ἐρικυδέα τέκνα (λ 630. 31) ‑ ἡ δὲ ἀμφίπολος ἐπὶ νέας τάττεται. ἡ δὲ λύσις ἐκ τῆς λέξεως· ἢ ὅτι ὁμωνυμία ἐστὶ τῆς Αἴθρας, ἢ ὅτι ἡ ‹om. Lp› ἀμφίπολος οὐ πάντως νέα· γρηὶ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσιν πόσιν τε παρτίθει (α 191).

   εἰ μὲν ὁμωνυμία ἐστίν, ἐατέον· εἰ δὲ οὔ, στικτέον ἐν τῷ Αἴθρη καὶ τὸ ἑξῆς συναπτέον. πιθανώτερον δὲ ὁμωνυμίαν εἶναι· οὐ γὰρ ἂν τοσούτων οὖσα ἐτῶν ἀμφιπολεῖν ἠδύνατο ‹add. Lp: ἀδύν. φασι κτλ., l. 7›.

   καὶ πῶς τοσούτων ἐτῶν οὖσα ἀμφιπολεῖν δύναται; ἀλλὰ καὶ ἐπὶ τῆς γραὸς κεῖται· γρηὶ σὺν ἀμφιπόλῳ. πιθανώτερον δὲ ὁμωνυμίαν εἶναι· οὐ γὰρ ἡ ἡλικία ἐᾷ· τοὺς περὶ Θησέα γὰρ προτέρους ἄνδρας ὁ Ὀδυσσεύς φησι. πῶς τε, εἰ ἐν Τροιζῆνι ἐκεῖνος ἦν, πῶς τε Μενέλαος τὴν θείαν δουλεύειν ἠνείχετο; Πελοπὶς γὰρ ἦν. κουριδίην ‹κουρίην cod. Town.› τε ἄλοχον (Ν 626) Μενέλαος αὐτήν φησιν ‹αὐτόν φησιν Town.›.

[154sqq]    διὰ τί ἡ Ἑλένη ἐπὶ τὴν θέαν ἀφικνεῖται καὶ ταύτης ‹ταύτην cod.› ὁ Πρίαμος τὰ περὶ τῶν Ἑλλήνων πυνθάνεται; διὰ τί τε ἐννέα ἤδη τῶν τοῦ πολέμου παρῳχηκότων ἐτῶν ὁ Πρίαμος ἀγνοεῖν φαίνεται τοὺς ἡγεμόνας τῶν Ἑλλήνων, πάντως πολλάκις ἑωρακὼς αὐτοὺς ἐκ τοῦ τείχους, ὥσπερ καὶ νῦν ὑπόκειται, καὶ δυνηθεὶς ἂν καὶ μαθεῖν περὶ ἑκάστου;

   ῥητέον δὲ ὅτι τοῦ Ἀχιλλέως συντεταγμένου τοῖς Ἕλλησι καὶ τῶν Τρώων ἐν τῇ πόλει καθειργμένων, ἔφοδοι ἐγίνοντο ἔνοπλοι καὶ τὰ μὲν ὀνόματα γνῶναι ἠδύνατο τῶν ἀρίστων ὁ Πρίαμος καὶ αὐτοὺς ἐνόπλους θεάσασθαι, ἐπὶ συνθήκας δὲ καὶ διάλυσιν πολέμου τοιαύτην μὴ ἐληλυθότων πρότερον, ἀλλὰ καὶ τῶν ἐκ προκλήσεως μονομαχίων οὐ μετ' ἐκεχειρίας ‹ἐκκεχειρίας cod.› τῶν ἄλλων γινομένων, καὶ διὰ τοῦτο ἐνόπλων ἀλλήλοις ἀεὶ ἀναμιγνυμένων, ὁ ποιητὴς ‹lacunae in cod. vestigium non exstat› ἐπινοήσας μονομάχιον μετ' ἐκεχειρίας ‹ἐκκεχειρίας cod.› τῶν ἄλλων καὶ διὰ τοῦτο ἀποδύσας ἀπὸ τῶν ὅπλων τοὺς πολεμοῦντας· φησὶ γὰρ ὡς ἐχάρησαν Ἀχαιοί τε Τρῶές τε ἐλπόμενοι παύσασθαι ὀιζυροῦ πολέμοιο τεύχεά τ' ἐξεδύοντο (v. 111. 12. 14)· καὶ ἐπισημηνάμενος ἀναγκαίως τὸ παράδοξον τῆς ἐπινοίας διὰ τοῦ φάναι ἵνα θέσκελα ἔργα ἴδηαι Τρώων θ' ἱπποδάμων καὶ Ἀχαιῶν (v. 130. 31). τί οὖν τὸ θαυμαστόν; ὅτι οἳ πρὶν ἐπ' ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα, οἱ ‹οἳ cod.› δὴ νῦν ἕαται σιγῇ, πόλεμος δὲ πέπαυται (v. 132. 34). γυμνῶν οὖν γενομένων νῦν πρῶτον, ἥ τε τῆς Ἑλένης θέα ἐπὶ τῷ παραδόξῳ τῆς εἰρήνης καὶ τῆς γυμνητείας ‹γυμνι, suprascrpt. τ΄, cod.› τῶν ὅπλων οὐκ ἄλογος, καὶ ὁ ἐγειρόμενος ὑπὸ ἐκλύσεως τοῦ φόβου πεπαυμένου τοῦ πολέμου ἵμερος ‹om. cod.; addidi e v. 139› οὐκ ἄλογος, ἥ τε ἐξέτασις τοῦ Πριάμου εὔκαιρος καὶ λόγον ἔχουσα τὰ νῦν. ἔτι καὶ νῦν αὐτοὺς γυμνοὺς ἄτερ ὅπλων θεώμενος γνῶναι δύναται ἐξετάσας παρὰ ‹περὶ cod.› τῆς ὁμοεθνοῦς ἕκαστον, διὸ καί φησι τεύχεα μέν οἱ κεῖται ἐπὶ χθονί, αὐτὸς δὲ κτίλος ὥς (v. 195. 96). καὶ πρὸς τοῦτο οὖν ἡ τῆς Ἑλένης εἰς τὸ τεῖχος παρουσία εὐλόγως ᾠκονόμηται.

   ὅτι δὲ ἐκ τῶν ὅπλων ἐνῆν πλανηθῆναι τοὺς ἀπὸ τῶν ὅπλων σημαινομένους ἕκαστον, δηλοῖ τὰ ἐπὶ τοῦ Πατρόκλου, ὃς ἐνδύσασθαι τὰ Ἀχιλλέως ὅπλα ἐδεήθη, αἴ κέν πως αὐτόν γε ἐίσκοντες τῷ Ἀχιλλεῖ ἀπόσχωνται πολέμοιο Τρῶες (Π 41). οὕτως οὐκ ἦν τὸν ἀπὸ τῶν ὅπλων τινὰ δοξάζοντα ἤδη καὶ ὄντως γινώσκειν αὐτόν. ὅτι γὰρ ἀπὸ τῶν ὅπλων ἐδόξαζον τοὺς πολεμοῦντας, δηλοῖ καὶ ὁ Κεβριόνης ὅταν λέγῃ τῷ Ἕκτορι· νῶι μὲν ἐνθάδ' ὁμιλέομεν Δαναοῖσιν· οἱ δὲ δὴ ἄλλοι Τρῶες ὀρίνονται· Αἴας δὲ κλονέει Τελαμώνιος· εὖ δέ μιν ἔγνων· εὐρὺ γὰρ ἀμφ' ὤμοισιν ἔχει σάκος (Λ 52327)· καὶ πάλιν· Τυδείδῃ μιν ‹μὲν cod.› ἔγωγε δαΐφρονι πάντα ἐίσκω ἀσπίδι γινώσκων αὐλώπιδί τε τρυφαλείῃ (Ε 181. 82). εἰ μὲν οὖν καθωπλισμένων αὐτῶν ἡ ἐξέτασις ἐγίνετο, ἄλογός γε ἂν διὰ τοῦ τοσούτου χρόνου γινομένη πρός τε τὴν Ἑλένην διατιθεμένη, δέον πρός τινα τῶν τὸν πόλεμον κατατιθέντων· ἐπεὶ δὲ γυμνοὶ καὶ ἄνοπλοι τότε γεγένηνται, οὔτε ἡ ἐξέτασις ἄλογος οὔτε ἡ πρὸς τῆς Ἑλένης περὶ τούτων γινομένη διδασκαλία· ἀκριβέστερον γὰρ ταύτης οὐδεὶς ἂν ἄλλος τῶν παρόντων τὰς μορφὰς καὶ τὰ εἴδη ἀνεγνώρισεν.

   ἐζήτηται πῶς ὁ Πρίαμος τῷ δεκάτῳ ἔτει πυνθάνεται περὶ τῶν ἀρίστων. ῥητέον οὖν, ὅτι ἐπειδὴ πρότερον περὶ τὰς ἀστυγείτονας πόλεις ἐπλανῶντο, ὥς που καὶ ὁ ποιητής φησιν· κατὰ ληΐδ' ὅπη ἄρξειεν Ἀχιλλεύς (γ 106), νῦν δὲ προσκάθηνται τῇ Ἰλίῳ. ἢ ὅτι πρῶτον μὲν οὐκ ἦγε σχολὴν πυθέσθαι περὶ αὐτῶν, τοῦ Ἀχιλλέως ἰσχυρῶς αὐτοῖς ἐγκειμένου καὶ μόνον ἑαυτὸν αὐτοῖς ἐπιδεικνύντος καὶ τῷ φόβῳ κατακλείστους ποιοῦντος· τότε γὰρ ὁ Πρίαμος οὐ περὶ τούτων ἐφρόντιζεν, ἀλλὰ περὶ τοῦ σώζεσθαι τὴν πόλιν. νῦν δὲ μηνίοντος ἐκείνου καὶ τῆς μάχης ἰσορρόπου γεγενημένης, ὡς καὶ τοῦ τείχους χωρὶς πολεμεῖν τοὺς Τρῶας, εἰκότως περὶ αὐτῶν πυνθάνεται. ἕτεροι δέ φασιν ὅτι ἀπὸ τῆς πανοπλίας καὶ τῶν ἵππων αὐτοὺς ἐγνώριζον, ὡς καὶ Πάνδαρος ἐπὶ τοῦ Διομήδους λέγει· ἀσπίδι γινώσκων αὐλώπιδί τε τρυφαλείῃ (Ε 182)· πρότερον δὲ οὐ τεθέαται ἐνόπλους πάντας ὡς νῦν.

[168]    v. ad Β 478 sqq., p. 47.

[175]    coniungendum cum ζητ. Vat. 13, quod in extr. opere edetur.

[175]    Πορφύριος δὲ καὶ κύριον ὄνομα οἶδε Κτίλον τινά, ὃν Διὸς λέγει ἀπόγονον.

   ἐκ τοῦ πηγόν τὸ μέλαν· κύματι πηγῷ (ε 318)· ἐξ ἀντικειμένου δέ φησιν ἐπ' αὐτοῦ ὅς τ' ὀίων μέγα πῶυ διέρχεται ἀργεννάων· ἐν λευκοῖς δὲ ὁ μέλας διαφορώτερος. καὶ τοὺς ἵππους τοὺς πηγοὺς ἀθλοφόρους λέγει (Ι 124), παρ' ὅσον οἱ περὶ ἱππικῆς γράψαντές φασι πρὸς ἀρετὴν ἵππων ἀρίστους εἶναι τοὺς μέλανας. καὶ τὸ κῦμα δὲ ἀντιφράζων ὁτὲ μὲν κύματι πηγῷ λέγει, ὁτὲ δὲ μέλαν τέ ἑ κῦμα κάλυψε (Ψ 693). καὶ Ἀντίμαχος δὲ τὸ λευκὸν ὡς ἀντικείμενον τῷ πηγῷ λαμβάνει.

[236]    διὰ τί τὴν Ἑλένην πεποίηκεν ἀγνοοῦσαν περὶ τῶν ἀδελφῶν ὅτι οὐ παρῆσαν, δεκαετοῦς τοῦ πολέμου ὄντος καὶ αἰχμαλώτων πολλῶν γινομένων; ἄλογον γάρ. ἔτι δὲ καὶ εἰ ἠγνόει, ἀλλ' οὐκ ἦν ἀναγκαῖον μνησθῆναι τούτων οὐκ ἐρωτηθεῖσαν ὑπὸ τοῦ Πριάμου περὶ αὐτῶν· οὐδὲ γὰρ πρὸς τὴν ποίησιν πρὸ ἔργου ἦν ἡ τούτων μνήμη. φησὶ μὲν οὖν Ἀριστοτέλης· ἴσως ὑπὸ τοῦ Ἀλεξάνδρου ἐντυγχάνειν ἐφυλάττετο τοῖς αἰχμαλώτοις. ἢ ὅπως τὸ ἦθος βελτίων φανῇ καὶ μὴ πολυπραγμονοίη, οὐδὲ τοὺς ἀδελφοὺς ᾔδει ὅπου εἰσί. φαίνεται δὲ πάντα καὶ λέγουσα καὶ οἰκονομοῦσα, ὅπως ὅ τε Πρίαμος καὶ οἱ ἄλλοι πεισθῶσι Τρῶες, ὅτι ἀκούσιος καὶ παρὰ γνώμην αὐτῆς ἡ εἰς τὴν Ἴλιον γέγονεν ἄφιξις. οὕτω γὰρ τοῦ Πριάμου εἰπόντος· οὔτι μοι αἰτίη ἐσσί, θεοί νύ μοι αἴτιοί εἰσιν (v. 164), αὐτὴ δ' αἰδοῖον εἰποῦσα καὶ ἐπίφοβον διὰ τὸ σέβας (v. 172), καταρᾶται, οὐδὲν μὲν ἐπισημαίνουσα, εἴτε ἑκοῦσα εἴτε ἄκουσα ἀφίκετο, ἀλλὰ μόνον γνωστούς τε λιποῦσα παῖδά τε τηλυγέτην (v. 174. 75), καὶ ὅτι ἄχθεται τῇ μονῇ καὶ κλαίουσα διατελεῖ καὶ ὅτι δαὴρ αὖτ' ἐμὸς ἔσκε κυνώπιδος, ὁ Ἀγαμέμνων, εἴ ποτ' ἔην γε, ἀντὶ τοῦ ὁπότ' ἦν (v. 180), ὡς ἂν ποθούσης αὐτῆς τοῦ ἀνδρὸς τὴν συγγένειαν. οὕτω γὰρ ἂν ἅμα δόξειν ἔμελλε κἀκείνῳ καὶ τοῖς πρεσβύταις βελτίων εἶναι καὶ τοῦ ἀφικέσθαι οὐκ αἰτία, εἴ γε ἐπεθύμει ἀπελθεῖν, ὥστε καὶ περὶ τῆς ἐξ ἀρχῆς ὁδοῦ ὑπολήψεσθαι αὐτοὺς ᾤετο ὅτι μὴ ἑκουσία ἢ συγγνώσεσθαι, ὡς ὅταν τις ‹ὡς addidi; cod. om.› μεταμελόμενος φαίνηται καὶ ὁμολογῇ οὐκ ἐξοργίζονται ἀλλ' ἐλεοῦσι. διὰ δὴ ταύτην τὴν αἰτίαν καὶ τῶν ἀδελφῶν ἐμνήσθη εἰποῦσα· ἤτοι οὐχ ἥκουσιν αἴσχεα δειδιότες καὶ ὀνείδεα (v. 242), ἢ κεκρυμμένοι εἰσί, δι' αὐτὴν ὁμοίως αἴσχεα δειδιότες. καὶ ἡ μνήμη οὖν ἀναγκαία εἰς σύστασιν τοῦ προσώπου, ἵνα φαίνηται ὁμολογοῦσα τὰ γεγενημένα μὴ καλῶς ἔχειν, κἂν ἀπόδοσις γένηται ἡττηθέντος Ἀλεξάνδρου, μαρτυροῦντας ἔχῃ τοὺς γέροντας τῷ ἤθει αὐτῆς πρὸς τοὺς ὑπολαμβάνοντας, ὡς αἰσχρὰ ὁμολογεῖ, καὶ δεινὰ καὶ βίαια πεπονθέναι καὶ τὸν θάνατον ᾑρεῖτο ἀντὶ τῆς σωτηρίας. οὕτω γὰρ καὶ εἰσελθόντος Ἕκτορος εἰς τὴν Ἴλιον διὰ τὴν τῶν Τρώων ἧτταν, αὐτὴ πάλιν κύνα τε ἑαυτὴν καλεῖ καὶ δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου (Ζ 344). καὶ ταῦτα λέγει ἅτε πρὸς τὸν Πρίαμον ἀνακαλουμένη τὸν θάνατον, ἐπὶ μὲν γὰρ τοῦ Πριάμου· ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακός, ὁππότε δεῦρο ‹post. h. v. ras.› υἱέι σῷ ἑπόμην θάλαμον γνωτούς τε λιποῦσα (Γ 173. 74) καὶ τὰ ἑξῆς, ἐπὶ δὲ τοῦ Ἕκτορος μηδὲ γεννηθῆναι καταρᾶται ἑαυτῇ, ὥς μ' ὄφελ' ἤματι ‹εἴμα τὶ cod.› τῷ ὅτε με ‹om. cod.› πρῶτον τέκε μήτηρ οἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλα (Ζ 345, 46). καὶ θρηνοῦσα τὸν Ἕκτορα ἀχθῆναί φησιν εἰς τὴν Τροίαν ὑπὸ Ἀλεξάνδρου, ὡς πρὶν ὤφελλον ‹ὄφελον cod.› ὀλέσθαι (Ω 764), καὶ ἑαυτὴν οὖν κλαίει· τῷ σέ θ' ἅμα κλαίω καὶ ἔμ' ἄμμορον ἀχνυμένη κῆρ (Ω 773) καὶ τὰ τούτοις ἑξῆς. καὶ ὅτι τοιοῦτον εἶχε βίον καὶ τοιαύτας ἐν Τροίᾳ διατριβάς, διεδόθη καὶ τοῖς Ἕλλησι· διὰ τοῦτο μαχόμενοι ὑπὲρ αὐτῆς παρεκάλουν εἰς τὸν πόλεμον, λέγοντες ὡς χρὴ τίσασθαι Ἑλένης ὁρμήματά τε ‹om. cod.› στοναχάς τε (Β 356. 590).

   ἀπίθανον εἶναι δοκεῖ, ἐννέα ἐτῶν διελθόντων τοῖς Ἕλλησιν ἐν Ἰλίῳ, μηδένα τῶν βαρβάρων ἀπαγγεῖλαι τῇ Ἑλένῃ περὶ τῶν ἀδελφῶν, εἴτε καὶ αὐτοὶ ἀφίκοντο εἰς τὸν πόλεμον εἴτε ὅλως οὐκ ἦλθον εἰς Τροίαν, ἢ ἐλθόντες οὐκ ἐξῆλθον εἰς τὴν μάχην· οὐ γὰρ ἐνῆν τοιούτους ὄντας μὴ οὐχ ὑπὸ πάντων γινώσκεσθαι παρόντας εἰς τὴν Τροίαν. λέγει δὲ Ἡρακλείδης, ὅτι ἄλογον ἦν ὄντως τοῦτο, εἰ διατελεσάντων ἐν τῇ Τροίᾳ πάντων Ἑλλήνων ἐννέα ἔτη μηδὲν περὶ τῶν ἀδελφῶν ἔσχεν Ἑλένη λέγειν· εἰ δὲ οὐ πάντες ἦσαν οἱ στρατεύσαντες ἐν Τροίᾳ, ἀλλ' οἱ μὲν περὶ Λέσβον καὶ τὰς ἄλλας νήσους, ἃς οἱ Κᾶρες ‹κάρες cod.› εἶχον, ἐπόρθουν, πόλεις ‹πολλὰς cod.› δὲ καὶ τῶν ἐν τῇ ἠπείρῳ, οὐδὲν ᾔδει εἰ ἐστράτευσαν ‹οὐδὲν ᾖ δεινὸν εἰ ἐστρ. cod.; corr. Vill.› ἢ οὔ. πιθανώτερον δὲ προσθεῖναι, ὅτι ἠφανισμένων τοῦ Κάστορος καὶ τοῦ Πολυδεύκους καὶ δοκούντων τεθνάναι, διὰ τὸ μὴ εἰδέναι τοὺς ἀνθρώπους τὸ συμβεβηκός, μήτε ‹μὴ cod.› ὅτι ἐτεθνήκεσαν μήτε εἰ ἔτι εἰσίν, οὐκ ἀνηγγέλλετο τῇ Ἑλένῃ περὶ αὐτῶν. οὐδὲ γὰρ τὰ δυσχερῆ οἱ ‹καὶ cod.; corr. Bkk.› βάρβαροι τοῖς δυνάσταις πάντα εἰσὶν εἰθισμένοι ἀπαγγέλλειν. καὶ τούτου πολλὰ παραδείγματα λέγειν ἔστιν· ἔτι γὰρ καὶ νῦν χρῶνται τῷ ἔθει. οὐδὲν οὖν ἐκώλυεν ἀμφιδοξεῖν περὶ αὐτῶν τὴν Ἑλένην.

   τοῦτό φησιν ὡς πάντη μὲν ἐκπετάσασα τὴν θέαν οὐδαμῆ ‹L οὐδαμοῦ› δὲ ἰδοῦσα. πῶς δὲ οὐκ ἐρωτηθεῖσα προβάλλεται τὰ περὶ τῶν ἀδελφῶν; δῆλον οὖν ὅτι προοικονομεῖ ὁ ποιητής, βουλόμενος εἰπεῖν τὴν ἀφάνειαν αὐτῶν. ἠγνόει δὲ τὰ περὶ αὐτῶν ἴσως μὴ συγχωρουμένη συντυγχάνειν τοῖς αἰχμαλώτοις.

[276]    διὰ τί βουλόμενος ἐπιορκῆσαι τοὺς Τρῶας ὁ ποιητής, ἵνα εὐλόγως ἀπόλωνται, οὐδαμοῦ πεποίηκεν ἐπιορκοῦντας ἀλλ' οἴεται; ὁ γὰρ ὅρκος ἦν, εἰ Ἀλέξανδρον ἀποκτείνειεν ὁ Μενέλαος, ἀποδοθῆναι τὴν Ἑλένην· οὐκ ἀναιρεθέντος δὲ οὐδαμοῦ ἠδίκουν μὴ ἀποδιδόντες οὐδ' ἐπιώρκησαν. φησὶ δ' Ἀριστοτέλης, ὅτι οὐδ' ὁ ποιητὴς λέγει ὡς ἐπιώρκησαν, καθάπερ ἐπ' ἄλλων· ὣς φάτο καί ῥ' ἐπίορκον ὤμοσεν (Κ 332), ἀλλ' ὅτι κατάρατοι ἦσαν· αὐτοὶ γὰρ ἑαυτοῖς κατηράσαντο εἰπόντες· Ζεῦ κύδιστε μέγιστε καὶ ἀθάνατοι θεοὶ ἄλλοι, ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν, ὧδέ σφ' ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος (Γ 298300). οὐκ ἐπιώρκησαν μὲν οὖν, ἐκακούργησαν δὲ καὶ ἔβλαψαν τοὺς ὅρκους· ἐπάρατοι οὖν ἦσαν. ταῦτά τοι καὶ Ἥρα πειρᾶται, ἐξ αὐτῶν ὧν κατηράσαντο γενέσθαι αὐτοῖς τὴν βλάβην· εὐξαμένων γὰρ ἐκείνων· ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν, ὧδέ σφ' ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος, ἡ Ἥρα αὐτὸ τοῦτο παρακελεύεται τῇ Ἀθηνᾷ· ἐλθεῖν ἐς Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν, πειρᾶν δ' ὥς κεν Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς ἄρξωσιν πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι (Δ 6567). τὸ δὲ βλάψαι οὐκ ἔστιν ἐπιορκῆσαι.

[277]

   ad μ 374 pertinet.

[281sqq]    διὰ τί τὸν Μενέλαον ἐποίησε μονομαχοῦντα; οὐδὲ γὰρ ἐξ ἴσου ἦν ἡ μονομαχία. ὁ μὲν γὰρ Ἀλέξανδρος περὶ τῶν ἀλλοτρίων ἐμάχετο, ὁ δὲ περὶ τῶν ἑαυτοῦ εἴχετο, ἡττηθεὶς δὲ τὰ ἑαυτοῦ ἀπέβαλεν, ὁ δὲ Ἀλέξανδρος νικήσας μὲν τὰ ἀλλότρια ἕξειν ἔμελλεν, ἡττηθεὶς δὲ οὐδὲν ἀποβαλεῖν τῶν ἑαυτοῦ. οὕτω δὲ πᾶς ἄν τις βούλοιτο μονομαχεῖν περὶ τοῦ ἀγροῦ τοῦ πλησίον· νικήσας μὲν λήψεται, ἡττηθεὶς δὲ οὐδὲν ἀποβαλεῖ τῶν ἑαυτοῦ. οὕτω μὲν Ἀλέξανδρος ἀνόητος ἦν· περὶ ὧν γὰρ εἶχε καὶ τῶν ἑαυτοῦ ἐκράτει. ἀλλ' ἴσως ἀμφότερα εἰκότως. ὁ μὲν γὰρ Ἀλέξανδρος περὶ ὧν εἶχεν ἐμάχετο ἀλλ' οὐ τῶν ἑαυτοῦ, ἵνα γένηται αὑτοῦ, ὁ δὲ Μενέλαος περὶ τῶν ἑαυτοῦ, ἀλλ' οὐχ ὧν ἐκράτει ἀλλ' ἵνα κρατήσῃ. ἔτι δὲ οὐ μόνον ἔδει αὐτὸν κομίσασθαι τὴν Ἑλένην καὶ τὴν κτῆσιν, ἀλλ' ἔτι καὶ τιμὴν Ἀργείοις ἀποτινέμεν ἥν τιν' ἔοικεν (v. 286).

   καὶ διὰ τί ἀβελτέρως τῆς μονομαχίας Ἀγαμέμνων ἐπεμελήθη; οὐδὲν γὰρ ἔλαβε βέβαιον οὐδ' ἐμεσεγγυήσατο τὴν Ἑλένην, περὶ ἧς ὁ ἀγών, ἀλλ' ἐπ' ἐκείνοις ἐγένετο τὸ μὴ ἀποδοῦναι. λύεται δὲ ἐκ τοῦ ἔθους. οὐ γὰρ ἦν τὸ ἀρχαῖον τὰ πρὸς ἀλλήλους διὰ πολλῆς φυλακῆς, ἀλλ' ἁπλῶς συνέβαλλον, καὶ ἐπιβουλαὶ καὶ ἀπάται οὐκ ἦσαν, πρὸς ἃς αἱ τοιαῦται εὐλάβειαι εὑρέθησαν. ἐπεὶ διὰ τί Ἀγαμέμνων καὶ Μενέλαος ἀδορυφόρητοι ἦσαν, ὧν ἀναιρεθέντων ἐλέλυτο ἂν ἡ στρατιά; ἀλλ' οὔπω τότε ἦσαν αἱ πολιτικαὶ ἐπιβουλαί. ὁ δὲ ποιητὴς μιμητὴς ὢν τὰ ὑπάρχοντα ἐποίει, ἀλλ' οὐ τὰ μέλλοντα.

[306]    διὰ τί ὁ Πρίαμος τὸν μὲν Ἀλέξανδρον καὶ τὸν Μενέλαον οὐκ ἂν ἔφη δύνασθαι ἰδεῖν μαχομένους, ἀλλ' ᾤχετο ἀπιών, τὸν δ' Ἀχιλλέα καὶ Ἕκτορα θεωρεῖ ὃν μᾶλλον ἐφίλει; ἢ ὅτι ὁ μὲν αἴτιος τῶν κακῶν ὢν μονομαχήσειν ἔμελλεν· ὁ δοὺς οὖν τὸ χρῆναι αὐτὸν μονομαχεῖν τῇ τύχῃ ἐπέτρεψε τὸ τέλος, αὐτὸς ἀφιστάμενος τοῦ θορύβου. φησὶ γὰρ Ζεὺς μέν που τό γε οἶδεν, ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν (v. 308. 9). ὅπου δὲ οὐ συγκατατίθεται τῇ μάχῃ, πείθεσθαι δὲ παρακαλεῖ τὸν υἱὸν ἀναχωρεῖν, ἐλπίδι τῆς ἀναχωρήσεως ἐπιμένει, ἱκέτης ἀλλ' οὐ θεατὴς γινόμενος· ἄχρι γὰρ τέλους ἡ ἐλπὶς τοῦ πεισθῆναι δεόμενον κατεῖχεν. οὕτως γὰρ καὶ ἡ μήτηρ πάρεστιν, οὐχ ἵνα θεάσηται μαχόμενον, ἀλλ' ἵνα μὴ θεάσηται, εἰσελθόντος αὐτοῦ, δεομένη. καὶ ἅμα τῷ ποιητῇ ἡ τραγῳδία ἀνύεται δι' οἴκτου ψυχαγωγοῦσα τὸν ἀκροατήν, τούτων παρόντων. ἔπειτα ἐπὶ μὲν τοῦ Ἀλεξάνδρου ἐπὶ τῷ πεδίῳ ἡ μάχη ἦν, ἐπὶ δὲ τοῦ Ἕκτορος παρὰ τὸ τῆς πόλεως τεῖχος. συνεωσμένων δὲ τῶν μὲν Τρώων εἰς τὴν πόλιν, τῶν δ' Ἀχαιῶν ἐφεστηκότων καὶ τοῦ Ἀχιλλέως θέοντος περὶ τὸ τεῖχος, ἀναγκαῖον ἦν οὐ τὸν Πρίαμον μόνον ἀλλὰ καὶ τὴν ἄλλην ἅπασαν ἄχρηστον ἡλικίαν παρεῖναι διὰ τὸ μέγεθος τοῦ κινδύνου.

   ....... πῶς οὖν Ἀλεξάνδρου μὲν τὸ μονομάχιον οὐ καρτερεῖ θεωρεῖν, Ἕκτορος δέ; ἢ ὅτι ὁ μὲν ἐν τῷ πεδίῳ συνέβαλεν, ὁ δὲ πρὸ τοῦ τείχους, ἔνθα παρῆσαν πάντες ‹post h. v. ras. un. litt.› τῷ μεγέθει τοῦ κινδύνου καταπλησσόμενοι. ἄλλως τε ἐκεῖνον μὲν ἀπιὼν ἐᾷ πολεμεῖν, εἰδὼς ὀλίγον λειπόμενον Μενελάου καὶ τῶν Δαναῶν ‹, θανάτων cod.› πρόξενον γεγονότα, καὶ ὅτι οὐδὲν πρὸς σωτηρίαν τῆς πόλεως ἐκεῖνος ὡς Ἕκτωρ ἠδύνατο· τὸν δὲ μένων ἱκετεύει μὴ πολεμεῖν, τὸ διάφορον ἑκατέρων εἰδὼς τῆς τε ἰσχύος καὶ τῆς πρὸς τὴν πόλιν ὠφελείας. ἄλλως τε οὐ θεατὴς τοῦ πολεμεῖν ἀλλ' ἱκέτης τοῦ μὴ πολεμεῖν ἐπιμένει.

   διὰ τί χωρίζεται ὁ Πρίαμος; καὶ οἱ μέν φασιν ὅτι ἵνα ἀφ' ὕψους κρεῖσσον ‹κρείσσων cod.› θεωρήσῃ ἀπὸ τῆς πόλεως τὴν μονομαχίαν, οἱ δὲ ἵνα φυλάξῃ τὰ τείχη. ἄλλοι δὲ τὴν Ὁμηρικὴν λύσιν προΐσχονται, τὸ οὔπω τλήσομ' ὀφθαλμοῖσιν ὁρᾶσθαι. ὅπερ ἄμεινον.

[306]    ἄλογον δοκεῖ ‹δοκεῖ μὲν ἄλογον Et› εἶναι ἐπὶ μόνων τούτων διαμετρεῖν τὸν χῶρον καὶ κληροῦν· ἡ δὲ λύσις ἐκ τοῦ καιροῦ· ὑπὲρ γὰρ τῶν ὅλων αὕτη μόνη εἰσήχθη ἡ μάχη.

   ....... χῶρον δὲ διεμέτρεον· οὐ γὰρ ἔδει ἐξελθεῖν, ὡς ἂν τοῦ παρεξελθόντος πεφευγότος καὶ διὰ τοῦτο ἡττηθέντος, κἂν ἔξω γενόμενος τοῦ χώρου πολεμῇ. ἐπὶ τούτοις οὖν τῶν συνθηκῶν γεγονυιῶν καὶ τῆς μάχης δι' ὅπλων ἀφορισθείσης, ἀφανοῦς γενομένου τοῦ Ἀλεξάνδρου, τοξευθέντος δὲ τοῦ Μενελάου, καὶ ἀδήλου ὄντος ὑπὸ τίνος, κἂν μήποτε ὑπ' Ἀλεξάνδρου ἢ ὑπ' ἄλλου τινός ‑ ὡς ἐδηλοῦτο ἐκ τοῦ φάναι τὸν κήρυκα· ὅν τις ὀιστεύσας ἔβαλεν τόξων εὖ εἰδώς (Δ 206)· καὶ τοξεύων δὲ διὰ τοῦτο κρύπτεται· πρόσθεν γὰρ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι (Δ 113)· καὶ ἐπαγγελία ὅτι ἐάν τις τοξεύσῃ τὸν Μενέλαον λήψεται δῶρα παρὰ Ἀλεξάνδρου (Δ 69), καὶ οὐκ ἄλλως ἐκδίδοται ὁ Μενέλαος, καίτοι οὗτος μὲν ἦν ὡπλισμένος ἔτι, Ἀγαμέμνων δὲ καὶ οἱ ἄλλοι ἄοπλοι· πάντως οὖν ἵνα δόξῃ Ἀλέξανδρος αὐτὸν τοξεύειν καὶ διὰ τοῦτο ἀνακεχωρηκέναι ἐκ τοῦ στρατοπέδου εἰς δόλον καὶ μηχανὴν κατὰ τοῦ Μενελάου ‑ πάντα οὖν ταῦτα προϊδόμενοι διαμετροῦσι τὸν χῶρον καὶ ὅρκοις πιστοῦνται τὰ παρόντα, ἵνα ὁ παρελθὼν ἔνοχος γένηται τῇ ἐπιορκίᾳ, ἐπεὶ καὶ ὁ Ἀλέξανδρος εἰ παρεξελθὼν τὸν τόπον ἐξεβλ... Μενέλαος δ' οὐ ... τοῦτο ἐγίνετο τῶν συνθηκῶν μὴ σωζομένων. ἵν' οὖν παρασπονδήσαντες φωραθῶσι, περιγράφεται ὁ τόπος τοῦ μονομαχίου. ἐκ τούτου λύεται καὶ ἡ αἰτία δι' ἣν οὐ τὸν Ἀγαμέμνονα τοξεύει ἢ ἄλλον τινὰ τῶν ἀρίστων ὁ ..... εὐμαρὲς ὂν διὰ τὸ εἶναι ἀνόπλους, ἀλλὰ τὸν Μενέλαον ἔνοπλον ὄντα· δῆλον γὰρ ὅτι ὑποκρίνεται τὸν Ἀλέξανδρον ὁ Πάνδαρος, ὡς ἂν δὴ τούτου τοξεύσαντος τὸν ἀνθεστῶτα καὶ μηδεμιᾶς παρα[βάσεως] τῶν ὅρκων ὑπ' ἄλλου γεγονυίας. διὸ καὶ προσάγει τὸν Ἀλέξανδρον παρδαλέαν ὤμοισιν ἔχοντα καὶ καμπύλα τόξα, ἵνα καὶ χρώμενος τούτοις εὐλόγως μετὰ ταῦτα ὑπονοηθῇ.

   καὶ πῶς ἐπὶ Ἕκτορος, ἔνθα Αἴαντι μονομαχεῖ (Η 225), μὴ διαμετρεῖται ὁ τόπος; ἢ ὅτι ἐκεῖνοι μὲν περὶ τῆς ἀλλήλων σφαγῆς διαμιλλῶνται, ἐνθάδε δὲ περὶ τῆς κοινῆς ἐλπίδος ἐστὶν ὁ πόλεμος· διὸ οἵ τε ὅρκοι καὶ ἡ γύμνωσις τῶν στρατῶν, μή πώς τις ἔνοπλος ὢν προσαμύνῃ τῷ στρατηγῷ. ἢ ὅτι ἡ διαμέτρησις καρτερικωτέρους ἐργάζεται τοὺς πολεμοῦντας. ἄλλως τε δὲ δεδίασι μὴ τοξότης Ἀλέξανδρος ὢν δραπετεύσῃ τὴν συμβολὴν καὶ τὴν τοξείαν ἀντεπεισάξῃ Μενελάῳ. σκόπει γὰρ ὅτι καὶ αὐτοῦ μὲν ἀφανισθέντος, Μενελάου δὲ τοξευθέντος, οὐκ ἴσασι μὴ καὶ αὐτὸς εἴη ὁ τοῦτο δράσας· φησὶ γὰρ Ἀγαμέμνων· ὅν τις ὀιστεύσας ἔβαλε τόξων εὖ εἰδὼς Τρώων ἢ Λυκίων (Δ 196).

[327]    e schol. ad Κ 167 adscripto, quod in fine operis edendum erit, excerptum.

[330]    διὰ τί πάντας μονομαχεῖν μέλλοντας καὶ εἰ τύχοιεν ὡπλισμένοι αὖθις ποιεῖ καθωπλισμένους, ἐπιλέγων κνημῖδας μὲν πρῶτον καὶ τὰ ἑξῆς (v. 330); ἢ ὅτι τῶν προκλήσεων γινομένων ἦν ἀναγκαῖον τοὺς μέλλοντας μονομαχεῖν διαναπαύεσθαι, καὶ πρότερον ἀναψύξαντας καὶ νεαλεῖς γενομένους οὕτως ἐπὶ τὸν ἀγῶνα καθιέναι. εἰκὸς δὲ μέλλοντας ἰδίᾳ κινδυνεύειν, ἵνα βέλτιον ὦσιν ὡπλισμένοι, ἐξ ἀρχῆς κατασκευάζεσθαι.

[355]    v. 281 sqq.

[365sqq]    τί οὖν βλασφημεῖ ὁ Μενέλαος; ῥητέον οὖν ὅτι οὐ βλασφημεῖ ὁ ἥρως ἀλλὰ νεμεσᾷ. ἀρετῇ γὰρ οἰκείᾳ οἶδε πάσχων ἅπερ οὐκ ἔδει καὶ νεμεσᾷ δικαίως ἐπὶ τῷ παρ' ἀξίαν σωζομένῳ.

   ἄλογον τὸ μὴ σπασάμενον τὸ ἐκείνου ξίφος διαχειρίσασθαι αὐτόν. λύεται δ' ἐκ τοῦ καιροῦ. τὸν γὰρ ἐν τοσούτῳ ἀγῶνι οὐκ εἰκὸς ἅπαντα συνορᾶν. εἰ μὴ καὶ ἐκ τῆς λέξεως. λέγει γὰρ τὴν Ἀφροδίτην αὐτῷ βοηθῆσαι, ὥστε εἴη ἂν καὶ ἐν τῷ τοιούτῳ συλλαμβανομένη.

   καὶ διὰ τί ὁ Μενέλαος συγκλασθέντος αὐτῷ τοῦ ξίφους οὐκ ἐσπάσατο τοῦ Ἀλεξάνδρου; ῥητέον οὖν ὅτι ἢ ἔκφρων ἐγένετο τῷ λογισμῷ, ἐκπλαγεὶς τῷ κινδύνῳ, ἢ πάντως Ἕλλησιν ἑλκύσαι ἠθέλησεν αὔξων τὸ κατόρθωμα. ἢ καὶ δι' οἰκονομίαν ὁ ποιητὴς ἐσεσώκει τὸν Πάριν· ἐλέλυτο γὰρ τὰ τῆς ὑποθέσεως τῷ ἐκείνου θανάτῳ.

   ...... οὐ φονεύει δὲ αὐτὸν τῷ αὐτοῦ ξίφει ἢ ὑπὸ τοῦ καιροῦ ἢ ὑπὸ τῆς Ἀφροδίτης σφαλλόμενος, ἢ καὶ τοῖς ὅπλοις ἀπογνούς, ἢ καὶ ὅτι ἴσον θανάτου ἦν τὸ ὑπεκστῆναι τοῦ μετρητοῦ, ἢ ζῶντα αὐτὸν ἑλεῖν βουλόμενος, ὅπερ ἦν μεῖζον. οὕτω γὰρ ἂν ἀξίως ἐτιμωρήσατο αὐτὸν ἢ συντόμως ἀνελών.

[355]    αὐτὰρ ὁ ἂψ ἐπόρουσε κατακτάμεναι μενεαίνων ἔγχεϊ χαλκείῳ. ἀδύνατόν φασιν εἶναι κατὰ τὸ ἐγχείρημα. ἐρρίφη γὰρ, φησὶν, ἤδη τὸ ἔγχος· ἠίχθη παλάμηφιν ἐτώσιον (v. 369). λύεται δὲ ἀπὸ τοῦ ἔθους. δύο γὰρ δόρατα φέρειν νενομισμένον ἦν, ὡς πολλαχοῦ λέγει· πάλλων δ' ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντη (Ζ 104). ἢ ἀπὸ τοῦ καιροῦ· οὐ γὰρ ἔτυχε τότε ἀπολόμενον τὸ ἔγχος, ἀλλ' ἐπὶ τῷ Ἀλεξάνδρῳ ὑπάρχον, οὗ κατεκυριεύθη.

   καὶ πῶς φησιν ἐκ δέ μοι ἔγχος ἠίχθη; ἢ ὅτι δύο δόρατα ἐβάσταζεν· ἢ τῶν παρόντων ἥρπασεν· ἢ τῷ ἐμπεπηγότι αὐτῷ διαχειρισόμενος ἐπεδίωκεν.

[383] κατηγοροῦσιν ὡς προαγωγὸν εἰσάγοντος αὐτοῦ τὴν θεόν. ἀλλ' ἐπεὶ ὥρμηται γέλωτα μὲν θέσθαι τὸν Πάριν, ἐπαινέσαι δὲ τὴν Ἑλένην, καὶ τοῦ μὲν τὴν ἀκρασίαν τῆς δὲ τὸ σῶφρον ὑπ' ὄψιν ἄγειν, οὐ δύναται δὲ διεστῶτα τὰ πρόσωπα δι' ἑτέρου συμβιβάζειν, ἐπίτηδες παρέλαβε τὴν Ἀφροδίτην. καλεῖ δὲ αὐτὴν ὅπως μὴ διὰ τοῦ τείχους ἀποδοθῇ, ἢ μήπως οἰόμενος αὐτὴν ἀποδεδόσθαι διαχειρίσηται ἑαυτόν.

[383]    ἀδύνατόν φασιν εἰς γραῦν μεταβαλεῖν τὴν ἰδέαν τὴν Ἀφροδίτην καὶ νοῆσαι τὴν Ἑλένην τὴν τῆς θεᾶς δειρήν. λύσις· πολλαχοῦ ποιεῖται τοὺς ἡμιθέους τεκμαιρομένους τὰς τῶν θεῶν μορφάς, ὡς ὅταν ὁ Ποσειδῶν Κάλχαντι ἀπεικασθεὶς φαίνηται ὅ τε Αἴας φησίν· οὐδ' ὅγε Κάλχας ἐστὶ θεοπρόπος· ἴχνια δὲ μετόπισθε ποδῶν ἠδὲ κνημάων ῥεῖ' ἔγνων ἀπιόντος· ἀρίγνωτοι δὲ θεοί περ (Ν 7072).

[441]    διὰ τί τὸν Ἀλέξανδρον πεποίηκεν οὕτως ἄθλιον, ὥστε μὴ μόνον ἡττηθῆναι μονομαχοῦντα, ἀλλὰ καὶ φυγεῖν, καὶ ἀφροδισίων μεμνημένον εὐθύς, καὶ ἐρᾶν μάλιστα τότε φάσκοντα καὶ οὕτως ἀσώτως διακεῖσθαι; Ἀριστοτέλης μέν φησιν εἰκότως· ἐρωτικῶς μὲν γὰρ καὶ πρότερον διέκειτο, ἐπέτεινε δὲ τότε. πάντες γάρ, ὅτε μὴ ἐξῇ ἢ φοβοῦνται μὴ ἕξουσι, τότε ἐρῶσι μάλιστα· διὸ καὶ νουθετούμενοι ἐπιτείνουσι μᾶλλον· ἐκείνῳ δὲ ἡ μάχη τοῦτο ἐποίησεν. οἱ δὲ ὅτι ἡ προσδοκία τῆς ἀποδόσεως ἤγειρε σφοδρότερον τὴν ἐπιθυμίαν διὰ τὴν μέλλουσαν ἀφαίρεσιν. οἱ δὲ ὅτι ἡ Ἀφροδίτη παροῦσα οὐ μόνον ἐκ τῆς μάχης αὐτὸν ἐρρύσατο, ἀλλὰ καὶ λελυπημένον διὰ τὴν ἧτταν εἰς παρηγορίαν ἦγε, μεταβαλοῦσα τὴν τῆς ψυχῆς κατήφειαν εἰς τὸ ἡδὺ τῆς ἐπιθυμίας. ἄλλοι δὲ ὅτι Ἑλένης ἀνακτώμενος τὴν εὔνοιαν σφοδρότερον τὸν ἔρον ἐπιτετάσθαι λέγει· ἐνόμισε γὰρ τὴν αὐτὴν χαλεπῶς φέρειν δι' ἃ συνέθετο ὥσπερ ἔκδοτον τοῖς Ἀχαιοῖς γενομένην. ἵνα δὲ ἐπιδείξῃ οἷος ἦν Ἀλέξανδρος, ἔν τε τῷ πολέμῳ ἐποίησε θρασὺν ἅμα καὶ δειλὸν ἐπί τε τῆς οἰκίας ἀσελγῆ καὶ καταφρονητὴν δόξης. χαρακτηρίζει γὰρ διὰ τούτων τὸ ἦθος τοῦ αἰτίου τῶν κακῶν τοῖς πᾶσι διὰ τὴν ἀσέλγειαν γενομένου.

[457]    διὰ τί, τῶν συνθηκῶν ὑπὸ Ἀγαμέμνονος τοιούτων γεγονυιῶν· εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ, αὐτὸς ἔπειθ' Ἑλένην ἐχέτω, ἡμεῖς δ' ἐν νήεσσι νεώμεθα· εἰ δέ κ' Ἀλέξανδρον κτείνῃ Μενέλαος, Τρῶας ἔπειθ' Ἑλένην καὶ κτήματα πάντ' ἀποδοῦναι τιμήν τ' Ἀργείοις ἀποτινέμεν, ἥν τιν' ἔοικεν· εἰ δ' ἂν ἐμοὶ Πρίαμος Πριάμοιό τε παῖδες τίνειν οὐκ ἐθέλουσιν ‹ἐθέλωσιν Kammer, p. 35›, αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχέσσομαι εἵνεκα ποινῆς (v. 281 sqq.), τῶν γοῦν συνθηκῶν τοιούτων γεγονυιῶν ‹τοιούτ. γεγ. addidi, om. cod.; aliter Kamm. l. c.›, τῆς νίκης διὰ σφαγῆς θατέρου τῶν μαχομένων ὡρισμένης ‹o spr. ω scrpt., cod.› καὶ τοῦ Ἀλεξάνδρου μὴ ἀνῃρημένου, Ἀγαμέμνων φησὶ νίκη μὲν δὴ φαίνεται ἀρηιφίλου Μενελάου,

ὑμεῖς δ' Ἀργείην Ἑλένην καὶ κτήμαθ' ἅμ' αὐτῇ

ἔκδοτε καὶ τιμὴν ἀποτινέμεν, ἥν τιν' ἔοικεν (v. 457-59);

ἐνῆν γὰρ ἀντικρούειν τὸν τυχόντα, ὅτι εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος ‹μενέλαος ἀλέξανδρον cod.; recte haec et seq. corr. Kamm.› καταπέφνῃ εἴρηται καὶ εἰ δέ κ' Ἀλέξανδρον ‹ἀλέξανδρος cod.› κτείνῃ ξανθὸς Μενέλαος ‹ξανθὸν μενέλαον cod.›. ῥητέον ὅτι ἀπὸ τῶν Ἕκτορος λόγων ἡ ἀπαίτησις τῷ Ἀγαμέμνονι τοῦτον τὸν τρόπον ἐχόντων· κέκλυτέ μευ, Τρῶες καὶ Ἀχαιοί, μῦθον Ἀλεξάνδροιο· ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς τεύχεα ἀποθέσθαι ἐπὶ χθονί, αὐτὸν δ' ἐν μέσῳ καὶ Μενέλαον οἴους ἀμφ' Ἑλένῃ μάχεσθαι· ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται, κτήμαθ' ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδ' ἀγέσθω (v. 8693). μὴ ῥηθέντος οὖν ὑπὸ τοῦ Ἀλεξάνδρου διὰ τοῦ Ἕκτορος περὶ σφαγῆς καὶ θανάτου, περὶ δὲ νίκης καὶ τοῦ ἐκ κρειττόνων γεγονότος, ὁ μὲν Ἀγαμέμνων εὐλόγως ἐξ ὧν εἰρήκασιν οἱ πολέμιοι ἀπαιτεῖ τὰς συνθήκας, ἐπὶ δ' ᾔνεον ἄλλοι Ἀχαιοί (v. 461)· οἱ δὲ Τρῶες οὐκέτι συναινοῦσι, σφαγῆς μὴ γεγονυίας, ἐξ ὧν εἴρηκε ποιούμενος τὰς συνθήκας Ἀγαμέμνων, διὰ σφαγῆς κρίνεσθαι τὴν νίκην, εὔλογον τῆς ἡσυχίας πρόφασιν λαμβάνοντες, ὥστε καὶ ἐνεῖναι διαμφισβητεῖν πρὸς ἀλλήλους, ἑκατέρων μαρτυρομένων τὰς ἀπὸ τῶν ἀμψισβητούντων γεγονυίας ὁμολογίας. ὁ μὲν γὰρ Ἀγαμέμνων ἐρεῖ δεῖν ἀποδιδόναι· τοῦτο γὰρ ὡμολογήθη ὑπὸ Ἕκτορος, τὸ τῷ νικήσαντι καὶ κρείσσονι γεγονότι τὴν ἀπόδοσιν γίνεσθαι. ὁ δὲ Ἕκτωρ ἐρεῖ μὴ δεῖν ἀποδιδόναι· ὁμολογεῖσθαι γὰρ καὶ συγκεῖσθαι ὑπὸ τοῦ Ἀγαμέμνονος, θανάτου γεγονότος καὶ ‹addidi, om. cod.› σφαγῆς ὅτι δεῖ τὴν ἀπόδοσιν γίνεσθαι· μηδενὸς δὲ ἀνῃρημένου μένει ἀκεραίως τὰ πράγματα. πάλιν οὖν ἔδει μονομαχῆσαι αὐτούς· ὅθεν Ἀλεξάνδρου μὲν μὴ φαινομένου, τῶν δὲ συνθηκῶν μενουσῶν ἔτι, ἐν ταῖς σπονδαῖς ἀντ' Ἀλεξάνδρου ἀνταποκτεῖναι θελήσας τὸν Μενέλαον καὶ τοξεύσας συγκέχυκε τοὺς ὅρκους ὁ Πάνδαρος ‹ὁ Πανδ. addidit Kamm.; om. cod.› καὶ πάντας ἐπαιτίους ἐπιορκίας ‹ἐπὶ τὴν ἐπιορκίαν cod.; emend. Lehrs ap. Kamm.› τοὺς μήτε τὸν Ἀλέξανδρον ἐκδεδωκότας μήτε τὸν τοξεύσαντα τὸν Μενέλαον πεποίηκεν.

[4]

[1]    Ὁ μὲν Ἀρίσταρχος τὸ ἠγορόωντο ἀποδέδωκεν ἀντὶ τοῦ ἠθροίζοντο. βέλτιον δὲ λέγειν τὸ διελέγοντο, ὥσπερ καὶ τὸ ὡς ὁπότ' ‹ὁππότ' L› ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε (Θ 230). εἰ γὰρ εἰπεῖν ἐβούλετο ἠθροίζοντο, ἔφη ἄν· οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγερέθοντο ‹ἠγερέθεντο L›· τοῦτο μὲν γὰρ ἐκ τοῦ ἀγείρεσθαι ‑ λαὸν ἀγείροντες (Λ 770) καὶ αὐτὰρ ἐπεί ῥ' ἤγερθεν (Ω 790. β 9. θ 24. ω 421) ‑ γεγένηται, τὸ δ' ἠγορόωντο ἀπὸ τοῦ ἀγοράασθαι ‹ἠγοράασθαι L, ἠγοράασθε Et›.

[2]    de χρυσέῳ ἐν δαπέδῳ v. Ε 504.

   ibid. κατηγοροῦσι τοῦ ποιητοῦ ὡς μαχόμενα ‹μαχομένου L› λέγοντος, ὅταν ποτὲ μὲν τὸν Γανυμήδην ‹γαννυμήδην L; id. B alter. ν eras.› οἰνοχόον εἶναι ‹om. L› τῶν θεῶν λέγει, ποτὲ δὲ τὴν Ἥβην. οὐκοῦν λύσομεν ὀνόματι ‹ὀν. μὲν L› καὶ λέξει, ὅτι οὐχὶ τῶν θεῶν ἀλλὰ τοῦ Διὸς αὐτὸν οἰνοχόον ἀποφαίνει ‑ ἔχει γὰρ ἡ λέξις οὕτως· τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν (Υ 234) ‑ , ἡ δὲ Ἥβη τοῖς θεοῖς οἰνοχοεῖ· προσώπῳ δέ, ὅτι τὸ μὲν ἐκ τοῦ ποιητοῦ λέγεται, τὸ δὲ ἐξ Αἰνείου ‹αἴνου L›, ὃν εἰκὸς μεγαλύνειν τὸ αὑτοῦ ‹αὐτοῦ B› γένος· καιρῷ δὲ καὶ χρόνῳ, ὡς ἐγχωρεῖ πάλαι ποτὲ αὐτὸν ἁρπασθέντα πρὸς τὴν διακονίαν ταύτην ὑπὲρ ‹ὑπὸ L› τοῦ θνητὸν εἶναι μηκέτι παραμένειν ἕως τῶν Ἰλιακῶν· ἔθει δέ, ὡς πολλοῖς νενομισμένον ἐστὶν οἰνοχόοις χρῆσθαι ‹χρᾶσθαι L› ἄρρεσι καὶ θηλείαις, ὥστε οὐδ' ἐν θεοῖς ἄτοπον τοῦτο. τὸ μὲν οὖν ἐναντίον οὕτως ἐλέγχεται ‹λέγεται L›, τὸ δ' ἀδύνατον ἐγκαλεῖται οὕτως ‹excidisse nonnulla videntur›.

   ..... δι' ἣν δὲ αἰτίαν οὐ πάρεστι Γανυμήδης, ὢν οἰνοχόος τοῦ Διός; ἔνιοι μέν φασιν ὅτι τοῦ Διὸς μόνου ὢν διάκονος, οὐκ ἐξῆν αὐτὸν κοινῶς πᾶσιν οἰνοχοεῖν, ἡ δὲ Ἥβη εὐλόγως, ὅτι κοινὴ πᾶσίν ἐστιν. ἔνιοι δέ φασιν, ὅτι σκέψεως περὶ τῆς Ἰλίου πορθήσεως γινομένης εὐοικονομήτως ἄπεστι τοῦ συνεδρίου, ἵνα μηδὲν ἐναντίον γένηται διὰ τὴν πρὸς αὐτὸν χάριν.

   διὰ τί δὲ καὶ μόνῳ τῷ Διὶ Γανυμήδης ὑπηρετεῖ; ῥητέον οὖν ὅτι Ἥβη μὲν ἅπασι διακονεῖ, ἐπεὶ τὸ θεῖον ἀεὶ νεάζει τε καὶ ἡβᾷ· τοῦτο γὰρ βούλεται αὐτοῖς ἥ τε ἀμβροσία ἀβροσία τις οὖσα καὶ τὸ νέκταρ παρὰ τὸ νεάζειν γεγενημένον. Γανυμήδης δὲ ὑπηρετεῖ μόνῳ τῷ Διί, ὅτι ὁ μὲν Ζεὺς ὁ πρῶτός ἐστι νοῦς, μόνος δὲ νοῦς οἰκεῖον ἔχει τὸ τοῖς μήδεσι γάνυσθαι· τοῦτο γὰρ ὁ Γανυμήδης.

[4]    ἀπρεπές φασιν, εἰ τέρπει τοὺς θεοὺς ‹εἰ τέρποι θεοῖς L› πολέμων θέα. ἀλλ' οὐκ ἀπρεπές· τὰ γὰρ γενναῖα ἔργα τέρπει. ἄλλως τε πόλεμοι καὶ μάχαι ἡμῖν δεινὰ ‹om. L› δοκεῖ, τῷ δὲ θεῷ οὐδὲ ταῦτα δεινά. συντελεῖ γὰρ ἅπαντα ὁ θεὸς πρὸς ἁρμονίαν τῶν ἄλλων ‹ὅλων L› ἢ καὶ ὅλων, οἰκονομῶν τὰ συμφέροντα ‹τὸ συμφέρον L›, ὅπερ καὶ Ἡράκλειτος λέγει, ὡς τῷ μὲν θεῷ καλὰ ‹καὶ ins. Lp› πάντα καὶ δίκαια, ἄνθρωποι δὲ ἃ μὲν ‹om. L Lp› ἄδικα ὑπειλήφασιν ἃ δὲ δίκαια.

[5]    exc. e schol. Α 105 (6ζητ. Vat. 17).

[43]    πῶς ὁ Ζεὺς δῶκά σοί φησιν ἑκὼν ἀέκοντί γε θυμῷ; τὸ γὰρ ἑκών τῷ ἄκων ἀντίκειται. Τρύφων μὲν οὖν συναλείψας ἐν τῷ κ συνάπτει τὸ α πρὸς τὸ ἑκών, ἵν' ᾖ ἀέκων ἀέκοντί γε θυμῷ. τοιαύτη τις ἡ διάνοια· πολλὰ ποιοῦμεν τῶν πραγμάτων ἢ ἐξ ὅλης τῆς διανοίας ἢ μηδὲ βουλόμενοι. διεῖλεν οὖν τὸ ἐγὼ τῷ θυμῷ καί φησιν· ἐγὼ ἑκὼν δέδωκα ἀκούσης μου τῆς διανοίας καὶ μὴ θελούσης. εἰ μὲν οὖν ἐγώ σοι δέδωκα ἔφη ἀέκων, ἐναντιολογία ἦν· καὶ εἰ ἑκόντι θυμῷ, καὶ οὕτως ἂν ἦν ἐναντιολογία. ἐπεὶ δ' ἐγὼ μὲν ἑκὼν ἔφη ἀέκοντί γε θυμῷ, οὐκέτ' ἔστι μάχη διὰ τὸ πολλὰ μὲν ποιεῖν ἡμᾶς, μὴ συντιθεμένης δὲ τῆς διανοίας. πᾶσα γὰρ πρᾶξις διὰ τὸ καθ' ὁρμὴν γίνεσθαι ἐφ' ἡμῖν οὖσα ἑκούσιος ἂν εἴη, οὐ πᾶσα δὲ πρᾶξις καὶ τὸ εὐάρεστον τῆς διανοίας ἔχει. ἔστι δὲ καὶ ἕτερον εἰπεῖν, ὅτι ἑκὼν μὲν δίδωσιν ὡς ἀδελφῇ καὶ γυναικί, ἄκων δὲ ὅτι τοὺς φιλτάτους πρὸς ἀπώλειαν ἐκδίδωσι· καὶ γὰρ οἱ ἐν θαλάσσῃ πλέοντες, ὅταν περιπέσωσι κινδύνῳ, ἐκβάλλουσι τὸν φόρτον εἰς τὴν θάλασσαν ἑκόντες τε καὶ ἄκοντες, ἑκόντες μὲν ἵνα σωθῆναι δυνηθῶσιν, ἄκοντες δὲ ὅτι τὸν φόρτον ἀπολλύουσι δι' ὃν πλέουσιν.

[51]    διὰ τί ὁ μὲν Ζεὺς μίαν ἡ δὲ Ἥρα τρεῖς ἔχειν φησὶ πόλεις φιλτάτας, καὶ ἡ μὲν Ἑλληνίδας ὁ δὲ βάρβαρον; ἔδει γὰρ τὰς κρείσσονας τὸν βασιλέα τῶν θεῶν ἔχειν φιλτάτας. ῥητέον δὲ ὅτι εὐπρεπῆ ‹ἀπρεπῆ L› βουλόμενος περιθεῖναι ‹ἐπιθεῖναι L› αὐτῇ τὴν αἰτίαν τῆς ὀργῆς ὁ ποιητὴς καὶ οὐχ ἣν ὁ μῦθος ἀναπλάττει, ὡς ἄρα διὰ τὸ μὴ προτιμηθῆναι τῆς Ἀφροδίτης ἐπὶ τῇ κρίσει τοῦ κάλλους Τρωσὶν ἐχαλέπαινεν ‹Lp ex ἐχαλέπαινον corr.›, ἐπίτηδές φησιν αὐτὴν ‹αὐτὸς L› τὰς πόλεις φιλεῖν, περὶ ἃς τὸ ἀδίκημα τὸ κατὰ τὴν Ἑλένην γέγονε. σύμψηφα δὲ τούτων κἀκεῖνα, ἐν οἷς αὐτὴν ποιεῖ λαμβάνουσαν τὸν κεστὸν παρὰ τῆς Ἀφροδίτης, ἵνα τῷ Διὶ μᾶλλον οὕτως ἐπέραστος φανείη. οὐ γὰρ ‹ἂν add. L› ἦν εἰκὸς τὴν δεομένην τῆς βοηθείας τῆς παρ' αὐτῆς ‹τῆς παρ' αὐτῆς βοηθείας L› ἐπὶ τῷ ἀρέσαι τῷ ἀνδρὶ ἐναγανακτεῖν ‹ἀγανακτεῖν L› ἡττηθεῖσαν ἐπὶ τῇ τοῦ κάλλους κρίσει. ὁ δὲ Ζεὺς μίαν λέγων πόλιν φιλεῖν ἐξαίρει τὴν χάριν. οὐχ οὕτω ‹οὐχ ἧττον L› γὰρ ὁ ἀπὸ πολλῶν διδούς τι θαυμάζεται ὡς ὁ ἀπὸ ὀλίγων. ὥστε ἀμφότεροι ῥητορικῶς κατασκευάζουσιν· ἡ μὲν γὰρ πολλὰς ἀντὶ μιᾶς προήσεσθαί φησιν, ὁ δὲ τὴν μίαν ἣν καὶ μόνην ἔχει ‹εἶχεν L›, χαριεῖσθαι. (c. l. εἴπερ γὰρ φθονέω). ἀναλύει ‹cod., qui h. l. vacuum spatium a, .› τὴν χάριν, φησὶν, εἰ διὰ τοῦτο δίδωσιν ἑκοῦσα, ὅτι καὶ ἀκούσης ὁ Ζεὺς δύναται λαβεῖν. ῥητέον δέ, ὅτι οὐ μειοῖ τὴν χάριν, ἀλλ' ἐμφαίνει, ὡς οὐ θέλει μέν τι ‹τι μὲν cod.›2 παθεῖν τὰς πόλεις, οὐκ ἀντιπράξει δὲ διὰ τὸ ἀδύνατον. οἶκτον δὲ ἐμφαίνει τῶν λόγων, ὅπως μὴ ἐξ αὐτῆς ἀπαιτῇ τὴν χάριν. ‑ Quo de scholio cf. Hiller, Phil. XXVIII, p. 101, et Prol. p. 437.

[88]    διὰ τί ἡ Ἀθηνᾶ εἰς σύγχυσιν τῶν ὅρκων οὐ τῶν Τρώων τινὰ ἐπελέξατο ἀλλὰ τῶν ἐπικούρων; καίτοι κεχαρισμένος ἄν τις ἐγένετο Ἀλεξάνδρῳ μᾶλλον εἰ τῶν οἰκείων ἦν. καὶ διὰ τί τῶν ἐπικούρων τὸν Πάνδαρον ἐπελέξατο; φησὶν οὖν ὁ Ἀριστοτέλης, ὅτι τῶν μὲν Τρώων οὐδένα, διότι πάντες αὐτὸν ἐμίσουν, ὡς ὁ ποιητής φησιν· ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ (Γ 454), τῶν δ' ἐπικούρων τὸν Πάνδαρον ἐπελέξατο ὡς φιλοχρήματον ‑ σημεῖον δὲ ἡ τῷ οἴκῳ αὐτοῦ τῶν ἵππων κατάλειψις, ἵνα μὴ δαπανᾷ (Ε 202) ‑ καὶ ὅτι φύσει ἐπίορκος ἦν· τὸ γοῦν ἔθνος ἔτι καὶ νῦν δοκεῖ εἶναι, ὅθεν ἐκεῖνος ἦν, ἐπίορκον. ἄλλοι δὲ οὕτως λύουσιν, ὅτι ἀρίστου ἦν τοῦ δυναμένου καταστοχάσασθαι καὶ τρῶσαι χρεία· οὐκ ἦν δὲ ἐν τῷ Τρωικῷ μέρει ἢ Ἀλέξανδρος μόνος καὶ Πάνδαρος εὐφυὴς οὕτως, ὡς καὶ ἐπιφωνῆσαι τὸν ποιητήν· Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν (Β 827), ὃ σημαίνει τὴν τοξικήν. καὶ ὡς ἄριστον οὖν αὐτὸν ἐπελέξατο τοξότην.

   οὐκ ἀσεβεῖ δὲ, φησὶν, ὁ Πάνδαρος, εἰ ἡ Ἀθηνᾶ συνεβούλευσε καὶ

ὁ Ζεὺς ἀπέσταλκε. ῥητέον οὖν ὅτι ὁ μὲν εἰδὼς κακῶς τοὺς ὅρκους γεγενημένους ‑ οὐδὲν γὰρ ἕτερον Τρῶες ἢ ἐπὶ τοῖς ἀλλοτρίοις ὤμοσαν ‑ διὰ τοῦτο ἐσπούδασε λυθῆναι τὰς ἀδίκους συνθήκας. Ἀθηνᾶν δὲ νῦν ὑποληπτέον τὸν λογισμὸν αὐτοῦ τοῦ Πανδάρου, καὶ αὐτὸς πρὸς ἑαυτὸν ταῦτα διελογίζετο. ἄπιστον γὰρ Λυκίων ἔθνος, καὶ Ἀριστοτέλης δὲ μαρτυρεῖ. ἄλλοι δὲ καὶ αὐτοῖς τοῖς Ὁμήρου λύουσι λέγοντες προειρηκέναι τὸν ποιητὴν πειρᾶν αἴ κε θέλῃσιν ( Δ 66. 71), οὐχὶ πείθειν.

[100]    ad Γ 315, p. 63.

[102]    ..... πῶς δὲ ὁ Χρύσης (Α 41) ταύρων καὶ αἰγῶν θυσίαν ὑπισχνεῖται; ἐροῦμεν ὅτι τὰ ἀπόρρητα τοῦ θεοῦ σαφῶς εἰδὼς καὶ τὰ φίλα θύει· θυσίαις γὰρ αἰγῶν καὶ ταύρων ἥδεται. ὕλη γὰρ αὐτὰ τοῖς τόξοις κερασφόρα ὄντα. Πάνδαρος δὲ ὑπὸ Ἀθηνᾶς πειθόμενος τοξεῦσαι οὐκ αἶγας οὐδὲ ταύρους ὑπισχνεῖται ἀλλ' ἐρίφων πρωτογόνων θυσίαν. ἀποτυχεῖν γὰρ αὐτὸν τῆς καιρίας πληγῆς ἐβούλετο.

[102]    ἀδύνατόν φησιν ‹φασὶν Sc› εἶναι τηλικοῦτον κέρας αἰγὸς ‹γενέσθαι ins. Sc› ὡς εἶναι ἑκκαίδεκα παλαιστῶν· δύο γὰρ καὶ ἡμίσεος πήχεων ‹πηχῶν cod.› οὐκ ἂν γένοιτο κέρας. λύεται δὲ ἐκ τῆς λέξεως, οὐ γὰρ ἓν κέρας ἀλλ' ἄμφω ἑκκαιδεκάδωρα.

   ἱξάλου ‹ϊξάλου A, om. L›: ἤτοι τελείου ἢ πηδητικοῦ καὶ ὁρμητικοῦ παρὰ τὸ ἱκνεῖσθαι, ἢ ὡς ὁ Πορφύριος λέγει τὸν τομίαν. συμβαίνει γὰρ, φησὶ, πολλάκις τῶν ἀγρίων αἰγῶν τοὺς τελείους διωκομένους ἐν ταῖς θήραις κατὰ τὴν παράτριψιν ἀποβάλλειν τὰ γεννητικὰ μόρια.

   (Πάνδαρος ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν, Β 827). τοῦτο μάχεσθαι δοκεῖ τῷ

   αὐτίκ' ἐσύλα τόξον ἐύξοον ἱξάλου αἰγὸς

   ἀγρίου, ὅν ῥά ποτ' αὐτὸς ὑπὸ στέρνοιο τυχήσας·

δηλοῖ γὰρ ἐκεῖ Πάνδαρον ἑαυτῷ πεποιηκέναι τὸ τόξον. λύοιτο δ' ἂν καὶ λέξει καὶ ἔθει, λέξει μὲν οὕτως· τὸ γὰρ ᾧ καὶ τόξον αὐτὸς ἔδωκεν δύναται ἐπὶ τὴν τοξικὴν μεταφέρεσθαι· ἔθει δέ, ὅτι εἰθίσμεθα οὐχ ἓν ἔχειν ὅπλον, καὶ μάλιστα οἱ περί τινα τέχνην ἐσπουδακότες.

[117]    v. ad Α 486.

[138]    διὰ τί μᾶλλον τοῦ θώρακος αὕτη βοηθεῖ; ὅτι δυσπαθέστερα τῶν ἀντιτυπούντων τὰ ὑπείκοντα.

[171]    .... διὰ τί δὲ οὕτως οὗτος ‹οὗτος οὕτως L› ὑποστρέψειν φησίν; ὅτι Ἕλληνες μὲν ἄπρακτοι ἀπελεύσονται, Τρῶες δὲ κερτομήσουσιν Ἀγαμέμνονα, Μενέλαος ἐπὶ ξένης σαπήσεται, ‹καὶ ins. L› ἀτελὴς ἡ μάχη μενεῖ. τεχνικῶς δὲ δι' ὧν ἀπολοφύρεται ὡσεὶ καταλειφθησόμενος ‹fuit καταληφθησόμενος L› ὑπὸ τῶν συμμάχων, εἰ Μενέλαος ἀποθάνῃ, κατέχειν αὐτοὺς πειρᾶται, τεθνηκότος ἢ καὶ μὴ τοῦ Μενελάου.

[221]    διὰ τί οἱ Τρῶες, εἴπερ πάλιν ἐκθέσθαι τὸν πόλεμον ἐβούλοντο, οὐ ζητοῦσι τὸν βαλόντα ‹βάλοντα BLp, βάλλοντα L›, ἀλλ' εὐθὺς ὁρμῶσιν ἐπὶ τὰ ὅπλα; ὅτι ᾤοντο βουλῇ τῶν βασιλέων πεπρᾶχθαι τὴν παράβασιν. καὶ εἰ μὲν τέθνηκε Μενέλαος, κρατήσειν Ἑλλήνων ἤλπιζον διὰ τὴν ἐπ' ἐκείνῳ λύπην κατεπτοημένων ‹Dind. auctore in cod. quodam a; κατεπτωμένων BLLp›, εἰ δὲ μή, κἂν φθάσαι ἀόπλοις αὐτοῖς ‹αὐτ. ἀόπλοις Lp› ἐμπεσεῖν. διὰ τί δὲ πάλιν Ἕκτωρ οὐκ ἐζήτησε τὸν βαλόντα; ὅτι οὐκ ἦν ἀναβαλέσθαι ‹ἀναλαβέσθαι Dind. codicem quendam secutus› τὸ πταῖσμα, ἅπαξ Μενελάου τρωθέντος.

[226]    ἐζήτηται πῶς τοὺς ἵππους καὶ τὰ ἅρματα εἴασε· τὸν γὰρ σπεύδοντα οὐκ εἰκὸς τὰ ἅρματα καταλείπειν. λύεται δὲ ἐκ τοῦ καιροῦ. ἔδει γὰρ οὐ μόνον ‹καὶ μόνον L Et› παρελθεῖν ἀλλὰ καὶ ‹om. B Lp› πρὸς ἕκαστον διαλεχθῆναι. σοβαρὸν γὰρ ἐφαίνετο τὸ ἀπὸ τοῦ ἅρματος ὁμιλεῖν.

[297]    διὰ τί τὴν τάξιν ταύτην ἐποίησεν, ἱππῆας μὲν πρῶτον πεζοὺς δ' ἐξόπισθε, κακοὺς δ' ἐς μέσσον; ἄτοπον γὰρ τὸ τοὺς ἱππέας πρὸ τῆς φάλαγγος ποιῆσαι καὶ τούτων μεταξὺ τοὺς φαύλους. λύει δ' Ἀριστοτέλης· ἢ οὐ πρὸ τῆς φάλαγγος λέγειν τοὺς ἱππεῖς φησιν ἀλλ' ἐπὶ τοῖς κέρασι. καὶ οὗτοι πρῶτοι εἶεν ἄν. τοὺς δὲ κακοὺς οὐ τόπῳ διορίζει, ἀλλ' ἐναλλὰξ μεταξὺ ἀνδρείου τὸν ἀσθενέστερον. πεζοὺς δ' ἐξόπισθεν τῶν ἱππέων, ὥστε τὰ μὲν κρατεῖν τοὺς ἱππέας, μετὰ δὲ τούτους τοὺς πεζούς, πανταχοῦ δὲ μεταξὺ τῶν ἀνδρείων, ἱππέων τε καὶ πεζῶν, τετάχθαι τοὺς κακούς, ἤτοι ἱππέας τε καὶ πεζούς. ἄλλοι δέ, οὐδὲν ὅλως τῷ τόπῳ διορίζειν, ἀλλὰ τῷ χρόνῳ λέγειν πρώτους καὶ μέσους καὶ τὸ ὄπισθεν ὑστέρους, ἵνα πρῶτοι μὲν συμβάλλωσιν οἱ ἱππεῖς οἱ ἀνδρεῖοι, μεθ' οὓς ἐπιφέρονται οἱ χείρους τῶν ἱππέων τε καὶ πεζῶν οἱ ἀνδρειότατοι. οἱ δέ, ὅτι οὐχ ὡς ἐπιτιμᾶται ἔταξε καὶ γὰρ Βοιωτοῖς οὕτω τάττειν δοκεῖ. ὥστε ἀπὸ τοῦ ἔθους ἡ λύσις. οἱ δὲ ἀπὸ τῆς λέξεως. τὸ γὰρ πρῶτον δῆλον τὸ δεξιὸν κέρας, ὄπισθεν δὲ τὸ ἀριστερόν· πρώτους οὖν εἰκὸς εἰρῆσθαι τοὺς ἐπὶ τοῦ δεξιοῦ μέρους ἑστῶτας, ὄπισθεν δὲ τοὺς ἐπὶ τοῦ ἀριστεροῦ, ὧν εἰκὸς μεταξὺ τετάχθαι τοὺς δειλούς. οὕτω γὰρ καὶ λόγον ἕξει τὸ ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζῃ (Δ 300).

   οὐ δεόντως, φασὶ, τὴν πρώτην τάξιν οἱ ἱππεῖς ἔχουσι, κινδύνου ὄντος, εἰ τροπὴ γένηται τῶν ἱππέων, συμπατηθῆναι τὴν ἀκολουθοῦσαν τάξιν. ἀγνοοῦσι δὲ ὅτι οἱ πεζοὶ ὄπισθέν εἰσιν, ὅπως τῶν ἱππέων ὑποχωρούντων διιστάμενοι δέχοιντο αὐτούς, ὃ καὶ γεφύρας πολέμου καλεῖ, καὶ πάλιν ἑνούμενοι ὡς τεῖχος δέχοιντο τοὺς πολεμίους ἐπιόντας· μεταξὺ δὲ δύο ἀνδρείων ἕνα κακὸν ἔβαλλε. τινὲς δὲ τὸ ἔμπροσθεν καὶ ὄπισθεν ἐπὶ τοῦ δεξιοῦ καὶ ἀριστεροῦ κέρως λαμβάνουσι· τοὺς δὲ κακοὺς τετάχθαι ἐν μέσῳ, ἵνα καὶ ὑπὸ τούτων καὶ ὑπ' ἐκείνων ἀναγκάζωνται πολεμεῖν. ἀλλὰ φαίνεται πεζοῖς οὐδὲν ἐπιτάσσων.

[334]    εἴτε διὰ τοῦτο ἕστασαν, ἵνα οἱ Τρῶες πρότερον κατάρξωσιν, εἴτε ἵνα τινὲς ἄλλοι τῶν Ἑλλήνων; ἄμφω δὲ ἄλογα, καὶ τὸ ὑπὸ τῶν Τρώων προκληθῆναι ‑ οὐ γὰρ μικρὰ καὶ τοῦτο βλάπτει ‑ καὶ τὸ ὑπὸ τῶν οἰκείων· δεῖ γὰρ συντεταγμένους ἅπαντας πολεμεῖν. ἁρμόζει δὲ μᾶλλον τὸ πρότερον, ἵνα οἱ Τρῶες παραβαίνοντες τὰς συνθήκας καὶ τῆς μάχης ἄρξωσιν. ἀλλὰ τούτῳ δοκεῖ ἐναντιοῦσθαι τὸ νῦν δὲ φίλως χ' ὁρόῳτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶν (v. 347). ἢ λείπει ἡ κατά εἰς τὸ ὁρμήσειεν, ὡς τὸ (Ξ 488) ὡρμήθη δὲ Ἀκάμαντος ‹ἀκάμαντα L›. θέλουσι δὲ πρὸ ἑαυτῶν ἄλλους ‹ἀλλήλους Lp› Ἕλληνας ἄρξασθαι τῆς μάχης, ἀσυκοφαντήτους ἑαυτοὺς ἐκ παντὸς πρὸς τὸ θεῖον πειρώμενοι σῶσαι. διὸ καὶ δόλιον αὐτὸν καλεῖ Ἀγαμέμνων (Δ 339), ἐπεὶ οὐ φιλέλλην ἀλλὰ φίλαυτος ὁρᾶται. καὶ ὁ μὲν ἕνα πύργον περιμένει, ὁ δ' ὀνειδίζων δέκα πύργοι Ἀχαιῶν φησιν.

[347]    ad lin. 21.

[347]    πῶς οὗτος νεώτερος ὢν τὴν ἐπίπληξιν ἤνεγκεν, ὁ δὲ Ὀδυσσεὺς καὶ πρεσβύτερος καὶ φρονιμώτερος ὢν ὠργίσθη (v. 349) καὶ ἐχαλέπηνε ‹ἐχαλέπαινε L›; ῥητέον δὲ ὅτι δι' αὐτὸ τοῦτο, ἐπεὶ καὶ πρεσβύτερός ἐστι καὶ φρονιμώτερος, τὴν βλασφημίαν οὐ φέρει· τιμᾶσθαι γὰρ σφᾶς αὐτοὺς οἱ πρεσβύτεροι νομίζουσι δεῖν. ἄλλως τε οὐχ ὁμοίως ἀμφοτέροις ἐπέπληξε, τὸν μὲν πανοῦργον εἰπὼν τὸν δὲ ‹τοῦ ins. Bkk.› πατρὸς ἥττονα· ὁ γὰρ τοῦ πατρὸς ἔπαινος ἐμείου τὴν ὕβριν. πρὸς τούτοις ἐπιπληχθεὶς ὡς λάλος οὐκ ἤμελλε βεβαιοῦν τὸ λάλος εἶναι.

   σώφρων ὅστις οὐδέποτε τοὺς πολεμίους δείσας φοβεῖται τὴν ἐπίπληξιν τοῦ στρατηγοῦ. καὶ νῦν μὲν ἵνα μὴ δοκῇ ‹δοκεῖ L› εἶναι λάλος ἡσυχάζει, τοῖς γε μὴν ἔργοις δείξας ἑαυτὸν ἐφάμιλλον ‹ἴσον L› τῷ πατρί φησιν ἀλκὴν μέν μοι ‹φησι add. B L› πρῶτον ὀνείδισας ‹Ι 34; ὠνείδισας B L Lp›. καὶ τὸ κρατερός (Δ 401) δὲ νῦν ἔμφασιν ἔχει, πληροῦν ὃ παρέλιπεν ὁ βασιλεύς.

[434]    αἰτιῶνταί τινες τὰς τοιαύτας προσθήκας ὡς περιττάς· γάλα λευκόν· ποῖον γὰρ γάλα μέλαν; τάφρον ‹τάφον ut etiam infra Et› ὀρυκτήν (Θ 179)· πῶς γὰρ ἂν γένοιτο ‹οὐκ ὀρυκτὴ ins. L Et› τάφρος; ὑγρὸν ‹καὶ ins. Et› ἔλαιον (Ψ 281)· σκληρὸν γὰρ πότ' ἂν γένοιτο; ὀφθαλμοῖσιν ἰδών (Γ 28)· πῶς γάρ τις ἂν ἴδοι; οἱ δ' οὔασι πάντες ἄκουον ‹ἄκουσαν Lp, Μ 442›· οὐ γάρ πως ἄλλῃ αἰσθήσει ἀκούομεν. ἀλλ' ὅτε δὴ Λυκίην ἷξε ‹ἵξε B› Ξάνθον τε ῥέοντα (Ζ 172)· ποῖος γὰρ ἄλλος ποταμὸς οὐ ῥεῖ; ἔστι δὲ ἡ μὲν ὀρυκτὴ τάφρος πρὸς τὰς οὐκ ἐξ ὀρύγματος συνισταμένας τάφρους ἤτοι ἀντιδιαιρουμένη, ἐκ χάσματος δὲ γῆς ἢ ἐξ ὕδατος παρόδου ‹προσόδου ci. Kamm. p. 38› ἢ ἐξ ἄλλης αἰτίας· ἢ ‹si Noehdeni silentio fides, in uno Et› ὀρυκτὴ τάφρος ἡ βαθὺ τὸ ὄρυγμα διαφαίνουσα· ὅταν γὰρ βαθὺ γένηται σκάμμα καὶ ἐπικίνδυνον εἰς διάβασιν, τότε ἀπείληφε τοῦ ὀρύγματος τὴν δύναμιν. τὸ δὲ γάλα λευκόν, ὅτι σκιὰν οὐκ ἐπιδέχεται. ὑγρὸν δὲ τὸ ἔλαιον, ὅτι τὰ μὲν ἄλλα ὑγρὰ ἐκχυθέντα εἰ καὶ παραυτίκα δευθέντα μαλακύνει, ἀλλ' οὖν ταχέως ξηραίνεται καὶ ἐκβληθέντα κραῦρα ‹κραύρα Lp› καὶ περίξηρα ‹παράξηρα L› καταλείπεται τὰ δεδευμένα, τὸ ἔλαιον δὲ ἐπὶ πολὺ διαμένει καὶ ἀνυγραίνει τὸ δεξάμενον μαλακώτερόν τε ποιεῖ πρὸς ἁφὴν τὸ φύσει ἁπαλόν. τὸ δὲ ἰδεῖν ὀφθαλμοῖσιν ἀντιδιαίρεσιν ἔχει πρὸς τὸν διὰ φαντασίας βλέποντά τι, ὥσπερ καὶ ‹om. Lp› κατὰ τοὺς ὕπνους δοκοῦμεν ὁρᾶν τι καὶ διηγουμένων ἄλλων ἀναπλάσσομεν τὰ διηγήματα. τὸ δὲ θεάσασθαι δι' ὀφθαλμῶν τὴν ἐναργῆ ‹ἐναρῆ B› θέαν καὶ τὴν δι' αὐτοῦ ‹δι' αὐτῶν L› κατάληψιν διὰ τῆς οἰκείας πρὸς τὸ ὁρώμενον αἰσθήσεως. ὡσαύτως δὲ ἔχει ‹καὶ ins. Et› τὸ οὔασιν ἀκοῦσαι, τὸ τὸν παρόντα αὐτὸν ‹αὐτοῦ B› ἀκοῦσαι ‹τὸ τὸν ‑ ἀκοῦσαι om. L› τοῦ λέγοντος ‹τοὺς λέγοντας Lp› καὶ μὴ ἄλλου ἀγγέλλοντος ‹ἀγγέλοντος B› ἀκοῦσαι λόγον, ὡς καὶ ἐν τῇ συνηθείᾳ ‹ἐν τῷ συνήθει L Et› εἰώθασι λέγειν παρὰ ζώσης φωνῆς ἀκηκοέναι καὶ μήτε διὰ γραπτῶν λόγων ἀκοῦσαι μήτε τὰ παρ' ἄλλου ἄλλου διηγουμένου. Ξάνθον τε ‹δὲ Lp› ῥέοντα, ἤτοι ἐπεὶ Ξάνθος ἐστὶ καὶ πόλις Λυκίας διέκρινε τὸν ποταμὸν τῷ ῥεύματι, ἢ τὸν σφόδρα ῥέοντα βούλεται λέγειν ὡς τὸν δινήεντα (Φ 2), ἢ Ξάνθον ῥέοντα ὡς εἰ ἔλεγε Ξάνθου ῥοάς, ἢ τὸν καλῶς ῥέοντα, ὡς ποιητὰς ἐσέχυντο πύλας (Μ 470), τὰς εὖ πεποιημένας· ἢ ποιηταὶ πύλαι αἱ τέλος ἤδη λαβοῦσαι καὶ ἀποτετελεσμέναι ‹ἢ ποιηταὶ ‑ ἀποτετελεσμέναι uncin. incl. Kamm.›. καὶ ὅλως ἐπὶ πάντων τῶν τοιούτων ζητῶν τις εὑρήσει εὔλογον τὴν τῆς προσθήκης αἰτίαν.

[447]    Ι 1 sqq.

[457]    ..... πῶς οὐκ Αἴας πρῶτος ἢ Διομήδης ἀριστεύει; καί φασιν ὅτι Πύλιοι πρῶτοι συνέρρηξαν. ἄλλοι δὲ ὅτι, ἐπεὶ ὁ Ἀντίλοχος ἄλκιμος καὶ ταχὺς ὑπόκειται, εἰκότως καὶ φονεύει πρῶτος. ἐμοὶ δὲ δοκεῖ ἀπ' ἐλάσσονος ἦρχθαι τὸν ποιητὴν τὸ τῆς τύχης αἰνισσόμενον κράτος.

   τοῦτο χαρίζεται αὐτῷ, ἐπεὶ καὶ ἄλλην ἀριστείαν αὐτοῦ οὐ γράφει ‹συγγράφει, om. οὐ, BLp, corr. Bkk.›· ἄλλως τε καὶ ζηλοῖ τὸν πατέρα· πρῶτος γὰρ, φησὶν, ἐγὼν ἕλον ἄνδρα (Λ 737), καὶ θεατὴν αὐτὸν ἔχει. θερμότητος δὲ τοῦτο ‹5 fere litt. post h. v. eras. B› νεωτερικῆς ἔργον. ἢ Τρῶες κατεφρόνουν Νέστορος καὶ κατὰ τοῦτο μᾶλλον τὸ μέρος πρώτως ἔκρουσαν.

   alter. schol. h. v. (de ἱπποκορυστής) v. Β 1.

[491]    ἀδύνατόν φησιν εἶναι ἐπὶ τὸν Αἴαντα τὸ βέλος πεμφθὲν εἰς Ἰθακήσιον ἐλθεῖν· οἱ γὰρ Ἰθακήσιοι πόρρω τεταγμένοι εἰσὶ καὶ οὐ κατὰ Σαλαμινίους ‹σαλαμίνους L Et› καὶ ‹τοὺς ins. L› Λοκρούς. λύεται δὲ ἐκ τῆς λέξεως· ὁ γὰρ ἑταῖρος οὐ πάντως πολίτης ἀλλὰ καὶ φίλος καὶ συμπράττων. οὕτω καὶ Πάτροκλος Ἀχιλλέως οὐ πολίτης ἀλλ' ἑταῖρος.

   πῶς ἑταῖρον αὐτόν φησιν Ὀδυσσέως, μὴ στρατευομένων Ἰθακησίων

πλησίον Σαλαμινίων; ἑταῖρον οὖν νῦν ‹μὲν οὖν L› οὐ τὸν πολίτην ἀλλὰ τὸν συνεργόν φησιν. τί γὰρ ἄτοπον εἰ Σαλαμίνιος ὢν ἑταῖρός ἐστιν Ὀδυσσεῖ; οἱ δὲ ὅτι συγκέχυται ἡ μάχη, ἢ ὅτι ὁ Αἴας πάσας ἐπῄει τὰς τάξεις βοηθῶν. καί που γὰρ καὶ Ὀδυσσεῖ βοηθεῖ, ὡς δηλοῖ ἡ πεδιὰς μάχη (Λ 472), καὶ Μενεσθεῖ βοηθεῖ (Μ 370) ἐν τῇ τειχομαχίᾳ ‹βοηθεῖ usque ad. βοηθεῖ om. L, tum idem ἐν τῷ τηλεμαχ΄›, καὶ Μενέλαος αὐτὸν ἐπὶ Πατρόκλου ‹πατρόκλῳ L› προσκαλεῖται (Ρ 120).

   ὅς οἱ φίλος ἦεν ἑταῖρος. τοὺς ἑταίρους ἀπὸ τῶν φίλων διαιρεῖ· οἱ μὲν γὰρ ἑταῖροι οἱ προσοικειωθέντες κατὰ φιλίαν, οἱ δὲ φίλοι οἰκεῖοι καὶ κατὰ γένος προσήκοντες, ὥσπερ καὶ ὁ ἔτης καὶ ὁ γείτων· ἔται μὲν γὰρ οἱ συνέστιοι, γείτονες δὲ οἱ πλησίον μένοντες· γείτονες ἠδὲ ἔται (δ 16). καὶ ὅτι ἑταίρους συνδιαιτητὰς οἶδεν· ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής (Ρ 577). καὶ ἐρίηρας ἑταίρους (ι 100) τοὺς διὰ τῆς χρείας φίλους, καὶ Ἕκτορι δ' ἦεν ἑταῖρος (Σ 251), παραλιπὼν ἐνταῦθα τὸ εἶδος. ὁμοίως δ' αὖ

   σοὶ δ' ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται ἣν σὺ μενοινᾷς·

   τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώιός εἰμι,

   ὅς τοι νῆα θοὴν στελέω καὶ ἅμ' ἕψομαι αὐτός (β 28587),

καὶ

         ἐγὼ δ' ἀνὰ δῆμον ἑταίρους

   αἶψ' ἐθελοντῆρας συλλέξομαι (β 291).

καὶ μεταφέρων ἐκ τοῦ ἐυκνήμιδας Ἀχαιούς λέγει (β 402)·

   Τηλέμαχ', ἤδη μέν τοι ἐυκνήμιδες ἑταῖροι, καὶ ἐκ τοῦ κομόωντες Ἀχαιοί·

   εὗρεν ἔπειτ' ἐπὶ θινὶ καρηκομόωντας ἑταίρους (β 408).

φίλος δὲ υἱὸς καὶ φίλη μήτηρ καὶ φίλα γυῖα καὶ φίλαι χεῖρες. καὶ διακρίνων·

   εἰ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ

   ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν (α 237. 8)·

οὐκ ἂν, φησὶν, ἐλυπήθην, εἰ ἐν τῇ Τροίᾳ μετὰ τῶν αὐτοῦ ἑταίρων ἀπώλετο πολεμῶν, ἢ εἰ κατεργασάμενος τὸν πόλεμον καὶ ἐπανελθὼν ἐν ταῖς χερσὶ τῶν οἰκείων ἐτελεύτησεν. καταχρώμενος δὲ καὶ τὴν φύξιν ἑταίραν τοῦ φόβου λέγει (Ι 2)·

   φύζα φόβου κρυόεντος ἑταίρη, καὶ ἄνεμον (λ 7)·

   ἴκμενον οὖρον ἵει πλησίστιον ἐσθλὸν ἑταῖρον. καὶ πάλιν ὅλην τὴν οἰκειότητά φησι δηλῶν (Γ 163)·

   ὄφρα ἴδῃ πρότερόν τε πόσιν πηούς τε φίλους τε· τὸν ἄνδρα, τοὺς συγγενεῖς, τοὺς οἰκείους. διὸ ἐπιζητεῖ ἡ Ἑλένη τοὺς ἀδελφούς.

[505]    πῶς νικῶσιν ‹οἱ ins. L› Ἕλληνες, οὓς ὁ Ζεὺς θέλει ἡττᾶσθαι; ἐροῦμεν ὅτι Ζεὺς ἐᾷ ‹ἔα Lp› Τρῶας ποινὰς τῶν πλημμελημάτων τίνειν, ἢ ὅτι δι' ἀμφοτέρων τὴν τῶν Ἑλλήνων δύναμιν, ἵνα καὶ συμμαχῶν Τρωσὶν ἐπιδείξηται τὴν χάριν, εἴ γε ὃν ἔτρεψε μόνος Αἴας; οὗτος ἅμα Διὶ τοὺς πάντας Ἕλληνας διώκει.

[520]    πῶς ἐν τῷ καταλόγῳ φησὶν Θρήικας ἦγε σὺν Ἀκάμαντι ‹ἀκάμαν τί B› ὅσους Ἑλλήσποντος ἐντὸς ἐέργει (Β 844), νῦν δὲ λέγει ὅτι Αἰνόθεν εἰληλούθει; ἢ τάχα οὗτοι μὲν πάντες περιῴκουν, τὰ δὲ βασίλεια ἐν Αἴνῳ ἦν τὰ αὐτοῦ.

[5]

[1] Πῶς ἐν τῷ καταλόγῳ δεύτερον εἰπὼν Ἀχιλλέως Αἴαντα (Β 768) τὴν πρώτην ἀριστείαν οὐ τούτῳ τῷ δὲ Διομήδει ἀνατίθησιν; ἢ ὅτι ὁ μὲν δυσκίνητος καὶ μεγαλόφρων τὴν φύσιν ὑπάρχων κατὰ πᾶσαν τὴν μάχην ἦν ἄριστος, ὁ δὲ ὀξὺς καὶ φιλότιμος ὢν ὑπὸ τῆς Ἀγαμέμνονος προτροπῆς ‹Δ 370› ἀνεπτέρωται· οἱ γὰρ νεανίσκοι καὶ θυμοειδεῖς ὑπερεθισθέντες εἰς μεγάλην τὴν ἐπίδοσιν ἀναφέρονται. ἢ ὅτι εἰς τὸν μείζονα κίνδυνον αὐτὸν φυλάττει τὸν περὶ τῶν νεῶν· ἧττον γὰρ ἀπεδίδρασκε καὶ διὰ τὸ δέος Ἀχιλλέως (Η 116. 17?) καὶ διὰ τῶν ὅρκων τὴν ὑποψίαν. καλῶς δὲ ὁ Διομήδης προτρέπεται ἰδίᾳ· ἡ γὰρ κοινὴ πρὸς τὸ πλῆθος προτροπὴ τὸν καθ' ἕνα ἀμελέστερον ἐργάζεται, ἡ δὲ πρὸς ἕνα τινὰ μονομαχία εὐθαρσέστερον καὶ γενναιότερον.

[7]    ἀδύνατον τοῦτο· πῶς γὰρ ἂν ἔζησεν ὁ οὕτω καιόμενος ἀπὸ τῆς κεφαλῆς καὶ τῶν ὤμων; ἐγχειρεῖ μὲν οὖν τῷ ἔθει λύειν, ὅτι συγκεχώρηται τὸ δοκεῖν τοὺς θεοὺς δύνασθαι τοιαῦτα δρᾶν τινας ἃ τοῖς πάσχουσιν ἀκίνδυνά εἰσι κατὰ τὴν ἐκείνων προαίρεσιν. λύεται δὲ καὶ ἐκ τῆς λέξεως διχῶς, ἢ ὅτι τὸ πῦρ οὐ κυριολογεῖ ἀλλ' ἐπὶ τῆς λαμπηδόνος τίθησιν, ἢ ὅτι μετωνυμικῶς ἀπὸ κρατός τε καὶ ὤμων λέγει, ἀπὸ τῶν περιεχομένων ἐπὶ τὰ περιέχοντα· προείρηται γὰρ δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ‹post h. v. B rasura› ἀσπίδος ἀκάματον πῦρ (v. 4). ἢ καὶ ἐκ τοῦ ἔθους· εἴωθε γὰρ ‹om. B4`2 L› ἐπὶ τῶν μαχομένων τὸ πῦρ λαμβάνειν εἰς παράστασιν ‹B4`2 π in ras.› τῆς συντόνου ‹συντόμου L› καὶ ἐνθέρμου ὁρμῆς· ὣς οἱ μὲν μάρναντο ‹μάρνανται L› δέμας πυρὸς αἰθομένοιο (Λ 596. Ν 673. Ρ 366. Σ 1) καὶ (Δ 342. Μ 316) μάχης καυστειρῆς ἀντιβολῆσαι ‹ἀντιβολήσας L›. καὶ τὰ περὶ τὸν Διομήδη οὖν παραστατικὰ τῆς κατὰ τοὺς ὤμους καὶ τὰς χεῖρας ἐνθέρμου ὁρμῆς καὶ τῆς κατὰ τὴν κεφαλὴν πυκνοτέρας ἐπιστροφῆς· οὕτω γὰρ ‹om. B4`2› καὶ κορυθαιόλος ‹tum ὁ Ἕκτωρ B4`2› εἴρηται.

   Ζωίλος ‹Ζωῖλος A› ὁ Ἐφέσιος κατηγορεῖ τοῦ τόπου τούτου καὶ μέμφεται τῷ ποιητῇ ‹τὸν ποιητὴν L›, ὅτι λίαν γελοίως πεποίηκεν ἐκ τῶν ὤμων τοῦ Διομήδους καιόμενον πῦρ· ἐκινδύνευσε γὰρ ἂν καταφλεχθῆναι ‹καταφλεχθεὶς A› ὁ ἥρως. ἔνιοι μὲν οὖν παρειλῆφθαι τὸ ὡς κατὰ συνήθειαν τῷ ποιητῇ, ὡς καὶ ἐν ἑτέροις ὣς οἱ μὲν μάρναντο δέμας πυρός, καὶ ἐνθάδε τὸ δαῖέ οἱ ἀκάματον πῦρ, ἵν' ᾖ ὡς πυρὸς φαντασία, οὐκ εἰδικῶς ‹ἰδικὼς A› πῦρ ‹L verbis poe28tae δέμας πυρὸς addidit αἰθομένοιο, tum ita pergit: ὡς πυρὸς φαντασίαν καὶ οὐκ εἰδικὸν πῦρ λέγει ὁ ποιητής, ὃ βέλτιον ἂν εἶεν›.

[20]    κατηγορεῖ καὶ τούτου Ζωίλος, ὅτι λίαν φησὶ γελοίως πεποίηκε τὸν Ἰδαῖον ἀπολιπόντα τοὺς ἵππους καὶ τὸ ἅρμα φεύγειν. ῥητέον οὖν ὅτι κατέθορε μὲν τοῦ ἅρματος ὡς ὑπερασπίσων τῷ ἀδελφῷ, εὐλαβηθεὶς δὲ τὸν πολέμιον εἰς φυγὴν ὥρμησεν. οἱ δὲ λέγουσιν ὅτι εἰδὼς τὸ Διομήδους φίλιππον διὰ τοῦτο ἐᾷ τοὺς ἵππους, ὅπως περὶ αὐτοὺς γένηται. ἢ ὅτι οὐκ ἐπέστησε τῷ συμφέροντι· αἱ γὰρ φρένες ταραχθεῖσαι παρέπλαγξαν καὶ τὸν σοφόν. τοιοῦτος εὑρίσκεται παρ' αὐτῷ καὶ Ἀλέξανδρος ἑλκόμενος ὑπὸ τοῦ ἐχθροῦ καὶ ἀγχόμενος ὑπὸ τῆς κόρυθος καὶ ἀγνοῶν χρήσασθαι τῷ ξίφει κατὰ τοῦ πολεμίου (Γ 369 sqq.).

[28]    καὶ μὴν ἀπήλαστο τὸ ἅρμα. ἢ τῷ τόπῳ τῶν ἁρμάτων φησίν. διό τινες ἔλεγον· παρ' ὄχεσφι πᾶσιν ὀρίνθη θυμός, ἵν' ᾖ οὕτως· τοῖς ἁρματηλάταις ὁ θυμὸς ὠρίνθη προσδοκῶσι τὸ δεινὸν καὶ ἐφ' ἑαυτοὺς ἥξειν. τὰ δὲ ἐπείγοντα πρῶτον εἰπὼν ἐπιφέρει καὶ τῶν Τρώων τὸ πάθος.

[127]    ad Ζ 129

[132]    v. 31541.

[137]    schol. de variis domiciliorum et rusticorum et urbanorum partibus quoniam casu cum h. l. in libris (2B et L) coniunctum est, in fine operis nostri edetur.

[153]    cf. ad Α 250.

[182]    καὶ πῶς γινώσκει πολέμιον ὄντα; ὅτι ἔστιν ὅτε καὶ κατ' αὐτὸν τὸν πόλεμον συναντῶσιν ἀλλήλοις καὶ γνωρίζονται, ἔστι δ' ὅτε καὶ ‹om. B Lp› μὴ ὄντος πολέμου κατοπτεύοντες βλέπουσι τοὺς ἀλλήλων ἀριστεῖς.

[265]    ..... πόθεν δὲ οἶδεν; ἐξ αἰχμαλώτων δηλονότι, ὅθεν καὶ Ἰδομενεὺς ἔμαθε τὰ περὶ Ὀθρυονέως (Ν 374 sqq.). δύναται δὲ καὶ ὡς Ἀργεῖος εἰδέναι ταῦτα, εἴ γε Ἡρακλῆς ἐστράτευσεν ἐπὶ Τροίαν ‹ἐπίνοιαν Lp›.

[269]    ..... πῶς παρὰ τῷ Πριάμῳ τὸ γένος οὐ σώζεται; ὅτι τοὺς Λαομέδοντος Ἡρακλῆς ἀπήγαγε πορθήσας τὴν Ἴλιον.

[269]    ζητεῖται πῶς Διομήδους μὲν ἀκοντίσαντος πεζοῦ, Πανδάρου δὲ ἀπὸ ἅρματος, οὕτως ἐκ τοῦ κοιλοτέρου φερόμενον τὸ δόρυ κατωφερῆ πεποίηκε τὴν τρῶσιν. ἔστι δὲ λέγειν, ὅτι πρῶτον μὲν Ἀθηνᾶ ἦν ἡ κατευθύνουσα αὐτό, ᾗ ἦν δυνατὸν τοῦτο ποιῆσαι, ἔπειθ' ὅτι προσεπινεύσας ὁ Πάνδαρος ἕνεκα τοῦ θεάσασθαι, εἰ καιρίως τέτρωται ὁ Διομήδης, οὕτως ἐβλήθη διὰ τῆς ῥινὸς τὴν γλῶσσαν. οἱ δὲ ὅτι ἐν ἀνωμάλοις τόποις μαχομένων εἰκὸς τὰ μὲν ἅρματα ἐν χθαμαλωτέροις τόποις τρέχειν τοὺς δὲ πεζοὺς ἀπὸ μετεώρου μάχεσθαι, ὥστε καὶ τὸν Διομήδη ἀφ' ὕψους βεβληκέναι. ἢ ὅτι δειλωθεὶς τῇ ὁρμῇ τοῦ ἥρωος ὁ Πάνδαρος συνεκάθισεν.

[269]    οὐχ ἵνα μὴ τρωθῇ· πῶς γὰρ ἐνόμισεν ἄτρωτον τὸν ἑαυτῆς πέπλον εἶναι, τιτρωσκομένων καὶ τῶν θεῶν; ἀλλ' ὑπὸ οὐδενὸς αὐτὸν ‹αὐτῶν cod.› τῶν πολεμίων ὁραθῆναι θέλει. ὡς γὰρ αὐτοὶ οἱ θεοὶ τοῖς ἀνθρώποις εἰσὶν ἀφανεῖς, οὕτω καὶ ἡ ἐσθὴς αὐτῶν ἀόρατος. πῶς οὖν ἐπιφέρει μή τις Δαναῶν ταχυπώλων χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕληται; ἀπὸ τοῦ ἡγουμένου ἐδήλωσε τὸ ἑπόμενον. εἰ γὰρ ὤφθη, ἴσως ἂν ἐτρώθη, καὶ τρωθεὶς ἀπέθανε. Διομήδης δὲ μόνος ἐπιδιώκει· τὴν ἀχλὺν γὰρ ἦν ἀφῃρημένος.

[269]    διὰ τί κατὰ χειρὸς τιτρώσκεται ἡ Ἀφροδίτη; ὅτι τῆς χειρὸς λαβομένη ‹ὅτι δεῖ λαβ. Lp› παρῄνει τὴν Ἑλένην (Γ 385).

   διὰ τί κατὰ χειρὸς τιτρώσκεται Ἀφροδίτη; ὅτι χειρὶ λαβομένη παρῄνει τὴν Ἑλένην. καὶ ἄλλως. ἠρέθισται ἀκούσασα.

[341]    ἄλογος ὁ συλλογισμός· οὐ γὰρ διότι σῖτον καὶ οἶνον οὐ προσφέρονται, διὰ τοῦτό εἰσιν ἀναίμονες καὶ ἀθάνατοι· πολλὰ γὰρ καὶ ἄλλα ζῶα οὐ προσφέρεται ταῦτα. λύεται δὲ ἐκ τῆς λέξεως· ὑπακοῦσαι γὰρ δεῖ τῷ οὐ σῖτον ἔδουσιν· ἀλλ' ἀμβροσίαν, τῷ δὲ οὐ πίνουσιν οἶνον· ἀλλὰ νέκταρ.

[358]    οὐκ εὖ φασι προσκεῖσθαί τινες τὸ πολλά ‹οὐκ εὖ φας. ἔνιοι πρόσκειται τὸ πολλά Lp›· καὶ γὰρ ἐραστής ἐστι ‹om. Lp› καὶ ἀδελφὸς καὶ τοῖς αὐτοῖς βοηθεῖ. ῥητέον δὲ ‹om. Lp› ὅτι τὸ γυναικεῖον καὶ ἀσθενὲς ἐμφαίνει ἡ πολλὴ δέησις καὶ τὸ γονυπετεῖν ‹Lp add.: ἄμπυξ δὲ κτλ. quae huc non pertinent›.

[430]    καὶ πῶς ὕστερον (889 sqq.) ὑβρίζει αὐτόν; ὅτι τὸ δίκαιον ὑπερέβαινεν οὐ βοηθῶν ἀλλὰ καὶ αὐτουργῶν κατὰ τῶν Ἀχαιῶν· Περίφαντα γοῦν ἀπέκτεινεν (v. 842).

[451]    καὶ πῶς Διομήδης οὐ μηνύει τοῖς Ἀχαιοῖς ὅτι εἴδωλον ἦν, τὴν ἀχλὺν ἀφῃρημένος ‹ἀφῄρηται γὰρ τὴν ἀχλὺν Lp›, ὄφρ' εὖ γινώσκοι ‹γινώσκῃ Lp› θεὸν ἠδὲ ‹om. Lp› καὶ ἄνδρα (v. 128); ῥητέον δὲ ‹om. Lp› ὅτι τὸ εἴδωλον ἀμφοτέρων τούτων ‹ἀμφοῖν, om. τούτων, Lp› ἐστέρηται.

[453]    τὸ λαισήια εἰ καὶ ἄλλοι ἄλλως ἀποδεδώκασιν, ἀλλ' ἐγώ φημι σάκη λέγειν κοῦφα ἤγουν ἐλαφρά ‑ τοῦτο γὰρ δηλοῖ τὸ πτερόεντα ‑ , λαισήια δὲ εἰρῆσθαι τὰ ἐν τῇ λαιᾷ βασταζόμενα [μικρὰ ἀσπιδίσκια], ὥς ποτε ἔφη ὁ δ' ἀριστερὸν ὦμον ἔκαμνεν ἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον (Π 106). πτερόεντα δὲ ὡς κοῦφα· τῷ δ' εὖτε πτερὰ γίνετο (Τ 386).

[504]    πῶς τὸν οὐρανὸν πολύχαλκον λέγει καὶ πάλιν χρυσοῦν, ὡς τὸ χρυσέῳ ἐν δαπέδῳ (Δ 2); ἰστέον δὲ ὅτι ὅταν μὲν στερεὸν βούληται λέγειν, τότε πολύχαλκόν φησιν, ὅταν δὲ καλόν, χρυσοῦν.

[522]    διὰ τί μὴ πύργοις ἢ ὄρεσιν; ὅτι ὕστερον κινηθήσονται.

[533]    τὸ ἦ ὅτι μὲν ταὐτὸν σημαίνει τῷ ‹τὸ L› ἔφη δισυλλάβῳ καὶ τῷ φῆ διγραμμάτῳ ῥήματι παρ' Ὁμήρῳ δῆλον, καὶ δοκεῖ γεγενῆσθαι τὸ ἦ ἀπὸ τοῦ φῆ κατὰ ἀφαίρεσιν τοῦ φ. ζητοῦσι δὲ τίς ἡ διαφορὰ τοῦ ἦ πρὸς τὸ φῆ. διαφέρειν δὲ φαίνεται, ὅτι τὸ μὲν ἦ ἐπὶ προειρημένοις λόγοις ἐπιλέγεται, οἷον ἐν τούτοις· ἦ καὶ κυανέῃσιν ‹κυανέοισιν L› ἐπ' ὀφρύσι νεῦσε Κρονίων (Α 528), ἦ καὶ ἐπ' ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν (Α 219)· προειπόντος γὰρ τοῦ Διὸς καὶ τοῦ Ἀχιλλέως, ταῦτα ὁ ποιητὴς λέγει, καὶ δι' ἀμφοτέρων ὅλων τῶν ποιήσεων οὕτως αὐτὸ καὶ μόνον ὑποτάττει. τὸ δὲ φῆ καὶ τὸ ἔφη καὶ προτάσσεται τῶν ῥηθησομένων λόγων καὶ τούτοις ὑποτάσσεται. καὶ μία μὲν αὕτη διαφορὰ τοῦ φῆ καὶ ‹τοῦ ins. L› ἔφη πρὸς τὸ ἦ, δευτέρα δὲ αὕτη· τὸ μὲν γὰρ ‹om. L› ἦ καθ' ἕνα σχηματισμὸν ἐκφέρεται καὶ σημαίνει ῥῆμα τὸ ἦ, εἶπεν, ὁριστικὸν ἑνικὸν ἀορίστου χρόνου δηλωτικὸν ὑπάρχον τρίτου προσώπου, τὸ δὲ φῆ κλίσιν εἰς ἅπαντας χρόνους καὶ τοὺς ἀριθμοὺς καὶ τὰ πρόσωπα καὶ τὰ γένη λαμβάνεται ‹λαμβάνει L›, καὶ τρέπεται καθάπερ τῶν ἄλλων ῥημάτων τὰ παραπλήσια.

   παρὰ δὲ τοῖς Ἀττικοῖς ἔστι τι μονοσύλλαβον ῥῆμα καὶ μονογράμματον ἦ, σημαίνει δὲ δύο, τὸ μέν τι ‹μέντοι BL, corr. Bkk.› ταὐτὸ ‹ταὐτὸν L› τῷ παρ' Ὁμήρῳ· χρῶνται γὰρ αὐτῷ παραπλησίως ἀντὶ τοῦ ‹om. L› ἔφη κατὰ τοῦ τρίτου προσώπου, τὸ δέ τι ταὐτὸν τῷ ὑπῆρχον ‹τὸ ‑ ὑπηρχ. quae B et L om., praeeunte Dindorfio e schol. Od. addidi›, ὃ ποιεῖ ἦν, ὅπερ ἐπιπολάζει νῦν. τῶν δὲ Ἀττικῶν οἱ μὲν ἀρχαῖοι μονογράμματον αὐτὸ προεφέροντο, οἱ δὲ νεώτεροι σὺν τῷ ν, καθάπερ τῶν πρεσβυτέρων τινές. χρῆται δὲ τούτῳ ‹τοῦτο L› ὁ ποιητὴς ποτὲ μὲν εἰς δύο συλλαβὰς διαιρῶν αὐτὸ καὶ δύο γράμματα βραχέα, οἷον ἐπὶ τοῦ Νέστορος εἴ ποτε. ‹κοῦρος ἔα e schol. Od. add. Dind.› νῦν αὐτέ με γῆρας ἱκάνει (Δ 321), καὶ τοῖος ἔα ἐν πολέμῳ, ἔργον δέ μοι οὐ φίλον ἦεν (ξ 222). τούτων τὸ πρότερον ἐκτείνων γράμμα εἰς τὸ συγγενὲς τὸ η, οἷον ἀλλ' ὅτε δὴ ‹μὴ L› σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης (κ 156)· ἐν γὰρ τούτοις ταὐτόν τι λέγει τῷ ‹τὸ codd., corr. Bkk.› ἤμην. τὸ δὲ μονοσύλλαβον οὐχ εὑρίσκομεν παρ' αὐτῷ κατὰ τῆς δυνάμεως ‹τὴν δύναμιν L› ταύτης ἀλλὰ κατὰ τὴν ἑτέραν ‹τῆς ἑτέρας L› μόνον. τῶν δὲ Ἀττικῶν ἐστι παρὰ Κρατίνῳ ‹κρατύνῳ L› ἐν Πυτίνῃ· γυνὴ δ' ἐκείνου πρότερον ἦ ‹ἦν codd., corr. Buttm.›, νῦν δ' οὐκέτι, καὶ παρὰ τῷ ‹om. L› Σοφοκλεῖ ἐν τῇ Νιόβῃ· ἦ γὰρ φίλη ἐγὼ τῶνδε τοῦ προφερτέρου, καὶ ἐν Οἰδίποδι τῷ ἐπὶ Κολωνῷ (ἐπικλωνῷ L, potius τῷ Τυράννῳ, v. 1123)· ἦ ‹ἦν codd.› δοῦλος οὐκ ὠνητὸς ἀλλ' οἰκοτραφής, καὶ παρὰ Πλάτωνι τῷ φιλοσόφῳ (Rep. I, p. 328 C)· οὐ γὰρ ἐγὼ ἐν δυνάμει ἦ ‹codd. ἦν› τοῦ ῥᾳδίως.

[576]    τὸ ἔνθα Πυλαιμένεα ‹μενέα B› ἑλέτην ‹εἰς τὸ ἔνθα Πυλ. ἑλ. L› μάχεται τῷ ἐν τῇ παρὰ νηυσὶ μάχῃ ζῶντι καὶ ἑπομένῳ τῷ παιδὶ Ἁρπαλίωνι· παρὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων (Ν 658). ἡ δὲ λύσις ἀπὸ τῆς λέξεως· καὶ γὰρ ὁ Πυλαιμένης ‹μενὴς B› ὁμώνυμος εἶναι δύναται, καὶ τὸ μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων μετωνυμικῶς· ἐκδέχεται ἡ τοῦ πατρὸς μνήμη. καὶ τὸ ἔνθα Πυλαιμένεα ‹μενέα B› ἑλέτην οὐ πάντως ἐστὶν ἀνεῖλον, ἀλλὰ κατέλαβον, ὡς ἐπὶ τοῦ ζωὸν ἕλ' ‹ἕλον B L›· ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο (Ζ 38). οὐδὲ γὰρ ἀγῶνα αὐτοῦ εἴρηκεν, οἷα εἴωθε λέγειν τοῖς ἀποθανοῦσι· τάχα οὖν αὐτὸς ‹αὐτὸ L› μόνον τέτρωται.

   [σκόπει τὴν φράσιν [ἕλετο] ἑλέτην· ἐπόρθησαν, διὰ τὸν ἡνίοχον καὶ τοὺς ἵππους, ἢ συλληπτικῶς· τώ τε Θρῄκηθεν ἄητον] (Ι 5). πῶς οὖν τῷ υἱῷ ἕπεται δάκρυα λείβων ἐν τῇ ἐπὶ ταῖς ναυσὶ μάχῃ· ἔνθα οἱ υἱὸς ἐπᾶλτο Πυλαιμένεος βασιλῆος (Ν 643); ἔστιν οὖν ὁμωνυμία, καὶ ὁ μὲν ἀρχηγός, ὡς Ἴασος αὖτ' ἀρχὸς μὲν [Ἀθηναίων ἐτέτυκτο, Ο 337], ὁ δὲ βασιλεύς. διὸ πολλὴ γίνεται περὶ αὐτῶν σπουδὴ τῶν Παφλαγόνων καὶ Ἀλεξάνδρου. πῶς δὲ ὁ Ἁρπαλίων ἐνταῦθα οὐκ ἐπήμυνε τῷ πατρί, εἰ τούτου ἦν υἱὸς τοῦ Πυλαιμένεος;

   ἔνιοι τοῦτον (Ν 643. 658) ἐνόμιζον εἶναι τὸν ἐν τῷ Ε ἀναιρεθέντα. ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηι ἀρχὸν Παφλαγόνων. ἔστιν οὖν ὁμωνυμία, ἐκείνου μὲν ἄρχοντος ὄντος, τούτου δὲ βασιλέως. πολλαὶ γὰρ παρὰ τῷ ποιητῇ ὁμωνυμίαι· Σχεδίοι γὰρ δύο Φωκέων ἡγούμενοι, ὁ μὲν Περιμήδους (Ο 515), ὁ δὲ Ἰφίτου (Β 517), οὓς ἀμφοτέρους Ἕκτωρ ἀναιρεῖ. Εὐρυμέδοντες δύο ἡνίοχοι, ὁ μὲν Ἀγαμέμνονος (Δ 228), ὁ δὲ Νέστορος (Θ 114. Λ 620). κήρυκες Εὐρυβάται δύο, ὁ μὲν Ὀδυσσέως (Β 184. τ 246), ὁ δὲ Ἀγαμέμνονος (Α 320. Ι 170). Ἄδραστοι τρεῖς βάρβαροι, ὁ μὲν ὑπὸ Διομήδους (Λ 328), ὁ δὲ ὑπὸ Μενελάου (Ζ 51), ὁ δὲ ὑπὸ Πατρόκλου (Π 694) ἀναιρούμενος. Ἀκάμαντες δύο, ὁ μὲν Εὐσώρου (Ζ 8), ὁ δὲ Ἀντήνορος (Β 823). Ἀστύνοοι δύο, ὁ μὲν ὑπὸ Διομήδους ἀναιρούμενος (Ε 144), ὁ δὲ Πολυδάμαντος ἡνίοχος (Ο 455). Θόωνες βάρβαροι τρεῖς, ὁ μὲν ὑπὸ Διομήδους (Ε 152), ὁ δὲ ὑπὸ Ὀδυσσέως (Λ 422), ὁ δὲ ὑπὸ Ἀντιλόχου (Ν 545) ἀναιρούμενος. Μελάνιπποι τρεῖς, ὁ μὲν ὑπὸ Ἕκτορος παραινούμενος ἐμπεσεῖν ταῖς ναυσίν (Ο 547), ὁ δὲ ὑπὸ Τεύκρου (Θ 276), ὁ δὲ ὑπὸ Πατρόκλου (Π 695) ἀναιρούμενος. Ὀφελέσται δύο ὁ μὲν ὑπ' Εὐρυπύλου, ὁ δὲ ὑπ' Αἴαντος. Πυλάρται δύο, ὁ μὲν ὑπ' Αἴαντος (Λ 491), ὁ δὲ ὑπὸ Πατρόκλου (Π 696). Πείσανδροι δύο, ὁ μὲν ὑπὸ Ἀγαμέμνονος (Λ 122), ὁ δὲ ὑπὸ Μενελάου (Ν 601).

[584]    πῶς ἐπὶ τοῦ ἅρματος ἑστηκὼς τὴν κεφαλὴν ξίφει πλήττεται; τάχα οὖν τὰς ἡνίας ἀναλαβεῖν θέλων ‹ἐθέλων Lp› ἢ ναρκήσας ὑπὸ τῆς πληγῆς κατέκυψεν ‹κατέκυψεν ante ἢ ναρκ. Lp›.

[631]    ..... πῶς οὖν συγγενεῖς ὄντες μάχονται; οὐκ ἐδόκει μιαρὸς εἶναι ὁ ἐν πολέμῳ θάνατος. ἄλλως τε καὶ ἀρνοῦνται τὴν συγγένειαν· φησὶ γὰρ ὅτι ψευδόμενοι δέ σέ φασι Διὸς γόνον (v. 635).

   ..... ὑπὸ συγγενοῦς δὲ ἀναιρεῖται, ὅτι καὶ συγγενῆ ἀνεῖλε τὸν Λικύμνιον· φίλον γὰρ μήτρωα κατέκτα (Β 662).

[695]    Δ 491.

[741]    Β 447 (p. 44).

[757]    χαριέντως τὸν υἱὸν ἁμαρτάνοντα παρὰ γνώμην τοῦ κυρίου κολάζειν οὐκ ἐπιχειρεῖ. πῶς οὖν Ἀθηνᾶ τοῦτο οὐκ ἀναμένει; ὅτι οὐκ ἴδιον Ἀφροδίτης πόλεμος, ὡς καὶ Ζεύς· οὔ τοι, τέκνον ἐμόν, δέδοται πολεμήια ἔργα (v. 428).

[771]    B (id. L f. 1194a, Π) ad ν 103 pertinet, quem versum quaestioni instituendae ansam dedisse Etym. M. v. ἠεροειδές docet: ... καὶ γὰρ ἄτοπον θεοῖς σκοτεινὸν ἀνεῖσθαι.

[778]    τὸ τρυφερῶς ὡς πελειάδας πορεύεσθαι ἀπρεπές. λύεται δὲ ἐκ τῆς λέξεως· τὰ γὰρ ἴθματα οὐκ ἔστιν ἴχνη, ἀλλ' ὁρμήσεις ‹ὁρμήματα Scor.› καὶ πτήσεις.

   οὐ περιστεραὶ γενόμεναι, ἀλλ' ὅμοιαι ‹ὁμοῖαι B› τοῖς ἴθμασιν, ἤγουν τοῖς ὁρμήμασι καὶ ταῖς πτήσεσι, τῶν περιστερῶν εἰς τὸ στρατόπεδον ἔρχονται· τὸ γὰρ ὡς πελειάδας τὰς θεὰς πορεύεσθαι ἀπρεπές.

   τὴν ὁρμὴν καὶ τὴν πτῆσιν· ἄτοπον γὰρ τρυφερῶς βαδίζειν τὰς εἰς πόλεμον ἐσκευασμένας. ἄλλως. καλῶς τῶν βουλομένων λαθεῖν τὰ ἴχνη περιστεραῖς εἴκασεν. ἀφανῆ γὰρ αὐτῶν τὰ ἴχνη, ὡς Ἀριστοτέλης. ἢ καὶ διὰ τὸ καθαρὸν ἢ διὰ τὸ ταχύ.

[857]    Φ 407.

[886]    καὶ πῶς ἂν ὁ Ἄρης ἔπασχε δεινὰ ἐν τοῖς νεκροῖς κείμενος; εἰ μὲν γὰρ ζῶν, πῶς ἐπιφέρει διαστέλλων ἤ κεν ζὼς ἀμενηνός; εἰ δὲ καὶ τεθνηκώς, πῶς ἀποθανεῖν ἠδύνατο, ὡς καὶ ἀποθανὼν ἔτι ἔπασχε δεινά; λύσις γὰρ τῶν δεινῶν ὁ θάνατος. ῥητέον δὲ ὅτι ὁ δεύτερος ἤ ἀντὶ τοῦ εἴ συναπτικοῦ κεῖται, ὡς τὸ ὄφρα καὶ Ἕκτωρ εἴσεται, ἤ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν (Θ 111), καὶ ὁ λόγος οὕτως· δεινὰ ἂν ἔπασχον ἐν τοῖς νεκροῖς, κείμενος, εἰ ζῶν ἀσθενὴς διὰ τὸ τραῦμα ἦν.

[890]    ad Φ 389.

[6]

[6]    Ζητεῖται πῶς Αἴας ἀνελὼν τὸν Ἀκάμαντα φόως δ' ἑτάροισιν ἔθηκε μήπω ἀριστείας αὐτοῦ παραδεδομένης; ῥητέον οὖν ὅτι κατὰ τοῦτο φοβερὸς ἔδοξεν ὁ Ἀκάμας εἶναι, καθὸ ὁ Ἄρης αὐτῷ ἀπείκασται πολλοὺς Ἑλλήνων ἀναιρῶν.

[15]    τὸ ὁδῷ ἔπι οἰκία ναίων οὐκ ἔστι τὸ παρὰ τὴν ὁδὸν οἰκῶν, ἀλλ' ἡ ἐπί δηλοῖ ἐν τούτοις τὸ ὑψηλὸν ἀπὸ τῆς γῆς. ἐπεὶ τοίνυν ἐστὶν ἡ οἰκία ὑψηλοτέρα τῆς γῆς, καὶ ὁ οἰκῶν ἐν αὐτῇ ἐπάνω γῆς οἰκεῖ. οὕτως ἔφη καὶ τὸ τὴν μὲν ἔπειτ' ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεύς (Α 440), ἤγουν οὐ παρὰ τὸν βωμόν, ἀλλ' ἐπὶ τὸν βωμόν, ὅτι κυρίως βωμὸς κατασκεύασμα ἐλέγετο ἀναβαθμοὺς καὶ βήματα ἔχον, ὑψηλὸν ἀπὸ τῆς γῆς. διὰ τοῦτο οὖν ἐπὶ βωμὸν Ὀδυσσεὺς ἄγει. καὶ οὗτος μὲν ὁ βωμὸς θυήεις, εἰς ὃν ἀναβαίνειν ἔστιν. ἔστι δὲ καὶ ἄλλος, ὅπου τὰ ἅρματα ἐτίθετο· ἅρματα δ' ἂμ βωμοῖσι τίθει (Θ 441), καὶ ἐπὶ τούτου οἰκείως χρησάμενος τῇ ἀνά προθέσει. καὶ τὸ ἡ δ' ἧσται ἐπ' ἐσχάρῃ (ζ 305) σημαίνει ὡς τοῦ θρόνου ὑψηλοτέρου ὄντος τῆς ἐσχάρας. καὶ τὸ γενεὴ δέ τοι ἔστ' ἐπὶ λίμνῃ Γυγαίῃ (Υ 390)· ἡ γένεσις καὶ ἡ γονὴ καὶ ὁ τόπος ἐν ὕψει τῆς λίμνης.

[16]    δοκεῖ ἡ προσθήκη αὕτη τὸ κάλλιστόν τε καὶ βιωφελὲς ἐξευτελίζειν ὡς οὐκ ὂν καλόν· καίτοι μᾶλλον ἐχρῆν καὶ βοηθόν τινα ἐκ θεῶν τούτῳ ἀναπλάσαι, ἵν' ἡμεῖς προτρεπώμεθα ἐπὶ τὸ φιλόξενον. ἢ οὖν ἁπλῶς ἀναπεφώνηται, ὡς τὸ οὐδὲ ἑκηβολίαι (Ε 54). ἢ ἀποδοκιμάζει τὴν ἄκριτον φιλοξενίαν καὶ τὸ μὴ ἐπικρίνειν ποῖός τίς ἐστιν ᾧ μέλλει δεξιὰν συνάπτειν. ἐναρέτων γὰρ ἴδιον οὐχὶ τὸ πάντας φιλεῖν ἀλλὰ τινάς· διὸ οὐδένα φίλον ἔσχεν. εἶτα καὶ ἐπιορκίᾳ μετὰ τῶν ἄλλων ὑπόκειται· τὰ δὲ καλὰ καθαρεύειν ἀπὸ τῶν ἐναντίων ὀφείλει.

[58]    μισητὰ καὶ οὐχ ἁρμόζοντα βασιλικῷ ἤθει τὰ ῥήματα· τρόπου γὰρ ἐνδείκνυσι θηριότητα, ὁ δὲ ἀκροατὴς ἄνθρωπος ὢν μισεῖ τὸ ἄγαν πικρὸν καὶ ἀπάνθρωπον. ὅθεν κἀν ταῖς τραγῳδίαις κρύπτουσι τοὺς δρῶντας τὰ τοιαῦτα ἐν ταῖς σκηναῖς καὶ ἢ φωναῖς τισιν ἐξακουομέναις ἢ δι' ἀγγέλων ὕστερον σημαίνουσι τὰ πραχθέντα, οὐδὲν ἄλλο ἢ φοβούμενοι μὴ αὐτοὶ συμμισηθῶσι τοῖς δρωμένοις. δεκτέον δὲ λέγειν ὅτι, εἰ μὲν ἔλεγε ταῦτα πρὸ τῆς ἐπιορκίας, ἦν ἔγκλημα· ἐπειδὴ δὲ μετὰ τοὺς ὅρκους καὶ τὴν παράβασιν, οὐκ ἐπαχθῆ. σχεδὸν γὰρ καὶ ὁ ἀκροατὴς τοῦτο βούλεται τὸ μηδὲ γένος ἐπιλιμπάνεσθαι τῶν ἐπιόρκων. τάχα γοῦν καὶ ὑπὲρ τῶν θεῶν ὀργίζεται. ἄλλως τε πρᾷος μέν ἐστι τοῖς ἀρχομένοις, βαρὺς δὲ τοῖς ἀντιπάλοις· τοῦτο γὰρ βασιλέως ἀγαθοῦ καὶ ἰσχυροῦ.

[77]    τί βούλεται τὸ Αἰνεία τε καὶ Ἕκτορ, ἐπεὶ πόνος ὔμμι μάλιστα Τρώων καὶ Λυκίων ἐγκέκλιται, οὕνεκ' ἄριστοι πᾶσαν ἐπ' ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε; τὸ μὲν οὖν ἐγκεκλίσθαι τὸν πόνον αὐτοῖς ἔχει τὴν μεταφορὰν ἤτοι ἀπὸ τῶν χειραγωγουμένων δι' ἀσθένειαν καὶ ἐπικλινόντων αὑτοὺς πρὸς τοὺς κουφίζοντας ἢ ἀπὸ τῶν ζυγοστατούντων καὶ ῥεπόντων εἰς μέρος. ἡ ῥοπὴ οὖν τῶν πραγμάτων πρὸς ὑμᾶς ἐστι κεκλιμένη, τὸ ἀσθενὲς καὶ ἑαυτὸ φέρειν μὴ δυνάμενον ὑμεῖς διακρατεῖτε ὀρθοῦντες. ἢ ἀπὸ τῶν ἐγκεκλιμένων τινὶ ζώων· ἐγκέκλιται οὖν, ἐν τῇ ὑμετέρᾳ φροντίδι περικέκλεισται ἡ σωτηρία τῶν πραγμάτων. καὶ ἡ αἰτία· οὕνεκ' ἄριστοι πᾶσαν ἐπ' ἰθύν ἐστε· ἡ ἰθὺς οὖν ἡ ὁρμή, ἀπὸ τοῦ πρόσω φέρεσθαι. ἐπὶ πᾶσαν οὖν ὁρμὴν καὶ τοῦ φρονεῖν καὶ τοῦ μάχεσθαί ἐστε ἄριστοι. ἡ ἰθὺς ὀρθότης· ἄριστοι οὖν ἐστε ἐν πάσῃ ὀρθότητι τοῦ τε φρονεῖν καὶ τοῦ μάχεσθαι.

   ἀρετὴ τῶν ἡγουμένων βουλεύεσθαι μὲν ἄριστα τὸ συμφέρον, πράττειν δὲ κάλλιστα τὸ βεβουλευμένον. θεραπεύει δὲ αὐτούς, ἵνα ὡς φρόνιμοι δέξωνται τὴν συμβουλήν. Ἕκτορα δὲ πέμπει ὡς πείσοντα τὴν θεὸν διὰ τῆς ἀξιοπιστίας.

[80]    ὁ τρόπος σύλληψις κτλ. (B f. 834a ad στῆτ', Lp f. 1214b Dindorfius (Phil. XVIII, p. 344) e <21coniectura>21 ad Porphyrium retulisse . ξ a πa excerpta esse, ubi illud legatur non addidit.

[92]    v. 273.

[102]    v. 116. p. 91.

[114]    καὶ πῶς οὐδὲν εἶπε τοῖς ‹ταῖς cod.› βουλευταῖς ἀλλὰ ταῖς γυναιξί (v. 270); νοητέον οὖν ἤτοι κατὰ τὸ σιωπώμενον κἀκείνοις αὐτὸν εἰρηκέναι, ἢ ὡς ἐπὶ στρατείας καὶ παρατάξεως τοῦ πρέποντος χάριν τοῦτο προστεθεικέναι.

[116]    ἀποροῦσιν ἐπὶ τῇ ἀποστάσει Ἕκτορός τινες τῇ εἰς τὴν πόλιν γεγονυίᾳ. πάσης γὰρ οὕτως τῆς ῥοπῆς τῶν πραγμάτων παρὰ τοῖς Ἕλλησιν οὔσης, δυνάμενος ὁ Ἕκτωρ καὶ ἄλλον ἀποστέλλειν πρὸς τὴν μητέρα, ἵνα εὔξηται καὶ τὰς ἄλλας εἰς τοῦτο παρακαλέσῃ, οὐ ποιεῖ τοῦτο, ἀλλ' αὐτὸς ἄπεισιν. οἱ μέν φασιν, ὅπως τῇ γυναικὶ διαλεχθῇ τοῦτο τὸν ποιητὴν οἰκονομῆσαι. οἱ δὲ τοῦτο μὲν ἄλλως φασὶν ἐπακολουθῆσαι, προηγούμενον δὲ ἰδεῖν ὡς εὔλογον εἶναι ἀπαίτησιν ... φασὶν ὅτι παρών τε οὐδὲν ὠφέλει καὶ ἀπελθὼν ἐξ ὧν ὁ μάντις ἔλεγεν ἀπαλλαγὴν τῶν παρόντων εὕρισκε, παρασκευάσας τὸ θεῖον εὐμενές. καὶ οὐ μικρὰν δὲ ἔφασαν ἐπιστροφὴν τοῦ θείου εἶναι τὸ ἢ διὰ τοῦ τυχόντος ἢ διὰ τοῦ προεστῶτος τῶν πραγμάτων γίνεσθαι τὴν θεραπείαν, ἐπεὶ οὐδὲ τὸ ὑπὸ οἰκέτου τυχεῖν διακονίας ὅμοιον τῷ ὑπὸ τοῦ υἱοῦ ἢ ἀδελφοῦ ἢ γυναικός· ὑπὸ τῶν ἀρίστων γὰρ τιμωμένους τοὺς θεοὺς εἰκὸς μᾶλλον χαίρειν ἢ ὑπὸ τῶν τυχόντων. ἔπειτ' οὐ περὶ τοῦ Ἕκτορος ζητεῖν δεῖ, διὰ τί χωρίζεται πεισθεὶς τῷ μάντει καὶ τούτου ἀκούσας ἐκτελεῖ τὴν πρόσταξιν, συντελεῖν τὰ κελευόμενα πρὸς τοὺς θεοὺς καθήκειν κρίνας· πρὸς δὲ τὸν μάντιν, εἰ ἄρα, ζητεῖν ἔδει, δι' ἣν αἰτίαν καὶ τοῦτον ἀπάγει. εἶπε δ' ἂν ὅτι οὐ πρὸς τὰς δόξας τῶν πολλῶν ἅπαντα πέφυκεν εἰς τοὺς θεοὺς καθήκοντα, ἀλλ' ὥσπερ ἐφάνη δεῖν εὔξασθαι καὶ θεῶν οὐκ ἄλλῳ ἀλλὰ τῇ Ἀθηνᾷ, πέπλον τε ἀναθεῖναι τὸν χαριέστατον ἠδὲ μέγιστον καὶ βουθυσίας ὑποσχέσθαι καὶ διὰ πρεσβυτίδων γυναικῶν καὶ ἐντίμων καὶ τῶν ἱερειῶν γενέσθαι τὰς εὐχάς, οὑτωσὶ δὲ καὶ ὅτι διὰ πρεσβευτοῦ καὶ ἀξιόχρεω Ἕκτορος παντὶ λῷον ἐφάνη τὴν πραγματείαν γενέσθαι, μείζονα ἔχοντος τὴν τοῦ συμφέροντος κατάληψιν ἢ οἱ ἄλλοι ἰδιῶται. καὶ μῆνις θεῶν πολλάκις ἰδίως διά τινος λύεται προσώπου καὶ διὰ τοῦδε μᾶλλον τοῦ ἱερείου ἢ τοῦδε καὶ τῶνδε παρόντων ἢ τῶνδε. χωρὶς δὲ τούτων οὐκ ἔρημον ἄρχοντος κατέλιπε τὸ στρατόπεδον, ἀλλ' οἵ τε ἀδελφοὶ παρῆσαν πολλοὶ καὶ ὁ Αἰνείας καὶ οἱ Ἀντηνορίδαι καὶ Πουλυδάμας, ἀξίωμα ἐπὶ τῷ μάχεσθαι καὶ φρόνημα οὐ μικρὸν ἔχοντες. δεῖ οὖν μᾶλλον λογίζεσθαι διὰ τὴν εἰρημένην χρείαν καὶ ἄλλα παρευρίσκειν ὠφελεῖν μέλλοντα τοὺς οἰκείους, ὧν καὶ τὸ ἐξαγαγεῖν κρυπτόμενον τὸν Ἀλέξανδρον καὶ οἴκου διατρίβοντα· πρὸς ὃν εἰκὸς ἀγανακτοῦντας τοὺς Τρῶας ἐθελοκακεῖν ἐν τῷ πολέμῳ. ῥᾳδίως δὲ οὐκ ἂν ἐξήγγελλε πέμψας ἄλλους πρὸς αὐτόν.

   καὶ γὰρ καὶ τὸ μονομάχιον τούτῳ πεισθεὶς ἐποίησε (Η 54 sqq.). δεισιδαίμων δὲ ὢν οὐ θέλει παρέργως τὴν θυσίαν γενέσθαι. ἄλλως τε παροξύνει αὐτοὺς καὶ καταλείπει Αἰνείαν. ἢ πρὸς ἀνάπαυσιν τῶν στρατευμάτων· διὸ καὶ τὸ μονομάχιον Γλαύκου παράγεται. ἢ ἐπεὶ ὠνείδισται ὑπὸ Σαρπηδόνος (Ε 472 sqq.) Ἀλέξανδρον θέλει παρεγεῖραι.

[129]    πῶς, φασὶ, λέγει Διομήδης οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην· οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν, ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας σεῦε κατ' ἠγάθεον Νυσήιον, αἱ δ' ἅμα πᾶσαι θύσθλα χαμαὶ κατέχευαν ὑπ' ἀνδροφόνοιο Λυκούργου καὶ τὰ ἑξῆς; πῶς γὰρ παραιτεῖσθαι λέγων τὸ θεομαχεῖν αὐτὸς μὲν δύο τέτρωκε θεοὺς ἤδη, τὸν Διόνυσον δὲ ἐν αὐτοῖς τούτοις μαινόμενον λέγει καὶ πεφευγέναι εἰς θάλασσαν φοβηθέντα; ἄτοπον γὰρ καὶ ψεύστην ὁμοῦ καὶ βλάσφημον τὸν Διομήδη κατελέγχοντα. λύσις. τὸ μὲν οὖν τρῶσαι θεοὺς οὐ κατὰ προαίρεσιν αὐτοῦ γέγονε, καθ' ὑπηρεσίαν δὲ ἄλλης θεοῦ κατὰ θεῶν ἕπεσθαι καὶ αὐτῆς κελευσάσης. τοῖς δύο δ' εἰρηκυίας Ἀθηνᾶς μόνοις δεῖν ἐναντιωθῆναι καὶ διὰ τούτους τὴν ὁμίχλην ἀφελούσης καὶ τὴν ἀπὸ τούτων μόνων ἀγνωσίαν ἀφῃρημένης, προσθείσης δὲ μή τι σύ γ' ἀθανάτοισι θεοῖς ἀντικρὺ μάχεσθαι τοῖς ἄλλοις (Ε 130), καὶ τοῦ Διομήδους εἰπόντος ἀλλ' ἔτι σῶν μέμνημαι ἐφετμέων, ἃς ἐπέτελλες· οὔ μ' εἴας μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαι τοῖς ἄλλοις (Ε 818 sqq.), Γλαύκου δὲ θρασύτερον ἐπιόντος, εὐλαβεῖται, μή τις εἴη θεός, καὶ τὰς παραγγελίας εἰς μνήμην ἀγείρει, λέγων· οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην.

   μαινόμενος δὲ ὁ Διόνυσος οὐ κατὰ βλασφημίαν εἴρηται, ἀλλὰ παραστατικῶς τῆς τοῦ θεοῦ κατὰ βακχείαν ὁρμῆς, φλέγοντος ἰσχυρῶς καὶ ἀκμάζοντος ἐρρωμένως ἐν τῇ τῆς χορείας καταστάσει, ὁμοίως τῷ μαίνετο δ' ὡς ὅτ' Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ (Ο 605). καὶ ἐν τῇ συνηθείᾳ δὲ ἐπὶ τῶν ὑπερβαλλόντων τοῖς ἔργοις κατ' ἀνδρείαν μαίνεται φαμέν, μανίαν τὴν ἐνθουσιαστικὴν πρᾶξιν λέγοντες. καὶ Πλάτων (Phaedr. p. 244) δὲ διαιρῶν τὰς μανίας δείκνυσι τὰς ἀγαθάς τε καὶ θείας, αἵ τινές εἰσι. φυγὴν δὲ Διονύσου οὐχ ὁ Διομήδης κατέγνωκε, τοῖς δὲ λεγομένοις καὶ κεκρατηκόσι μύθοις Ὅμηρος κρίνων αὐτοὺς εἰς χρῆσιν κατὰ καιρὸν τοῖς ἥρωσιν ἀνατέθεικε. τὰ δὲ κατὰ τὴν Λυκουργίαν οἰκεῖον ἦν εἰδέναι τῷ Διομήδει· Οἰνεὺς γὰρ ὁ πάππος αὐτῷ ὁμόλεκτρος λέγεται Διονύσῳ γενέσθαι. οἶδεν οὖν εἰκότως τὰ κατὰ τὸν Διόνυσον καὶ ὁποίου τέλους ἔτυχεν ὁ πρὸς τοῦτον μαχεσάμενος Λυκοῦργος. ἐναργῶς δὲ καὶ ἐν ὀλίγοις καὶ κυρίᾳ τῇ λέξει χρώμενος χορείαν ἀπήγγειλε Βακχῶν· ὁ μὲν γὰρ Λυκοῦργος τὸν πέλεκυν ἀνατετακὼς ὁρᾶται ‑ οὗτος γάρ ἐστιν ὁ βουπλήξ ‑ , αἱ δὲ φεύγουσαι κατὰ τὸ ὄρος, οἱ δὲ θύρσοι κείμενοι χαμαί, ὁ δὲ Διόνυσος διὰ δέος καταδυόμενος εἰς τὴν θάλασσαν ὡς ἂν ἔτι παῖς, καὶ Θέτις ὑποδεχομένη τοῖς κόλποις ὡς νήπιον ἔτι καὶ παῖδα. τὸ δὲ δεδιότα διὰ τὴν ἀπειλὴν τοῦ ἐπανατειναμένου τὸν πέλεκυν ἀνδροφόνου Λυκούργου καὶ τὸ τὰ θύσθλα δὲ καταχέαι φάναι, ἀλλὰ μὴ ῥῖψαι, τὸ ἁβρὸν τῶν περὶ τὸν Διόνυσον Βακχῶν παραστήσει.

[150]    κατὰ τὸν Πορφύριον εἰς τὸ ἐθέλεις ὑποστικτέον, ἵν' ᾖ τὸ δαήμεναι ἀντὶ τοῦ δάηθι.

[150]    οὐ γάρ, ὥς τινες ἐξεδέξαντο, τεθνήξῃ ἀναιρεθεὶς ὑπὸ τοῦ ἐπιβούλου, εἰ μὴ φθάσας σὺ τοῦτον ἀποκτείνεις. ἔστι δὲ ἠθικὴ ἡ φράσις λέγουσα ὅτι καλόν σοι ἀποθανεῖν, Προῖτε, εἰ μὴ τιμωρήσεις τὸν ὑβρίσαντά σε διὰ τὸ θελῆσαί μοι μιγῆναι οὐκ ἐθελούσῃ· ἀποθάνοις, ὦ Προῖτε, εἰ μή με ἐκδικήσειας, κατὰ ἀρὰν λεγούσης. συντόμως δὲ τὰ ἀρχαῖα δεδήλωκε, μιγῆναι οὐκ ἐθελούσῃ, ἀλλ' οὐχ ὥσπερ Ἡσίοδος τὰ περὶ τοῦ Πηλέως καὶ τῆς Ἀκάστου γυναικὸς διὰ μικρῶν ἐπεξελθών. τρεῖς δὲ οὗτοι τρόποι μίξεως· ἢ γὰρ βούλεταί τις μὴ βουλομένης τῆς γυναικός, ὡς ἡ Ἄντεια τὸν Βελλεροφόντην διέβαλλεν, ἢ μὴ βουλόμενος βουλομένῃ σύνεστιν, ὥσπερ Ὀδυσσεὺς παρ' οὐκ ἐθέλων ἐθελούσῃ τῇ Καλυψοῖ (ε 155), ἢ βουλομένῃ βουλόμενος, ὥσπερ Αἴγισθος τῇ Κλυταιμνήστρᾳ· καὶ γὰρ ἐθέλων ἐθέλουσαν· ἀνήγαγεν ὅνδε δόμονδε (γ 272). τέταρτος γὰρ τρόπος οὐκ ἔνεστιν· οὐδὲ γὰρ ἄκων ἀκούσῃ σύνεστιν.

[166]    ἀντὶ τοῦ παράδοξον. πῶς δὲ οὐκ ἤλεγξε; διασύρει διὰ τούτου τὸ τῶν ἀνδρῶν γυναικοπαθὲς Ὅμηρος.

[168]    οἱ μὲν τὰ γράμματα. κατὰ γὰρ λόγον φιλόσοφον, ἐπεί εἰσι σημεῖα φωνῶν ἢ νοημάτων ἢ πραγμάτων· οἱ δὲ κλῆρον ἐσημήναντο (Η 175)· ὅς μιν ἐπιγράψας (Η 187). ἄτοπον γὰρ τοὺς πᾶσαν τέχνην εὑρόντας οὐκ εἰδέναι γράμματα. τινὲς δέ, ὡς παρ' Αἰγυπτίοις, ἱερὰ ζώδια, δι' ὧν δηλοῦται τὰ πράγματα. Πορφύριος μὲν σήματα τὰ γράμματα, πίνακα δὲ τὸ λεγόμενον πινακίδιον.

   γράμμασιν ἐσημήναντο (Η 175). καὶ πῶς ὁ κῆρυξ οὐδὲ οἱ ἄλλοι γνωρίζουσιν; ὅτι ἐθνικὰ ἦν.

[172]    ad Δ 434.

[179]    καὶ ζητητέον τὸν Πορφύριον καλῶς τοῖς περὶ τούτων (de Chimaera rebusque ad eam pertinentibus) διαιτῶντα.

[200]    τίς ἡ αἰτία, φασὶ, τοῦ τὸν Βελλεροφόντην ἀπεχθῆ πᾶσι θεοῖς γενέσθαι καὶ τὴν τῶν ἀνθρώπων συναναστροφὴν ἐκκλίνειν; καὶ πρὸς τίνα ἔχει τὴν ἀναφορὰν τὸ

   ἀλλ' ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν,

   ἤτοι ὁ καππεδίον τὸ ἀλήιον οἶος ἀλᾶτο; τόν θ' ἑαυτοῦ πρόγονον πῶς οὐκ ἀφρόνως ὁ Γλαῦκος ἀπεχθῆ γενέσθαι θεοῖς καταγγέλλει ἀφ' οὗ τὴν τῆς ξενίας φιλίαν καταβάλλεσθαι ἔμελλε; ῥητέον δὲ ὅτι οὐδέπω γνωρισθεὶς ὁ Γλαῦκος Διομήδει, ὡς προγονικὴν ἔχων πρὸς αὐτὸν φιλίαν, ὑπεύθυνός ἐστιν ἁπλοϊκώτερον διηγούμενος τὰ κατὰ τὸν πάππον καὶ ἀληθέστερον μᾶλλον ἢ κεχαρισμένως, ὥσπερ δ' ἐν ἀρχῇ διέσυρε τὰ ἀνθρώπινα τὸ φρύαγμα τοῦ Διομήδους καθαιρῶν· Τυδείδη μεγάθυμε, τίη γενεὴν ἐρεείνεις; οἵη περ φύλλων γενεὴ τοιήδε καὶ ἀνδρῶν· φύλλα τὰ μέν τ' ἄνεμος χαμάδις χέει, ὣς ἀνδρὸς γενεὴ ἠμὲν φύει ἠδ' ἀπολήγει (v. 14549), οὕτω καθαιρεῖ δι' οἰκείων παραδειγμάτων· ἢ μήποτε, τῶν καθόλου ῥηθέντων ἐν τοῖς πρόσθεν, πίστις ἡ περὶ τὸν πρόγονον μεταβολὴ ἐκ τοσαύτης ἀρετῆς καὶ εὐδαιμονίας γενομένη. ἐκεῖνο δὲ πάλιν, ὅπερ ἔπρεπε τῷ ἀπογόνῳ, γεγονέναι τὴν συμφοράν, οὐκ ἀπεκάλυψε. μήποτ' οὖν, ὥς φαμεν ἀλλ' ὅτε δὴ καὶ κεῖνος ἀναφορὰν εἰς τὰ καθόλου περὶ τῶν ἀνθρώπων ῥηθέντα, ὡς θάλλει τε ὁμοῦ καὶ πάλιν μαραίνεται ‑ κἀκεῖνος οὖν, ὅτε τὰ ἀνθρώπινα πάσχειν ἔμελλε καὶ ταῖς τύχαις ἐνίσχεσθαι ταῖς ἀνθρωπίναις, μεταβέβληκεν ‑ , ἐπειδὴ τὰς μὲν εὐτυχίας εἰώθασιν ἀναφέρειν εἰς τὸ θεοφιλές, τὰς δὲ δυστυχίας εἰς ἀπέχθειαν θεοῦ, τὴν μεταβολὴν ἐπὶ τὸ χεῖρον τοῦ Βελλεροφόντου εἰκότως εἰς ἀπέχθειαν θεῶν ἀνατέθεικεν. ὅτι δὲ πολλή τις ἡ κατ' αὐτὸν μεταβολὴ γέγονε, δηλοῖ ἃ καταλέγει δυστυχήματα αὐτοῦ· Ἴσανδρον μὲν γὰρ τὸν υἱὸν αὐτοῦ Ἄρης μαρνάμενον Σολύμοισι κατέκτανε, Λαοδάμειαν δὲ τὴν θυγατέρα χωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα. οὐκ ἀπεικὸς οὖν ὑπερπαθήσαντα αὐτὸν ἐπὶ τῇ τῶν τέκνων ἀπωλείᾳ φιλέρημον γενέσθαι καὶ πενθοῦντα ἀνακαλεῖσθαι τοὺς θεοὺς ὡς θεομισῆ γενόμενον. ἅπερ οὖν ἐκεῖνος δυστυχῆ περὶ ἑαυτοῦ κατακέκρικε, ταῦτ' εἰς τὰ γένη ὡς διαδοθέντα εἰκὸς ἦν μὴ ἀγνοῆσαι τὸν ἔκγονον. ἄμεινον γὰρ διὰ τὰ τέκνα φάναι τὸ τῆς λύπης μέγεθος γενέσθαι ἢ νόσῳ ἀνενέγκαι τὴν αἰτίαν τῇ τῶν μελαγχολώντων, οἳ φιλέρημοι γίνονται καὶ τὰς λεωφόρους ἐκτρέπονται λυπούμενοι ἐπὶ μηδενὶ λύπης ἀξίῳ. Ἀντίμαχος δὲ ἐν τῇ Λύδῃ, ὅτι τοὺς Σολύμους ἀνεῖλε θεοῖς ὄντας προσφιλεῖς, διὰ τοῦτο μισηθῆναι αὐτόν φησιν ὑπὸ τῶν θεῶν. Λέων δέ, ἐν τοῖς Χρυσαορικοῖς γεγράφθαι φησίν, ὡς ἀπήχθετο πᾶσι θεοῖς Προίτῳ μὲν διαβεβλημένος ὑπὸ τῆς γυναικὸς ἀδίκως, Ἰοβάτῃ δὲ ἢ Ἀμφιάνακτι ἐκ τῶν γραμμάτων· τούτῳ δ' ἀκόλουθον καὶ τὸ πάτον ἀνθρώπων ἀλεείνων. φασὶ δὲ τοὺς ὕστερον Πισίδας κληθέντας Σολύμους πρότερον κεκλῆσθαι.

[201]    B (6ζητ. Vat. 11) v. in extrema operis nostri parte.

[234]    διὰ τί ὁ μὲν Γλαῦκος προήχθη εἰς φιλοτιμίαν τοῦ ἀλλάσσειν τὰ ὅπλα χρυσᾶ ὄντα πρὸς Διομήδην, ὁ δὲ ποιητὴς ἐπιτιμᾷ ὡς οὐ δέον οὐδ' εἰ φίλος εἴη, προΐεσθαι πλείονος ἄξιον;

   προγόνων ὁ Γλαῦκος φιλοτιμίαν ἐξηγησαμένου Διομήδους ἀκούσας οὐκ ᾠήθη δεῖν ἐλαττοῦσθαι ταύτης· Οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα Βελλεροφόντην ξείνισ' ἐνὶ μεγάροισιν ἐείκοσιν ἤματ' ἐρύξας· οἱ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήια καλά· Οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν, Βελλεροφόντης δὲ δέπας ἀμφικύπελλον (v. 216-220). ταῦτ' οὖν ἀκούσας ὁ Γλαῦκος προήχθη εἰς φιλοτιμίαν προγονικήν· ὡς γὰρ Βελλεροφόντης ζωστῆρος οὐκ ἀπηξίωσε χρυσοῦν ἔκπωμα δοῦναι καὶ ὅλως χρύσεον δεδώρηται τῷ ξένῳ, οὕτω καὶ αὐτὸς χρυσὸν ὃν εἶχε περικείμενον δοῦναι προήχθη, ἀκούσας παρὰ τοῦ φοβερωτάτου Διομήδους τῶν τότε·

   τῷ νῦν σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ μέσσῳ

   εἰμί, σὺ δ' ἐν Λυκίῃ, ὅτε κεν τῶν δῆμον ἵκωμαι (v. 224), καὶ προσέτι εἰπόντος τοῦ Διομήδους

   τεύχεα δ' ἀλλήλοις ἐπαμείψομεν, ὄφρα καὶ οἵδε

   γνῶσιν, ὅτι ξεῖνοι πατρώιοι εὐχόμεθ' εἶναι (v. 230-31). μικρολογίας γὰρ ἦν αἰτηθέντα τοῖς μὲν ἄλλοις ὑπακοῦσαι, ἀντειπεῖν δὲ πρὸς τὰ δῶρα.

   ὁ ποιητὴς δέ, φησὶν Ἀριστοτέλης, οὐχ ὅτι τὰ πλείονος ἄξια ὄντα προήκατο ἐπιτιμᾷ, ἀλλ' ὅτι ἐν πολέμῳ καὶ χρώμενος προΐετο. οὐδὲν γὰρ ἀλλοιότερον, ὥσπερ ἂν εἰ ἀπέβαλε τὰ ὅπλα· ἐπιτιμᾷ οὖν ὅτι κρείττω προΐετο οὐκ εἰς τιμὴν ἀλλ' εἰς χρῆσιν· ἀναγκαῖον δὲ τοῦτο δηλῶσαι εἰπόντα τὴν ἀξίαν.

   τινὲς δ' οὐ καταμέμφεσθαί φασιν ἐν τῷ φάναι Κρονίδης δὲ

φρένας ἐξέλετο Ζεύς· τὸ γὰρ ἐξελεῖν δηλοῖ καὶ τὸ εἰς μέγα ἆραι καὶ αὐξῆσαι, ὡς ἐν τῷ

   κούρην ἣν ἄρα μοι γέρας ἔξελον υἷες Ἀχαιῶν (Π 56)· δηλοῖ γάρ· ἣν εἰς τιμὴν γεραίροντές με δεδώκασι καὶ τὸ γέρας μου αὔξοντες· γέρας γὰρ ἔξελον ἐξαίρετον ποιοῦντες. τὰ δὲ γινόμενα ὡς ἐπὶ τὸ πολὺ θεοῖς εἰώθασιν ἀνάπτειν. τὸ μέντοι ἔγχεα δ' ἀλλήλων ἀλεώμεθα καὶ δι' ὁμίλου (Ζ 226) ἀντὶ τοῦ ἐν ὄψει πάντων, ὡς εἰδέναι αὐτοὺς ὅτι ξένοι ἀλλήλων ἐσμέν, ἢ μὴ μόνον ἀλλήλων φειδώμεθα ἀλλὰ καὶ οἱ ὅμιλοι ἡμῶν. ἀλλ' οὗτοι μὲν διὰ προγονικὴν φιλίαν τὸν πρὸς ἀλλήλους ἐσπείσαντο πόλεμον, Σαρπηδὼν δὲ καὶ Τληπόλεμος συγγενεῖς ὄντες καὶ τοῦτο γινώσκοντες συνελθόντες διὰ θανάτου ἐκρίθησαν, τοῦ μὲν ἀποθανόντος τοῦ δὲ τρωθέντος (Ε 655 sqq.). οὕτως ἡ λεγομένη συγγένεια πρὸς φιλίαν οὐδὲν συνεργεῖ.

   ἄλλως. ἀσύμφορον δοκεῖ εἶναι ἄφρονας καλεῖν τοὺς λαμπροὺς τὰς ψυχὰς καὶ ἀποκλείειν τὰς μεγαλοψυχίας τῶν ξένων πρὸς ἀλλήλους. οἱ μὲν οὖν ἀπὸ τῆς λέξεως λύουσι, τὸ ἐξέλετο ἀποδιδόντες τὸ ἐξαίρετον καὶ ἔκκριτον ἐποίησε, βιαίως πως. οἱ δὲ περίφρασιν εἶναι· Γλαύκῳ φρένας ἐξέλετο· μὴ γὰρ ἀμειψάμενος ἀλλ' ἀπειθήσας ἀνῃρέθη ἄν, πολὺ βιαιότερον ἀποδιδόντες. οἱ δὲ πρὸς τὸν καιρόν, ὅτι ὁ χρυσὸς ἐπιτηδειότερος πρὸς τὸν πόλεμον διὰ τὸ στίλβον τῶν ὅπλων. ἐμοὶ δὲ οὐδ' οὕτως καλῶς καὶ γάρ τε Λιταί εἰσι Διὸς κοῦραι μεγάλοιο, χωλαί τε ῥυσαί τε παραβλῶπές τ' ὀφθαλμώ (Ι 502. 3).

   εἰκότως ὁ Γλαῦκος τοῦ προγόνου τὸ φιλότιμον ἀκούσας Βελλεροφόντου χρυσὸν δωρεῖται πρὸς τὸ παρόν, ἄλλως τε ὑπερήδεται τῇ συντυχίᾳ γινόμενος ἰδιόξενος τοῦ παναρίστου Διομήδους. τὸ δὲ ἐξέλετο ἀντὶ τοῦ ὑπερηύξησε τῇ φιλότητι. ἢ μᾶλλον αἰτιᾶται αὐτὸν ὅτι κατὰ τῶν συμμάχων ἐκόσμει αὐτὸν λαμπροτέροις ὅπλοις. ἢ ὡς Ἡφαιστότευκτα. ἤ, ὡς Πίος, ἵνα κἀν τούτῳ αὐξήσῃ τὸν Ἕλληνα ὡς μὴ ἐξ ἴσου ἀπηλλαγμένον, ὅπερ ἡδὺ τοῖς ἀκούουσιν· ὅπου γὰρ ταῦτα, εὔκαιρος ἡ τῶν πολεμίων ὁρμή.

[235]    καὶ πῶς οὐ Διομήδης φρενῶν λείπεται γυμνούμενος, πρὸ μικροῦ τῶν Τρώων παρασπονδησάντων (Δ 104 sqq.); τάχα οὖν τὸν ζωστῆρα μόνον καὶ τὸ ξίφος, ὡς οἱ περὶ Ἕκτορα, ἤμειψαν (Η 30-35). οὐ γὰρ τὴν ἀσπίδα πρὸς χάριν ἐδίδουν· ἢ γὰρ ἂν προὔκρινε τὴν Αἴαντος Ἕκτωρ, εἰ ἐδίδοτο, ὑπερτέρως ζωστῆρος.

[235]    Vatic. ζητ. ιζ΄ (potius XVIII). πρόσσχες δή μοι καὶ τούτοις, εἰ προσήκουσαν παρ' ἡμῶν λαμβάνει τὴν λύσιν·

   ἔνθα οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ

   Λαοδίκην ἐσάγουσα, θυγατρῶν εἶδος ἀρίστην.

τὸ εἰσάγουσα οὐκ ἔστι κατὰ τὸ σύνηθες, οἷον εἰσφέρουσα· οὐ γὰρ εἰσάγειν μεθ' ἑαυτῆς λέγει τὴν Λαοδίκην ἀλλὰ πρὸς τὴν Λαοδίκην εἰσπορευομένην, ᾗ ὁμοιωθεῖσα ἡ Ἀφροδίτη τὴν Ἑλένην ἐπὶ τὸ τεῖχος ἐξήγαγεν· εἰδομένη γάρ φησι γαλόῳ, Ἀντηνορίδαο δάμαρτι, τὴν Ἀντηνορίδης εἶχε κρείων Ἑλικάων Λαοδίκην (Γ 122-24). νομίζουσα οὖν ὄντως εἰς τὸ τεῖχος ὑπὸ τῆς Λαοδίκης ἀπῆχθαι, εἰσῄει τὴν αἰτίαν τῆς ἐξόδου πολυπραγμονήσουσα. τύμβον ἀμφὶ πυρὴν ἕνα ποίεον ἐξαγαγόντες ἄκριτον ἐκ πεδίου (Η 435. 36). τῷ ἐξαγαγόντες ὁμοίως τῷ εἰσάγουσα κέχρηται, ὡς γὰρ τοῦ ... .................... .... τὸ ἐξαγαγόντες ἐκπορευθέντες τοῦ πεδίου. ἕνα ...... .................... ..... μὴ καθέκαστον τῶν τεθνηκότων διακρινομένων.

[236]    B f. 864b ad ἐσάγουσα h. v., L f. 1334b ib., Π: πρόσσχες μοι καὶ τούτοις, εἰ προσήκουσαν παρ' ἡμῶν λαμβάνει τὴν λύσιν·

   ἔνθα οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ

Λαοδίκην ἐσάγουσα, θυγατρῶν εἶδος ἀρίστην.

τὸ ἐσάγουσα οὐκέτι κατὰ τὸ σύνηθές ἐστιν, οἷον εἰσφέρουσα (οὐ γὰρ ἐσάγειν μεθ' ἑαυτῆς λέγει τὴν Λαοδίκην), ἀλλὰ πρὸς τὴν Λαοδίκην εἰσπορευομένη· εἰσῄει γὰρ πρὸς Λαοδίκην, ἀλλ' ἐπεὶ ταύτῃ ὁμοιωθεῖσα ἡ Ἀφροδίτη τὴν Ἑλένην ἐπὶ τὸ τεῖχος ἐξήγαγεν· εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι, τὴν Ἀντηνορίδης ἔσχε κρείων Ἑλικάων, Λαοδίκην· νομίζουσα γὰρ ὄντως εἰς τὸ τεῖχος ὑπὸ τῆς Λαοδίκης ἀπῆχθαι, εἰσῄει τὴν αἰτίαν τῆς ἐξόδου πολυπραγμονήσασα.

   L f. 1554a, Π (ad Η 336): εἰς τὸ τύμβον δ' ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντες. ὁμοίως τῷ εἰσάγουσα θυγατρῶν εἶδος ἀρίστην κέχρηται. ὡς γὰρ τοῦτο σημαίνει τὸ εἰσπορευομένη, οὕτως τὸ ἐξαγαγόντες τὸ ἐκπορευθέντες τοῦ πεδίου. ἕνα τύμβον πάντων ἄκριτον ἐποιήσαντο, τουτέστι μὴ καθέκαστον τῶν τεθνηκότων διακρινόμενον. τὸ δὲ ἄκριτον ἀντὶ τοῦ ἀγνώριστον, ἀχώριστον, ὅμοιον τῷ λοιπῷ πεδίῳ.

[260]    v. 265, p. 101.

[265]    ζητεῖται πῶς ποτε ἐναντία ἑαυτῷ ὁ ποιητὴς λέγει· προειπὼν γὰρ ἀνδρὶ κεκμηῶτι μένος μέγα. οἶνος ἀέξει (Ζ 161) νῦν ἐπάγει μή μ' ἀπογυιώσης μένεος ἀλκῆς τε λάθωμαι. ἡ μὲν οὖν ὑπὸ πολλῶν γενομένη λύσις τοῦ ζητήματος τοιαύτη, ὅτι ἕτερόν ἐστι πρόσωπον Ἑκάβης τὸ λέγον ὠφέλιμον εἶναι τὸν οἶνον, ἕτερον δὲ τὸ τοῦ Ἕκτορος τὸ ἀρνούμενον· οὐδὲν δὲ θαυμαστὸν εἰ παρὰ τῷ ποιητῇ ἐναντία λέγεται ὑπὸ διαφόρων φωνῶν. ὅσα μὲν γὰρ ἔφη αὐτὸς ἀφ' ἑαυτοῦ ἐξ ἰδίου προσώπου, ταῦτα δεῖ ἀκόλουθα εἶναι καὶ μὴ ἐναντία ἀλλήλοις· ὅσα δὲ προσώποις περιτίθησιν, οὐκ αὐτοῦ εἰσιν ἀλλὰ τῶν λεγόντων νοεῖται, ὅθεν καὶ ἐπιδέχεται πολλάκις διαφωνίαν, ὥσπερ καὶ ἐν τούτοις. ἡ μὲν γὰρ Ἑκάβη οὐκ εἰδυῖα τὸν κάματον τῶν ἀνδρῶν ταύτης ἐστὶ τῆς γνώμης, ὁ δὲ Ἕκτωρ μάλιστα ἐπιστάμενος ἀντιλέγει. ἔπειτα καὶ ἡ μὲν πρεσβῦτις ἦν, χαίρει δὲ τῷ οἴνῳ ἡ ἡλικία αὕτη ‑ ἐπωφελὴς γὰρ ταύτῃ ἐστὶν ὁ οἶνος θερμὸς ὢν καὶ ὑγρὸς ψυχρᾷ οὔσῃ καὶ ξηρᾷ καὶ ἀναρρώννυσιν αὐτήν ‑ , ὁ δὲ Ἕκτωρ νέος ἦν καὶ ἀκμαῖος. ἄμεινον δέ ἐστιν ἐκεῖνο λέγειν καὶ δεικνύειν, ἑκάτερον τῶν εἰρημένων ἔχεσθαι λόγου καὶ μὴ εἶναι ἐναντία τὰ περὶ τοῦ οἴνου λεγόμενα, ἐὰν σκοπῇ τις, ὅτι ἐπὶ παντὸς πράγματος ὁ καιρὸς καὶ τὸ μέτρον πολὺ διαλλάττει. οὕτως οὖν καὶ ἐπὶ τούτου· τῷ μὲν γὰρ μέτρια πεπονηκότι πρὸς ἰσχὺν ὁ οἶνος συμφέρει, τὸν δὲ πάνυ κεκμηκότα σφάλλει· ὅπερ συμβέβηκε τῷ Ἕκτορι, οὐ μόνον δὲ ὑπὸ τοῦ πολέμου ἀλλὰ καὶ ὑπὸ τοῦ ἐπὶ τὴν πόλιν δρόμου. ἄλλως τε καὶ οὐδὲ σιτίου οὐδενὸς ἐγέγευστο· ἡ γὰρ τροφὴ σὺν τῷ οἴνῳ τὸ πλεῖστον συμβάλλεται εἰς δύναμιν, ὥσπερ καὶ ἀλλαχοῦ εἶπεν ὁ ποιητής·

   σίτου καὶ οἴνοιο, τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή (Ι 706), καὶ πάλιν·

   ὃς δέ κ' ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς

   ἀνδράσι δυσμενέσσι πανημέριον πολεμίζῃ

καὶ τὰ λοιπά (Τ 168 sqq.). ἔστι δὲ καὶ ἑτέρα λύσις τοῦ ζητήματος, καθ' ὑπερβατὸν ἐξηγουμένων τινῶν οὕτως· μή μοι οἶνον ἄειρε μελίφρονα, πότνια μῆτερ, χερσὶ δ' ἀνίπτοισιν Διὶ λείβειν αἴθοπα οἶνον ἅζομαι, οὐδέ πῃ ἔστι κελαινεφέι Κρονίωνι αἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι, μή μ' ἀπογυιώσῃς μένεος ἀλκῆς τε λάθωμαι, ἵνα ὡς μὴ καθαρὸς τὰς χεῖρας τὸν οἶνον σπένδειν θεοῖς παραιτῆται καὶ μὴ ὀργήν τινα παρὰ θεῶν λάβῃ διὰ τοῦτο. λύεται δὲ τὸ προκείμενον καὶ οὕτως, ὅτι τὸ μένος διχῶς κεῖται, καὶ ἐπὶ θυμοῦ καὶ ὀργῆς καὶ δυνάμεως. ἡ μὲν οὖν Ἑκάβη φύσει τοῦ πιόντος οἶνον τὴν δύναμιν αὔξειν λέγει, ὁ δὲ μαραίνεσθαι τὸν θυμὸν καὶ τὴν ὀργὴν τοῦ πιόντος λέγει ὑπὸ τοῦ οἴνου, ὥστε μὴ κεῖσθαι ἐναντία.

   μητρὸς ἦθος ἀναφαίνεται διὰ τούτου (Ζ 258 sqq.)· καὶ γὰρ ἀεὶ φαγεῖν καὶ πιεῖν ἀξιοῦσι τὰ τέκνα. πιθανὸν δὲ αὐτὸν νοεῖν διψῆν ἀπὸ τῆς κινήσεως τοῦ πολέμου. ὑφαιρουμένη δὲ αὐτοῦ τὴν αἰδῶ καὶ τὸ σπείσῃς εἶπεν. ὀνίνησι δὲ οἶνος μέτριος ποθεὶς δύναμίν τε ἐμποιεῖ, ὡς καὶ τὸ τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή (Ι 706)· ὁ δέ, ἐπεὶ πραΰνει ὁ οἶνος, βούλεται δὲ ἄγριος πρὸς τοὺς πολεμίους εἶναι, παραιτεῖται. ἢ ὅτι δίχα τροφῆς βλάπτει, τῶν νεύρων καθαπτόμενος, ὥς φησι Λύκος. ἢ ὅτι μετέωρον ἔχει τὸ πνεῦμα, ὡς δρομαῖος ἐλθών, σπεύδει δὲ καὶ ἀπελθεῖν δρομαῖος. ἄλλως τε στρατιώταις μὲν θράσος πορίζεται, στρατηγοὺς δὲ τῆς φρονήσεως ὑπεκλύει, μόνους δὲ τοὺς ἀποκαμόντας ὠφελεῖ, ὁ δὲ ἔτι ἰσχύει. ἢ ἐν ὑπερβατῷ ἐστι· χερσὶ δ' ἀνίπτοισιν Διὶ λείβειν ἅζομαι, μή μ' ἀπογυιώσῃς μένεος ἀλκῆς τε λάθωμαι. ἄλλως τε ὁ μὲν μετὰ πόνους οἶνος ὠφέλιμος, ὁ δὲ πρὸ πόνου ἐπιβλαβής.

[266]

   ἄμφω τὰς προτάσεις Ἑκάβης παραιτεῖται ὁ Ἕκτωρ. ἠδύνατο

μὲν οὖν ῥᾳδίως κομισθῆναι ὕδωρ κελευσάσης, ἵνα πρότερον νίψηται καὶ λυθῇ αὐτοῦ ἡ πρόφασις. ἀλλ' οὐ τοῦτο ἦν ἔθος ἀρχαῖον τὸ τὰς χεῖρας ἀπονίπτεσθαι μόνον, ἀλλὰ τὸ ὅλον ἀπολούεσθαι σῶμα, ὅπερ οὐκ εὐχερὲς Ἕκτορι ἐπειγομένῳ. καὶ πῶς ἐν τοῖς ἑξῆς ἀνίπτοις χερσὶν εὔχεται· Ζεῦ ἄλλοι τε θεοί, δότε δὴ καὶ τόνδε γενέσθαι παῖδ' ἐμόν, ὡς καὶ ἐγώ περ (v. 476. 77); οὐκ ἔστι τοίνυν ἐναντίον· οὐ γὰρ ταὐτόν ἐστιν ἐπισπένδειν καὶ ἁπλῶς διὰ λόγων εὔχεσθαι· τὸ μὲν γὰρ διὰ σώματος, τὸ δὲ διὰ ψιλῶν ῥημάτων γίνεται.

[273]    πῶς ὀρθοῦ ὄντος τοῦ Παλλαδίου τὸν πέπλον ἐπὶ γούνασι θεῖναι παρακλεύεται· τὸν θὲς Ἀθηναίης ἐπὶ γούνασιν ἠυκόμοιο; καί τινες μὲν οὖν φασιν ὅτι πολλὰ τῶν Παλλαδίων κάθηται· οἱ δὲ ἀπὸ μέρους τὸ ὅλον σῶμα, ὡς ἐπὶ τοῦ ἐυκνήμιδες Ἀχαιοί. οἱ δέ, ὅτι γούνατα καὶ τὰς ἱκετείας λέγει· φησὶ γὰρ ἀλλ' ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται (α 267), τουτέστιν ἐν τῇ τῶν θεῶν ἱκετείᾳ καὶ δεήσει. θεῖναι οὖν Ἀθηναίης ἐπὶ γούνασι τουτέστιν ἐπὶ τῇ λιτανείᾳ καὶ δεήσει θεῖναι τὸν πέπλον. οἱ δὲ ὅτι τῇ ἐπί ἀντὶ τῆς παρά εἴωθε χρῆσθαι, ὡς τὸ ποιμαίνων δ' ἐπ' ὄεσσι μίγη φιλότητι (Ζ 25) ἀντὶ τοῦ παρὰ τοῖς ὄεσσι, καὶ ἡ μὲν ἐπ' ἐσχάρῃ ἧστο (ζ 52) ἀντὶ τοῦ παρὰ τῇ ἐσχάρῃ. οὕτω γοῦν καὶ ἐπὶ γούνασιν ἀντὶ τοῦ παρὰ γούνασιν Ἀθηναίης.

[293]    οὐ πρεπόντως, φησὶν, ἐκ τῆς Ἀλεξάνδρου ἀδικίας δίδοται τῇ θεῷ τὸ δῶρον. ἀλλ' οὔτε Ἑλένης ὁ πέπλος ἐστὶν οὔτε ἐκ Λακεδαίμονος αἱ γυναῖκες.

[326]    ἀφορμὴν λαμβάνει διὰ τῆς αὐτοῦ ἀργίας ‑ οὐ γὰρ ὡς ἀσθενοῦς ἀλλ' ὡς ῥᾳθύμου αὐτοῦ κατηγορεῖ ‑ καί φησιν· οὐχ ὑγιῶς ἐν ἑαυτῷ τὴν μῆνιν ἔχεις· σοὶ γὰρ οἱ Τρῶες μηνίουσιν, ὡς θελησάντων αὐτὸν ἐκδοῦναι Μενελάῳ. ἢ χόλον τὴν ῥᾳθυμίαν λέγει. ἐβούλετο μὲν οὖν αὐτοῦ πλειόνως καθάψασθαι, ἀλλ' οὐκ ἔδει αὐτὸν ἐπὶ Ἑλένης λοιδορεῖσθαι.    ἤτοι οὐ καλῶς νῦν τὴν ὀργὴν κατὰ τῶν Τρώων ἔχεις, ὅτι πρὸς σὲ λυπούμενοι παραδοῦναι τῷ Μενελάῳ ἐβούλοντο ἅπερ ἔλαβες, οὐδὲ ἐν καιρῷ ταύτην ποιῇ. ἢ οὐ καλῶς νῦν ὀργίζῃ ἡγούμενος τοὺς Τρῶας ἀγανακτεῖν κατὰ σοῦ.

[359]    B f. 894a ad κορυθαιόλος (ζητ. Vat. 3) inter quaestiones sub finem operis edendas referetur.

[413]    διὰ τί διηγεῖται τῷ ἐπισταμένῳ; ὅτι οὐκ ἔστιν ἀναλογισμὸς τοῦ συμφέροντος ταῖς ἀσθενούσαις ψυχαῖς. αὗται δὲ πρὸς τὸ πενθεῖν εἰσι καὶ τὸ δεῖσθαι διὰ τὴν ταραχήν.

[420]    ad Θ 1 extr.

[420]    οὐ πρέποντα μὲν τὰ τῆς ὑποθήκης γυναικί. ἀλλ' εἰ καὶ γυναικὶ μὴ πρέπει, ἀλλά γε τῇ Ἀνδρομάχῃ, ἐπεὶ καὶ τὸ ἱπποκομεῖν οὐ γυναικός, ἡ δὲ Ἀνδρομάχη καὶ τοῦτο ποιεῖ (Θ 187190), ὡς καὶ φίλανδρος ἐπιμελομένη καὶ τῶν φερόντων αὐτῆς τὸν ἄνδρα.

   .... διὰ τί δὲ, φασὶν, οὐ συνεῖδε ταῦτα ὁ Ἕκτωρ; φαμὲν δὲ ὅτι συνεῖδεν· ἐμοὶ γάρ φησι τάδε πάντα μέλει, γύναι (Ζ 441).

[488]    ἐζήτησάν τινες, πῶς ἐνταῦθα ἀπαράβατον λέγει τὴν μοῖραν ὁ ποιητής, ἐν δὲ τῇ Ὀδυσσείᾳ παραβατὴν ὑφίσταται, ὅταν λέγῃ (α 35)·

   ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον Ἀτρείδαο

   γῆμ' ἄλοχον.

λύεται δὲ τοῦτο ἐκ τοῦ δείκνυσθαι ὅτι τριχῶς ἡ μοῖρα παρὰ τῷ ποιητῇ λέγεται· ἡ εἱμαρμένη, ἡ μερὶς καὶ τὸ καθῆκον. ὅταν οὖν λέγῃ (γ 66)

   μοίρας δασσάμενοι δαίνυντ' ἐρικυδέα δαῖτα, τὰς μερίδας λέγει. ὅταν δὲ λέγῃ (Ε 83)

   ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή, τὴν εἱμαρμένην σημαίνει. ὅταν δὲ ἐπὶ τῶν Τρώων φευγόντων λέγῃ· οὐ κατὰ μοῖραν τάφρον διεπέρων (Π 367), οὐ κατὰ τὸ καθῆκον διεπέρων τὴν τάφρον λέγει, ἀλλ' αἰσχρῶς. καὶ ἐπὶ τῶν οὖν προκειμένων ἐν μὲν τῷ μοῖραν δ' οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν τὴν εἱμαρμένην λέγει, ὅταν δὲ ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον, οὐ τὸ σημαῖνον τὴν εἱμαρμένην λέγει, ἀλλὰ τὸ ὑπὲρ τὸ καθῆκον· οὐ γάρ ἐστι νῦν πρέπον οὐδὲ καθῆκον τὰς ἄλλοις νόμῳ συνῳκισμένας φθείρειν γυναῖκας. ἄλλως τε οὐκ ἐκ τοῦ ποιητοῦ οἱ λόγοι, ἐκ προσώπων δὲ διαφόρων εἰς μίμησιν παραληφθέντων. ποτὲ μὲν γὰρ λέγει πρὸς Ἀνδρομάχην ὁ Ἕκτωρ, ποτὲ δὲ ὁ Ζεύς· διαφωνεῖν δὲ πρὸς ἄλληλα οὐδὲν ἀπεικὸς τὰ διάφορα πρόσωπα. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν Ἑλλήνων ὅταν λέγῃ (Β 155)

   ἔνθα κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη, παρὰ τὸ καθῆκον ἀκουσόμεθα. Ὅμηρος μέντοι ἀπαράβατον τὴν μοῖραν τὴν κατὰ τὴν εἱμαρμένην οἶδεν ἐν οἷς φησι (Ψ 80. 81)

   καὶ δὲ σοὶ αὐτῷ μοῖρα, θεοῖς ἐπιείκελ' Ἀχιλλεῦ,

   τείχει ὕπο Τρώων εὐηγενέων ἀπολέσθαι,

καὶ πάλιν (Ε 613)

                           ἀλλά ἑ μοῖρα

   ἦγ' ἐπικουρήσαντα μετὰ Πρίαμόν τε καὶ υἷας.

κρατεῖν δὲ οὐ μόνον ἀνθρώπων ἀλλὰ καὶ θεῶν ἀποφαίνεται, ὥς που καὶ ὁ Ἄρης φησὶν (Ο 117. 8)

   εἴ πέρ μοι καὶ μοῖρα Διὸς πληγέντι κεραυνῷ

   κεῖσθαι ὁμοῦ νεκύεσσι,

καὶ ὁ Ποσειδῶν πρὸς τὴν Ἶριν (Ο 208 sqq.)·

   ἀλλὰ τόδ' αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει,

   ὁππόταν ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃ

   νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν.

ἀφ' ὧν δηλοῖ ὡς τὴν πεπρωμένην καὶ αὐτῶν τῶν θεῶν ἐπικρατεῖν γινώσκει, διὸ καὶ ὑπείκειν αὐτῇ καὶ τὸν ὑπέρτατον θεὸν Δία καὶ ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ αὐτοῦ τε υἱὸν νενομισμένον μὴ θελῆσαι θανάτοιο δυσηχέος ἐξαναλῦσαι, ἀλλὰ μᾶλλον αἱματοέσσας ψιάδας κατέχευεν ἔραζε παῖδα φίλον τιμῶν (Π 441. 459). διὸ καὶ Πάτροκλος (Π 849)·

   ἀλλά με μοῖρ' ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱός. οὕτω καὶ περὶ Ἡρακλέους λέγει (Σ 117)·

   οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα,

   ὅς περ φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι,

   ἀλλά ἑ μοῖρ' ἐδάμασσε καὶ ἀργαλέος χόλος Ἥρης,

καὶ ἀλλαχοῦ (Σ 328. 9)·

   ἀλλ' οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ·

   ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦσαι.

ἀλλὰ καὶ Ἥφαιστος τὰ μὲν ὅπλα δοῦναι ὑπισχνεῖται, τὴν δὲ μοῖραν παρατρέψαι ἀρνεῖται·

   αἲ γάρ μιν θανάτοιο δυσηχέος ὧδε δυναίμην

   νόσφιν ἀποκρύψαι, ὅτε μιν μόρος αἰνὸς ἱκάνοι (Σ 464. 5).

ἔστι δὲ γὰρ καὶ ἄλλα μυρία, ἀφ' ὧν δείκνυται Ὅμηρος ἀπαράβατον λέγων τὴν τοῦ θανάτου μοῖραν.

   οὐ σύνθετον τὸ ὑπὲρ μόρον (α 34). μόρον δὲ τὴν μοῖραν· ἦ ῥα καὶ σὺ κακὸν μόρον ἡγηλάζεις (λ 618). καὶ πῶς ἀλλαχοῦ φησι μοῖραν δ' οὔ τινά φημι (Ζ 488); ῥητέον ὅτι τῆς μοίρας τὸ μέν ἐστι μονότροπον τὸ δὲ ἀμφίβολον, ὡς ἐν Ἰλιάδι ἀπεδείξαμεν, ὡς ἐν τῷ μήτηρ γάρ τέ μέ φησι διχθαδίας κῆρας φερέμεν (Ι 410).

   ..... τὸ ἀμφίβολον δὲ τῆς μοίρας καὶ ἐν ἄλλοις οἶδε, δι' ὧν Τειρεσίας φησὶν Ὀδυσσεῖ τὰς εἰ μέν κ' ‹κεν BLp› ἀσινέας ἐᾷς· εἰ δέ κε σίνηαι (λ 110. 12).

[491]    διαφέρει τὰ ἠλάκατα τῆς ἠλακάτης, καὶ ἡ διαφορὰ ἥδε· ἡ μὲν γὰρ ἠλακάτη δηλοῖ τὸ ξύλον, εἰς ὅπερ εἰλοῦσι τὸ ἔριον αἱ νήθουσαι, ἠλάκατα δὲ αὐτὰ τὰ ἔρια τὰ περιειλούμενα τῇ ἠλακάτῃ. τὴν μὲν οὖν ἠλακάτην διὰ τούτων δεδήλωκεν, ὡς ἐν τῇ Ὀδυσσείᾳ (δ 135)·

   ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα. τετανύσθαι δὲ αὐτὴν εἶπε διὰ τὸ εἶναι ἐπιμήκη τε καὶ λείαν. τὰ δὲ ἐπὶ τῆς ἠλακάτης ἔρια·

   ἠλάκατα στρωφῶσ' ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι (ζ 306), καὶ ἔτι δὲ παρ' ἠλάκατα στροφαλίζετο (ς 315). λέγει δὲ καὶ χρυσῆν τὴν ἠλακάτην, ὡς τὸ (δ 130 sqq.)

   χωρὶς δ' αὖθ' Ἑλένῃ ἄλοχος πόρε κάλλιμα δῶρα,

   χρυσῆν τ' ἠλακάτην τάλαρόν θ' ὑπόκυκλον ὄπασσε,

   τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα

   νήματος ἀσκητοῖο βεβυσμένον.

καὶ ἡ χρυσηλάκατος δὲ Ἄρτεμις ἀπὸ τῆς ὁμοιότητος καὶ τῆς κατασκευῆς τῆς ἠλακάτης εἴρηται χρυσοῦν τόξον ἔχουσα·

   Ἥρῃ δ' ἀντέστη χρυσηλάκατος κελαδεινὴ

   Ἄρτεμις ἰοχέαιρα (Υ 70. 71).

[523]    τί γὰρ μεθίει τε καὶ τί οὐκ ἐθέλει; ἐκ τῶν προρρηθέντων ἔστι λαβεῖν. προεῖπε δέ· δαιμόνι', οὐκ ἄν τίς τοι ἀνὴρ ὃς ἐναίσιμος εἴη ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι. μεθίεις οὖν τὸ ἔργον τῆς μάχης καὶ οὐκ ἐθέλεις μάχεσθαι, ὥσπερ ἐν ἄλλοις ἐκ πλήρους ἔφη· οὕς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ πολέμοιο (Δ 240).

[7]

[9]    Δοκεῖ μάχεσθαι ἑαυτῷ ὁ ποιητὴς, ἀεὶ πρεσβύτερον λέγων Νέστορα τῶν ἐπὶ Ἴλιον στρατευσάντων

‑ μετὰ δὲ τριτάτοισιν ἄνασσεν (Α 252) ‑ ,

ἐνταῦθα δὲ Μενέσθιον· δυσὶ γὰρ γενεαῖς παράγεται πρεσβύτερος ὢν τοῦ Νέστορος· Ἀρηιθόου γὰρ λέγει τοῦ ἐπικαλουμένου κορυνήτου παῖδα εἶναι Μενέσθιον, ὑπὸ δὲ Λυκούργου φησὶν ἀνῃρῆσθαι τὸν Ἀρηίθοον, ὃν δὴ καὶ λαβεῖν αὐτοῦ τὰ ὅπλα, γηράσαντα δὲ τοῦτον Ἐρευθαλίωνι παραδοῦναι, τὸν δὲ Ἐρευθαλίωνα ὑπὸ Νέστορος ἀναιρεθῆναι νέου ὄντος· φησὶ γὰρ γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων (Η 153). ῥητέον δὲ ὅτι ἴσως ἀπέθανεν Ἀρηίθοος ἐνιαυσιαῖον ἐάσας τὸν υἱόν, ἀνεῖλε δὲ τὸν Ἀρηίθοον ὁ Λυκοῦργος ἤδη γηραιὸς ὤν· φησὶ γὰρ πέφνε δόλῳ οὔτι κράτεΐ γε (Η 142)· ὀλίγον δὲ ἐπιβιοὺς δύναται Ἐρευθαλίωνι παραχωρεῖν τὴν πανοπλίαν. προκαλούμενος δὲ οὗτος τοὺς Πυλίους οὐκ ἀπεικότως ὑπὸ Νέστορος ἀναιρεῖται νέου ὄντος, ὥστε Νέστορα μὲν εἶναι Μενεσθίου πρεσβύτερον, τῶν δὲ ἄλλων τῶν ἐπὶ Ἴλιον στρατευσάντων μείζονα Μενέσθιον. ἢ τῇ τοῦ ὀνόματος ὁμωνυμίᾳ· ὁ γὰρ τοῦ Μενεσθίου πατὴρ Ἀρηίθους Βοιωτὸς ἦν, ὁ δὲ ὑπὸ Λυκούργου ἀναιρεθεὶς Ἀρκάς.

   ἀδύνατον Μενέσθιον τοῦ κορυνήτου υἱὸν ὄντα πολεμεῖν. πρεσβύτερος γὰρ ἂν εἴη Νέστορος, εἴγε τὸν κορυνήτην Λυκοῦργος ἀνεῖλεν, εἰ γηράσας δὲ οὗτος Ἐρευθαλίωνι κατέλιπε τὴν κορύνην, τοῦτον δὲ Νέστωρ νεώτατος ὢν ἀνεῖλεν (Η 142-154). ἡ δὲ λύσις ἀπὸ τῆς λέξεως· ὁμώνυμος γὰρ πατὴρ υἱῷ, καὶ ὅταν φησὶν (Η 138) ὁ κορυνήτης, οὐ τὸν Μενέσθιον λέγει ἀλλὰ τὸν Ἀρηίθοον τὸν Μενεσθίου πατέρα, ὥστε εἶναι τὸν κορυνήτην πάππον τοῦ Μενεσθίου.

[44]    ...... διὰ τί δὲ οὐχ ὁ Ἀπόλλων ὑπέθετο Ἕκτορι προκαλέσασθαι; ὅτι ἡττηθεὶς ἔμελλεν ἀπιέναι.

[93]    διὰ τί προκαλουμένου Ἕκτορος εἰς μονομαχίαν οἱ μὲν ἄλλοι ἄριστοι αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δ' ὑποδέχθαι (Η 93), Μενέλαος δὲ πρῶτος ἀνίσταται καὶ μεμψάμενος τοὺς ἄλλους κατεδύσατο τεύχεα καλὰ (v. 103) μάχεσθαι προθυμούμενος, ὅτε δὲ προτραπέντες οἱ ἐννέα ἀνίσταντο, οὐδαμοῦ οὗτος ἐν τούτοις εὑρίσκεται, ἀλλ' Ἀγαμέμνων καὶ Διομήδης καὶ οἱ Αἴαντες καὶ Ἰδομενεὺς καὶ Μηριόνης καὶ Εὐρύπυλος καὶ Θόας καὶ Ὀδυσσεύς (v. 161 sqq); φησὶ δὲ ὁ Ἀριστοτέλης, ὅτι ἅπαξ ἀκούσας μηδ' ἔθελ' ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι Ἕκτορι (v. 111) οὐκ ἔμελλεν αὖθις ἀνίστασθαι, καὶ ὅτι τὸ πρότερον ἐκ φιλονεικίας ἡ ἀνάστασις, καὶ ὅτι ἤδη μονομαχήσας ἐτύγχανεν Ἀλεξάνδρῳ καὶ οὐ καλῶς ἀπαλλάξας, καὶ νεωστὶ ἐτέτρωτο ὑπὸ Πανδάρου, καὶ ὅτι ἀποκινδυνεύειν τοῦτον οὐκ ἐχρῆν ἐν ᾧ τὸ τέλος ἤρτητο τοῦ πολέμου· ἐπὶ γὰρ Ἀλεξάνδρου ἴσον ἦν τὸ τοῦ κινδύνου.

[101]    πῶς ἐν πολέμῳ ὢν οὐκ ἦν ὡπλισμένος; φαμὲν ὅτι ἀσφαλέστερα ὅπλα ἀναλαβεῖν θέλει μέλλων εἰσιέναι εἰς μονομάχιον ‹μονομαχίαν Lp›.

[107]    διὰ τί τὸν μὲν Ἀλέξανδρον κελεύει μονομαχεῖν Ἕκτωρ (Γ 39 sqq.), τὸν δὲ Μενέλαον κωλύει κινδυνεύειν Ἀγαμέμνων καὶ οἱ ἄλλοι βασιλεῖς; ὅτι τοῦ μὲν Ἀλεξάνδρου ἀδικοῦντος ἡδέως οἱ Τρῶες εἶχον, τὸν δὲ ὡς ἀδικούμενον ἐλεοῦσιν.

[125]    ..... ἀνόητον δέ φασι τὸ μὴ τοὺς γονεῖς αὐτῶν παραλαβεῖν ἀχθομένους, ἀλλὰ τὸν Πηλέα, ὃν ἔδει χαίρειν δυστυχούντων Ἑλλήνων διὰ τὴν Ἀχιλλέως ὕβριν. ἔστι δὲ ἔντεχνον· εἰ γὰρ ὁ τοῦ πολεμίου πατὴρ ἀθυμεῖ, πόσῳ μᾶλλον οἱ ὑμῶν; ἅμα δὲ καὶ ὑπομιμνήσκει Ἀγαμέμνονα Ἀχιλλέως, ὅτι ὁ νῦν προκαλούμενος πάντας, ὄφρ' Ἀχιλλεὺς μετ' Ἀχαιοῖσιν πολέμιζεν, οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ (Ι 352)· ἐπαχθὲς γὰρ ἦν οὕτω σαφῶς ὀνειδίσαι. προμνηστεύει οὖν τὰς λιτάς, καὶ τοῖς βαρβάροις δὲ ἐμφαίνει ὅτι οὐκ ἔσται ἡ Ἀχιλλέως ὀργὴ πολυχρόνιος, τοῦ Πηλέως οὕτως πρὸς τοὺς Ἕλληνας διακειμένου. ὑποθωπεύει δὲ λεληθότως τὸν Ἀχιλλέα.

[171]    ..... ἀνοήτως δὲ, φασὶν, ἐπὶ κλῆρον ἔρχεται· δέον γὰρ ἑλέσθαι τὸν ἄριστον πάντων, ὅπου τοιοῦτος ὁ κίνδυνος ἦν, τὸν δὲ φαυλότατον ἐᾶσαι. τοῦτο δὲ ποιεῖ ὁ Νέστωρ, ἵνα μὴ ἑνὸς προκριθέντος ὑβρισθῶσιν οἱ λοιποί. τῷ τε πολεμίῳ ἐνδείκνυται, ὅτι οὐχ ἕνα μόνον οἴεται ἀξιόχρεων εἰς τὴν πρὸς αὐτὸν μάχην. καὶ ἵνα μήτε νικήσας τὸν ἄριστον δοκῇ νενικηκέναι ἀλλὰ τὸν ὑπὸ κλήρου δεδομένον, μήτε λειφθεὶς ὑπὸ τοῦ ἀρίστου λελεῖφθαι ἀλλ' ὑπὸ τοῦ λαχόντος τὸν κλῆρον. ἅμα δὲ καὶ ἀγωνιᾷ ἐπὶ τῷ κλήρῳ ὁ ἀκροατής.

[175]    Ζ 168.

[185]    v. ad Ζ 168.

[229]    διὰ τί ὁ Αἴας τῷ Ἕκτορι δεδήλωκε τὴν τοῦ Ἀχιλλέως μῆνιν; οὐδεμία γὰρ ἀνάγκη ἦν οὐδὲ φρονίμου ἀνδρὸς τὰ παρ' αὐτοῦ κακὰ τοῖς πολεμίοις ἐξαγγέλλειν, ἢ ὅτι ἐγίνωσκον οἱ Τρῶες τὴν μῆνιν Ἀχιλλέως ὑποδεῖξαι πάντως· ὁ γὰρ Ἀπόλλων ἐδήλωσεν αὐτοῖς ἐν οἷς φησιν (Δ 512. 13)·

   οὐ μὰν οὐδ' Ἀχιλεὺς Θέτιδος πάϊς ἠυκόμοιο

   μάρναται, ἀλλ' ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει.

εἰ δ' ἀγνοοῦσι τὴν ὀργὴν οἱ Τρῶες, καὶ οὕτως τὸ τῆς δηλώσεως ἀναγκαῖον, μὴ ἐν τῷ λοιμῷ τεθνηκέναι νομίσωσιν αὐτόν. λύσις. Ἀριστοτέλης δέ, ἵνα μὴ οἴηται τὸν Ἀχιλλέα ἀποδεδειλιακέναι, ἀλλὰ κἀκεῖνον καὶ ἄλλους αὑτοῦ εἶναι κρείττους. εἶτα εἰπὼν

   νῦν δὴ σάφα εἴσεαι οἰόθεν οἶος,

   οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι,

   καὶ μετ' Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα (Η 266 sqq.),

ἵνα καταπλήξῃ τῆς Ἀχιλλέως ἀρετῆς ἀναμνήσας, ὃν ἐδόκει πεφοβῆσθαι, εἰκότως πέπονθεν Ἀχιλλεύς. τὸ γὰρ μετ' Ἀχιλλῆα ἀμφίβολον, πότερον μετὰ τὴν ἐκείνου τελευτὴν ἢ μετὰ τὴν ἐκείνου ἀρετὴν ἢ καθάπερ ἐκεῖνος ἦν καὶ ἄλλοι εἰσίν. ἀναγκαῖον οὖν δηλῶσαι τί πέπονθεν Ἀχιλλεύς, καὶ ὅτι μηνίων οὐ πάρεστιν ἀλλ' οὐχὶ τεθνηκὼς ἢ ἀποπλεύσας, ἀλλ' ὅτι ἐν νηυσὶ κορωνίσι μηνίων. ὀργὴ δ' ἐν ἀγαθοῖς ἀνδράσιν εὐδιάλυτον.

[276]    ὁ μὲν Ἰδαῖος εἰκότως προσέρχεται, τὸν Ἕκτορα σώσων κινδυνεύοντα· ὁ δὲ Ταλθύβιος οὐκέτι, τὴν νίκην Αἴαντος ἀφαιρούμενος. φαμὲν δὲ ὅτι οὐδέπω ἀκριβὴς ἦν ἡ νίκη περὶ τὸν Αἴαντα· ἐπὶ ξίφη γὰρ αὐτοὺς ὡρμῆσθαι λέγει, ἔνθα μάλιστα τύχης, οὐ τέχνης καὶ ἰσχύος, κρίσις τὸ πλεῖστον ἔχει· ἀπὸ ἴσου γὰρ ὁρμῶνται. ἔτι τε καὶ τὸν Ἕκτορα ὁρᾷ ὑπὸ θεῶν βοηθούμενον. ἀλλὰ καὶ διὰ τὸ τῆς νυκτὸς κατάστημα. κατὰ τὸ σιωπώμενον δὲ οἱ ἡγεμόνες αὐτοὺς πέμπουσιν.

[298]    αἵ τέ μοι εὐχόμεναι θεῖον δύσονται ἀγῶνα. ἀγῶνα. ἀγῶνα λέγει καὶ τὸν τόπον· λείηναν δὲ χορὸν ‹χῶρον cod.› καλὸν δ' εὔρυναν ἀγῶνα (θ 260) καὶ Ἀργεῖοι δ' ἐν ἀγῶνι καθήμενοι (Ψ 448), καὶ τὸ ἄθροισμα δέ· Ἥρη ‹ηρη cod.› μὲν μετ' ἀγῶνα νεῶν (Υ 33), καὶ τὸ πλῆθος· λῦτο δ' ἀγών (Ω 1), καὶ τὸ ἆθλον. θεῖον οὖν ἀγῶνα νῦν τὸ ἱερὸν εἶπε καὶ τὸν νεὼν ‹νέων cod.›, ἤτοι θεῖον τόπον ὄντα καὶ θεῖον ἄθροισμα περιέχοντα, διὰ τὸ πολλῶν θεῶν ἀνατίθεσθαι ἐν αὐτῷ ἀγάλματα. εὐχόμεναι δὲ ἐμοί, οὐχ ὑπὲρ ἐμοῦ, ὅτι περὶ χειρόνων ἦν ἡ εὐχὴ ἀλλ' οὐχ ὑπὲρ τοῦ χείρονος ‹ὑπὲρ αὐτοῦ ὡς χείρονος ›

   νῦν (Σ 376) τὸν ναὸν λέγει. ἀγὼν δὲ σημαίνει ε΄· τὸν τόπον, ὡς τὸ λείηναν δὲ χορὸν ‹Vill.; cod. χῶρον› καλὸν δ' εὔρυναν ἀγῶνα, τὸ ἄθροισμα· ἦλθε μετ' ἀγῶνα νεῶν ‹Bkk.; cod. νέων› καὶ Παλλὰς Ἀθήνη, τὸ πλῆθος, ὡς τὸ λῦτο ‹λύτο cod.› δ' ἀγών, τὸ ἆθλον, ἀγῶνος ἆθλα. τὸν ναόν, ὡς ἐνταῦθα καὶ αἵ τέ μοι εὐχόμεναι θεῖον δύσονται ἀγῶνα.

[336]    Ζ 252.

[433]    v. in fine operis.

[436]    v. ad Ζ 252.

[8]

[1]    Ἠώς διάφορα σημαίνει· τήν τε σωματοειδῆ θεὸν διὰ τὸ φάναι τὸν ποιητὴν

   Ἠὼς δ' ἐκ λεχέων παρ' ἀγαυοῦ Τιθωνοῖο

   ὤρνυθ', ἵν' ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι, (Λ 1. 2),

καὶ τὸν ὄρθρον φερωνύμως κληθέντα ἀπὸ τοῦ ὀρθοῦσθαι ἡμᾶς ἀπὸ τῆς κοίτης καὶ περὶ τὰ οἰκεῖα τρέπεσθαι ἔργα, ὡς ὅταν φησὶν

   ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ' αἶαν (Θ 1), καὶ τὸ ἀπὸ πρωΐας μέχρις ὥρας ἕκτης διάστημα, ὡς τὸ

   ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ (Θ 66), καὶ τὴν ὅλην ἡμέραν, καθ' ὃ σημαινόμενον ἡμέρα νοεῖται ὁ ἀπὸ ἀνατολῆς τοῦ ἡλίου δρόμος μέχρι δύσεως, ὁπότε τὴν ὑπὲρ ἡμᾶς ποιεῖται φορὰν ὁ θεὸς οὗτος, τὸ παρ' ἡμᾶς διεξιὼν ἡμισφαίριον, ὡς τὸ

   οἵ ῥ' ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοὶ

   ἠοῖ τῇ προτέρῃ, τότε δὲ Ζεὺς ὦρσε μάχεσθαι (Ν 793),

καὶ

   ἤματι τῷ προτέρῳ, ὅτ' ἐμαίνετο φαίδιμος Ἕκτωρ (Φ 5),

καὶ τὸ συναμφότερον ἡμέραν τε καὶ νύκτα, καθ' ὃ σημαινόμενον καὶ παρὰ τοῖς μαθηματικοῖς νοεῖται, ὡς τὸ

                                    ἠὼς δέ μοί ἐστιν

   ἥδε δυωδεκάτη, ὅτ' ἐς Ἴλιον εἰλήλουθα (Φ 80),

καὶ τὴν ἡλίου πάροδον καὶ τὸν τόπον ὅθεν ἀνατέλλει ὁ ἥλιος κατὰ Ἀρίσταρχον·

   ὦ φίλοι, οὐ γὰρ ἴδμεν ὅπῃ ζόφος [οὐδ' ὅπη ἠὼς]

   οὐδ' ὅπῃ ἠέλιος φαεσίμβροτος εἶσ' ὑπὸ γαῖαν,

   οὐδ' ὅπῃ ἀννεῖται (κ 190 sqq.)·

νῦν γὰρ, καθά φησιν ὁ Κράτης, τῶν τεσσάρων τοῦ κόσμου μέμνηται μερῶν, ἄρκτου, μεσημβρίας, ἀνατολῆς καὶ δύσεως, ἅπερ ἀλλήλοις ἐξ ἀντιθέτου ἀντίκειται, ἡ μὲν ἄρκτος τῇ μεσημβρίᾳ, ἡ δὲ ἀνατολὴ τῇ δύσει.

   ...... καὶ ποσαχῶς μὲν ἠώς παρ' αὐτῷ λέγεται εἴρηται· ὅτι δὲ ἡ κροκόπεπλος καὶ ἡ ῥοδοδάκτυλος ἐπὶ τῆς δαίμονος λέγεται δῆλον. ἐπεὶ δὲ τὰ ἐπίθετα ἐκ τοῦ περὶ τὸ ὁρώμενον τῆς ἡμέρας καταστήματος εἴληπται, ἐξηγεῖται τὸ ἐκ ποίας μὲν καταλήψεως ἡ κροκόπεπλος, ἐκ ποίας δὲ ἡ ῥοδοδάκτυλος. φημὶ τοίνυν, ὡς διὰ μὲν τῆς τοῦ κρόκου χρόας δηλοῖ ὀλίγον τῆς ἡμέρας φῶς πολλῷ τῷ τῆς νυκτὸς μέλανι κιρνώμενον, ὅταν δὲ λέγῃ ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς (e. c. Α 477), διὰ τῆς τοῦ ῥόδου χροιᾶς δηλοῦν αὐτὸν ὀλίγον τὸ τῆς νυκτὸς μέλαν πολλῷ τῷ τῆς ἡμέρας φωτὶ κεχρωσμένον. καὶ ὅτι τοῦτο νοεῖ, δῆλον ἔστω ἐκεῖθεν· μνησθεὶς γὰρ ἑωσφόρου, ὡς νυκτὸς ἔτ' οὔσης ἀνατέλλει, ἐπάγει αὐτῷ τὴν κροκόπεπλον ἠῶ·

   ἦμος ἑωσφόρος εἶσι φόως ἐρέων ἐπὶ γαῖαν,

   ὅν τε μέτα κροκόπεπλος ὑπεὶρ ἅλα κίδναται ἠώς (Ψ 226. 7). (Ψ 226. 27).

γεννήσας δὲ ἐκ τῆς κροκοπέπλου τὸν ὄρθρον ἐπάγει τὴν ῥοδοδάκτυλον·

   ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος ἠώς.

   ἐν δὲ τῷ ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ' αἶαν (Θ 1) τοῦ κίδνασθαι δηλοῦντος τὸ σκορπίζεσθαι ὡς ἐν τῷ σκίδναται κατὰ στρατόν (Α 487?), δύο ταῦτα τηρήσεως ἄξια ὑπεδείκνυεν· ἓν μὲν ὅτι ἐκίδνατο ἔφη πᾶσαν ἐπ' αἶαν, ὅπερ παράτασιν ἔχει, οὐ συντέλειαν, οἷον τὸ ἐσκεδάσθη· ἐπεὶ δὲ σφαιροειδοῦς ὄντος τοῦ κόσμου καὶ τῆς γῆς οὐχ ἅμα παρὰ πᾶσι κατὰ τὸ αὐτὸ ὁ ἥλιος ἀνατέλλει οὐδὲ κατὰ τὴν αὐτὴν ὥραν ἡ ἡμέρα ἀνίσταται, εἰκότως ἐκίδνατο ἔφη, τὴν ἐν παρατάσει ἄλλοτε πρὸς ἄλλους ἐπιβολὴν παριστὰς τῆς ἡμέρας καὶ πορείαν. ἕτερον δὲ πάλιν ἐσημειούμην, ὅτι σὺν τῷ ἀποτελέσματι καὶ τὸν κύριον τοῦ ἀποτελουμένου εἶναι βούλεται· ἡ μὲν γὰρ θεὸς κροκόπεπλος ὡς ἂν οὐσία ἔννους τε καὶ ἔμψυχος καὶ ἐνσώματος, τὸ δὲ ἀπ' αὐτῆς σκεδάννυται περὶ τὴν γῆν. ὁ δὲ λαβὼν τὴν σωματοειδῆ θεὸν ἐν τῷ κροκόπεπλος συνήρτησεν αὐτὴν τῷ σκεδαννυμένῳ ἀπ' αὐτῆς φωτί, εἰπὼν αὐτὴν ἀλλ' οὐχὶ τὸ ἀπ' αὐτῆς φῶς σκεδάννυσθαι· Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ' αἶαν· οὐ γὰρ δήποτε ἡ σωματοειδὴς ἐπεπόρευτο, ἀλλὰ τὸ ἀπ' αὐτῆς ἡμερινὸν φῶς. ἀλλ' οἶδεν, ὅπου τὸ ἀποτέλεσμα, ἐκεῖ καὶ τὸ ἀποτελοῦν.

   ὅτι δὲ καὶ ἐπὶ τῶν ἄλλων οἶδε τὸ ποιοῦν καὶ τὸ ἀποτελούμενον, λάμβανε πρῶτον ἐπὶ τῆς νυκτός· τὸ μὲν ἀποτέλεσμα·

   νὺξ δ' ἤδη τελέθει, ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι (Η 282),

   αἱ δέ τε νύκτες ἀθέσφατοι (ο 392),

   ἐκ νυκτὸς δ' ἄνεμοι χαλεποί (μ 286), τὴν δὲ δεσπότιν·

   εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν·

   τὴν ἱκόμην φεύγων καὶ

   ἅζετο γὰρ μὴ Νυκτὶ θοῇ ἀποθύμια ἔρδοι (Ξ 25961).

οὕτω καὶ ἥβη ἀποτέλεσμα καὶ θεὸς ταύτης προστάτις·

   οἳ νῶϊν ἀγάσαντο παρ' ἀλλήλοισι μένοντες

   ἥβης ταρφθῆναι καὶ γήραος οὐδὸν ἱκέσθαι (ψ 211),

τῆς νεότητος καὶ ἀκμῆς τῆς ἐν νεότητι σφριγώσης· ὄφρ' ἥβῃ τε πεποίθεα χερσί τ' ἐμῇσιν (θ 181), οὐδέ τι ἥβης δεύεται (θ 136)· ἐπὶ γὰρ πάντων τὰ ἀποτελέσματα λέγεται. ἐπὶ δὲ τῆς θεοῦ· μετὰ δέ σφισι πότνια Ἥβη νέκταρ ἐῳνοχόει (Δ 2), τὸν δ' Ἥβη λοῦσεν (Ε 905)· ἐν γὰρ τοῖς ἀγηράτοις θεοῖς καὶ ἀεὶ ἡβῶσιν οἰνοχόον τὴν Ἥβην καὶ ὑπηρέτιν ἐποίησεν. ἐκ τούτων λύσεις, πῶς ἀγάστονόν τε λέγει τὴν Ἀμφιτρίτην, ὅταν εἴπῃ (μ 96)·

   καὶ εἴ ποθι μεῖζον ἔνεστι

   κῆτος, ἃ μυρία βόσκει ἀγάστονος ἀμφιτρίτη, καὶ πάλιν κλυτὸν ἐν οἷς φησιν (ε 421)·

   ἢ ἔτι μοι καὶ κῆτος ἐπισσεύῃ μέγα δαίμων

   ἐξ ἁλός, οἷά τε πολλὰ τρέφει κλυτὸς Ἀμφιτρίτη·

κλυτὸς μὲν γὰρ ἡ θεὸς, ἡ μεγάλη δαίμων, ἀγάστονος δὲ ἡ θάλασσα. οὕτως καὶ γῆ μὲν τὸ στοιχεῖον· ἕλε γαῖαν ἀγοστῷ (Λ 425) καὶ κάππεσεν ἐν γαίῃ, ἡ δὲ θεός· ἴστω νῦν τόδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθεν (Ο 36) καὶ Γῆ τε καὶ Ἠέλιος καὶ Ἐρινύες (Τ 259). οὕτω καὶ Στυγὸς ὕδωρ λέγει, τῆς δαίμονος, τὸ Στύγιον ἀπ' αὐτῆς καλούμενον· καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ (Ο 37), ὥσπερ καὶ ποταμὸν λέγει δαίμονα Ἀλφειὸν καὶ Ἀξιὸν καὶ Σπερχειόν, ὧν εἶναι καὶ γένος, καὶ Ξάνθον δινήεντα. καὶ ὅταν μὴ εἴπῃ τὸ ὄνομα τοῦ θεοῦ, τὸν εὐχόμενον ποιεῖ λέγοντα· κλῦθι ἄναξ, ὅτις ἐσσί (ε 445)· εὔχεται δὲ τῷ ποταμῷ, ὡς ἂν ἑκάστου ἔχοντος δαίμονα. ὁ δὲ καὶ ἐν ταῖς κρήναις οἶδε θεάς, ἃς Νύμφας καλεῖ· Νύμφαι κρηναῖαι, κοῦραι Διός (ρ 240), καὶ ἄλλαι Νύμφαι ὀρεστιάδες, κοῦραι Διός (Ζ 420). οὕτω πεπληρῶσθαι θείων δυνάμεων Ὅμηρος ἡγεῖτο ἅπαντα.

[2]    ad v. 5.

[5sqq]    ἐν τῇ Διὸς δημηγορίᾳ τῇ οὕτως ἐχούσῃ·

   κέκλυτέ μευ, πάντες τε θεοὶ πᾶσαί τε θέαιναι,

πῶς ἄξιον διὰ τὴν τῶν Ἀχαιῶν ἀρετὴν ἐκκλησίας δεῆσαι ὑπελήφθη τῷ Διί, ἐν δὲ τοῖς ἑξῆς (v. 133) καὶ ὄμβρων καὶ κεραυνῶν ἵνα ἡττηθῶσι, καλῶς εἴρηται καὶ ἐν ἄλλοις καὶ ὅτι βούλεται μὲν εἴργειν τῆς συμμαχίας τὴν Ἥραν καὶ τὴν Ἀθηνᾶν, ἃς οἶδε μάλιστα τῇ γνώμῃ αὐτοῦ ἐναντιωθησομένας, κοινὸν δὲ ποιεῖται περὶ πάντων τῶν θεῶν τὸν λόγον καὶ τῶν Τρωσὶν ἐπαμυνόντων, ἵνα μὴ ταύταις ἀντιπράττειν μόναις δοκῇ. διὸ καὶ μάλιστ' ἀποτείνεται τὸν λόγον πρὸς τὰς θηλείας· κέκλυτέ μευ πάντες τε θεοὶ πᾶσαί τε θέαιναι, καὶ ἀπὸ τῶν θηλειῶν ἄρχεται· μήτε τις οὖν θήλεια θεὸς τόγε μήτε τις ἄρσην.

   καὶ μὴν κἀκεῖνο λύεται καλῶς· πῶς γὰρ ὑπεσχημένος ὁ Ζεὺς τῶν Τρώων ἐπικουρίαν οὐκ εὐθὺς ἐποίησε νικῶντας αὐτοὺς κατὰ τὴν πρώτην τῆς Ἰλιάδος ἀρχήν, ἀλλὰ νῦν μετὰ ἧτταν καὶ τοσοῦτον τῶν Τρώων φόνον; ἔδει γὰρ αὐτοὺς πρότερον, φασὶν, ἀντὶ τῆς τῶν ὅρκων παραβάσεως δοῦναι δίκην. ἃ γὰρ ὁ ποιητὴς ἐφρόνει, ταῦτα ποιεῖ τινα λέγοντα· λέγει γὰρ ὁ Ἀγαμέμνων·

   Ζεὺς δέ σφιν Κρονίδης ὑψίζυγος αἰθέρι ναίων

   αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσιν,

   τῆσδ' ἀπάτης κοτέων (Δ 1668).

ἅμα δὲ καὶ ἠθέλησεν ἀλκιμωτέρους Ἕλληνας ἐπιδείξας τότε τοῖς Τρωσὶ τὴν παρὰ τοῦ Διὸς βοήθειαν ἐπαγαγεῖν. καὶ τὸ ὁμοειδὲς δὲ ἐφυλάξατο· ἦν γὰρ ὁμοειδὲς Τρωσὶ μάχῃ παράγειν τοὺς Ἕλληνας ἡττωμένους· ποικίλλειν γὰρ θέλει. ὅθεν ἐν μὲν τῇ προτέρᾳ μάχῃ ἀμφοτέροις βοηθοῦντας ἐποίησε τοὺς θεούς, ἐν αὐτῇ δὲ μόνον τὸν Δία τοῖς βαρβάροις (Θ 130 sqq.), εἶτα πάλιν ἐρεῖ ἀμφοτέροισι δ' ἀρήγεθ', ὅπη νόος ἐστὶν ἑκάστου (Υ 25). οὕτως ἐθηρᾶτο τὸ ποικίλον.

   ταῦτα μὲν οὖν εἴρηται. τί δὲ δηλοῦν ἐθέλει ἀλλ' ἅμα πάντες αἰνεῖτ', ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα (Θ 8. 9), οὐ πάντως παρέστησε, ποῖα γὰρ ἔργα τελευτήσει, οὐ παρέστησεν ὁ Ζεύς, ἀλλ' ἐν ἀσαφεῖ εἴασεν. λέγει δέ· ἃ ἐγὼ ἐργάζεσθαι μόνος βούλομαι, πρὸς ἃ καὶ παρακελεύεται μηδένα ἀντιπρᾶξαι τῶν θεῶν. ἐργάζεσθαι δὲ ἠβούλετο εἰς τέλος ὡς Ἀχιλῆα τιμήσῃ, ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν (Β 3. 4)· ἔφη γὰρ οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ' ἀπατηλὸν οὐδ' ἀτελεύτητον, ὅ τι κεν κεφαλῇ κατανεύσω (Α 526. 27)· ταῦτα οὖν ἔφη ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα, εἰς τέλος ἀγάγω. καὶ ἡ παροιμία· μήπω μέγ' εἴπῃς, πρὶν τελευτήσαντ' ἴδῃς (Soph. fr. Tyr., 5834b Dind.), ἤγουν μὴ θαυμάσῃς τὸν μέγα ἐπαγγελλόμενον. ἀσαφῆ δὲ ἐάσας ὅσα ἐξεπίτηδες ἔφη τάχιστα ἐκτελέσειν, ὡς σαφῶς εἰπὼν ἐπάγει ὃν δ' ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω καὶ τὰ ἑξῆς (Θ 10 sqq.). ὅθεν οὐκ ἔστι περισσὸν τὸ ὃν δ' ἂν ἐγών, οὐδ' ἐντεῦθεν ἄρχεται τοῦ λόγου, ἀλλ' ἐκ τοῦ αἰνεῖτ', ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα, ᾧ ἀκόλουθον ὡς δηλώσαντος τὸ βούλημα τὸ ὃν δ' ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω. λέγουσι δὲ κἀν τούτῳ περιττεύειν τὸ ἐθέλοντα· ἔδει γὰρ ὃν δ' ἂν ἐγὼ νοήσω ἐλθόντα Τρώεσσιν ἀρηγέμεν. οὐκ ἔστι δὲ περισσόν, ἀλλ' ἔστιν ἡ διάνοια· ὃν δ' ἂν ἐγὼ νοήσω ἢ Τρώεσσι θέλοντα ἀρηγέμεν ἢ Δαναοῖσιν ἐλθόντα.

[14]    .... πῶς δὲ δύναταί τις ἐκεῖσε κατελθεῖν; φαμὲν δὲ ὅτι οἱ ἀπειλοῦντες τὰ ἀδύνατα σχεδὸν ἀπειλοῦσι πρὸς κατάπληξιν.

[14]    ..... οἱ δὲ ζητοῦσι, πῶς πάντων περιγίνεται ὁ Ζεὺς ὁ ὑπὸ τριῶν μόνων δεθείς, καθά φησιν ἐν τῇ Α (400)· ῥητέον οὖν ὅτι ἐκεῖ μὲν ἐξ ἐπιβουλῆς ἡ ἰσχύς, ἐνταῦθα δὲ ἐκ τοῦ φανερῶς κρατεῖν.

[14]    ὁ νοῦς ἀσαφής, ὅντινα ἀγνοήσαντες ἠθέτησαν τὰ ἔπη. ἡ δὲ ἀσάφεια ἐκ τοῦ πρόφρονι· ἀπέδοσαν γὰρ ὡς δηλοῦντος τοῦ ποιητοῦ διὰ τοῦ πρόφρονι· οὐ κατὰ σπουδὴν ταῦτα ἀγορεύω. ἔστι δὲ οὐ τοῦτο, ἀλλὰ τῇ πρό κέχρηται ἀντὶ τῆς ὑπέρ συνήθως, ὡς ἐν τῷ ἀεθλεύων πρὸ ἄνακτος ἀμειλίκτου (Ω 734) ἀντὶ τοῦ ὑπὲρ ἄνακτος, καὶ ἐν τῷ χρείῃ ἀναγκαίῃ πρό τε παίδων καὶ γυναικῶν (Θ 57.) ἀντὶ τοῦ ὑπὲρ παίδων καὶ γυναικῶν βούλεται λέγειν. φησὶν οὖν καὶ ἐνταῦθα· οὐ καθ' ὑπερφροσύνην οὐδ' ὡς τύραννος λέγω ταῦτα· βούλομαι γὰρ ἤπιος εἶναι καὶ πρᾶος. καὶ ὁ τοί οὖν παραπληρωματικὸς καὶ οὐκ ἀντὶ τοῦ σοί παρείληπται. πρέπουσα τοίνυν ἡ διάνοια ἄρχοντι βουλομένῳ ἐνδείκνυσθαι βασιλικὴν ἠπιότητα καὶ οὐ τυραννικὴν ἀγριότητα· οἱ γὰρ ῥηθέντες μετ' ἀπειλῆς λόγοι ὑπέρφρονα θυμόν, καὶ ὃν ἐν ἄλλοις ἀγήνορα ἔφη, ἐνεδείκνυντο.

[14]    δεῖπνον λέγεται καὶ τὸ ἐξ ἑωθινοῦ ἀκράτισμα, ὡς νῦν ἐν τοῖς προκειμένοις, καὶ τὸ ὑφ' ἡμῶν λεγόμενον ἄριστον, ὡς ἐν τῷ

   ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὡπλίσσατο ‹ὡπλίσατο cod.›

   δεῖπνον (Λ 86).

καὶ πάλιν ἄριστον τὸ ἀκράτισμα· ἐντύναντο ἄριστον ἅμ' ἠοῖ κειαμένω ‹κειμένω cod.› πῦρ (π 2). τὸ δὲ ἐν τοῖς προκειμένοις ἀπὸ δ' αὐτοῦ θωρήσσοντο οὐκ ἔστιν ὑπερβατόν, ὥς τινες· ἀπεθωρήσσοντο δὲ αὐτοῦ, ἀλλά φησιν ἀπὸ τοῦ δείπνου ἐθωρήσσοντο. καὶ ἔστι πεζοτέρα ἡ φράσις, καὶ διὰ τοῦτο λανθάνει τὸ νόημα.

[56]    καὶ πῶς φησι πολλέων ‹alt. λ eras. B; πολέων Lp› ἐκ πολίων (Β 131); νῦν οὖν τοὺς ἰθαγενεῖς φησι· διὸ καὶ τὸ πρό τε παίδων καὶ πρὸ γυναικῶν (Θ 57). ἢ ἑαυτῶν ἥττους γενόμενοι διὰ τὸν θάνατον. ἀναγκαίως δὲ καὶ τὸ μέμασαν ἐπιφέρει, ἵνα μὴ νομίσωμεν ‹ι in ras. B› αὐτοὺς ἐπτηχότας ἐξιέναι διὰ τὴν προγενομένην ἧτταν.

[58]    πᾶσαι δ' ὠίγνυντο πύλαι, ἐκ δ' ἔσσυτο λαός. οὐ λέγει περὶ τῶν ἐν Ἰλίῳ πυλῶν μόνον ἀλλὰ καὶ περὶ τῶν ἐν τῷ ναυστάθμῳ τῶν Ἑλλήνων, οὐδὲ λαὸν τὸν Τρωικὸν μόνον, ἀλλὰ καὶ τὸν Ἑλληνικόν· τούτῳ γὰρ ἀκόλουθον καὶ τὸ οἱ δ' ὅτε δή ῥ' ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο (Θ 60). εἶτα ἐπάγει ὅτι συνέβαλλον παντάπασι τὰς ἀσπίδας ἀσπίσι, τὰ ἔγχη τοῖς ἔγχεσι, τὰς δυνάμεις ταῖς δυνάμεσι. καὶ ἀναλαμβάνει αὐτά· ἀσπίδες ὀμφαλόεσσαι ἔπληντ' ἀλλήλῃσιν (Θ 62)· ἔψαυον γὰρ ἀλλήλων, τουτέστιν αἱ μὲν τῶν Τρώων ταῖς τῶν Ἑλλήνων.

[70]    ἐν δ' ἐτίθει δύο κῆρε. πρὸς Αἰσχύλον ψυχοστασίαν γράψαντα καὶ τὸ κήρ ἀκούσαντα οὐκ ἐπὶ τῆς μοίρας λεγόμενον ἀλλ' ἐπὶ τῆς ψυχῆς, ὅτι θηλυκῶς μὲν ἡ κήρ τὴν μοῖραν δηλοῖ, οὐδετέρως δὲ τὸ κῆρ καὶ περισπωμένως τὴν ψυχήν, ὃ διαιρεῖται εἰς κέαρ. εἰ δὲ ἔλεγε τὴν ψυχήν, οὐκ ἂν ἔφησε δύο κῆρε διὰ τοῦ ε ἀλλὰ δύο κῆρα διὰ τοῦ α. καὶ αὐτὸς δὲ ἐξηγήσατο τίς ἡ κήρ, εἰπὼν ῥέπε δ' αἴσιμον ἦμαρ Ἀχαιῶν· ἀντὶ γὰρ τοῦ φάναι ῥέπε δὲ ἡ κὴρ τῶν Ἀχαιῶν μεταλαβὼν ἔφη ῥέπε δ' αἴσιμον ἦμαρ Ἀχαιῶν. ἡ κὴρ δὲ εἴληπται οὐχ ἑνὸς τῶν Ἑλλήνων μία ἀλλὰ πάντων, οὐδὲ Τρώων ἑνὸς μία ἀλλὰ πάντων, διὸ καὶ ἐπάγει αἱ μὲν Ἀχαιῶν κῆρες (v. 73). ὡς ἡ ἵππος τῶν πολεμίων σημαίνει τὸ πλῆθος, οὕτως ἡ κὴρ τῶν Ἑλλήνων αἱ κῆρες ἦσαν. καὶ τὸ ἐπὶ χθονὶ ἕζεσθαι (v. 73) τὸ πρὸς γῆν ῥέψαι δηλοῖ, τὸ δ' ἐς οὐρανὸν ἀρθῆναι τὸ ὑπερτέραν γενέσθαι. συμβολικῶς δὲ λαμβάνει τὰ μὲν ῥέποντα πρὸς τὰ χθόνια θανατικά, τὰ δὲ πρὸς τὸν οὐρανὸν ζωτικά· ζωηφόρα γὰρ τὰ οὐράνια, θανατηφόρα δὲ τὰ χθόνια. ὅπερ ἀγνοήσαντές τινες ἠθέτησαν τὰ ἔπη, ἐν οἷς φησιν αἱ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ ἑζέσθην· Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν, νομίσαντες ὅτι τὸ ἑζέσθην δυϊκόν ἐστιν, ὡς ἀποδεξαμένων τινῶν, ὅτι ἀνὰ δύο τίθησι κῆρας εἰς τὸν ζυγόν. οὐ σημαίνει δὲ τὸ ἑζέσθην, ἀλλ' ἀντὶ τοῦ ἕζοντο, ὡς μιάνθην αἵματι μηροί (Δ 146)· ἀντὶ γὰρ τοῦ ἐμιάνθησαν ἐπὶ πληθυντικοῦ κεῖται· εἰ γὰρ ἦν ἐπὶ δυϊκοῦ, ἔφη ἂν μιανθήτην ὡς κλινθήτην καὶ ἡσθήτην. ἑζέσθην οὖν ἀντὶ τοῦ ἑζέσθησαν, ὡς τὸ ἐκόσμηθεν ἀντὶ τοῦ ἐκοσμήθησαν.

   πῶς δύο κῆρες ἐντίθησιν ὁ Ζεύς, ὥσπερ ἀνὰ μίαν ἑκατέρου στρατοῦ, ἐν δὲ τοῖς ἑξῆς πλείους αὐτάς φησιν· αἱ μὲν Ἀχαιῶν κῆρες; ὅτι αἱ δύο καὶ πολλαὶ ἂν εἶεν· λέγομεν γοῦν ‹οὖν Lp› διττὰ πράγματα. πλειόνων δὲ ἔμφασιν διδόντος τοῦ ὀνόματος, εἰκότως ἐν τῇ μεταλήψει πλέονας εἶπεν. ἔστι δὲ σχῆμα συνεκδοχικῶν σχημάτων ἕν. ‹quae sequuntur de origine v. κήρ ad Porphyrium referre non audemus›.

[72]    οὐκ ἄρα, φασὶν, ἐχαρίσατο τῇ Θέτιδι, εἰ μοιρίδιον ἦν. φαμὲν δὲ ὅτι εἰς ἐπίτασιν τῆς Μοίρας καὶ αὐτὸς ὁπλίζεται (v. 43) κατ' αὐτῶν ‹αὐτὴν Lp›, ὅπερ ἦν τῆς χάριτος.

[75]    πῶς ἔφη τὸν κεραυνὸν σέλας δαιόμενον; σέλας μὲν γὰρ ἡ φωτὸς ἔλλαμψις, καυθεῖσα δὲ καὶ ἐκπυρωθεῖσα κεραυνὸς γίνεται καὶ οὐκ ἀστραπὴ μόνον. [προειπὼν αὐτὸς δ' ἐξ Ἴδης μεγάλ' ἔκτυπε καὶ ἐπάγων τὸ κεραυνοῦ ὄνομα ἐσήμανεν, ὡς προηγεῖται ἡ βροντὴ τῆς ἀστραπῆς, δι' ἧς καὶ τὸ σέλας ἐκλάμπει].

   τὸ σέλας δηλοῖ τὴν ἔλλαμψιν. βουλόμενος οὖν εἰπεῖν ὡς οὐκ ἦν ἀστραπὴ τὸ γενόμενον ἀλλὰ κεραυνός, μετὰ τὴν βροντὴν προσέθηκε τὸ δαιόμενον· ἡ γὰρ πρὸ βροντῆς ἀστραπὴ οὐ κεραυνός, μετὰ γὰρ τὴν βροντὴν ὁ κεραυνός, ὅς ἐστι καυστικός.

[97]    ἐζήτηται δὲ πότερον ἄρα οὐδ' ὅλως ἤκουσεν ὁ Ὀδυσσεὺς ἢ οὐκ ἐπείσθη. ῥητέον ὅτι οἱ λέγοντες ὅτι ἀκούσας οὐκ ἐπείσθη δειλίαν τοῦ ἥρωος κατηγοροῦσιν, ἀγνοοῦντες τὸ οὐδ' ἐσάκουσεν. οὐ γὰρ τὸ παρακοῦσαι ἀλλὰ τὸ μὴ αἰσθέσθαι τελείως δηλοῖ· καὶ γὰρ οὐκ ἦν δειλὸς τῶν ἄλλων ἔσχατος φεύγων καὶ τῇ βραδυτῆτι τὸ φιλοκίνδυνον ἐπιδεικνύμενος.

   οὐκ ᾔσθετο ὑπὸ τοῦ θορύβου ἢ οὐκ ἐπείσθη διὰ τὸν καιρόν· φεύγει γὰρ σὺν Αἴαντι καὶ θεομαχεῖν οὐ θέλει. πῶς γὰρ δειλὸς ὁ μετὰ πάντας φεύγων; οὐ γὰρ ἂν Διομήδης τοῦτον μόνον ἐκάλει.

[117]    εἰ τοσοῦτον ‹τοῦτο Lp› ἀπῆν, διὰ τί μὴ φεύγει; τὸ ὅλον πραγματεύεται πρὸς τὸ μὴ ἀθρόως καὶ ἄνευ πόνου ‹πόνων L› νικᾶν τοὺς Τρῶας, ἀλλὰ τοὺς φεύγοντας ἀνακωχὴν ‹ἀνακοχὴν L› λαβεῖν. ἄλλως τε ἢ ‹καὶ pro ἢ L› νικήσειν οἴεται ἢ νικώμενος ῥᾳδίως φεύξεσθαι.

[133]

   cf. ad v. 5, p. 115.

[167]    πῶς δύο εἰπὼν τὸν Διομήδην μεριμνῆσαι ‹τὸν Δ. post μεριμν. L› ἓν ἐπάγει; φαμὲν δὲ ὡς δύο βουλὰς ἐμερίμνησεν εἰς ἓν νευούσας, ἵππους τε στρέψαι καὶ ἐναντίβιον πολεμῆσαι ‹μαχέσασθαι L›, ἢ ὡς ὡμολογημένον ἀφίησι τὸ ἕν, ἤτοι τὸ ἢ στραφῆναι ‹μεταστραφῆναι L› ἢ μὴ στραφῆναι, ὃ κατέλιπεν.

[185]    ἀθετεῖται ὁ στίχος, πρῶτόν γε καὶ διὰ τὸ σύ, εἶτα διὰ τὰ ὀνόματα· Λάμπος γὰρ τῆς Ἠοῦς ἐστιν ἵππος (ψ 246), Ξάνθος Ἀχιλλέως (Τ 400), Πόδαργος Μενελάου (Ψ 295), Αἴθη Ἀγαμέμνονος (Ψ 295), ἣν Αἴθωνα νῦν εἶπε μετατιθεὶς τὸ γένος. οὐδαμοῦ δὲ τεθρίππῳ κέχρηνται ἥρωες, εἰ μὴ ἐν Ὀδυσσείᾳ ἐπὶ παραβολῆς· ἡ δ' ὥς τ' ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι (ν 81). τὸ γὰρ τέσσαρας ἀθλοφόρους ἵππους (Λ 699) ὑπώπτευται ὡς νόθον, ἢ δύο ἅρματα δηλοῦν βούλεται· τὸν δὲ ἐλατῆρα ἀφίει ἀκαχήμενον (Λ 702), τὸν ἐξ ἑκατέρας συνωρίδος. εἴποι δ' ἄν τις πρὸς τοῦτο, ὅτι εἰκὸς, τῶν ἄλλων τεθρίπποις μὴ χρωμένων, τὸν Ἕκτορα θαρσῆσαι τέσσαρας ἵππους ὑποζεῦξαι πρὸς κατάπληξιν τῶν πολεμίων· ἀπόγονος γάρ ἐστι Τρωός, ᾧ Ζεὺς ὑπὲρ Γανυμήδους ἔδωκεν ἵππους, καὶ φιλότιμός ἐστι περὶ ἱππικήν. οἶδε γὰρ ἵππος ἀγαθὸς πρὸς ἱππικὴν ἐγείρειν, ὡς καὶ πρὸς πόλεμον διάφορα ὅπλα καὶ θηρευτικὴ κύων καλῶς ἰχνηλατοῦσα ἐπὶ τὸ κυνηγέσιον. διὸ καὶ τὸν Ἕκτορα θρασὺν ἡνίοχόν φησιν Ὅμηρος (Θ 89), καὶ οὐ μόνον τοῦτον θρασὺν ἀλλὰ καὶ τὸν ἡνιοχοῦντα αὐτῷ Ἀρχεπτόλεμον (Θ 128. 312)· οὐ τοῦ τυχόντος γὰρ ἦν τὸ τέτρωρον ἡνιοχεῖν. φασὶ δέ· εἰ τέτρωρον ἦν, πῶς ὡς πρὸς δυϊκὸν ἀποτείνεται καί φησι νῦν μοι τὴν κομιδὴν ἀποτίνετον καὶ ἐφομαρτεῖτον καὶ σπεύδετον (Θ 186. 191); ῥητέον δὲ καὶ πρὸς τοῦτο, ὅτι οὐ πρὸς ἕκαστον ἵππον λέγει, ἀλλὰ πρὸς τὰ ἐξ αὐτῶν συστήματα· δύο γὰρ ζύγιοι ἦσαν καὶ δύο παρήοροι· τοὺς μὲν οὖν ζυγίους ἀνθ' ἑνὸς τοὺς δὲ παρηόρους ἀνθ' ἑτέρου λαμβάνει. ὅμοιον δέ ἐστι τῷ τόφρα μάλ' ἀμφοτέρων βέλε' ἥπτετο (Θ 67)· πρὸς ἑκατέραν γὰρ κἀκεῖνο στρατιάν· καὶ τῷ

   τύνη δ' ἕστηκας, ἀτὰρ οὐδ' ἄλλοισι κελεύεις·

   μήπως ὡς ἀψῖσι λίνου ἁλόντε (Ε 485. 7)·

πρὸς γὰρ τὸν Ἕκτορα καὶ τοὺς Τρῶας. τρισὶ δὲ ἵπποις ἐχρῶντο οἱ ἥρωες, ἵνα τρωθέντος ἑνὸς τῶν ζυγίων εἰς τὴν τούτου χώραν παρήορος ἄγηται· οἱ δὲ Ὁμηρικοὶ θεοὶ συνωρίσι χρῶνται, ἐπεὶ τιτρωσκόμενοι οὐχ ὁρῶνται. ὁ δὲ Ἕκτωρ ἐτόλμησε προσθεῖναι τὸν τέταρτον ἅμα μὲν διὰ τὰ προειρημένα, ἅμα δὲ καὶ τῶν δυοῖν ἵππων ὑφορώμενος τὴν τρῶσιν. καθ' ἑκάστην δὲ κλητικὴν βραχεῖα διαστολή, οὐκ ἐῶσι δὲ οἱ σύνδεσμοι, ὥς τινες ‹τινα Lp›, δύο εἶναι κύρια καὶ δύο ἐπίθετα ὀνόματα.

[189]    .... ἀθετεῖται δὲ τὸ οἶνόν τ' ἐγκεράσασα, ὅτι οὐ σύνηθες οἶνον πίνειν ἵππους, καὶ διὰ τὸ ὅτε θυμὸς ἀνώγοι· ψυχρὸν γὰρ καὶ τοῦτο ἐπὶ ἵππων. ἔστιν οὖν ὑπερβατόν· ὑμῖν προτέροις πυρὸν παρέθηκεν ἢ ἐμοὶ τὸν αὐτὸν πυρὸν ἔθηκεν οἶνόν τ' ἐγκεράσασα πιεῖν ὅτε θυμὸς ἀνώγοι, ἵν' ᾖ τὸ πυρὸν ἔθηκεν ἀπὸ κοινοῦ.

[197]    καὶ πῶς πρὸ ὀλίγου (v. 182) καῦσαι αὐτὰς ἤθελε; κωμῳδεῖ διὰ τούτου ὁ ποιητὴς τὸ τῶν βαρβάρων εὐμετάβολον.

[230]    v. ad Δ 1.

[230] Vat. ζητ. κζ΄: οὐκ ἔστι Τρώων ἄνθ' ἑκατόν τε διηκοσίων τε ἕκαστος στήσεσθ' ἐν πολέμῳ καὶ πρὸς ἑκατὸν καὶ διακοσίους μαχέσεσθε, ὥς τινες ἀποδεδώκασιν, ἀλλ' ὡς εἰ ἔλεγεν· ἀντίσταθμοι καὶ ἰσοβαρεῖς ἑκατὸν καὶ διακοσίων ἕκαστος ἠπείλει ἐν τῷ πολέμῳ γενέσθαι. τῇ γὰρ διανοίᾳ ταύτῃ ἀκόλουθον τὸ νῦν δ' οὐδ' ἑνὸς ἄξιοί εἰμεν Ἕκτορος (v. 234. 35)· ἀπὸ γὰρ τῶν ἐν τοῖς ζυγοῖς ἱσταμένων καὶ πιπρασκομένων εἴρηται. ἐπὶ μὲν οὖν τούτων εἴρηται· ἔφασκεν εἶναι ἀντίσταθμον ἑκατὸν καὶ διακοσίων ἑαυτὸν λέγειν, ἤτοι ἰσοβαρῆ καὶ ἰσοδύναμιν. ἐπὶ δὲ τοῦ Ἕκτορος· οὐδ' εἴ κέν σ' αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι Δαρδανίδης Πρίαμος (Χ 351), οἷον ἶσον καὶ ἰσόσταθμον χρυσῷ· τὸ δὲ ἐρύσασθαι ἀντὶ τοῦ στῆσαι, ἀπὸ τῶν ἑλκόντων τὸν ζυγόν. ὃ δὲ σημαίνει τὸ ἐρύσασθαι, τοῦτο καὶ ἐτίταινε λέγει· καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα (Θ 69), καὶ τὸ ἐρύσασθαι ἐξηγούμενος ἐπάγει ἕλκε δὲ μέσσα λαβών (Θ 70), καὶ ἐπὶ τῆς χήρας ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει ἰσάζουσα τάλαντα (Μ 434). ἀτάλαντος οὖν ὁ ἶσος καὶ μὴ ταλαντεύων· ἀτάλαντος Ἄρηι (Β 627), ὃ ἐξηγούμενός φησιν ἶσος Ἐνυαλίῳ κορυθάικι (Χ 132). κέχρηται τῇ ἀπὸ τῶν σταθμῶν διαμετρήσει καὶ ἐπὶ τοῦ δείδω μὴ τὸ χθιζὸν ἀποτίσονται Ἀχαιοὶ χρεῖος (Ν 745), ἤγουν ἶσον ἀπολάβωσιν, ὡς ἐν ζυγῷ τὸ ἶσον στήσαντες καὶ ἀπομετρούμενοι ὄφλημα. χρεῖος γοῦν τὸ ὄφλημα, οὐχ ἁπλῶς τὸ πρᾶγμα. φησὶν οὖν· δέδοικα μὴ ὡς δανεισάμενοι χθὲς τὴν νίκην ἀποδῶμεν αὐτοῖς στήσαντες τὸ χρέος.

[231]    B f. 1074b ad ἑκατόν τε (id. L f. 1884b, Π)· οὐκ ἔστι τὸ Τρώων ἀνθ' ‹ita B certe› ἑκατόν τε διηκοσίων τε ἕκαστος στήσεσθ' ἐν πολέμῳ πρὸς ἑκατὸν καὶ διακοσίους μάχεσθαι ἐν πολέμῳ, ὥς τινες ἀποδεδώκασιν, ἀλλ' ὡς εἰ ἔλεγεν· ἀντίσταθμοι καὶ ἰσοβαρεῖς ἑκατὸν καὶ διακοσίων ἕκαστος ἠπείλει γενέσθαι ἐν τῷ πολέμῳ. τῇ γὰρ διανοίᾳ ταύτῃ ἀκόλουθον τὸ νῦν δ' οὐδ' ἑνὸς ἄξιοί εἰμεν Ἕκτορος· ἀπὸ γὰρ τῶν ἐν τοῖς ζυγοῖς ἱσταμένων τε καὶ πιπρασκομένων εἴρηται. ἐπὶ μὲν τούτων ἔφασκεν ἕκαστον αὑτὸν λέγειν ἀντίσταθμον εἶναι ἑκατὸν καὶ διακοσίων, ἐπὶ δὲ τοῦ Ἕκτορος· οὐδ' εἴ κεν σαυτὸν χρυσῷ ἐρύσασθαι Δαρδανίδης Πρίαμος, οἷον ἴσον χρυσῷ καὶ ἰσόσταθμον χρυσῷ· τὸ δὲ ἐρύσασθαι ἀντὶ τοῦ στῆσαι.

   B f. 1844b ad Ν 745: ..... τὸ δὲ μὴ τὸ χθιζὸν ἀποτίσωνται χρεῖος ἀντὶ τοῦ ἶσον ἀπολάβωσιν, ὡς ἐν ζυγῷ τὸ ἶσον στήσαντες καὶ ἀπομετρούμενοι ὄφλημα. χρεῖος γὰρ τὸ χρέος εἶπε καὶ ὄφλημα, οὐχ ἁπλῶς τὸ πρᾶγμα. φησὶν οὖν· δέδοικα μὴ ὡς δανεισάμενοι χθὲς τὴν νίκην ἀποδῶμεν αὐτοῖς, σταθμῷ στήσαντες τὸ χρέος.

[284]    ἐζήτηται δὲ πῶς ἐξ ἁπάντων ἐπαινέσας τὸν Τεῦκρον νῦν ἐπιφέρει νόθον. καί φαμεν μὴ εἶναι πρὸς αἰσχύνης διὰ τὸ παρὰ τοῖς παλαιοῖς ἔθος κρατοῦν· ἐτίμων γὰρ τοὺς νόθους ἐπ' ἴσης τοῖς γνησίοις. ἄλλως τε εἰ καὶ αἰχμάλωτος Ἡσιόνη, ἀλλὰ βασιλίς. ἔτι δὲ καὶ αὐξήσεως ἕνεκα τοῦτ' εἰρῆσθαί φαμεν, ὅτι τῇ ἀρετῇ καὶ τοὺς γνησίους ὑπερέβαλεν.

   οὐκ ὀνειδίζει, ἀλλ' ἐπαινεῖ, ὅτι διὰ τὴν τοῦ τρόπου χρηστότητα καίπερ νόθος ὢν οὕτως ἐτράφη. ἄλλως τε διδάσκει ὅτι οὐκ ἔστιν ὄνειδος τὰ ἴδια ἀκούειν. ἀλλ' οὐδὲ ὄνειδος ἦν ἡ νοθεία παρὰ τοῖς παλαιοῖς. πολεμεῖ δὲ τοὺς ὁμοφύλους βαρβαρόθεν καὶ αὐτὸς ὤν, ὅτι τῇ φιλαδελφίᾳ μᾶλλον ἡττᾶται.

[323sqq]    ἐν τούτοις τοῖς ἔπεσι τοῖς περὶ τοῦ Τεύκρου εἰρημένοις ζητοῦσι ποίαν χεῖρα τέτρωται ὁ Τεῦκρος καὶ πότερον τὴν νευρὰν ἐπὶ τὸν ὦμον ἕλκει καθάπερ οἱ Σκύθαι· τοῦτο γὰρ ᾤετο Νεοτέλης, ὅλην βίβλον γράψας περὶ τῆς κατὰ τοὺς ἥρωας τοξείας, καὶ τοὺς μὲν Κρῆτας φάμενος τὴν νευρὰν ἕλκειν ἐπὶ τὸν μαστὸν τὴν δὲ τάσιν κυκλοτερῆ ποιεῖσθαι, τῶν Σκυθῶν οὐκ ἐπὶ τὸν μαστὸν ἀλλ' ἐπὶ τὸν ὦμον ἑλκόντων μὴ προέχειν τὰ εὐώνυμα μέρη τοξεύοντα τὰ δεξιά. ῥητέον δέ· τὸ αὐερύοντα οὐ δεῖ συνάπτειν τῷ παρ' ὦμον, ἀλλὰ στίξαντα ἐν τῷ αὐερύοντα τὸ ἑξῆς λέγειν, παρ' ὦμον ὅθι κληῒς ἀποέργει αὐχένα τε στῆθός τε· τοῦτο γὰρ τῷ μὲν τὴν νευρὰν ἐπὶ τὸν ὦμον ἕλκειν οὐ συνᾴδει, τῷ δ' ἐμφῆναι βουλομένῳ τὴν παρ' ὦμον πληγήν, ὅπως καὶ πόσε, μάλιστα συνᾴδει· παρὰ γὰρ τὸν ὦμον ἡ κλείς ἐστιν, ἀποδιαιροῦσα τὸ στῆθος ἀπὸ τοῦ αὐχένος. τοῦτο μὲν οἶμαι οὕτως λύεται. φαμὲν δὲ ὅτι παρὰ τὸν ἀριστερὸν ὦμον ὁ λίθος κατηνέχθη. οὐκ ἐκ τῶν προκειμένων δὲ ἐπῶν, ἀλλ' ἐξ ὧν ἐπάγει ἔδειξε·

   ῥῆξε δέ οἱ νευρήν, νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ,

   στῆ δὲ γνὺξ ἐριπών, τόξον δέ οἱ ἔκπεσε χειρός (v. 328. 9),

οὐ μὰ Δία τῆς δεξιᾶς, ἀλλὰ τῆς εὐωνύμου. καὶ συνέβη ταύτην ναρκῆσαι κατὰ τὴν πρὸς τὸν ὦμον συνάφειαν, ὅνπερ καὶ πεπληγέναι συνέβαινε. προσεχῆ γὰρ τῇ μὲν δεξιᾷ χειρὶ τὰ δεξιὰ τῶν ὑπὲρ αὐτήν, τῇ δ' ἀριστερᾷ ἐν συναφῇ τὰ ἐναντία. καὶ οὐκ ἠδύνατο, τῆς κρατούσης τὸ τόξον ἀριστερᾶς χειρὸς ναρκησάσης καὶ διὰ τοῦτο ἀποβαλούσης τὸ τόξον, μᾶλλον ὁ δεξιὸς ὦμος βεβλῆσθαι ἀλλ' οὐχ ὁ τῆς πεπονθυίας ἀριστερᾶς, ἐπεὶ καὶ προβάλλοντες μὲν τὸν ἀριστερὰν ὦμον, συστέλλοντες δὲ εἰς ἑαυτοὺς τὸν δεξιὸν τοξεύουσιν. ἑτοιμότερον δὲ εἰς βολὴν τὸ προβεβλημένον τοῦ κρυπτομένου.

[338]    οὐ δεόντως, φασὶ, τῷ κυνὶ ἓν ζῶον διώκοντι παραβάλλει τὸν Ἕκτορα διώκοντα πολλούς, ἄλλως τε οὐκ ἔδει εἰκάζειν τὸν διώκοντα κυνί, τοὺς δὲ διωκομένους ἀλκιμωτέρῳ ζώῳ, τῷ λέοντι. ῥητέον δὲ πρὸς μὲν τὸ πρότερον ὅτι ὁ Ἕκτωρ εἴκασται κυνὶ ἑνὶ καὶ ὁ ἀποκτεινόμενος θηρὶ ἑνί· φησὶ γὰρ αἰὲν ἀποκτείνων τὸν ὀπίστατον (v. 342). πρὸς δὲ τὸ δεύτερον, ὅτι ἡ παραβολὴ οὐ πρὸς ἰσχὺν ἀλλὰ τάχος· κύνες γὰρ ἐν ταῖς θήραις ἐπιτήδειοι πρὸς δίωξιν· διὰ τοῦτο ὁ Ἕκτωρ διώκοντι εἴκασται κυνί. τὰ δὲ ἄγρια ζῶα φεύγειν εἴωθε τὰ πολλά· διὰ τοῦτο ὑποχωροῦντες Ἕλληνες τοῖς φεύγουσιν εἰκάζονται. ἔπειτα καὶ δεόντως τοῖς ἀλκιμωτέροις ζώοις φεύγουσι παρέβαλε τοὺς Ἕλληνας· προεῖχον γὰρ τῇ ῥώμῃ, καὶ τὰ νῦν δυστυχοῦσι, καὶ ἀεὶ ὁ ποιητὴς εἴωθε κακοπραγοῦντας αὐτοὺς θηρσὶν εἰκάζειν.

[362]    πρὸς μὲν τὸν Δία εὐπρεπὴς ἡ εἰς τὸν Ἡρακλέα τῆς εὐεργεσίας ἀνάμνησις, πρὸς δὲ τὴν Ἥραν οὐκέτι· αὕτη γὰρ ἠναντίωτο αὐτῇ σωζούσῃ τὸν Ἡρακλέα. ἢ ἐκεῖνο ῥητέον, ὅτι ἀνθρώπινόν τι ἔχει ἡ εἰκών· πολλὴν γὰρ σπουδὴν εἴς τινας εἰσενεγκάμενοι καὶ δι' αὐτῶν τοῖς ἀναγκαίοις εἰς ἀπέχθειαν ἐλθόντες, ἀχαρίστων ὄντων τῶν εὖ πεπονθότων, εἰώθαμεν σχετλιάζοντες εἰσφέρειν πρὸς οὓς ἀπηχθήμεθα, τὴν τῶν εὐεργετηθέντων ἀχαριστίαν μεμφόμενοι ἑαυτοῖς ἐπὶ τῇ ἀβούλῳ κρίσει.

[362]    ἀθετοῦνται διὰ τὸ τραχύ ‹ταχύ Lp›. ὅσῳ δὲ δεινά ἐστι, τοσούτῳ τὴν κηδομένην ἐμφαίνει. θεραπεύεται δὲ καὶ διὰ τοῦ εἰ ἐτεόν γε τολμήσεις· οὐ γὰρ ἄντικρυς αὐτὴν ἀναιδῆ λέγει, ἀλλ' εἰ ἐθελήσειε ‹θελήσεις Lp› μάχεσθαι τῷ Διί. πιθανῶς δὲ οὐκ ἤρκεσεν αὐτῇ ἀπαγγεῖλαι μόνον τὰ παρὰ ‹περὶ Lp› Διός, ἀλλὰ καὶ παρ' αὑτῆς ‹Bkk.; codd. αὐτῆς› τι προσέθηκε. τοιαύτη δὲ ὁρᾶται καὶ ὅτε πρὸς τὸν Ποσειδῶνα πέμπεται, οὐ μόνον τὴν τοῦ ἀγγέλου ἀλλὰ καὶ τὴν τοῦ συμβούλου ἀποπληροῦσα ‹ἀποπληροῦσαν Lp› χώραν (Ο 201).

[509]    Κ 418.

[520]    τὸ δὲ θηλύτεραι ὁ Πορφύριος λέγει ἢ ἁπλῶς ἀντὶ τοῦ θήλειαι, ὡς καὶ τὸ νεώτερος ἔστιν ὅτε ἀντὶ τοῦ νέος, ἢ συγκριτικῶς τῶν ἄλλων ζώων· οὐ γὰρ τέτακταί τις αὐταῖς καιρὸς ὁμιλίας τῆς εἰς τὸ γεννᾶν.

   αἱ πρὸς τὰ ἀφροδίσια καταφορώτεραι ὡς πρὸς σύγκρισιν τῶν ἀλόγων ζώων· τὰ μὲν γὰρ ἄλογα ὡρισμένον ἔχει καιρὸν ἐν ᾧ μίγνυται ‹μίγνυνται L›, αὗται δὲ διηνεκῶς πλησιάζουσιν.

[555]    ἐκ τοῦ ἀδυνάτου καὶ τοῦτο· πῶς γὰρ δυνατὸν περὶ τὴν φαεινὴν σελήνην ἀριπρεπῆ εἶναι τὰ ἄστρα; λύεται δὲ ἐκ τῆς λέξεως. τὸ φαεινήν οὐκ ἐπὶ τῆς τότε ἀλλ' ἐπὶ τῆς φύσει, ὡς ἐπὶ τούτου·

   κούρη δ' ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινήν (ζ 74), οὐκ ἐπὶ τῆς τότε ἀλλ' ἐπὶ τῆς φύσει. καὶ

   πλήθει γὰρ δή μοι νεκύων ἐρατεινὰ ῥέεθρα (Φ 218). τὸ ἀμφὶ σελήνην φαεινὴν φύσει. οὕτω συντακτέον· ὅτε γὰρ ἐκείνη φαεινή, οὐ πάντως ἀριπρεπῆ τὰ ἄστρα, ἀλλ' ὅταν μὴ φαίνηται ἢ φαίνοιτο μὲν οὐ μὴν φαεινὴ ἀλλά πως ἀμαυρὰ καὶ ἀλαμπής, τινὶ αἰτίᾳ ἐπηλυγαζομένη.

[9]

[1]    Vatic. ζητ. ε΄.

   Τὴν ἀρχὴν τῶν Λιτῶν ἀναγινώσκων οὕτως ἔχουσαν· ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον, αὐτὰρ Ἀχαιοὺς θεσπεσίη ἔχε φύζα φόβου κρυόεντος ἑταίρη, πένθεϊ δ' ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι. ὡς δ' ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα, Βορέης καὶ Ζέφυρος, τώτε Θρῄκηθεν ἄητον, ἐλθόντ' ἐξαπίνης, ἄμυδις δέ τε κῦμα κελαινὸν κορθύεται, πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευε· ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν· ταῦτ' οὖν ἀναγινώσκων ἠπόρεις, πῶς ἀκριβὴς ὢν περὶ τὰς εἰκόνας Ὅμηρος νῦν δοκεῖ πρὸς μηδεμίαν χρείαν δυοῖν ἀνέμοιν εἰκόνα παραλαμβάνειν. εἰ γὰρ αὐξήσεως ἕνεκα, ἔδει τοὺς τέσσαρας, ὡς ἐν ἄλλοις· σὺν δ' Εὖρός τε Νότος τε πέσον Ζέφυρός τε δυσαὴς καὶ Βορέης αἰθρηγενέτης μέγα κῦμα κυλίνδων (ε 295. 96). λύει δὲ τὴν ἀπορίαν αὐτός, ὡς καὶ Ἀπολλώνιος ὁ τοῦ Μόλωνος παρίστησι. δύο γὰρ πάθεσι χειμαζομένους ποιήσας τοὺς Ἀχαιούς, φόβῳ μὲν ἐφ' οἷς εἴρηκε θεσπεσίη ἔχε φύζα, λύπῃ δὲ ἐν οἷς ἐπάγει πένθεϊ δ' ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι ‑ δεδίασι μὲν γὰρ τὰ μέλλοντα, βαρέως δὲ φέρουσι τὰ γεγονότα ‑ , προσηκόντως αὐτοὺς ἀπεικάζει πελάγει δυσὶ πνεύμασιν ἐπεγειρομένῳ. θεσπεσίη δ' ἔχε φύζα δηλοῖ οὐ τὸν προσγενόμενον αὐτοῖς διὰ δειλίαν φόβον, ἀλλ' ἐκ βουλήσεως θεῶν, ὥς που καὶ ἐν ἄλλοις αὐτὸς εἶπε· γνώσεαι δ' εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις ἢ ἀνδρῶν κακότητι (Β 367. 68), τουτέστι θείᾳ βουλήσει καὶ οὐ συμφύτῳ κακίᾳ. ἔστι δὲ καὶ ἄλλων ἐπίθετον τὸ θεσπέσιον· θεσπέσιός τε γὰρ πλοῦτος (Β 670) καὶ θεσπεσίη φύζα· ἐκ κοινοῦ ἔσται κἀνταῦθα ἡ κακότης· γνώσῃ πότερον θεσπεσίῃ κακότητι ἢ ἀνδρῶν κακότητι. φύζα δέ ἐστιν ἡ φυγή. φόβου δὲ φίλη λέγεται, ὅτι ὁ φοβούμενος τὴν φυγὴν προσεταιρίζεται. καὶ τὸ μὲν βεβολήατο τὴν βούλησιν βεβλάφθαι δηλοῖ, τὸ δὲ βεβλῆσθαι ἐπὶ σώματος.

[2]    B f. 1144b ad ἄνεμοι v. 4 (id. L f. 1804b, Π): νῦν δοκεῖ πρὸς μηδεμίαν χρείαν δυοῖν ἀνέμων εἰκόνα παραλαμβάνειν. εἰ γὰρ αὐξήσεως ἕνεκα, ἔδει τοὺς τέσσαρας, ὡς ἐν ἄλλοις· σὺν δ' Εὖρός τε Νότος τ' ἔπεσον Ζέφυρός τε δυσαὴς καὶ Βορέης αἰθρηγενέτης μέγα κῦμα κυλίνδων. λύει δὲ τὴν ἀπορίαν αὐτός, ὡς καὶ Ἀπολλώνιος ὁ τοῦ Μόλωνος παρέστησε. δύο γὰρ πάθεσι χειμαζομένους ποιήσας τοὺς Ἀχαιούς, φόβῳ μὲν ἐφ' οἷς εἴρηκε θεσπεσίη ἔχε φύζα, φόβου κρυόεντος ἑταίρη, λύπῃ δὲ ἐν οἷς ἐπάγει πένθεϊ δ' ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι ‑ δεδίασι γὰρ τὰ μέλλοντα, βαρέως δὲ φέρουσι τὰ γεγονότα οἱ ἄριστοι ‑ , δύο οὖν πάθεσι συνεχομένους εἰπὼν τοὺς Ἕλληνας προσηκόντως ἀπεικάζει πελάγει δυσὶ πνεύμασιν ἐξεγειρομένῳ. τὸ θεσπεσίη δ' ἔχε φύζα δηλοῖ τὸν οὐ προσγινόμενον αὐτοῖς διὰ δειλίαν φόβον, ἀλλ' ἐκ βουλήσεως θεῶν, ὥς που καὶ ἐν ἄλλοις αὐτὸς ἀντέθηκεν εἰπών· γνώσεαι δ' εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις ἢ ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο, τουτέστι θείᾳ βουλήσει καὶ οὐ συμφύτῳ κακίᾳ. εἰ δὲ καὶ ἄλλων ἐπίθετον τὸ τῆς θεσπεσίας, ὡς τὸ θεσπέσιον πλοῦτον καὶ θεσπεσίη φύζα, ἐκ κοινοῦ ἔσται ἡ κακότης· γνώσῃ πότερον θεσπεσίῃ κακότητι ἢ ἀνδρῶν κακότητι· δηλοῦται δὲ οὕτως ἡ θεία. φύζα δέ ἐστιν ἡ φυγή. φόβου δὲ φίλη λέγεται, ὅτι ὁ φοβούμενος τὴν φυγὴν προσεταιρίζεται. καὶ τὸ μὲν βεβολήατο τὴν βούλησιν βεβλάφθαι δηλοῖ, τὸ δὲ βεβλῆσθαι δηλοῖ τὸ σῶμα.

   ἀνιστόρητον δέ φασιν εἶναι τὸ τοὺς ἀμφοτέρους, ἤγουν τὸν Βορέην καὶ τὸν Ζέφυρον, πνέειν ἐκ τῆς Θρᾴκης· οὐ γὰρ πνέουσιν ἀμφότεροι ἐξ αὐτῆς. λύεται δὲ ἐκ τῆς λέξεως τρόπῳ συλληπτικῷ· τὸ γὰρ θατέρῳ συμβεβηκὸς ἐπ' ἀμφοῖν τέθεικεν. ἔστι δὲ καὶ ἑτέρως· ὁμωνύμως γὰρ τὰ πνεύματα καὶ οἱ προεστῶτες αὐτῶν θεοὶ λέγονται· τοὺς δὲ σωματικῶς ἐν Θρᾴκῃ κατοικοῦντας ὑποτίθεται ὁ ποιητής.

[1sqq]    πῶς ἀμφοτέρους ἐκ Θρᾴκης φησὶ πνεῖν, τοῦ μὲν Βορέου ἐξ ἄρκτου τοῦ δὲ Ζεφύρου ἐκ δύσεως πνέοντος; ῥητέον οὖν ὅτι ἡ Θρᾳκῶν γῆ ἐπὶ πολὺ διήκει καὶ σιγματοειδὴς κεῖται τῇ θέᾳ καὶ μέχρι τῆς δύσεως· ἀφ' ἑκατέρου οὖν μέρους τῶν ἀνέμων ἔχει ἑκάτερον. οἱ δέ φασιν ὅτι συλληπτικῶς πέφρακε· τὸ γὰρ ἑτέρῳ συμβεβηκὸς καθ' ἑκατέρων κεῖται· μόνος γὰρ ὁ Βορέας ἀπὸ Θρᾴκης πνέει.

   ἐπεὶ δὲ παραβολῆς ἐμνήσθημεν, σκέψαι τὴν τοῦ ποιητοῦ ἐνταῦθα χρῆσιν. ἐπὶ γὰρ τοῦ Ἀγαμέμνονος τρωθέντος χρησάμενος τῇ παραβολῇ ταύτῃ·

   ὡς δ' ὅταν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα καὶ ἀνταποδόσει·

   ὣς ὀξεῖ' ὀδύναι δῦνον μένος Ἀτρείδαο (Λ 269. 72),

ἐπὶ τοῦ Κύκλωπος δυνάμει τὰ τῆς παραβολῆς μεταφέρων χρῆται, ἐν οἷς λέγει (ι 415)·

   Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσιν· ἔστι δὲ τῆς παραβολῆς τὸ ὠδίνων τῆς δ' ἀνταποδόσεως τὸ ὀδύνῃσι. πάλιν δὲ εἰπὼν ἐπὶ τῆς τοῦ Ἕκτορος κατὰ τῶν Ἑλλήνων ὁρμῆς·

   ὀλοοίτροχος ὣς ἀπὸ πέτρης,

   ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάρροος ὤσῃ (Ν 137),

κατὰ τὴν αὐτὴν φαντασίαν πεποίηκε περὶ αὐτοῦ λέγοντα τὸν Διομήδη.

   νῶιν δὴ τόδε πῆμα κυλίνδεται ὄβριμος Ἕκτωρ (Λ 347)·

ὁ δὲ ὄβριμος οἰκεῖος ἀψύχῳ ὁρμῇ· οὐ γὰρ θρασὺν ἔφη οὐδὲ κορυθαιόλον, οἷς ἰδίοις αὐτὸν προσαγορεύειν εἴωθε. πάλιν ἐπὶ τοῦ Νέστορος σκεπτομένου ποῖ τράπηται φησίν·

   ἢ μεθ' ὅμιλον ἴοι Δαναῶν ταχυπώλων

   ἠὲ μετ' Ἀτρείδην Ἀγαμέμνονα (Ξ 21. 22), ὅλην τὴν παραβολὴν διεξελθών· ὡς δ' ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ, ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα αὔτως, οὐδ' ἄρα τε προκυλίνδεται οὐδετέρωσε, πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον (Ξ 16 sqq.)· εἶτα ἐπ' Ἀγήνορος προτραπέντος μὲν ὑπὸ Ἀπόλλωνος ὑποστῆναι Ἀχιλλέα, ὅμως δὲ τὴν θέαν αὐτοῦ καταπλαγέντος, ἠρκέσθη τῷ ὀνόματι·

   πολλὰ δέ οἱ κραδίη πόρφυρε κιόντι (Φ 551). πάλιν τε εἰπὼν ἐπὶ τῆς Ἥρας (Ο 80 sqq.)·

   ὡς δ' ὅταν ἀίξῃ νόος ἀνέρος, ὅστ' ἐπὶ πολλὴν

   γαῖαν ἐληλυθὼς φρεσὶ πευκαλίμῃσι νοήσῃ,

   ἔνθα ἴῃ ἢ ἔνθα, μενοινήσειέ τε πολλά,

   ὣς κραιπνῶς μεμαυῖα διέπτατο πότνια Ἥρη,

καὶ ἀπὸ μὲν τοῦ νοῦ ποιήσας παραβολήν, ἀπὸ δὲ τοῦ πέτεσθαι ἀποδοὺς τὴν ἀνταπόδοσιν, συντέμνων τὰ αὐτὰ ἐν ἄλλοις φησίν· ὡσεὶ πτερὸν ἠὲ νόημα (η 36).

   θαυμαστὸν δὲ αὐτῷ κἀκεῖνο· ἐκ μεταφορᾶς γάρ τι τολμηρότερον φθεγξάμενος οἰκείαν ἐπάγει παραβολήν, κρατύνων αὐτὴν ὡς εὔλογον ἔσχε τὴν τόλμαν. εἰπὼν οὖν κραδίη δέ οἱ ἔνδον ὑλάκτει (υ 13) ἐπάγει·

   ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα

   ἄνδρ' ἀγνοιήσασ' ὑλάει μέμονέν τε μάχεσθαι.

καὶ ἐπὶ τῶν στρατοπέδων ἀντικαθημένων

   τῶν δὲ στίχες εἵατο πυκναὶ

        ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι

εἰπών (Η 61), ἐπήγαγεν·

   οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξ

   ὀρνυμένοιο νέον, μελάνει δέ τε πόντος ὑπ' αὐτῆς.

ἐπί τε τῶν Τρώων ἔτι ποικιλώτερον κέχρηται· ἀρξάμενος γὰρ ἀπὸ μεταφορᾶς ὁμοίωσίν τε αὐτῇ τὴν ἀκόλουθον ἐπάγει καὶ ἐπ' ἀμφοῖν τὴν παραβολήν· Τρῶες μὲν κλαγγῇ (Γ 2)· τοῦτο μὲν δὴ ἡ μεταφορά· τὸ δ' ὄρνιθες ὥς ἡ ὁμοίωσις· εἶθ' ἡ παραβολή·

   ἠύτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό,

   αἵτ', ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον,

   κλαγγῇ ταίγε πέτονται ἐπ' Ὠκεανοῖο ῥοάων,

ᾗ σχεδὸν μόνῃ τῶν παραβολῶν οὐκ ἀνταπέδωκεν, ὡς τῆς ὁμοιώσεως ἅμα καὶ μεταφορᾶς προεχουσῶν τὴν ἀνταπόδοσιν.

   πάλιν τε αὐτοῦ παρατηρητέον ἐκεῖνο· τάς τε γὰρ οἰκείως τιθεμένας φωνὰς ἐπὶ τῶν πραγμάτων πολλάκις εἰς τὰς παραβολὰς μετατίθησι καὶ τὰς ἐπὶ τῶν παραβολῶν εἰς τὰ πράγματα. οἷον ἔθνη στρατιωτῶν λέγεται, σμήνη δὲ μελισσῶν, παραβαλὼν δὲ τὰ πλήθη τῶν στρατιωτῶν ὀνόματι ἐπὶ τῶν μελισσῶν κέχρηται·

   ἠύτε ἔθνεα εἶσι μελισσάων ἀδινάων (Β 87), ὃ πλήθους ἀνθρώπων ἐστὶν ὄνομα. οὕτως ὀλοοιτρόχῳ λίθῳ τὴν ὁρμὴν τοῦ Ἕκτορος ἀπεικάζων (Ν 137) ἀναθρώσκειν τέ φησι τὸν λίθον καὶ πέτεσθαι, καὶ τελευτῶν, ὡς ἀπ' αὐτοῦ τοῦ στρατιώτου ἀφιγμένου ἀλλ' οὐχὶ τοῦ λίθου, ἐπάγει·

   ὁ δ' ἀσφαλέως θέει ἔμπεδον, εἰσόκεν ἔλθῃ. οὕτω καὶ ἐπὶ τοῦ κύματος, ὃ τάξεσιν ἀπεικάζει στρατοπέδου, προειπών (Δ 422)·

   ὡς δ' ὅτ' ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης

   ὄρνυτ' ἐπασσύτερον Ζεφύρου ὑποκινήσαντος,

μετάγει ἀπὸ τῶν στρατιωτῶν ἐπὶ τὰ ἑξῆς· πόντῳ μὲν κορύσσεται τὰ πρῶτα. ἀνάπαλιν δὲ τὰς τῶν παραβολῶν μετατίθησι φωνὰς ἐπὶ τὰ πράγματα, ὡς ἐπὶ τοῦ Ἀχιλλέως·

   ὡς δ' ὅτ' ἀριζήλη φωνή, ὅτε τ' ἴαχε σάλπιγξ (Σ 219) εἰπὼν ἐπάγει μετατιθεὶς ἀπὸ τῆς σάλπιγγος ἐπὶ τὸν ἄνθρωπον·

   οἱ δ' ὡς οὖν ἄιον ὄπα χάλκεον Αἰακίδαο. κεκινδύνευται δὲ αὐτῷ ἐκεῖνα, οἷον

        σιδήρειος δ' ὀρυμαγδὸς

   χάλκεον οὐρανὸν ἷκε δι' αἰθέρος ἀτρυγέτοιο (Ρ 424)·

ὡς γὰρ ἐξ ἀντιτυπίας χαλκοῦ καὶ σιδήρου τὴν φαντασίαν εἰς τὸν ἐκ πόντου ἦχον κεκίνηκεν.

   ἐλέγομεν περὶ τῶν παραβολῶν, ὅτι πολλάκις τὰ οἰκεῖα τοῖς πράγμασιν ὀνόματα παρατίθησι τοῖς ἐν ταῖς παραβολαῖς ὁμοιώμασιν, ἐν πολλοῖς δὲ καὶ ἔμπαλιν. εἰς δὲ πίστιν τούτου παρακείσθω καὶ ταῦτα· συμβάλλουσι μὲν ἀλλήλοις στρατοὶ τὸν πόλεμον·

   σύν ῥ' ἔβαλον Λαπίθαι πόλεμον (Μ 181),

   σύν ῥ' ἔβαλον ῥινούς, σὺν δ' ἔγχεα καὶ μένε' ἀνδρῶν (Δ 447),

μίσγονται δὲ ποταμοὶ καὶ τὰ ὑγρά·

   οἱ μὲν ἄρ' οἶνον ἔμισγον ἐνὶ κρατῆρσι καὶ ὕδωρ (α 110),

ὅθεν καὶ τὸ καταδεχόμενον τοὺς ποταμοὺς χωρίον μισγάγκεια εἴρηται· ἀλλ' ὅμως αὐτὸς ἐναλλὰξ ἐπὶ μὲν τῶν ποταμῶν ἔφη τὸ συμβάλλειν, ὅπερ ἦν ἐπὶ τῶν ἀνθρώπων·

   ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ (Δ 453),

ἐπὶ δὲ τῶν στρατῶν τὸ μίσγεσθαι, ὅπερ ἦν οἰκεῖον ποταμῷ·

   ὣς τῶν μισγομένων γένετ' ἰαχή τε φόβος τε (Δ 456).

συνεχώρει δὲ τὸ μέτρον εἰπεῖν· ἐς μισγάγκειαν συμμίσγετον ὄβριμον ὕδωρ, Ὁμηρικοῦ ὄντος τοῦ παρετυμολογεῖν, ὡς τὸ τέμενος τάμον (Ζ 194) καὶ κειμήλια κεῖται (Ζ 47) καὶ Ἅρπυιαι ἀνηρείψαντο (α 241) καὶ μένος οἴχεται ὃ πρὶν ἔχεσκεν ( Ε 472). ὁ δὲ προείλετο τὴν ἀντίδοσιν τῶν ὀνομάτων εἰς ἑνωτικὴν τοῦ φραζομένου πρὸς τὸ εἰκαζόμενον, εἴ γε αἱ αὐταὶ φωναὶ πρέπουσιν ἑκατέροις.

   ἐπὶ δὲ τῶν Αἰάντων καὶ τολμήσας νέφος εἶπε καὶ κατὰ μεταφορὰν πεζῶν (Δ 274), καὶ ὡς εὔλογον τὴν τόλμαν τῇ παραβολῇ ἐπιστώσατο καὶ τὰς φωνὰς ἤμειψεν, ἐπειπὼν τὸ παραβληθὲν τῷ παραβαλλομένῳ·

   ἦλθε δ' ἐπ' Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν,

   τὼ δὲ κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζῶν.

προαναφωνήσας οὖν νέφος πεζῶν ἐξ αὐτοῦ πλάσσει παραβολήν·

   ὡς δ' ὅτ' ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρ

   ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς,

   τῷ δέ τ' ἄνευθεν ἐόντι μελάντερον ἠύτε πίσσα

   φαίνετ' ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν·

   τοῖαι ἅμ' Αἰάντεσσι διοτρεφέων αἰζηῶν

   δήιον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες

   κυάνεαι σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι (Δ 275-82).

τὸ μὲν νέφος ἐρχόμενον καὶ ἰὸν καὶ ἄγον λαίλαπα εἶπεν, ὅ ἐστι πρᾶγμα στρατιώτου, ἐπὶ δὲ τῆς φάλαγγος κίνυντο, ὃ ἐπὶ νέφους τάττει κινήσει· πυκινὴν νεφέλην (Π 298) καὶ πυκιναὶ φάλαγγες καὶ κυάνεον νέφος (Π 66. Ψ 188) καὶ κυάνεαι φάλαγγες.

   ἤμειψε καὶ ἐπὶ τοῦ λέοντος καὶ τῆς Πηνελόπης τὰς φωνάς·

   ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ

   δείσας, ὁππότε μιν δόλιον περὶ κύκλον ἄγουσι,

   τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος (δ 791 sqq.)·

μερμηρίζει μὲν γὰρ κυρίως ἄνθρωπος, ὁρμαίνει δὲ λέων, ὁ δ' ἐνήλλαξε.

   τῷ δὲ τήκεσθαι κυρίως ἐπὶ τῆς χιόνος χρησάμενος ἐνδιατρίβειν ὡς ἐναργεῖ πολλάκις οὐκ ὤκνησε καὶ τῷ αὐτῷ χρήσασθαι ἐπὶ τῆς διὰ λύπην τοῖς δακρύοις διαρρεομένης· ὡς δὲ χιὼν κατατήκεται ‑ ἥντ' Εὖρος κατέτηξε· τηκομένης δ' ἄρα τῆς ‑ ὣς τῆς τήκετο καλὰ παρήια δακρυχεούσης (τ 205 sqq.), καίτοι ἐν ἄλλοις εἰπών· τῆς δ' ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί (θ 530).

[17]    διὰ τί λέγοντα ποιεῖ ἐν δήμῳ ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες, τοὺς ἡγήτορας καὶ βασιλεῖς προσφωνῶν, καίπερ πάντων παρόντων; φησὶν οὖν ὁ Ἀριστοτέλης ὅτι ὁ μὲν δῆμος μόνου τοῦ ἀκοῦσαι κύριος, οἱ δὲ ἡγεμόνες καὶ τοῦ πρᾶξαι.

[55]    .... πῶς δὲ ὁ Νέστωρ τὸ τέλειον ἀποδιδοὺς τῷ Διομήδους λόγῳ λέγειν αὐτὸς ἐπιχειρεῖ; ῥητέον δὲ ὅτι τῆς ὕβρεως τὴν μνήμην καὶ Διομήδης πεποίηται καὶ Νέστωρ αὐτῷ τελείως γεγενῆσθαι μαρτυρεῖ. ὅπερ δὲ δεῖ πράσσειν ἐν τῷ καιρῷ Διομήδης παρέλιπεν κἀκεῖνος εἰσηγεῖται.

[90]

   quae ad h. v. de κλισίῳ leguntur ad ω 208 pertinent.

[122]    (Eust., p. 740, 18) v. Ψ 269.

[124]    v. ad Γ 197.

[143]    de τηλύγετος (exc. e schol. Ε 153) v. ad Α 250 (in extr. op.).

[150sqq]    Μεσσηνίδες αὗται πόλεις, ἡ δὲ Μεσσήνη εἰς τὸν τῶν Λακεδαιμονίων νομὸν πάλαι συνετέλει. πῶς οὖν, φασὶν, Ἀγαμέμνων ταύτας δίδωσιν οὐκ οὔσας αὐτοῦ; φασὶ δὲ αὐτὰς Κλυταιμνήστρας εἶναι, ἢ ὅτι κοινὰ ἡγεῖται τὰ τοῦ ἀδελφοῦ, ὡς κἀκεῖνος τὴν Αἴθην (Ψ 295) .....

   διὰ τί δὲ οὐ μέμνηται αὐτῶν ἐν τῷ καταλόγῳ, ὅτι νεωστὶ ὑπὸ τῶν Διοσκούρων ἦσαν πορθηθεῖσαι, τῶν δὲ πεπορθημένων οὐ ποιεῖ συμμαχίαν, ὡς οὐδὲ Νηρίκου· φύσει γάρ εἰσι πολέμιοι τοῖς πορθήσασιν. ἢ περὶ αὐτῶν φησιν ἐν οἷς λέγει

   Αἰγιαλόν τ' ἀνὰ πάντα καὶ ἀμφ' Ἑλίκην εὐρεῖαν (Β 575) ....

[158]    διὰ τί οἱ μὲν ἄλλοι θεοὶ στρεπτοὶ λέγονται, τὸν δὲ Ἅιδην ἀνελεήμονά φησιν εἶναι; ὅτι ἐκεῖνοι μὲν περὶ τῶν εἰς ἑαυτοὺς χαλεπαίνουσιν ἁμαρτημάτων, διὸ καὶ συγγινώσκουσιν, ὁ δὲ περὶ τῶν ἰδίων καὶ ἀλλοτρίων, διὸ καὶ ἄκαμπτός ἐστιν· ὅθεν ἐν οὐδεμιᾷ πόλει Ἅιδου βωμός ἐστιν· Αἰσχύλος φησίν· μόνος θεῶν γὰρ Θάνατος οὐ δώρων ἐρᾷ οὐδ' ἄν τι θύων οὐδ' ἐπισπένδων λάβοις, οὐδ' ἔστι βωμὸς οὐδὲ παιωνίζεται (fr. Niob., 156 Dind.).

[167]    ἐζήτηται δὲ πῶς μᾶλλον ὁ Νέστωρ οὐ πρεσβεύει ὡς συνετώτερος. ἔστι δὲ λέγειν, ὅτι κατ' οἰκονομίαν ὑπελείφθη, ἵνα, ἂν ἀποτύχωσιν οἱ περὶ Ὀδυσσέα, αὐτὸς ὕστερον πείσῃ. ἄτοπον γὰρ ἦν νῦν πρεσβεύειν τὸν Νέστορα, ὅτε δεῖ πάντως τὸν Ἀχιλλέα μὴ πεισθῆναι· ἀδοξία δὲ ἦν Νέστορα μὴ δυνηθῆναι πεῖσαι. οἱ δέ φασιν, ὅτι ἐπεὶ ἐχθρὸς ἦν Ἀχιλλέως, λοιδορήσας αὐτὸν πρὸς Ἀγαμέμνονα· τούσδε δ' ἔα φθινύθειν ἕνα καὶ δύο (Β 346).

   αὐτὸς οὐκ ἄπεισιν ἢ διὰ τὸ γῆρας ἢ ὑποπτεύεσθαι παρὰ τῷ Ἀχιλλεῖ νομίζει ὡς ἐκπληρῶν τὴν αὐτοῦ ἀπουσίαν, τοῦτο μὲν τῇ διατάξει τοῦ στρατοῦ ‑ ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ (Β 363) ‑ τοῦτο δὲ τάφρον περιβαλλόμενος καὶ τεῖχος, ὃ καὶ Ἀχιλλεὺς ὀνειδίζει·

   ἢ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο,

   καὶ δὴ τεῖχος ἔδειμεν (Ι 348. 49),

ἢ ὅτι εἶπεν· τούσδε δ' ἔα φθινύθειν ἕνα καὶ δύο (Β 346). εἰ δὲ ἐν τῷ ἐπιταφίῳ φιάλην αὐτῷ ἐδωρήσατο (Ψ 616), οὐδὲν θαυμαστόν, εἰ τὴν ἔχθραν ἀποθέμενος τὴν πρὸς Ἀγαμέμνονα λύει καὶ τὴν πρὸς Νέστορα ὑποψίαν. ἢ ἀδήλου ὄντος εἰ πείσει, καλῶς ἑτέρους ἔπεμψεν· πεισάντων γὰρ ἔμελλεν αὐτὸς ἔχειν τὴν δόξαν ὡσεὶ ἡγησάμενος, ἀποτευχθείσης δὲ τῆς ἱκεσίας αἰτίαν ἔσχον οἱ πρέσβεις ἐνδεῶς διειλεγμένοι.

[182]    ζητοῦμεν δὲ εἰ καὶ Φοῖνίξ ἐστι πρεσβευτής. καί φασιν οἱ μὲν δύο πρεσβεύειν, Αἴαντα καὶ Ὀδυσσέα, Φοίνικος προεληλυθότος οὐκ εἰς τὸ πρεσβεύειν ἀλλ' εἰς τὸ συλλαβέσθαι· καὶ διὰ τοῦτο ὁ ποιητὴς δυϊκῶς κέχρηται, καὶ χαίρετον ὦ φίλοι (v. 197). ἔνιοι δὲ λέγουσι συμπεπρεσβευκέναι καὶ Φοίνικα, καὶ οὐδὲν εἶναι τεκμήριον τὸν παρὰ τῷ ποιητῇ ἀριθμόν· πολλάκις γὰρ καὶ ἐπὶ πλειόνων αὐτὸν τετάχθαι, ὡς καὶ ἐπὶ τοῦ μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσ' ἐν Ὀλύμπῳ ἆσσον ἰόντε (Α 567), καὶ ὡς ἐπὶ τοῦ κούρω κριθέντε δύο καὶ πεντήκοντα (θ 48).

[186]    ἀπρεπὲς δοκεῖ καταλαμβάνεσθαι κιθαρίζοντα. λύεται δ' ἐκ τοῦ καιροῦ· ἐν γὰρ νυκτὶ οὐκ εὐπρεπέστερον ‹L ἀπρεπέστερον, quod mutavi› ἄλλως καταλαμβάνεται. γυμνάζεσθαι μὲν γὰρ τῷ σώματι οὐκ ἦν τότε· κοιμώμενος δὲ ἢ παννυχίζων ἀπρεπέστερον ηὑρίσκετο.

   οἰκεῖον τῷ ἥρωι νυκτὸς οὔσης γυμνάζεσθαι μᾶλλον τὰ μουσικά, ἀλλὰ μὴ διαπαννυχίζειν· παραμυθία γὰρ ταῦτα θυμοῦ καὶ λύπης. ἔστι δὲ νέος καὶ φιλόμουσος καὶ λάφυρον ἔχων τὴν κιθάραν, καὶ οὐ θηλυδριώδη μέλη ἀλλὰ κλέα ἀνδρῶν ᾄδει. ἢ οἰόμενος ἥξειν αὐτοὺς σοβαρεύεται. καλῶς δὲ ἀπούσης τῆς ἐρωμένης ᾄδει, ὅπως μὴ δοκοίη κωμάζειν. ἢ ὅτι πεφρόντικε μὲν τῆς τῶν Ἑλλήνων ἀσφαλείας, προσποιεῖται δὲ καταφρονεῖν· φησὶ γοῦν

         δῖε Μενοιτιάδη,

   νῦν ὀΐω περὶ γούνατ' ἐμὰ λίσσεσθαι Ἀχαιούς (Λ 608. 9),

καὶ πάλιν

   ὄρσεο, διογενὲς Πατρόκλεις, ἱπποκέλευθε·

   λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηΐοιο ἐρωήν (Π 126. 7).

οὐκ ἤθελε δὲ ἀργῶν σώματι καὶ ψυχῇ ἀργεῖν, ἀλλ' ἡτοίμαζεν αὐτὴν πρὸς τὰς πράξεις, καὶ ἐπ' εἰρήνης τὰ τοῦ πολέμου μελετᾷ, ὡς καὶ οἱ Μυρμιδόνες (Β 773 sqq.).

[203]    ἀπρεπές· ὡς γὰρ ἐπὶ κῶμον ἥκουσιν ἀκρατότερον διδόναι παρακελεύεται. οἱ μὲν γὰρ ἀπὸ τῆς λέξεως λύουσι· τὸ γὰρ ζωρότερον εἶναι τάχιον· οἱ δὲ ἀπὸ τοῦ καιροῦ, ὅτι νύξ· οἱ δὲ ἀπὸ τοῦ ἔθους· τοὺς γὰρ ἥρωας, ἄλλως καταπονουμένους, δαψιλεστέροις τοῖς πρὸς τὴν δίαιταν κεχρῆσθαι εἰκός· ἢ ἴσως ὡς μουσικὸς καὶ ὑδαρέστερον πίνων, ἀφ' ὧν ὀνειδίζει καὶ οἰνοφλυγίαν Ἀγαμέμνονι (Α 225).

[221]    πῶς παρὰ Ἀγαμέμνονι δεδειπνηκότες νῦν πάλιν ἐσθίουσιν; ἢ οὖν τὸ ‹Bkk.; τῷ cod.› Πατρόκλῳ καὶ Ἀχιλλεῖ συμβεβηκὸς συλληπτικῶς περὶ πάντων εἶπεν, ἢ συλλήβδην ἐσθίουσιν εἰς ἔνδειξιν τοῦ ἥδεσθαι τῇ περὶ αὐτὸν ἑστιάσει.

[223]    καὶ ζητεῖται διὰ τί προαρπάζει τὸν λόγον Ὀδυσσεύς, πρὸς τὸν Αἴαντα ὄντος τοῦ νεύματος τοῦ Φοίνικος. ῥητέον οὖν ὅτι εἴτε ἐνδεικνύμενος Ἀχιλλεῖ, ὅτι οὐ μία ἦν ἡ ἐλπίς, προαποτυχόντων τῶν ἑταίρων αὐτοῦ καὶ οἰκείων τοῦ Ἀχιλλέως. ἐβούλετο δὲ προεκκενώσας τὴν ὀργὴν ἀναγκάσαι τι τοῖς οἰκείοις προσδοθῆναι χάρισμα.

[226]    διὰ τί τὸν ἐχθρὸν οὕτως ὠνόμασε προπετῶς, οὐ προθεραπεύσας; ῥητέον οὖν ὅτι εἴτε ἐνδεικνύμενος Ἀχιλλεῖ ὅτι πρότερον ὑβρίσας ἱκέτης καθέστηκεν, ἢ πάνυ ῥητορικῶς ὁ ἀνὴρ εἰς φιλίαν ἄγει τοὺς ἀμφοτέρους καὶ τῇ τραπέζῃ δυσωπῶν καὶ τοῦτο μόνον λέγων, ὡς ὁμόσιτος αὐτῷ δι' ἡμῶν γεγένησαι· καὶ γὰρ καὶ ἐκείνου καὶ σοῦ μετεσχήκαμεν τραπέζης.

[241]    διὰ τί δὲ, φησὶ, πρῶτον ἀποκόπτει, εἶθ' οὕτως τὸ πῦρ ἐμβάλλει; ἐπειδὴ ἐκ τῶν ἀκροστολίων ἦσαν ἀγάλματα καὶ εἰκόνες τῶν θεῶν αὐτῶν. ἐκκλίνων οὖν τὴν τῶν θεῶν ὀργὴν τοῦτο ποιεῖ.

[265]    τί βούλεται τὸ αἴθωνας δὲ λέβητας ἐείκοσι, καὶ εἰ οἱ αὐτοὶ τοῖς ἀπύροις, ὅταν εἴπῃ ἄπυρον λέβητα (Ψ 885); φημὶ οὖν, ὅτι τῶν τριπόδων καὶ τῶν λεβήτων οἱ μὲν ἦσαν εἰς ὑπηρεσίαν τοῦ πυρὸς ἐπιτήδειοι, οἱ δὲ ἀργοὶ καὶ εἰς θέαν καὶ τὴν διὰ τῆς ὄψεως τέρψιν εἰργασμένοι. διακρίνει δὲ τοῖς ἐπιθέτοις ἀπ' ἀλλήλων, τοὺς μὲν λέγων αἴθωνας καὶ ἐμπυριβήτας, τοὺς δὲ ἀπύρους καὶ ἀνθεμόεντας, τοὺς ἕνεκα κόσμου μόνον εἰργασμένους.

[308]    schol. Leid. f. 1894b de Ulixe πολυτρόπῳ agens ad α 1 pertinet.

[356]

   v. 682.

[371]    διὰ τί ἐξηπατῆσθαί φησιν ὁ Ἀχιλλεὺς ὑπὸ τοῦ Ἀγαμέμνονος ἀφαιρεθεὶς δὲ τοῦ γέρως; ἥκιστα γὰρ ἡ ὕβρις ἀπάτη. ἢ ὅτι τέως φίλος ὢν ἀνεφάνη ἐχθρός, ταύτην λέγει τὴν ἀπάτην, παρακελευόμενος τῷ Ὀδυσσεῖ φυλάττεσθαι καὶ μὴ προσέχειν ὡς φίλῳ. καὶ τὸ δόντα μέντοι ἔπειτα ἀφελέσθαι ἀπάτη ἐστίν· ὃ γὰρ ἔφησεν οὐκ ἐποίησεν.

[377]    ad Ζ 234 (p. 97).

[378]    ἀπὸ τῶν Καρῶν, οὓς ἀεὶ (Β 867) λοιδορεῖ ὁ ποιητής, οἷον ἐν μοίρᾳ Καρὸς οἱονεὶ δούλου. τὸ ἔγκαρος Ἀλκαῖος μὲν ὁ ἐπιγραμματοποιὸς ἐγκέφαλον ἤκουσεν (Anth. IX, 519, 3), ἀπὸ τοῦ ἐν τῷ κάρᾳ εἶναι. τὰ γὰρ παλαιὰ τῶν γραϊδίων ἀπορρίπτει τὸν ἐγκέφαλον. λέγει οὖν τὸ τίω δέ μιν ἐν καρὸς αἴσῃ, τουτέστι τιμῶμαι αὐτὸν ἐν ᾗ μοίρᾳ αἱ γυναῖκες τὸν ἐγκέφαλον. Ἀρχίλοχος δὲ [καὶ δὴ ἐπίκουρος ὥστε Κὰρ κεκλήσομαι]· τιμῶμαι αὐτὸν ἐν μισθοφόρου καὶ τοῦ τυχόντος στρατιώτου μοίρᾳ. Λυσανίας δὲ ὁ Κυρηναῖος καὶ Ἀριστοφάνης καὶ Ἀρίσταρχος ἐν κηρὸς μοίρᾳ φασὶ λέγειν τὸν ποιητὴν Δωρικῶς μεταβαλόντα τὸ η εἰς α. Νέσος δὲ ὁ Χῖος καὶ τὸ α μηκύνει οὐδὲν φροντίσας τοῦ μέτρου. Ἡρακλείδης δέ φησιν ὅτι τὰ ἐκ τοῦ η εἰς βραχὺ α μεταγόμενα Ἰωνικά ἐστιν ἀλλ' οὐ Δωριέων συστολαί. ἀντιφράζει μέντοι ὁ ποιητὴς τῷ ἐν καρὸς αἴσῃ τὸ

   εἰ δέ τοι Ἀτρείδης μὲν ἀπήχθετο κηρόθι μᾶλλον (Ι 300)

καὶ ἶσον γάρ σφιν ἀπήχθετο κηρὶ μελαίνῃ (Γ 454), καὶ ὁ αὐτὸς Ἀχιλλεύς·

   ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀίδαο πύλῃσιν (Ι 312).

ὅμοιον δέ ἐστι τῷ ἶσον πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ.

[383]    ζητεῖται, πότερον τὸ μέγεθος τῆς πόλεως δηλῶσαι βούλεται, ὡς ἂν ἐχούσης πύλας ἑκατόν, ἢ τῶν πυλῶν τὸ μέγεθος, ὡς ἐκ διακοσίων ἁρμάτων καθ' ἑκάστην ἅμα εἰσιέναι δυναμένων, ἢ τὸ μέγεθος τῆς δυνάμεως, ὅπερ καὶ βούλεται. εἰ γὰρ διακόσιοι ἄνδρες καθ' ἑκάστην εἰσίασιν, οἱ διακόσιοι ἐπὶ τὰ ἑκατὸν πολλαπλασιασθέντες δισμύριοι ἂν εἶεν· καὶ οὐδὲν μέγα εἰ δισμύριοι ἄνδρες οἰκοῦσι τὴν πόλιν. ῥητέον δὲ, ὅτι μέγεθος πόλεως δηλοῖ καὶ δυνάμεως μέγεθος, οὐκέτι δὲ πυλῶν· οὐδὲ γὰρ καὶ τὸ ἅμα τοὺς διακοσίους εἰσιέναι δεδήλωκεν, ἀλλὰ μόνον ὅτι καθ' ἑκάστην εἰσίασι σ΄, οἳ καὶ ἕπεσθαι ἀλλήλοις ἠδύναντο. μέγεθος δὲ τῆς πόλεως δηλοῖ τὸ ἑκατόμπυλον, τῆς δὲ δυνάμεως τῶν ἁρμάτων καὶ ἡνιόχων τοσοῦτον εἶναι πλῆθος· οὐ γὰρ δὴ ἁπλῶς τῶν κατοικούντων τοσοῦτον τίθεται τὸ πλῆθος, ἀλλὰ τῶν ἁρματοφορούντων. ἀμφίβολον δὲ πότερον ἄνδρες διακόσιοι σὺν διακοσίοις ἅρμασιν ..... ἢ ἄνδρες ἑκατὸν σὺν ἑκατὸν ἅρμασιν, ὡς τὸ συναμφότερον εἶναι τοὺς σ΄, τοὺς ἀνθρώπους καὶ τὰ ἅρματα. κἂν διακόσιοι δὲ ὦσιν ἄνθρωποι, ἀμφίβολον πότερον ἓν ἕκαστος ἔχει ἅρμα, καὶ οὕτως ἔσονται διακόσια, ὄντων τετρακοσίων ἵππων· ἢ διακόσιοι ἄνδρες ἔχουσιν ἅρματα, ἐν ἑκάστῳ ἅρματι ἡνιόχου καὶ παραβάτου ὄντος, ὥστε ἑκατὸν μὲν εἶναι τὰ ἅρματα, ἵππους δὲ διακοσίους καὶ ἀνθρώπους διακοσίους, καὶ ἅρματα μὲν τὰ πάντα μύρια, ἵππους δὲ δισμυρίους· ἐκείνων γὰρ ἅρματα μέν εἰσι σ΄, ἵπποι δὲ τετρακισμύριοι, ἡνίοχοι δὲ δισμύριοι σύμπαντες. ἑκατέρων δὲ ἡ δύναμις μεγάλη φαίνεται, ἢ τετρακισμυρίων ἵππων τρεφομένων ἢ καὶ δισμυρίων. ἦν δὲ τὸ παλαιὸν Αἰγύπτου βασίλεια καὶ πολλοὺς εἰς αὐτὴν ἀνῆγον φόρους Αἰγύπτιοι Λίβυες Αἰθίοπες καὶ ἄλλα ἔθνη. νῦν δὲ Διόσπολις καλοῦνται αἱ τὸ παλαιὸν Θῆβαι, καί φασι δείκνυσθαι περὶ τὴν Διόσπολιν πολλῶν πυλῶν ἴχνη. ὡς δὲ Κάστωρ ἱστορεῖ, ἡ Διόσπολις ἡ μεγάλη πρὸ τοῦ ὑπὸ Περσῶν ἀφανισθῆναι κώμας μὲν εἶχε τρισμυρίας Ϛγλ΄, ἀνθρώπων δὲ μυριάδας ψ΄, ἑκατὸν δὲ πύλαις διεκοσμεῖτο. ταύτην ἐτείχισε βασιλεὺς Ὄσιρις. τινὲς δέ φασι τῶν ἱερέων, ὅτι ρ΄ εἶχε πύλας, ἐξ ἑκάστης δὲ ὁπλῖται μύριοι, ψ΄ δὲ ἵπποι ἐξεστράτευον. Θῆβαι δὲ ὀνομάζονται ὑπὸ Ἑλλήνων ἀπὸ Θήβης τῆς Νείλου θυγατρός· οἱ δὲ Ἐπάφου εἶπον αὐτήν, οἱ δὲ Πρωτέως τοῦ Ποσειδῶνος, οἱ δὲ Λίβυος τοῦ Ἠπείρου.

[404]    ad Ξ 200.

[410]    ad Ζ 488, p. 106.

[443]    ..... εἰ ὑπὸ Φοίνικος οὖν πεπαίδευται, τί παρὰ Χείρωνος ἐδιδάχθη; δῆλον ὅτι πολεμικὴν καὶ ἰατρικήν.

[447]    v. infra ad lin. 12 sqq.

[453sqq]    ἀπρεπὲς τοιαῦτα περὶ αὑτοῦ διεξιέναι πρὸς μηδὲν ἀναγκαῖον. οἱ μὲν οὖν ἀπὸ τῆς λέξεως λύουσιν, ὅτι προμιγῆναι οὐδεμίαν ἔχει ἀτοπίαν, οἱ δὲ ἀπὸ τοῦ καιροῦ, ὅτι τὰς παλλακίδας διαβάλλει πρὸς τὸν Ἀχιλλέα ἕνεκα τῆς Βρισηίδος χαλεπαίνοντα.

   διὰ τί ὁ Πηλεὺς τὸν Φοίνικα τοιαῦτα ἡμαρτηκότα, ὥστε τῇ παλλακίδι τοῦ πατρὸς συγγενέσθαι καὶ τῷ πατρὶ ἐπιβουλεῦσαι, ὅμως διδάσκαλον τῷ υἱῷ συνέπεμψεν; ἢ ὅτι ὥσπερ ἰατροὶ ἄριστοι ἐγγίνονται οὐχ οἱ μὴ ἠρρωστηκότες οὐδὲ ἠρρωστηκότες μὲν μὴ εἰδότες δὲ τὰ ἁμαρτήματα καὶ τὰς αἰτίας, ἀλλ' οἱ ἄμφω ἔχοντες, οὕτω καὶ σύμβουλοι ἄριστοι οὐχ οἱ ἄπειροι τῶν ἁμαρτημάτων, ἀλλ' οἱ ἔμπειροι, οὐδὲ οἱ ἐν ἐμπειρίᾳ μὲν γενόμενοι μὴ οἰόμενοι δὲ ἡμαρτηκέναι. ὃ παρῆν τῷ Φοίνικι· καὶ γὰρ ἥμαρτε καὶ ἁμαρτὼν ἔγνω ὅτι ἥμαρτε, καὶ προσεπιγνοὺς ὅτι ἥμαρτεν ἑαυτὸν τετιμώρηκε διὰ τῆς ἑκουσίου φυγῆς. ὁ τοιοῦτος ἂν εἴη ἄριστος ἰατρὸς τῶν παιδείας δεομένων.

   ἡ δὲ μνήμη τῆς περὶ τὴν παλλακὴν ἁμαρτίας πρὸς τὸν Ἀχιλλέα οὐκ ἄκαιρος διὰ παλλακίδος αἰτίαν ἐξαμαρτάνοντα πρὸς τοὺς Ἕλληνας, καὶ παράδειγμα φέροντος πρὸς τὸν Ἀχιλλέα πατρικῆς πράξεως· ὡς γὰρ ὁ Πηλεὺς τὸν εἰς παλλακὴν πλημμελήσαντα καὶ πρὸς πατέρα ὁμολογήσαντα τὸ ἀδίκημα καὶ ἱκετεύσαντα καὶ διὰ φυγῆς ἐξιλασκόμενον τὴν τοῦ πατρὸς μῆνιν οὐ παρῃτήσατο δέξασθαι, οὕτω τὸν ἱκετεύσαντα Ἀγαμέμνονα ἀνθ' ὧν εἰς τὴν παλλακίδα πλημμελεῖν ἐδόκει μὴ ἄτοπον εἶναι προσήσεσθαι, μήτ' οὖν τῷ Ἀχιλλεῖ, μήτε τῷ Φοίνικι ὑπὲρ αὐτοῦ πρεσβεύειν.

   ὡς πρὸς ὁμόνοιαν γονέων τὸ τοιοῦτον ἐποίησε· φησὶ γοῦν ἡ δ' αἰὲν ἐμὲ λισσέσκετο (v. 451). καὶ πάλιν τῆς διχοστασίας αὐτῶν κρείττονα τὴν φυγὴν ἡγήσατο. ἐν ἤθει δὲ δεῖ τὸν στίχον ἀναγινώσκειν ὡς μετανοοῦντος αὐτοῦ· διὸ καὶ ἐμπεπίστευται Ἀχιλλέα· ὁ γάρ τι πταίσας πάντως καὶ φυλάττεται, καὶ Σοφοκλῆς (fr. 750 D.)· ὃς μὴ πέπονθε τἀμά, μῆ βουλευέτω. οἱ δὲ εὖ πρὸς γονεῖς ἔχοντες ἐπ' ἴσης μὲν αὐτοὺς ἀγαπῶσιν, ἐπαμύνουσι δὲ τῷ καταπονουμένῳ, ἢ τάχα βούλεται λέγειν, ὅτι οὐ πάντα πειστέον μητρί ‑ Θέτις γοῦν ἔλεγεν· ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι μήνι' Ἀχαιοῖσιν (Α 421) ‑ , ἀλλὰ μᾶλλον πατρὶ τῷ λέγοντι· φιλοφροσύνη γὰρ ἀμείνων (Ι 256). ἀγαθοὶ δὲ διδάσκαλοι οἱ ἐν παθημάτων πείρᾳ γενόμενοι· καὶ Χείρωνα γάρ φησι τρωθέντα τὴν χεῖρα τὴν περὶ βοτανῶν ἐπιτηδεῦσαι ἰατρικήν, τὴν δὲ περὶ τὰς διαίτας τὸν Σηλυβριανὸν Ἡρόδικον, ὃς ἐμπεσὼν διὰ τοὺς πόνους εἰς φθόην ἐπιπόνως τὴν τέχνην ταύτην ἐμελέτησεν.

[457]

   πῶς ὁ μὲν εὔχεται τοῖς Ἐρινύσι ‹ἐριννύσι Lp›, τὰς δὲ εὐχὰς αὐτῷ ἐκτελεῖ Ἅιδης καὶ Περσεφόνη; ῥητέον οὖν ‹om. BLp›, ὅτι αὐτοκράτορες τῶν τιμωριῶν ὄντες τὴν τοῦ κολάζειν ἐξουσίαν τοῖς ἄλλοις δαίμοσι παρέχονται.

[468]    δῆλον ‹δηλοῖ L› ὅτι οἱ σύες θαλέθοντες ἀλοιφῇ καὶ πιμελεῖς ὄντες εὑόμενοι τῇ φλογὶ καὶ ὀπτώμενοι τανύονται ‹τάνυνται L›, ὃ σημαίνει τὸ ἐκτήκοντο ‹ἐτήκοντο L›, ἀπὸ τοῦ τετανοὺς ‹τετάνους B› γίνεσθαι τοὺς ἰσχναινομένους.

[473]    ad Ε 137 in fine operis edendum.

[480]    v. 453 sqq.

[497]    .... ἐναντίον δέ ἐστι τὸ στρεπτοὶ δὲ καὶ θεοὶ αὐτοί τῷ οὐ γὰρ αἶψα θεῶν τρέπεται νόος (γ 147). λύοιτο δ' ἂν προσώπῳ, ὅτι τὸ μὲν αἶψα θεῶν οὐ τρέπεται νόος ὁ ποιητής φησιν, ἐκεῖνο δὲ ὁ Φοῖνιξ λέγει ἐν καιρῷ ὀργιζομένου Ἀχιλλέως εἰκότως, καὶ τοὺς θεοὺς πείθεσθαι.

[571]    .... πῶς δὲ Ἅιδην ἐπικαλεῖται, ἡ δὲ Ἐρινὺς ἔρχεται; δῆλον ὡς ὑπηρέτις.

[591]    καὶ πῶς οὐκ ἄτοπον μόνῃ γυναικὶ πείθεσθαι; ἢ ὅτι ὁ καιρὸς ἦν ὁ πείθων, οὐχ ὁ ἔρως. ὅτι γὰρ οὐ γυναικοκρατεῖται δῆλον· οὐ γὰρ ἐρωτικοῖς αὐτὴ ἐχρήσατο ῥήμασιν, ἀλλὰ πεφθέντος τοῦ θυμοῦ, τότε παρακαλεῖ.

   ἀπρεπὲς δοκεῖ τὸ μὴ ὑπό τινος ἄλλου πεισθῆναι τὸν Μελέαγρον, ἀλλὰ μόνης τῆς γυναικός. λύει δ' ὁ καιρός· ἀλλ' ὅτε δὴ θάλαμος πύκ' ἐβάλλετο (v. 588).

[617]    διὰ τί τὸν Φοίνικα οὐκ ἀπολύει ὁ Ἀχιλλεύς; ῥητέον οὖν ὅτι γνοὺς παρακεκλῆσθαι αὐτὸν ὑπὸ Ἀγαμέμνονος τῇ πρεσβείᾳ ἐφοβήθη, μὴ μετὰ μείζονος δεήσεως πάλιν ἐκπεμφθῇ, καὶ δὶς ἀτιμάζειν ἀνάγκην ἕξει. οἱ δὲ ὡς ὡμολογημένον αὐτὸ λαμβάνουσιν, ὅτι ὡς τροφέα αὐτὸν κατέχει.

[656]    ζητεῖται διὰ τί μετὰ τὴν πρὸς Αἴαντα Ἀχιλλέως ἀπόκρισιν Ὀδυσσεὺς οὐ λέγει. ῥητέον οὖν ὅτι ἐπεὶ αὐτῷ σκληρῶς ἀπεκρίνατο. λεκτέον δὲ καὶ πρὸς τοὺς ζητοῦντας, τίνος ἕνεκεν ἄλλοι τινὲς οὐκ ἐπρέσβευσαν, ἀλλ' οὗτοι, ὅτι κρείττονες ἐδόκουν.

[682]    ἐν τῷ μουσείῳ τῷ κατὰ Ἀλεξάνδρειαν νόμος ἦν προβάλλεσθαι ζητήματα καὶ τὰς γινομένας λύσεις ἀναγράφεσθαι. προεβλήθη οὖν, πῶς τοῦ Ἀχιλλέως τοῖς πρὸς αὐτὸν ἐλθοῦσι πρέσβεσι ταύτην δεδωκότος ἀπόφασιν·

   οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντος,

   πρίν γ' υἱὸν Πριάμοιο δαΐφρονος, Ἕκτορα δῖον,

   Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας ἱκέσθαι.

   ἀμφὶ δέ τοι τῇ 'μῇ κλισίῃ καὶ νηῒ μελαίνῃ

   Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω (v. 65052. 54. 55),

Ὀδυσσεὺς ἐρωτώμενος τὰ περὶ τῆς πρεσβείας τοῦτο μὲν οὔ φησιν, ἀλλὰ τὸ

   αὐτὸς δ' ἠπείλησεν ἅμ' ἠοῖ φαινομένηφι

   νῆας ἐυσσέλμους ἅλαδ' ἑλκέμεν ἀμφιελίσσας (v. 682. 83)·

παραπρεσβείας γὰρ εἶναι τὸ μὴ τἀληθῆ ἀπαγγέλλειν. πρὸς τοῦτο ὁ λύων ἔφασκε, τἀληθῆ μὲν ἐπαγγεῖλαι τὸν Ὀδυσσέα, οὐχ ἃ πρὸς ἄλλους εἴρηκεν εἰπόντα, ἀλλ' ἃ πρὸς αὐτὸν καὶ ἃ ἤκουσε παρ' Ἀχιλλέως. ἦν δὲ πρὸς αὐτὸν ῥηθέντα

   νῦν δ' ἐπεὶ οὐκ ἐθέλω πολεμίζειν Ἕκτορι δίῳ,

   αὔριον ἱρὰ Διὶ ῥέξας καὶ πᾶσι θεοῖσι,

   νηήσας εὖ νῆας, ἐπὴν ἅλαδε προερύσσω,

   ὄψεαι, ἢν ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ,

   ἦρι μάλ' Ἑλλήσποντον ἐπ' ἰχθυόεντα πλεούσας

   νῆας ἐμάς, ἐν δ' ἄνδρας ἐρεσσέμεναι μεμαῶτας (v. 356-361).

ὅταν μὲν οὖν εἴπῃ ὁ μὲν αὔριον πορεύεσθαι, ὁ δ' Ὀδυσσεὺς ἅμ' ἠοῖ φαινομένηφι, τἀληθὲς ἂν εἴη ἀπηγγελκώς. οὐ μέντοι ἁπλῶς ἔφη, ὅτι ταῦτα εἴρηκεν Ἀχιλλεύς, ἀλλ' ὅτι ἠπείλησεν, ἀπειλὴν τὸ πρᾶγμα καὶ οὐκ ἔργον ἀποφαίνων δι' ἃ ἤκουσε πρὸς τοὺς ἄλλους ὑπ' αὐτοῦ λεγόμενα, ὧν πρὸς μὲν τὸν Φοίνικα· φρασσόμεθ' ἤ κε νεώμεθ' ἐφ' ἡμέτερ' ἤ κε μένωμεν (v. 619), πρὸς δὲ τὸν Αἴαντα, πρίν γ' υἱὸν Πριάμοιο ἐλθεῖν ἐπὶ τὴν σκηνήν, οὐ πρότερον ἐξίεσθαι εἰς τὸν πόλεμον (v. 650). τί οὖν ἔδει τὰ πρὸς τοὺς ἄλλους λέγειν, ἀλλ' οὐχὶ μόνον ἐπικρίνειν τὰ πρὸς αὐτὸν ῥηθέντα; ἀπειλαὶ δὲ ἦσαν ἐξ ὧν πρὸς τοὺς ἄλλους μετὰ ταῦτα ἔφη. εἰ δ' αὔτως καὶ τὰ πρὸς Αἴαντα φθάσας εἶπε ῥηθέντα, ὕβρις ἂν ἦν τοῦ Αἴαντος, μὴ δυναμένου λέγειν ἃ ἀκήκοε· διὸ ἐπήγαγεν· εἰσὶ καὶ οἵδε ἀπαγγέλλειν οἷοί τε τὰ ῥηθέντα πρὸς αὐτούς.

   καὶ μὴν Φοίνικι μὲν ἔλεγε φρασσόμεθ' ἤ κε νεώμεθα (v. 619), Αἴαντι δὲ οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι (v. 650). ἀλλ' ἴσως Ὀδυσσεὺς τὰ πρὸς ἑαυτὸν μόνον ῥηθέντα ἀγγέλλει, ἀνακόπτει δὲ τὰ Αἴαντος εἰπὼν εἰσὶ καὶ οἵδε (v. 688), ὅπως μὴ αἰσχύνοιτο Αἴαντος πλέον κατορθώσαντος. ἢ ἵνα ἐκκόψῃ αὐτῶν τὴν ἐλπίδα καὶ εὐψύχως πολεμήσωσιν, ὅθεν καὶ παραινεῖ ὁ Διομήδης καρπαλίμως πρὸ νεῶν ἐχέμεν λαόν τε καὶ ἵππους (v. 708). ὅπερ ἀγνοήσαντές τινες ὠβέλισαν τὰ ἔπη.

[688]    v. 656.

[10]

[6]    Πολὺν ὄμβρον ἀθέσφατον. glossa suprascripta: ἐκ παραλλήλου τὸ αὐτὸ κατὰ Πορφύριον.

[11]    ἀδύνατον, φασὶν, ἐν τῇ σκηνῇ ὄντα κατιδεῖν εἰς τὸ πεδίον. ῥητέον οὖν ὅτι ἰδεῖν καὶ ἀθρῆσαι λέγομεν καὶ τὸ τῇ διανοίᾳ σκέψασθαι. ἐγχωρεῖ δὲ καὶ οὕτως ἔχειν τὴν σκηνὴν, ὡς δύνασθαι ἀπιδεῖν· ἔθος γὰρ τοῖς βασιλεῦσι τοιαῦτα κατασκευάζειν, ἀφ' ὧν περιόψονται.

   ἢ ὅτι ἐφ' ὕψους ἡ σκηνὴ ἡ βασιλική, ἢ ὅτι οἱ Τρῶες ‹om. οἱ Τρ. Lp› ἐπὶ θρωσμῷ πεδίοιο (v. 160). ἔνιοι δὲ τὸ ἀθρήσειεν ἐπὶ τοῦ νοῦ ἀκούουσιν, ἀλλὰ προσέθηκεν ἂν τὸ ‹ταῖς Lp› φρεσίν, ὡς τὸ ὄφρα ἴδωμαι ‹αι e corr. Lp› ἐνὶ φρεσίν (Φ 61).

[47sqq]    εἰ δέ τις λέγει τὸν Ἕκτορα διὰ ταῦτα ὑπερτίθεσθαι καὶ αὐτοῦ τοῦ Ἀχιλλέως, ἴστω ὅτι λύει τὸ ἄπορον ὁ βασιλεύς, προσθεὶς τὸ αὕτως, ἤτοι οὕτως ἁπλῶς, οὔτε θεᾶς, φησὶν, υἱὸς φίλος οὔτε θεοῖο. Ἀχιλλεὺς μὲν γὰρ καὶ τοιαῦτα καὶ μείζω δράσας οὐκ ἂν ἐκπλήξοι τινά (ἐκ θεᾶς γάρ), ὁ Ἕκτωρ δὲ ἁπλῶς ἀνήρ.

[67sqq]    φθέγγεο δ' ᾗ κεν ἴῃσθα καὶ ἐγρήγορθαι ἄνωχθι, πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον πάντας κυδαίνων, μηδὲ μεγαλίζεο θυμῷ. ταῦτα σημειωτέον ὡς ἐπιτήδεια εἰς αἰτίας ἀπόδοσιν, δι' ἣν εἰώθασιν οὕτω πρὸς ἀλλήλους διαλέγεσθαι οἱ ἥρωες· διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ· εἶναι γὰρ φιλοφρονουμένων τὸν τοιοῦτον τρόπον τῆς προσαγορεύσεως. τὸ μὲν οὖν πατρόθεν ὀνομάζειν ἐστὶν ἐν τῷ Λαερτιάδη, τὸ δὲ ἐκ γενεῆς, τὸ ἐκ γενάρχου, οἷον τὸ διογενές· ἐκ γὰρ τοῦ Διὸς τοῦ ἀρχηγέτου τοῦ γένους εἴληπται τὸ διογενές. τὸ δὲ οὕτως ὀνομάζειν κυδαίνοντός ἐστι τοὺς καλουμένους. τί οὖν τὸ μηδὲ μεγαλίζεο θυμῷ; οὐ γὰρ, ὥσπερ οἱ γραμματικοί, τὸ μὴ μέγα ἡγοῦ τὸ τοιοῦτον καὶ τὸ οὕτω προσφωνεῖν, ἀλλὰ σημαίνει· μὴ μεγάλυνε σεαυτοῦ τὴν ψυχήν, ἐξ οὗ σημαίνεται· μὴ ὑπερόπτης γίνου μηδ' ἀνάξιον σαυτοῦ τὸ ἄλλον κυδαίνειν ἡγοῦ. ταὐτὸν γὰρ τοῦτο καὶ ἐν ἄλλοις ἔφη· σὺ δὲ μεγαλήτορα θυμὸν ἴσχειν ἐν στήθεσσιν (Ι 255)· ὅμοιον γὰρ τῷ μὴ μεγαλίζεο θυμῷ τὸ ἴσχειν ἐν στήθεσι θυμὸν μεγαλήτορα, ᾧ ἐπάγει φιλοφροσύνη γὰρ ἀμείνων· ταὐτὸν οὖν τῷ πάντας κυδαίνων. καὶ ἡ Πηνελόπη δὲ λέγει οὐ γάρ τι μεγαλίζομαι οὐδ' ἀθερίζω (ψ 174), οὐχ ὑπερηφανῶ ὥς τις μεγάλη, οὐδέ σ' ὡς μικρὸν καὶ ἀνάξιον ἀτιμάζω· ἀθερίζειν γὰρ, ἀπὸ τῶν ἀποκρινομένων ἀθέρων, τὸ ἀτιμάζοντα ἀποκρίνειν ὡς τοῦ μηδενὸς ἄξιον, ὡς ἀθέρας ἀπὸ τοῦ καρποῦ ἀποκρίνοντα· καὶ οὔ ποτέ μ' οἵ γ' ἀθέριζον (Α 261), οὔ ποτέ με ἐν ἀθέρων μοίρᾳ εἶχον. ταὐτὸ δὲ τὸ ἀθερίζειν ἐστὶ τῷ ἀπόβλητόν τι ποιεῖσθαι· οὔ τοι ἀπόβλητον ἔπος ἔσσεται (Β 361), ᾧ ἀντικείσεται τὸ ἄνδρας δὲ λίσσεσθαι ἐπιπροέηκεν ἀρίστους κρινάμενος κατὰ λαὸν Ἀχαϊκόν (Ι 520. 21), καὶ αἰσυμνῆται δ' ἔκκριτοι ἐννέα πάντες ἀνέσταν (θ 258). ἐξηγούμενος δὲ τὸ ἀθερίζειν ἔφη τῶν δ' ἄλλων οὔ πέρ τιν' ἀναίνομαι οὐδ' ἀθερίζω (θ 212). ἔστι δὲ τὸ ἀναίνομαι οὐχὶ ἐπαινῶ, διὸ ἴσον ἂν εἴη τῷ πάντας κυδαίνειν. καὶ τὸ οὐχ ἅλιον δὲ ἴσον τῷ οὐκ ἀθερίζειν, οὐκ ἀποβολῆς ἄξιον τῆς θαλάττης· τὸ μὲν γὰρ ἀθερίζειν ἀπὸ τῶν ἀποκρινομένων ἀθέρων, ὁ δὲ ἅλιος ἀπὸ τῶν εἰς ἅλα βαλλομένων, ὡς τὸ ἅλιον ἔπος ἔκβαλον ἤματι κείνῳ (Σ 324). τὸ μὲν οὖν μὴ μεγαλίζεσθαι θυμῷ σημαίνει τὸ μὴ ὑπερηφανεῖν δι' ὑπεροψίαν. αὐτό τε τὸ ὑπερηφανῆσαί φησι· σὺ δὲ τῷ μεγαλήτορι θυμῷ εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν, ἠτίμησας (Ι 109. 10), ὃ ἔφη ἠθέρισας. καὶ πάλιν οἳ τὸ πάρος θυμῷ ἦρα φέροντες ἀφεστᾶσι (Ξ 131. 2), καταφρονοῦντες καὶ ὑπερηφανοῦντες, διὰ τὸ αὐτοῖς χωρίζεσθαι, ὥς που ἔφη ταῦθ' ὑπερηφανέοντες Ἐπειοὶ χαλκοχίτωνες ἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται (Λ 694. 95). οἱ μέντοι συνείκοντες καὶ τῆς ὑπεροψίας παυόμενοι·

   ὣς ὁ μὲν Αἰτωλοῖσιν ἀπήμυνεν κακὸν ἦμαρ,

   εἴξας ᾧ θυμῷ (Ι 597).

[98]    v. 194 sqq.

[149]    δειλὸς, φασὶν, οὗτος, ὅτι ἀσπίδα καὶ οὐ ‹add. Bkk.; codd. om.› δόρυ ἀναλαμβάνει. ἴσως δὲ σιωπωμένῃ τῇ ἀποκρίσει χρῆται πρὸς τὸν Νέστορα εἰπόντα βουλεύσεσθαι πότερον φευκτέα ἢ μενετέα, ἐμφαίνων διὰ τῆς ἀσπίδος ὅτι μενετέα (v. 147). δόρυ μὲν γὰρ φέρουσι καὶ μὴ μαχόμενοι, ἀσπὶς δὲ μενόντων ἐστὶ καὶ μαχομένων.

[151]    σχῆμα ἀμφιβολίας· ἄδηλον γὰρ εἴτε παράκειται αὐτοῦ τὰ ὅπλα ἢ ἐνδέδυται. Πορφύριος δέ φησιν ὅτι οὐ φορεῖ· δειλίας γὰρ δεῖγμα τὸ τοιοῦτον.

   οὐχ ὡπλισμένος (δειλοῦ γάρ), ἀλλ' οἷον πλησίον ἔχων τὰ τεύχη. καλῶς δὲ οἱ ἑταῖροι τὴν μεθ' ἡμέραν τάξιν φυλάττουσι περιστοιχοῦντες τὸν βασιλέα. [στρατηγικὸν δὲ καὶ τὸ αἰθριοκοιτεῖν.]

[153]    φαύλη δοκεῖ εἶναι ἡ τῶν δοράτων ἐπὶ σαυρωτῆρας στάσις· καὶ δὴ πανταχοῦ θόρυβον ἤδη πεποίηκε νύκτωρ ἓν μόνον πεσόν. λύει δ' Ἀριστοτέλης λέγων ὅτι τοιαῦτα ἀεὶ ποιεῖ Ὅμηρος οἷα ἦν τότε. ἦν δὲ τοιαῦτα τὰ παλαιὰ οἷάπερ καὶ νῦν ἐν τοῖς βαρβάροις· πολλοὶ δὲ οὕτω χρῶνται τῶν βαρβάρων.

[167]    scholium quod de τρόπῳ ἀπὸ κοινοῦ qui vocatur agit, quoniam a specie referatur (cf. ad p. 143, 11-15), in fine operis nostri edendum .

[194sqq]    ἠπόρησεν Ἀριστοτέλης, διὰ τί ἔξω τοῦ τείχους ἐποίησε τοὺς ἀριστέας βουλευομένους ἐν νυκτηγορίᾳ, ἐξὸν ἐντὸς τοῦ τείχους ἐν ἀσφαλεῖ. καί φησι· πρῶτον μὲν οὖν οὐκ εἰκὸς ἦν ἀποκινδυνεύειν τοὺς Τρῶας οὔτ' ἐπιτίθεσθαι νύκτωρ· οὐ γὰρ τῶν εὐτυχούντων ἦν ἀποκινδυνεύειν. ἔπειτα ἐν ἐρημίᾳ καὶ καθ' ἡσυχίαν βουλεύεσθαι περὶ τῶν τηλικούτων ἔθος. ἄτοπον δ' ἂν ἦν εἰ ἠξίουν μὲν πορευθῆναί τινας εἰς τοὺς Τρῶας, αὐτοὶ δὲ οὐδὲ μικρὸν προελθεῖν ἐτόλμων. ἔπειτα στρατηγῶν ἂν εἴη τὸ φυλάσσεσθαι τοὺς νυκτερινοὺς θορύβους, τὸ δ' ἐν τῷ στρατεύματι νυκτὸς συνιόντας βουλεύεσθαι, νεωτερισμοῦ ὑποψίαν παρασχὸν, φόβον ἐνεποίει. ἅμα δὲ καὶ ἡ πρόθεσις ἦν τοὺς φύλακας θεάσασθαι, ἐν οἷς ἦν ἡ σωτηρία τῶν καθευδόντων. γενόμενοι δ' ἐν τούτοις τὰς βουλὰς, ὀλίγον πόρρω τούτων ἀποστάντες, ἐν ἡσυχίᾳ μὲν καὶ ἐν ἀπορρήτῳ ἐποιοῦντο, μὴ ἀναμεμιγμένοι τοῖς φύλαξιν, ἐν ἀσφαλεῖ δέ, πλησίον γὰρ τῶν φυλάκων. καὶ ἅμα ταχέως ἦν ἐπιτελέσαι τὰ δόξαντα. ὁ δὲ νεκύων χῶρος πλήρης μὲν τῶν κειμένων πτωμάτων, ὀλίγον δὲ καθαρὸν ἔχων νεκρῶν, ἔνθα καθέζονται, τοῦ περὶ τὴν τάφρον παντὸς χωρίου πλήρους ὄντος τῶν ἀνῃρημένων. ἀπολογούμενος δὲ διότι ἄταφοι ἦσαν, ἐπάγει ὅτι τῶν πολεμίων νυκτὸς γέγονεν ἡ ἀναχώρησις καὶ σχολὴν οὐκ ἐνέδωκεν ὁ καιρὸς εἰς ταφήν, νυκτὸς μὲν καταλαβούσης, ἐκ δὲ τῆς ἥττης ὑπὸ τοῦ καμάτου εἰς ὕπνον τετραμμένων πάντων· φησὶ γάρ (v. 98. 99)·

   μὴ τοὶ μὲν καμάτῳ ἀδηκότες ἠδὲ καὶ ὕπνῳ

   κοιμήσωνται, ἀτὰρ φυλακῆς ἐπιπάγχυ λάθωνται (v. 200)

καὶ·

   ὅθεν αὖτις ἀπετράπετ' ὄβριμος Ἕκτωρ

καὶ τὰ ἑξῆς.

   ..... διὰ τί δὲ μὴ μᾶλλον ἔσω τοῦ τείχους ἀσφαλέστερον βουλεύονται; ἀλλ' ἐν τῷ στρατεύματι νυκτὸς περιιόντες θόρυβον ἐκίνησαν, καὶ ταῦτα προτεταλαιπωρημένων ἤδη τῶν Ἑλλήνων. ἄλλως τε ἄτοπον ἦν εἰς κατασκοπὴν ὀτρύνοντας μὴ τολμᾶν προϊέναι τῶν πυλῶν. ἔτι δὲ καὶ πρὸς παραμυθίαν τῶν μελλόντων ἐκπέμπεσθαι.

   ἄλογον τὸ μὴ ἐντὸς τῆς τάφρου τὸ συνέδριον εἶναι. λύεται δὲ ἐκ τοῦ καιροῦ· οὐ γὰρ τὸ θορυβεῖν τοὺς ἐν στρατοπέδῳ προσῆκον. θαρραλεώτερόν τε τὸν κατάσκοπον ἐχρῆν ποιεῖν παρακαθήμενον καὶ οὐδὲν μέλλοντα πείσεσθαι δεινόν, τῶν φυλάκων περὶ τὴν τάφρον τυγχανόντων.

   διὰ τί μέλανα καὶ ὑπόρρηνα ἐπαγγέλλεται τὰ πρόβατα; καὶ ῥητέον ὅτι μέλανα μέν, ἐπεὶ νυκτὸς ἐπορεύοντο, ὑπόρρηνα δὲ συμβόλῳ τινὶ αἰσίῳ, ἵνα ἔγκαρπον τὴν πορείαν ποιήσωνται.

[249]    ζητεῖται δὲ πῶς Ὀδυσσεὺς νῦν μὲν ἐπαινούμενος ἄχθεται, παρὰ δὲ τοῖς Φαίαξι φίλαυχός ἐστι (ι 19. 20). ῥητέον ὅτι ἐνταῦθα μὲν παραιτεῖται τὸν ἔπαινον, ἐπεὶ προείληφεν ἡ γνῶσις, παρὰ δὲ τοῖς Φαίαξιν οὐδαμῶς ἀρνεῖται, ἵνα γνωσθεὶς μᾶλλον τῆς ἐπανόδου τύχῃ.

[249]    ἡ συναγωγὴ τῶν ζητουμένων γέγονε μὲν ἤδη καὶ παρ' ἄλλοις· ἡμεῖς δὲ τὰ προβλήματα λαμβάνοντες παρὰ τῶν ἐζητηκότων τὰς λύσεις ἐπικρίνομεν ἃς ἐκεῖνοι ὑπέταξαν τοῖς προβλήμασι, καί τινας μὲν τούτων ἐγκρίνομεν, τινὰς δὲ παραιτούμεθα, τὰς δ' αὐτοὶ ἐξευρίσκομεν, τὰς δὲ πειρώμεθα διορθοῦν καὶ ἐξεργάζεσθαι, ὥσπερ τοῖς ἐντυγχάνουσιν ἔσται δῆλον. αὐτίκα τῶν παλαιῶν ζητημάτων ὡμολόγηται εἶναι τὸ τοιοῦτο, ἐν οἷς φησιν

   ἄστρα δὲ δὴ προβέβηκε, παρῴχηκε δὲ πλέω νὺξ

   τῶν δύο μοιράων, τριτάτη δ' ἔτι μοῖρα λέλειπται.

πῶς γὰρ, εἰ αἱ δύο μοῖραι ἐξήκουσιν αὐταί τε καὶ ἔτι τούτων πλέον, ἡ τριτάτη μοῖρα λέλειπται, ἀλλ' οὐχὶ τῆς τρίτης μόριον; ὅθεν καί τινες προστιθέντες τὸ ς ἠξίουν τριτάτης δέ τι μοῖρα λέλειπται γράφειν, ἵνα τῆς τρίτης μερίς τις ᾖ καταλελειμμένη, ἀλλ' οὐχ' ὅλη ἡ τρίτη. Μητρόδωρος μὲν οὖν τὸ πλεῖον δύο σημαίνειν φησὶ παρ' Ὁμήρῳ· καὶ γὰρ τὸ σύνηθες ‑ ὡς ὅταν λέγῃ νώτου ἀποπροταμών, ἐπὶ δὲ πλεῖον ἐλέλειπτο (θ 475) καὶ ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο χεῖρες ἐμαὶ διέπουσι (Α 165) ‑ , σημαίνει δὲ καὶ τὸ πλῆρες, ὡς ἐν τῷ σὸν δὲ πλεῖον δέπας αἰεὶ ἕστηκε (Δ 262), καὶ ἐν τῷ πλεῖαί τοι χαλκοῦ κλισίαι (Β 226). νῦν οὖν τὸ πλέον ἀντὶ τοῦ πλῆρες εἰρῆσθαι· πλήρης γὰρ ἡ νὺξ τῶν δύο μοιρῶν γεγονυῖα παρῴχηκε, τριτάτη δ' ἔτι περιλέλειπται. διεῖλε δ' εἰς τρία, ὡς ἂν τριφυλάκου τῆς νυκτὸς οὔσης. Χρύσιππος δὲ, ὥσπερ εἴ τις, φησὶ, περὶ τριῶν ἡμερῶν διαλεγόμενος ἐν τῇ τρίτῃ λέγει μίαν ἀπολείπεσθαι ἔτι ἡμέραν, κἂν μὴ περὶ ὄρθρον ποιῆται τοὺς λόγους, οὕτως καὶ τὸν Ὀδυσσέα, εἰ καὶ πλέον ἦν παρῳχηκὸς τῶν δύο μοιρῶν, τὴν τρίτην φάναι καταλείπεσθαι, ἐπειδὴ τριμεροῦς οὔσης τῆς νυκτὸς ἕκαστον μέρος ὡς ἕν τι λαμβάνεται, ὥστε κἂν ἐλλιπὲς ᾖ τοῦτο καὶ μὴ ὁλόκληρον, ἀλλ' ἀριθμεῖσθαί γε τρίτην τῷ τάξιν τῶν μερῶν ἔχειν τὴν τρίτην. οὕτω γὰρ καὶ ἄνθρωπον πηρὸν τὸν πόδα γενόμενον ἔτι τυγχάνειν τῆς ὅλης προσηγορίας. ἄλλοι δέ φασιν ἔθος ἔχειν τοὺς ποιητὰς τῷ ἀπηρτισμένῳ χρῆσθαι ἀριθμῷ, ὁτὲ μὲν τὰ ἐπιτρέχοντα τοῖς ἀριθμοῖς περιγράφοντας ὑπὲρ τοῦ ὁλοσχερεῖ καὶ ἀπηρτισμένῳ χρῆσθαι, ὅταν χιλιόναυν στρατὸν φήσειέ τις (Eur. Or. 344) τῶν Ἑλλήνων ‑ ἦσαν δὲ αἱ νῆες χίλιαι ἑκατὸν ὀγδοήκοντα ἕξ ‑ , καὶ ἔτι πύργους εἴκοσι μιᾷ στολῇ, πεζοῖς μὲν ἕνδεκα, ναυσὶ δὲ δυώδεκα ἀντὶ τοῦ κγ΄. ὁτὲ δὲ τὸν προκείμενον περιγράφουσι, τῷ ἐπιτρέχοντι ἀρκούμενοι, οἷον κατὰ μὲν φίλα τέκνα ἔπεφνε θάλλοντα ἥβᾳ δυώδεκα, αὐτὸν δὲ τρίτον (Pind. fr. 157 Boeekh.), ἀντὶ τοῦ τρίτον καὶ δέκατον· καὶ τετράτῳ δ' αὐτὸς πεδάθη, φησὶν ὁ Πίνδαρος (fr. 100), ἀντὶ τοῦ τετάρτῳ καὶ δεκάτῳ· ἡ δὲ γυνὴ τέταρτον ἔτος ἡβώοι, πέμπτῳ δὲ γαμοῖτο (Hes. op. 696), ἀντὶ τοῦ τεσσαρεσκαιδεκάτῳ καὶ πεντεκαιδεκάτῳ· Εὔπολίς τε Χρυσῷ γένει (Mein., fr. com. II, p. 537)· δωδέκατος ὁ τυφλὸς, τρίτος ὁ τὴν κάλην ἔχων, ὁ στιγματίας τέταρτός ἐστιν ἐπὶ δέκα, πέμπτος δ' ὁ πύργος, ἕκτος ὁ διεστραμμένος· χοὗτοι μέν εἰσ' ἑκκαίδεκ' εἰς Ἀρχέστρατον, ἐς τὸν δὲ φαλακρὸν ἑπτακαίδεκ'. Β. ἴσχε δή. Α. ὄγδοος ὁ τὸν τρίβων' ἔχων. ὁτὲ δὲ ἔξω προστιθέασιν, ἵνα τὸν πλήρη ἀριθμὸν εἴπωσιν, οἷον Ὁμήρου εἰπόντος ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν (Ω 496), Σιμωνίδης φησὶ καὶ σὺ μὲν εἴκοσι παίδων μᾶτερ ἔλλαθι (fr. 49 Bergk.). καὶ δεκάτῳ μηνὶ τοῦ τοκετοῦ ταῖς γυναιξὶ γιγνομένου φησὶν Ὅμηρος· χαῖρε, γυνὴ, φιλότητι, περιπλομένου δ' ἐνιαυτοῦ τέξῃ ἀγλαὰ τέκνα (λ 248). καὶ ἄλλοι θ' οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο (Β 649) καὶ πολλοὶ ἀπειρέσιοι καὶ ἐννήκοντα πόληες (τ 174)· ἢ γὰρ κατὰ τὸ ἕτερον προστίθησιν ἢ κατὰ τὸ ἕτερον ἀφαιρεῖ. ὁμοίως καὶ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα δαίνυντο (Α 601), οὐχ ἅμα τῇ ἕῳ ἀρξαμένων πίνειν· καὶ πᾶν δ' ἦμαρ μάρναντο περὶ Σκαιῇσι πύλῃσι (Σ 453), καίπερ βραχέος γινομένου χρόνου ὑπὲρ τὴν μάχην. καὶ τῶν Ὀλυμπίων δὲ ἐναλλὰξ ἀγομένων διὰ πεντήκοντα μηνῶν καὶ τεσσαράκοντα ἐννέα, οἱ ποιηταὶ πεντηκοντάμηνόν φασι τὴν πανήγυριν. οὕτως οὖν οὐδὲν κωλύει, καὶ τῆς τρίτης μοίρας ἐλλιποῦς οὔσης, οὐχ ὁλόκληρον τρίτην αὐτὴν ὀνομάσαι μοῖραν. Ἀριστοτέλης δὲ οὕτως ἀξιοῖ λύειν, ἐν οἷς φησιν· ἡ εἰς δύο διαίρεσις εἰς ἴσην δύναται γενέσθαι ἐν τούτοις· ἐπεὶ δὲ τὸ πλέον τοῦ ἡμίσεος ἀόριστόν ἐστιν, ὅταν τοσοῦτον αὐξηθῇ ὡς τοῦ ὅλου τρίτον ἀπολείπεσθαι, ἀκριβοῦς ἂν εἴη τὸ ἀφορίσαι τοῦτο καὶ δηλῶσαι ὅσον ἐστὶ τὸ καταλειφθέν, ἵνα ὅσον ηὐξήθη τοῦ ὅλου τὸ ἥμισυ δῆλον γένηται. οἷον τῶν Ϛ΄ ἥμισυ τὰ γ΄. εἴπερ διαιρεθείη τὰ Ϛ΄ εἰς β΄ ἴσα, ἔσται γ΄. ἐὰν τὸ ἕτερον μέρος αὐξηθῇ, ἄδηλον πότερον μορίῳ ἀριθμοῦ ἢ ὅλῃ μονάδι. ἐὰν οὖν ὅλῃ μονάδι πλέον γένηται, τὸ μέρος τὸ ὑπολειπόμενον τρίτον ἔσται τοῦ ὅλου, ὥστε καὶ ὁ εἰπὼν τῶν δύο μερῶν θάτερον πλέον γινόμενον καταλέλοιπε τριτάτην μοῖραν δεδήλωκεν ὅτι ἐν αὐξήσει τὸ πλέον μονάδι γέγονε, τεσσάρων γεγονότων τῶν τριῶν καὶ δύο ὑπολειπομένων, ὅπερ ἦν τῶν ἓξ τὸ τρίτον. ἐπεὶ οὖν καὶ τῆς νυκτὸς αἱ δώδεκα μοῖραι εἰς δύο ἴσας μερίδας μερίζεσθαι δύνανται εἰς ἓξ, ηὐξήθη δὲ καὶ πλέον γέγονε θάτερον μέρος, ἄδηλον δὲ τὸ πόσαις ὥραις ‑ καὶ γὰρ μιᾷ καὶ δύο καὶ τρισὶ καὶ πλείοσιν ἡ αὔξησις δύναται γίνεσθαι ‑ , ἀφορίζων ὁ ποιητὴς τὸ ἀόριστον τοῦ πλείονος πόσον ἦν, καὶ ὅτι β΄ ὥραις ηὐξήθη, ἐπήγαγεν ὅτι τριτάτη μοῖρα λέλειπται, ὡς ὀκτὼ μὲν γενέσθαι τὰς παρῳχηκυίας ὥρας, καταλείπεσθαι δὲ τέσσαρας, αἵπερ εἰσὶ τοῦ ὅλου τρίτον. οὕτω καὶ εἰ δέκα ὀκτὼ εἴη μοιρῶν, ὅ τι δίχα διαιρεῖται εἰς ἐννέα, εἴποις δ' ὅτι πλέον τῆς εἰς δύο μοίρας παρῴχηκεν, ἡ δὲ τρίτη μοῖρα περιλείπεται, δῆλον ποιήσεις ἐκ τοῦ τὸ τρίτον φάναι περιλείπεσθαι, ὅπερ ἐστὶν Ϛ΄, ὅτι δώδεκα φὴς εἰλῆφθαι. ἔστω δὲ καὶ ἐπὶ τοῦ νυχθημέρου τῶν ὡρῶν τὸ αὐτὸ ζητούμενον, καὶ λεγέτω τις ὅτι πλέον τι τῶν εἰς δύο μοίρας νεμομένων ὡρῶν παρῴχηκέ τι, μὴ ἀφορίσας τὸ πόσον, ἐπαγέτω δὲ ὅτι ἡ τρίτη μοῖρα τοῦ παντὸς λέλειπται· δῆλον γίνεται ὅτι τῆς εἰς β΄ διαιρέσεως εἰς ιβ΄ καὶ ιβ΄ γενομένης, τοῦ τρίτου καταλειφθέντος τοῦ παντός, ὅπερ ἐστὶν ὀκτώ, θάτερον μέρος τὸ πλέον ἐν τέτρασιν ἔσχεν, ὥστε ἑκκαίδεκα ὥρας τὰς πάσας παρεληλυθέναι, ὑπολείπεσθαι δὲ ὀκτώ. ἐν οἷς οὖν εἰς δύο ἴσα καὶ εἰς τρία ἐστὶ διαίρεσις, ἐάν τις εἰς δύο πλεονάσαντα τὸ τρίτον τῆς εἰς γ΄ καταλίποι, ἀφορίζει ὅσῳ πλέον ἡ αὔξησις γέγονε. σοφῶς οὖν ὁ ποιητὴς τὸ ἀόριστον [τρίτον] τῆς αὐξήσεως τοῦ ἡμίσεος δεδήλωκεν ὅσον ἦν, ὅτι ὥραις δύο, καὶ ὀγδόη παρεληλύθει ὥρα, διὰ τὸ φάναι τριτάτη δ' ἔτι μοῖρα λέλειπται. εἰδὼς γάρ τις ὅτι ιβ΄ μὲν αἱ ὧραι πᾶσαι τῆς νυκτός, ὧν ἡ εἰς δύο μὲν μοίρας διαίρεσις Ϛ΄ καὶ Ϛ΄ ποιεῖ, ἡ δὲ εἰς γ΄ δ΄ καὶ δ΄ καὶ δ΄, καὶ ἀκούσας ὅτι τῆς εἰς δύο μοίρας διαιρέσεως πλέον τι παρῴχηκεν, εἶτα γνοὺς ὅτι τῆς εἰς τρία τὸ τρίτον ἐπιμένει, ὅπερ ἐστὶν ὧραι τέσσαρες, εὐθὺς γινώσκει ὅτι ἀπὸ τοῦ μεσονυκτίου β΄ ὧραι ἦσαν παραλλάξασαι μεταβάντος. Αὐτόχθων δέ φησιν ὅτι τετελεσμένων τῶν β΄ μοιρῶν, λειπομένης δὲ τῆς τρίτης, εἰκότως φησὶν ὡς παρῆλθε τὸ πλέον ἡ νὺξ οὖσα μοιρῶν β΄· πλέον γὰρ μέρος εἰσὶ τῆς νυκτὸς αἱ δύο, εἴ γε τὰ δύο τοῦ ἑνὸς πλείονα. τὸ οὖν παρῴχηκεν, ὅτι παροιχομένων τῶν δύο μοιρῶν τῷ πλείονι ἡ νὺξ παρῴχηκεν. οὕτω γὰρ οὐδ' ἁμάρτημα ἔσται ἐν τῷ πλέω, ὅπερ θηλυκῶς ἀκούοντές τινες ἡμαρτῆσθαι λέγουσιν ἀντὶ τοῦ ἡ πλείων· ἔστι γὰρ τῷ πλέῳ ἡ νὺξ παρῳχηκυῖα μέρει, τουτέστι τῷ πλείονι καὶ μείζονι μέρει παρήλλαχε, τῶν δύο μερῶν παρῳχημένων. Ἀπίων δὲ αὐτῶν τῶν β΄ τὸ πλέον μέρος ἀνηλῶσθαι λέγει, ὥστε καὶ τῆς δευτέρας εἶναι λείψανον, καὶ τούτων μὲν οὖν τὸ πλέον παρῴχηκε, τὸ δὲ τρίτον καταλείπεται· περὶ γὰρ νύκτας μέσας ἀναστὰς Ἀγαμέμνων ἐγείρει τὸν Νέστορα καὶ μετ' αὐτοῦ τινὰς τῶν ἀριστέων, καὶ ἐπὶ τὴν τάφρον προελθόντες πέμπουσι τοὺς κατασκόπους. τὸν δὲ καιρὸν τῆς νυκτὸς ὑποβάλλει καὶ τὸ πλῆθος τῶν πράξεων. ὁπλισάμενοι γὰρ οἱ κατάσκοποι, ὀφθέντος αὐτοῖς τοῦ ὀρνέου, εὐξάμενοί τε τῇ Ἀθηνᾷ χωροῦσι πρόσω· καὶ ἐντυχόντες τῷ Δόλωνι οὐκ ὀλίγον χρόνον περὶ τὰς ἐρωτήσεις διέτριψαν· καὶ κτείναντες αὐτὸν μετὰ ταῦτα ἐπὶ τοὺς Θρᾷκας ἔρχονται· καὶ βραδύνουσιν αὐτοῖς περὶ τὸν τούτων φόνον ἡ Ἀθηνᾶ ἐπὶ τὰς ναῦς ἀπαλλάττεσθαι παραινεῖ· καὶ ἐπανελθόντες λούονταί τε καὶ ἀριστοποιοῦνται, καὶ τότε ἡμέρα γίνεται. Ὀδυσσεὺς δὲ λέγει ἐγγύθι δ' ἠώς, τὴν διέξοδον ἐπείγων· οὐδὲ γὰρ εὔλογον πλησιαζούσης τῆς ἕω κατασκόπους πέμπεσθαι, ἀλλὰ καὶ πάνυ ἐπισφαλές. τὸ δὲ πλέω δύναται μὲν καὶ ὡς πληθυντικὸν οὐδέτερον παρειλῆφθαι· τὰ πλείονα ἐκ τῶν δύο μοιρῶν παρῆλθεν· ἢ πλείονα παρὰ μοίρας τὰς δύο, ὥς που καὶ ὁ Θουκυδίδης (I, 3, 5) λέγει· ἀλλὰ καὶ ταύτην τὴν στρατιὰν θαλάσσῃ ἤδη πλείω χρώμενοι συνῆλθον. δύναται δὲ καὶ θηλυκὸν ἑνικὸν εἶναι, πτῶσιν αἰτιατικὴν προβάλλον· ἡ νὺξ παρῆλθε τὴν πλείονα μοῖραν τῶν δύο μοιρῶν. πιθανῶς δὲ οὐδένα ἄλλον τὴν τῶν ἄστρων πορείαν ἐποίησε φυλάττοντα ἢ τὸν Ὀδυσσέα, προοικονομῶν εἰς τὴν Ὀδύσσειαν· ἐκεῖ γὰρ αὐτῷ ὁ πλοῦς ἀνύεται Πληιάδας ἐσορῶντι καὶ ὀψὲ δύοντα Βοώτην (ε 572).

   λέγοντος τοῦ Ὀδυσσέως ἄστρα δὲ δὴ προβέβηκε, ζητήσειεν ἄν τις, τί δηλοῖ τὸ προβέβηκε καὶ ποῖά εἰσιν ἄστρα ἐξ ὧν στοχάζεται τὴν ὥραν. τὸ γὰρ ἐκ τῆς ἄρκτου λέγειν οὐχ ὑγιές· οὐ γὰρ ἐκ τῶν ἀεὶ φανερῶν, ἀλλ' ἐκ τῶν ἀνατελλόντων καὶ δυομένων τὰς ὥρας τεκμαίρεσθαι ἔστιν. οἱ δὲ οὐδ' ἐπ' ἄλλου φασὶν οἷόν τε ἢ ἐπὶ τῆς ἄρκτου εἰρῆσθαι διὰ τὸ προκεῖσθαι τὸ προβεβηκέναι· σημειωσάμενον γὰρ τοὺς τόπους καθ' ὥραν, ὡς ἐπιλαμβάνουσι στρεφόμενοι τῆς ἄρκτου οἱ ἀστέρες, προβεβηκέναι φάναι ἐπὶ πλέον κατὰ τὴν στροφὴν χωρήσαντας, οἱ δὲ ἀπὸ τῶν Πληιάδων καὶ Ὑάδων καὶ Ὠρίωνος, ἤτοι τὴν ἀνατολὴν ἑῴαν ποιουμένων καὶ προβεβηκότων ἀπὸ τῆς ἀνατολῆς, [Πληιάδων] δύσιν ποιουμένων καὶ ἤδη προβαινόντων εἰς τὴν δύσιν· τὸ αὐτὸ γὰρ καὶ ἐν τῷ ἀλλ' ὅτε δὴ τρίχα νυκτὸς ἔην, μετὰ δ' ἄστρα βεβήκει (μ 312), ἢ ὡς πρὸς ἀνατολὴν ἢ πρὸς δύσιν, τὸ μέντοι τρίχα ἀντὶ τοῦ τρίτον. διχῶς δὲ τὸ τρίτον τό τε κατὰ σχέσιν τὴν πρὸς τὸ πρῶτον. μή ποτε ἐκ τοῦ ζωδιακοῦ κύκλου τὴν ὥραν καταμεμαθηκέναι φησί· τούτου γὰρ εἰς ιβ΄ διῃρημένου, Ϛ΄ μὲν εὐθέως καταδύνοντος ἡλίου βλέπεται, νυκτὸς δὲ προβαινούσης τὰ λοιπά, οὐ τὰ αὐτὰ μὲν ὁρώμενα, τὸν δὲ ἀριθμὸν τὸν ἓξ φυλάττοντα. ἐκ τῶν ζωδίων οὖν τῶν ἐπιφερομένων τῷ δωδεκατημορίῳ τούτῳ, ἐν ᾧ ὁ ἥλιος ἔδυ, τὴν ὥραν στοχάζεται Ὀδυσσεύς. ἢ ἁπλῶς πάντα φησὶ τὰ ἄστρα προβέβηκε, τουτέστι προκεχώρηκεν εἰς δύσιν τὰ ἀφ' ἑσπέρας ἐν τῇ ἀνατολῇ φανέντα, ὡς καὶ νῦν φαμεν πολὺ προῆλθε τῆς ἡμέρας, εἰς δύσιν λέγοντες προελθεῖν· ἐφ' ὧν γὰρ ἀπὸ πέρατος εἰς πέρας ἐστί τις δρόμος, ὅταν ἤδη πρὸς τῷ ἑτέρῳ πέρατι ὁρώμενα φαίνηται, προβεβηκέναι λέγοιτ' ἂν ἀφ' οὗ πρῶτον ὁρμώμενα ὤφθη. ὅτι δὲ καὶ τὴν ἡμέραν καὶ τὴν νύκτα εἰς τρία διαιρεῖ δῆλον· ἐπὶ μὲν γὰρ τῆς ἡμέρας· ἔσσεται ἠὼς ἢ δείλης ἢ μέσον ἦμαρ (Φ 111), ἐπὶ δὲ τῆς νυκτός· ἀλλ' ὅτε δὴ τρίχα νυκτὸς ἔην (μ 312).

   διὰ τί προβέβηκε καὶ ποῖα τὰ ἄστρα, ἐξ ὧν στοχάζεται τὴν ὥραν ὁ Ὀδυσσεύς; τὸ γὰρ τῆς ἄρκτου τοὺς ἀστέρας ἀκούειν ἁμάρτημα, οὐκ ἐκ τῶν ἀεὶ φανερῶν, ἀλλ' ἐκ τῶν ἀνατελλόντων καὶ δυομένων τῆς ὥρας τεκμηριουμένης καὶ νοουμένης. ἔνιοι μὲν οὖν· Πληιάδας φησὶν καὶ Ὑάδας καὶ τὸν Ὠρίωνα καὶ τὸ προβεβηκέναι τὴν ἀνατολὴν ἑῴαν ‹ἑῶαν, ε ex π facto, cod.› ποιεῖται, ἕτεροι δὲ τὸν Ἕσπερον καὶ τὸν Κύνα καὶ τὸ προβεβηκέναι ἑῴαν ‹ἑῶαν cod.› ποιεῖται τὴν δύσιν. ἄμεινον δὲ λέγειν, ὅτι ἐκ τοῦ κύκλου τοῦ ζωδιακοῦ τὴν ὥραν κατέμαθε. τούτου ‹τοῦτο cod.› γὰρ εἰς ιβ΄ διῃρημένου ‹διηρημένον cod.›, ἓξ μὲν εὐθέως ἡλίου καταδύνοντος ‹καταδύοντος cod.› βλέπεται, νυκτὸς δὲ προβαινούσης τὰ λοιπά, καὶ τὰ ‹οὐ τὰ αὐτὰ sch. min.› μὲν ὁρώμενα τὸν δὲ ἀριθμὸν τῶν ἓξ φυλάττοντα. ἐκ τῶν ζωδίων οὖν τῶν ἐπιφερομένων τῷ δωδεκατημορίῳ τούτῳ, ἐν ᾧ ὁ ἥλιος ἔδυ, τὴν ὥραν στοχάζεται ὁ Ὀδυσσεύς. ἢ ἁπλῶς φησι πάντα τὰ ἄστρα συγκαταδυόμενα ‹καταδυόμενα cod.› τῷ ἡλίῳ καὶ συνανατέλλοντα κατὰ τὸ δεύτερον. τὸ δὲ προβέβηκε δηλοῖ προκεχώρηκεν εἰς δύσιν, ὥσπερ καὶ ἡμεῖς λέγοντες τὸ πολὺ προῆλθε τῆς ἡμέρας τὸ εἰς δύσιν προελθεῖν λέγομεν. εἰ δέ τις ἐπιζητεῖ, πῶς οὐκ ὠνόμασε τὰ ἄστρα, ἴστω ὅτι τῷ ἐπειγομένῳ ἐπὶ ἔργον οὐκ ἥρμοζεν ἀδολεσχεῖν. φαίνεται δὲ ἐκ τούτων Ὅμηρος καὶ σφαιροειδῆ τὸν κόσμον εἰδώς· οὐ γὰρ οἶόν τε τὰ μὲν δύνειν τὰ δὲ ἀνατέλλειν, μὴ οὐχὶ ὑπὸ γῆν τοῦ ἡλίου φερομένου καὶ ὑπὲρ γῆν ἀνίσχοντος. εἰδὼς δὲ καὶ ἡμερῶν καὶ νυκτῶν μέγεθος καὶ ἡλίου κίνησιν, οἶδεν ἀκριβῶς ὅτι κατὰ ‹καὶ, om. ὅτι, cod.› τὰς τούτου δύσεις καὶ ἀνατολὰς ἡ νὺξ ὁρίζεται ‹ὀργίζεσθαι cod.› κατὰ τὴν ἡμέραν.

   παρῴχηκε δὲ ἡ νὺξ τῶν δύο μοιρῶν ‹corr.›, τριτάτη δ' ἔτι ‹δέ τοι cod.› μοῖρα λέλειπται. ὥσπερ τὴν ἡμέραν εἰς τρία μέρη διεῖλεν, ἐν οἷς φησιν ἔσσεται ‹ἔσεται cod.› ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ, οὕτω καὶ τὴν νύκτα εἰς τρία διεῖλεν. εἰ δὲ τριμερὴς ἔσται ἡ νὺξ καὶ πλεῖον τῶν δύο μοιρῶν παρῆλθεν, πῶς δύναται ὅλη ἡ τρίτη λείπεσθαι; ἀλλὰ λέγομεν, ὅτι τετελεσμένων τῶν δύο μοιρῶν, λειπομένης δὲ τῆς τρίτης, εἰκότως φησὶν ὡς παρῆλθε τὸ πλεῖον ἡ νὺξ οὖσα μοιρῶν δύο· πλεῖον γὰρ μέρος ἐστὶ τῆς ὅλης νυκτὸς αἱ δύο, εἴ γε τὰ δύο τοῦ ἑνὸς πλείονα. ἢ κἀκεῖνο ῥητέον, ὡς τὸ μέρος ὁμοίως ἐξήνεγκε τῷ ὅλῳ, τὴν τρίτην λείπεσθαι εἰπὼν οὐ λειπομένην ὅλην, ὁμοίως· ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα καὶ πᾶν δ' ἦμαρ μάρναντο ἐπὶ Σκαιῇσι πύλῃσιν· οὔτε γὰρ ἅμα ἕῳ ἀρξάμενοι ἔπινον καὶ ‹om. cod.› βραχὺς ἦν ὁ ἀναλωθεὶς χρόνος εἰς τὴν μάχην περὶ ταῖς πύλαις. κἀκεῖνο ὅμοιον· περιπλομένου ἐνιαυτοῦ τέξεις ἀγλαὰ τέκνα· εἰς γὰρ ἀποκύησιν οὐ πληροῦται ὅλον ἔτος ‹ἔπος cod.›, ἀλλὰ διακόσιαι καὶ ἑβδομήκοντα καὶ τρεῖς ἡμέραι. καὶ ἡμεῖς ἐν τῷ συνήθει τοῦ ‹τοῦτον cod.› τὸν δολιχὸν τρέχοντος ἀρξαμένου ‹τρέχοντα ἀρξάμενοι cod.› τὸ ‹τὸν cod.› τελευταῖον στάδιον τρέχειν, στάδιον αὐτὸν περιλείπεσθαί φαμεν, καὶ περὶ τοῦ τὸν ‹τοῦτον cod.› ἔσχατον μῆνα ἄρχοντος, ὅτι τῆς ἀρχῆς αὐτῷ περιλείπεται μείς. ἢ ὅτι αὐτῶν τῶν δύο τὸ πλεῖον μέρος ἀναλῶσθαι λέγεται, ὥστε καὶ τῆς δευτέρας τι ‹ἐστὶ cod.› καὶ τὴν τρίτην ὅλην καταλείπεσθαι. τὸ δὲ πλέω ‹πλείω cod.› δύναται μὲν ὡς πληθυντικὸν οὐδέτερον παρειλῆφθαι· τὰ ‹τὸ cod.› πλείονα ἐκ τῶν δύο μοιρῶν παρηλλάχθαι· ἢ πλείονα παρὰ τὰς μοίρας ‹μοῖρας cod.› τὰς δύο, ὥς που καὶ Θουκυδίδης λέγει· ἀλλὰ καὶ ταύτην τὴν στρατιὰν θαλάσσῃ ἤδη πλείω ‹πλοίω cod.› χρώμενοι συνῆλθον. δύναται δὲ καὶ θηλυκὸν ἑνικὸν εἶναι πτῶσιν αἰτιατικὴν προβάλλον· ἡ νὺξ παρῆλθεν εἰς πλείονα μοῖραν τῶν δύο μοιρῶν.

   παρῆλθον τῆς νυκτὸς αἱ δύο πλήρεις μοῖραι. οἱ δὲ ὅτι τὸ πλέον τῶν δύο μοιρῶν τῆς νυκτὸς παρῆλθεν. αἱ δύο δὲ μοῖραι ὀκτώ εἰσιν ὧραι· τούτων τὸ πλέον, ὅ ἐστιν αἱ ἑπτά, παρῆλθεν· ἐσμὲν δὲ ἐν ὀγδόῃ ὥρᾳ, λείπονται δὲ τέσσαρες. τὸ δὲ ὅλον οὕτως· παρῆλθεν ἡ πλείων ἤδη μοῖρα τῶν δύο τῆς νυκτὸς μοιρῶν, ἵνα λείπηται μέρος τι τῶν δύο καὶ τρίτη τελεία.

[260]    quaestio cod. Leid. (f. 2114b, Π): διὰ τί οὐδαμοῦ τῆς ποιήσεως χριστοῖς βέλεσιν εἶπε χρῆσθαι τοὺς πολεμοῦντας κτλ. (v. Phil. XVIII, p. 350), ad α 262 pertinet.

[274]    Ζωίλος ὁ κληθεὶς Ὁμηρομάστιξ γένει μὲν ἦν Ἀμφιπολίτης τοῦ δὲ Ἰσοκρατικοῦ διδασκαλείου, ὃς ἔγραψε τὰ καθ' Ὁμήρου γυμνασίας ἕνεκα, εἰωθότων καὶ τῶν ῥητόρων ἐν τοῖς ποιηταῖς γυμνάζεσθαι. οὗτος ἄλλα τε πολλὰ Ὁμήρου κατηγορεῖ καὶ τὰ περὶ τοῦ ἐρωδιοῦ, ὃν ἐν τῇ νυκτεγερσίᾳ ἔπεμψε τοῖς περὶ τὸν Ὀδυσσέα ἡ Ἀθηνᾶ, ὃν, φησὶν, οὐκ εἶδον ὀφθαλμοῖσιν, ἀλλὰ κλάγξαντος ἄκουσαν (v. 276). πῶς γὰρ, φησὶ, χαῖρε δὲ τῷ ὄρνιθι Ὀδυσσεύς (v. 277); εἰκὸς γὰρ ἦν ὑπολαβεῖν περιβοήτους ἔσεσθαι· φωνὴ γὰρ σημεῖόν ἐστι τοῖς λανθάνειν προαιρουμένοις ὑπεναντίον. Μεγακλείδης, ὅτι μαντικῶς ταῦτα ἐποίησε· δηλοῖ γὰρ ὅτι φωνὴν ἤκουσαν μόνον. οὐκοῦν οὕτως ἀπέβη τὸ μέλλον· αὐτοὶ μὲν γὰρ ὑπὸ τῶν πολεμίων οὐκ ὤφθησαν, ἤκουσαν δὲ τὰ βουλεύματα καὶ τὰς τάξεις, Δόλωνος ἐξαγγείλαντος. πῶς ἂν οὖν οἰωνὸς σαφέστερος φανείη; Ἀλέξανδρος δὲ ὁ Μύνδιος ἐν τῷ τρίτῳ περὶ ζώων ἠπόρει διὰ τί ἡ Ἀθηνᾶ ἐπὶ τὴν κατασκοπὴν πορευομένοις τοῖς περὶ τὸν Ὀδυσσέα οὐ τὴν γλαῦκα τὴν ἰδίαν ὄρνιν ἔπεμψε σημαίνουσαν τῇ φωνῇ, καὶ ταῦτα νυκτερινὴν οὖσαν ὄρνιν, ἀλλ' ὅτι ἱερὸν τοῦ Ποσειδῶνος καὶ ἑτέρων τινῶν θεῶν. φασὶν οὖν λύοντες ὅτι ἑλώδους ὄντος τοῦ τόπου, τῶν ζώων τούτων νυκτὸς ἐν τοῖς ποταμοῖς καὶ τοῖς τέλμασι νεμομένων, διὰ τούτου σημῆναί τι τοῖς κατασκόποις ἠβουλήθη, καὶ οὐ τῆς τὸ ὕδωρ καὶ τὰ ἕλη μισούσης ὄρνιθος, διαιτωμένης καὶ οἰκούσης ἐν πέτραις καὶ τείχεσιν· ἔπειτα καὶ ὁ ὄρνις οὗτος ἡμέρᾳ τε καὶ νυκτὶ χρῆται ἐνεργὸς ὤν, καὶ ἔστιν ἀμφίβιος, ὥστε καὶ ἐν ὕδατι τροφὰς ἑαυτῷ πορίζειν, οἱ δ' ἀριστεῖς οὗτοι καὶ σὺν ναυσὶ καὶ πεζοὶ τὰ κατὰ τοὺς πολεμίους ἐληΐζοντο, καὶ ἀναφανδὸν καὶ τότε διὰ τῆς νυκτὸς τὰ πρὸς τὸν πόλεμον ἔπραττον. ἐπεὶ δ' αὐτίκα δράσειν ἔμελλον, ἐγγὺς ὁδοῖό φασι (v. 274)· τὰ γὰρ ἐγγὺς ἁπανταχοῦ ἐστι σημεῖα. ἐν δεξιᾷ δὲ χώρᾳ ἡ κλαγγὴ αὐτοῖς γίνεται, ὅτι ἡ δεξιὰ ἀλλοτρία χώρα, ἐν ᾗ τοῖς δυσμενέσιν ἔμελλον ἔσεσθαι ἀλγηδόνες, τοῖς δ' ἀκούσασι χαρά τις καὶ ἔρυμα. ὁ γὰρ ἐρωδιὸς οὗτος ὡς ἐπὶ τὸ πολὺ τότε κλαγγάζει, ἡνίκα εὖ πράττει καὶ εὐθυμεῖ ἄγρας ἕνεκα. ἔτι δὲ ὁ ἐρωδιὸς λέγεται ἀφροδισίων ἕνεκα αἷμα δακρύειν καὶ προπίπτειν αὐτοῦ τοὺς ὀφθαλμοὺς καὶ ἀποθνήσκειν, ὥστε τῇ δεξιᾷ χώρᾳ ὀφθεὶς τῇ ἀλλοτρίᾳ τοὺς ἀλλοτρίους καὶ πολεμίους γάμων ἕνεκα ἐδήλου τεθνήξεσθαι. καὶ Ἕρμων δὲ ὁ Δήλιος γράφει· ἐρωδιὸς ὁ πέλλος ἐν πεδίῳ φαινόμενος δαπέδου μεδέοντος ἐστὶ Ποσειδῶνος, ἄρ.μενος εἰς πόλεμόν τε καὶ ἐν νήεσσι μάχεσθαι ἐσθλός· καὶ πεζοῖσι καὶ ἱππήεσσιν ἄριστος ἐν πεδίῳ θεμένοισι μάχην, ἐν ὄρει δέ τε χείρων φαινόμενος· μάλα γὰρ πέλεται νικηφόρος ὄρνις ἔς τε βρομίην ὀρμένω ἀπειλίην ἄρμενος ὁπλίτην κεν ἄγων οἶκονδε νέοτ. οὕτω δὲ καὶ ἀξιοῦσιν οὐ Παλλὰς Ἀθηναίη γράφειν, ἀλλὰ πέλλον, τοὺς δὲ μεταγράψαντας τῷ ἐπιθέτω ψυχαγωγηθῆναι, οὐ τῇ ἀληθείᾳ δὲ ἀκολουθῆσαι· ὅθεν καὶ Ζώπυρος ἐν τετάρτῳ Μιλήτου κτίσεως γράφει· ἐν τῇ νυκτεγερσίᾳ τοῦ ποιητοῦ θέντος πέλλον Ἀθηναίη, μεταγράφουσί τινες καί φασι Παλλὰς Ἀθηναίη, τῷ ἐπιθέτῳ ψυχαγωγούμενοι ἀλλ' οὐ τῇ ἀληθείᾳ ἀκολουθοῦντες. τρία δὲ γένη ἐστὶν ἐρωδιῶν, καὶ τῇ χροιᾷ διαλλάσσοντα ἀλλήλων καὶ τῇ πράξει διάφορα ὄντα καὶ τῇ φωνῇ· ἓν μέντοι γένος ἐστὶν ἐρωδιῶν τὸ καλούμενον πύγαργον, ὅπερ ἐστὶ πρὸς γάμον τῶν πάντων δυσαντητότατον· ἐν γὰρ τῷ συνουσιάζειν ἀπόλλυται μετὰ πόνου· προβάλλει γὰρ τοὺς ὀφθαλμοὺς καὶ αἱμορραγεῖ. ἄλλος ἐστὶν ἐρωδιὸς ὃν καλοῦσιν ἀφροδίσιον· οὗτος δὲ ἐν μὲν τῇ συνουσίᾳ ἁρμόζει, πρὸς δὲ γάμον καὶ συμφωνίαν βίου αἰσιώτατος. τρίτος δὲ πέλλος, ὁ μελάγχρους, καὶ πρὸς λαθραίαν πρᾶξιν ἄριστος πάντων ἐστίν. οὐκ ἤμελλεν οὖν ὁ ποιητὴς, τριῶν ὀρνίθων ὄντων καὶ τούτων ἴδιον ἑκάστου φέροντος πρᾶγμα, ἀφεὶς τὸ τὴν παροῦσαν ὁδὸν σημαῖνον, τῇ κοινοτέρᾳ τῶν ὀρνίθων ἐπὶ πάντων ὁμοίως χρᾶσθαι. Καλλίμαχος δὲ ἐν τῷ περὶ ὀρνέων οὐ τὸν πύγαργόν φησιν εἶναι τὸν ἐν τῇ ὀχείᾳ τοὺς ὀφθαλμοὺς αἱμάσσοντα ἀλλὰ τὸν πέλλον, γράφων ὧδε· ἀστερίας, ὁ δ' αὐτὸς καλεῖται ὄκνος· οὗτος οὐδὲν ἐργάζεται. πέλλος· οὗτος ὅταν ὀχεύῃ κραυγάζει καὶ ἐκ τῶν ὀφθαλμῶν ἀφίησιν αἷμα, καὶ τίκτουσιν ἐπιπόνως αἱ θήλειαι. λευκός· οὗτος ἀνωδύνως ἐν ἀμφοτέροις ἀπαλλάσσεται.

[339]    ..... πῶς δὲ τὸν ἐρωδιὸν μὴ ὁρῶντες αὐτὸν ὁρῶσιν; ἴσως ὅτι πρὸς ὄρθρον ἡ σελήνη ἀνέσχεν.

[372]    ..... καὶ πῶς ἅμα τῇ ἀπειλῇ ἀφῆκεν; ὅτι ὀξυλαβείας ἔδει, καὶ οὐκ ᾤετο ὡς ἀπειλῇ μόνῃ πεισθήσεται. ὑπόνοιαν δὲ αὐτῷ δίδωσιν ὡς οὐ βούλεται αὐτὸν ἀνελεῖν, ἵνα ὑπήκοον ἔχῃ πρὸς τὴν ἀνάκρισιν.

[407]    e schol. ad v. 167 adscripto excerpt.

[413]    τὸ καταλέξω οὐκ ἔστιν ἁπλῶς ἐρῶ, ἀλλ' εἰς τέλος τοῦ λόγου ἀφίξομαι καὶ καταλέξω. ταὐτὸν γάρ ἐστι τῷ ἀτὰρ οὐ τέλος ἵκεο μύθων (Ι 56) καὶ ἐπεὶ ᾧ παιδὶ ἑκάστου πείρατ' ἔειπε (Ψ 350). τὸ διεξελθεῖν οὖν τὸν λόγον μέχρι τοῦ ἀπολῆξαι.

[416sqq]    τοῦ ποιητοῦ πολλάκις ἐπισημαινομένου περὶ τῶν πυρῶν, ἃς οἱ Τρῶες ἐποιοῦντο ἐκ τῆς τοιαύτης τοῦ Ἕκτορος παραγγελίας (Θ 507 sqq.)·

   ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε,

   ὥς κεν παννύχιοι μέσφ' ἠοῦς ἠριγενείης

   καίωμεν πυρὰ πολλά, σέλας δ' εἰς οὐρανὸν ἥκῃ,

καὶ πάλιν (Ι 232 sqq.)·

   ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο

   Τρῶες ὑπέρθυμοι τηλέκλητοί τ' ἐπίκουροι;

   κειάμενοι πυρὰ πολλὰ κατὰ στρατόν, καὶ πάλιν (Κ 11. 12)·

   ἤτοι ὅτ' ἐς πεδίον τὸ Τρωικὸν ἀθρήσειε,

   θαύμαζε πυρὰ πολλὰ τὰ καίετο Ἰλιόθι πρό, εἰκότως ἀσαφέστατόν ἐστι τὸ τοῦ Δόλωνος, ὅτι ἐρωτηθεὶς

   πῶς δαὶ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί (Κ 408) ἀποκρίνεται (Κ 416 sqq.)·

   φυλακὰς δ' ἃς εἴρεαι, ἥρως,

   οὔτις κεκριμένη ῥύεται στρατὸν οὐδὲ φυλάσσει·

   ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι, οἷσιν ἀνάγκη,

   οἵ τ' ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονται

   ἀλλήλοις.

τί γὰρ βούλεται τὸ ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι, προδεδηλωμένου ὅτι πολλὰς πυρὰς ἔκαιον; ὃ ἀποροῦντας οὐκ ἔστι ῥᾳδίως συνιδεῖν. λύοντες οὖν λέγομεν ἡμεῖς ὅτι τῶν ἐν τῷ πεδίῳ πυρῶν νῦν οὐ ποιεῖσθαι τὸν λόγον ἀλλὰ βούλεσθαι εἰπεῖν, ὡς ὅσοι Τρῶες αὐθιγενεῖς καὶ οὐ ξένοι ἀλλ' ἑστίαν ἔχοντες, ὅπερ ἐν ἄλλοις περὶ τῶν αὐτῶν λέγει (Β 185)·

   Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσσοι ἔασι, τουτέστιν ὅσοι πῦρ τε καὶ ἑστίας ἔχοντες, ὡς καὶ ἐν ἄλλοις (ψ 55)· ἦλθε μὲν αὐτὸς ζωὸς ἐφέστιος, τουτέστιν εἰς τὴν αὑτοῦ ἑστίαν· ἑστία γὰρ ὁ οἶκος· ὃ γὰρ εἶπεν· ἦλθε μὲν αὐτὸς ἐφέστιος, μεταλαβὼν ἔφη (ψ 7)· ἦλθε δ' Ὀδυσσεὺς καὶ οἶκον ἱκάνετο. καὶ πάλιν ἀντὶ τοῦ οἶκος· ἑστίη δ' Ὀδυσσῆος ἀμύμονος, ἣν ἱκάνω (ξ 159). ὁ οὖν κεκτημένος οἰκίαν ἐφέστιος, ὁ δὲ ἄπολις καὶ φυγὰς ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος (Ι 63). καὶ ἐπὶ τοῦ εἰς ἀλλοτρίαν οἰκίαν ἐνοικοῦντος ἀλλ' ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων (η 248). τὸ οὖν ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι δηλοῖ ὅσαι Τρώων ἑστίαι, ἐξ οὗ ὅσοι Τρώων ἐφέστιοι καὶ πολῖται καὶ ἑστιούχῳ Διὶ θύουσιν ‑ ὥσπερ καὶ ὁ Φήμιος Διὸς μεγάλου ποτὶ βωμὸν ἑρκείου (χ 334) καταφεύγει, ᾧ δηλονότι κατὰ πᾶσαν τὴν ἡμέραν ἔθυον ‑ . ὅτι γὰρ τοὺς πολίτας εἶπε μὴ λείπειν ἐνταῦθα διὰ τῆς τοῦ πυρὸς ἐσχάρας, δηλοῖ τὰ ἐπαγόμενα (Κ 418 sqq)·

   οἷσιν ἀνάγκη,

   οἵ τ' ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονται

   ἀλλήλοις, ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι

   εὕδουσι· Τρωσὶ γὰρ ἐπιτροπέουσι φυλάσσειν.

ἐκ τούτων λύσεις καὶ τὸ περὶ τῶν Φαιάκων εἰρημένον· πᾶσι γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ (ζ 265), λέγει γάρ· οὐδεὶς ξένος ἐστὶν, ἀλλὰ πάντες πολῖται καὶ ἐφέστιον πῦρ ἔχοντες. διὰ δὲ τοῦ ψιλοῦ ἐξενήνεκται, ὡς τὸ δέχεσθε δέκεσθε.

[428]    v. ad p. 50, 510.

[437]    καὶ εἰ νεήλυδες ἦσαν, πῶς ἐγίνωσκε τὸ τάχος; ἢ ὡς ἀκούσας ἢ ὡς ἀποσεμνύνων πρὸς τὸ μὴ ἀναιρεθῆναι.

   ..... πῶς ἐδόκει εἰδέναι ὅτι ταχεῖς εἰσιν, εἴ γε νεήλυδες ἦσαν; ἢ ὡς ἀκούσας ἢ ὡς ἀποσεμνύνων, ὡς καὶ σωθησομένων αὐτῶν διὰ τῶν ἵππων μετὰ τὴν Θρᾳκῶν ἐπανάστασιν.

[447]    ἀδύνατον τὸν οὕτω δειλὸν ‹Bekk.; δῆλον μὴ cod.› γινώσκεσθαι ὑπὸ τῶν ἀριστέων. λύεται δὲ ἐκ τοῦ ἔθους. καὶ γὰρ πλούσιον αὐτὸν ὄντα εἰκὸς εἶναι διάδηλον· καὶ οὐκ ἂν ἦν ἐν τῷ συνεδρίῳ τοῦ Ἕκτορος μὴ τῶν ἐπιφανῶν ὤν· καὶ ἔστιν υἱὸς κήρυκος, τοῖς δὲ τοιούτοις εἰς τὰς ἀποστολὰς χρῆσθαι εἰώθασιν.

   καὶ πῶς ᾔδεισαν αὐτοῦ τὸ ὄνομα; εἰκὸς ἦν ὡς κήρυκος υἱὸν πολλάκις συμπαρεῖναι τῷ πατρί. ἢ ἠρώτησαν κρατήσαντες.

[479]    v. ad Ξ 267.

[515]    πῶς οὐκ ἀλαός ἐστι τοσούτων πεφονευμένων; οὐ λέγει ὅτι ἐφύλασσε τὰ πρασσόμενα ‹πραττόμενα Lp›· ἀπεκεκήρυκτο γὰρ ὑπὸ Διὸς μηδένα μηδενὶ στρατεύματι βοηθεῖν. ἀλλ' ὡς εἶδεν ‹οἶδεν Lp› ἐλθοῦσαν Ἀθηνᾶν πρὸς Διομήδην, καὶ αὐτὸς ἦλθε. βραδέως δὲ ἐνεργεῖ δεδιὼς Δία, ἡ δὲ Ἀθηνᾶ ταχέως· εἴωθε γὰρ παραβαίνειν τὰς ἐντολὰς Διός ‹τοῦ Δ. L›.

[532]    ζητεῖται πῶς πρῶτος αὐτὸς αἰσθάνεται. ῥητέον ὅτι πρῶτος αἰσθάνεται ἀγωνιῶν διὰ τὸ αὐτὸν εἰσηγητὴν γεγονέναι τῆς κατασκοπῆς. ὡς οὖν γνώμην διδοὺς εἰς τὸ ἐκπεμφθῆναι τοὺς ἄνδρας οὐ μόνον ἠγωνία ὑπὲρ αὐτῶν, ἀλλὰ καὶ τῇ ψυχῇ συναπεδήμει αὐτοῖς.

   εἰκότως· τῶν φρονιμωτέρων γὰρ αἱ αἰσθήσεις ὀξύτεραι. ἢ καὶ

ὅτι τῶν ἄλλων μᾶλλον προσεῖχεν, ὡς ἂν τῆς ἐκπομπῆς τῶν κατασκόπων τὴν αἰτίαν ἐπιφερόμενος· ἔοικεν οὖν παρακαλεῖν ὁ ποιητὴς μή τινα καταφρονεῖν γήρως, συνέσεις γὰρ ἔχει πλείονας καὶ ἀρείονας.

[561]    πῶς εἰπὼν (v. 494-95)·

   ἀλλ' ὅτε δὴ βασιλῆα κιχήσατο,

   τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα,

πάλιν διηγούμενος τὰ συμβάντα φησὶ (v. 561)·

   τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν;

ὁ γὰρ Δόλων τοῖς τρισκαίδεκα συναριθμούμενος τῶν Θρᾳκῶν τεσσαρεσκαιδέκατος ἂν εἴη. δῆλον ὅτι τὸν Ῥῆσον ἐξελὼν καὶ δώδεκα τοὺς ἑταίρους τοῦ Ῥήσου τρισκαιδέκατον μετὰ τῶν ἑταίρων τοῦ Ῥήσου εἰκότως τὸν Δόλωνα κατηριθμήσατο. τί γάρ φησιν;

   ἵπποι δ' οἵδε, γεραιὲ, νεήλυδες, οὓς ἐρεείνεις,

   Θρηίκιοι, τὸν δέ σφιν ἄνακτ' ἀγαθὸς Διομήδης

   ἔκτανε (v. 558-60).

τοῦτον μὲν καθ' ἑαυτὸν χωρίσας ὠνόμασεν, εἶτ' ἐπάγει πὰρ δ' ἑτάρους δυοκαίδεκα, μεθ' ὧν, ἐξῃρημένου τοῦ βασιλέως, τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν. καὶ αὐτὸς δ' ἐπεσημήνατο ὅτι παρὰ τὸν Ῥῆσον ἀριθμεῖται τοὺς ἑταίρους καὶ οὐ σὺν τούτῳ καταλέγει τοὺς ἄλλους. ἔφη γάρ·

            τὸν δέ σφιν ἄνακτα

ἀγαθὸς Διομήδης

   ἔκτανε, πὰρ δ' ἑτάρους δυοκαίδεκα,

δυοκαίδεκα μὲν τοὺς ἑταίρους, τὸν δὲ σκοπὸν τρισκαιδέκατον. ἑαυτὸν δὲ κοινωνὸν θεὶς τῆς λήψεως τοῦ σκοποῦ οὐκ ἔφη ἀπεκτείναμεν ἀλλὰ εἵλομεν, ἐπεὶ ὥσπερ καὶ τοὺς ἄλλους Διομήδης ἀνεῖλε, συνέλαβε δὲ τὸν σκοπὸν Διομήδει Ὀδυσσεύς.

   πῶς οὖν, φησὶ, δεκατέσσαρας φονεύσας τρισκαιδέκατον λέγει Δόλωνα; ῥητέον οὖν ὅτι Ὅμηρος ἀεὶ τοὺς βασιλεῖς τῶν στρατιωτῶν χωρίζει κατ' ἐξοχήν. ἔθει οὖν κατὰ τὸν ἀριθμὸν κεχώρισται ὁ Ῥῆσος, ὡς ἐπὶ τοῦ Ζεὺς δ' ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα (Ν 1).

[11]

[1]    ..... τὸ δὲ ἀπορούμενον, πῶς μέγα προειπὼν ἐπιφέρει ὀλίγον, τοιοῦτόν ἐστι· τὸ ἕτερον αὐτῶν χρονικόν ἐστι, τὸ δὲ ἕτερον τοπικόν· ἤτοι γὰρ πολὺ τοῦ πεδίου προῆλθον αὐτῶν, οἱ δὲ ταχέως ἐπεδίωξαν, ὡς ἂν ἐφ' ἁρμάτων ‹ἐφαμαρτῶν cod.; corr. Bkk.›· ἢ τῷ χρόνῳ πολὺ προέλαβον οἱ πεζοί, οἱ δὲ ἱππεῖς τῷ καταταχῦναι ‹καταχῦναι cod.; corr. Bkk.› ὀλίγον ὄπισθεν ἦσαν.

[1]    ἐζήτηται πῶς ἐνεδέχετο ἔχειν τὰς νεφέλας αἷμα· ῥητέον οὖν ὅτι τὸ τοῦ ὕδατος λεπτότατον καὶ κουφότατον ἁρπάσαν τὸ πῦρ τὸ τοῦ ἡλίου μετέωρον ἐξήρανε καὶ κατέμιξε τῷ ἀέρι, καὶ τὸ μὲν θολερὸν αὐτοῦ καὶ βαρὺ ἐκκριθὲν ὁμίχλη γίνεται, τὸ δὲ καθαρώτατον καὶ κουφότατον γλυκαίνεται καταλελειμμένον, ἕψοντος τοῦ ἡλίου καὶ καίοντος· εἰ γὰρ καὶ τὰ ἄλλα τοῦ ὕδατος, ἐὰν ᾖ ἁλμυρά, τὸ παρ' ἡμῖν πῦρ γλυκέα ἀπεργάζεται, τί χρὴ προσδοκᾶν περὶ τοῦ δυνατωτέρου πυρὸς ὃ ἥλιον λέγομεν; τὸ ἀναπεμφθὲν οὖν τοῦτο ὕδωρ μέχρι διεσκέδασται μετέωρον φερόμενον, ὅταν εἰς τὸ αὐτὸ συστραφῇ, βαρούμενον κάτω φέρεται καὶ ὄμβρος γίνεται. καὶ ἡ αἰτία· ὅταν νέφεσιν ἐλαυνομένοις ὑπ' ἀνέμου ἐμπέσῃ πνεῦμα ἐναντίον καὶ νέφη ἕτερα ὑπὸ τούτου διωκόμενα, τὰ μὲν πρῶτα συστρέφεται, τὰ δ' ὄπισθεν αὐτῶν ἐπιφερόμενα παχύνεται καὶ μελαίνεται καὶ καταρραγέντα ὑπὸ τοῦ βάρους ὄμβρον ἐγέννησεν. εἴπερ οὖν οἱ ποταμοὶ, πολλοῦ κατ' αὐτοὺς συντελουμένου τοῦ φόνου, ἦσαν αἵματος ἀνάπλεοι, εἰκότως τὸ ἀναφερόμενον ἀπ' αὐτῶν ὕδωρ γίνεται ὄμβρος αἱματώδης, καὶ τοῦτο μυθῶδες δοκοῦν οὐκ ἀποφεύγει τὸ πιθανόν.

[84]    ad Θ 1, p. 111. 112.

[86]    cf. Θ 53. 54.

[86]    Vatic. ζητ. κη΄. ὡς δ' ὅτε πῦρ ἀίδηλον ἐν ἀξύλῳ ἐμπέσοι ὕλῃ. ἄξυλον ὕλην οἱ μὲν τὴν πολύξυλον ἀποδεδώκασιν, οἱ δὲ ὁμόξυλον. δηλοῖ γὰρ, φασὶν .... ........ ὡς ἀκόλουθος (ἔστι γὰρ ὁμοκέλευθος), καὶ ἄβρομοι (Ν 41) ἅμα βρόμῳ καὶ αὐίαχοι ἅμα ἰαχῇ. οὕτω καὶ ἄλοχος καὶ ἄκοιτις ἡ ὁμόλεκτρος καὶ ὁμόκοιτις· καὶ ἄξυλος οὖν ἡ ὁμόξυλος διὰ τὸ πυκνόν. ἐμοὶ δὲ δοκεῖ ἄξυλον λέγειν οὐ κατὰ τὴν στέρησιν τοῦ ξύλου· ἐπάγει γάρ· οἱ δέ τε θάμνοι πρόρριζοι πίπτουσιν, ἀλλὰ κατὰ στέρησιν τοῦ ξυλίσασθαι, ἵν' ᾖ ἄξυλος ὕλη, ἀφ' ἧς οὐδείς πω ἐξυλεύσατο. καὶ ἄκοιτις δὲ καὶ ἄλοχος ἐμοὶ δοκεῖ κυρίως ἡ παρθενικὴ λέγεσθαι, παρὰ τὸ λέχους ἑτέρου μὴ μετασχεῖν μηδὲ κοίτης. παρ' ὃ καὶ λέγει κουριδίης ἀλόχου (Α 114). λοιπὸν δ' ἡ κατάχρησις καὶ ἐπὶ τὰς ἄλλας μετήγαγεν. ὥσπερ κυρίως ἀλεξῆσαι τὸ ὑπὲρ τῶν ἀλόχων βοηθῆσαι· λοιπὸν δ' ἐν καταχρήσει γέγονεν ἐπὶ τοῦ ὁπωσοῦν συμμαχεῖν. καὶ ἀίδηλον δὲ πῦρ (Β 455. Ι 436. Λ 155) οὐκ ἔστι τὸ μεγαλόδηλον, ἀλλὰ τὸ ἀδηλοποιόν, ἐξ οὗ σημαίνει τὸ ἀφανιστικόν. οὕτω γοῦν ἔφη σὺ δὲ κτείνεις ἀιδήλως (Φ 220), ἀφανίζων καὶ ἀδήλους ποιῶν. οὐ κακῶς δὲ καὶ Σέξστος ἀίδηλον ἀποδέδωκε τὸ ἐξ ἀδήλου ἐμπεσόν.

[87]    B f. 1444b ad ἀξύλῳ, L f. 2284b, Π. ἄξυλον ὕλην οἱ μὲν τὴν πολύξυλον ἀποδεδώκασιν, οἱ δὲ ἄξυλον. δηλοῖ γὰρ, φησὶ, τὸ α καὶ τὸ ὁμοῦ, ὡς ἐπὶ τοῦ ἀκόλουθος (ἔστι γὰρ ὁμοκέλευθος), καὶ ἄβρομοι ἅμα βρόμῳ καὶ αὐίαχοι ἅμα ἰαχῇ. οὕτως καὶ ἄλοχος καὶ ἄκοιτις ἡ ὁμόλεχος καὶ ὁμόκοιτις. καὶ ἄξυλος οὖν ἡ ὁμόξυλος διὰ τὸ πυκνόν. ἐμοὶ δὲ δοκεῖ ἄξυλον λέγειν οὐ κατὰ στέρησιν τοῦ ξύλου· ἐπάγει γάρ· οἱ δέ τε θάμνοι πρόρριζοι πίπτουσιν, ἀλλὰ κατὰ στέρησιν τοῦ ξυλίσασθαι, ἵνα ᾖ ἄξυλος ὕλη, ἐξ ἧς οὐδείς πω ἐξυλεύσατο, τουτέστιν ἀφ' ἧς ξύλον οὐδεὶς ἔκοψε. καὶ ἄκοιτις δὲ καὶ ἡ ἄλοχος, ὡς ἐμοὶ δοκεῖ, κυρίως ἡ παρθενικὴ λέγεται, παρὰ τὸ λέχους ἑτέρου μὴ μετασχεῖν μηδὲ κοίτης (παρ' ὃ καὶ λέγει κουριδίης ἀλόχου, τῆς ἐκ παρθενίας ἀλλ' οὐ λέχους ἑτέρου μετασχούσης), λοιπὸν δ' ἡ κατάχρησις καὶ ἐπὶ τὰς ἄλλας μετήγαγεν, ὥσπερ κυρίως τὸ ἀλεξῆσαι τὸ ὑπὲρ τῶν ἀλόχων βοηθῆσαι· λέγει γὰρ Ἕκτωρ· ἀλλ' ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκνα προφρονέως ῥύοισθε (Ρ 223)· λοιπὸν δὲ ἐν καταχρήσει γέγονεν ἐπὶ τοῦ ὁπωσοῦν συμμαχεῖν. καὶ τὸ ἀίδηλον δὲ πῦρ οὐκ ἔστι τὸ μεγαλόδηλον, ἀλλὰ τὸ ἀδηλοποιόν, ἐξ οὗ σημαίνει τὸ ἀφανιστικόν. οὕτως γοῦν ἔφη σὺ δὲ κτείνεις ἀιδήλως, ἀφανίζων καὶ ἀδήλους ποιῶν. οὐ κακῶς δὲ καὶ Σέκστος ἀίδηλον ἀποδέδωκε τὸ ἐξ ἀδήλου ἐμπεσόν. ἡ παραβολὴ οὖν πρὸς τὴν συνέχειαν τῶν πιπτόντων· τί δ' ὀξύτερον ἢ εὐκινητότερον πυρός;

[269]    Ι init., p. 128.

[273]    ..... πῶς δὲ οὐδένα στρατηγὸν ἀνθ' ἑαυτοῦ κατέλιπεν; ἵνα μὴ προτιμήσας ἕνα τοῖς λοιποῖς ἀπέχθηται.

[354]    τουτέστιν ἀμέτρητον, ὃ οὐκ ἔστι μέτρῳ οὐδὲ πελέθρῳ μετρῆσαι. οὕτως ἐστὶ καὶ τὸ ἀμαιμάκετον, ᾧ οὐκ ἔστι μῆκος παραβαλεῖν· ἱστὸν ἀμαιμάκετον (ξ 311), ὃν ἐν ἄλλοις ἔφη περιμήκετον (β 94. 95 ?), περισσῶς μέγαν. καὶ ἡ ἀμαιμάκετος οὖν Χίμαιρα (Ζ 179. Π 329) τὴν μεγάλην δηλοῖ, πρὸς ἣν οὐκ ἔστι μέγεθος τῶν ὁμοίων παραβαλεῖν· πρὸς γὰρ τὰ ὁμογενῆ τὰ πρός τι·

         ἡ δ' ἄρ' ἔην θεῖον γένος οὐδ' ἀνθρώπων (Ζ 180).

[356]    Α 104.

[385]    ἀλλὰ καὶ οἱ θεοὶ, φασὶ, τοξόται καὶ τῶν ἡρώων οἱ κράτιστοι, Ἀπόλλων, Ἄρτεμις, Ἡρακλῆς, Εὔρυτος· ἀλλὰ καὶ ἐν τοῖς πρὸς Ἴλιον στρατευομένοις Μηριόνης, Φιλοκτήτης, Τεῦκρος. οὐχ ὅτι δὲ τοξότης ὀνειδίζει, ἀλλ' ὅτι φαῦλος· τοῦτο γὰρ ἐμφαίνει τὸ λωβητήρ. εἶτα πάλιν τῇ τριχὶ, φησὶ, κάλλιστε ἐπὶ ἀπάτῃ παρθένων· οὐδὲ γὰρ οὐδὲ τὸ κομᾶν κακόν ἐστι καθ' ἑαυτό.

   Ἀριστοτέλης δέ φησι· κέρᾳ ἀγλαὸν εἶπεν ἀντὶ τοῦ αἰδοίῳ σεμνυνόμενον, ἐπὶ τοιούτου σημαινομένου τὴν λέξιν ἐκεῖνος νοήσας.

[405]    ἀσύμφορον ἀναπείθειν δεινότερον εἶναι τοῦ ἀποθανεῖν τὸ φυγεῖν. λύεται δὲ ἀπὸ τῆς λέξεως· τὸ γὰρ ἁλώω δύναται καὶ ἐπὶ τοῦ ζωγρηθῶ εἶναι.

[515]    ἐμείωσε, φασὶ, τὸν ἔπαινον, μερικὴν αὐτῷ προσθεὶς τὴν εἴδησιν. καίτοι φησὶν ὅς ῥά τε πάσης εὖ εἰδῇ σοφίας (Ο 411, confus. . ρ 384). οἱ μὲν οὖν φασιν ὅτι τὸ χειρουργικὸν καὶ τὸ φαρμακευτικὸν εὕρητο παρὰ τοῖς παλαιοῖς· τοῦ γὰρ διαιτητικοῦ Ἡρόδικος μὲν ἤρξατο, συνετέλεσε δὲ καὶ Ἱπποκράτης, Πραξαγόρας, Χρύσιππος. ἔνιοι δέ φασιν, ὡς οὐδὲ ἐπὶ πάντας τοὺς ἰατροὺς ὁ ἔπαινος οὗτός ἐστι κοινός, ἀλλὰ τὸν Μαχάονα μόνον χειρουργεῖν θέλουσι· τὸν γὰρ Ποδαλείριον διαιτᾶσθαί φασι τὰς νόσους. καὶ τεκμήριον ὅτι Ἀγαμέμνων τρωθέντος Μενελάου οὐ Ποδαλείριον καλεῖ, ἀλλὰ τὸν Μαχάονα (Δ 193). [τοῦτο ἔοικε καὶ Ἀρκτῖνος ἐν Ἰλίου πορθήσει νομίζειν ἐν οἷς φησιν· αὐτὸς γάρ σφιν ἔδωκε πατὴρ ἐνοσίγαιος πεσεῖν ἀμφοτέροις, ἕτερον δ' ἑτέρου κυδίον' ἔθηκε· τῷ μὲν κουφοτέρας χεῖρας πόρεν, ἔκ τε βέλεμνα σαρκὸς ἑλεῖν τμῆξαί τε καὶ ἕλκεα πάντ' ἀκέσασθαι· τῷ δ' ἄρ' ἀκριβέα πάντ' ἐνὶ στήθεσσιν ἔθηκεν, ἄσκοπά τε γνῶναι καὶ ἀναλθέα ἰάσασθαι· ὅς ῥα καὶ Αἴαντος πρῶτος μάθε χωομένοιο ὄμματά τ' ἀστράπτοντα βαρυνόμενόν τε νόημα.] εἰ δὲ μὴ παράγει τινὰ διαιτώμενον, οὐ θαῦμα· διὰ γὰρ τὸ ἀπρεπὲς παρῆκε τὴν δίαιταν· ἀπρεπὲς γὰρ ἦν τὸν ἥρωα πυρέττοντα παραλαβεῖν ἢ κενούμενον τὴν γαστέρα ἢ προποτιζόμενον. [ταῦτα γὰρ κωμικά, ὡς καὶ τῷ Διονυσίῳ πεποίηται ἐν Λιμῷ τῶν νόσων Ἡρακλῆς, Σειληνὸς δὲ κλύζειν πειρᾶται τὸν Ἡρακλέα.] ἢ μόνων τῶν ἐν πολέμῳ ἐνεργούντων μέμνηται· εἰσὶ δὲ φάρμακα καὶ χειρουργίαι. εἰ δὲ ἀπὸ τῶν ἡττόνων ὁ ἔπαινος, καὶ τοῦτο ἰατρικῆς ἐγκώμιον, τὸ καὶ τὰ ἥττω μέρη ταύτης εἶναι πολλῶν ἀντάξια.

[548sqq]    διὰ τί ὁτὲ μὲν λέοντι παραβάλλει τὸν Αἴαντα, ὁτὲ δὲ ἐν ἄλλῳ (v. 558) ὄνῳ; ὅτι αἱ μὲν παραβολαὶ τριῶν ἕνεκα γίνονται, αὐξήσεως ἐνεργείας σαφηνείας· εἰς τὸ πρόσφορον δὲ ἓν ἑκάτερον ἐτήρησεν ὁ ποιητής, εἰπὼν Αἴαντα καὶ φονεύοντα λέοντος δίκην καὶ τῶν πολεμίων ἀναχωροῦντα ὡς ὄνον. ταῖς γὰρ φύσεσι τῶν ζώων καὶ τὸ ὀκνηρὸν πρὸς φυγὴν καὶ τὸ ταχὺ πρὸς μάχην τοῦ ἥρωος δεδήλωκεν.

[559]    v. ad v. 548 sqq.

[596]    Ε 7.

[597]    πῶς, φασὶ, δύνανται Νηλέως οὖσαι αἱ ἵπποι ἐπὶ τὸν Νέστορα τὸν γέροντα φθάσαι ζῶσαι; ἢ δῆλον ὅτι τὰς ἀπογόνους τῶν ἵππων ἐκείνων λέγει, ὥσπερ καὶ τὸ Τρώιοι φησὶν ἵπποι (Ε 222), οἱ ἀπὸ τοῦ Τρωός, κατὰ διαδοχὴν τῶν ‹τοῦ cod.› ἀπ' ἐκείνων.

   αἱ ἀπόγονοι τῶν ἵππων ἐκείνων· οὐ γὰρ δυνατὸν ἦν φθάσαι ἐπὶ τὸν γέροντα Νέστορα τὰς ἵππους τοῦ Νηλέως ζώσας. ὥσπερ καὶ Τρώιοι ἵπποι οἱ ἀπὸ τοῦ Τρωός, κατὰ διαδοχὴν τῶν ‹τοῦ cod.› ἀπ' ἐκείνων.

[611]    διὰ τί τὸν Πάτροκλον ὁ Ἀχιλλεὺς πέμπει; ῥητέον οὖν ὅτι κατ' οἰκονομίαν. ἐπειδὴ γὰρ ἄπρακτος ἡ πρεσβεία γεγένηται, διὰ Πατρόκλου βούλεται Νέστορα κατορθῶσαι τοῦτο, ὅπερ οὐκ ἐποίησαν οἱ πρέσβεις. ὥστε προῳκονόμησε τοῦτο ὁ ποιητὴς οὕτως, ἵνα καὶ Νέστορος τὴν τῶν λόγων δύναμιν παραστήσῃ καὶ Ἀχιλλέα δείξῃ μετ' εὐλόγου προφάσεως εἰς τὸν πόλεμον ἐξάγοντα τὸν Πάτροκλον.

[623]    ὅλος ὁ τόπος οὗτος ἐλέγχεται ὡς παρὰ τὴν ἰατρικὴν ἱστορίαν πεποιημένος. ὅσοι μὲν οὖν λύουσιν, ὡς τῶν ἡρώων ἑτέρως εἰθισμένων θεραπεύεσθαι διὰ τὸ μὴ ταῖς αὐταῖς διαίταις τοὺς ἰατροὺς ἐπιπολάζειν χρωμένους, ἀπὸ τοῦ ἔθους ἀπολογοῦνται· ὅσοι δ' ἐλέγχουσι τὴν σύνθεσιν πάντων ἐξαλλάσσειν τὴν καθ' ἕκαστον δύναμιν, ἀπὸ τῆς λέξεως ἐπιχειροῦσιν. οἱ δὲ νῦν πάντες, οὐκ εἶναι χαλεπὸν τὸ τραῦμα οὐδὲ πρὸς θεραπείαν δίδοσθαι τὸ πόμα, τῷ δὲ κοινῷ ἔθει πίνειν οὐ μόνον τὸν Μαχάονα ἀλλὰ καὶ τὸν Νέστορα τὸ τοῖς κεκμηκόσι σκευαζόμενον ποτόν ‑ τοιοῦτον γὰρ προσφέρειν καὶ τὴν Κίρκην τοῖς πρὸς αὐτὴν καταγομένοις (κ 234) ‑ ἀπὸ τοῦ καιροῦ λύουσιν.

   οὐ δεόντως, φασὶν, ὁ Μαχάων καὶ ταῦτα ἰατρὸς ὢν τὸν κυκεῶ προσφέρεται, συνεστῶτα ἐκ μέλανος οἴνου ‑ τοιοῦτος γὰρ ὁ Πράμνιος ‑ καὶ τυροῦ ἐπικεκνησμένου καὶ ἀλφίτων· φλεγματώδη δὲ ταῦτα καὶ πολέμια τοῖς τραυματίαις. πρῶτον μὲν οὖν φαμεν, ὅτι τὴν δίαιταν ἠγνόουν καὶ ἀνδρειότερα ὅμως εἶχον τὰ σώματα, ὡς καὶ ἀγωνίζεσθαι τοὺς τραυματίας, εἶτα ὅτι ἀρίστου ἰατροῦ ἐστι τὸ ἰᾶσθαι μὴ μετακινοῦντα τὴν συνήθη δίαιταν. ἄλλως τε ἐξ ἐπιπολῆς ἡ πληγή· εἰ δὲ καὶ κατὰ βάθους, οὐδ' οὕτως ἀδόκιμον τὸ πόμα· ῥύσις γὰρ αἵματος λειποθυμίαν ἐργάζεται· ὁ οὖν μέλας οἶνος παχύνων τοὺς χυμοὺς καὶ τὴν ἐπίρρυσιν τοῦ αἵματος τὴν ἐπὶ τὸ τραῦμα παχύνει καὶ συστέλλει· ὅθεν καὶ τοῖς κοιλιακοῖς αὐτὸν ἔνιοι προσάγουσι διὰ τὸ εἴργειν τὸ ὑγρόν. ἀλλὰ καὶ τὸ ἄλφιτον παχύνει τὰ ὑγρά. καὶ τὸ κρόμυόν ἐστι διουρητικὸν καὶ μάχεται τῇ φλεγμονῇ· ὅθεν καὶ τοῖς κυνοδήκτοις αὐθωρὸν προσάγεται. ἢ οὐ πρὸς θεραπείαν ἀλλὰ πρὸς ἀνάψυξιν ἐδίδοτο τὸ πόμα, καὶ Νέστωρ γοῦν λαμβάνει· τοῖς κακοπαθοῦσι γὰρ ἐπιτήδειος ὁ κυκεὼν τροφὴν ἅμα καὶ ποτὸν ἔχων.

[623]    Νέστωρ δ' ὁ γέρων ἀμογητὶ ἄειρεν. διὰ τί πεποίηκε μόνον τὸν Νέστορα αἴροντα τὸ ἔκπομα; οὐ γὰρ εἰκὸς ῥᾷον αἴρειν νεωτέρων ‹νεώτερον L›. καὶ Στησίμβροτος οὖν φησιν, ἵνα δοκῇ εἰκότως πολλὰ ἔτη βεβιωκέναι· εἰ γὰρ παράμονος ἡ ἰσχὺς καὶ οὐχ ὑπὸ γήρως μεμάρανται, καὶ τὰ τῆς ζωῆς εὔλογον εἶναι παραπλήσια. Ἀντισθένης δέ· οὐ περὶ τῆς κατὰ χεῖρα βαρύτητος λέγει, ἀλλ' ὅτι οὐκ ἐμεθύσκετο σημαίνει· ἀλλ' ἔφερε ῥᾳδίως τὸν οἶνον. Γλαῦκος ‹Γλαύκων dubitanter Heitz, d. verl. Schrft. d. Aristot., p. 260, 2› δέ, ὅτι κατὰ διάμετρον ἐλάμβανε τὰ ὦτα, ἐκ μέσου δὲ πᾶν εὔφορον. Ἀριστοτέλης δὲ τὸ Νέστωρ ὁ γέρων ἀπὸ κοινοῦ ἔφη δεῖν ἀκούειν ἐπὶ τοῦ ἄλλος, ἵν' ᾖ· ἄλλος μὲν γέρων μογέων ἀποκινήσασκε τραπέζης, Νέστωρ δ' ὁ γέρων ἀμογητὶ ἄειρεν, πρὸς γὰρ τοὺς καθ' ἡλικίαν ὁμοίους γενέσθαι τὴν σύγκρισιν.

   οὐχ, ὥς τινες, ἐπὶ Μαχάονος τὸ ἄλλος ἐκδέχεσθαι χρή, ἀλλ'

ἀορίστως πρὸς ἔπαινον τοῦ γέροντος· θέλει γὰρ εἰπεῖν, ὅτι παντὸς νέου σωφρονέστερον ἐβάσταζε τὸ ‹τὸν Lp› ποτόν. ἔνιοι δὲ ἀπὸ κοινοῦ τὸ γέρων, ἵν' ᾖ ἄλλος μὲν γέρων μογέων ἐκίνει, ὁ δὲ γέρων Νέστωρ ἀμογητὶ ἄειρεν ‹add. 2B: Στησίμβροτος δέ φησιν κτλ., v. ad p. 168, lin. 12›.

   τὰ γὰρ ἄχθη οὐχ οἱ ἰσχυροὶ ἀλλ' οἱ ἔμπειροι φέρουσι. διπλῶν γὰρ τῶν ὤτων ὄντων καὶ τοῦ ποτηρίου μεγίστου, οὐκ ἂν νέος ἀπεκίνησεν αὐτὸ τῆς ‹om. Lp› τραπέζης, οὐ διὰ τὸ μὴ δύνασθαι, ἀλλὰ διὰ τὸ πῶς μὴ εἰδέναι· εἰ γὰρ οὐχ ὡς ἔδει αὐτὸ ἦρε ‹κῆρε L›, θραῦσιν ἂν ἠπείλησε· δίχειρα γὰρ δυσὶν ἀφ' ἑκάστης ‹ἑκάστοις Lp› χειρὸς δακτύλοις τῶν ὤτων λαμβανόμενον ἐχρῆν κινεῖν ἀκόπως.

[719]    καὶ πῶς πρότερον ἐνίκησεν; ὅτι πρὸς ἀπείρους ἦν ἡ μάχη, τὰ δὲ νῦν πρὸς ἐπιστήμονας.

[767sqq]    ἀθετοῦνται στίχοι ιθ΄. πῶς γὰρ ὧδε μὲν Πηλεὺς ἀριστεύειν ἐπιτάσσει (v. 784), ἐν δὲ ταῖς Λιταῖς μεγαλήτορα θυμὸν ἴσχειν (Ι 255); ὅτι οὗ δέονται, τούτου ὑπομιμνήσκουσιν· ὁρᾷ γὰρ ὁ Νέστωρ, ὡς ἐλώφησε νῦν τῆς ὀργῆς. καὶ διὰ τί Πηλεὺς τοὺς περὶ Νέστορα οὐ φιλοφρονεῖται, ἀλλ' Ἀχιλλεύς (Λ 777); σπουδάζει ἀποδεῖξαι Ἀχιλλέα τότε μὲν προθύμως ὑποδεξάμενον ‹ος L›, νῦν δὲ ἀποδοκιμάζοντα. αὔξει δὲ νῦν τὸν Πάτροκλον ὡς δεόμενος ‹δεξόμενος L› αὐτοῦ, καὶ ἠρέμα διδάσκει, ὅτι σύμμαχος ‹συμμάχῳ L› τῷ Ἀγαμέμνονι πέμπεται, οὐχὶ προσθήκη τῆς συμμαχίας ‹τοῦ ins. L› Ἀχιλλέως. ἐν καιρῷ δὲ ἐδήλωσε τὰ ‹om. L› τῆς στρατολογίας, ὅτι οἱ ἀριστεῖς εἰς τὸ ‹τὸν L› λαὸν ἀγείρειν ἐκπέμπονται.

[786]    τὸ γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς οὐ λέγει, ὅτι τῇ γεννήσει σοῦ ἐστιν ὑπερέχων, ἵν' ᾗ πρεσβύτερος, ὥς τινες τῶν τραγικῶν ἤκουσαν· πῶς γὰρ ἂν ἐπήγαγε· πρεσβύτερος δὲ σύ ἐσσι; ἀλλ' ὑπερτέραν γενεὰν λέγει οὐ τὴν χρόνῳ ὑπερέχουσαν, ἀλλὰ γένους ἀξίᾳ, ὥς που ἔφη· τὸν μὲν ἀρείω

   καλλείπειν, σὺ δὲ χείρον' ὀπάσσεαι αἰδοῖ εἴκων,

   ἐς γενεὴν ὁρόων (Κ 237-39),

καὶ ἐπάγει·

            μηδ' εἰ βασιλεύτερός ἐστι.

τὸ γενεῇ ὑπέρτερος ἔφη ἐν ἄλλοις· Τρώων εὐηγενέων (Ψ 81) καὶ εὐηγενέος Σώκοιο (Λ 427), καὶ τὸ ἐναντίον·

   τῷ οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες (Ξ 126).

[843]    διὰ τί ἐκτανύει καὶ οὐχ ἑστῶτος βελουλκεῖ; ἠδύνατο μὲν καὶ ἑστῶτος βελουλκῆσαι, ἀλλ' οὐ μόνον τοῦ βελουλκεῖν ἔδει· συναγέντος γὰρ τοῦ βέλους ἔνδοθεν τοῦ μηροῦ, οὐκ ἄλλως ἦν αὐτὸ ἐκβληθῆναι ἢ διὰ χειρουργίας, ὅθεν φησὶ τὸ τάμνε μαχαίρῃ· καὶ δῆλον ὡς μαχαίρῃ τὸ σῶμα τεμὼν ἐκβάλλει αὐτό.

[846]    τινὲς Ἀχιλλείαν τὴν βοτάνην λέγουσι. καὶ πόθεν αὐτῷ τὸ φάρμακον; ἴσως μὲν συμπεριφέρει τὴν ῥίζαν ὡς χρήσιμον εἰ ἐντύχοι τραυματίᾳ φίλῳ, καὶ μάλιστα εἰκὸς αὐτὸν νῦν εἰληφέναι, ὅτι ἐπὶ τραυματίαν ἔρχεται. τάχα δὲ ἐκ τοῦ παρακειμένου λειμῶνος τὴν ῥίζαν ἔλαβεν ἔμπειρος ὤν. ἴσως δὲ καὶ θεράπων πεμφθεὶς κατὰ τὸ σιωπώμενον ἐκόμισεν.

   ἐζήτηται δὲ καὶ τὸ ὁποία ἦν ὅλως ἡ ῥίζα, ᾗ αὐτὸν κατέπασσε. λέγουσιν αὐτὴν εἶναι τὴν καλουμένην ἀριστολοχίαν, ἣν καὶ ἴσχαιμον καλοῦσιν.

[847]    διὰ τί χερσὶ καὶ οὐ μᾶλλον λειαντικοῖς ὀργάνοις; ὅτι οὐκ ἔδει πολλῆς λεπτότητος τῷ φαρμάκῳ, τοῦ αἵματος, ὥς φησι, κελαρύζοντος καὶ ἀποπτύοντος τὸ λεπτὸν καὶ χνοῶδες. τῷ δὲ Μενελάῳ ἐπιπάσσει τὸ φάρμακον (Δ 219), βραχείας οὔσης τῆς τοῦ τραύματος φορᾶς.

[12]

[10sqq]    Ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνι' Ἀχιλλεύς,

   καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλε,

   τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν.

ἀπορίαν εἰκότως παρέσχε τὰ ἔπη ταῦτα, ἃ περὶ τοῦ τείχους τῶν Ἀχαιῶν ὁ ποιητὴς ἀναπεφώνηκεν. τὸ γὰρ τεῖχος τῶν Ἀχαιῶν οὐκ ἔμενεν ἔμπεδον ἐφ' ὅσον ὁ μὲν Ἕκτωρ ἔζη καὶ ἐμήνιεν Ἀχιλλεὺς, ἡ δὲ τοῦ Πριάμου πόλις ἀνάλωτος ἔμενε, μετὰ δὲ τὴν ἅλωσιν Ἰλίου καὶ τὸν ἀπόπλουν τῶν Ἀχαιῶν τότε κατηρείφθη· ἔτι γὰρ τοῦ πολέμου συνεστῶτος καὶ Ἀχιλλέως μηνίοντος, Ἕκτορος δὲ περιόντος καὶ ἀριστεύοντος, ὑπὸ τῶν Τρώων τὸ τεῖχος τῶν Ἀχαιῶν κατηρείφθη καὶ διοδεύσιμον γέγονε τοῖς πολεμίοις· ὁ μὲν γὰρ Σαρπηδὼν τὰς ἐπάλξεις αὐτοῦ καὶ μέρος τι καταβέβληκεν, ὁ δὲ Ἕκτωρ τοὺς ὀχῆας αὐτοῦ καὶ τὰς πύλας διέρρηξεν, ὁ δὲ Ἀπόλλων σχεδὸν ὅλον αὐτὸ διέλυσε. φησὶ γὰρ ἐπὶ μὲν Σαρπηδόνος·

   Σαρπηδὼν δ' ἄρ' ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν

   ἕλχ', ἡ δ' ἕσπετο πᾶσα διαμπερές, αὐτὰρ ὕπερθε

   τεῖχος ἐγυμνώθη, πολέεσσι δὲ θῆκε κέλευθον

   (Μ 397-99), ἐπὶ δὲ τοῦ Ἕκτορος·

   ὣς Ἕκτωρ ἰθὺς σανίδων φέρε λᾶαν ἀείρας,

   αἵ ῥα πύλας εἴρυντο πύκα στιβαρῶς ἀραρυίας.

   στῆ δὲ μάλ' ἐγγὺς ἰὼν καὶ ἐρεισάμενος βάλε μέσσας,

   εὖ διαβάς, ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη,

   ῥῆξε δ' ἀπ' ἀμφοτέρους θαιρούς· πέσε δὲ λίθος εἴσω

   βριθοσύνῃ, μέγα δ' ἀμφὶ πύλαι μύκον, οὐδ' ἄρ' ὀχῆες

   ἐσχεθέτην, σανίδες δὲ διέτμαγεν ἄλλυδις ἄλλη

   λᾶος ὑπαὶ ῥιπῆς. ὁ δ' ἄρ' ἔσθορε φαίδιμος Ἕκτωρ,

   κέκλετο δὲ Τρώεσσιν, ἑλιξάμενος καθ' ὅμιλον,

   τεῖχος ὑπερβαίνειν· τοὶ δ' ὀτρύνοντος ἄκουσαν·

   αὐτίκα δ' οἱ μὲν τεῖχος ὑπέρβασαν, οἱ δὲ κατ' αὐτὰς

   ποιητὰς ἐσέχυντο πύλας (Μ 453-54; 57-62; 67-70),

ἐπὶ δὲ τοῦ Ἀπόλλωνος καὶ τῶν Τρώων·

   τῇ ῥ' οἵγε προχέοντο φαλαγγηδόν, πρὸ δ' Ἀπόλλων

   αἰγίδ' ἔχων ἐρίτιμον, ἔρειπε δὲ τεῖχος Ἀχαιῶν

   ῥεῖα μάλ', ὡς ὅτε τις ψάμαθον παῖς ἄγχι θαλάσσης

   ἢ ἀθύρματα νηπιέῃσιν

   ἂψ αὖτις συνέχευε ποσὶ καὶ χερσὶν ἀθύρων.

   ὥς ῥα σύ, ἤιε Φοῖβε, πολὺν κάματον καὶ ὀϊζὺν

   σύγχεας Ἀργείων (Ο 360-66).

οἱ δὲ Πανέλληνες τοῖς γεγενημένοις μαρτυροῦντές φασι συμφώνως·

   τεῖχος μὲν γὰρ δὴ κατερήριπεν, ᾧ ἐπέπιθμεν,

   ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι,

   οἱ δ' ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσι (Ξ 55-57).

τὸ καταρριφὲν οὖν τεῖχος οὐχ ὑπὸ ἀνθρώπων μόνων ἀλλὰ καὶ θεῶν ἐν τῷ τῆς μήνιδος χρόνῳ, τοῦτο λέγειν ἀσφαλὲς καὶ ἀρηρὸς ἐν τῷ τοῦ πολέμου καιρῷ διαμεμενηκέναι μέχρι πορθήσεως Ἰλίου ἄπορον. εἰς λύσιν οἱ μὲν οὖν γραμματικοὶ κατὰ τοῦ πλείστου μέρους ἀξιοῦσι λέγειν ἔμπεδον· ὀλίγον γὰρ εἶναι τὸ σαλευθὲν ὑπὸ τῶν Τρώων. ἀγνοοῦσι δὲ οὗτοι, ὅτι τινὰ, κἂν ἐκ μέρους πάθῃ, οὔτ' ἔμπεδά ἐστιν οὔτ' ἀρηρότα. καὶ ἀμφορεὺς διατρηθείς, κἂν σχεδὸν ὅλον τὸ κύτος ἄθραυστον ᾖ, οὐκέτι ἐστὶν ἔμπεδος ἀμφορεὺς ἀλλ' ὄστρακον, καὶ τεῖχος, ὃ μηκέθ' οἷον φυλάσσειν τοὺς τειχίσαντας, οὐκέτ' ἂν εἴη ἔμπεδον τεῖχος ἀλλὰ σωρὸς λίθων. μήποτ' οὖν ἡ ἔμπεδον λέξις οὐκ εἴληπται νῦν μεταφορικῶς ἐν ἴσῳ τῷ ἀσφαλὲς καὶ ἀρηρός, οὐδέ ἐστιν ὅμοιον τῷ οὐδέ μοι ἦτορ ἔμπεδον ἀλλ' ἀλαλύκτημαι (Κ 93) οὐδὲ τῷ τοὶ δ' ἄρ' ἔσαν δίδυμοι, ὁ μὲν ἔμπεδον ἡνιόχευεν (Ψ 641), ἀλλὰ κυρίως νῦν ἐξενήνεκται, τὸ πέδον ἐχούσης ἐντεταγμένον τῆς λέξεως, ὥστε σημαίνοι ἂν τὸ ἐν τῷ πεδίῳ κείμενον καὶ μὴ ἁλίπλοον· ἀντέθηκε γὰρ τὸ ἔμπεδον τῷ ἁλιπλόῳ, τὸ ἐν τῷ πεδίῳ πρὸς τὸ αὖθις ἁλίπλουν γενόμενον· οὐ γὰρ ἔφη· τόφρα δὲ καὶ μέγα τεῖχος ἀπόρθητον ἦν καὶ ἄθραυστον, ἀλλ' ἔμπεδον, καὶ πάλιν· οὔτι πολὺν χρόνον ἔμπεδον ἦεν (Μ 9). τί οὖν πάσχει ὕστερον; τῶν ποταμῶν πάντων, φησὶν,

   ὁμόσε στόματ' ἔτραπε Φοῖβος Ἀπόλλων,

   ἐννῆμαρ δ' ἐς τεῖχος ἵει ῥόον· ὗε δ' ἄρα Ζεὺς

   συνεχές, ὄφρα κε θᾶσσον ἁλίπλοα τείχεα θείη.

   αὐτὸς δ' ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν

   ἡγεῖτ', ἐκ δ' ἄρα πάντα θεμείλια κύμασι πέμπε,

   φιτρῶν καὶ λαῶν, τὰ θέσαν μογέοντες Ἀχαιοί,

   λεῖα δ' ἐποίησεν παρ' ἀγάρροον Ἑλλήσποντον (Μ 24-30).

ὥστε εἰ καὶ πεπτωκὸς ἦν τὸ τεῖχος, ἀλλ' ἐπὶ τῷ πέδῳ ἦν τὰ πτώματα καὶ τὰ θεμέλια· ὕστερον δὲ πάντα δι' ὕδατός φησιν εἰς θάλασσαν ἐξενεχθῆναι. συνεστώσης δὲ τῆς πόλεως οὐδὲν τοῦ τείχους ἁλίπλουν γέγονεν, οὐδ' ὅτε Ξάνθος ἐπλημμύρει κατ' Ἀχιλλέως. καὶ τὸ κατὰ μεταφορὰν δ' ἔμπεδον, τὸ σημαῖνον τὸ ἀκίνητον, ἀπὸ τῶν ἐν τῷ πέδῳ μενόντων ἀκινήτων λέγεται. τὸ δὲ τεῖχος καθ' αὑτὸ μὲν ἐκινήθη, ἐκ μέντοι τοῦ πεδίου οὐ κατηνέχθη εἰς θάλασσαν, ὅπερ φησὶν αὐτὸ ὕστερον παθεῖν.

   διὰ τί σχεδὸν ὅλου καταλυθέντος τοῦ τείχους ἐν τῷ πολέμῳ, πρῶτον μὲν ὑπὸ Σαρπηδόνος·

   Σαρπηδὼν δ' ἄρ' ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν

   ἕλχ', ἡ δ' ἕσπετο πᾶσα διαμπερές, αὐτὰρ ὕπερθε

   τεῖχος ἐγυμνώθη (Μ 397-99),

μετὰ δὲ ταῦτα ὑπὸ τοῦ Ἀπόλλωνος·

         προπάροιθε δὲ Φοῖβος Ἀπόλλων

   [ῥεῖ' ὄχθας] καπέτοιο βαθείης ποσσὶν ἐρείπων

   ἐς μέσσον κατέβαλλε, γεφύρωσεν δὲ κέλευθον (Ο 355-57),

καὶ μετ' ὀλίγον πάλιν·

         ἔρειπε δὲ τεῖχος Ἀχαιῶν

   ῥεῖα μάλ', ὡς ὅτε τις ψάμαθον πάϊς ἄγχι θαλάσσης·

   ὥς ῥα σύ, ἤιε Φοῖβε, πολὺν κάματον καὶ ὀϊζὺν

   σύγχεας Ἀργείων (Ο 361. 62. 65. 66)·

πῶς οὖν, πεπτωκότος τοῦ μέρους τοῦ τείχους, φησὶν ὁ ποιητής·

   ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνι' Ἀχιλλεύς,

   τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν,

ὅτε δὲ, φησὶν, ἑάλω ἡ πόλις,

   Ἀργεῖοι δ' ἐν νηυσὶ φίλην ἐς πατρίδ' ἔβησαν·

   δὴ τότε μητιόωντο Ποσειδάων καὶ Ἀπόλλων

   τεῖχος ἀμαλδῦναι (Μ 10-12. 16-18);

ῥητέον οὖν ὅτι ἔμπεδον οὐ τὸ ἑδραῖον καθὰ νῦν σημαίνει ἡ λέξις, ἀλλὰ κυρίως τὸ ἐν τῷ πεδίῳ· καὶ πεπτωκὸς δὲ τὸ τεῖχος ἐν τῷ πεδίῳ ἔκειτο. οὐκ εἰς πτῶσιν οὖν τινα ἡ ἀναβολή, ἀλλ' εἴς τε τὴν τοῦ παντὸς πτῶσιν καὶ εἰς τὴν ἐκ τοῦ πεδίου ἐκβολήν. τὸ γὰρ ἐπάγγελμα·

   ὄφρα κε θᾶσσον ἁλίπλοα τείχεα θείη·

καὶ πάντα τὰ θεμέλια κύμασι πέμπε,

   λεῖα δ' ἐποίησεν παρ' ἀγάρροον Ἑλλήσποντον,

   αὖτις δ' ἠιόνα μεγάλην ψαμάθοισι κάλυψε,

   τεῖχος ἀμαλδύνας (Μ 26-32).

ἀντίκειται οὖν τὸ ἀμαλδῦναι τὸ τεῖχος, ὅπερ ἐστὶν ἀφανίσαι ἐκ τοῦ τόπου ἐν ᾧ ἦν, τῷ ἔμπεδον εἶναι. οὐκ ἂν οὖν τὸ ἔμπεδον σημαίνοι τὸ ὀρθὸν ὅλον καὶ ἀκίνητον, ἀλλὰ μόνον τὸ πεδίῳ κείμενον. οὕτω καὶ Ἄρατος ἐπὶ τῶν φυτῶν τῷ ἔμπεδον κέχρηται, εἰπών (phaen. v. 13)· ὄφρ' ἔμπεδα πάντα φύωνται, ἀντὶ τοῦ ἐν πεδίῳ καὶ τῇ γῇ κείμενα.

[25]    διὰ τί τὸ τεῖχος οἱ μὲν Ἀχαιοὶ μιᾷ ἡμέρᾳ ἐποίησαν, ὁ δὲ Ἀπόλλων καὶ ὁ Ποσειδῶν ἐννέα ἡμέραις κατέβαλον; ἄλογον γὰρ τὸ μὲν χαλεπώτερον ῥᾳδίως τοὺς ἀνθρώπους ποιῆσαι, τὸ δὲ ῥᾷον, τὸ καταβαλεῖν τοῦ οἰκοδομῆσαι, τοὺς θεοὺς μόλις· ῥητέον δέ· οὐκ εἰς τὸ καταβαλεῖν ταῖς ἐννέα ἡμέραις κέχρηται, ἀλλ' εἰς τὸ ἁλίπλοα γενέσθαι, καὶ τὰ θεμέλια καὶ εἰς τὴν θάλασσαν κατενεχθῆναι

   φιτρῶν καὶ λάων, τὰ θέσαν μογέοντες Ἀχαιοί (v. 29),

καὶ ἔτι λειῶσαί τε τὸν τόπον καὶ

   αὖθις δ' ἠιόνα μεγάλην ψαμάθοισι καλύψαι (v. 31),

οὐ μὴν τὰ πρὸς τὸ καταβαλεῖν συνηρτημένα εἰς τὸ τέλειον τοῦ ἀφανισμοῦ καὶ τῆς ἠιόνος τὴν εἰς τὸ ἐξ ἀρχῆς ἀποκατάστασιν. ἅμα δὲ καὶ τῷ ποιητῇ ἡ μὲν τῶν Ἀχαιῶν τειχοποιία οὐ παρεῖχε τὴν διατριβήν· οὐ γὰρ εὐπρεπὲς τοὺς ἀριστέας ποιῆσαι λιθοφοροῦντας· ἡ δὲ τῶν θεῶν μεγαλοπρεπής· τοῖς γὰρ ποταμοῖς καὶ τῇ τριαίνῃ διέλυον τὸ τεῖχος. Καλλίστρατος δὲ ἠξίου ἓν δ' ἦμαρ ἐς τεῖχος γράφειν, δασύνοντας τὸ ἕν, ἐπεὶ μηδέποτε καθ' ἑαυτὸ τὸ ἐννῆμαρ ὁ ποιητὴς εἴρηκεν, ἀλλὰ πάντως ἐπάγων τὴν δεκάτην· ἐννῆμαρ μὲν ἀνὰ στρατόν, τῇ δεκάτῃ τε (Α 53. 54).

   ἄλογον τοὺς μὲν ἀνθρώπους ποιῆσαι ‹om. B› μιᾷ ἡμέρᾳ τὸ τεῖχος, τοὺς δὲ θεοὺς ἐννέα ἡμέραις καθελεῖν. οἱ μὲν οὖν ἐκ τῆς λέξεως λύουσι· τὸ γὰρ ἐννῆμαρ εὐεπιπτώτως λέγουσι λέγειν Ὅμηρον. οἱ δὲ δασύνουσιν, ἵνα ᾖ ἓν ‹ἑνὸς L› ἦμαρ. οἱ δὲ ἀπὸ τοῦ καιροῦ, ὅτι τότε βουλόμενος παντάπασιν ἐξαλεῖψαι τὸ τεῖχος πλασθὲν ὑπ' αὐτοῦ τοσοῦτον χρόνον ἐποίησε τῆς καθαιρέσεως. οἱ δὲ ἀπὸ τοῦ προσώπου· οὐ γὰρ πρέπει τοὺς ἀριστέας εἰσάγειν τειχοδομοῦντας ἐν πολλαῖς ἡμέραις, ἀπρεπεστέρας οὔσης τῆς ὑπηρεσίας.

[103]    πολλάκις ἀπὸ διαφόρων κλίσεων συνέμπτωσις γενομένη πλανᾷ τοὺς πολλούς, ὡς ἑνὸς ὄντος τοῦ σημαινομένου, ὥσπερ ἔχει τὸ εἴσαντο. σημαίνει γὰρ καὶ τὸ ὑπέλαβον, καὶ τὸ ἐπορεύθησαν, καὶ ἴσος καὶ ὅμοιος γενόμενος· ἀλλὰ τὸ μὲν ἀπὸ τοῦ εἴδω, τὸ δὲ ἐπορεύθη ἀπὸ τοῦ ἔω, τὸ δὲ ὡμοιώθη ἀπὸ τοῦ ἐίσκω. τὸ μὲν οὖν δηλοῖ τὰ τοιαῦτα· εἴσατο δ' ὡς ὅτε ῥινὸν ἐν ἠεροειδέι (ε 281), ὑπέλαβεν ‑ τὸ δὲ ὡς ῥινόν, ὡς δέρμα ὑπέλαβε τὰ ὄρη τῶν Φαιάκων· οὐ γάρ ἐστιν ὡς ἐρινεός· ἦν γὰρ ὡς ὅτε ἐρινός ‑ , καὶ τὸ εἴσομαι αἴ κε τύχοιμι (χ 7), ἀπὸ τοῦ εἴδω, εἴσομαι, καὶ ἀπὸ τοῦ εἰδῆσαι· τὸ δὲ εἰσάμενος Κάλχαντι δέμας (Ν 45), ὁμοιώσας, καὶ τῷ μιν ἐεισάμενος (Β 22), καὶ εἴσατο δὲ φθογγήν (Β 791), ἀντὶ τοῦ ὡμοίωσε, καὶ εἰδόμενος Ἀκάμαντι θοῷ (Ε 462). [τὸ μέντοι εἴσατο νηῶν ἐπ' ἀριστερά (Μ 118) ἀπὸ τοῦ ἴω γέγονεν, ἀφ' οὗ καὶ τὸ ἴομεν· σημαίνει γὰρ τὸ ἐπορεύθη.]

   τὸ δὲ εἴσατο ἀντὶ τοῦ ὑπέλαβεν ἐκ τοῦ εἴδω, ὁ μέλλων εἴσω. τὸ δὲ εἴσατο ἀντὶ τοῦ ὡμοίωται ἀπὸ τοῦ ἐίσκω. τὸ δὲ εἴσατο ἀντὶ τοῦ ἐπορεύθη ἀπὸ τοῦ ἔω. ὡσαύτως κἀν τῷ αὐτὰρ ἐγὼ Ζεφύροιο καὶ ἀργεστᾶο Νότοιο εἴσομαι, ἤγουν πορεύσομαι, ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύελλαν (Φ 334). ὁμοίως δὲ ἔχει καὶ τὸ ὅθι οἱ καταείσατο γαίῃ (Λ 358), ἀντὶ τοῦ κατεπορεύθη καὶ ἐν τῇ γῇ ἐπάγη, ἐπεστηρίχθη, καὶ ἐν ἄλλοις· ἐν γαίῃ ἵσταντο (Λ 574). καὶ εἴσομαι ἀντὶ τοῦ γνώσομαι, ὡς τὸ εἴσομαι αἴ κέ μ' ὁ Τυδείδης (Θ 532).

[110]    βαρβαρικὴ ἡ ἀπείθεια. μιμούμενος δὲ τὴν ἀλήθειαν ὁ ποιητὴς ἕνα γοῦν τὸν ἀπειθοῦντα εἰσάγει· διὰ τί δὲ ἕνα τοῦτον; ὅτι μάλιστα τοῖς ἵπποις ἠγάλλετο, καταστέλλει οὖν τὴν τῶν πολλῶν ἀλαζονείαν.

[122]

   τὸ ἀναπεπταμένας εἶχον ἀνέρες οὐκ ἔστιν ἀντὶ τοῦ ἠνεῳγμένας μόνον, ἀλλ' ἠνεῳγμένας κατεῖχον αὐτάς, ὅπως τοὺς μὲν φίλους εἰσδέχωνται, τῶν δ' ἐχθρῶν βιαζομένων ἐπικλείωσιν. αὐτὸς δὲ τὴν λύσιν δέδωκε σαφέστερον ἐπὶ τοῦ Πριάμου παραστήσας, ἔνθα φησὶ

   πεπταμένας ἐν χερσὶ πύλας ἔχετ', εἰσόκε λαοὶ

   ἔλθωσιν προτὶ ἄστυ πεφυζότες·

   αὐτὰρ ἐπεί κ' ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες,

   αὖθις ἐπιθέμεναι σανίδας πυκινῶς ἀραρυίας (Φ 531 sqq.).

[127sqq]    ἐν τῇ τειχομαχίᾳ τεταράχθαι δοκεῖ τὰ ἔπη ταῦτα· Ἀσίου ἐπελθόντος κατὰ τὰς πύλας τῷ τείχει, ἐπιλέγει ὁ ποιητὴς περὶ αὐτοῦ τε καὶ τῶν μετ' αὐτοῦ·

   νήπιοι, ἐν δὲ πύλῃσι δύ' ἀνέρας εὗρον ἀρίστους,

   υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων,

   τὸν μὲν Πειριθόου υἷα, κρατερὸν Πολυποίτην,

   τὸν δὲ Λεοντῆα, βροτολοιγῷ ἶσον Ἄρηι.

   τὼ μὲν ἄρα προπάροιθε πυλάων ὑψηλάων

   ἕστασαν, ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι  (Μ 127-132).

διὰ γὰρ τούτων εἰπὼν τὸν Λεοντέα καὶ Πολυποίτην πυλάων προπάροιθεν ἑστάναι ὡς δρῦς, ἀναμένοντας ἐπερχόμενον μέγαν Ἄσιον οὐδὲ φέβοντο (v. 136), εἶτα ἐπάγων περὶ τῶν κατὰ τὸν Ἄσιον·

   οἱ δ' ἰθὺς πρὸς τεῖχος ἐύδμητον, βόας αὔας

   ὑψόσ' ἀνασχόμενοι, ἔκιον μεγάλῳ ἀλαλητῷ

   Ἄσιον ἀμφὶ ἄνακτα καὶ Ἰαμενὸν καὶ Ὀρέστην

   Ἀσιάδην τ' Ἀδάμαντα Θόωνά τε Οἰνόμαόν τε   (v. 137-40

πάλιν ποιεῖ τοὺς περὶ τὸν Λεοντέα καὶ Πολυποίτην ἔνδον ἐόντας, οὓς πρόσθεν ἔξω ἑστάναι ἔφη· ἐπάγει γάρ·

   οἱ δ' ἤτοι εἵως μὲν ἐυκνήμιδας Ἀχαιοὺς

   ὄρνυον ἔνδον ἐόντες ἀμύνεσθαι περὶ νηῶν·

   αὐτὰρ ἐπειδὴ τεῖχος ἐπεσσυμένους ἐνόησαν

   Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,

   ἐκ δὲ τὼ ἀίξαντε πυλάων πρόσθε μαχέσθην,

   ἀγροτέροισι σύεσσιν ἐοικότε (v. 14-146),

καὶ πληρώσας τὴν παραβολὴν ἐπάγει·

   ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸς

   ἄντην βαλλομένων (v. 150. 51). διὰ γὰρ τούτων φαίνεται ταραχὴ τῶν ἐπῶν, πρότερον μὲν ὡς ἔξω ἑστώτων, αὖθις δὲ ὡς ἔνδον ὄντων καὶ ἐξιόντων. ὅθεν οἱ μὲν ἠξίουν προτάττειν ταῦτα τὰ ἔπη·

   οἱ δ' ἤτοι εἵως μὲν ἐυκνήμιδας Ἀχαιούς,

ἵν' ᾖ τὸ ἀκόλουθον τοιοῦτον·

   ἐν δὲ πύλῃσι δύ' ἀνέρας εὗρον ἀρίστους,

   υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων·

   οἱ δ' ἤτοι εἵως μὲν ἐυκνήμιδας Ἀχαιοὺς

   ὄρνυον (v. 127-128; 141-142)·

εἶτα συνάψαντες τοὺς ἐφεξῆς, ὧν ἡ ἀρχὴ

   αὐτὰρ ἐπειδὴ τεῖχος,

   Τρῶας, ἀτὰρ Δαναῶν,

   ἐκ δὲ τὼ ἀίξαντε,

   ἀγροτέροισι σύεσσιν,

   ἀνδρῶν ἠδὲ κυνῶν,

   ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸς

   ἄντην βαλλομένων,

   λαοῖσι καθύπερθε (143-47; 51-53),

εἶτα ἀνατρέχουσιν ἐπὶ τὸ τὼ μὲν ἄρα προπάροιθε (v. 131), καὶ καταβάντες τοὺς δέκα στίχους ἄχρι τοῦ Ἀσιάδην τ' Ἀδάμαντα (v. 140) ἐπάγουσιν οἱ δ' ἄρα χερμαδίοισι (v. 154) καὶ τὰ ἑξῆς.

   Ἡφαιστίων δὲ διπλῆν τὴν γραφὴν εἶναι ἔφη καὶ δεῖν παραγράφειν ἢ τοὺς δέκα στίχους τοὺς ἀπὸ τοῦ τὼ μὲν ἄρα προπάροιθεν (v. 131) μέχρι τοῦ Ἀσιάδην τ' Ἀδάμαντα (v. 140) ἢ τοὺς ιγ΄ τοὺς ἀπὸ τοῦ οἱ δ' ἤτοι εἵως μὲν ἐυκνήμιδας Ἀχαιούς (v. 141) μέχρι τοῦ λαοῖσι καθύπερθε (v. 153). μήποτε δὲ, κἂν οὕτως μένῃ ἡ γραφὴ καὶ ἡ τάξις, οὐδὲν ἄτοπον, πρότερον μὲν εἰπόντος τοῦ ποιητοῦ ὅτι περὶ τὰς πύλας ἦσαν οἱ περὶ τὸν Πολυποίτην (ἐν δὲ πύλῃσι δύ' ἀνέρας εὗρον ἀρίστους, v. 127), ἐπισημηναμένου τε ὅτι καὶ ἔξωθεν ἑστῶτας εὗρον, εἶτα καὶ ἐπαναδραμόντος, ὅπως περὶ τὰς πύλας ἔχοντες τούς τε ἔσω παρώρμων, ἐπιόντας βλέποντες τοὺς περὶ τὸν Ἄσιον, αὐτοί τε προεκδραμόντες ἀνέμενον πάντες ἔξω τὸν Ἄσιον.

   καὶ γὰρ οὗτος εἷς τρόπος ἑρμηνείας, ἐκ τῶν ὕστερον ἀρξάμενον ἀναδραμεῖν εἰς τὰ πρῶτα καὶ πάλιν συνάψαι ταῦτα τοῖς ὑστέροις. καὶ ἔστι συνήθης ὁ τρόπος τῆς ἑρμηνείας τῷ ποιητῇ. οὕτως γὰρ εὐθὺς κατ' ἀρχὰς τὴν μῆνιν εἰπὼν κεφαλαιωδῶς, ὅσων κακῶν αἰτία γέγονε τοῖς Ἕλλησιν, ὕστερον ἐπὶ τὰ αἴτια ἀνατρέχει ταύτης καὶ ἐπεξεργάζεται δι' ὅλης τῆς ποιήσεως τὰ κατ' αὐτήν. οὕτω καὶ περὶ τῆς νόσου εἰπών·

   Λητοῦς καὶ Διὸς υἱός· ὁ γὰρ βασιλῆι χολωθεὶς

   νοῦσον ἀνὰ στρατὸν ὦρσε κακήν, ὀλέκοντο δὲ λαοί,

   οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα

   Ἀτρείδης (Α 9 sqq.),

ἑξῆς ἐπέξεισι, πῶς ἐπράχθη τὰ κατὰ τὴν νόσον. καὶ ἐνταῦθα τοίνυν εἰπών, ὅτι περὶ τὰς πύλας εἶχον οἱ περὶ τὸν Λεοντέα καὶ ἀνέμενον πρὸ τῶν πυλῶν ἑστῶτες ἐπερχόμενον τὸν Ἄσιον, ἐπαναδραμὼν ἐξηγεῖται τὰ κατὰ μέρος, ὅτι τέως μὲν ἔνδον ἦσαν προτρεπόμενοι τοὺς Ἀχαιοὺς ἀμύνεσθαι περὶ νηῶν, εἶτα, ἐπειδὴ ἐθεάσαντο τοὺς περὶ τὸν Ἄσιον ἐπιόντας καὶ πεφευγότας τοὺς Ἕλληνας, αὐτοὶ ἀΐξαντες πυλάων πρόσθε μαχέσθην (Μ 145). τὰ οὖν κεφαλαιωδῶς ἐκτιθέμενα προλαμβάνειν εἴωθε τὸ συμπέρασμα· τὰ δὲ ἀνάπτυξιν ἔχοντα πολλῶν εἰς τὴν ἀρχὴν ἀναδραμόντα οὕτω κάτεισιν ἐπὶ τὸ τέλος.

[162]    ἀδύνατον τοῦτο ἐπὶ ὡπλισμένου· ἔστι δὲ μόνον τῆς λύπης δηλωτικόν, ὡς ἐν ὀχλήματι γενόμενον.

[175-181sqq]    ἀθετεῖ Ἀρίσταρχος, πρῶτον μὲν διὰ τὸ πύλας ἄλλας ὀνομάζεσθαι· ἀρέσκει γὰρ αὐτῷ μίαν εἶναι· εἶτα διὰ τὸ ἀργαλέον δέ με ταῦτα· φησὶ γὰρ ὅτι καὶ μὴν ἔφρασε τὴν τειχομαχίαν. εἶτα καὶ διὰ τὸ Λαπίθαι· οὐ γὰρ δεῖ ‹e δὴ corr. B›, φησὶ, καὶ ‹om. L› τοὺς πατέρας καὶ τοὺς υἱοὺς Λαπίθας καλεῖν. Πῖος δὲ ἀπολογούμενος πρὸς τὰς ἀθετήσεις Ἀριστάρχου ταῦτά φησιν, ὅτι Ἄσιος μὲν περὶ τὴν μίαν πύλην τὴν ἱππήλατον ἐμάχετο, οἱ δὲ περὶ αὐτὸν περὶ τὰς μικρὰς πύλας· τῷ δὲ ἄλλας μικρὰς εἶναι οὐδεὶς εὖ φρονῶν ἀντείποι· πῶς γὰρ τοσοῦτον πλῆθος ἐν τῷ φεύγειν διὰ μιᾶς εἰσῄει; τὸ δὲ ἀργαλέον δέ με ταῦτα πάνυ μετρίως φησὶν εἰρῆσθαι ‹εἰρ. φης. L›· ἀνδρῶν γὰρ ἀναιρουμένων κατάλογον ‹κατὰ λόγον Lp› διεξιὼν καὶ τρόπους τῶν ἀναιρέσεων καὶ λόγους τῶν ἀναιρούντων καὶ πιπτόντων καὶ συμπτώματα τῆς τύχης καὶ πολυμερῆ μάχην, εἰκότως ἐνδείκνυται δυσχερῆ τὴν τούτων διήγησιν. τὸ δὲ Λαπίθαι γελοιότατον ‹γελοιότερον L›· πῶς γὰρ ἄλλως ἦν ὀνομάσαι ‹corr. ex ὀνομᾶσαι B› τοὺς τῶν Λαπιθῶν υἱοὺς ἢ τῷ πατρικῷ ὀνόματι;

[200]    ζητεῖται δὲ, πῶς ὁ Ζεὺς ἐπικρατεστέρους θέλων ποιῆσαι τοὺς Τρῶας σημεῖον αὐτοῖς κωλυτικὸν ἐπιπέμπει· φησὶ γάρ· ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσι. ῥητέον οὖν, ὅτι νίκην μὲν ἐβούλετο τοῖς Τρωσίν, ἐξελεῖν δὲ τὸ δέος τῶν Ἑλλήνων· οὐ γὰρ κατὰ προαίρεσιν αὐτοὺς ἰδίαν ἐμίσει, ἀλλὰ χαριζόμενος Θέτιδι.

[253]    πῶς οὐ λέγει ἀπ' ἄλλων ὀρῶν τὴν τῶν ἀνέμων θύελλαν ἐξεγείρεσθαι ἀλλ' ἐκ τῶν Ἰδαίων; καὶ λέγομεν, ὡς διὰ τὸ ὑλικὸν πρωταίτιον. αἴτιον γὰρ καὶ ἀρχὴ τῶν ἀνέμων τὸ ὕδωρ· ἐπεὶ γοῦν καὶ ἡ Ἴδη πολυπίδακος φαίνεται, εἰκότως ἀπ' αὐτῆς ἡ τῶν ἀνέμων θύελλα ἐξεγείρεται.

[258]    ὁ Ἀρίσταρχος ἐπὶ κλιμάκων ἀκούσας καὶ τὸ προκρόσσας ἀποδιδοὺς ἐπὶ τῶν νεῶν κλιμακηδόν (τῷ ῥα προκρόσσας ἔρυον, Ξ 35), τὸ πύργων ἔρυον ἀποδίδωσιν ἐπὶ τοὺς πύργους ἔρυον, ἀποδιδοὺς ἀνεῖλκον [ὡς κλειστῶν καὶ συγκαμπτῶν οὐσῶν τῶν κλιμάκων]. παραμυθεῖται δὲ ἐξ Ὁμήρου τὸ πύργων ἔρυον ἀποδιδοὺς ἀντὶ τοῦ ἐπὶ τοὺς πύργους ἔρυον, ἐκ τούτων·

            οἱ δὲ μένοντες

   ἕστασαν, ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν

   Τρώων ὁρμήσειεν (Δ 33-35),

ἀντὶ τοῦ ἐπὶ τοὺς Τρῶας ὁρμήσειεν· οὕτω καὶ τὸ πύργων ἔρυον ἀντὶ τοῦ ἐπὶ τοὺς πύργους ἔρυον, καὶ ἀκόντισαν Ἰδομενῆος (Ν 502). οὐκ εἰσὶ δὲ κρόσσαι αἱ κλίμακες, ἀλλὰ μᾶλλον οἱ ἐξέχοντες λίθοι ἐν τοῖς πύργοις, οὓς ποιοῦσιν εἰς τὸ ἐμποδίζειν τὰς τῶν μηχανημάτων ἐμβολάς. οὕτω καὶ κροσσοὺς ἱματίων λέγομεν τοὺς ἐξέχοντας στήμονας· καὶ πρόκροσσαι δὲ αἱ νῆες αἱ μὴ ἐπ' ἴσου στίχου εἱλκυσμέναι ἀλλ' ἐξέχουσαί εἰσιν, ἐφ' ὧν διὰ τὸ μὴ πάντας ἔχειν ἰσαρίθμους στήλας τε προβλῆτας ἐμόχλεον (Μ 259), τοὺς λεγομένους προμαχῶνας.

[438]    Π 558.

[13]

[3]    Αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινώ. ἀδύνατόν φασιν· εἰ γὰρ ἀπετράπη ἀπὸ τῆς Ἰλίου ἐπὶ τὴν Μυσίαν κατὰ τὰ τῆς Ἀσίας ἔθνη, ἀδύνατον τὴν Θρᾴκην καθορᾶν οὖσαν ἐν τῇ Εὐρώπῃ. λύεται δὲ ἐκ τῆς λέξεως· οὐ γὰρ λέγει τὴν Θρᾴκην αὐτὸν βλέπειν, ἀλλὰ τὴν Θρᾳκῶν γῆν, ἧς ἦσαν ἄποικοι, κατοικοῦντες δὲ Ἀσίαν, Βιθυνοί τε καὶ οἱ Θυνοί, Θρᾳκῶν ἄποικοι.

[18]    εἰ συνεχῆ, φησὶ, προέβαινε, πῶς παρακατιών φησι τρὶς μὲν ὀρέξατο (v. 20); ἢ τάχα τὸ κραιπνά ἀντὶ τοῦ πρόθυμα καὶ ἰσχυρά.

[20sqq]    ἐζήτηται διὰ τί εὐθέως οὐ πορεύεται εἰς Τροίαν ὁ Ποσειδῶν, ἀλλὰ τὸν χρόνον δαπανᾷ πορευθεὶς εἰς Αἰγάς. ῥητέον οὖν ὅτι δυοῖν ἕνεκα πραγμάτων μεμηχάνηται αὐτῷ ἡ ἀποδημία, πρῶτον μὲν ἵνα ἀποπλανήσῃ τὸν Δία ὡς ἀπολελοιπὼς τὸν πόλεμον, δεύτερον δὲ ἵνα καθοπλισθῇ εἰς τὸν τοῦ Διὸς πόλεμον, ἐὰν ἄρα φωραθεὶς εἰς τὴν συμμαχίαν κινδυνεύσῃ.

   ..... τίνος δὲ ἕνεκεν ἐπὶ τὰς Αἰγὰς ἄπεισι, καὶ δυνάμενος ἐν Τροίᾳ εὐθὺς γενέσθαι μετὰ τὸ λιπεῖν τὴν Σαμοθρᾴκην; ἴσως οὖν πρὸς κατάπληξιν τῶν Τρώων ἄπεισι τὸ ξίφος ληψόμενος .....

[34]    v. ad p. 183, 17.

[70]    ..... πῶς δὲ, φησὶν, ὁ Ποσειδῶν οὐκ ἔλαθε τὸν Αἴαντα; καὶ ῥητέον ὅτι φαντασίαν τινὰ παρέχει τὸ θεῖον ἑαυτοῦ.

[168]    ..... διὰ τί δὲ οὐκ ἄλλον πέμπει, ἀλλ' αὐτὸς ἄπεισιν; ὅτι ἐν τῷ θορύβῳ κεχώρισται τῶν δορυφόρων, καὶ ἡ σκηνὴ πλησίον ἦν, καὶ οἱ πεμπόμενοι οὐχ ὁμοίως ταχεῖς, καὶ παρὼν δὲ ὅμοιος ἦν τῷ μὴ παρόντι δόρυ μὴ ἔχων .....

[295]    Ψ 269.

[340]    (Vat. ζητ. θ΄) edit. in fine operis.

[340]    ἐν τοῖς οὕτω λεγομένοις

   τοὶ δ' ἔριδος κρατερῆς καὶ ὁμοιίου πτολέμοιο

   πεῖραρ ἐπαλλάξαντες ἐπ' ἀμφοτέροισι τάνυσσαν,

   ἄρρηκτόν τ' ἄλυτόν τε, τὸ πολλῶν γούνατ' ἔλυσεν

δυνατώτερα καὶ τολμηρότερα ἀπὸ τῶν εἰς πέρατα σχοινία συμβαλλόντων καὶ εἰς δεσμὸν ἐπαλλαττόντων τὰ πέρατα, ἔπειτα τεινόντων μετενήνοχεν, ἔριδος, λέγων, καὶ πολέμου τὰ πέρατα ἐναλλάξαντες καὶ δήσαντες ἐτάνυσαν ἐπ' ἀλλήλους, οὕτως ἰσχυρῶς τὴν ἔριν τῷ πολέμῳ συνδήσαντες, ὡς τὸν δεσμὸν τοῦτον ἄρρηκτον μὲν εἶναι καὶ ἄλυτον αὐτοῖς, πολλῶν δὲ γούνατ' ἔλυσε. σκέψαι δὲ εἰ μὴ κακοζήλως εἶπε τὸν μὲν δεσμὸν ἄρρηκτον καὶ ἄλυτον, πολλῶν δὲ γούνατ' ἔλυσεν, ἐν δὲ ἄλλοις οὐκ ἔφη ἄρρηκτον ἀλλ' ἐν δ' αὐτοῖς ἔριδα ῥήγνυντο βαρεῖαν (Υ 55), καὶ ἐν ἄλλοις.

[443]    τὸ σπαίρειν καὶ τὸ σκαίρειν τινὲς συγχέουσι, ταὐτὸν δηλοῦν νομίζοντες, καίπερ Ὁμήρου διακρίνοντος· τὸ μὲν γὰρ σπαίρειν μετὰ τοῦ α κατὰ Ἀττικὴν συνήθειαν λέγει ἀσπαίρειν· ἀσπαίροντα δ' ἔπειτα (μ 254) καὶ ἀσπαίροντα λαβών (τ 229) καὶ ἥ ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον πελέμιξεν ἔγχεος (Ν 443) καὶ ἤσπαιρ' ὡς ὅτε βοῦς (Ν 571). τὸ δὲ σκαίρειν οὐκέτι μετὰ τοῦ α· μολπῇ δ' ἰυγμῷ τε ποσὶ σκαίροντες ἕποντο (Σ 472). ἔστιν οὖν ἡ διαφορὰ ὅτι τὸ μὲν σπαίρειν καὶ ἀσπαίρειν ἄμουσόν τινα δηλοῖ κίνησιν, ὃ γίνεται ἐν ἰχθύσι καὶ τῷ δεδεμένῳ κατὰ τὸν ποιητὴν βοΐ, τὸ δὲ σκαίρειν ἔμμουσον κίνησιν ὀρχηστικὴν καὶ εὔρυθμον. οἶμαι δ' ἔγωγε καὶ τῶν ἰχθύων τὸν σπάρον καὶ τὸν σκάρον κατὰ διαφόρους ἐννοίας προσηγορεῦσθαι, τῆς κινήσεως οὐχ ὁμοίας ἑκατέρων γινομένης. τὸ δὲ σκαίρω πάντως ὀξυτέρας, ἀφ' ἧς καὶ τὴν πολύσκαρθμον Μύριναν προσεῖπεν ὁ ποιητὴς (Β 814) μίαν τῶν Ἀμαζόνων, ὥς φασι, καὶ εὐσκάρθμους ἵππους (Ν 31). ἀπὸ δὲ τοῦ αὐτοῦ ἐν τῇ συνηθείᾳ τὸ σκιρτᾶν καὶ σκαρδαμυκτεῖν τοὺς ὀφθαλμοὺς εἴρηται.

[470]    ad ζητ. ιγ΄ (in fine operis).

[493]    ..... πῶς δὲ τοὺς τοσούτους ἡγεμόνας ἑνὶ κτίλῳ εἴκασεν; ὅτι πάντων ἡγεμονικώτατος ἦν Αἰνείας.

[502]    εἰ αὐτοσχεδὸν ὡρμήθησαν, πῶς ἀκοντίζει; ὑποκεχωρήκει γὰρ Ἰδομενεὺς ὡς πόρρωθεν ἀγωνιούμενος.

[521]    ἐζήτηται δὲ πῶς θεὸς ὢν ὁ Ἄρης οὐκ ᾔδει περὶ τοῦ υἱοῦ. ῥητέον οὖν ὅτι παρὰ τῷ ποιητῇ οἱ θεοὶ σωματικῶς λαμβανόμενοι ἀνθρωποειδῶς ἐφίστανται· ἀθανασίᾳ γὰρ διαφέροντες μόνον ἀνθρώπων τοῖς αὐτοῖς ἐνέχονται πάθεσιν.

[643]    Ε 576.

[643]    ibid., ad p. 84, 24 sqq.

[686]    v. Herm. XIV, p. 248.

[745]    Θ 233, p. 122, 15; ibid. ad lin. 22.

[814]    in fine operis ad ζητ. 34.

[824]    τὸ βουγάιον ἀκουστέον διὰ τὸ ὑπερμεγέθη ἔχειν βοείαν ‹βοίειαν L› ἀσπίδα, ὡς εἰ ἔλεγεν· ὁ γαίων ἐπὶ τῇ ἀσπίδι, ὡς κύδεϊ γαίων (Α 405). ἐπὶ δὲ τοῦ Ἴρου·

   νῦν μὲν μήτ' εἴης βουγάιε μήτε γένοιο (ς 79), χαριεντιζομένου ἀκουστέον διὰ τὸ μέγεθος, ὡς ὑπερμεγέθη ἂν ἔχοντος ἀσπίδα. λέγει δέ· μὴ εἴης μέγας μηδὲ γένοιο μέγας, ᾧ ὅμοιον τὸ ἦ μάλα Ἶρος ἄιρος (ς 73), ἀπαγγέλλων ὅτε πού τις ἀνώγοι (ς 7). τούτῳ ‹B ex οὕτως corr.› ὅμοιον τὸ οὕτω γάρ κεν δή μοι ἐυκλείη τ' ἀρετή τε εἴη ἐπ' ἀνθρώπους ἅμα τ' αὐτίκα καὶ μετέπειτα (ξ 402), ταὐτὸ τῷ εἴη καὶ γένοιτο.

[14]

[1]    ..... ἐζήτηται δὲ πῶς ὁ Νέστωρ ἐπὶ τοσοῦτον πίνει, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων τῆς Λ. καὶ ῥητέον ὅτι οὐ τοσοῦτον χρόνον ἔπινεν, ἀλλ' Ὅμηρος, κατὰ παρέκβασιν ἀπαγγείλας τὰς πράξεις, βουληθεὶς δὲ ἐπὶ τὸν Νέστορα μεταβῆναι, πάλιν ἀπὸ ταύτης τῆς πράξεως ἤρξατο, ἀφ' ἧσπερ αὐτὸν καὶ κατέλιπε ποιοῦντα.

   ἀκολάστως, φασὶ, καὶ ὡς μέθυσος πίνει. τάχα γοῦν τὸν κυκεῶνα πίνειν φησίν, ὃς εἶχε καὶ οἶνον. τινὲς δὲ στίζουσιν εἰς τὸ ἰαχή, καὶ τὸ ἑξῆς οὕτως· ἀλλὰ καὶ πρὸς τὸν Ἀσκληπιάδην πίνοντα ἔφη. ὁ δὲ Ἀρίσταρχος ἀντὶ τοῦ ὁμοίως τῷ Μαχάονι, ὡς τὸ σὺ δὲ χαῖρε καὶ ἔμπης (ε 205), παρών τε καὶ ἀπών, τόν τέ περ πλεονάζειν, ὡς τὸ ἔφυγόν περ αἰπὺν ὄλεθρον (ρ 47).

[5]    ad Λ 624 (in Addendis ad p. 167, 27 sqq.).

[74sqq]    ἐζήτηται πῶς ὁ Ἀγαμέμνων οὕτως ἀστρατήγως φυγεῖν προστάσσει τοῖς Ἕλλησι, λέγων νῆες ὅσαι πρῶται [καὶ τὰ ἑξῆς]. ῥητέον οὖν, ὅτι ὁ Ἀγαμέμνων γινώσκων αὐτοὺς μὴ φευξομένους διὰ τὴν οἰκείαν ἀρετήν, καὶ ὅτι οὐδὲ λαθεῖν ἠδύναντο τοὺς πολεμίους, ἐπιτρέπει αὐτοῖς φεύγειν, ἵνα μὴ δόξῃ παρὰ δύναμιν κατέχων αὐτοὺς ἕνεκα τοῦ καθ' ἑαυτὸν χρησίμου αἴτιος γίνεσθαι τοῦ πάντας ἀπολέσθαι, τοὐναντίον δὲ εὔνοιαν ἑαυτῷ πορίσηται διὰ τὸ πᾶν ὁτιοῦν αἱρεῖσθαι ποιεῖν, καὶ ὑπομένειν καὶ τὴν ἐκ τῆς φυγῆς ἀδοξίαν ἕνεκεν τῆς ἐκείνων σωτηρίας.

   ἢ νοσῶν οὐχ ὁρᾷ τὸ χρειῶδες, ἢ τῶν ἀριστέων πειρᾶται· οἶδε γὰρ ὅτι ἐν ἡσυχίᾳ μὲν τῶν πραγμάτων κειμένων ὑποπίπτουσι τοῖς ὑπερέχουσιν ἕκαστος, κινδύνου δὲ ἐπιγενομένου δηλοῦσι τὴν προαίρεσιν, οὐδὲν τῆς οἰκείας ἀσφαλείας προτιμῶντες. καὶ ἰδίως μὲν αὐτὸς πάλιν δοκιμάζειν βούλεται. καὶ πρὸς σώφρονας ὁ λόγος, καὶ οὐκ εὐθὺ πηδήσουσι πρὸς πρᾶξιν. βούλεται δὲ παρακληθῆναι ἑαυτῷ τὸν στρατόν, ἀλλὰ διὰ τῶν ἡγεμόνων· δι' ἑαυτοῦ γὰρ οὐκ ἐδύνατο, ὡς τοῦ παρόντος κινδύνου διὰ τὴν Ἀχιλλέως μῆνιν τὴν αἰτίαν φέρων.

[109]    ἐζήτηται διὰ τί νῦν Διομήδης συμβουλεύει καὶ οὐχ ὁ Νέστωρ. ῥητέον οὖν ὅτι τὸ μὲν γῆρας ἐν τοῖς δεινοῖς ἐστιν ἐπισχετικὸν, ἡ δὲ νεότης θαρσαλεωτέρα. ἄλλως τε καὶ Διομήδης ἐν τῇ προτέρᾳ βουλῇ (Ι 32 sqq.) θαυμασθεὶς νῦν μᾶλλον τεθάρρηκε καὶ προήρπασε τῶν πρεσβυτέρων τοὺς λόγους.

[114sqq]    [καὶ] διὰ τί νῦν ὁ Διομήδης ἑαυτὸν γενεαλογεῖ; ῥητέον οὖν ὅτι πάνυ ῥητορικῶς· δεῖ γὰρ ἐν ταῖς συμβουλαῖς προαποδεικνύειν, ὡς εἰσὶν οὐχ οἱ τυχόντες ἀλλὰ πολλῷ κρείττους, ἵν' οὕτως ὡς ἂν καλλίονες εἰπόντες πείσωνται.

[147]    πῶς δὲ, φησὶν, ὁ Ποσειδῶν ὁμοιωθεὶς πρεσβύτῃ ὑπὲρ τὴν ἡλικίαν ἐφθέγγετο; ῥητέον ὅτι τῇ μὲν ὄψει πρεσβύτης ἐφαίνετο, τῇ δὲ φωνῇ τὴν τοῦ θεοῦ δύναμιν ἐπεδείκνυτο.

   ..... πῶς δὲ ὁ κλέπτων τὴν μάχην βοᾷ; ἐπεὶ εἶπεν· ἠχὴ δ' ἀμφοτέρων ἵκετ' αἰθέρα καὶ Διὸς αὐγάς (Ν 837).

[200]    πῶς πολλάκις Ὅμηρος τὴν γῆν ἄπειρον εἰπών, διὰ τούτων· ταί μιν φέρον ἐφ' ὑγρὴν [ἠδ' ἐπ'] ἀπείρονα γαῖαν (α 97. 8), καὶ πάλιν· γαῖαν ἀπειρεσίην (Υ 58), πάλιν διὰ τῆς Ἥρας· εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης; μάχεται γὰρ τὸ ἅμα μὲν αὐτὴν πεπερασμένην ἅμα δ' ἀπείρονα ἀποφαίνεσθαι. εἰ μὲν οὖν ἡ τοῦ ἀπείρου φωνὴ ἓν σημαινόμενον περιεῖχε, τὸ κατὰ ποσὸν ἀδιεξίτητον καὶ ἀπειρομέγεθες, ἐναντιολογία ἂν ἦν· πῶς γὰρ ἡ ἀπειρομεγέθης γῆ πέρατα ἂν ἔχοι; ἐπειδὴ δὲ τὸ ἄπειρον πολλαχῶς λέγεται, ἄτοπον ἂν εἴη, πλειόνων ὄντων τῶν σημαινομένων, ἐφ' ἓν ἀποταξαμένους ἐλθεῖν, καὶ τοῦτο μαχόμενον. δεικτέον οὖν κατὰ ποῖον σημαινόμενον τὴν πεπερασμένην ἐνδέχεται καὶ ἄπειρον λέγειν. ἡ τοίνυν τοῦ ἀπείρου φωνὴ τάσσεται μὲν καὶ κατὰ ποσόν. διττὸν δὲ τοῦτο, ἢ κατὰ μέγεθος ἢ κατὰ πλῆθος· κατὰ μέγεθος μέν, ὅταν ζητῶμεν εἰ ἄπειρος ὁ κόσμος, κατὰ πλῆθος δέ, ὅταν εἰ ἄπειροι οἱ κόσμοι, ὡρισμένοι μὲν κατὰ μέγεθος, κατὰ δὲ πλῆθος ἀδιεξίτητοι ὄντες. σημαίνει δὲ τὸ ἄπειρον καὶ τὸ πεπερασμένον μὲν τῇ ἑαυτοῦ φύσει, ἡμῖν δ' ἀπερίληπτον, ᾧ δὴ σημαινομένῳ χρῆται Ὅμηρος, ὅταν λέγῃ· Κρήτη τις γαῖ' ἔστι μέσῳ ἐνὶ οἴνοπι πόντῳ, καλὴ καὶ πίειρα, περίρρυτος, ἐν δ' ἄνθρωποι πολλοὶ ἀπειρέσιοι (τ 1724), καὶ ἐπὶ τοῦ Χρύσου δὲ τὰ ἄποινα ὑπὲρ τῆς θυγατρὸς κομίσαντος φέρων φησὶν ἀπερείσι' ἄποινα (Α 13), ὅπερ ἐστὶ πολλὰ τῷ πλήθει. τρία μὲν οὖν ταῦτα σημαινόμενα ἐκ τῆς τοῦ ἀπείρου φωνῆς κατὰ ποσὸν δεδήλωται. σημαίνει δὲ καὶ ἐπὶ τοῦ κατὰ τὸ εἶδος διαφέροντος καὶ ἄγαν καλοῦ, ὡς παρ' Ἡσιόδῳ ἐν Γυναικῶν καταλόγῳ ἐπὶ τῆς Ἀγήνορος παιδός· Δημοδόκης, τὴν πλεῖστοι ἐπιχθονίων ἀνθρώπων μνήστευον καὶ πολλὰ καὶ ἀγλαὰ δῶρ' ὀνόμηναν, ἴφθιμοι βασιλῆες, ἀπειρέσιον κατὰ εἶδος (Hes. fr. 41 Marksch.; 58 Göttl.)· τὸ γὰρ ἀπειρέσιον ἐν τούτοις ἐπὶ τοῦ κατ' εἶδος ἐξόχου καὶ καλοῦ ἄγαν τέτακται. δυνατὸν δὲ καὶ τὰ ὑπὸ τοῦ Χρύσου κομισθέντα οὕτως ἀπερείσι' ἄποινα λέγεσθαι, οἷον ὑπερβαλλόντως καλὰ καὶ περικαλλῆ. λέγεται δὲ ἄπειρον κατ' ἄλλο σημαινόμενον καὶ ἐπὶ τοῦ κατὰ σῶμα κυκλοτεροῦς τε καὶ σφαιροειδοῦς· τῶν γὰρ πεπερασμένων ἃ μὲν πρὸς πέρασι λέγεται ὡρισμένοις πεπεράνθαι, ἃ δὲ οὔ· ὡς φέρε ἃ ἀπὸ γραμμῶν ἢ οἷον τοῦ τετραγώνου, πρὸς πέρασι μέν ἐστι τοῖς ἀπό του καὶ ἐπί τι· δύο γὰρ ὄντων περάτων, τὸ μέν ἐστιν ἀρχὴ ἀφ' οὗ, τὸ δὲ τέλος εἰς ὅ· ἐστι γὰρ ἐπ' αὐτοῖς τὸ πόθεν ποῖ. τῆς δὲ ὅλης τοῦ κύκλου περιφερείας οὐκέτι· πᾶν γὰρ ὃ ἄν τις ἐπινοήσῃ σημεῖον, ἀρχή τέ ἐστι καὶ πέρας· ξυνὸν γὰρ ἀρχὴ καὶ πέρας ἐπὶ κύκλου περιφερείας κατὰ τὸν Ἡράκλειτον. τοῦ τοίνυν κύκλου κατὰ τὴν περιφέρειαν ὄντος πεπερασμένου καὶ μὴ ἀπείρου κατὰ τὸ διεξίτητον, οὐκ ἂν λέγοιτο πρὸς πέρασιν αὐτὴ πεπεράνθαι. κατὰ δὲ τὸ μὴ ἔχειν ποθέν ποι διάφορα πέρατα πᾶν τε τὸ ληφθὲν ἀρχὴν εἶναι καὶ πέρας ἄπειρον ἐκάλουν τὸν κύκλον· ὡσαύτως δὲ καὶ τὴν σφαῖραν οὔτε ἄπειρον καὶ ἀδιεξίτητον οὖσαν κατὰ μέγεθος οὔτε κατὰ ἀριθμὸν, κατὰ δὲ τὸ μὴ πέρασι διαφόροις ἀφορίζεσθαι. τῆς φωνῆς κατὰ τὰς συντάξεις ἄλλα τε καὶ ἅπερ δὴ καὶ τὸ πολύ σημαινούσης· οὕτως γὰρ ἀχανὲς πέλαγος (Plut. Alex. 31?) τὸ μέγα πάνυ, καὶ ὁ ἐν Δελφοῖς θεὸς ἀφήτωρ (Ι 404) ὁ πολυφήτωρ καὶ πολλὰς ἀφιεὶς φήμας, οὐχ ὁ μηδεμίαν, καὶ ἄξυλος ὕλη (Λ 155) ἡ πολύξυλος. οὕτω καὶ ἄπειρος κύκλος ὁ πολυπείρων· οὗ γὰρ ἂν ἔλθῃ τις, τοῦτο αὐτὸ τὸ πέρας ἐστί. σημαινούσης δὲ τῆς α καὶ τὸ ἴσον, ὡς τὸ ἀρρεπές τὸ ἰσορρεπές, καὶ ἀτάλαντον (e. c. Β 627) τὸ ἰσοτάλαντον, δύναται καὶ ἀπείρων ἰσοπέρατος εἶναι, ὅτι ὅμοιος πάντη κατὰ τὰ πέρατα. τὸ δὲ ἴσον ἐπὶ μόνων σχημάτων κύκλου τε καὶ σφαίρας γίνεται· ὅμοια γὰρ ταῦτα πάντοθεν διὰ τὸ τὴν ἐκ μέσου πρὸς τὸ πέρας ἴσην ἀποχὴν εἶναι πάντη. διὰ τοῦτο δὲ καὶ ὁμοιομερὴς ἥ τε τοῦ κύκλου περιφέρεια καὶ ἡ τῆς σφαίρας ἐπιφάνεια· καὶ τὸ ὅμοιον πάντη ἐπὶ μόνων τῶν σχημάτων τούτων λέγεται. εὐλόγως οὖν οἱ παλαιοὶ ἐπὶ τὸ προσαγορεύειν τόν τε κύκλον καὶ τὴν σφαῖραν ἀπείρονα προήχθησαν. οὕτω καὶ Ἀριστοφάνης Δαναίσι (fr. 247 D.)· δακτύλιον χαλκοῦν φέρων ἀπείρονα ἔφη· ἔστι δὲ ὁ ἀπείρων δακτύλιος καὶ ὁ κρίκος ὁ ἀσυγκόλλητος καὶ πέρας μὴ δεικνύς, ἀρχήν τε καὶ τέλος· οἱ γὰρ σφενδόνας ἔχοντες, εἰς ἃς οἱ λίθοι ἐντίθενται ἢ σφραγῖδες, οὔκ εἰσιν ἀπείρονες· οὐ γάρ ἐστιν ὁμοιομερής. ὁμοίως δὲ καὶ Αἰσχύλος τὰς ἐν κύκλῳ ἑστώσας ἐν ἀπείρονι σχήματί φησιν ἵστασθαι· ὑμεῖς δὲ βωμὸν τόνδε καὶ πυρὸς σέλας κύκλῳ περίστητ' ἐν λόχῳ τ' ἀπείρονι εὔξασθε (fr. 407 D.)· τοῦτο δέ ἐστιν ἐν τάξει κατὰ κύκλον· ὁ γὰρ λόχος ἐστὶ τάξις, ἐπεὶ καὶ ὁ λοχαγὸς ταξίαρχος. καὶ Εὐριπίδης (Orest. 25) ἐπὶ τοῦ συνερραμμένου πανταχῆ χιτῶνος καὶ κατὰ τοῦτο ὁμοίου (πέριξ οὖν ἡ Κλυταιμνήστρα τὸν Ἀγαμέμνονα ἐνέδυσεν)· ἡ πόσιν περιβαλοῦσ' ὑφάσματι ἀπείρονι. καὶ ἐπὶ τοῦ αἰθέρος κυκλοτεροῦς ὄντος εἰπὼν ὁρᾷς τὸν ὑψοῦ τόνδ' ἀπείρον' αἰθέρα, ἐπήγαγε κατὰ τί ἄπειρον εἴρηκεν, ὅτι κατὰ τὸ τὴν γῆν ἔχειν πέριξ ὑγραῖσιν ἀγκάλαις (fr. 935 D.). μήποτε δὲ καὶ ὅταν Ὅμηρος λέγῃ δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν (θ 340), οἱ ἀπείρονες δεσμοὶ οὐ σημαίνουσι πλῆθος ἀλλὰ τοὺς ἰσχυρούς, οἵ εἰσιν ἔγκυκλοι καὶ κρικωτοί· πρὸς γὰρ τὴν ἐρώτησιν ἡ ἀπόκρισις ἔσται κατὰ λόγον τοῦ σημαινομένου οὕτως ἀποδοθέντος· ἤρετο μὲν γὰρ αὐτὸν εἰ θέλοι δεσμοῖσι κρατεροῖσι πιεσθεὶς εὕδειν παρὰ τῇ Ἀφροδίτῃ, ὁ δὲ ἀποκρίνεται· εἴη μοι πολλάκις τοσούτοις δεσμοῖς δεθέντα εὕδειν, ἴσον τῷ πολυπλασίοις καὶ πρὸς τούτοις ἀπείροσιν, ἐν ταὐτῷ λέγων τῷ ἰσχυροῖς· τοῦτο γὰρ αὐτὸς ἐπύθετο· ἦ ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κραταιοῖσι πιεσθεὶς εὕδειν (θ 336); τὸ δὲ ἰσχυροῖς δηλοῖ διὰ τῆς ἀπείρονος φωνῆς, ἀναφέρων ἐπὶ τοὺς κρικωτοὺς καὶ ταύτῃ δυσλύτους. ὡς γὰρ ἀλλαχοῦ εἶπε πέδας ἀρρήκτους ἀλύτους (Ν 36), οὕτως ἐνταῦθα τοὺς ἀπείρονας δεσμοὺς τοὺς ἀλύτους διὰ τὸ ἐν κύκλῳ περιέχειν. εἰ γὰρ ἀπείρονες ἀκούοιμεν ὡς ἄπειροι πλήθει, ἄλογος ἔσται ἡ ἀπόφασις, τρὶς τόσσους εἰπεῖν καὶ ἀπείρους· τὸ γὰρ τρὶς τόσσους πολλαπλάσιόν ἐστι, τὸ δὲ καθ' ὁποσονοῦν πολλαπλάσιον οὐκ ἄπειρον. ὥστε ἅμα δεσμοί τε εἶεν ἂν καὶ τὸ πλῆθος ἄπειροι· ὁ γὰρ δεσμὸς συνοχὴν καὶ δέσιν ὑπαγορεύων τοῦ κατὰ πλῆθος ἀπείρου κεχώρισται. ὅλως τε ἡ ἐρώτησις οὐ περὶ πλήθους ἀλλὰ περὶ δυνάμεως· εἰ γὰρ βουληθείη δεσμοῖσι κρατεροῖς πιεσθεὶς εὕδειν ἐρωτᾷ, οὐχὶ πολλοῖς. ἄλογον δὲ πρὸς τὸ πολλοῖς ὅπερ οὐκ ἐπύθετο ἀποκρίνεσθαι, πρὸς δὲ τὸ κρατεροῖσι μηδὲν φάναι. λέγοι ἂν οὖν τὸ μὲν τρὶς τόσσους πολλαπλασίους, ἀπείρονας δὲ τοὺς κραταιούς, ὥστε τὸ ἄπειρον καὶ ἐπὶ σχήματος πεπερασμένου καθ' Ὅμηρον τίθεται. καὶ ἔστι τοῦ κυκλοτεροῦς ἴδιον καὶ σφαιροειδοῦς, εἴγε καὶ αὐτὸς πείρατα γαίης φησὶ καὶ ἀπείρονα γαῖαν, ἀδύνατον δὲ καὶ ἐπὶ τοῦ κατὰ μέγεθος ἢ κατὰ ποσὸν ἀδιεξιτήτου ἀπείρου τίθεσθαι πέρας, ἐπὶ δὲ τοῦ περιφεροῦς οἷόν τε. ὥστε συνάγεται, εἴπερ ἡ γῆ πεπερασμένη ῥηθεῖσα ἄπειρος πάλιν ἐῤῥήθη, μὴ διὰ τὸ μὴ ἐξίτητον αὐτὴν εἶναι κατὰ μέγεθος εἰρῆσθαι ἄπειρον, διὰ δὲ τὸ σφαιροειδῆ εἶναι, καὶ τοιαύτην αὐτὴν κατὰ σχῆμα ὑπειλῆφθαι τῷ Ὁμήρῳ. εἰ δὲ καὶ ἀπειρέσιος ὡς μέγας ἀκούοιτο καὶ ἀπερίληπτος εἰς γνῶσιν ἡμετέραν, οὐδ' οὕτως ἀντιπίπτει κατὰ τὴν πρός τι σχέσιν· πολλὴ μὲν γὰρ οἰκουμένη τῆς καθ' ἡμᾶς ἠπείρου, πολλὴ δὲ θάλασσα, πολλὴ δ' ἀντίπερα ταύτης χέρσος διειργομένη τῷ τοῦ Ὠκεανοῦ χεύματι (μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα, Ὠκεανὸν μὲν πρῶτον, ὃν οὔπω ἔστι περῆσαι, λ 157)· τῆς δ' οἰκουμένης αὐτῆς εἴ τις ἐπίδοι τὰ μεγέθη καθόλου τε καὶ κατὰ μέρη, καὶ τῆς θαλάσσης τά τε πελάγη καὶ τοὺς κόλπους τοὺς μεγάλους τε καὶ μικρούς, πολλοῦ χρόνου δέοιτ' ἂν πρὸς τὴν διήγησιν. κἂν μέντοι ἀπειρεσίη λέγοιτο διὰ τὸ κάλλος, οὐδ' οὕτως ἀντιπίπτει τῇ φύσει αὐτῆς τὸ σημαινόμενον, καθάπερ τοῖς διαγράφειν τὰ κατ' αὐτὴν βουλομένοις ἐστὶ πρόδηλον.

   Ex eadem quaestione additis nonnullis, quae aliunde illata esse videntur, excerptum est schol. α 98, quod in cod. E secundum Dindorfium (. a., . χχχ) a :

   ἀπείρονα γαῖαν] τὴν πέρας μὴ ἔχουσαν διὰ τὸ εἶναι στρογγυλοειδῆ ἢ σφαιρικὴν καὶ κυκλικήν· ἢ καθ' ὅσον πρὸς ἡμᾶς ἄπειρός ἐστιν, εἰ καὶ τῇ φύσει πεπέρασται· τεταρτημόριον γὰρ μόνον τῆς γῆς οἰκεῖται. ἢ ἀντὶ τοῦ περικαλλής, καθάπερ τοῖς διαγράφειν τὰ κατ' αὐτὴν βουλομένοις ἐστὶ πρόδηλον. λαμβάνεται γὰρ τὸ ἄπειρον καὶ ἐπὶ τοῦ κατὰ τὸ εἶδος διαφέροντος καὶ ἄγαν καλοῦ, ὡς παρ' Ἡσιόδῳ ἐν Γυναικῶν καταλόγῳ ἐπὶ τῆς Ἀγήνορος παιδός· Δημοδόκης, τὴν πλεῖστοι ἐπιχθονίων ἀνδρῶν μνηστεύοντο καὶ πόλλ' ἀγλαὰ δῶρ' ὀνόμηναν, ἴφθιμοι βασιλῆες, ἀπειρέσιον κατὰ εἶδος. ἰστέον δὲ ὅτι ἄπειρος ὁ κύκλος καὶ ἡ σφαῖρα λέγεται ἢ διὰ τὸ μὴ πέρασι διαφόροις ἀφορίζεσθαι κατὰ στέρησιν τοῦ α, ἢ διὰ τὸ πολλὰ πέρατα ἔχειν κατ' ἐπίτασιν τοῦ α. οὐ γὰρ ἂν ἔλθοι τις τοῦτο ἐπ' αὐτὸ πέρας ἴσως ἔχον διὰ τὸ ἰσοπέραστον εἶναι διὰ τὴν ἐκ τοῦ μέσου πρὸς τὸ πέριξ ἴσην ἀπόστασιν κατ' ἰσότητα του α. οὕτως Ἀριστοφάνης Δαναΐσι· δακτύλιον χαλκοῦν φέρειν ἀπείρονα ἔφη, δηλῶν τὴν σφενδόνην μὴ ἔχοντα πέρας καὶ διὰ τοῦτο ὁμοιομερῆ ὄντα. ὁμοίως καὶ Αἰσχύλος τὰς ἐν κύκλῳ ἑστώσας καὶ ἀπείρονι σχήματί φησιν ἵστασθαι· ὑμεῖς δὲ βωμὸν τόνδε καὶ πυρὸν γέρας κύκλῳ παρίστατε ἐν λόχῳ τ' ἀπείρονι εὔξασθε, τουτέστιν ἐν τάξει κατὰ κύκλον. ὁ γὰρ λόγος () ἐστὶ τάξις, ἐπεὶ καὶ λοχαγὸς ὁ ταξίαρχος.

[212]    πῶς ἡ ἄλλους ἐξαπατῶσα ἀπατᾶται νῦν; ἢ ὅτι οὐκ ἀλεξιφάρμακον ἀπάτης ἡγεῖσθαι δεῖ τὸν κεστόν· ἔστι γὰρ μόνης συνουσίας περιποιητικός, φιλοτιμουμένη δέ φησι περὶ αὐτοῦ τὸ ὅ τι φρεσὶ σῇσι μενοινᾷς (v. 221). οὐδὲν οὖν κωλύει αὐτήν τε ἀπατᾶσθαι καὶ ἄλλους ἀπατᾶν δύνασθαι. ἢ δίδωσι τὸν κεστόν, ὅπως τῇ ἀπουσίᾳ τῆς Ἥρας ἀκίνδυνοι εἶεν Τρῶες.

[216sqq]    διὰ τί τὰ ἐρωτικὰ ἐν ἱμάντι φησὶν Ὅμηρος κατεστίχθαι· ἔνθ' ἔνι μὲν φιλότης, ἐν δ' ἵμερος; φησὶν οὖν Σάτυρος, ὡς ἐπεὶ πληγῶν ἄξια δρῶσιν οἱ ἐρῶντες· Ἀπίων δέ, ἐπειδὴ δεσμοῖς ἐοίκασι καὶ βρόχοις οἱ ἔρωτες καὶ τὰ τῶν ἐρώτων πάθη· Ἀρίσταρχος δέ, ὅτι ἄχρι τοῦ δέρματος διικνεῖται τὰ ἐρωτικὰ πάθη τήκοντα τοὺς ἐρῶντας καὶ ἀποξύοντα διὰ τῆς στύψεως τὰ μέλη.

[230]    διὰ ποίαν αἰτίαν ἐν τῇ Λήμνῳ μάλιστα ὁ Ὕπνος διατρίβει; ῥητέον οὖν ὅτι Λήμνου μὲν ἦν δεσπότης Ἥφαιστος, γυνὴ δὲ τούτου Χάρις, Πασιθέας δὲ τῆς Χάριτος ἀδελφῆς ἐρωτικῶς ἔχων ὁ Ὕπνος ἐκεῖ διέτριβεν. ταύτην οὖν αὐτῷ ἐπαγγέλλεται γυναῖκα δώσειν Ἥρα. δύναται δὲ καὶ φυσικώτερον λυθῆναι, ὅτι οἰνοφόρος ἡ Λῆμνος, καθὼς λέγει· νῆες δ' ἐκ Λήμνοιο παρέστασαν οἶνον ἄγουσαι (Η 467), τοῖς δὲ πολυποτοῦσι μάλιστα ὁ ὕπνος παρέπεται.

   πολυοίνων ὄντων καὶ φιλοίνων τῶν Λημνίων εἰκότως ἐκεῖσε διατρίβει ὁ Ὕπνος· καὶ γὰρ πολὺν ἔχουσιν οἶνον, ὥστε καὶ τοῖς Ἕλλησι χορηγεῖν· καὶ γὰρ καὶ οἱ Λήμνιοι, ὡς οἱ παῖδες Αἰγύπτου, ὑπὸ τῶν γυναικῶν διὰ τὴν πολλὴν ἀναιροῦνται ἀκρασίαν. εἴωθε δὲ ὁ Ὕπνος ἐπὶ πάντας καὶ μᾶλλον ἐπὶ τοὺς μεθύσους ἐνδιατρίβειν.

[246]    πῶς Ἡσιόδου (theog. 116) πάντων πρῶτον εἰπόντος γεγενῆσθαι τὸ χάος, Ὅμηρός φησι γεγενῆσθαι τὸν Ὠκεανὸν ποταμόν; ῥητέον οὖν ὅτι ἕκαστος εἴρηκεν ὡς ἐβούλετο, Ὅμηρος δὲ φιλοσοφώτερον· τὸ γὰρ ὕδωρ τῶν πάντων ἡ ζωή, καὶ προέχει τῶν τεσσάρων στοιχείων, ὅθεν καὶ Πίνδαρος ἄριστον αὐτό φησιν.

[267]    v. schol. 2 ad lin. 17 sqq. allatum.

[275]    διὰ τί Ἥρας ὑποσχομένης τῷ Ὕπνῳ δώσειν θρόνον ἀρνεῖται, αἰτεῖται δὲ Χαρίτων μίαν ὁπλοτεράων; καὶ τί βούλεται ἡ ὁπλοτέρα Χάρις; ῥητέον οὖν· τὸν μὲν θρόνον ἀρνεῖται, ὅτι Ὕπνος θρόνου οὐ δεῖται· Θανάτου γὰρ τὸ τοιοῦτον, περιφοίτητον δὲ ὁ Ὕπνος πάθος ἐστὶ καὶ τῶν ἐπιόντων καὶ τῶν ἀπιόντων. Χάριν δὲ αἰτεῖται οὐ προκαταρκτικὴν ἀλλ' ἀμειπτικήν· ἀνθ' ὧν γὰρ εὖ ποιεῖ ἀξιοῖ λαβεῖν τὴν ἀμοιβήν, οὐκ ἐξ ὧν αὐτὸς προκατήρχθη. αἱ μὲν οὖν προκατάρχουσαι Χάριτες εἶεν ἂν πρεσβύτεραι, αἱ δὲ ἀμειπτικαὶ ἔτι νεώτεραι· μεταγενέστερον γὰρ, καὶ διὰ τοῦτο νεώτερον, τὸ δεύτερον τοῦ προτέρου. διόπερ τῶν ὁπλοτέρων φησὶν αἰτεῖσθαι μίαν Χαρίτων.

   φέρτερον τὸν κρείττω λέγει, τὸν φέρειν ἰσχύοντα, ποιήσας τοὔνομα ἀπὸ τοῦ φέρειν δύνασθαι μᾶλλον τὰ προσπίπτοντα. τούτου οὖν ἐν εἴδει ὁ ὁπλότερος, ὁ φέρειν μᾶλλον ὅπλον δυνάμενος. ἀντιφερίζει δὲ ὁ ἐξ ἐναντίας τῷ φέροντι ἀντιφέρων τὸ ἴσον. τὸ δ' αὐτὸ καὶ ἰσοφαρίζει (Φ 194) λέγει, ἤτοι ἀπὸ τῶν φερόντων ἐναντία ὅπλα ἢ καὶ ἀπὸ τῶν ὑποζυγίων· ἥλικες ἰσοφόροι (ς 373). ἀπὸ τοῦ φέρειν δὲ καὶ τὸ ἀλλ' ἄγε δὴ πρόφερε κρατερὸν μένος (Κ 479), ὡς εἰ ἔλεγε τὸ ὅπλον, καὶ μή μοι δῶρ' ἐρατὰ πρόφερε χρυσῆς Ἀφροδίτης (Γ 64).

[275]    καὶ πῶς φησι παρ' Ὠκεανῷ αὐτὴν τρέφεσθαι (v. 202); ἢ τὸ ἀτιτάλλειν οὐκ ἐκ νηπίας, ἀλλὰ τὸ ἐπιμελῶς τρέφειν φησί· τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλ' ἐπὶ φάτνῃ (Ε 271). λάθρα οὖν ἐμίγη, ὅτε δὲ ἐταρταρώθη ὁ Κρόνος, ὡς παρθένος ὑπονοουμένη ἐξεδόθη Διὶ παρὰ Τηθύος καὶ Ὠκεανοῦ .....

[275]    ἀθετοῦνται οἱ στίχοι ὡς ἀμβλύνοντες τὴν ἐπιθυμίαν Διός. κακῶς· οὐ γὰρ ἠμβλύνθη· περὶ ἀφροδισίων γὰρ λέγουσα ἐπιτείνει τὸ πάθος καὶ τὸν πόθον πλέον ἐξάπτει. ἄλλως τε λέγονται, ἵνα μὴ ὕστερον αἰτία ᾖ ὡς εἰς τοῦτο ἐπίτηδες ἐλθοῦσα.

   διὰ τί ἡ Ἥρα, ὅτε μὲν μετὰ τοῦ Διὸς ᾤχετο ἐπὶ τὸν Ὠκεανὸν (Α 423), οὐ διέλυσε τὴν Τηθὺν καὶ τὸν Ὠκεανόν, ὕστερον δὲ ἡμέραις [πέντε ἢ] δεκαπέντε ἐπεχείρει ἐπὶ τοῦτο πορεύεσθαι; οὐ γὰρ δὴ μετ' ἐκείνας γε διηνέχθησαν· πάλαι γάρ φησιν αὐτοὺς ἀπέχεσθαι εὐνῆς καὶ φιλότητος. ἢ οὐ λέγει ὁ ποιητὴς ὅτι ἐπορεύετο ἐπὶ τοῦτο, ἀλλ' ὅτι σκηπτομένη τοῦτο ἔπλαττε· τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρα (Ξ 300), καὶ

   ἵπποι δ' ἐν πρυμνωρείῃ πολυπίδακος Ἴδης

   ἑστᾶσ', οἵ μ' οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν (v. 307. 8). οὐδαμοῦ δὲ ἦσαν οἱ ἵπποι, ὥστε οὐδ' ἡ πορεία ὄντως ἐπὶ τοῦτο παρεσκεύασται. ἔπειτα οἱ Αἰθίοπες παρὰ τὸν Ὠκεανὸν οἰκοῦσιν. Ὠκεανὸς δὲ καὶ τὸ ὕδωρ καὶ ὁ θεός, καὶ οὐχ ὁ τῷ ὕδατι ἐντυγχάνων κύκλῳ πᾶσαν περιθέοντι τὴν γῆν πάντως καὶ τῷ θεῷ ἐντυγχάνει κατὰ πᾶν μέρος τοῦ ὕδατος. οὐδ' ἐλθοῦσα μετὰ τοῦ Διὸς ἐπ' ἄλλα ἂν ἀπῆλθε, πάρεργα ἑκάτερα ποιουμένη καὶ ἐγκαταλιποῦσα τὸν ἡγεμόνα, ᾧ πάντες οἱ ἄλλοι θεοὶ ἠκολούθουν·

   Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετ' ἀμύμονας Αἰθιοπῆας (Α 423) καὶ τὰ ἑξῆς. καὶ ταῦτα μὲν δόντες αὐτῇ ἀπεληλυθέναι μετὰ τοῦ Διὸς οὕτω λύομεν· ὅτι δὲ οὐκ ἀπεληλύθει, δηλοῖ τὸ ὀργιζομένῳ Ἀχιλλεῖ παραγινομένην τὴν Ἀθηνᾶν λέγειν ὑφ' Ἥρας πεπέμφθαι (Α 194). πῶς οὖν, εἰ μὴ ἀπῆλθον καὶ αὐταὶ, εἴρηται θεοὶ δ' ἅμα πάντες ἕποντο (Α 424); καὶ διὰ τί φήσας πάντας τοὺς θεοὺς εἰς Αἰθιοπίαν ἐληλυθέναι, θεοὶ δ' ἅμα πάντες ἕποντο, τὴν Ἀθηνᾶν ἐκ τοῦ οὐρανοῦ φησιν ἐλθεῖν παρὰ τῆς Ἥρας πρὸς τὸν Ἀχιλλέα; μήποτε δὲ συλληπτικῶς εἴρηται ἀπὸ τοῦ πλείστου τὸ πᾶν. ὥσπερ γὰρ ἐπὶ τῶν ἡγεμόνων τῶν Ἀχαιῶν εἰπὼν ὅτι πάντες ἐκάθευδον ‑ ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶν εὗδον παννύχιοι (Κ 1) ‑ ὅμως ποιεῖ τὸν Ἀγαμέμνονα ἐγρηγορότα καὶ τὸν Μενέλαον ‑ οὐδὲ γὰρ αὐτῷ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν (Κ 25) ‑ , οὕτως ἐκ τοῦ πλείστου τὸ πάντας ἠκολουθηκέναι τοὺς θεοὺς τῷ Διὶ εἴρηκεν· οὐ γὰρ δὴ θεῶν ἔμελλεν ὁ οὐρανὸς καταλείπεσθαι ἔρημος.

[314sqq]    τίνος ἕνεκεν τοσοῦτον ἀκρατῆ παρίστησι τὸν Δία, ὡς μὴ δύνασθαι κρατεῖν ἑαυτοῦ; φαμὲν οὖν ὡς ἀπελογήσατο περὶ τούτου ἐν οἷς φησιν ἅ τ' ἔκλεψε νόον (v. 217). ἄλλως τε διδάξαι βούλεται τοὺς νέους ὁ ποιητὴς ὅσον ἐστὶ χαλεπὸν μὴ κρατεῖν τῶν παθῶν, ὅπου καὶ Ζεὺς ὁ παγκρατὴς πάθει νικηθεὶς ἐζημιώθη τὴν ὄνησιν, ἣν ἐξ ἀγρυπνίας περιεποιήσατο.

[345]    πῶς οὖν ὁ Ὕπνος διικνεῖται διὰ τοῦ νέφους; ἢ οὐχ ὁ σωματοειδὴς ὕπνος ἀλλὰ τὸ πάθος.

[345]    πόθεν μαθὼν ταῦτα ἀπαγγέλλει; ἢ συνῆκεν ἐκ τοῦ εἰρημένου ὑπὸ τῆς Ἥρας· ἢ φὴς ὣς Τρώεσσιν ἀρηγέμεν εὐρύοπα Ζῆν' (v. 265);

   οὐκ ἀναγκαίως, φασὶ, τὸ ἀπόρρητον ἐξήνεγκεν. ἢ πρὸς τὸ θαρραλεώτερον ποιῆσαι Ποσειδῶνα τὴν τέχνην τῆς Ἥρας ἐδήλωσεν.

[434]    ἐναντίον δοκεῖ τὸ ἅμα μὲν φάναι Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς, ἅμα δὲ ἐπὶ τοῦ Ὠκεανοῦ φάναι (Φ 196)·

   ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα.

λύοιτο δ' ἂν ἐκ τῆς λέξεως καθ' ἑκάτερα· καὶ γὰρ τὸ πάντες δύναται λέγειν ἀντὶ τοῦ πλείους, καὶ ποταμὸς ὁμωνύμως λέγεται ὅ τε θεὸς καὶ τὸ ῥεῦμα, ὥστε τὸν μὲν θεὸν ἐκ Διὸς εἶναι, τὸ δὲ ῥεῦμα ἐξ Ὠκεανοῦ· λέγεται γὰρ ὁ Ζεὺς

        πατὴρ ἀνδρῶν τε θεῶν τε.

   πῶς ποτὲ μὲν λέγει· τῷ οὐδὲ κρείων Ἀχελώιος ἰσοφαρίζει,

   ἐξ οὗπερ πάντες ποταμοί (Φ 194-6),

ἑτέρωθι δὲ Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς; ἡ δὲ λύσις ἐκ τοῦ προσώπου· τὸ μὲν γὰρ ἐκ Διὸς εἶναι ὁ ποιητὴς λέγει, ἐξ Ὠκεανοῦ δὲ ὁ Ἀχιλλεύς. οὐδὲν οὖν ἄτοπον ἐν διαφόροις προσώποις διαφωνίαν συνίστασθαι.

   πῶς μετέπειτά φησιν ἐπὶ τοῦ Ὠκεανοῦ ἐξ οὗ περ πάντες ποταμοί, νῦν δὲ Διὸς τὸν Ξάνθον γενεαλογεῖ; ῥητέον δὲ ὅτι τοῦ μὲν ὡς θεοῦ τιμωμένου πατὴρ ὁ Ζεύς, τοῦ δὲ ῥεύματος χορηγὸς Ὠκεανός, ἐξ οὗ περ πάντες ποταμοί πατὴρ ἀνδρῶν τε θεῶν τε. ἢ διὰ τὸ πλέων χειμάρρων εἶναι τὸν Ξάνθον Διὸς αὐτόν φησι. φησὶ γοῦν ὀρόθυνον ἐναύλους (Φ 312)· ὅν ῥά τ' ἔναυλος ἀποέρσῃ (Φ 283).

   διὰ τί, πάντων τῶν ποταμῶν ῥεόντων ἐξ Ὠκεανοῦ, μόνον τὸν Ξάνθον ὁ ποιητής φησιν ὃν ἀθάνατος τέκετο Ζεύς; πῶς οὖν καὶ Ὠκεανοῦ καὶ Διὸς παῖς; ῥητέον οὖν ὅτι εἰκότως ἂν καὶ Διὸς καλοῖτο παῖς, εἴγε οἱ ὄμβροι μὲν ἐκ Διός, ὄμβρῳ δὲ οὗτος αὔξεται ....

[15]

[13sqq]    Πῶς ὁ κεστὸς αὐτὸν οὐκ ἐπράϋνεν· ἐρώτων μόνον ἐστὶ κινητικός, οὐκ ἄλλων. ἄλλως τε ἡ περὶ αὐτὸν ἀπάτη ὑπεροχῆς ἦν ἐλάττωσις, καὶ μετὰ τοσαύτας ἀπειλάς. εἰκότως δὲ χαλεπαίνει, ψευδὴς πρὸς Θέτιν ἀποδειχθεὶς καὶ Ἕκτορα.

   .... ἐζήτηται δὲ διὰ ποίαν αἰτίαν οὕτως ἀσχήμως ὑβρίζει τὴν Ἥραν ὁ Ζεὺς διὰ θνητὸν Ἡρακλέα· φησὶ γὰρ ἢ οὐ μέμνῃ ὅτε τ' ἐκρέμω; ῥητέον δὲ ὅτι φιλοσοφεῖ Ὅμηρος· μυθικῶς γὰρ Ζεὺς ἐνταῦθα ὁ αἰθὴρ οὐρανοῦ τοῦ περὶ τὸν ἀέρα δεσμός ἐστιν, ὁ ἄγων τὰ ὑγρὰ καὶ ἐξ αὐτοῦ δεσμεύων τὰ πάντα· μετ' αὐτὸν δέ ἐστιν ἀὴρ μέσος γῆς καὶ αἰθέρος, ὃ δεῖ νοεῖν ἡμᾶς τὴν Ἥραν ὑπάρχειν· τοῦ δ' ἀέρος ἐκκρέμαται ὕδωρ τε καὶ γῆ, οὓς δὴ νῦν ἄκμονας λέγει παρὰ τὸ ἀκοπίατα εἶναι τὰ στοιχεῖα. καλῶς οὖν οὐ δύνανται οἱ θεοὶ τὸν δεσμὸν λῦσαι· ἰσχὺς γὰρ τῶν ὅλων τὸ συνδεδέσθαι ....

[1]    ἀθετοῦνται ὡς περιττοὶ εἴκοσι καὶ δύο στίχοι, ὅτι οὐκ ἀρεστοὶ Ἥρᾳ, καὶ ὅτι οὐκ ἐμπίπτουσι ταῖς ναυσὶν Ἀχιλλέως, καὶ εἰ ἔκρινεν ἀπολέσθαι Σαρπηδόνα, τί ἐκεῖ (Π 433) οἰκτίζεται; καὶ ἡ παλίωξις οὐκ ὀρθῶς· ἀφ' οὗ γὰρ Ἀχιλλεὺς ἐξῆλθεν, οὐκ ἐτράπησαν Ἀχαιοί. καὶ τὸ Ἀθηναίης διὰ βουλάς· διὰ τί γὰρ μὴ Ἥρας, καίτοι παρούσης; ῥητέον οὖν ὅτι τὸ σχῆμά ἐστι προανακεφαλαίωσις, ὡς Ὀδυσσεὺς προαναφωνεῖ Τηλεμάχῳ τὴν μνηστηροκτονίαν (π 281 sqq.), ἀλλ' οὐδὲν ἧσσον καὶ διὰ τῶν πρακτικῶν αὐτίκα διηγεῖται. εἰσὶ δὲ τῇ Ἥρᾳ, εἰ καὶ μὴ νῦν τερπνά, ἀλλ' οὖν γε χαρᾶς περιποιητικὰ τὰ λεγόμενα. πεσεῖν δὲ εἰς τὰς ναῦς ἀντὶ τοῦ δεηθῆναι Ἀχιλλέως, ὥς φαμεν· ἐνέπεσεν εἰς τὰς χεῖράς σου. οἰκτίζεται δὲ καὶ τὸν Ἕκτορα κρίνων σὺν τῇ Ἰλίῳ ἀπολεῖσθαι (Χ 168 sqq.). πόθεν δὲ δῆλον, εἰ μετὰ θάνατον Ἀχιλλέως γεγόνασι τροπαί; τό τε Ἀθηναίης, ἐπεὶ σὺν Ἐπειῷ τὸν ἵππον ἐποίησε. πρὸς δὲ τούτοις παραμυθεῖται τὸν ἀκροατήν, τὴν ἅλωσιν Τροίας σκιαγραφῶν αὐτῷ. τίς γὰρ ἂν ἠνέσχετο ἐμπιπραμένων τῶν Ἑλληνικῶν νεῶν καὶ Αἴαντος φεύγοντος, εἰ μὴ ἀπέκειτο ταῖς ψυχαῖς τῶν ἐντυγχανόντων ὅτι οἱ τὰ τοιαῦτα πράξαντες κρατηθήσονταί ποτε.

   φασὶ δὲ (οἱ ἐξηγηταὶ) καὶ ὅτι ὁ [Μαλλώτης] Ζηνόδοτος τὰ ἐκ τοῦ Πάτροκλον κτενεῖ φαίδιμος Ἕκτωρ καὶ ἑξῆς ἕως τοῦ λισσομένη τιμῆσαι Ἀχιλλέα Εὐριπιδείῳ λέγει ἐοικέναι προλόγῳ, ἀφελῶς προαχθέντα καὶ εἰς οὐδὲν δέον ἀφηγηματικῶς. ὅτι δὲ οὐδὲ εὐτελεῖς οἱ τοῦ χωρίου τούτου στίχοι .... καὶ ὅτι οὐκ ἀήθης ἡ πρὸς τὸ πρῶτον ἀπάντησις .... καὶ ὅτι μὴ κωλυθέντες οἱ Τρῶες ἐνέρριψαν ἂν τοὺς Ἀχαιοὺς ταῖς τοῦ Ἀχιλλέως ναυσί, διὸ καὶ δοκοῦσιν ἕως καὶ εἰς αὐτὰς φυγεῖν οἱ Ἀχαιοί, καὶ ὡς, εἰ καὶ Πάτροκλος παρεκλήτευσεν, ἀλλ' εἰ μὴ Ἀχιλλεὺς ὥπλισεν, οὐκ ἂν ἐκεῖνος τοῖς Ἀχαιοῖς ἐβοήθησε, διὸ καὶ Ἀχιλλεὺς ἀναστήσειν ἐκεῖνον λέγεται .... καὶ ὅτι πολλὰ παρὰ τῷ ποιητῇ κεῖται ἅπαξ εἰρημένα, οἷς συνεισακτέον καὶ τὸ Ἴλιον αἰπύ καὶ τὸ πτολίπορθος Ἀχιλλεύς, οὐ διὰ τὴν Ἴλιον ἀλλὰ διὰ τὰς τρεῖς πρὸς ταῖς εἴκοσιν, ἃς πολεμαρχῶν εἷλε (Ι 328. 9), δῆλόν ἐστι.

[90]    v. ad p. 200, 20 sqq.

[128]    οὐ δεῖ στίζειν ἐν τῷ φρένας ἠλέ, εἶτα καθ' αὑτὸ λέγειν διέφθορας, ἀλλ' ὅλον συνάπτειν τὸ φρένας διέφθορας, ἠλέ. αὐτὸς μὲν γὰρ ἐπάγει πρὸς μὲν τὸ μαινόμενε·

   ἧ νύ τοι αὔτως οὔατ' ἀκουέμεν ἐστί, πρὸς δὲ τὸ τὰς φρένας διέφθορας, ἠλέ·

   νόος δ' ἀπόλωλε καὶ αἰδώς. ἐπὶ μὲν οὖν τοῦ μαινόμενε τὸ τὰς φρένας διεφθάρθαι κατηγόρησεν, ἐπὶ δὲ τοῦ κούφου καὶ μὴ βεβαίου τὸ [ἠλεός, τὸ] ἀεσίφρων. τοῦ δὲ ἠλεέ εἴτε ἀποκοπή ἐστιν εἴτε συγκοπή· γίνεται δὲ παρὰ τὴν ἄλην, ἵνα ᾖ πεπλανημένε.

[128]    οἱ δύο ἀθετοῦνται· ἔστι γὰρ ἐμβρόντητον τὸ λέγειν· ἄπιτε καὶ ὃ ἂν εἴπῃ ποιήσατε· καὶ γὰρ εἰ μὴ ἐκέλευσεν, οὐκ ἔμελλον παρακούειν Διός. ἄλλως τε πῶς φησι πείθεσθαι Διὶ τοῖς καθ' Ἑλλήνων πεμφθησομένοις; ἢ τάχα μεμψίμοιροί εἰσιν οἱ λόγοι· ἀπέλθετε ποιήσοντες ἃ κελεύει Ζεύς· ὅθεν τὸ δυσάρεστον ἐμφαίνει, ὥς φαμεν πρός τινα ὀργιζόμενοι· ποίει ὃ θέλεις, ὅτι δὲ μεμψίμοιροι οἱ λόγοι, δῆλον ἀπὸ τοῦ σιωπῆσαι τὴν αἰτίαν τῆς κλήσεως· φυσικὸν γάρ ἐστι μηδὲ μεμνῆσθαι τῶν λυπηρῶν ἐπὶ πλέον· διὸ συνέτεμε τὸν λόγον. οἱ δὲ, κατεπτηχυῖα, φασὶ, τὰς ἀπειλὰς εὐλαβεῖται, μὴ καθ' ὁντινοῦν τρόπον ἐμποδισθείσης τῆς Ἴριδος Ζεὺς πάλιν ἐπ' αὐτὴν ἀγάγῃ τὴν αἰτίαν.

[128]    .... πῶς δὲ νίφων ὁ βορρᾶς αἰθρηγενής ἐστιν; ἤτοι οὖν παρέλκει τὸ ἐπίθετον, ὡς τὸ πῆ ἔβη Ἀνδρομάχη λευκώλενος (Ζ 377); ἢ ἀπὸ τοῦ πλεονάζοντος· σκιόεντα γὰρ ὄντα τὰ νέφη πνοιῇσι λιγυρῇσι διασκίδνησιν (Ε 526). οἱ δὲ, ὅτι τὸ ψῦχος παρ' αὐτῷ αἶθρος καλεῖται. τάχος οὖν δίδωσι τῇ χιόνι ὁ ἄνεμος, βορρᾶ δὲ πνέοντος νιφετὸς ἐπιγίνεται. καὶ ἀλλαχοῦ·

        νὺξ δ' ἄρ' ἐπῆλθε κακὴ βορέαο πεσόντος (ξ 475).

[189sqq]    δοκεῖ ἐναντιοῦσθαι πρὸς τὸ πάντα τὸ γαῖα δ' ἔτι ξυνὴ πάντων· οὐ γὰρ ἔτι πάντα δέδασται τούτων μὴ δεδασμένων. λύοιτο δ' ἂν τῇ λέξει· τὸ γὰρ πάντα πάντως παρέλκει, ὡς ἐπὶ τοῦ δέκα πάντα τάλαντα (Ω 232). ἐὰν δὲ λάβωμεν αὐτὸ περισσόν, τί λοιπὸν δέδασται; ἢ ἀντὶ τοῦ πλεῖστα· συνεχῶς γὰρ τὸ πάντα ἐπὶ τοῦ πλεονάζοντος τίθεται· ὡς εἰ ἔλεγεν· τὰ πλείονα μεμέρισται πλὴν γῆς τε καὶ οὐρανοῦ· ταῦτα γὰρ ἔτι κοινά. φυσικὴ δὲ γίνεται διάταξις· ὁ μὲν γὰρ τὸ ζῆν παρασχόμενος Ζεὺς ὠνόμασται, ὁ δὲ τὴν ὑγρὰν οὐσίαν ἀπὸ τῆς πόσεως Ποσειδῶν, Ἅιδης δὲ ὁ θάνατος παρὰ τὸ σκοτεινὸν καὶ ἀειδὲς τῆς τῶν ἀνθρώπων ἀπωλείας. κοινὴ δὲ ὅλων τῶν στοιχείων ἡ γῆ, καθότι ἐν αὐτῇ εὑρίσκεται καὶ τὰ λοιπὰ τρία στοιχεῖα. τὸ γὰρ ὕδωρ αὐτῇ συνεσφαίρωται, καὶ πυρὸς ἀναδόσεις περὶ αὐτὴν γίνονται, ὥσπερ κατὰ τὴν Αἴτνην ἐν Σικελίᾳ καὶ περὶ τοὺς Ἡφαίστου κρατῆρας καὶ περὶ τὸ τῆς Λυκίας Κράγον καὶ ὅσα τοιαῦτα. καὶ ὁ ἀὴρ δὲ περὶ αὐτήν ἐστιν. καλῶς δὲ καὶ τὸν Ὄλυμπόν φησι κοινόν, ἐπεὶ καὶ ὁ οὐρανὸς τὴν γένεσιν ἐκ τῶν τεσσάρων κέκτηται στοιχείων.

[128]    ἀθετοῦνται οἱ ἕξ· πρὸς τί γὰρ ἡ ἀπειλή; ἀλλά φαμεν ὡς εὐπρεπῶς ἐκστῆναι θέλει. εἰ δὲ ἤκουσεν ὡς ἁλώσεται Ἴλιος, πῶς νῦν ἀπιστεῖ; ἀλλὰ καὶ Ἀγαμέμνων ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται καὶ τὰ ἑξῆς (Δ 16982), καίτοι εἰδὼς παρὰ Κάλχαντος (Β 329)· ἄλλως τε δεῖ ἀντεπαχθῆναι τῷ (Ο 211) ἀλλ' ἤτοι νῦν μέν κε [νεμεσσηθεὶς ὑποείξω]. εὐσχήμονα δὲ τὴν ἀπαλλαγὴν ὁρίζεται ἐπανατείνων τὴν ὀργὴν εἰς ὕστερον, ὡς καὶ Ἀχιλλεύς (Α 300)· τῶν ἄλλων ἅ μοί ἐστιν.

[247]    .... καὶ πῶς οἶδεν ὅτι θεός ἐστιν; ἢ ἐκεῖνος ἑαυτὸν ἐγύμνωσεν ἢ ἀπὸ τοῦ ἐρέσθαι· πάντες γὰρ οἱ Τρῶες ᾔδεισαν τὸ γεγονός.

[333]    v. Herm. XIV, p. 243.

[390sqq]    πῶς δὲ ἐπιλαθόμενος Ἀχιλλέως τοσοῦτον διάγει χρόνον; ἢ οὐ πολὺς μὲν ὁ χρόνος, τὰ δὲ γεγονότα ποικίλα ἐν ὀλίγῳ χρόνῳ.

[413]    πῶς ἴσοι εἰσὶ τοσοῦτον πρότερον τῶν Τρώων ὑπερεχόντων; ἢ τάχα στάσει, οὐ δυνάμει· οἱ μὲν γὰρ ἀπὸ τῶν νεῶν, οἱ δὲ ἀπὸ τῶν ἁρμάτων .....

[413]    ἀθετοῦνται οἱ τρεῖς· οἱ μὲν γὰρ ἐπίκουροι δεόντως ἂν λέγοιντο χαρίζεσθαι Ἕκτορι, ὡς Πάνδαρος· ἡγεόμην Τρώεσσι φέρων χάριν Ἕκτορι δίῳ (Ε 221), ἀνοίκειον δέ φησιν ὁ Ἀρίσταρχος ἐπὶ πολίτου τὸ Τρώεσσι χαριζόμενος. καὶ διὰ τὴν πληγὴν ἀθετητέος ὁ στίχος· πῶς γὰρ ἡνίοχος ὢν ὄπισθεν βάλλεται ‑ αὐχένι γάρ οἱ ὄπισθε [πολύστονος ἔμπεσεν ἰός] ‑ ; ἄτοπον γὰρ αἱ Ἀριστάρχου τὸ ἀπεστραμμένους εἶναι τοὺς δίφρους· ἐπρηνίσθησαν γὰρ [ἂν] οἱ παραιβάται, μόνον κινηθέντων τῶν ἵππων, εἰς τὴν πτέρναν ἑστῶτες τοῦ δίφρου. ποία τε χρεία τοῦτον πονεῖσθαι περὶ τοὺς ταρασσομένους τῶν πολεμίων; ὅθεν ὑπονοεῖ ὁ Ἀρίσταρχος μετενηνέχθαι τοὺς στίχους. ῥητέον δὲ πρὸς ταῦτα, ὅτι χαρίζεται τῷ Ἕκτορι ἴσως καὶ αὐτὸς ὡς Δαρδάνιος· φησὶ γοῦν περὶ Εὐφόρβου τοῦ ἀδελφοῦ Πολυδάμαντος· Δάρδανος ἀνὴρ Πανθοίδης (Π 807) ἐπίκουρος ἦν· καθ' Ὅμηρον γοῦν ἄλλη ἐστὶν ἡ Τροία καὶ ἡ Δαρδανία. πῶς δὲ οὐκ εἰκὸς ἐπαινεῖν αὐτὸν τῆς προθυμίας, ὅπου μόνος ἐπιβαίνων τῷ δίφρῳ δίχα παραιβάτου πολεμεῖ, ὡς Αὐτομέδων (Ρ 459 sqq.); ὄπισθεν δὲ βάλλεται ἴσως στραφείς· ποικίλη γάρ ἐστιν ἡ κίνησις τοῦ πολέμου, ὡς καὶ αὐτός πού φησιν· ἠμὲν ὅτεῳ στρεφθέντι μετάφρενα γυμνωθείη (Μ 428). [τὸ ἔμπεσεν ἀντὶ τοῦ διῆλθεν, ὡς τὸ αἰχμὴ δ' ἐξελύθη παρὰ νείατον ἀνθερεῶνα (Ε 293)· αὐχένα γὰρ ὁ ποιητὴς τὴν πᾶσαν περιφέρειαν τοῦ τραχήλου φησίν· ἀντιπρόσωποι οὖν ἐμάχοντο. εἰ δὲ λέγοις· καὶ πῶς ὠρέγοντο ἀλλήλων μεσολαβούντων τῶν ἵππων; ὡς καὶ Διομήδης τὸν ἑπταπέλεθρον Ἄρεα τέτρωκεν (Ε 851 sqq.)].

[598]    (Vat. ζητ. ιθ΄) Σ 100.

[605]    ad Ζ 129, p. 92, 10.

[605]    B f. 2104a ad Ἕκτορος (id. Lp f. 2464b c. 1. αὐτὸς γάρ οἱ ἀπ' αἰθέρος, L f. 3344a): ἀθετοῦνται ε΄ διὰ τὸ λέγειν ὅτι ὀλιγοχρόνιον ὄντα ἐτίμα. καὶ ὅτι ἀπ' αἰθέρος· ἀπὸ γὰρ Ἴδης ἦν. καὶ διὰ τοῦ μαρναμένοιο νοεῖται τὸ Ἕκτορος. ἔστι δὲ τὸ γάρ ἀντὶ τοῦ δέ. τὸ δὲ ὄνομα ἐπανείληπται πρὸς πλείονα ἔμφασιν· εἴωθε γὰρ θαυμάζων τινὰ τῶν ἔργων πολλάκις ἐπαναλαμβάνειν τὸ ὄνομα. τὸ δὲ ἀπ' αἰθέρος, ὅτι ὁ αἰθέριος Ζεύς· οὐ γὰρ ἀπὸ τῆς μερικῆς αὐτὸν ἀλλ' ἀπὸ τῆς τελείας διατριβῆς ἐχαρακτήρισε. [καὶ ἡ πρόληψις δέ ἐστι σχῆμα ποιητικὸν κτλ.] [606] Vict. f. 2904a (c. 1. Ἕκτορος, αὐτὸς γάρ οἱ): ἀθετοῦνται στίχοι ε΄ ὡς περιττοί· οὐδὲ παρὰ Ζηνοδότῳ δὲ ἦσαν οἱ ε΄. οὐ γὰρ διὰ τὸ ὀλιγοχρόνιον ἐτίμα αὐτόν. καὶ ὅτι ἀπ' αἰθέρος· ἀπὸ γὰρ Ἴδης ἦν. καὶ διὰ τοῦ μαινομένοιο νοεῖται Ἕκτορος. τινὲς δὲ τὸν γάρ ἀντὶ τοῦ δέ, ὡς αὐτίκα γάρ μοι ὀίσατο θυμὸς ἀγήνωρ ἄνδρ' ἐπελεύσεσθαι (ι 213), καὶ ἀνάγεται ἡ φράσις εἰς τὰ τοιαῦτα· οὐδ' ἄρ' ἀπ' ἀσφάραγον μελίη τάμεν, ὄφρα τί μιν προτιείποι (Χ 328), ἦλθε δ' ἐπὶ Νότος ὦκα, ὄφρ' ἔτι τὴν ὀλοήν (μ 427). ἀπ' αἰθέρος δὲ ὁ αἰθέριος Ζεύς. [καὶ ἡ πρόληψις δὲ σχῆμα ποιητικὸν κτλ.].

[653]    v. 701 sqq.

[668sqq]    ἀθετοῦνται στίχοι τρεῖς· οὐ γὰρ προδιεσάφησεν ὡς εἶχον ἀχλύν τινα. πόθεν δὲ καὶ ἡ Ἀθηνᾶ ἄφνω ἐφάνη νῦν, πρὶν συγκαθημένη τοῖς θεοῖς τοῖς ἄλλοις; εἰ μὴ λέγοις ὅτι σχῆμα ἐλλειπτικὸν ὂν δίδωσι νοεῖν τοῖς ἀκροαταῖς διὰ τούτου, ὅτι ἠχλύωντο, ἡ δὲ Ἀθηνᾶ ἐδύνατο καὶ ἀποῦσα ἀφαιρεῖσθαι αὐτήν, ὡς τὸ εἰ μὴ ἐπὶ φρεσὶ θῆκ' Ἀγαμέμνονι πότνια Ἥρη (Θ 218)· οὐ γὰρ ἐκεῖ παρῆν.

[680]    v. ad Vat. ζητ. η΄ (in extremo opere).

[701sqq]    διὰ τί οὐ τὰς πρώτας ναῦς ἐνέπρησαν οἱ Τρῶες· εἰσωποὶ δ' ἐγένοντο νεῶν, περὶ δ' ἔσχεθον ἄκραι (v. 653) καὶ τὰ ἑξῆς; πότερον ὅπως πλείστας ἀπὸ τῆς περιεχομένης διαφθείρωσιν, ἢ ὅπως μὴ διὰ πυρὸς ἀναχωρήσωσιν, ἢ ὅτι αὐτῶν ἦσαν, ὧν ἤδη ἐντὸς ἦσαν.

   ἐζήτηται διὰ ποίαν αἰτίαν μόνην τὴν Πρωτεσιλάου παρέδωκε ναῦν καιομένην. ῥητέον οὖν ὅτι ᾐδέσθη ὁ Ὅμηρος εἰπεῖν ἐμπρῆσαί τινα τῶν ζώντων, μήπως ἀνανδρίαν αὐτοῦ τις δόξῃ καταγινώσκειν.

   εὐπρεπῶς ἐπὶ τὴν τοιαύτην ναῦν ἤγαγε τὸν Ἕκτορα, ἧς οὔτε τὸν ἡγεμόνα μέμψασθαι ἐνῆν μὴ κωλύσαντα τὴν οἰκείαν ναῦν ἐμπιπραμένην (θανὼν γὰρ ἦν), τούς τε πολίτας συγγνώμης ἄν τις ἀξιώσαι, εἰ ἀστρατήγητοι ὄντες ἀδυνάτως εἶχον ἐπιβοηθεῖν. ἵνα οὖν μὴ κατὰ ζῶντός τινος ἐπάξῃ τὸ ὄνειδος, τὴν Πρωτεσιλάου φησί, πρώτην κατὰ τὰς πύλας οὖσαν· ἔνθ' ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου (Ν 681). ἴσως δὲ καῦσαι πάσας οὐκ ἠθέλησεν.

[16]

[7]    ..... ἄτοπος δὲ ἔσται αὐτὸς μὲν ἕνεκα παλλακίδος κλαίων (Α 349), τὸν δὲ Πάτροκλον κόρην καλῶν ἐπὶ τοιούτοις δακρύοντα δεινοῖς. ἴσως οὖν αὐτὸν ἐπίτηδες ἐταπείνωσε, παύων τῆς ἱκετείας. ὅπως δ' ἄν τις ἤθους ἔχοι, τοὺς πέλας ψέγει· οἱ μὲν σκληροὶ τοὺς ἐπιεικεῖς καὶ πράους γυναιξὶν εἰκάζουσιν, οἱ δὲ ἐπιεικεῖς τοὺς στερεοὺς ἀγρίους καὶ ἀνημέρους φασίν. οὐκ ἠρκέσθη δὲ τῷ κούρη, προσέθηκε δὲ καὶ τὸ νηπίη, προανελεῖν αὐτοῦ θέλων τῇ αἰδοῖ τὴν δέησιν.

[25sqq]    ἐζήτηται δὲ πῶς Πάτροκλος περὶ Μαχάονας μηδὲν εἰπὼν κατάλογον ποιεῖται τῶν τετρωμένων. καὶ ῥητέον, ὡς βεβαιοῖ τὴν Ἀχιλλέως πρόληψιν, ἵνα εἰς ἔλεον κινήσῃ, παραλιπεῖν ὡς ἐλάττονα. λέγει δὲ περὶ ὧν μᾶλλον ἠγωνία.

   .... ὡς δὲ ἐκταραχθεὶς ἐξελάθετο Μαχάονος, δι' ὃν καὶ ἐπέμφθη (Λ 610). τάχα δὲ σιωπᾷ ὑποφαίνων, ὡς τούτων αὐτόπτης γεγονὼς οὐδὲ συνέτυχε Νέστορι, ἵνα μὴ δοκῇ ταῦτα παρ' ἐκείνου ἀκηκοὼς λέγειν. τινὲς δὲ ἤθελον μὴ τετρῶσθαι Μαχάονα, δι' ὧν οὐ θεραπεύεται (Λ 622. 3). οἱ δέ φασιν, ὡς ἔθος Ὁμηρικὸν περὶ ὧν τις πεμφθῇ μὴ παλιλλογεῖν περὶ αὐτῶν, ὡς Θέτις πρὸς Ἀχιλλέα οὐδὲν περὶ Διός, οὐδὲ Ὀδυσσεὺς περὶ Χρύσου, καὶ ἡ Ἶρις περὶ Ποσειδῶνος .....

[58]    οὔτε τὸ κρείων ἁρμόζον ἐχθρῷ παρὰ ἐχθροῦ οὔτε τὸ ἐκ χειρῶν ἀφείλετο Ἀγαμέμνων ἀληθές· οἱ γὰρ κήρυκες παρέλαβον αὐτήν. ῥητέον δὲ ὡς τὸ μὲν πρότερον ἐν ἤθει ἀναπεφώνηται, ὥσπερ εἰ ἔλεγεν· ὁ θαυμάσιος καὶ κράτιστος. τὸ δὲ δεύτερον οὐ ψεῦδος, ὅτι τὰς αἰτίας οὐ τοῖς ὑπηρέταις ἀλλὰ τοῖς ἐπιτάττουσι λογιστέον. ἔχει δὲ καὶ ἔνδειξιν ὁ λόγος πολλὴν καὶ αὔξει τὴν κατηγορίαν. ἐν δὲ τῇ ῥητορικῇ καὶ ἑνὸς ὀνόματος χρῆσις εὔκαιρος τὸ ὅλον ἑτεροποιεῖ.

[68]    ἠγνόησαν οἱ πολλοὶ ὅτι ἡ κλίσις παρ' Ὁμήρῳ τὴν περιοχὴν σημαίνει, καὶ πάντα τὰ ἐσχηματισμένα ἀπ' αὐτῆς ῥήματα, οἷον οἱ δὲ ῥηγμῖνι θαλάσσης κεκλίαται, χώρης ὀλίγην ἔτι μοῖραν ἔχοντες· λέγει γὰρ ὅτι περιεχόμενοι ὑπὸ τῶν Τρώων ἐπὶ ῥηγμῖνι θαλάσσης συνηλάθησαν. οὕτως λύσεις καὶ τὸ ὣς οἱ μὲν κατὰ ἄστυ πεφυζότες ἠύτε νεβροὶ ἱδρῶ ἀπεψύχοντο πίον τ' ἀκέοντό τε δίψαν, κεκλιμένοι καλῇσιν ἐπάλξεσιν· αὐτὰρ Ἀχαιοὶ τείχεος ἆσσον ἴσαν, σάκε' ὤμοισι κλίναντες (Χ 14)· λέγει γάρ· περιεχόμενοι τῷ τείχει οἱ Τρῶες, οἱ δ' Ἀχαιοὶ τὰ σάκη περιέχοντες τοῖς ὤμοις. καὶ τὸ εὗρεν ἔπειτα μάχης ἐπ' ἀριστερὰ θοῦρον Ἄρηα ἥμενον, ἠέρι δ' ἔγχος ἐκέκλιτο καὶ ταχέ' ἵππω (Ε 355. 6) δηλοῖ περιείχετο, καὶ τὸ κεῖθ' ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο (ν 235), κεῖται περιεχομένη. πάλιν ὡσαύτως καὶ τὸ ὅς ῥ' ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλὼς λίμνῃ κεκλιμένος (Ε 708) δηλοῖ περιεχόμενος. καὶ τὸ οἳ δὴ νῦν ἕαται σιγῇ, πόλεμος δὲ πέπαυται ἀσπίσι κεκλιμένοι (Γ 134. 5) ἀντὶ τοῦ περιεχόμενοι ὑπὸ τῶν ἀσπίδων. γέγονε δὲ ἀπὸ τοῦ κλείω· τὸ γὰρ ἀποκλεισθὲν περιέχεται· οὐδὲ πύλῃσιν εὗρ' ἐπικεκλιμένας σανίδας (Μ 120). τὸ δ' αὐτὸ παρίστησι καὶ τὸ ἀλλ' ἐν γὰρ Τρώων πεδίῳ πύκα θωρηκτάων πόντῳ κεκλιμένοι ἑκὰς ἥμεθα (Ο 739. 40), ἀντὶ τοῦ ὑπὸ τοῦ πόντου περιεχόμενοι.

[73sqq]    διὰ τί ὁ Ἀχιλλεὺς ἐπὶ καθαιρέσει Διομήδους μέμνηται καὶ Ἀγαμέμνονος καὶ οὐδενὸς ἄλλου, λέγων οὐ γὰρ Τυδείδεω Διομήδεος, οὐδέ πω Ἀτρείδεω; ῥητέον οὖν ὅτι ὁ Ἀγαμέμνων μὲν εἰκότως ἦν ἐχθρὸς αὐτοῦ. καὶ Διομήδους δὲ διὰ λόγους ὑβριστικούς, οὓς εἰς αὐτὸν ἀπερρίφει μετὰ τὴν πρεσβείαν· λέγει γάρ· μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλείωνα (Ι 698).

[83sqq]    βάσκανον ἐνταῦθα τὸ ἦθος οὐκ ἐῶντος τὸν φίλον ἀπολαμπρύνεσθαι τέλεον. ἀπρεπὲς δὲ καὶ τὸ παλλακίδος καὶ δώρων μεμνῆσθαι. ἢ τοίνυν ὡς φιλέταιρος ἐξίστησιν αὐτὸν τῶν κινδύνων, εἰδὼς ὑπὲρ μὲν τῶν νεῶν ἅπαντας αὐτῷ συγκινδυνεύσοντας, μετὰ δὲ ταῦτα οὐκέτι θελήσοντας συνακολουθεῖν διὰ τὸν κάματον. πῶς οὖν οὐκ ἐκφέρει ταῦτα πρὸς τὸν Πάτροκλον, εἴπερ οὕτω διενοεῖτο; ἢ τὸ μὲν ἀληθὲς εἰπὼν ᾔδει Πάτροκλον τῆς ἰδίας σωτηρίας καταφρονήσοντα, ἐφ' ἑαυτὸν δὲ περισπάσας τὴν αἰτίαν ᾔδει Πάτροκλον φυλαξόμενον. ὅτι δὲ κηδεμονικῶς ταῦτα τῷ φίλῳ συμβουλεύει ἐπιμαρτυρεῖ καὶ ὁ ποιητὴς ἐν τοῖς ἑξῆς· νήπιος, εἰ δὲ ἔπος Πηληιάδαο φύλαξεν, ἦ τ' ἂν ὑπέκφυγε κῆρα κακὴν μέλανος θανάτοιο (v. 686). ὑποφαίνει δὲ τὴν προαίρεσιν αὐτοῦ ἐπαγαγὼν τὸ μή τις ἀπ' Οὐλύμποιο θεῶν (v. 93), εὐπρεπῶς οὐ Τρῶας ἀλλὰ τὸν Ἀπόλλωνα δεδοικώς. οὐ βασκανίας οὖν κριτέον Ἀχιλλέα ἀλλὰ φιλεταιρίας, ὅς γέ φησιν εὐχόμενος ἤ ῥα καὶ οἶος ἐπίστηται πολεμίζειν (v. 243).

[140]    διὰ τί οὖν μόνον τὸ Πηλιωτικὸν αὐτῷ ‹Vill.; cod. αὐτὸ› ἀναρμοστεῖ δόρυ, τῶν ἄλλων ἁρμοσάντων ὅπλων; Μεγακλείδης ἐν δευτέρῳ περὶ ‹om. cod.; ins. Sengebusch, diss. Hom. I, p. 89› Ὁμήρου προοικονομεῖσθαί φησιν Ὅμηρον τὴν ὁπλοποιίαν, καὶ ἐπειδὴ τὰς μὲν ἄλλας ὕλας, ἐξ ὧν ὁ Ἥφαιστος ἐδημιούργει τὰ ὅπλα, τὸν χρυσὸν καὶ τὸν ἄργυρον, οὐκ ἀπίθανον εἶναι καὶ ἐν οὐρανῷ, δένδρον δὲ οὐράνιον λέγειν καταγελαστότατον ἦν, διὰ τοῦτο τὰ μὲν λοιπὰ ὅπλα πεποίηκε τὸν Πάτροκλον φέροντα, ἃ καὶ ἀπολόμενα ἐτύγχανεν ἂν τῆς Ἡφαίστου δημιουργίας, μόνον δὲ τὸ δόρυ ἐάσαντα, ἵνα σωθῇ καταλειπόμενον· τοῦτο γὰρ ἀπολόμενον οὐκ ἂν ὁ Ἥφαιστος κατεσκεύασε πιθανῶς διὰ τὸ τὴν ὕλην αὐτοῦ μὴ οὐράνιον ἀλλ' ἔγγειον καὶ Πηλιῶτιν εἶναι.

[152]    ..... διὰ τί δὲ δεῖται παρηόρου; οἱ μὲν γὰρ ἄλλοι δεόντως πρὸς τὸ εἰ κάμοι ἢ τρωθείη εἷς ἀντεπεισάγεσθαι τὸν παρήορον ἀντὶ αὐτοῦ· τοῖς δὲ ἀθανάτοις ποῖον δέος τρωθῆναι ἢ καμεῖν; ἔστιν οὖν εὔηθες τοὺς μὲν Ὁμηρικοὺς θεοὺς τιτρώσκεσθαι, ἵππους δὲ μή. ἄλλως τε ποικῖλαι θέλει τὴν Σαρπηδόνος μάχην (v. 467 sqq.) καὶ οὐκ ἄπρακτον αὐτὸν ἀνελεῖν. ἄπορον δὲ πῶς Ἀχιλλεὺς τοῖς ἀθανάτοις ἵπποις θνητὸν συμπλέκειν ἀξιοῖ· τὸ γὰρ χεῖρον παρὰ πολὺ τοῖς κρείσσοσι συμπλεκόμενον αἰσχύνην φέρει. ἴσως οὖν ἁρμόσει λέγειν. ὅτι τοῦτον προσέθηκεν ἐκείνοις, ἵνα ἐγκόπτοιντο ἐν τῷ δρόμῳ· μέτριον γὰρ εἶναι τὸ τάχος αὐτῶν ἐβούλετο καὶ οὐχ ὑπερβάλλον σφόδρα, ἐπεὶ καὶ τοῦτο ἄχρηστον ἐνίοτε. ἢ τάχα τὸν ἡνίοχον ἐπαινεῖ δυνάμενον ἀναχαιτίζειν τὴν ὁρμὴν τῶν ἀθανάτων ἵππων, ὅπως ἂν ὁ θνητὸς αὐτοῖς ἰσοδρομῇ. ἢ βούλεται ὁ ποιητὴς τὴν φύσιν ἐνδείκνυσθαι τοῦ ἥρωος μικτὴν οὖσαν ἐκ θνητοῦ καὶ ἀθανάτου. πῶς δὲ ἀλεγεινοὶ ὄντες ἀνδράσι (Κ 402) Πατρόκλῳ ὑποτάσσονται; ἀλεγεινόν οὖν ἐστι τὸ μετὰ τῆς δεούσης καὶ μεγίστης φροντίδος γινόμενον.

[152]    ἀσαφὲς τὸ

   λάψοντες γλώσσῃσιν ἀραιῄσιν μέλαν ὕδωρ

   ἄκρον ἐρευγόμενοι φόνον αἵματος. δεῖ δὲ στίζειν μὲν μετὰ τὸ ἄκρον, ἵν' ᾖ τὸ λάψοντες ἄκρον ὕδωρ· τὸ γὰρ ἐπιπολῆς ὕδωρ λάπτουσιν, ὃ ἔφη ἄκρον λάπτοντες· οὐ γὰρ ἀνασπῶσιν οὐδ' ἐκροφοῦσιν, ἀλλὰ λάπτουσι τὸ ἄκρον. τὸ δὲ ἐρευγόμενοι φόνον αἵματος ἀντὶ τοῦ φόνου αἷμα, ὅμοιον τῷ χασάμενος πελεμίχθη (Δ 535), ἀντὶ τοῦ πελεμιχθεὶς ἐχάσατο.

[167]    ad Β 1, p. 21, 21.

[170]    πῶς, φασὶν, ἐν ἅπασιν αὔξων Ἀχιλλέα τούτῳ μειοῖ, ἀνὰ πεντήκοντα μόνον λέγων ἔχειν τὰς ναῦς; τινὲς μὲν οὖν φασιν, ὅτι οὐκ ἐν πλήθει ἡ ἀρετή, ἀλλ' ἐν τοῖς περὶ αὐτὴν σεμνύνεται. Ἀρίσταρχος δέ φησιν, ὅτι διὰ τοῦ ἐπὶ κληῖσιν ἐδήλωσεν, ὡς μόνοι οἱ ἐρέται ἦσαν ἀνὰ πεντήκοντα, τὸ δὲ λοιπὸν πλῆθος τῶν πολεμιστῶν οὐκ ἐμνημόνευσεν, ὅπερ ἐπιφέρονται αἱ νῆες.

[174]    θαυμάσαι ἄν τις τοὺς τὸν ποταμὸν οἰηθέντας, ὂν Ὅμηρος Αἴγυπτον ποταμὸν κέκληκε, διιπετῆ εἰρῆσθαι διὰ τὸ ἀφανεῖς ἔχειν τὰς πηγὰς (κατὰ τοὺς Αἰγυπτίους) ἐν οὐρανῷ καὶ οὐρανόθεν ῥεῖν· λέγει γὰρ (δ 475. 77. 8)·

   οὐ γάρ τοι πρὶν μοῖρα φίλους ἰδέειν,

   πρίν γ' ὅταν Αἰγύπτοιο διιπετέος ποταμοῖο

   αὖθις ὕδωρ ἔλθῃς.

πρῶτον μὲν γὰρ καὶ τὸν Σπερχειὸν διιπετῆ λέγει· υἱὸν Σπερχειοῖο διιπετέος ποταμοῖο, καὶ τὸν πρὸς τῇ Φαιάκων γῇ· ἐγὼ δ' ἀπάνευθε διιπετέος ποταμοῖο (η 284)· [ἀλλ' ὅτε δὴ ποταμοῖο κατὰ στόμα καλλιρόοιο (ε 441).] καὶ ἁπλῶς δὲ πάντας διιπετεῖς ἐν παραβολῇ λέγει· ὡς δ' ὅτ' ἐπὶ προχοῇσι διιπετέος ποταμοῖο βέβρυχεν μέγα κῦμα ποτὶ ῥόον (Ρ 263), τὸ παντὶ ποταμῷ καὶ τὴν ἐκβολὴν εἰς θάλασσαν ποιουμένῳ παρακολουθοῦν παρὰ τὸν ἦχον διατακτικῶς ἐμφανίζων. διιπετεῖς οὖν λέγει τοὺς ποταμοὺς τοὺς ἐκ Διὸς γεγεννημένους· τῷ γὰρ πεσεῖν ἀντὶ τοῦ γεννᾶσθαι χρᾶται, ὡς τὸ ὅστις ἐπ' ἤματι τῷδε πέσῃ μετὰ ποσσὶ γυναικός (Τ 110), ἀλλαχοῦ δὲ ἔφη ἀντὶ τοῦ διιπετοῦς Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς (Ξ 434). τοῦτο δὲ, ὅτι φύσει οἱ ποταμοὶ ἐκ Διὸς πληροῦνται, ὥς που ἔφη καί σφιν Διὸς ὄμβρος ἀέξει (ι 111)· ᾧ λόγῳ καὶ τὰς νύμφας τοῦ Διὸς θυγατέρας λέγει· Νύμφαι κρηναῖαι κοῦραι Διός (ρ 240), ἔτι Νύμφαι ὀρεστιάδες κοῦραι Διός (Ζ 420), ἐπειδὴ καὶ τὰ ἐν τοῖς ὄρεσι φυτὰ τῷ τοῦ Διὸς ὄμβρῳ τρέφεται. Ζηνόδωρος δὲ διιπετῆ τὸν διαυγῆ ἀποδίδωσι· διὰ τοῦτο καὶ γράφει διειπετῆ διὰ τῆς ει διφθόγγου.

[287]    v. ad Β 844 sqq. (p. 50, 510) et ad Φ 140 sqq.

[315]    μέμφονται λέγοντες τὰς πρὸς τοὺς μῦς πληγὰς ἐπωδύνους μὲν οὐ θανασίμους δὲ διὰ τὸ μὴ συνάπτεσθαί τινι τῶν καιρίων. οἱ δέ φασιν, ὡς μύες ἐκ νεύρων εἰσὶ πεπλεγμένοι καὶ σαρκὸς στερίφης, ὅθεν ἐν ταῖς διακοπαῖς αὐτῶν ὀδύναι γίνονται ἕνεκεν τῶν νεύρων, αἱμορραγίαι δὲ διὰ τὰς φλέβας καὶ ἀρτηρίας, τελευταῖον δὲ διὰ τὰς τοῦ ἐγκεφάλου συμπαθείας· δύο γὰρ καταπεφύκασιν αὐτοῦ νεῦρα ἀπὸ νωτιαίου μυελοῦ. συμπαθεῖ δὲ καὶ ἡ καρδία τῷ ἐμπεφυκέναι αὐτῇ τὰς φλέβας. καλῶς δὲ καὶ πάχιστον αὐτόν φησιν· ὁ γὰρ ἐν τῷ σώματι παχύτατος μῦς ἐν τῇ κνήμῃ ἐστὶ καταγόμενος ἐπὶ τὴν πτέρναν, ὃς καὶ τένων καλεῖται.

[323]    ad v. 315.

[365]    πῶς αἰθέρος; τὰ γὰρ πάθη ταῦτα περὶ τὸν ἀέρα συμβέβηκεν. ῥητέον οὖν ὅτι τάχα συγχεῖται ὁ ἀὴρ πρὸς τὸν αἰθέρα, ὡς καὶ ἐν τῇ Λ (54)· αἵματι μυδαλέας ἐξ αἰθέρος, καὶ Ζεὺς δ' ἔλαχ' οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέεσσιν (Ο 192)· οὐ γὰρ αἱ νεφέλαι ἐν τῷ αἰθέρι.

[383]    ..... πῶς δὲ αὐτὸν οὐ καταλαμβάνει Πάτροκλος; ἢ ὅτι καὶ αὐτὸς διαφόρους ἵππους ἔχει, ὡς Αἰνείας (Ε 265)· καὶ γὰρ ἐν Ἀβύδῳ ἱπποστάσια ἔχει Πρίαμος (Δ 500), ἀφ' οὗ καὶ οἱ Ἀσίου, τὸν Ἀρίσβηθεν φέρον ἵπποι (Β 838). ὧν καὶ διὰ τὴν ὑπεροχὴν ἐπιμελεῖται Ἀνδρομάχη (Θ 186 sqq.). ἄλλως τε ἄτοπον ἐπιδιώκοντα πόρρω που ἐκεῖνον ἀμελεῖν τῶν λοιπῶν.

[411]    πῶς λίθων εὐπορεῖ ἐφ' ἅρματος ὤν; ἔοικε κατὰ τὸ σιωπώμενον καταβεβηκέναι ἀπὸ τοῦ δίφρου, εἶτα μετὰ τὸ πλῆξαι τὸν Ἐρύαλον πάλιν ἐπαναβεβηκέναι, ὅτι γὰρ ἐφ' ἅρματός ἐστι, πάλιν ἑξῆς φησιν· Πάτροκλος δ' ἑτέρωθεν ἐπεὶ ἴδεν ἔκθορε δίφρου (v. 427). καὶ τὸ ἐπεσσύμενος ἐπὶ μὲν πεζοῦ οἰκεῖον, ἀπίθανον δὲ ἐπὶ ἱππότου.

[419]    ..... ἄτοπον δὲ οὕτως καταφρονεῖν καὶ μὴ χρῆσθαι μίτρᾳ, ὅπου γε καὶ Ἄρης αὐτῇ χρῆται (Ε 857). οἱ δὲ τοὺς ἅμα θώρακι συνηρτημένην ἔχοντας μίτραν. οἱ δὲ οὐκ ἐπὶ πάντων τὸ ἐπίθετον, ἀλλ' ἐπὶ τῶν ἀνῃρημένων, οἷον ὅτι εἶδεν αὐτοὺς ἀμιτροχίτωνας γεγενημένους διὰ τὸ ἐσκυλεῦσθαι.

[459]    quae in cod. Leid. (f. 3534a) h. v. ad Porphyrium referuntur (cf. Phil. XVIII, p. 346) <21Heracliti>21 sunt, cf. Prolegom. cap. I et III.

[500]    v. ad Η 298, p. 110, 3 sqq.

[545]    excerpt. e schol. ad Ω 22 relato (de v. ἀεικίζειν), v. in extr. opere ζητ. 35.

[558]    πῶς ἑτέρωθι λέγων ὁ ποιητὴς τὸν Ἕκτορα πρώτως ἐσάλλεσθαι (Μ 437) νῦν λέγει τὸν Σαρπηδόνα; ῥητέον οὖν ὅτι τὸ ἐσήλατο ἀντὶ τοῦ ἐσάλευσε τότε τὴν ἔπαλξιν πρῶτος ἐπισπασάμενος, καὶ ψιλῶς ἀναγνωστέον καὶ δι' ἑνὸς λ.

   ..... πῶς δὲ ἀλλαχοῦ φησιν Ἕκτωρ Πριαμίδης ἐσήλατο; ἢ τάχα ἑκάτερος τῆς ἰδίας φάλαγγος.

[559]    ..... πῶς δὲ μείλιχον ὑποστησάμενος τὸν ἄνδρα ἦθος αὐτῷ νῦν περιέθηκεν ὠμόν, τὸ θέλειν λυμήνασθαι σῶμα ἀναίσθητον; ἢ τάχα τὸ προκείμενον ἀπολογία ἐστὶ τῆς ὠμότητος· ὃς πρῶτος ἐσήλατο, καὶ χαλεπαίνει δικαίως τῷ πρῶτον ἐς τὸ τεῖχος ἐσθορόντι.

[647sqq]    τί δήποτε τιμῆσαι ὑποσχόμενος Ἀχιλλέα μεῖζον αὐτὸν ἔβλαψε; καὶ γάρ φησιν ἀλλὰ τί μοι τῶν ἦδος (Σ 80). ἢ μὴ δεόντως χρησάμενος τῇ παρὰ Διὸς δωρεᾷ ἀτυχεῖ· οὐ γὰρ ἀποχρῆν ἡγήσατο, εἰ μὴ τὸ πᾶν ἀπόλοιτο τῶν Ἀχαιῶν, καὶ τὰς λιτὰς οὐ προσήκατο.

[816]    πῶς λέγει ἀνωτέρω (v. 813) οὐδ' ἐδάμασσεν ‹ἐδάμασεν Lp›, ἐνταῦθα δὲ δουρὶ δαμασθείς; ἢ τάχα τὸ οὐδ' ἐδάμασεν ἀντὶ τοῦ οὐκ ἔπληξε καιρίαν, ἐνταῦθα δὲ τὸ δαμασθείς ἀντὶ τοῦ πληγεὶς μόνον, ὥσπερ ἐν θεοῦ πληγῇ, οὕτω καὶ ἐν δόρατι. ἢ οὐδ' ἐδάμασε κατὰ τὸν ποιητήν, ὅτι οὐκ εἶδεν οὔτε αἷμα οὔτε πληγήν· Πάτροκλος δὲ ᾔσθετο τῆς πλήξεως ἔνδοθεν.

[850]    πῶς τέσσαρας καταριθμήσας, Μοῖραν Ἀπόλλωνα Εὔφορβον Ἕκτορα, ἐπιφέρει σὺ δέ με τρίτος ἐξεναρίζεις; ἔστι δὲ λέγειν, ὅτι τὴν Μοῖραν οὐ κατηρίθμησεν ὡς κοινὴν πᾶσιν ἀνθρώποις ἐπικειμένην. ἔνιοι δὲ τὸ ἑξῆς οὕτως ἀποδιδόασιν· ἀλλά με Μοῖρα ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱός, ἀνδρῶν δ' Εὔφορβος τρίτος· σὺ δέ με ἐξεναρίζεις. ἢ σὺ δέ με τρίτατος ἐξεναρίζεις, ἵν' ᾖ πολλοστός.

   πολλοστός, ὡς τὸ

   ἀσπασίη τρίλλιστος (Θ 488),

οἱ δὲ Μοῖραν καὶ Ἀπόλλωνα ἕν· ἄμφω γὰρ θεοί. οἱ δὲ κατὰ κοινοῦ τὴν Μοῖραν παρειλῆφθαι. τινὲς δὲ τὸ ἐξεναρίζειν ἐπὶ τῶν αὐτοχείρων, καὶ οὕτως Ἕκτωρ τρίτος. τινὲς δὲ καθ' ὑπερβατόν, ἵν' ᾖ· τρίτος Εὔφορβος, σὺ δέ με ἐξεναρίζεις.

[854]    πόθεν ὁ Πάτροκλος οἶδεν ὅτι Ἀχιλλεὺς κτείνει τὸν Ἕκτορα, ὥσπερ Ἀχιλλεὺς ἀκούσας παρὰ Θέτιδος (Σ 96); ὅτι κατ' Ἀρτέμωνα τὸν Μιλήσιον ἐν τῷ περὶ ὀνείρων, ὅταν ἀθροισθῇ ἡ ψυχὴ ἐξ ὅλου τοῦ σώματος πρὸς τὸ ἐκκριθῆναι, μαντικωτάτη γίνεται. καὶ Πλάτων ἐν ἀπολογίᾳ Σωκράτους (p. 39 C)· καὶ γάρ εἰμι ἐνταῦθα, ἐν ᾧ μάλιστα ἄνθρωποι χρησμῳδοῦσιν, ὅταν μέλλωσιν ἀποθανεῖσθαι.

   πόθεν ὁ Πάτροκλος οἶδεν ὅτι Ἀχιλλεὺς κτενεῖ τὸν Ἕκτορα; δόγμα ἐστὶ τοῦτο τῷ ποιητῇ, ὅτι ὅταν ἀθροισθῇ ἡ ψυχὴ ἐξ ὅλου τοῦ σώματος πρὸς τὸ ἐκκριθῆναι, μαντικωτάτη γίνεται· θείας γάρ ἐστι μέρος φύσεως, καὶ θειοτέρα γίνεται χωρισθεῖσα τῆς ὕλης τοῦ σώματος καὶ πρὸς τὸ οἰκεῖον ἀναδραμοῦσα.

[17]

[125]    ..... πῶς δὲ Ἀπόλλωνος σκυλεύσαντος (Π 804) περὶ Ἕκτορός φησιν; ἢ τάχα περὶ μόνων τῶν κνημίδων φησίν. ἢ ὡς Ὀδυσσεύς φησι σκοπὸν εἵλομεν (Κ 561) κατὰ συνεκδοχήν, οὕτω καὶ Ἀπόλλωνος ἀφῃρημένου τὸν κοινωνὸν τῶν κατορθωμάτων συναριθμεῖ.

[127]    ad Ω 15. 16.

[143]    φύξηλις ἐστὶν ὁ φεύγων τὰς ἴλας, δειλὸς δὲ ὁ δεδιὼς τὰς ἴλας, μενεδήιος δὲ ὁ ὑπομένων τὴν δηιοτῆτα, ἐσθλὸς δὲ ὁ ἐθελοντὴς μαχόμενος, οἱονεὶ ἐθελός. ὁ δὲ ἐναντίος οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ (Ι 353), ἀντὶ τοῦ οὐχ ὑπέμεινεν ἄποθεν τῶν τειχῶν μάχεσθαι. οὕτως ἔχει καὶ τὸ ἦ σ' αὔτως κλέος ἐσθλὸν ἔχει φύξηλιν ἐόντα (Ρ 143). τοῦ δὲ φυξήλιος οὐ γάρ τοι κραδίη μενεδήιος οὐδὲ μαχήμων (Μ 247). καὶ τὸ οἷον ἀναΐξας ἄφαρ οἴχεται οὐδ' ὑπέμεινεν· οὐ μὲν γάρ τοι κακὸς εἰς ὦπα (α 410. 1) δηλοῖ οὐχ ὑπέμεινε γνῶναι οὔτε ἡμᾶς αὐτὸν οὔτ' αὐτὸν ἡμᾶς.

[263]    Π 174.

[317]    πῶς μὴ καὶ Πάτροκλον εἵλκυσαν; ὅτι περὶ τοῦτον οἱ Τρῶες σπουδαιότεροι ἦσαν, τῶν δὲ ‹om. L› ἰδίων καὶ ἠμέλουν νεκρῶν.

[386]    v. ad ζητ. 34.

[608sqq]    λίαν τούτων πέπλεκται ὁ λόγος, καὶ ἔστι τῶν ἔξω περιφερομένων ζητημάτων· ὁ δ' Ἰδομενῆος ἀκόντισε δίφρῳ ἐφεσταότος ‑ πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἤλυθε. τίς πεζὸς ἤλυθε καί κε Τρωσὶ μέγα κράτος (οὕτως αὐτὸς ἐτρώθη, ὅτι πεζὸς ἦν); ἀλλὰ δεῖ νοεῖν τὰ μὲν διὰ μέσου εἰρημένα, τὰ δὲ κεφαλαιωδῶς ἐξενηνεγμένα ὕστερον τῆς ἐπὶ μέρους ἐπεργασίας τυχόντα κατ' ἐπανάληψιν. τὸ δὲ πεζὸς γὰρ τὰ πρῶτα οὐκ ἐπὶ τοῦ Κοιράνου ἀκουστέον, ἀλλ' ἐπὶ τοῦ Ἰδομενέως. σαφὲς δ' ἐκ τοῦ ἐπιφέρεσθαι καί κεν Τρωσὶ μέγα κράτος· οὐ γὰρ ἂν τάσσοιτο τοῦτο οἰκείως ἐπὶ τοῦ Κοιράνου (ἦν γὰρ οὐ τῶν ἀριστέων), ἀλλ' ἐπὶ τοῦ Ἰδομενέως. διὰ μέσου δὲ ταῦτα· δίφρῳ ἐφεσταότος, τοῦ μέν ῥ' ἀπὸ τυτθὸν ἅμαρτεν, αὐτὰρ ὁ Μηριόναο ὀπάονά θ' ἡνίοχόν τε Κοίρανον, ὅς ῥ' ἐκ Λύκτου ἐυκτιμένης ἕπεθ' αὐτῷ, ὥστε εἶναι τὸ ἑξῆς· ὁ δ' Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο· πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἤλυθεν, ὁ Ἰδομενεύς. εἴωθε δὲ ὁ ποιητὴς τινὰ διὰ μέσου τάσσειν. κεφάλαιον δὲ νοητέον αὐτὸ μόνον προειρῆσθαι ἐν τῷ ὁ δ' Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο δίφρῳ ἐφεσταότος· εἶτα ἐπεξηγεῖται τὴν αἰτίαν, πῶς ἐγένετο ἐν τῷ δίφρῳ· πρότερον μὲν ἦν πεζός, τότε δὲ ὁ Κοίρανος αὐτῷ παρέστησε τὸ ἅρμα. πεζὸς μὲν γὰρ τὰ πρῶτα λιπὼν νέας ἐν τῇ Ν (240) ἀπὸ τῆς σκηνῆς ὁ Ἰδομενεύς, νῦν δὲ ἄφνω πέφηνεν ἐφ' ἅρματος· οὐ γάρ ἐστιν ὁ λόγος ὅτι ἀπὸ Κρήτης πεζὸς ἦλθεν, οὐ χρησάμενος ἅρματι, καθάπερ ὁ Ὀδυσσεύς, τραχεῖαν ἔχων τὴν Ἰθάκην. σημαίνει οὖν ὅτι ἀπὸ τῶν νεῶν πεζὸς ἦλθεν ἐπὶ τὸν πόλεμον. προθεὶς οὖν τὸ κεφάλαιον, ὕστερον ἐπεκδιδάσκει πῶς ἔσχεν ἅρμα· καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν, εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους. τοῦτο οὖν προλαβὼν ἐξήνεγκεν· ὁ δ' Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο δίφρῳ ἐφεσταότος. πῶς; ὁ γὰρ Κοίρανος ἤλασε τοὺς ἵππους, ἐπεὶ αὐτός γε πεζὸς ἐλήλυθε· πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἤλυθε. τίς γὰρ ἡ ἰδιότης; ὅτι, εἴπερ ἐμάχετο πεζός, ἀπολώλει ἂν οἷς ἐντροπὴ ἐγένετο πρὸς οὓς Πηνέλεως ἦρχεν.

   κατὰ Ἰδομενέως βάλλει νεωστὶ τῷ δίφρῳ ἐπιβάντος· πεζὸς γὰρ ἐκ τοῦ ναυστάθμου ἦλθε, καὶ δὴ πεσὼν ἂν ὕψωσε τοὺς Τρῶας, εἰ μὴ ὁ Κοίρανος αὐτῷ παρέστησε τὸ τοῦ Μηριόνου ἅρμα, ὃς ἐκ Λύκτου Μηριόνῃ συνεστράτευσε· λέγει δὲ ὅτι ἤδη ἀναβῆναι φθάσαντος Ἰδομενέως ἧκε τὸ βέλος, καὶ τὸν ἡνίοχον ἔτρωσε κατὰ τύχην. εἰ μὴ οὖν ἤνεγκε τοὺς ἵππους, τροπῆς γεγονυίας, μεσαιπόλιος ὢν ὁ Ἰδομενεὺς καὶ μὴ δυνάμενος φεύγειν, ἀπώλετο ἄν.

[698]    ἐζήτηται πῶς οὐκ ἔστιν Αὐτομέδων μηνυτὴς τῆς τοῦ Πατρόκλου ἀναιρέσεως, ἀλλ' Ἀντίλοχος, καὶ διὰ τί γυμνὸς τρέχει. ῥητέον οὖν ὅτι Αὐτομέδοντα μὲν αἰσχρὸν ἦν μετὰ τῶν ἵππων ἔρχεσθαι πρὸς Ἀχιλλέα ἄπρακτον, τῶν ἄλλων ἀγωνιζομένων περὶ τοῦ σώματος· Ἀντίλοχος δὲ ταχύτερος ὢν τῶν ἄλλων προεκρίθη, καὶ γυμνὸς πρόεισι, μετὰ τῶν ὅπλων τὰς συμφορὰς ἐκπομπεύειν παραιτούμενος, ἢ διὰ τὸ μὴ βαρούμενον τοῖς ὅπλοις χρονίσαι ἐν τῇ ὁδῷ.

[18]

[1]    Ρ 698.

[1]    v. ad lin. 11. 12.

[22]    Πλάτων ἐν τρίτῳ Πολιτείας (p. 388 B) κατηγορεῖ τῶν ὀδυρομένων, λέγων ὑπὲρ τῶν τεθνεώτων μὴ δεῖν τοῦτο ποιεῖν ὡς δεινόν τι πεπονθότων. Ζωίλος δέ φησιν ἄτοπον νῦν εἰδέναι τὸν Ἀχιλλέα (v. 4)· προειδέναι τε γὰρ ἐχρῆν ὅτι κοινοὶ οἱ πολεμικοὶ κίνδυνοι, τόν τε θάνατον οὐκ ἐχρῆν δεινὸν ὑπολαμβάνειν, τό τε οὕτως ὑπερπενθεῖν γυναικῶδες. οὕτως οὔτ' ἂν βάρβαρος τιθὴ ἐποίησεν· καίτοι Ἑκάβης ἐπὶ τῷ συρμῷ Ἕκτορος οὐδὲν τοιοῦτόν ἐστιν. Ζηνόδωρος δὲ ἀπολογεῖται λέγων ὅτι διὰ τὴν ὑπερβολὴν τῶν πεπραγμένων θρηνεῖ, καὶ ἄλλως συνήθη ταῦτα τῷ τε βίῳ· τοῦτό νυ καὶ γέρας οἶον ὀιζυροῖσι βροτοῖσι κείρασθαί τε κόμην βαλέειν τ' ἀπὸ δάκρυ παρειῶν (δ 197. 8).

[98]    διὰ τί τὸν Ἀχιλλέα οὕτως ἀνώμαλον πεποίηκεν, ὅς γε ὅτε ἔζη τεθνάναι ἐβούλετο, τεθνεὼς δὲ ζῆν δουλεύων μᾶλλον ἢ ἔχειν τὴν τοῦ Ἅιδου βασιλείαν (λ 489); ἢ οὔτε τὸ τεθνάναι δι' αὐτὸ αἱρεῖσθαι φαίνεται οὔτε τὸ ζῆν, ἀλλὰ διὰ μόνα τὰ καλὰ ἔργα καὶ ὅπως πράττῃ ταῦτα. ἵνα μὲν γὰρ βοηθήσῃ τῷ Πατρόκλῳ, τεθναίην φησίν, ἵνα δὲ τῷ πατρί, ζῆν ἐθέλει. ὥστε καλῶν ἔργων προκειμένων ὁ φιλόκαλος καὶ ζῶν τεθνάναι αἱρήσεται, εἰ μέλλοι καλόν τι πρᾶξαι ἀποθανών, καὶ ἀναβιώσεσθαι πάλιν, εἰ μέλλοι τῶν κατ' ἀρετήν τι πρᾶξαι ἀναζήσας.

   πῶς τοσοῦτον φιλόζωον εἰσάγει (λ 489) τὸν προκρίνοντα τὸ ὀλιγοχρόνιον μετ' εὐκλείας ζῆν; ἤτοι οὖν παραμυθούμενος τὴν δυστυχίαν Ὀδυσσέως ταῦτά φησιν, ἢ τὸ ἄπρακτον τῶν νεκρῶν ὁρῶν βδελύττεται τὴν παρὰ τοῖς νεκροῖς δίαιταν.

[100]    Θέτιος δ' ἐξαίσιον ἀρὴν πᾶσιν ἐπικρήνειεν (Ο 598. 99), τὴν παράνομον λέγει εὐχήν, τὴν ἔξω αἴσης καὶ μοίρας. τὸ γὰρ κατὰ μοῖραν· καὶ ἐναίσιμα βάζεις (Ι 58. δ 206 confus. cum β 159) καὶ κατὰ μοῖραν ἔειπες. ἢ ὑπεραγόντως μεγάλην. ἀρήν δὲ αἴτησιν· καὶ γὰρ ἡ εὐχὴ αἴτησις παρὰ θεοῦ τυγχάνει· ἢ τὴν κατὰ τῶν Ἑλλήνων κατάραν. ὡς φιλέλλην δὲ λοιδορεῖ τὴν εὐχὴν Θέτιδος.

   Θέτιος δ' ἐξ .. σιον ἀρη . πᾶσιν ἐπικρήνειεν,

τὴν παράνομον εὐχὴν καὶ ἔξω αἴσης καὶ μοίρας.

   εἰς τὸ ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα γενέσθαι (Σ 100).

οὐκ ἔστι τὸ ἔδησεν ἀπὸ τοῦ δεσμοῦ οὐδ' Ἄρης ὁ πόλεμος νῦν ἢ θεός, ἀλλὰ τὸ μὲν ἔδησε κατὰ συγκοπὴν τοῦ ἐδέησε, περισπαστέον δὲ τὸ ἀρῆς, ἵν' ᾖ βλάβης, ὡς τὸ Μέντορ, ἄμυνον ἀρήν (χ 208)· ἐμοῦ γὰρ ἐδέησε καὶ χρείαν ἔσχε τῆς βλάβης βοηθὸν ἔχειν.

   οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλῆα ἄνδρ' ἀπαρέσσασθαι, ὅτε τις πρότερον χαλεπήνῃ (Τ 182. 83). ἀμφίβολον διὰ τὴν αἰτιατικήν. ἔστι δὲ ὁ λόγος περὶ τοῦ βασιλέως, ὅτι οὐκ ἔστι νεμεσητόν, εἰ βασιλεὺς ἄνδρα βλάψας καὶ τῆς ἀδικίας προϋπάρξας ἀπαρέσσεται αὐτόν. ἔστι δὲ τὸ ἀπαρέσσεται τὸ τῆς ἀρᾶς ἀπᾶραι, τουτέστι τῆς βλάβης ἀπαλλάξασθαι καὶ ἐξιλάσασθαι.

[108]    ad ζητ. ιε΄.

[125]    ..... πῶς δὲ δηρόν φησι; δεκαπέντε γάρ εἰσιν ἡμέραι σὺν αἷς οἱ θεοὶ εἰς Αἰθιοπίαν διέτριψαν. ῥητέον δὲ ὅτι πρός τί ἐστι τὸ πολύ· καὶ γὰρ μία ἡμέρα Ἀχιλλεῖ πολὺ ἦν ἀφεστῶτι· φιλοπόλεμος γάρ ἐστι. λέγει οὖν ὅτι ἀθρόα αὐτοῖς ἀποδώσω, κἂν εἰ πολὺν χρόνον τοῦ πολεμεῖν ἀπέστην, ὡς καὶ ἡμεῖς ἐν τῷ βίῳ λέγομεν· ἡ μία μοι ἡμέρα αἰών ἐστιν.

   ..... ὅρα δὲ πῶς δηρὸν χρόνον λέγει τὰς δώδεκα τῆς τῶν θεῶν ἐκδημίας ἡμέρας καὶ τὰς τρεῖς τὰς ἐν ταῖς παρατάξεσι· τὸν γὰρ ὀλίγον χρόνον πολὺν ἡγεῖται διὰ τὸ ἐνειθίσθαι τῷ πολέμῳ καὶ μὴ θέλειν ἀργεῖν. καὶ ὁ ποιητής φησι δηρὸν δὲ μάχης ἐπέπαυτο (Τ 46), οὐ πρὸς τὰς τρεῖς ἀφορῶν ἡμέρας ἀλλὰ πρὸς τὸ ποικίλον τῶν συμφορῶν.

   πῶς, φησὶν, οὐκ ἀποτρέπει μᾶλλον τῆς μάχης, ἀλλὰ καὶ ἐπιρρώννυσιν; ἢ ὅτι εὐκλεῆ τὸν θάνατον αὐτῷ βούλεται γενέσθαι. τὸν οὖν μετ' εὐκλείας συναινεῖ θάνατον· διόπερ τῆς μοίρας οὐ προεῖπεν αὐτῷ μὴ περιείληπται τὴν εἰς οἶκον ἀνακομιδήν. πῶς δὲ χάλκεα λέγει τὰ παρ' Ἡφαίστου ὅπλα (v. 131, cf. v. 84) ἀπὸ τῆς χείρονος ὕλης; ἔχει γὰρ καὶ κασσίτερον καὶ ἄργυρον καὶ χρυσόν (v 474. 75). κοινότερον οὖν καὶ χαλκεῖς ἔλεγον καὶ τοὺς ταῦτα ἐργαζομένους· ἦλθε δὲ χαλκεύς (γ 432) Ὅμηρος, τὸν χρυσοχόον λέγων .....

[168]    διὰ τί, φασὶ, κρύβδα Διός, καὶ μήν φησι μίσησε δ' ἄρα μιν δηίων κυσὶ κύρμα γενέσθαι (Ρ 272); ἀλλ' ἐπεὶ ὑπέσχετο Ἕκτορι ἀριστεύειν ἕως ἑσπέρας, διὰ τοῦτο αὐτὸν λάθρα βούλεται προαναστῆσαι, ἵνα τὸν τοῦ Διὸς ματαιώσῃ λόγον.

[192]    ζητεῖται διὰ τί τὰ Πατρόκλου οὐ λαμβάνει, εἰ καὶ τὰ αὐτοῦ ἐκείνῳ ἥρμοσεν. τινὲς, ἡνίοχον λέγοντες εἶναι τὸν Πάτροκλον, φασὶ μὴ ἔχειν αὐτὸν ὅπλα. ῥητέον δὲ ὅτι εἶχε καὶ ἐμάχετο· Ἀχιλλεύς φησιν ἤ οἱ τότε χεῖρες ἄαπτοι μαίνοντο (Π 244). τινὲς δὲ ὅτι τὰ μείζονα τῷ ἐλάττονι ἁρμόζει μαλαγμάτων προστιθεμένων, τὰ δὲ ἐλάττονα τῷ μείζονι οὐκέτι. ῥητέον δὲ ὅτι δύναταί τις καὶ ἐλάττοσι πρὸς καιρὸν χρῆσθαι. Κράτης, ὅτι τὰ Πατρόκλου Αὐτομέδων εἶχεν, ὅπως ἰσωθῇ τὸ εἶδος καὶ δόξωσιν εἶναι ὁ μὲν Ἀχιλλεὺς ὁ δὲ Πάτροκλος.

   διὰ τί, φησὶ, τὴν Πατρόκλου πανοπλίαν οὐκ ἀναλαμβάνει Ἀχιλλεύς, ἐπειδὴ καὶ Πατρόκλῳ τὰ αὐτοῦ ἥρμοσεν; ἄλλοι δέ φασιν, ὅτι καταγέλαστον ἦν ταπεινὸν φανῆναι τοῖς τεθαρρηκόσιν, οἱ δὲ ὅτι τὴν Πατρόκλου Αὐτομέδων εἶχεν, ἵνα διὰ παντὸς Ἀχιλλέως ἡνίοχος νομίζηται, ἢ ὅτι μείζονα μὲν ἴσως ἁρμοσθεῖεν ἥσσονι, οὐ μέντοι τὸ ἀνάπαλιν, ὥστε οὐκ ἠδύνατο αὐτοῖς ὁπλισθῆναι Ἀχιλλεύς. ἢ τῷ μεγέθει μὲν ἴσα ἦν, ἀσθενῆ δέ· διὸ οὐχ ἥρμοττεν Ἀχιλλεῖ προπηδῶντι εἰς προῦργον κίνδυνον.

[206]    πῶς δὲ, φησὶν, οὐκ ἐκαίετο; καὶ γὰρ οἱ θεοὶ αὐτοὶ τρωτοί. ῥητέον δὲ ὅτι φαντασία ἦν,

[230]    ἀπίθανόν φασι καὶ ἄμετρον τὸ τῆς ὑπερβολῆς. ῥητέον δὲ ὡς οὐκ ἔστιν· ὁ γὰρ τῆς αἰγίδος φόβος ἣν ἐπέσεισεν ἡ Ἀθηνᾶ, καὶ τὸ καιόμενον πῦρ ἔκπληξιν τοσαύτην παρέσχεν, ὥστε αὐτοὺς ὑφ' ἑαυτῶν ὑπὸ ταραχῆς ἀπολέσθαι.

[230]    ζητεῖται διὰ τί ἄκοντά φησι τὸν ἥλιον δῦναι. Κράτης μὲν τὸν αὐτὸν Ἀπόλλωνα εἶναι καὶ ἥλιον· ἐπιτυγχανόντων οὖν τῶν Τρώων, χρονίζειν ἡδόμενόν τε καὶ μηκύνοντα αὐτοῖς τὸ ἐπίτευγμα· Ἥραν δὲ τὰ ἐναντία βουλομένην ἀναγκάζειν αὐτὸν δύνειν. Ἀγαθοκλῆς δέ φησι συνάγεσθαι, ὅτι καθ' Ὅμηρον ἐναντίως τῷ οὐρανῷ φέρεται ὁ ἥλιος, τῇ δὲ δίνῃ αὐτοῦ συνέλκεται· Ἥραν γὰρ εἶναι τὴν τοῦ παντὸς φύσιν ἐκ τοῦ ἢ οὐ μέμνῃ ὅτε τ' ἐκρέμω ὑψόθεν (Ο 18), ἕλκεσθαι δὲ ἄκοντα τὸν ἥλιον ὑπὸ τῆς δίνης ὑπὸ τὰς δυσμάς.

[245sqq]    ἐζήτηται πρὸς τί τὴν ἐκκλησίαν ἀθροίζει. τινὲς μὲν οὖν τὸν ποιητήν φασι μετάγειν τὴν μάχην εἰς λόγους ἀεὶ θηρώμενον τὸ ποικίλον. οἱ δὲ, διὰ δέος τοὺς Τρῶας αὐτομάτους συνδραμεῖν καὶ ἀναγκασθῆναι δημηγορεῖν τὸν Ἕκτορα.

[230]    .... διὰ τί δὲ μὴ ἰδίᾳ ταῦτα πρὸς Ἕκτορά φησιν; ὅτι τὸ πλῆθος ἐξαίφνης τὸ πολὺ καὶ ταραχῶδες εἰς ἐκκλησίαν συνέρρευσεν.

[308]    (Vat. ζητ. λβ΄) v. in fine operis.

[308]    πῶς, φησὶν, ἄταφον ἐᾷ τὸ σῶμα, τῆς τοῦ Ἕκτορος ἀναιρέσεως ἀδήλου οὔσης; ῥητέον δὲ ὅτι παρὰ τῆς μητρὸς ἐδιδάχθη, ὅτι ἐγγὺς αὐτῷ φόνος ἐστί. πῶς δὲ τὰ ἑαυτοῦ ὅπλα Ἕκτορός φησιν; ἢ τοίνυν τὸ Ἕκτορος πρὸς τὸ κεφαλήν μόνον ἐκληπτέον, ἢ ὅτι καὶ αὐτὰ τοῦ ἀφελομένου κτῆμα γέγονεν.

[356sqq]    De fragmento e ‹Zenodori› libro περὶ τῆς Ὁμήρου συνηθείας petito, a Villoisono et Bekkero ad Porphyrium relato, a Dindorfio recte ab illo abiudicato, v. ‹Prolegg›. cap. III, 4.

[376]    v. ad Η 298, p. 110, 3 sqq.

[431]    καὶ πῶς φησιν ἡ Ἥρα (Ω 60)

         καὶ ἀνδρὶ πόρον παράκοιτιν;

ἢ ὅτι τῶν συμβαινόντων τῷ Διὶ τὴν αἰτίαν ἀναφέρουσιν ὡς ἄρχοντι· ἢ ὅτι αὐτῇ αἴτιος τοῦ γάμου.

[478]    v. ad Π 140.

[489]    ἀνιστόρητόν ἐστι τοῦτο· κατηγοροῦσι μὲν γὰρ κατὰ τὸν περὶ τῆς Ἄρκτου λόγον φάσκοντος οἴη δ' ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο, καθόλου γὰρ πάντα τὰ ἐν τῷ ἀρκτικῷ μὴ δύνειν. λύοιτο δ' ἂν ἐκ τῆς ἀναφορᾶς τῶν πρὸς ἃ εἴρηται διὰ τῆς λέξεως· εἰρημένου γὰρ Πληιάδας θ' Ὑάδας τε τό τε σθένος Ὠρίωνος Ἄρκτον θ' ἣν καὶ Ἄμαξαν ἐπίκλησιν καλέουσιν, ἥ τ' αὐτοῦ στρέφεται καί τ' Ὠρίωνα δοκεύει, τὸ οἴη δ' ἄμμορός ἐστι λοετρῶν πρὸς ταῦτα τὰ ῥηθέντα ἄστρα καὶ τὰ συγκαταλεχθέντα ἔχει τὴν ἀναφοράν. κἂν διαιρῆται δὲ οἷ, εἶτα ἡ δ' ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο, κατὰ λέξιν ἡ λύσις ὑπάρχει. [ἀπρεπὲς δὲ δοκεῖ τὸ τῶν περὶ θεοὺς τὰ πλεῖστα παρ' Ὁμήρῳ λελέχθαι. ὧν ἡ λύσις κατὰ τὸ πλεῖστον ἀπὸ ἔθους λαμβάνεται· ἐξ ἔθους γάρ τινος τοῖς ποιηταῖς παρακεχώρηται καὶ τοῖς ζωγράφοις καὶ τοῖς πλάσταις ἀνθρωποπαθείας τῶν θεῶν διατυποῦν καὶ μάχας αὐτῶν πρὸς ἀλλήλους καὶ θητείας καὶ ἀλλοιώσεις διαμυθολογεῖν.]

[490]    Υ 7.

[509sqq]    πολλῆς ταραχῆς πλήρη ἔδοξεν εἶναι τὰ ἔπη ταῦτα·

   τὴν δ' ἑτέρην πόλιν ἀμφὶ δύο στρατοὶ εἵατο λαῶν,

   τεύχεσι λαμπόμενοι, δίχα δέ σφισιν ἥνδανε βουλή,

   ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι,

   κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει.

   οἱ δ' οὔπω πείθοντο, λόχῳ δ' ὑπεθωρήσσοντο.

   τεῖχος μέν ῥ' ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα

   ῥύατ' ἐφεσταότες, μετὰ δ' ἀνέρες οὓς ἔχε γῆρας.

   οἱ δ' ἴσαν, ἦρχε δ' ἄρα σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη

   ἄμφω χρυσείω, χρύσεια δὲ εἵματα ἕσθην,

   καλὼ καὶ μεγάλω σὺν τεύχεσιν ὥς τε θεώ περ,

   ἀμφὶς ἀριζήλω, λαοὶ δ' ὑπολίζονες ἦσαν.

   οἱ δ' ὅτε δή ῥ' ἵκανον, ὅθι σφίσιν εἶκε λοχῆσαι

   ἐν ποταμῷ, ὅθι τ' ἀρδμὸς ἔην πάντεσσι βοτοῖσιν,

   ἔνθ' ἄρα τοίγ' ἵζοντ' εἰλυμένοι αἴθοπι χαλκῷ.

   τοῖσι δ' ἔπειτ' ἀπάνευθε δύω σκοποὶ εἵατο λαῶν,

   δέγμενοι ὁππότε μῆλα ἰδοίατο καὶ ἕλικας βοῦς.

   οἱ δὲ τάχα προγένοντο, δύω δ' ἅμ' ἕποντο νομῆες

   τερπόμενοι σύριγξι, δόλον δ' οὔτι προνόησαν.

   οἱ μὲν τὰ προϊδόντες ἐπέδραμον, ὦκα δ' ἔπειτα

   τάμνοντ' ἀμφὶ βοῶν ἀγέλας καὶ πώεα καλὰ

   ἀργεννῶν ὀίων, κτεῖνον δ' ἐπιμηλοβοτῆρας.

   οἱ δ' ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον περὶ βουσὶν

   ἱράων προπάροιθε καθήμενοι, αὐτίκ' ἐφ' ἵππων

   βάντες ἀερσιπόδων μετεκίαθον, αἶψα δ' ἵκοντο.

   στησάμενοι δ' ἐμάχοντο μάχην ποταμοῖο παρ' ὄχθας,

   βάλλον δ' ἀλλήλους χαλκήρεσιν ἐγχείῃσι

καὶ τὰ ἑξῆς. ταράσσει γὰρ τοὺς πολλούς· οἱ δύο στρατοὶ ἆρά γε πολέμιοί εἰσι τῶν κατοικούντων καὶ ἀλλήλοις φίλοι, ἢ εἷς μὲν τῶν ἐκ τῆς πόλεως, ὁ δ' ἕτερος πολέμιος; καὶ πρὸς τίνας διχονοοῦσιν; ἆρά γε πρὸς ἀλλήλους ἢ πρὸς τοὺς ἔνδον; καὶ ἐπὶ τίνων τὸ οἱ δ' οὔπω πείθοντο (v. 513); ἆρά γε τῶν εἴσω ἢ τοῦ ἑτέρου στρατοῦ; καὶ πάλιν ἐπὶ τίνος τὸ λόχῳ δ' ὑπεθωρήσσοντο (v. 513); ἆρά γε ὁ ἕτερος τῶν στρατῶν ἢ οἱ ἔνδον; καὶ τίνων οἱ σκοποί; καὶ τίνων ἡ λεία; πῶς τε, εἰ τῶν ἔνδον ἡ λεία, ὁ λόχος παρ' αὐτῶν; καὶ τίνες οἱ ἐπεξιόντες; ἆρα οἱ δύο στρατοὶ ἢ οἱ ἕτεροι; ὅλως τε τίς ἡ διατύπωσις τῆς πλάσεως;

   ἐν τῷ δευτέρῳ τῶν ἐξηγητικῶν φησιν Ἀλέξανδρος ὁ Κοτυαεύς, ὅτι δύο στρατοὶ περιεκάθηντο τὴν πόλιν πολέμιοι, ἢ πορθεῖν ἀξιοῦντες αὐτὴν ἢ τὰ ἡμίση λαβόντες ἀπιέναι· οἱ δ' ἔνδον ὄντες οὐκ ἐδέχοντο τὴν πρόκλησιν. οἱ οὖν πολέμιοι, φησὶν, ἐνέδραν τινὰ ἐποιήσαντο τοῖς ποιμνίοις καὶ τοῖς βουκολίοις, ἃ ἦν κτήματα τῶν ἐν τῇ πόλει. εἶτα ἀξιοῖ τὸ μὲν οἱ δ' οὔπω πείθοντο (v. 513) ἀκούειν περὶ τῶν ἐν τῇ πόλει, τὸ δὲ λόχῳ δ' ὑπεθωρήσσοντο περὶ τῶν πολεμίων, καὶ τὸ οἱ δ' ἴσαν (v. 516) περὶ τῶν πολεμίων τῶν εἰς τὴν ἐνέδραν ἀπιόντων· οἱ δὲ σκοποὶ τῶν πολεμίων εἰσί· τὸ δὲ οἱ δ' ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον περὶ βουσὶν (v. 530) ἐπὶ τῶν ἐν τῇ πόλει ἀκούει· ἐκαθέζοντο γὰρ ἐν ἐκκλησίᾳ βουλευόμενοι, τὰ τείχη φρουρεῖν παραδόντες τῇ ἀπολέμῳ ἡλικίᾳ· τὸ γὰρ ἱράων προπάροιθε καθήμενοι (v. 531) σημαίνει τῶν ἐκκλησιῶν, ἐν αἷς εἴρουσι καὶ ἐκκλησιάζουσιν. ὅτε δ' αὐτοῖς ἐμηνύθη τὰ κατὰ τὰ ποίμνια, ἐπιτρέχουσι, καὶ ἐξελθόντες συμβάλλουσι μάχην.

   εἶχε δ' ἂν πιθανότητα ἡ διατύπωσις, εἰ μὴ πρῶτον μὲν βεβιασμένη ἡ ἀπόδοσις ἦν τοῦ τοιούτου στίχου· οἱ δ' οὔπω πείθοντο, λόχῳ δ' ὑπεθωρήσσοντο. τὸ μὲν γὰρ οἱ δ' οὔπω πείθοντο ἀξιοῖ περὶ τῶν ἔνδον ἀκούειν, τὸ δὲ λόχῳ δ' ὑπεθωρήσσοντο περὶ τῶν ἐκτός, ἵν' ᾖ τὸ οἱ δ' οὔπω πείθοντο ἀντὶ τοῦ μὴ πειθομένων αὐτῶν εἰς λόχον ἐθωρήσσοντο οἱ τὰς προκλήσεις ποιούμενοι. [τὸ δὲ οἱ δ' οὔπω πείθοντο ἂν ἀκούωσιν ἀντὶ τοῦ μὴ πειθομένων αὐτῶν, βίαιον.] πάλιν δὲ μεταξὺ τοῦ λόχῳ δ' ὑπεθωρήσσοντο καὶ τοῦ οἱ δ' ἴσαν ἐμβεβλῆσθαι φάσκειν περὶ τῶν ἔνδον, ὅτι οἱ ἀπόλεμοι ἐτειχοφυλάκουν ὑπ' ἀσθενείας, ἔστιν ἐλεγχόντων τὸν ποιητὴν μὴ δυνάμενον φράζειν ἀταράχως. πάντως δὲ καὶ ὁ λόχος οὐκ ἐκ πάντων ἦν τῶν ἐν τοῖς δύο στρατοπέδοις, ἀλλὰ τινῶν· πῶς οὖν ὑπεξίασιν οἱ ἐν τῇ πόλει, φανερῶς τε καὶ ἀδεῶς τῶν πολιορκούντων κωλυόντων;

   ἀμείνους οὖν οἱ οὕτω διατυπώσαντες τὸ πλάσμα· δύο στρατοὶ ἐπελθόντες πόλει τὴν λείαν περιήλασαν, καὶ τὴν πόλιν πολιορκοῦντες ἀξιοῦσι τῶν ἐν αὐτῇ κτημάτων λαβεῖν τὸ ἥμισυ ἐφ' ᾧ τε καταθέσθαι τὸν πόλεμον. οἱ δ' ἐν τῇ πόλει οὐκ ἐπείθοντο, ἀλλ' ἐνεδρεύσοντες ἐπὶ πότον ἐρχόμενα τὰ τετράποδα ἀπήλασαν. οἱ πολέμιοι δὲ στρατοί, καίπερ ἐκκλησιάζοντες, ἐπεὶ ἐπύθοντο τοῦτο, τῶν ἵππων ἐπιβάντες ἐπῆλθον αὐτοῖς. ὅτι γὰρ αὐτοί εἰσι (λέγω δὲ οἱ στρατοί) ἐκκλησιάζοντες, δεδήλωκε περὶ αὐτῶν εἰπών· δίχα δέ σφισιν ἥνδανε βουλή (v. 510). ἀκολούθως δὲ εἴρηται ἐπὶ τῶν ἐντός, ὅτι οὐκ ἐπείθοντο μέν γε, εἰς δὲ λόχον καθωπλίζοντο, παραδόντες τοῖς ἀστρατεύτοις τὴν φρουρὰν τῶν τειχῶν. καὶ τὸ οἱ δ' ἴσαν ἐπὶ τῶν ἐκ τῆς πόλεως ἀκολούθως ἐπῆκται, λάθρα ἐξιόντων αὐτῶν, καὶ ὅθεν οὐκ ἦν προσδοκῆσαι τοῖς ἔξω ἀνοχὰς ἔχουσι τοῦ πολέμου καὶ ἐκκλησιάζουσιν. αὐτῶν τε οἱ σκοποὶ τῶν εἰς τὸν λόχον ἐξελθόντων. καὶ οἱ τερπόμενοι ταῖς σύριγξι νομεῖς εἰ μὲν τῶν πολεμίων εἶεν, ἔχει λόγον, εἰ δὲ τῶν ἐν τῇ πόλει, παράλογον· οὐ γὰρ οἱ τῶν πολιορκουμένων ἐτέρποντο, ἀλλ' οἱ τῶν πολιορκούντων. καὶ λοιπὸν ἀκολούθως ἀπελθόντων τῶν στρατῶν, περικάθηται μὲν οὐδεὶς τὴν πόλιν, μάχη δὲ περὶ τὸν λόχον γίνεται.

   ἄλλοι δὲ ἠξίουν τῶν δύο στρατῶν τὸν μὲν φίλιον εἶναι τῶν ἔνδον τὸν δὲ πολέμιον, καὶ τὸν μὲν πολέμιον ἑλεῖν βούλεσθαι τὴν πόλιν, τὸν δὲ φίλιον ἀξιοῦντα τὰ ἡμίση δοῦναι τῶν ἐν τῇ πόλει κτημάτων, τοὺς δὲ πολεμίους μήπω πείθεσθαι ἀλλὰ βουλεύεσθαι· ὧν βουλευομένων, λόχον αὐτῶν [τῇ πόλει] συστῆσαι τοὺς τῶν ἔνδον φίλους στρατιώτας. τετάρακται δὲ καὶ ἡ τοιαύτη ἐκδοχή, ὡς ἐπιόντι σοι κατ' αὐτὰ τὰ ἔπη ἔσται δῆλον, ὥστε ἡ δευτέρα ἀπόδοσις ἔχει τὰ τῆς Ὁμηρικῆς διανοίας.

   ἐκεῖνο μέντοι παρελθεῖν οὐκ ἄξιον, ὅτι οἱ περὶ Παρμενίσκον στίζειν ἠξίουν ἐπὶ τοῦ

   τεῖχος μέν ῥ' ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα

   ῥύατ' ἐφεσταότες μετὰ δ' ἀνέρες οὓς ἔχε γῆρας (v. 514-15)

μετὰ τὸ ῥύατο, εἶτα συνῆπτον τὸ ἑξῆς· ἐφεσταότες μετὰ δ' ἀνέρες οὓς ἔχε γῆρας. ἐὰν γὰρ τοῖς ἄνω, φασὶ, συνάψωμεν, σολοικισμὸς ἔσται, ἐπεὶ θηλυκὸν πρόκειται καὶ οὐδέτερον, τὸ δὲ ἑσταότες ἀρσενικόν. ἐδυνάμην οὖν φάναι πρὸς αὐτούς, ὅτι καὶ οὕτως Ὅμηρος πολλὰ σχηματίζει· καὶ αὐτὸς γὰρ λέγει κλυτὸς Ἱπποδάμεια (Β 742) καὶ θῆλυς ἀυτμή ( ζ 122) καὶ ὀλοώτατος ὀδμή (δ 442) καὶ ὄπα χάλκεον (Σ 222) καὶ ἁλὸς πολιοῖο (Υ 229), καὶ ἐπὶ δυικῶν· οὐκ ἂν ἐφ' ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ (Θ 455). ἄλλως τε ἐν τοῖς τέκνοις καὶ οἱ ἄρσενές εἰσι· τί οὖν κωλύει πρὸς τὸ σημαινόμενον ἀπηντηκέναι, ὡς ἐπ' ἄλλων μυρίων; οἷον· νεφέλη δέ μιν ἀμφιβέβηκε κυανέη, τὸ μὲν οὔποτ' ἐρωεῖ (μ 74)· πρὸς γὰρ τὸ νέφος ἡ ἀπόδοσις. πάλιν· ἠδ' ἐπὶ δεξιὰ ἠδ' ἐπ' ἀριστερὰ νωμῆσαι βῶν ἀζαλέην, τό μοί ἐστι ταλαύρινον πολεμίζειν (Η 238)· πρὸς γὰρ τὸ σάκος ἡ ἀναφορά. καὶ εἰπὼν ἐπ' εἰροπόκοις ὀίεσσιν ἐπάγει τὰ δ' ἐρῆμα φοβεῖται (Ε 137. 140)· πρὸς γὰρ τὰ πρόβατα τὸ σχῆμα. καὶ ἐνταῦθα οὖν πρὸς τοὺς παῖδας φαίη ἄν τις εἶναι τὴν ἀναφοράν. ἐν δὲ τοῖς ὑποκειμένοις καὶ δύο σχήματα ἔμιξεν, ἐπὶ τοῦ

   διάνδιχ' ἅπαντα δάσασθαι

   κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει (Σ 511-12)·

τὸ γὰρ ἅπαντα πρὸς τὰ κτήματα ἀναφέρεται, τὸ δὲ ὅσην πρὸς τὴν κτῆσιν. ἐμοὶ δὲ δοκεῖ παραπλήσιόν τι νῦν κἀνθάδε πεπονθέναι τὴν φράσιν τῷ λεγομένῳ Ἀλκμανικῷ σχήματι, ὅπερ ἐστὶ τοιοῦτον· ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι Κώκυτός τε (κ 513), εἰ δέ κ' Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων (Υ 138). ὥσπερ γὰρ ἐν τούτοις ἐν μέσῳ κεῖται ὃ ἔδει ἐπάγεσθαι, οὕτω καὶ ἐπὶ τῶν νῦν ζητουμένων. εἰ γοῦν τὸ ἐφεσταότες ἐπαγάγωμεν τῷ μετὰ δ' ἀνέρες οὓς ἔχε γῆρας, οὐδ' ἂν ἔτι ζητοῖτο· μόνῳ δὲ τούτῳ διαφέρει τοῦ Ἀλκμανικοῦ, ᾗ ἐκεῖνο μὲν τοῖς παρ' ἀριθμὸν σχήμασιν ὑποπίπτει, τοῦτο δὲ τοῖς παρὰ γένος, ὑπερβατῷ δὲ ἀμφότερα λύεται.

[515]    ad v. 509 sqq., p. 229, 20 et p. 230, 21.

[572]    ad Ν 443.

[572]    πολυθρύλητον ἐνθάδε τὸ ζήτημα, πῶς ὁ θεὸς τὸν ἄνθρωπον μιμεῖται. καὶ οἱ μὲν ψιλοῦσι τὸ οἶον, συνάπτοντες αὐτὸ τῷ ἴκελον, μιμητὴν τῶν ἔργων Ἡφαίστου ποιοῦντες τὸν Δαίδαλον, ἵν' ᾖ· τούτῳ μόνον ὁ Δαίδαλος ἐποίησεν ὅμοιον χορόν, ὁ δὲ Ἥφαιστος δηλονότι πολλὰ τοιαῦτα εἰργάσατο. ἢ τάχα ἔξεστιν ἐκεῖνο φάσκειν, ὅτι ἐπεὶ πρώην διακεχωρισμένως ἐχόρευον ἄνδρες τε καὶ γυναῖκες, οἱ μετὰ Θησέως σωθέντες ἐκ τοῦ λαβυρίνθου ἠίθεοι παρθένοις ἀναμὶξ ἐχόρευσαν, ὅπερ ὁ θεὸς ἐμιμήσατο, οὐ τὴν τέχνην Δαιδάλου. ἴσως δὲ καὶ διδάσκει ὁ ποιητὴς μιμεῖσθαι τὰ χρηστά, εἰ καὶ ἐξ εὐτελῶν εἶεν.

[609]    διὰ τί μὴ πλείονα περὶ τοῦ θώρακος φράζει; φαμὲν ὅτι ἔφθη ἐκφράσαι τὸν Ἀγαμέμνονος θώρακα (Λ 19 sqq.), ὃς καὶ αὐτὸς ἡφαιστότευκτος ἦν, καὶ νῦν οὐ φράζει, ὡς καὶ τὴν Πατρόκλου πυρὰν δεινολογήσας (Ψ 164 sqq.) τὴν Ἕκτορος παρέδραμεν.

[19]

[40]    Ἐζήτηται διὰ ποίαν αἰτίαν οὐ χρῆται κήρυκι Ἀχιλλεὺς πρὸς τὸ συγκαλέσαι τοὺς ὄχλους. ῥητέον οὖν ὅτι ἔθος ἐστὶν ἀρχαῖον αὐτό· οὕτως γοῦν καὶ ἐν τῇ Α ῥαψῳδίᾳ (54) αὐτὸς Ἀχιλλεὺς συγκαλεῖ. ἄλλως τε διὰ τὴν χαρὰν μετὰ σπουδῆς συνδεδραμήκασιν οὐδὲ τοὺς κήρυκας ἀναμείναντες.

[68]    ἀντὶ τοῦ ἄγαν σκληρῶς· σκέλλειν γάρ ἐστι τὸ σκληροποιεῖν, καὶ ὁ σκελετὸς κατεσκληκὼς διὰ τὴν ἀσαρκίαν, καὶ Ἀσκληπιὸς διὰ στέρησιν μετὰ ἠπιότητος, ὁ διὰ ἰατρικῆς μὴ ἐῶν σκέλλεσθαι. οἱ δὲ ἀπέδωκαν ἀσκελέως ἀδιαλείπτως κατὰ μέμψιν· τὸ γὰρ ἀσκελές ἄβατον ἀπόρευτον.

   ἀλλά τιν' οἴω ἀσπασίως αὐτῶν γόνυ κάμψειν, ὅς κε φύγῃσι φεύγων ἐκ πολέμοιο. οἱ φεύγοντες τεταμένον ἔχουσι τὸ γόνυ, οἱ δὲ καθήμενοι κεκαμμένον. ἀσπασίως οὖν, φησὶ, καθεδεῖται τῶν φυγόντων τις ἐκ τοῦ πολέμου, ὃς καὶ ἀναπαύσει ἑαυτὸν καὶ τὰ σκέλη, ἐκ τοῦ συντόνου τῆς φυγῆς δρόμου καθίσας.

[79sqq]    ἑσταότος μὲν καλὸν ἀκουέμεν οὐδὲ ἔοικεν

   ὑββάλλειν· χαλεπὸν γὰρ ἐπιστάμενόν περ ἐόντα·

   ἀνδρῶν δ' ἐν πολλῷ ὁμάδῳ πῶς κέν τις ἀκούσαι

   ἢ εἴποι; βλάβεται δὲ λιγύς περ ἐὼν ἀγορητής.

   Ἀρίσταρχος οὖν ᾠήθη παραίτησιν εἶναι τὸν λόγον, ὡς διὰ τὸ τετρῶσθαι τοῦ Ἀγαμέμνονος συγχωρεῖν ἀξιοῦντος, εἰ καθήμενος λέγει. καί φησι· διὰ τοῦτο ἐνέθηκε τὸ αὐτόθεν ἐξ ἕδρης οὐδ' ἐν μέσσοισιν ἀναστάς (v. 77). ἄτοπος δὲ ἡ παραίτησις· οὐ γὰρ τὸν πόδα ἀλλὰ τὴν χεῖρα τέτρωται, καὶ τὴν χεῖρα δὲ οὕτως ἔρρωτο, ὥστε ὀλίγον ὕστερον αὐτὸς τὸν κάπρον ἀποσφάττει. ἐὰν προσκείμενος δὲ ὁ στίχος ᾖ τὸ αὐτόθεν ἐξ ἕδρης, ἀκουσόμεθα ἐκ τοῦ τῶν ἀριστέων συνεδρίου, ὥστ' ἐν ἐκείνοις ὄντα λέγειν αὐτὸν καὶ οὐκ ἐν μέσῳ τῷ πλήθει. Ἀπολλώνιος μὲν οὖν ὁ διδάσκαλος ἡμῶν, καὶ αὐτὸς συγκαταθέμενος ὅτι ἕστηκεν ὁ Ἀγαμέμνων, παραιτεῖται, φησὶ, τὸν ὑποβολέα ὡς ἂν ἐκ τοῦ αὐτοσχεδίου λέγειν μέλλων· ἐμοῦ γάρ φησιν ἀκούσατε καὶ μηδείς μοι ὑποβαλλέτω ἵν' εἴπω· χαλεπὸν γὰρ τὸ ὑποβαλλόντων ἀκούειν τῷ ἐπιστήμονι τοῦ λέγειν· καὶ πῶς γὰρ ἄν τις ἐν πολλῷ ὁμάδῳ ἀκούσαι τοῦ ὑποβάλλοντος ἢ ὁ ἀκούσας εἴποι; ὥστε καὶ λιγὺν ὄντα δημηγόρον καὶ δύναμιν ἔχοντα τοῦ αὐτοσχεδιάζειν βλάπτεσθαι ἐμποδιζόμενον τῷ ἐξ ὑποβολῆς λέγειν ἐν πολλῷ θορύβῳ. εἶχε δ' ἄν τινα λόγον ἡ ἐξήγησις, εἰ ἐγίνωσκεν Ὅμηρος τὸ τοιοῦτον εἶδος τῆς δημηγορίας, λέγω δὲ τὸ ἐξ ἀναγνώσεως καὶ γραφῆς ὑποβαλλόμενον. Ἀλέξανδρος δὲ ὁ Κοτυαεύς φησι λέγων· καλῶς ἔχει τὸ ἑστῶτος τοῦ δημηγοροῦντος ἀκούειν καὶ μὴ ὑποκρούειν αὐτὸν καὶ ἐμποδίζειν (τοῦτο γὰρ σημαίνει τὸ ὑββάλλειν)· χαλεπὸν γὰρ καὶ τῷ πάνυ δεινῷ ἐν ταραχῇ εἰπεῖν. τὸ γὰρ χαλεπὸν ἐπιστάμενόν περ ἐόντα κατὰ Ἀττικὴν συνήθειαν πλεονάζει τὸ ἐόντα· ἐκείνοις γὰρ ἦν σύνηθες λέγειν μὴ προδοὺς ἡμᾶς γένῃ (Soph. Ai. 588) ἀντὶ τοῦ μὴ προδῷς, καὶ παίζεις ἔχων ἀντὶ τοῦ διαπαίζεις, καὶ ἐνταῦθα χαλεπὸν γὰρ ἐπιστάμενόν περ ἐόντα ἀντὶ τοῦ τὸν ἐπιστάμενον θορυβεῖσθαι χαλεπόν, ὡς καὶ τοῦ ἐπιστήμονος ῥήτορος ἐν θορύβῳ χαλεπῶς δημηγοροῦντος. ἐμοὶ δὲ δοκεῖ δύνασθαί τινα οὕτως ἀποδιδόναι τὴν διάνοιαν· ἐκκλησίας ἀθροισθείσης ὁ Ἀγαμέμνων παύει προοιμιαζόμενος τὸν θόρυβον, λέγων ὡς ἡ ἐκκλησία οὐ πρὸς αὐτοὺς ἔχει τὴν ἀπότασιν, οὐδὲ δεῖ νῦν ὑποκρούειν ζητοῦντας μαθεῖν τίνος ἕνεκα συνεληλύθασιν· χαλεπὸν γὰρ θορυβεῖν τὸν ἐπιστάμενον τὰ ὄντα. τίνα δὲ ἦν τὰ ὄντα πάντες που ἐγίνωσκον, ὅτι ἐμήνισαν πρὸς ἀλλήλους Ἀχιλλεὺς καὶ Ἀγαμέμνων, καὶ ὅτι νῦν κατηλλάγησαν, καὶ ὅτι ἡ σύνοδος διὰ τοῦτο. [τὸ οὖν ἐπιστάμενόν περ ἐόντα τὰ ὄντα λέγει καὶ ἐνεστῶτα τὸν καθ' ἕκαστον αὐτῶν ἐπίστασθαι, ὡς ἔφη που· ὃς ᾔδη τά τ' ἐόντα τά τ' ἐσσόμενα πρό τ' ἐόντα (Α 70)] χαλεπὸν οὖν καὶ δεινὸν πρᾶγμά ἐστι τὸ ἐπιστάμενον τὰ ὄντα καὶ ἐνεστηκότα θορυβεῖν, πυνθανόμενον ὡς ἀγνοοῦντα ἢ ζητοῦντα περὶ ὧν οἶδεν ἀκούειν. καὶ ὅτι τοῦτο νοεῖ, δῆλον δι' ὧν ἐπάγει·

   Πηλείδῃ μὲν ἐγὼν ἐνδείξομαι, αὐτὰρ οἱ ἄλλοι

   σύνθεσθ' Ἀργεῖοι, ἠμὲν νέοι ἠδὲ γέροντες (Τ 83-4).

λέγει γὰρ ὅτι ἡ ἀπότασίς μοι τοῦ λόγου πρὸς τὸν Ἀχιλλέα ἐστίν, οὐ πρὸς ὑμᾶς τοὺς εἰδότας δι' ἃ συνεληλύθαμεν. ἔστιν οὖν ὁ νοῦς· μὴ θορυβεῖτε, ὦ ἄνδρες, ὑποκρούοντες διὰ τί συνεληλύθαμεν· ἐπίστασθε γὰρ τὰ πάντα, καὶ ὁ λόγος μοι τὰ νῦν οὐ πρὸς ὑμᾶς ἀλλὰ πρὸς τὸν Ἀχιλλέα ἔχει τὴν ἀπότασιν· χαλεπὸν γὰρ τοὺς εἰδότας τὴν αἰτίαν τῆς συνόδου ὡς μὴ εἰδότας θορυβεῖν καὶ διὰ τοῦτο ἐμποδίζειν καὶ τῷ λέγοντι καὶ τῷ ἀκούοντι, πρὸς ὃν ὁ λόγος ὁ παρὼν ἕστηκε. πολλὰ δὲ τοιαῦτα καὶ παρὰ τοῖς ῥήτορσι προοίμια ἐπιγράφεται πρὸς τοὺς θορύβους.

[83]    v. 40.

[100]    ad v. 108.

[108]    διὰ τί ἡ Ἥρα ὀμόσαι προάγει τὸν Δία; ἢ δῆλον ὡς οὐ ποιοῦντα ἃ ἂν φῇ. εἰ δὲ τοῦτο, διὰ τί οὐ κατανεῦσαι ἀλλὰ καὶ ὀμόσαι ἠξίωσεν, ὡς καὶ ψευδομένου, ἂν μὴ ὀμόσῃ; ὁ δὲ ποιητής φησιν ἀληθεύειν ὅ τι κεν κεφαλῇ κατανεύσῃ (Α 527). τὸ μὲν οὖν ὅλον μυθῶδες· καὶ γὰρ οὐδ' ἀφ' ἑαυτοῦ ταῦτά φησιν Ὅμηρος, οὐδὲ γινόμενα εἰσάγει, ἀλλ' ὡς διαδεδομένων περὶ τὴν Ἡρακλέους γένεσιν μέμνηται. ῥητέον δὲ ὅτι καὶ ὁ μῦθος εἰκότως εἰσάγει τὴν Ἥραν ὁρκοῦσαν τὸν Δία· πάντες γὰρ περὶ ὧν ἂν φοβῶνται μὴ ἄλλως ἀποβῇ, πολὺ τῷ ἀσφαλεῖ προέχειν πειρῶνται· διὸ καὶ ἡ Ἥρα, ἅτε οὐ περὶ μικρῶν ἀγωνιζομένη, καὶ τὸν Δία εἰδυῖα ὅτι αἰσθόμενος τὸν Ἡρακλέα δουλεύοντα ὑπεραγανακτήσει, τῇ ἰσχυροτάτῃ ἀνάγκῃ κατέλαβεν αὐτόν. οὕτως Ἀριστοτέλης (fr. 157 edit. Acad. Bor.).

[183]    Σ 100.

[221sqq]    ζητοῦσι τίνα νοῦν ἔχει τὰ ἔπη ταῦτα ᾐνιγμένα ὑπὸ τοῦ Ὀδυσσέως·

   αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν,

   ἧστε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν,

   ἄμητος δ' ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα

   Ζεύς, ὅστ' ἀνθρώπων ταμίης πολέμοιο τέτυκται (v. 221 sqq);

ἐπεὶ ἡ ἄμητος λέξις σημαίνει καὶ τὸν χρόνον ἐν ᾧ ἀμῶσι, τουτέστι τὸν θερισμόν, σημαίνει δὲ καὶ τὸν ἀμώμενον καρπόν, καθ' ἑκάτερα τῶν δύο σημαινομένων ἐκδεξάμενοι πειραθῶμεν τῶν δύο σαφῆ ποιῆσαι τὴν διάνοιαν. ἔσται τοίνυν ἐκ τοῦ σημαινομένου δῆλον, ὡς καλάμη μὲν λέγεται τὸ τῶν ἀποθνησκόντων πλῆθος, ἄμητος δὲ καὶ καρπὸς οἱ σωζόμενοι. φησὶν οὖν, ταχέως κόρον γίνεσθαι ἐκείνης τῆς μάχης, ἐν ᾗ πολὺς μὲν ὁ πίπτων, ὀλίγοι δὲ οἱ σωζόμενοι, ἐξ οὗ δηλοῦσθαι, ὅτι τῆς σφοδροτάτης μάχης ταχὺς ὁ κόρος, καὶ μάλιστα ὅταν τύχῃ τις διὰ λιμὸν ἠσθενηκώς· ἐν ᾧ δ' ἂν οὖν πολέμῳ, κλίναντος τοῦ Διὸς τὴν νίκην καὶ ἑτερορρεποῦς τῆς μάχης γεγονυίας, πολὺς μὲν ᾖ ὁ ἀναιρούμενος, ὀλίγος δὲ ὁ περισωζόμενος, κόρος ἐνταῦθα ταχέως γίνεται τῶν μὲν καλάμην πολλὴν ἐκλεγόντων, ἄμητον δὲ καὶ καρπὸν ὀλίγον ἐώντων. τὴν δὲ καλάμην καὶ τὸν καρπὸν ἐπὶ τῶν τραπέντων ἀκουσόμεθα, ὧν πολὺς μὲν ὁ ἀποθνήσκων, ὃς τέτακται ἐπὶ τῆς καλάμης, ὀλίγος δὲ ὁ διασωζόμενος, ὃς τέτακται ἐπὶ τοῦ καρποῦ· τὸν δὲ κόρον ἴσχειν ταχὺν τοὺς ταῦτα δρῶντας καὶ νικῶντας, οἳ τοῖς ἀμηταῖς εἶεν ἂν ἀνάλογοι. οὔτοι ἄρα δὴ ἐπὶ τῶν αὐτῶν τὸ ἄμητος ὀλίγιστος ἀκουστέον· οὐκέτι γὰρ ἑτερορρεπὴς ἔσται ἡ μάχη, οὐδ' οἱ μὲν νικῶντες οἱ δὲ ἡττώμενοι, ἀλλ' ἐπ' ἴσης ἐξ ἀμφοῖν πολλὴ μὲν ἡ καλάμη ὀλίγος δὲ ὁ καρπός, καὶ οἱ ἀμῶντες ζητηθήσονται.

   κἂν ἄμητον δὲ ἐπὶ τοῦ θερισμοῦ ἀκούσωμεν καὶ τοῦ χρόνου καθ' ὃν ἀμῶσιν, ἔσται μὲν ἄμητος ἡ πρώτη τῶν στρατοπέδων συμβολὴ πρὸ τῆς τῶν ἑτέρων τροπῆς, πλείστη δὲ ἡ καλάμη τὸ πλῆθος τὸ μετὰ τὴν τροπὴν τῶν πιπτόντων. λογιζόμενος οὖν ὁ Ὀδυσσεὺς, ὡς οὐκ ἂν ὑποσταῖεν οἱ Τρῶες τὴν Ἀχιλλέως συμβολὴν, τραπήσονται δὲ εὐθύς, πολὺν τὸν κάματον ἔσεσθαί φησι τοῖς διώκουσιν ἅμα καὶ παίουσι καὶ φονεύουσι, καὶ κόρον αὐτίκα λήψεσθαι νήστεις ὄντας. ἐνδείξασθαι δὲ ταῦτα μᾶλλον καὶ αἰνίξασθαι βούλεται ἢ φανερῶς λέγων δόξαν κολακείας ἀπενέγκασθαι. λέγει οὖν· ἐν ὀλίγῳ χρόνῳ τροπῆς γενομένης τῶν πολεμίων, πολλῶν ἀναιρουμένων ἐκ πρώτης καὶ βραχείας τῆς συμβολῆς, αἶψα κόρος ἡμῖν γίνεται, ἐὰν μὴ τύχωμεν τὸν μέλλοντα κάματον διὰ τῆς τροφῆς προανακτησάμενοι. πεποίηται δὲ τὴν ἀλληγορίαν ὁ ποιητὴς ἐκ τῆς παραβολῆς ἐκείνης·

   οἱ δ' ὥστ' ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν

   ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατ' ἄρουραν

   πυρῶν ἢ κριθῶν, τὰ δὲ δράγματα ταρφέα πίπτει (Λ 67-69),

εἶτ' ἀνταποδίδωσιν·

   ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπ' ἀλλήλοισι θορόντες

   δῄουν, οὐδ' ἕτεροι μνώοντ' ὀλοοῖο φόβοιο (Λ 70-71).

ἀλλ' οὗτοι μὲν τὸν ἄμητον παρέτειναν ἰσόπαλοι ὄντες· ἐφ' ἧς δ' ἂν μάχης τροπὴ γένηται ἐκ μικρᾶς συμβολῆς καὶ ὀλίγου ἀμήτου, ταχὺς ὁ κόρος τοῖς ἀναιροῦσι καὶ τὴν καλάμην πολλὴν ποιοῦσιν, εἰ μὴ τύχωσι τὴν ἰσχὺν διὰ τῆς τροφῆς αὐτάρκη παρασκευάσαντες. μήποτε δὲ ὁ ἄμητος οὐ τὴν ἐπικαρπίαν ἀλλὰ τὸν χρόνον τῆς ἐνεργείας δηλοῖ· αὐτὸς γὰρ ὁ Ὀδυσσεὺς πρὸς τὸν Ἀχιλλέα ταῦτα προεῖπεν·

   οὐ γὰρ ἀνὴρ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα

   ἄκμηνος σίτοιο δυνήσεται ἄντα μάχεσθαι·

   εἴπερ γὰρ θυμῷ γε μενοινάᾳ πολεμίζειν,

   ἀλλά τε λάθρῃ γυῖα βαρύνεται, ἠδὲ κιχάνει

   δίψα τε καὶ λιμός, βλάβεται δέ τε γούνατ' ἰόντος.

   ὃς δέ κ' ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς

   ἀνδράσι δυσμενέεσσι πανημέριος πολεμίζῃ,

   θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσὶν οὐδέ τι γυῖα

   πρὶν κάμνει, πρὶν πάντας ἐρωῆσαι πολέμοιο

(Τ 162-70).

ὀλίγος οὖν ἄμητος καὶ ὁ χρόνος ὁ τοῦ ἀμᾶν γίνεται καὶ τοῦ πλείστην καλάμην ἔχειν καὶ πολλοὺς ἀναιρεῖν, τροπὴν τοῦ Διὸς ἐμβαλόντος τοῖς πολεμίοις, ἐὰν μὴ τύχωσιν οἱ ἀναιροῦντες τροφῆς μετειληχότες· ἵν' ᾗ ὁ λόγος· ἐν ᾗ δ' ἂν μάχῃ ἐν ὀλίγῳ χρόνῳ πολὺς ᾖ ὁ ἀναιρούμενος τροπῆς γενομένης, εὐθέως ἐν ταύτῃ ὁ κόρος· διὸ δεῖ ἰσχύειν τοὺς βουλομένους ἐπὶ πλέον τυχεῖν τῆς νίκης.

[310sqq]    .... πῶς δὲ Αἴας συγγενὴς ὢν οὐ συμπάρεστιν; ὀργίζεται διὰ τὴν πρεσβείαν· βαρύμηνις γάρ. καὶ πῶς τὸν ἐπιτάφιον ἀγωνίζεται; ἀρετῆς χάριν καὶ φιλίας τοῦ ἠπιωτάτου Πατρόκλου.

[386]    τὰ ὅπλα, φησὶ, κοῦφα ἐγένοντο ὡς πτερὰ καὶ ᾖρε καὶ ἐκούφιζε τὸν Ἀχιλλέα, ὡς τοὺς ὄρνιθας τὰ πτερά· τὸ γὰρ ἄειρεν ἐπὶ τοῦ ἐκούφιζεν· Νέστωρ δ' ὁ γέρων ἀμογητὶ ἄειρεν (Λ 637), ἤ μ' ἀνάειρεν ἢ ἐγὼ σέ (Ψ 724). τετόλμηται γοῦν ὁ λόγος, ὡς τῶν ὅπλων βασταζόντων τὸν Ἀχιλλέα, οὐ βασταζομένων. τινὲς δέ φασιν ὅτι ἐμετεώριζεν αὐτὸν ὁ κόσμος καὶ γαυριᾶν ‹γαβριᾶν cod.› ἐποίει. ἢ τάχα ἡ συμμετρία τῶν ὅπλων καὶ κουφότητα ἐνεποίει, ὡς μὴ δοκεῖν αὐτὸν ταῦτα φέρειν, ἀλλ' αὐτὰ ‹αὐτὸν cod.› τοῦτον. εἰ δὲ μείζονα ἦν, βαρύτερα ἂν ὑπῆρχε. καὶ τὰ πτερὰ πολλὴν ἁρμονίαν ἔχει. ὁ δὲ λόγος ὑπερβολή.

[389]    τὸ ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς ἐξηγοῦνται ἀντὶ τοῦ ἠδύνατο· προειπὼν γάρ φησι· τὸ μὲν οὐ δύνατ' ἄλλος Ἀχαιῶν πάλλειν. πλανῶνται δέ· τῇ γὰρ ἐπιστήμῃ καὶ τὴν δύναμιν προσάπτει, ὥς πού φησιν·

   ἐπεὶ οὐδ' ἐμὲ νήιδά γ' οὕτως

   ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε (Η 198) καὶ

   φῶθ' Ἡρακλῆα μεγάλων ἐπιίστορα ἔργων (φ 26), τουτέστιν ἐπιγνώμονα καὶ ἐπιστήμονα, ὡς τὸ

   ἴστορα δ' Ἀτρείδην Ἀγαμέμνονα θείομεν ἄμφω (Ψ 486),

   ἄμφω δ' ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι (Σ 501), τουτέστιν ἐπὶ ἐπιστήμονι δικῶν κρίσεως.

[407]    .... οὐκ εὐπρεπὲς δὲ, φασὶ, τὴν Ἥραν παραιτίαν λύπης γενέσθαι τῷ Ἀχιλλεῖ. ῥητέον δὲ ὅτι εἰς πρᾶγμα τολμηρὸν καταβαίνων ὁ ποιητὴς, τὸ φωνῆς μετέχοντας ἵππους εἰσάγειν, θεῷ τὴν αἰτίαν ἀνατίθησι, καὶ Ἥρᾳ, ἐπεὶ φωνή ἐστιν ἀὴρ πεπληγμένος. τί δὲ ἄτοπον, ὅπου γε καὶ Θέτις προεῖπεν· αὐτίκα γάρ τοι ἔπειτα μεθ' Ἕκτορα πότμος ἑτοῖμος (Σ 96);

[20]

[7]    Διὰ ποίαν αἰτίαν μόνος ὁ Ὠκεανὸς οὐ πάρεστι τῇ ἐκκλησίᾳ τῶν θεῶν; ῥητέον δὲ ὅτι ἐπεὶ συνεκτικὸν ἔχει τὸ τοῦ κόσμου ῥεῦμα· φησὶ γάρ· Ὠκεανὸς, ᾧ πᾶσα περίρρυτος ἐνδέδεται χθών.

   τὸν Ὠκεανὸν οὐ παρέλαβεν εἰς τὸ τῶν θεῶν συνέδριον, ἵνα μὴ κωλύσῃ αὐτοὺς τῆς πρὸς ἀλλήλους μάχης πρεσβύτατος ὑπάρχων.

[26sqq]    δόξειεν ἂν τοὐναντίον ἢ ὁ Ζεὺς βούλεται γίνεσθαι, τῶν θεῶν ἐκπεμπομένων ἐπὶ τὴν μάχην. ὁ μὲν γάρ φησιν, εἰ μὴ παραγένοιντο, οὐδὲ πρὸς ὀλίγον ἀνθέξουσιν οἱ Τρῶες μαχόμενοι τῷ Ἀχιλλεῖ, ἐκ δὲ τοῦ ἀφικνεῖσθαι αὐτοὺς μᾶλλον ἰσχυρότερος γίνεται τῷ εἶναι τοὺς Ἑλληνικοὺς θεοὺς ἰσχυροτέρους τῶν Τρωικῶν· ἐὰν γὰρ δύο ἀνίσοις ἴσα προστεθῇ, τὰ ὅλα ἐστὶν ἄνισα· ἡ γὰρ αὐτὴ ὑπεροχὴ τῶν ἐξ ἀρχῆς ὑπερεχόντων μένει. εἰ δὲ καὶ ἴσοι ἦσαν, περιττὴ ἦν ἡ ἐπικουρία τῶν θεῶν. ἐροῦμεν δὲ ὡς οὐ διὰ τὴν μάχην τῶν θεῶν ἡ κάθοδος γέγονεν, ἀλλ' ἵνα πρόφασις [Ἀχιλλεῖ] τῆς ἀπάτης Ἀπόλλωνος γένηται (Φ 599 sqq.), δυνηθῇ δὲ καὶ Σκάμανδρος παρεμποδίσαι Ἀχιλλεῖ.

[48]    πῶς λαοσσόον τὴν Ἔριν προσηγόρευσεν; οὐ γὰρ σώζουσα φαίνεται ἀλλὰ φθείρουσα μᾶλλον τὰ πλήθη. ῥητέον δὲ ὅτι Ἔριν νῦν τὴν τῶν Ἑλληνικῶν καὶ Τρωικῶν θεῶν φιλονεικίαν φησίν· ἡ γὰρ τούτων πρὸς ἀλλήλους ἔρις σωστικὴ ἐγένετο τῶν ἀνδρῶν. ἢ τὸ λαοσσόος δηλοῖ τὴν τὸν λαὸν σεύουσαν καὶ παρορμῶσαν. δύναται δὲ καὶ εἰς τὸ κρατερή στιγμὴ γενέσθαι, τὸ δὲ λαοσσόος τοῖς ἑξῆς συνάπτεσθαι.

[58]    ad Ξ 200, p. 192, 25.

[67sqq]    τοῦ ἀσυμφόρου μὲν ὁ περὶ θεῶν ἔχεται καθόλου λόγος, ὁμοίως δὲ καὶ τοῦ ἀπρεποῦς· οὐ γὰρ πρέποντας τοὺς ὑπὲρ τῶν θεῶν μύθους φησίν. πρὸς δὲ τὴν τοιαύτην κατηγορίαν οἱ μὲν ἀπὸ τῆς λέξεως ἐπιλύουσιν, ἀλληγορίᾳ πάντα εἰρῆσθαι νομίζοντες ὑπὲρ τῆς τῶν στοιχείων φύσεως, οἷον ἐν ταῖς ἐναντιώσεσι τῶν θεῶν. καὶ γάρ φασι τὸ ξηρὸν τῷ ὑγρῷ καὶ τὸ θερμὸν τῷ ψυχρῷ μάχεσθαι καὶ τὸ κοῦφον τῷ βαρεῖ. ἔτι δὲ τὸ μὲν ὕδωρ σβεστικὸν εἶναι τοῦ πυρός, τὸ δὲ πῦρ ξηραντικὸν τοῦ ὕδατος. ὁμοίως δὲ καὶ πᾶσι στοιχείοις, ἐξ ὧν τὸ πᾶν συνέστηκεν, ὑπάρχει ἡ ἐναντίωσις καὶ κατὰ μέρος μὲν ἐπιδέχεσθαι φθορὰν ἅπαξ, τὰ πάντα δὲ μένειν αἰωνίως. μάχας δὲ διατίθεσθαι αὐτόν, διονομάζοντα τὸ μὲν πῦρ Ἀπόλλωνα καὶ Ἥλιον καὶ Ἥφαιστον, τὸ δὲ ὕδωρ Ποσειδῶνα καὶ Σκάμανδρον, τὴν δ' αὖ σελήνην Ἄρτεμιν, τὸν ἀέρα δὲ Ἥραν καὶ τὰ λοιπά. ὁμοίως ἔσθ' ὅτε καὶ ταῖς διαθέσεσι ὀνόματα θεῶν τιθέναι, τῇ μὲν φρονήσει τὴν Ἀθηνᾶν, τῇ δ' ἀφροσύνῃ τὸν Ἄρεα, τῇ δ' ἐπιθυμίᾳ τὴν Ἀφροδίτην, τῷ λόγῳ δὲ τὸν Ἑρμῆν, [τῇ λήθῃ δὲ τὴν Λητώ], καὶ προσοικειοῦσι τούτοις· οὗτος μὲν οὖν τρόπος ἀπολογίας ἀρχαῖος ὢν πάνυ καὶ ἀπὸ Θεαγένους τοῦ Ῥηγίνου, ὃς πρῶτας ἔγραψε περὶ Ὁμήρου, τοιοῦτός ἐστιν ἀπὸ τῆς λέξεως.

   ἔνιοι δὲ ἀπὸ ἔθους ἀπολογοῦνται· συγκεχώρηνται γὰρ ὑπὸ τῶν πόλεων καὶ τῶν νομοθετῶν τοιαῦτα περὶ θεῶν μὴ μόνον ᾄδειν ἐν ποιήσεσιν, ἀλλὰ καὶ τοῖς μυστηρίοις παραδιδόναι, ἔν τε ἱεροῖς ἀναθήμασι καὶ ἕτερα σύμφωνα τοῖς μύθοις κατασκευάζειν καὶ τὸν πέπλον ἀνάγειν ἐνυφασμένον τῆς γιγαντομαχίας.

   οἱ δ' ἀπὸ τοῦ καιροῦ τοῦ τότε κατὰ τὴν Ἑλλάδα παραμυθοῦνται· βασιλευομένης γὰρ τότε τῆς Ἑλλάδος καὶ κοινῇ καὶ κατὰ πόλεις, τὸ τῶν βασιλέων γένος αὔξοντας ποιεῖν ἀπὸ τοῦ ὡς ἂν μὴ παντάπασι πόρρω εἶναι δοκῇ ἡ ἀνθρωπίνη φύσις τῆς θείας, ὑποπλάττειν δὲ καὶ περὶ θεῶν ὁποῖα περὶ ἀνθρώπων ὁρῶμεν φάσκοντας. τὸ μὲν οὖν λίαν ἔν τε τῷ ἀσυμφόρῳ ταράττον καὶ τῷ ἀπρεπεῖ τοιοῦτόν ἐστι. τὰ δ' ἐπὶ μέρους δίιμεν, ὡς μὲν ἀσύμφορα ταῦτα κατηγορεῖται.

   διὰ τί δὲ κατὰ τὸν πόλεμον οὗτοι οἱ θεοὶ ἐναντιοῦνται ἀλλήλοις; [Ποσειδῶν μὲν Ἀπόλλωνι, ὅτι κατὰ τὸν μῦθον συναδικηθεὶς αὐτῷ ὑπὸ Λαομέδοντος ἐκείνοις συνήργει. Ἄρης δὲ Ἀθηνᾷ, ἐπεὶ ἐκώλυσεν αὐτὸν τὸν Ἀσκαλάφου θάνατον ἐκδικῆσαι, ἢ ὅτι ἐν ὄψει τῶν θεῶν ὕβρισεν εἰποῦσα (Ο 128) μαινόμενε φρένας ἠλέ. Ἥρᾳ δὲ Ἄρτεμις· ἔστι γὰρ αὐτῇ μητρυιά. Λητοῖ δὲ Ἑρμῆς δικαίως· μουσικὸς γὰρ ὑπάρχων τὴν τὸν μουσικὸν Ἀπόλλω γεννήσασαν καὶ τῶν ἐπιτηδευμάτων ἀντίζηλον μεμίσηκεν, ἢ ὡς λόγιος καὶ μνήμων ἀποστρέφεται αὐτὴν ὡς λήθην. Ἥφαιστος δὲ Ξάνθῳ εἰκότως, ὅτι ἡ μὲν τῶν ποταμῶν φύσις πέφυκεν ὑγρά, Ἥφαιστος δέ ἐστι τοῦ πυρὸς δεσπότης, οὗ τροφὴ τὰ ξύλα.] κατὰ δὲ τὸν φυσικὸν λόγον Ἀπόλλων ἥλιος ὢν ἀναπίνει τὰ ὑγρὰ στοιχεῖα. Ἀθηνᾶ δέ ἐστι φρόνησις, Ἄρης δὲ ἀφροσύνη· ἐναντία δὲ καὶ πολέμιά ἐστι ταῦτα ἀλλήλων. Ἥρα δέ ἐστιν ἀήρ· Ἄρτεμις δὲ σελήνη, ἀερότεμίς τις οὖσα, ἣ τὸν ἀέρα τέμνουσα, ἐξ οὗ ἤρτηται, τὸ βαρῦνον αὐτὴν πολέμιον νενόμικεν. Ἑρμῆς δέ ἐστι λόγος, Λητὼ δ' ἀμνημοσύνη, οἷον ληθώ τις τῶν λόγων. Ἥφαιστος δὲ τὸ πῦρ, Ξάνθος δὲ τὸ ὑγρόν· ἀλλότριον δὲ τὸ πῦρ τοῦ ὑγροῦ.

   διὰ τί δὲ οὗτοι οἱ θεοὶ προῄρηνται βοηθεῖν τοῖς Ἕλλησιν, Ἥρα Ἀθηνᾶ Ποσειδῶν Ἥφαιστος Ἑρμῆς, τοῖς δὲ Τρωσὶν Ἄρης Ἀπόλλων Ἄρτεμις Λητὼ Σκάμανδρος Ἀφροδίτη; ῥητέον οὖν· Ἥρα μὲν Ἕλλησι βοηθεῖ, ὅτι γαμήλιός ἐστιν ἡ θεός, μισεῖ δὲ μοιχὸν ὄντα τὸν Ἀλέξανδρον, ἢ ὅτι ἐν τῷ Ἄργει ἐτιμᾶτο λαμπρῶς, ὅθεν φησὶν ὁ ποιητής· Ἥρη τ' Ἀργείη (Δ 8), ἢ ὅτι ὡς τὸ Ἄργος οὕτως ἦν οἰκεία αὐτῇ καὶ ἡ Σπάρτη καὶ ἡ Μυκήνη, ὥς φησιν ἐν τῇ Δ (51). Ἀθηνᾶ δὲ διὰ τὸ ἀποδοκιμασθῆναι ὑπὸ Ἀλεξάνδρου, ἢ διὰ τὸ ἀλλοτρίους εἶναι τῆς συνέσεως τοὺς βαρβάρους. Ποσειδῶν δέ, ἐπεὶ οἱ πλείους τῶν Ἑλλήνων νησιῶταί εἰσι, καὶ διὰ τὸ ὀργίζεσθαι μὲν Λαομέδοντι ἐπὶ ἀποστερήσει μισθοῦ τῆς τειχοποιίας. Ἑρμῆς δὲ [Λητοῖ, ἤτοι ὁ λόγος τῇ λήθῃ], ἢ ὅτι ἐξ Ἀρκαδίας, ἢ ὅτι λόγιος, ἢ ὅτι κήρυκας ἀποσταλέντας πρὸς αὐτοὺς ὑπὸ Ἑλλήνων ἐπὶ διαλύσει τῶν διαφορῶν Ὀδυσσέα καὶ Μενέλαον ἠβουλήθησαν ἀνελεῖν πεισθέντες Ἀντιμάχῳ (Λ 138 sqq.), προστάτης δὲ τῶν κηρύκων ὁ Ἑρμῆς. Ἥφαιστος δὲ διὰ τὸ μισεῖν Ἄρην, ὅτι ἐμοίχευσε τὴν γυναῖκα αὐτοῦ Ἀφροδίτην. τοῖς δὲ Τρωσὶ παρέστη Ἄρης τὸ ὅμοιον μεταδιώκων· φιλοπόλεμος γὰρ ὁ θεός, πολέμου φίλοι καὶ οἱ Τρῶες. ὁ δὲ Ἀπόλλων ἤτοι διὰ τὸ τόξον· τοξικοὶ δὲ καὶ οἱ Τρῶες, καὶ ἐν πρώτοις Ἀλέξανδρος· ἢ κιθαριστὴς καὶ εὔμορφος ὡς Ἀλέξανδρος. Ἄρτεμις δὲ καὶ Λητὼ χαριζόμεναι τῷ Ἀπόλλωνι, ἢ ὅτι παρὰ τοῖς βαρβάροις τιμῶνται. Ξάνθος δὲ ὡς ὑπὲρ οἰκείας χώρας μάχεται, ἡ δὲ Ἀφροδίτη διὰ τὸ ὑπὸ Ἀλεξάνδρου προκριθῆναι· καὶ σχεδὸν εἰπεῖν αὕτη ἀνθίσταται τῷ πολέμῳ, καὶ εἰκότως πάρεστι βοηθεῖν τοῖς Τρωσίν.

[180sqq]    ἀθετοῦνται στίχοι ἑπτὰ ὡς καὶ τὴν διάνοιαν ἀπρεπεῖς καὶ τὴν σύνθεσιν εὐτελεῖς. πῶς γὰρ ὁ τοσοῦτον σπεύδων κατὰ τῶν ἐχθρῶν ἤμβλυνται τοσοῦτον; ἢ τάχα ἔντεχνοι οἱ λόγοι· μέγιστον γὰρ εἰς κατάπληξιν τῶν ὁμοφύλων φεύγων ὁ πρῶτος ὀφθείς, καὶ στρατηγικὸν τὸ ἀκινδύνως φοβεῖν τοὺς πολεμίους. καὶ καθ' Ἕκτορος ἔχει τὴν πᾶσαν ὁρμήν· φησὶ γάρ· Ἕκτορος ἄντα μάλιστα (v. 76)· εἰκότως οὖν πρῶτα μὲν ὁρμῇ λέοντος (v. 164) αὐτὸν ἐκδειματοῖ, ὡς δὲ μένει, λόγοις, σπεύδων ἐπὶ Ἕκτορα.

[234]    Δ 2.

[259sqq]    ἐν τῇ Αἰνείου πρὸς Ἀχιλλέα μάχῃ ζήτησιν παρέσχε τὰ ἔπη ταῦτα·

   ἦ ῥα καὶ ἐν δεινῷ σάκε' ἤλασεν ὄβριμον ἔγχος καὶ τὰ ἑξῆς μέχρι καὶ αὐτοῦ τοῦ στίχου·

   τὴν δὲ μίαν χρυσῆν, τῇ ῥ' ἔσχετο μείλινον ἔγχος (v. 272). τῆς γὰρ χρυσῆς πτυχὸς δοκούσης πρώτης εἶναι, εἴ γε κόσμου εἵνεκα τὴν χρυσῆν εἰς τὸ ἔξω καὶ ὁρώμενον πρώτην ἐνέθηκεν, ὑπ' αὐτὴν δὲ στερεότητος ἕνεκα τὰς δύο χαλκᾶς, μαλάγματος χάριν καὶ τελευταίας τὰς κασσιτερίνας, πῶς δύο τε διέκοψε πτύχας, καὶ ἐν τῇ χρυσῇ πτυχὶ ἔξω οὔσῃ καὶ διατμηθείσῃ ἐνεσχέθη τὸ δόρυ;

   ἀπολυόμενοι οὖν τὴν ἀπορίαν οἱ πλεῖστοι τὸ ἔλασσεν (v. 269) οὔ φασιν εἰλῆφθαι ἄνωθεν διέκοψεν, ἀλλ' ἀντὶ τοῦ διέθλασεν· θλασθῆναι μὲν γὰρ καὶ κοιλανθῆναι δύο πτύχας, τὴν χρυσῆν καὶ μίαν τῶν χαλκῶν ὑπὸ τὴν χρυσῆν, μὴ διακοπῆναι δέ, ἀλλὰ σχεθέντος ἐν τῇ χρυσῇ τοῦ δόρατος καὶ κοιλάναντος μὲν αὐτὴν καὶ τὴν ὑπ' αὐτήν, οὐ διακόψαντος δέ. οἱ δὲ καὶ αὐτόθεν ἀξιοῦσι μὴ ἔλασσε γράφειν ἀλλὰ θλάσσεν, ἄνωθεν φάσκοντες ἁμαρτόντα τινὰ γράψαι τὸ ε, τὴν λοιπὴν περιφέρειαν τοῦ θ παρέντα· ἄτρωτα γὰρ ὄντα τὰ Ἡφαιστότευκτα μὴ διακοπῆναι. ἐγὼ δὲ ἐν τῇ χρυσῇ πτυχὶ ἀκούων ἐνσχεθῆναι αὐτοῦ λέγοντος τὸ δόρυ τῆς εἰς τὸ πρόσω ὁρμῆς οὐ δύναμαι ἐπινοῆσαι τὴν χρυσῆν πτύχα οὔτ' οὖν διακοπεῖσαν οὔτε θλασθεῖσαν. πῶς γὰρ οἷόν τε ἐλασθῆναι μὲν λέγειν, τουτέστι διακοπῆναι, ἢ θλασθῆναί γε δύο πτύχας, ἐν αἷς ἦν ἡ χρυσῆ, ἐνσχεθῆναι δὲ ἐν τῇ χρυσῇ τὸ δόρυ; τὸ γὰρ ἐνσχεθῆναι τὸ μὴ τὸ αὐτὸ παθεῖν τὴν χρυσῆν ὅπερ αἱ ἄλλαι δηλοῖ. οἱ δ' αὖ τὴν πρώτην παθεῖν βούλονται καὶ μᾶλλον ἤπερ τὴν ὑπ' αὐτήν· οὐ γὰρ ἂν ἐνεσχέθη ἐν τῇ τρίτῃ, εἰ μὴ ἡ δευτέρα ἐπ' ἔλαττον ἔπαθε τῆς πρώτης. φημὶ τοίνυν, ὡς οὐ κόσμου χάριν οὐδὲ τέρψεως ὁ Ἥφαιστος κέχρηται τῇ χρυσῇ πτυχὶ ἀλλ' εὐτονίας· εὐτονώτερος δὲ χαλκοῦ χρυσός. μέσην οὖν τὴν τοῦ χρυσοῦ πτύχα ἐξύφανεν εἰς συνοχὴν τοῦ παντὸς σάκους· ἁπαλώτερος γὰρ ὢν καὶ εὔτονος ὁ χρυσὸς ὑποκείμενος τῷ χαλκῷ διεδέχετο τὴν ὁρμήν, ἐκλυθεῖσαν ὑπὸ τῆς τοῦ χαλκοῦ ἀντιτυπίας εἰς τὸ ἄτρωτον ὑπὸ τῆς προσούσης αὐτῷ εὐτονίας. πρῶτος δὲ ὢν ὁ χρυσὸς καὶ παθὼν ὑπὸ τῆς ἐμβολῆς πρῶτος ταχεῖαν ἂν παρεῖχε τὴν διακοπὴν ἐκ τῶν εὐθραύστων συνεστώσαις. ὅτι δὲ καὶ χαλκαῖ πτύχες ἦσαν ἐν τῇ ἔξωθεν ἐπιφανείᾳ, μέση δὲ μετὰ ταύτην ἡ χρυσῆ, ὑφ' ἣν αἱ τοῦ κασσιτέρου, δηλοῖ τὸ ἐν τῇ ὁπλοποιίᾳ ἐπισημαίνεσθαι τὸν ποιητήν, ὅτι τάδε μὲν ἐκ χρυσοῦ ἐποίησε, τάδε δὲ ἐξ ἄλλης ὕλης, ἐκ χαλκοῦ δὲ μὴ εἰπεῖν, ὡς ἂν τορεύοντος αὐτοῦ ἐν ἄλλῃ πτυχὶ τὰ πλάσματα·

   ἦρχε δ' ἄρα σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη,

   ἄμφω χρυσείω, χρύσεια δὲ εἵματα ἕσθην (Σ 516. 17)·

πῶς γὰρ αὐτοὺς χρυσοῦς ἔφη, χρυσῆς οὔσης τῆς ὑποκειμένης ἐπιφανείας, εἰ μὴ ἐξηλλαγμένα ταῦτα παρὰ τὸ ὑποκείμενον ἐποίει, ἤτοι ἐγκυκλῶν ἢ ἐγκολλῶν ἢ ἐντορεύων; καὶ νειὸς χρυσῆ·

            ἀρηρομένῃ δὲ ἐῴκει

   χρυσείη περ ἐοῦσα (Σ 548. 49),

   ἐν δ' ἐτίθει σταφυλῇσι μέγα βρίθουσαν ἀλωὴν

   καλὴν χρυσείην, μέλανες δ' ἀνὰ βότρυες ἦσαν·

   εἱστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέῃσιν·

   ἀμφὶ δὲ κυανέην κάπετον, περὶ δ' ἕρκος ἔλασσε

   κασσιτέρου (Σ 56165)· καὶ πάλιν·

   ἐν δ' ἀγέλην ποίησε βοῶν ὀρθοκραιράων·

   αἱ δὲ βόες χρυσοῖο τετεύχατο κασσιτέρου τε·

   χρύσειοι δὲ νομῆες ἅμ' ἐστιχόωντο βόεσσι (Σ 573. 74-77),

καὶ πάλιν·

   καί ῥ' αἱ μὲν καλὰς στεφάνας ἔχον, οἱ δὲ μαχαίρας

   εἶχον χρυσείας ἐξ ἀργυρέων τελαμώνων (Σ 597-98).

τῶν γὰρ ἐμποικιλλομένων ἔστιν ὧν τὰς ὕλας εἰπὼν ἀργύρου μὲν ἐμνήσθη καὶ χρυσοῦ καὶ κασσιτέρου, χαλκοῦ δὲ οὐκέτι, ὡς ἂν εἰ, χαλκῆς ὑποκειμένης ἐπιφανείας, ἐνταῦθα ἐνεποίκιλλεν. οὐκ ἔφη δὲ ἄτρωτα εἶναι ὅπλα, ἀλλ' οὐ ῥᾳδίως ὑπὸ θνητῶν διακοπτόμενα·

   οὐδ' ἐνόησε κατὰ φρένα καὶ κατὰ θυμόν,

   ὡς οὐ ῥηίδι' ἐστὶ θεῶν ἐρικυδέα δῶρα

   ἀνδράσι γε θνητοῖσι δαμήμεναι οὐδ' ὑποείκειν (Υ 26466). ἔδει οὖν μηδὲ θλασθῆναι, ὅπερ ἀξιοῦσιν ἔλασσεν ἀκούειν, εἴ γε μηδ' ὑπείκειν αὐτὰ ἔλεγε. ῥητῶς δ' αὐτὸς ἔφη ὅτι οὐκ ἔρρηξε μὲν τὸ σάκος ‑ χρυσὸς δ' ἐρύκακε δῶρα θεοῖο ‑ , δύο δὲ διέλασσε πτύχας, ἐσχέθη δὲ ἐν τῇ χρυσῇ, δι' ἣν οὐκ ἐρράγη διὰ παντός. πάνυ δὲ δυνατῶς τὴν κατασκευὴν ἐδήλωσε καὶ τὸ μέχρι τίνος ἡ ῥῆξις· πέντε μὲν γὰρ πτύχας ἤλασε Κυλλοποδίων· εἶτα λέγει πρώτας, ὅτι καὶ πρῶται πρὸς τῇ ἐπιφανείᾳ, τὰς δύο χαλκείας, εἶτα τὰς ἀντικειμένας ταῖς πρώταις ἐσχάτας· δύο δ' ἔνδοθι κασσιτέροιο, τὸ δ' ἔνδοθι πρόσκειται, ἵνα τὰς χαλκᾶς ἐξωτάτας νοήσωμεν ὡς τὰς τοῦ κασσιτέρου ἔνδοθι, εἶτα λοιπὴν τὴν μέσην· τὴν δὲ μίαν χρυσῆν. εἰ οὖν τῆς ἔσχετο μείλινον ἔγχος, αἱ δύο χαλκαῖ ἐτρώθησαν πρῶται ὡς οὖσαι πρῶται, αἱ δὲ τρεῖς ἔμειναν ἄτρωτοι· χρυσὸς γὰρ ἐρύκακε δῶρα θεοῖο. οὕτω δὲ καὶ ἐπὶ τῆς Αἰνείου ἀσπίδος ὕπεστιν ὁ χαλκὸς τῇ βύρσῃ, ὁ μαλακώτερος τῇ ξηροτέρᾳ, καὶ οὐ κόσμου ἕνεκα χαλκὸς πρόσκειται ἐν ἐπιφανείᾳ, ἀλλ' ὑπόκειται δι' ἀσφάλειαν, ὡς ἐπὶ τῆς Ἀχιλλέως ὁ χρυσός· λέγει γὰρ ἐπὶ τῆς Αἰνείου·

   δεύτερος αὖτ' Ἀχιλεὺς προΐει δολιχόσκιον ἔγχος

   καὶ βάλεν Αἰνείαο κατ' ἀσπίδα παντόσ' ἐΐσην,

   ἄντυγ' ὑπὸ πρώτην, ᾗ λεπτότατος θέε χαλκός,

   λεπτοτάτη δ' ἐπέην ῥινὸς βοός (Υ 273-76).

κἂν μέντοι ἀκούωμεν τὰς δύο χαλκείας τὴν πρώτην καὶ τὴν πέμπτην, δύο δ' ἔνδοθι τούτων τὰς κασσιτερίνας τὴν δευτέραν καὶ τὴν τετάρτην, καὶ οὕτως μέση καὶ τρίτη ἐντὸς ἡ χρυσῆ, τῇ ῥ' ἔσχετο μείλινον ἔγχος, μιᾶς καὶ κασσιτερίνης ῥαγείσης.

[291]    .... πῶς δὲ ἡ Ἀφροδίτη οὐ βοηθεῖ τῷ υἱῷ; ὅτι δέδιε τὴν Παλλάδα.

   .... ἐζήτηται δὲ πῶς τὸν Αἰνείαν οὐκ Ἀπόλλων ἐρρύσατο ἀλλὰ Ποσειδῶν. καί φασιν, ὅτι ἡ μεγάλη περὶ θεοὺς εὐσέβεια δυσωποῦσα τυγχάνει καὶ τοὺς δι' ἔχθρας ὄντας.

[291]    ἀθετοῦσί τινες τοὺς στίχους ὡς ἐναντίους τοῖς προκειμένοις· οὐ γὰρ ἔστη ἐν τῇ ἀσπίδι τὸ δόρυ· φησὶ γὰρ διὰ πρὸ Πηλιὰς ἤιξε μελίη (v. 276) καὶ ἐγχείη δ' ἄρ' ὑπὲρ νώτου ἐν γαίῃ ἔστη ἱεμένη (v. 279). ἔοικε δὲ τοιοῦτον σχῆμα περὶ τὴν πληγὴν γεγενῆσθαι· κατὰ γὰρ τὴν αἰχμὴν ἐμπεπήγει τῇ γῇ, κατὰ δὲ τὸν στύρακα τῇ ἀσπίδι· ὅθεν τῆς ἀσπίδος προσερειδομένης τῷ δόρατι, ὥρμησεν οὗτος εἰς τὴν τοῦ λίθου βολήν (v. 285).

[329]    μάχεται τῷ μὴ κατειλέχθαι Καύκωνας ἐν τῷ καταλόγῳ τὸ

   ἔνθα δὲ Καύκωνες πόλεμον μέτα θωρήσσοντο. λύοιτ' ἂν ἐκ τοῦ καιροῦ· μὴ γὰρ ἐλθόντας αὐτοὺς ἐξ ἀρχῆς τοῦ πολέμου ἀλλ' ὕστερον οὐ συγκατεῖπε τοῖς ἐξ ἀρχῆς τοῦ πολέμου. μήποτε δὲ καὶ περιέχονται τοῖς πᾶσι Λελέγεσιν οἱ Καύκωνες.

   ibid. v. 291.

[21]

[1]    Ξ 434, p. 200, 3; 199, 11.

[76]    ἀποροῦσι πῶς ὁ ἱκετεύων πρὸς τὸν Ἀχιλλέα ἔφη·

   πὰρ γὰρ σοὶ πρώτῳ πασάμην Δημήτερος ἀκτήν· τὸ γὰρ λέγειν, καθάπερ Στησίμβροτος, ὅτι οἱ βάρβαροι ἄλφιτα οὐκ ἐσθίουσιν ἀλλ' ἄρτους κριθίνους, ψεῦδος· ἤσθιε γὰρ ὡς ἂν βασιλέως ὢν υἱός· καὶ οὐδαμῶς τοῦτο ὁ ποιητὴς ἐπεσημήνατο. ἡ δὲ λύσις ὅτι παρ' Ἕλλησι πρώτῳ καὶ ξένῳ τῷ Ἀχιλλεῖ γεγονέναι φησί· πρὸς γὰρ τὴν ἱκεσίαν εἶχέ τινα βοήθειαν τοῦτο, ὥσπερ τετυχηκὼς ξενικῆς τραπέζης παρ' ἐκείνῳ πρῶτον.

[76]    v. in fine operis Vat. ζητ. η΄.

[140sqq]    πῶς πρὸ πέντε ἡμερῶν τὸν κατάλογον ποιησάμενος Ἀστεροπαῖον παρέλιπε λέγοντα ῥητῶς πρὸ ια΄ ἡμερῶν ἐληλυθέναι; οὐ θαυμαστὸν οὖν τὸ παραλιπεῖν αὐτὸν ἐν τῷ καταλόγῳ· μόνων ‹ω corr. ex ο› γὰρ ἐμνήσθη τῶν τὴν κυρίαν ἡγεμονίαν ἐχόντων, ἐν δὲ τοῖς κατὰ μέρος καὶ τοὺς μετ' ἐκείνους τεταγμένους παρέλαβεν, ὡς ἐπὶ Ἀθηναίων· ἐν μὲν γὰρ τῷ καταλόγῳ (Β 552) Μενεσθέα φησὶν εἶναι τὸν ἡγεμόνα, ἐν δὲ τῇ ἐπὶ ναυσὶ μάχῃ (Ν 691)· Φείδας τε Στιχίος τε Βίας τ' ἐύς ‹βιαστεύς τ' cod.›. οὕτως οὖν ἔσται καὶ ἐπὶ Ἀστεροπαίου· ὁ μὲν γὰρ Πυραίχμης τὴν πρώτην τῶν Παιόνων ἡγεμονίαν εἶχε, τὴν δὲ δευτέραν Ἀστεροπαῖος, νυνὶ δὲ τὴν πᾶσαν αὐτῷ ἡγεμονίαν ἀνατίθησι διὰ τὸ τὸν Πυραίχμην ὑπὸ Πατρόκλου ἀνῃρῆσθαι (Π 287).

[76]    καὶ πῶς ἐν τῷ καταλόγῳ (Β 848) ἀγκυλοτόξους αὐτούς φησιν; ἴσως οὖν διττὸν ἦν τὸ γένος, τὸ μὲν τοξεῦον τὸ δὲ ἀκοντίζον. ἢ καὶ ἐπαμφοτερίζουσιν, ὡς καὶ Τεῦκρος (Ο 478 sqq.) .....

[156]    v. ad v. 140 sqq., p. 249, 3 sqq.

[158]    schol. 2B (IV, p. 261, 10 Dind.) e quaestione ad λ 239 pertinente (schol. HQT) excerptum est.

[165]    ad Υ 259 sqq., p. 245, 11 sqq.

[194]    Ξ 434, p. 198, 14.

[252]    ad Ω 315.

[288]    ..... πρὸς δὲ τοὺς ζητοῦντας πῶς διαλέγονται μὲν οὐκ ἐπιβοηθοῦσι δέ, ῥητέον ὅτι ἕτερος ἦν ὁ τῷ Σκαμάνδρῳ ἀντιτεταγμένος.

[293]    οὐ πάνυ οἰκεῖόν φησιν αὐτὸ ὁ Πῖος· διὰ τί γὰρ ἔμελλε μὴ πεισθήσεσθαι καὶ θεοῖς καὶ τὰ κεχαρισμένα συμβουλεύουσι; τάχα οὖν πρὸς τὰ ἑξῆς ἐστι· σὺ δ' Ἕκτορι θυμὸν ἀπούρας ἂψ ἐπὶ νῆας ἴμεν. ὁρῶσι γὰρ αὐτὸν ἐπιτεταμένως ἔχοντα πρὸς τὸν φόνον τῶν πολεμίων καὶ δυσκόλως ἀφεξόμενον τῆς σφαγῆς, κἂν Ἕκτορος κρατήσῃ.

[343sqq]    διὰ τί τοῦ Σκαμάνδρου καιομένου ὁ Ἀχιλλεὺς ἐν ζέοντι αὐτῷ ἀποληφθεὶς ἐπνίγετο μὲν οὐκ ἐκαίετο δέ; ἢ διότι οὐχ ὅλος ὁ ποταμὸς ἐκαίετο. ἐνδέχεται οὖν μὴ ἐν τοῖς τοιούτοις αὐτὸν τοῦ ποταμοῦ μορίοις εἶναι· καὶ γὰρ ἂν οὕτως γε ὁ Ἥφαιστος ἦν αὐτὸν ὁ διαφθείρων, ὃν οὐκ εἰκὸς βοηθεῖν μὲν αὐτῷ, τοῦτο δὲ μὴ ὁρᾶν, ὅπως μὴ, ἔνθα ἦν ἐκεῖνος, ὁ ποταμὸς πονήσῃ. ὡς οὖν ὁ Σκάμανδρος πνίγων Ἀχιλλέα τοὺς ἐμβεβηκότας τῶν Τρώων εἰς αὐτὸν ζωοὺς δ' ἐσάω κατὰ καλὰ ῥέεθρα κρύπτων ἐν δίνῃσιν (v. 238), οὕτω καὶ ὁ Ἥφαιστος τὸν μὲν ποταμὸν ἔκαιε, τῷ δ' Ἀχιλλεῖ διὰ τοῦ πυρὸς συνεμάχει.

[293]    Vat. ζητ. ι΄. ὡς δὲ λέβης ζεῖ ἔνδον, ἐπειγόμενος πυρὶ πολλῷ, κνίσση μελδόμενος ἁπαλοτρεφέος σιάλοιο, πάντοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγκανα κεῖται· ὣς τοῦ καλὰ ῥεῖθρα πυρὶ φλέγετο, ζέε δ' ὕδωρ.

   οἱ μὲν διορθοῦντες ἠξίουν μετὰ τοῦ ν γράφειν κνίσσην μελδόμενος, ἀντὶ τοῦ τήκων ἀκούοντες, ἵν' ᾖ τὴν κνίσσαν τήκων. σημαίνει γὰρ κυρίως τὸ μέλδειν τὸ τὰ μέλη ἔδειν. ἄνευ δὲ τοῦ ν γεγραμμένου κνίσση μελδόμενος, οἱ μὲν ἠξίουν μὴ προσγράφειν τὸ ι, ἵν' ᾖ οὐδέτερον τὸ κνίσση τήκων. οὐκ εἶχον δὲ παρ' Ὁμήρῳ δεικνύναι οὐδετέρως τὸ κνίσσος λεγόμενον, ἀλλὰ θηλυκῶς· κνίσση δ' οὐρανὸν ἷκε (Α 317), κνίσσην δ' ἐκ πεδίου ἄνεμοι φέρον (Θ 549). μήποτ' οὖν οὐκ ἔστι μελδόμενος τὸ τήκων οὐδὲ κεῖται τὸ ἔδειν ἀλλὰ τὸ ἄλδειν. ὃ οὖν λελυμένως ἔφη μέλε' ἤλδανε ποιμένι λαῶν (ς 70), ἤτοι εὐτραφῆ καὶ λιπαρὰ ἐποίει εὐρύνουσα τὰ μέλη, τοῦτο συνελὼν μελδόμενος εἶπε, κατὰ μεταφορὰν τὰ μέρη τοῦ λέβητος λέγων μέλη, ἃ λιπαίνεσθαι τηκομένῃ τῇ πιμελῇ χριόμενα. ἤγουν τῇ κνίσσῃ τοῦ εὐτραφοῦς χοίρου ὁ λέβης λιπαινόμενος· ἢ τῇ κνίσσῃ ζεούσῃ αὐξάνων τὰ μέλη· ἢ τῆς κνίσσης τὰ μέλη ἐδόμενος, δοτικὴν λαβὼν ἀντὶ γενικῆς.

   B f. 2874a ad κνίση Φ 363: σὺν

τῷ ν Ἀρίσταρχος. τὸ δὲ μελδόμενος ἀντὶ τοῦ τήκων. κνίση δὲ πᾶν τὸ πιμελές. τινὲς δὲ οὐδετέρως ἤκουον, ἵν' ᾖ τὰ κνίση, ὡς τὸ Τηλέμαχος τεμένη νέμεται (λ 184) ἀλλ' ἀεὶ παρ' Ὁμήρῳ ἡ κνίσα θηλυκῶς εἴρηται. Ἑρμογένης δὲ ἐν τῷ περὶ τῶν ε΄ προβλημάτων γράφει κνίσῃ μελδόμενος, ἵν' ᾖ· τῇ κνίσῃ λιπαινόμενος, ὡς τὸ μέλη ἤλδανε ποιμένι λαῶν (ς 70)· μέλδειν δὲ κυρίως τὸ τὰ μέλη ἄλδειν ἢ ἀλδάνειν. κνίσα δὲ σημαίνει τὴν ἐκ τῶν κρεῶν ἀναθυμίασιν, ὡς ὅταν λέγῃ· καὶ τότε με κνίσης ἀμφήλυθεν ἡδὺς ἀυτμή (μ 369) καὶ κνίση δ' οὐρανὸν ἷκε (Α 317). σημαίνει δὲ καὶ τὸ λίπος, ὡς ἐπὶ τῶν γαστέρων ἔφη· ἐμπλείην κνίσης τε καὶ αἵματος (ς 118). σημαίνει δὲ καὶ τὸν ἐπίπλουν, ὡς ὅταν λέγῃ· κατά τε κνίσῃ ἐκάλυψαν δίπτυχα ποιήσαντες (e. c. Α 460). [διπλᾶ γὰρ τὰ κνίση ποιήσαντες τοὺς μηροὺς ἐκάλυψαν. δίπτυχα δὲ αὐτὰ τὰ κνίση· ἐπειδὴ γὰρ δύο οἱ μηροί, τὸν ἐπίπλουν εἰς δύο διελόντες ἑκάτερον τῶν μηρῶν θατέρῳ μέρει τοῦ ἐπίπλου ἐκάλυπτον. σιάλοιο δὲ τοῦ ἐντροφίου καὶ σιτευτοῦ.]

[294]    B f. 2874a ad κνίση (id. L f. 4464a, Π). ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλῷ, κνίση μελδόμενος ἁπαλοτρεφέος σιάλοιο, πάντοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγκανα κεῖται· ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο, ζέε δ' ὕδωρ.

   οἱ μὲν οὖν διορθοῦντες ἠξίουν μετὰ τοῦ ν γράφειν· κνίσην μελδόμενος, ἀντὶ τοῦ τήκων ἀκούοντες, ἵν' ᾖ τὴν κνίσαν τήκων. οὐκ εἶχον δὲ παρ' Ὁμήρῳ δεικνύναι οὐδετέρως τὸ κνίσσος λεγόμενον, ἀλλ' ἀεὶ θηλυκῶς· κνίσση δ' οὐρανὸν ἷκεν καὶ κνίσσην ἐκ πεδίου ἄνεμοι φέρον. μήποτε οὖν οὐκ ἔστι μελδόμενος τὸ τήκων οὐδὲ κεῖται τὸ ἔδειν ἀλλὰ τὸ ἄλδειν. ὅπερ οὖν λελυμένως ἔφη μέλη ἤλδανε ποιμένι λαῶν, σημαίνων τὸ εὐτραφῆ, λιπαρὰ ἐποίει εὐρύνουσα τὰ μέλη, τοῦτο συνελὼν μελδόμενος ἔφη, κατὰ μεταφορὰν τὰ μέρη τοῦ λέβητος μέλη λέγων, ἅπερ λιπαίνεσθαι τηκομένῃ τῇ πιμελῇ χριόμενα. τὸ οὖν ἀλειφόμενον λιπαίνεσθαι μέλδεσθαι ἔφη, ὡς ἐν ἄλλοις· ἐν δ' ὠτειλὰς πλῆσαν ἀλείφατος ἐννεώροιο (Σ 351). τινὲς δὲ οὕτως· κνίσσῃ μελδόμενος ἀντὶ τοῦ κνίσσης μέλη ἐδόμενος, δοτικὴν ἀντὶ τῆς γενικῆς λαβών· ἢ τῇ κνίσσῃ ζεούσῃ αὐξάνων τὰ μέλη, ἤτοι τὰ κρέη· [ἢ αὐτὸς τῇ κνίσσῃ τοῦ εὐτραφοῦς χοίρου ὁ λέβης λιπαινόμενος καὶ τηκόμενος].

   B f. 294b ad κνίσῃ B 423 (id. L

f. 394a, Π, Lp f. 734a): Ἀρίσταρχος τὰ κνίσση οὐδετέρως ἀκούει, καίτοι εἰπὼν οὐδὲν ἀδιαίρετον εἶναι τῶν εἰς ος ληγόντων οὐδετέρων παρ' Ὁμήρῳ κατὰ τὸ πληθυντικόν· τείχεα γὰρ καὶ βέλεα λέγει. ἀλλ' ὥσπερ τὰ τεμένη ἀδιαιρέτως εἴρηκεν, ὡς τὸ Τηλέμαχος τεμένη νέμεται, οὕτω καὶ τὰ κνίσση. καὶ ἔστιν ἐν τῇ κωμῳδίᾳ τὸ ἑνικόν· τὸ κνίσσος ὀπτῶν ὀλλύεις τοὺς γείτονας (Mein., fr. com. IV, p. 687). πλεονάζει δὲ Ὅμηρος τῇ θηλυκῇ προσηγορίᾳ. σημαίνει δὲ καὶ τὴν ἀναθυμίασιν τῶν κρεῶν, ὡς ὅταν λέγῃ· καὶ τότε με κνίσσης ἀμφήλυθεν ἡδὺς ἀυτμή καὶ κνίσση δ' οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ. σημαίνει καὶ τὸ λίπος, ὡς ἐπὶ τῶν γαστέρων ἔφη· ἐμπλείην κνίσσης τε καὶ αἵματος. σημαίνει καὶ τὸν ἐπίπλουν, ὡς ὧδε· κατά τε κνίσσῃ ἐκάλυψαν δίπτυχα ποιήσαντες. [διπλᾶ γὰρ ποιήσαντες τὰ κνίσση τοὺς μηροὺς ἐπεκάλυψαν. δίπτυχα ποιήσαντες· ἐπεὶ γὰρ δύο οἱ μηροί, τὸν ἐπίπλουν εἰς δύο διελόντες ἑκάτερον αὐτῶν θατέρῳ μέρει τοῦ ἐπίπλου ἐκάλυπτον.]

[365]    ad v. 343 sqq.

[388sqq]    τὸ ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός, ἄιε δὲ Ζεύς, ἐγέλασσε δέ οἱ φίλον ἦτορ γηθοσύνῃ, ὅθ' ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας δοκεῖ ἐναντίον εἶναι τῷ ὑπὸ Διὸς λεγομένῳ πρὸς Ἄρεα [ἔχθιστος δέ μοί ἐσσι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν], αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε (Ε 890. 91). ἡ δὲ λύσις ἐκ τῆς λέξεως· τὸ γὰρ αἰεί προσκείμενον τὴν διαφωνίαν ἔλυσεν.

[407]    ..... εἰ οὖν ἑπταπέλεθρος ὁ Ἄρης, πῶς τὸ δόρυ Διομήδους τρῶσαι αὐτὸν δύναται κατὰ κενεῶνος (Ε 857); ὅτι νῦν ἀνδρὶ εἴκασται· πάρα γάρ οἱ κεῖνος Ἄρης, φησὶ, βροτῷ ἀνδρὶ ἐοικώς (Ε 604) ...

   ... εἰ δὲ ζητοίης, πῶς Διομήδης ἔφθασε τρῶσαι τὸν τηλικοῦτον, ἴσθι ὡς συνεργούσης Ἀθήνης.

[443sqq]    ... πῶς δὲ, φησὶν, Ἀπόλλων μὲν οὐ μέμνηται τῆς παρὰ Λαομέδοντι θητείας, Ποσειδῶν δὲ μνήμην τούτου ποιεῖται; καὶ ῥητέον ὅτι Ποσειδῶν εἰκότως· καὶ γὰρ Ἕλλησι βοηθεῖ καὶ προσέτι τῇ μνήμῃ παροξύνεται· Ἀπόλλων δὲ οὐ μνησικακεῖ, διότι μᾶλλον τιμᾶται παρ' αὐτῶν· πᾶσα δὲ χάρις, κἂν ᾖ τελευταία, δύναται μεῖζον ἔγκλημα λῦσαι (Thuc. I, 42, 3).

[506]    ἀφελὴς ἡ διάθεσις καὶ μὴ πρέπουσα γυναικὶ καὶ μάλιστα παρθένῳ. ἢ τάχα ὡς θυγάτηρ τοῦτο ποιεῖ. ἡ δὲ Ἀφροδίτη οὐκ ἐν τοῖς γόνασι τοῦ Διός, ἀλλ' ἐν τοῖς τῆς Διώνης, καίτοι γεγαμημένη οὖσα (Ε 370). πῶς δὲ ἡ μὲν ἐμπίπτει, ἡ δὲ ἐφέζεται; ὅτι ἐκείνη διὰ τὸ καταπονεῖσθαι τῇ πληγῇ ἐφέζεσθαι οὐ δύναται.

[563]    τὸ μή μ' ἀπαειρόμενον πόλιος πεδίονδε νοήσῃ μετενήνεκται ἀπὸ τῶν πλεόντων καὶ ἐπαιρόντων τοὺς ἱστούς· ἱστὸν δ' εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης στῆσαν ἀείραντες (β 424). οὕτω δὲ λέγουσι καὶ τὸ ἐπαίρειν. οὕτως ἔχει καὶ τὸ μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν (φ 18) ἀντὶ τοῦ ἀείραντες ἀπήλασαν.

[22]

[3]    Π 68.

[36]    ἄξιον ζητήσεως, πῶς ἀπόντος Ἀχιλλέως μηδεὶς πολεμεῖ Ἕκτορι. ἢ τάχα συνεπορεύοντο αὐτῷ καὶ οἱ λοιποὶ ἀριστεῖς διώκοντι Ἀπόλλωνα. Μεγακλείδης δέ φησι ταῦτα πάντα πλάσματα εἶναι.

[38]    Γ 306.

[71]    δοκεῖ τοῦτο προτρεπτικὸν εἶναι μᾶλλον ἐπὶ θάνατον ἢ ἀποτρεπτικόν· καίτοι φαίνεται βουλόμενος πείθειν τὸν Ἕκτορα εἰσιέναι εἰς τὸ τεῖχος καὶ μὴ ὑπομένειν τὸν Ἀχιλλέα. ῥητέον δὲ ὅτι τῷ ἅπαξ ἀναγκασθέντι ἀποθανεῖν νέῳ τοῦτο ἔοικεν, ὁ δὲ τὸν ἐκ προπετείας ὑφίστατο θάνατον. διό φησι σαφηνίζων τὸν νοῦν· πάντα δὲ καλὰ θανόντι περ ὅττι φανήῃ (v. 73), ὡς ἄρα καλὸν τὸ ἀποθανεῖν ὑπὲρ πατρίδος καὶ οἰκείων ἐπὶ λυσιτελείᾳ τῶν προσηκόντων, ἵν' ᾖ· πάντα δὲ τὰ τῆς αἰκίας καλά εἰσι τῷ θανόντι, ἐὰν ἐκ τοῦ ἀποθανεῖν καλόν τι φανῇ καὶ λυσιτελές· σὺ δὲ, φησὶ, ῥιψοκινδύνως ταῦτα βούλει παθεῖν, οὐκ ὠφελῶν τοὺς οἰκείους.

[71]    ζητοῦσί τινες, πῶς τὸν Σκάμανδρον ἀπὸ τῆς Ἴδης εἰπὼν ῥεῖν ‑ κατηρίθμητο γὰρ δῖός τε Σκάμανδρος (Μ 21) τοῖς ἀπ' Ἰδαίων ὀρέων ἅλαδε προρέουσιν ‑ ὕστερόν φησιν·

   κρουνὼ δ' ἵκανον καλλιρρόω, ἔνθα δὲ πηγαὶ

   δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος,

ὑπὸ τὸ τεῖχος τὰς πηγὰς τοῦ Σκαμάνδρου λέγων ῥεῖν· μάχεται γὰρ δὴ τὸ ἐν τῷ πεδίῳ ὑπὲκ κατ' ἀμαξιτὸν τὰς πηγὰς εἶναι τοῦ Σκαμάνδρου τῷ ἐκ τῆς Ἴδης αὐτὸν λέγοντι ῥεῖν. λύεται δὲ ἐκ τῆς παραλείψεως τῆς ἔξ. ἔστι γὰρ τὸ πλῆρες, ὅτι πηγαὶ δύο ἐκ τοῦ Σκαμάνδρου ἀνίασι κατὰ τὸ πέδον, ἀλλ' οὐχ ὅτι τοῦ Σκαμάνδρου εἰσὶν αἱ ἐν τῷ πεδίῳ πηγαί.

[165sqq]    ..... πῶς δὲ, φασὶν, ὁ ποδωκίστατος πάντων οὐ καταλαμβάνει τὸν Ἕκτορα; πρόχειρον μὲν οὖν τὸ λέγειν ὅτι Ἀπόλλωνα ἔχει συμμαχοῦντα, καὶ ὅτι ὁ μὲν Ἀχιλλεὺς ἄριστός ἐστι, πλὴν κέκμηκεν ὑπὸ Ξάνθου καὶ Ἀγήνορος (Φ 571 sqq.), ὁ δὲ Ἕκτωρ καὶ ἀναπέπαυται παρὰ τῷ τείχει καὶ περὶ ψυχῆς τρέχει. οὐκ ἦν τε ἐξ εὐθείας ἡ δίωξις τῷ Ἀχιλλεῖ προϋποτρέχοντι παρεκκλίνοντα τὸν Ἕκτορα.

   πῶς τάχιστος ὢν ὁ Ἀχιλλεὺς οὐ καταλαμβάνει τὸν Ἕκτορα; καί φασιν οἱ μὲν ἐπίτηδες αὐτὸν ὑπὸ τοῦ ποιητοῦ καταπεπονῆσθαι πολλῷ πόνῳ πρότερον, ἵν' ὥσπερ ἐν θεάτρῳ νῦν μείζονα κινήσῃ πάθη, οἱ δὲ ὅτι, τὸν ἐνδοτέρω καὶ πρὸς τῷ τείχει δρόμον Ἕκτορος ποιουμένου, Ἀχιλλεὺς διπλάσιον ἔκαμεν ἔξωθεν περιθέων.

[71]    Μεγακλείδης πλάσμα εἶναί φησι τοῦτο τὸ μονομάχιον. πῶς γὰρ τοσαύτας μυριάδας νεύματι Ἀχιλλεὺς ἀπέστρεφεν (v. 205);

[71]    Διοκλῆς φησιν ὅτι συμβαίνει τῷ κύκλῳ περιτρέχοντι εἰς τὸν αὐτὸν τόπον παραγίνεσθαι [τετράκις, ὅταν τρεῖς συμπληρώσῃ κύκλους]. τρεῖς γὰρ ποιήσαντες κύκλους τοῦτον ποιοῦσι τέταρτον.

[183]    Θ 39. 40.

[201]    v. 165 sqq.

[205]    ibid.

[208]    ibid.

[210]    ad Θ 70, p. 118, 1.

[231]    ἄτοπον θεὸν οὖσαν πλανᾶν τὸν Ἕκτορα. ἢ τὰ ἴσα πράττει Ἀπόλλωνι, ἐπεὶ κἀκεῖνος ἐπέθετο ‹ἐπείθετο L› Πατρόκλῳ καὶ Ἀχιλλεῖ ‹Πατρόκλῳ μαχομένῳ Vict. f. 4124a›.

[293]    ..... ἀεὶ δὲ δύο ἔχων δόρατα ‑ πάλλων γάρ φησιν ὀξέα δοῦρα (Ζ 104. Λ 212) ‑ πῶς νῦν οὐκ ἔχει; ἢ κατὰ τὸ σιωπώμενον θάτερον ἐν τῷ δρόμῳ πρὸς βάρος ὂν ἀπεβάλετο.

[318]    καὶ μὴν τῶν πλανήτων ἐστίν, ἤτοι τῆς Ἀφροδίτης. ἢ οὖν ἀντὶ τοῦ ἀνίσταται, ἀνατέλλει· ἢ πρὸς τὴν ἡμῶν φαντασίαν, καθὸ οὐ δυνάμεθα συνιδεῖν τὸν δρόμον αὐτοῦ.

[391]    ..... πῶς δὲ τὸν πολέμιον Ἀπόλλωνα ὑμνεῖ, οὗ ὁ ὕμνος; ἢ ὡς Τρῶες Ἀθηνᾶν εὐμενίζονται (Ζ 87), οὕτως οὗτος τὸν θεόν· οὐδεὶς γὰρ ἐχθρὸς εἶναι δύναται θεῷ. ἢ εὕρημα μὲν αὐτοῦ ὁ παιάν, οὐ πάντως δὲ ἀεὶ εἰς αὐτὸν ᾀδόμενος.

[397]    Ω 15.

[406]    (et 431 ap. Dind. vol. II, p. 244, 27). v. 466 sqq.

[431]    τί νυ βείομαι, τουτέστιν εἰς τί βιώσομαι. τὸ δὲ βείω παρὰ τὸ βαίνειν τὸν ζῶντα ἐπὶ τὴν γῆν· ὄφρ' ἂν ἐγὼ βείω προτὶ Ἴλιον (Ζ 113). ὅτι γὰρ ζῶντα λέγει ἕκαστον ἐπὶ τῆς γῆς βαδίζειν· ὅσσα τε γαῖαν ἐπιπνείει τε καὶ ἕρπει (Ρ 447). αἰῶνα δὲ λέγει τὸν ἑκάστου βίον· ἐκ δ' αἰὼν πέφαται (Τ 27), ἔφθαρται δὲ αὐτοῦ ὁ βίος, καὶ μινυνθάδιος δέ οἱ αἰών (Δ 478), ὅπερ ἐν ἄλλοις· ἆνερ, ἀπ' αἰῶνος νέος ὤλεο (Ω 725), ἀπὸ τοῦ βίου νέος· οὐ γηράσας τὸν βίον οὐδὲ τὸν αἰῶνα καὶ βίον πολυχρόνιον ἔσχες. καὶ πάλιν φίλης αἰῶνος ἀμερθῇς (Χ 58), ὅμοιον τῷ γλυκὺς αἰών (ε 152). καὶ τίς ὁ αἰὼν ἐξηγούμενος· τῇ περ ῥηίστη βιοτή (δ 565). τὰ δὲ τῇ βιοτῇ ἀναγκαῖα βίοτος· βίοτον δέ τοι ἄλλοι ἔδουσι (ν 419)· καὶ ζωήν· ἡ γάρ οἱ ζωὴ ἦν ἄσπετος, οὔ τινι τόσση (ξ 96).

[447sqq]    ἐζήτηται πῶς τοσούτου γενομένου θορύβου μόλις Ἀνδρομάχη προῆλθεν. φασὶ δὲ ὡς ὅτι ἡ προτέρα τοῦ ἀνδρὸς ἐπίπληξις ἡ ἐν τῇ Ζ (490 sqq.) σωφρονεῖν αὐτὴν ἀναγκάζει.

[466sqq]    πῶς Ἑκάβη μὲν οὐ πίπτει, Ἀνδρομάχη δὲ τοῦτο πάσχει; ῥητέον οὖν ὅτι ἐκείνη μὲν ἐκ τοῦ κατ' ὀλίγον καὶ ἐκ προσαγωγὴς δεξαμένη τὸ πάθος οὐχ ἡττήθη τῷ κακῷ τοσοῦτο, Ἀνδρομάχῃ δὲ ἀπροσδοκήτως ἐμπεσὸν εἰκότως ἐπεκράτησεν.

   οὐ λειποψυχεῖ (ἡ Ἑκάβη) ὡς ἐθὰς φόνων υἱῶν πολλῶν καὶ προαρξαμένη τῆς λύπης ἐν τῷ διώκεσθαι αὐτόν. τῇ δὲ Ἀνδρομάχῃ ἀθρόον προσέπεσε τὸ πάθος.

   καὶ πῶς ἀποψύξασα ἐνεργεῖ; ἔστι δὲ σύνηθες Ὁμήρῳ τὸ ὀφειλόμενον ἁπλῶς ἑρμηνεύεσθαι ἐν δυσὶ περικοπαῖς ἐκφέρειν· αὐτὰρ ἐπὴν πάντα τελευτήσῃς τε καὶ ἔρξῃς (α 293) ἀντὶ τοῦ ἔρξας τελευτήσῃς, ἄνεσάν τε πύλας καὶ ἀπῶσαν ὀχῆας (Φ 537) ἀπώσαντες ἄνεσαν, τιμήσῃ, ὀλέσῃ δὲ πολέας (Β 4) ἀντὶ τοῦ ὀλέσας τιμήσῃ, φθέγγεο καὶ ἐγρήγορθαι ἄνωχθι (Κ 67) ἀντὶ τοῦ φθεγγόμενος ἄνωχθι γρηγορεῖν. οὕτως ἐκάπυσσε, τῆλε δ' ἔχεεν (Χ 467. 68) ἀντὶ τοῦ χέασα τῆλε ἐκάπυσσε. τινὲς δὲ ὡς τὸ θρέψασα τεκοῦσά τε (μ 134).

[487]    ἕως τοῦ δακρυόεις δέ τ' ἄνεισι (v. 499) ἀθετοῦνται στίχοι ιγ΄, ὡς καὶ τὴν σύνθεσιν εὐτελεῖς καὶ τῷ καιρῷ ἀνάρμοστοι· ἀδολεσχίαν γὰρ ποιοῦσι τοσούτῳ προσώπῳ περικείμενοι. ἀλλὰ ἦθος γυναικῶν ἄκρως ἀπεμιμήσατο· σύνηθες γὰρ γυναιξὶ πολυλογεῖν ἐν τοῖς πένθεσι καὶ μάλιστα ἐπὶ τοῖς παισὶ πάθος κινεῖν.

[23]

[71]    Πῶς ὁ μὲν Πάτροκλος λέγει· θάπτε με ὅττι τάχιστα, πύλας Ἀίδαο περήσω, εἰπὼν δὲ καὶ τὴν αἰτίαν προστίθησι δι' ἣν βούλεται ταφῆναι (τῆλέ με εἴργουσι ψυχαὶ εἴδωλα καμόντων), ἐν δὲ τῇ Ὀδυσσείᾳ, ἀποθανόντων τῶν μνηστήρων πρὶν ταφῆναι, φησὶν

   Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο

   ἀνδρῶν μνηστήρων (ω 1. 2),

εἶτα ἄγει λαβὼν αὐτὰς εὐθὺς εἰς Ἅιδου, κἀκεῖ τοῖς περὶ τὸν Ἀγαμέμνονα ἐντυγχάνουσιν; εἰ γὰρ οἱ ἄταφοι τοῖς ἄλλοις οὐ μίγνυνται νεκροῖς, ἐνταῦθα δὲ πλησιάζουσιν, μὴ ἐναντίωμα ᾖ. λύεται δὲ τοῦτο ἐκ τοῦ προσώπου· τὰ μὲν γὰρ περὶ τοὺς μνηστῆρας ὁ ποιητὴς ἀπεφήνατο, καὶ τὸ ἀληθὲς οὕτως ἔχει· τὰ δὲ ἕτερα φαντασθῆναί φησι τὸν Ἀχιλλέα, εἴτε ἀληθῶς ἐπιστάντος αὐτῷ εἴτε καὶ ἄλλως τοῦτο νομίσαντα.

[170]    Quae ab Eustathio, p. 1294, 14, <21Porphyriana>21 afferuntur e libro de Antro Nympharum, cap. 18, petita sunt.

[259]    Scholium quod h. l. in codd. BL legitur, de quo pauca ad p. 5, 5 sqq. attuli, re diligentius pensitata non h. l. sed Ω 221 edendum .

[269]    διὰ τί Ἀχιλλεὺς ἐν τῷ τετάρτῳ ἀγῶνι πλεῖστον ἀποδίδωσιν ἆθλον· τὰ γὰρ δύο τάλαντα τοῦ χρυσοῦ πλεῖον ἵππου καὶ γυναικός. ὅτι δὲ οὐκ ὀλίγον ἦν, σῆμα ὅτι ἐν Λιταῖς προτίθησι δέκα τάλαντα χρυσοῦ πρὸς πολλῇ προικί (Ι 122). λύων οὖν ὁ Ἀριστοτέλης τὸ τάλαντον οὔτε ἴσον φησὶ τότε καὶ νῦν εἶναι οὔτε ἀφωρισμένῳ χρῆσθαι σταθμῷ, ἀλλὰ μέτρον τι μόνον εἶναι, ὡς καὶ φιάλη σχῆμά τι ἀφωρισμένον οὐκ ἔχον σταθμόν, μέτρον δέ τι. καὶ τὸ τάλαντον δὲ μέτρον τί ἐστι, πόσον δὲ οὐκέτι ἀφωρισμένον· διὸ καὶ τὸ ἀντικείμενον αὐτοῖς ὑπερφίαλον καὶ ἀτάλαντον. ὥσπερ γὰρ τὸ ὑπερφίαλον τὸ πολὺ σημαίνει καὶ ἄμετρον, ὡς τῆς φιάλης ἐμμέτρου οὔσης (ὑπερφίαλος γὰρ ὁ ὑπερβάλλων τῇ ἀμετρίᾳ τὸ μέτρον τῆς φιάλης), οὕτω καὶ ἀτάλαντος ὁ ἐξῃρημένος τοῦ μέτρου τοῦ κατὰ τὸ τάλαντον. ὁ δὲ ἐκ τῶν ἀνίσων ἐκβεβηκὼς ἴσος ἂν εἴη. ὁ γὰρ οὐκ ἄνισος, οὗτος καὶ ἀτάλαντος, ὁ τὸ ἄνισον τῶν ταλάντων μὴ ἔχων, διὸ καὶ ἴσος. ὃ γὰρ ἐν ἄλλοις ἔφη ἶσος Ἐνυαλίῳ (Χ 132), τοῦτο δεδήλωκεν ἐν τῷ ἀτάλαντος Ἄρηι (e. c. Β 627).

[296sqq]    ἀπεσέμνυνε τὴν ἵππον οὕτως αὐτὴν εὐγενίσας ὥστε καὶ δῶρον ἀστρατείας δοθῆναι. κρείττονα ‹κρεῖττον L› δὲ ἡγήσατο πολεμικὴν ἵππον ὑπὲρ ἀπόλεμον ἄνθρωπον Ἀγαμέμνων.

[422]    οὐ δεῖ δυσχεραίνειν, εἰ τῶν νῦν παιδευτῶν τοὺς πολλοὺς λανθάνει τινὰ τῶν Ὁμηρικῶν, ὅπου καὶ τὸν δοκοῦντα εἶναι ἀκριβέστατον καὶ πολυγράμματον Καλλίμαχον ἔλαθεν ἡ διαφορὰ τῆς ἁρματροχίας, ἣν ἔχει πρὸς τὴν χωρὶς τοῦ ρ λεγομένην ἁματροχίαν. ἔστι δὲ ἁματροχία τὸ ἅμα τρέχειν καὶ μὴ ἀπολείπεσθαι, οἷον ὁμοδρομία τις οὖσα· τρόχους γὰρ τοὺς δρόμους ἔλεγον, ἁρματροχία δὲ τῶν τροχῶν τὸ ἴχνος. ἄμφω δὲ παρ' Ὁμήρῳ κεῖται, τὰς δυνάμεις αὐτοῦ τοῦ ποιητοῦ ἐξηγησαμένου. ὅτι γὰρ τὸ ἅμα τρέχειν δηλοῖ ἡ ἁματροχία, παρίστησιν ἐπὶ τοῦ Μενελάου λέγων τῇ ῥ' εἶχε Μενέλαος ἁματροχίας ἀλεείνων (Ψ 422)· ὑπελείπετο γὰρ διὰ τὸν ῥωχμὸν τῆς γῆς καὶ τὴν ῥῆξιν τὴν συνέμπτωσιν τοῦ δρόμου φυλαττόμενος. τοῦτο γὰρ μεταλαβὼν ἐν ἄλλοις ἐξηγήσατο εἰπὼν αἰὲν ὁμοστιχάει (Ο 635). καὶ ἐπὶ τοῦ Εὐμαίου δὲ ἐχομένου τῆς τροφοῦ καὶ συμβαδίζοντος μετὰ δρόμου αὐτῇ φησι (ο 450. 51)·

   παῖδα γὰρ ἀνδρὸς ἐῆος ἐνὶ μεγάροις ἀτιτάλλω,

   κερδαλέον δὴ τοῖον, ἁματροχόωντα θύραζε, τουτέστιν ἤδη μοι ἔξω συντρέχειν δυνάμενον καὶ βάδην σὺν ἐμοὶ πορευόμενον, οὐκ ἐπικολπίδιον·

   ἡ δέ με χειρὸς ἑλοῦσα δόμων ἐξῆγε θύραζε (ο 465). ἁματροχία μὲν οὖν οὕτως. μετὰ δὲ τοῦ ρ ἁρματροχία ὅτι τὸ ἀπὸ τῶν τροχῶν δηλοῖ, αὐτὸς πάλιν παρίστησι λέγων·

         οὐδέ τι πολλὴ

   γίνετ' ἐπισσώτρων ἁρματροχίη κατόπισθεν

   ἐν λεπτῇ κονίῃ (Ψ 504)·

διὰ γὰρ τὸ λεπτὸν καὶ ὀλίγον τῆς κόνεως μὴ πολὺ γίνεσθαι τὸ τῶν ἐπισσώτρων ἴχνος φησίν. ἐξηγήσατο δὲ πῶς γίνεται ἴχνος, ὅτι λειπόμενον ὀπίσω τοῦ ἱεμένου εἰς τὸ ἔμπροσθεν. ἀγνοήσας δὲ ταῦτα ὁ Καλλίμαχός φησιν (fr. CXXXV)·

   ἀλλὰ θεόντων

   ὡς ἀνέμων, οὐδεὶς εἶδεν ἁματροχίας. βούλεται μὲν γὰρ εἰπεῖν, ὡς οὐδεὶς εἶδεν ἴχνος διὰ τὸ θεῖν ὡς ἀνέμους· ἁματροχίαι δὲ οὐ δηλοῦσι τὰ ἴχνη τῶν θεόντων ἁρμάτων, ἀλλ' αἱ μετὰ τοῦ ρ λεγόμεναι ἁρματροχίαι.

[451]    καὶ πῶς ἐκτὸς ὄντας ἀγῶνος ὁ ἀγωνοθετῶν Ἀχιλλεὺς διαλύει (v. 491); ἴσως οὖν αἰσθόμενος διαπληκτιζομένων ἀναστὰς κωλύει .....

[451]    .... ζητεῖται γὰρ τί ἐστι τὸ πλήθει πρόσθε βαλόντες, καὶ ὁποῖοί τινες ἦσαν τὴν φύσιν, ὡς λέγεσθαι ἐπ' αὐτῶν οἱ δ' ἄρ' ἔσαν δίδυμοι, τίς τε τῆς ἁρματηλασίας ὁ τρόπος, καὶ τί τὸ τῆς νίκης αἴτιον. Αὐτόδωρος μὲν οὖν ὁ Κυμαῖος τὴν μὲν φύσιν αὐτῶν, οἵα τίς ποτέ ἐστιν, οὐ προσποιεῖται, τινὰς δέ φησι λέγειν ὅτι ἅρματα πλείονα καθῆκαν εἰς τὸν ἀγῶνα, οἷς ἐνεπόδιζον τὰ τῶν ἀντιπάλων, καὶ τοῦτο εἶναι τὸ πλήθει πρόσθε βαλόντες. ἄλλοι δέ φασι πρὸς τὴν ἄφεσιν τῶν ἁρμάτων συνηγωνίσθαι τοῖς Ἄκτορος υἱοῖς τοὺς ἀθλοθετοῦντας, διόπερ ἀφῆκαν πολὺ προλαβεῖν τὰ τούτων ἅρματα, καὶ τουτέστι τὸ πλήθει πρόσθε βαλόντες. Ἀρίσταρχος δὲ διδύμους ἀκούει οὐχ οὕτως ὡς ἡμεῖς ἐν τῇ συνηθείᾳ νοοῦμεν, οἷοι ἦσαν καὶ οἱ Διόσκοροι, ἀλλὰ τοὺς διφυεῖς, δύο ἔχοντας σώματα, Ἡσιόδῳ (fr. XCIX) μάρτυρι χρώμενος, καὶ τοὺς συμπεφυκότας ἀλλήλοις. οὕτως γὰρ καὶ τὸ λεγόμενον ἐπ' αὐτῶν σαφηνίζεσθαι ἄριστα· ἀναστάντος γὰρ δὴ τοῦ Νέστορος ἐπὶ τὸν ἀγῶνα καὶ αὐτοὺς ἀναστῆναι, εἶτα τὸν μὲν Νέστορα λέγειν ὡς οὐ δίκαιοι εἶεν ἀγωνίζεσθαι παρηλλαγμένοι τὴν φύσιν ὄντες· ὁ δὲ δῆμος συναγωνίζοιτο αὐτοῖς, καὶ λέγοι ὡς εἶεν εἷς ἀμφότεροι καὶ διὰ τοῦτο ὀφείλοιεν ἑνὸς ἐπιβαίνειν ἅρματος ἅτε δὴ συμπεφυκότες, καὶ κρατοῖέν γε οἱ πολλοί, καὶ τοῦτο εἶναι τὸ πλήθει πρόσθε βαλόντες.

   διὰ τί προκρίνει Αἴαντος; διὰ τὴν στάσιν· θρασὺς γὰρ ὢν οὐκ ἂν ἠνέσχετο, ἢ καὶ ἔτι πολεμῆσαι ἠθέλησεν.

[826]    ... διὰ τί δὲ μὴ ποιεῖ καὶ δευτερεῖα; ὅτι μὴ μέγα ἦν τὸ κατόρθωμα, ἀλλὰ καὶ μεμπτὸς ὁ ἀπολειπόμενος, ὁ δὲ νικήσας εἶχε τὸν σόλον ....

   .... διὸ οὐδὲ δευτερεῖα τίθησιν· οὐ γὰρ ἦν αὐτὸν διαιρεῖν. ἢ ὡς καταφρονητικοῦ ἀσκήματος καὶ μὴ ἔχοντος ἐνάρετον ἐπίδειξιν.

[859]    καὶ πῶς φησιν Ὀδυσσεὺς οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ (θ 219); πρὸς τοὺς ἀγνωρίστους καυχᾶται, ὡς καὶ τὸ δουρὶ δ' ἀκοντίζω ὅσον οὐκ ἄλλος ὀιστῷ (θ 229).

[862sqq]    τί λέγει ἐν τούτοις τοῖς ἔπεσι ζητήσειεν ἄν τις·

   Τεῦκρος δὲ πρῶτος κλήρῳ λάχεν, αὐτίκα δ' ἰὸν

   ἧκεν ἐπικρατέως

καὶ τὰ ἑξῆς μέχρι τοῦ

     ἀτὰρ δὴ ὀιστὸν ἔχεν πάλαι ὡς ἴθυνεν (v. 862-71).

οἱ μὲν ἔφασαν σπεύδοντα τὸν Μηριόνην ἑλκύσαι τὸ τόξον τὸν ὀιστὸν ἔχοντα πάλαι ἐγκείμενον, δηλονότι ἐνηρμοσμένον τῇ νευρᾷ· σημαίνει γὰρ διὰ τούτων ὅτι τοξεύοντος τοῦ Τεύκρου εἱστήκει ὁ Μηριόνης κρατῶν τὸ τόξον ἐντεταμένον, ἡρμοσμένον ἔχων τὸν ὀιστὸν πάλαι ἐν τῇ νευρᾷ· τότε δ' εἵλκυσε τὴν νευράν, ὡς ἴθυνε βέλος. ἢ οὖν τοῦτο λέγει, ἢ ὅτι τὸ τόξον μὲν ἦν ἓν, ᾧ ἔμελλε τοξεύειν, βέλη δὲ δύο, ἑκατέρῳ ἑνὸς δοθέντος. τὸν μὲν οὖν ὀιστὸν κατεῖχε πάλαι ὁ Μηριόνης, ἕως ἴθυνεν ὁ Τεῦκρος καὶ ἐτόξευε λαχὼν πρῶτος· ἐπεὶ δ' ἀπετόξευσε καὶ ἀπέτυχε, σπερχόμενος ὁ Μηριόνης ἐξείλετο τὸ τόξον ἐκ τῆς χειρὸς τοῦ Τεύκρου· τοῦτο γὰρ παρίστησι τὸ

   σπερχόμενος δ' ἄρα Μηριόνης ἐξείρυσε χειρὸς

   τόξον, ἀτὰρ δὴ ὀιστὸν ἔχεν πάλαι, ὡς ἴθυνεν,

[ἐνηρμοσμένον τῇ νευρᾷ ἐξείρυσε τόξον, ὡς ἴθυνε τὸν ὀιστόν· εἶχε πάλαι δηλονότι ἐνηρμοσμένον τῇ νευρᾷ]. ἀντιδιαιρεῖ γὰρ τί μὲν κατεῖχε πάλαι ὁ Μηριόνης καὶ τί ὕστερον ἔλαβε· τὸν μὲν γὰρ ὀιστὸν εἶχε πάλαι ὡς ἴθυνε. πῶς οὖν πάλαι; τοσοῦτόν φησι χρόνον ὡς ἴθυνεν ὁ Τεῦκρος πρῶτος τοξεύων. τὸ δὲ τόξον ἐξείρυσε χειρός, ὃ οὐ κατέσχεν αὐτός, τῆς τοῦ Τεύκρου. σπερχόμενος δὲ διὰ τὸ ἁρπάζοντι ἐοικέναι, διὰ τὸ τάχος τῆς πετομένης περιστερᾶς.

[870]    ad v. 862 sqq.

[24]

[1]    Διὰ τί ὁ Ἀχιλλεὺς τὸν Ἕκτορα εἷλκε περὶ τὸν τάφον τοῦ Πατρόκλου, παρὰ τὰ νενομισμένα ποιῶν εἰς τὸν νεκρόν; ἢ παρανομοῦσι τὰ αὐτὰ οὐχ οἱ ἀμυνόμενοι ἀλλ' οἱ ἄρχοντες, ὁ δὲ Ἕκτωρ πρότερος ἐνεχείρησε λωβήσασθαι τὸν Πάτροκλον τοιαῦτα. τίς γὰρ ἡ γνώμη Ἕκτορος περὶ Πατρόκλου;

        μάλιστα δὲ φαίδιμος Ἕκτωρ

   ἑλκέμεναι μέμονεν· κεφαλὴν δέ ἑ θυμὸς ἀνώγει

   πῆξαι ἀνὰ σκολόπεσσι ταμόνθ' ἁπαλῆς ἀπὸ δειρῆς (Σ 17577). εἵλκυσταί τε πρότερος Πάτροκλος διὰ τὴν τῶν Τρώων περὶ τὸν νεκρὸν προθυμίαν·

   ὡς δ' ὅτ' ἀνὴρ ταύροιο βοὸς μεγάλοιο βοείην

   λαοῖσι δοίη τανύειν μεθύουσαν ἀλοιφῇ·

   δεξάμενοι δ' ἄρα τοίγε διαστάντες τανύουσι

   κυκλόσ', ἄφαρ δέ τε ἰκμὰς ἔβη, δύνει δέ τ' ἀλοιφή,

   πολλῶν ἑλκόντων, τάνυται δέ τε πᾶσα διαπρό·

   ὣς οἵ γ' ἔνθα καὶ ἔνθα νέκυν ὀλίγῃ ἐνὶ χώρῃ

   εἷλκον ἀμφότεροι (Ρ 38995)· καὶ πάλιν·

   Ἕκτωρ μὲν Πάτροκλον, ἐπεὶ κλυτὰ τεύχε' ἀπηύρα,

   ἕλχ', ἵν' ἀπ' ὤμοιιν κεφαλὴν τάμοι (Ρ 125-26).

ἐκείνων οὖν λελυκότων τὸν νόμον, οὕτως ἐχρήσατο αὐτοῖς Ἀχιλλεύς· ὅταν γὰρ βουλόμενός τις κωλυθῇ, ἐκεῖνος μὲν πεποίηκεν, ἀλλ' ὁ πάσχων οὐδὲν πέπονθε. Πάτροκλος δὲ φθάσας περιείλκυσται γυμνὸς ἐν τῷ πεδίῳ διὰ πρόφασιν τῶν προθεμένων αἰκίσασθαι τὸ σῶμα, ὥστ' ἀπολαμβάνοντι ἔοικεν ὁ Ἕκτωρ ἃ δέδρακεν, οὐ μὴν πάσχοντι τὰ παράνομα. καὶ φιλανθρωπότερόν γε, ὅτι μόνον ἃ δρᾶσαι δεδύνηται πέπονθεν, οὐχ ὅσα δὲ δρᾶσαι διενοήθη. ἔστι δὲ λύειν, φησὶν Ἀριστοτέλης (fr. 158 Acad. Ber.), καὶ εἰς τὰ ὑπάρχοντα ἀνάγοντα ἔθη, ὅτι τοιαῦτα ἦν, ἐπεὶ καὶ νῦν ἐν τῇ Θετταλίᾳ περιέλκουσι περὶ τοὺς τάφους.

   διὰ τί Ἀχιλλεὺς θανόντα σύρει τὸν Ἕκτορα; λέγομεν οὖν, ὅτι οὐ δι' ὠμότητα, ὅς γε καὶ Ἠετίωνα φονεύσας οὐκ ἐσύλησεν, ἀλλὰ σὺν αὐτοῖς τοῖς ὅπλοις ἔθαψεν (Ζ 417), ἀλλ' ὅτι πρότερος ὁ Ἕκτωρ εἰς τὸν Πάτροκλον ἀεικέα μήσατο ἔργα, οἷα καὶ λέγει περὶ αὐτοῦ·

   κεφαλὴν δέ ἑ θυμὸς ἄνωγε

   πῆξαι ἀνὰ σκολόπεσσι, ταμόνθ' ἁπαλῆς ἀπὸ δειρῆς (Σ 176. 77)· παρανομοῦσι δὲ οὐχ οἱ ἀμυνόμενοι ἀλλ' οἱ ἄρξαντες. ὁ δὲ Καλλίμαχός φησιν, ὅτι πάτριόν ἐστι Θετταλοῖς τοὺς τῶν φιλτάτων φονέας σύρειν περὶ τοὺς τῶν φονευθέντων τάφους· Σίμωνα γάρ φησι Θετταλὸν τὸ γένος Εὐρυδάμαντα τὸν Μειδίου σῦραι ἀποκτείναντα Θρασύλον τὸν ἀδελφὸν αὐτοῦ, ἁψάμενον τοῦ νόμου πρῶτον· τὸν γὰρ φονέα ἐξάψαι τοῦ δίφρου καὶ περὶ τὸν τοῦ τετελευτηκότος τάφον ἕλκειν, φησὶν, ὁ νόμος ἐκέλευεν. ὅθεν καὶ Ἀχιλλεὺς ὡς Θετταλὸς πατρίῳ ἔθει τοῦτο πεποίηκεν.

[22]    Schol. de v. ἀεικίζειν et sim. notione v. in extr. opere (ζητ. 35).

[73]    ψευδὲς τοῦτο. τάχα οὖν φησιν ὅτι ὡς μήτηρ συμπάρεστιν αὐτῷ τῷ νεκρῷ Ἀχιλλεύς. ἢ ὑπερβολικῶς τοῦτο εἶπεν ἀπὸ τοῦ συνεχῶς αὐτὴν ἐκεῖσε φοιτᾶν.

[81]    v. ad p. 164, 12 sqq.

[117]    τὸ δὲ ἐφήσω οὐκ ἔστιν ἐπιπέμψω ἁπλῶς, ἀλλ' ἔστιν ἐντολὰς αὐτῇ δοὺς πέμψω. τίς δὲ ἡ ἐντολή; λύσασθαι φίλον υἱὸν ἰόντ' ἐπὶ νῆας Ἀχαιῶν· ἐφετμὴ γὰρ ἐντολή, παρὰ τὸ ἐφίεσθαι γεγονυῖα, ὅ ἐστιν ἐντέλλεσθαι· ὑμέων δ' ἀνδρὶ ἑκάστῳ ἐφιέμενος τάδε εἴρω (ν 7), ὡς εἰ ἔλεγεν ἐφετμὰς ποιούμενος.

[130]    ἀθετεῖται· ἀνοίκειος γὰρ ἥρωι καὶ θεῷ. ἴσως διὰ τὸ πολλοὺς ἀντ' αὐτοῦ κτήσασθαι ἐκγόνους. ἢ τάχα ὑποκλέπτουσα αὐτὸν τοῦ πένθους ταῦτά φησι. συγκοιμᾶται οὖν Βρισηίδι μετὰ ταῦτα (v. 675).

[172]    ad ζητ. ιζ΄.

[221]    Ὅμηρος, ὁπόταν τὸ γένος προείπῃ καὶ τὸ συνεκτικόν τινων, ἐπιφέρειν εἴωθε καὶ τὰ περιεχόμενα εἴδη, οὐ μέντοι διὰ τοῦ διαζευκτικοῦ συνδέσμου, ὃς οὐκ ἔστι συναγωγός, διὰ δὲ τοῦ συμπλεκτικοῦ καὶ ἀναφορικοῦ καὶ ὑπάρχειν πάντα σημαίνοντος, ὥσπερ ἐν τούτοις· νηῶν δ' ἔκφερ' ἄεθλα (Ψ 259)· τὸ γενικὸν τοῦτο· τὰ δὲ εἴδη·

   λέβητάς τε τρίποδάς τε

   ἵππους θ' ἡμιόνους τε βοῶν τ' ἴφθιμα κάρηνα

   ἠδὲ γυναῖκας ἐυζώνους πολιόν τε σίδηρον.

πάλιν εἰπὼν πολλὰ δ' ἀγάλματ' ἀνῆψεν (γ 274) ἐπάγει τὸ εἶδος, ὑφάσματά τε χρυσόν τε, καὶ πάλιν εἰπὼν μῆλα ἐπάγει τὸ εἶδος, ὄιές τε καὶ αἶγες (ι 184). καὶ

   Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήιτος ἦρχον (Β 494), καὶ οἵ θ' Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν. πάλιν φυτόν εἰπὼν (ω 246) ἐπάγει·

   οὐ συκῆ, οὐκ ἄμπελος, οὐ μὲν ἐλαίη,

   οὐκ ὄχνη, οὐ πρασιή τοι ἄνευ κομιδῆς κατὰ κῆπον·

πρὸς μὲν τὸ φυτόν ἀπέδωκε τὴν συκῆν καὶ τὴν ἄμπελον καὶ τὴν ἐλαίαν καὶ τὴν ὄχνην, πρὸς δὲ τὸν κῆπον ταῦτά τε καὶ τὴν πρασιάν. λέγει γὰρ αὐτός που· καί μοι κῆπον ἔχει πολυδένδρεον (δ 737). [κῆπος δὲ ὁ καταπνεόμενος· Ζεφυρίη πνείουσα τὰ μὲν φύει ἄλλα δὲ πέσσει (η 119). καὶ ἀπὸ δὲ ψυχὴν ἐκάπυσεν (Χ 467) ἀντὶ τοῦ ἀπέπνευσε. πρασιὰν δὲ ἀπὸ τῶν λαχανευομένων τόπων πράσοις, ἅπερ καὶ ἐπ' ἐσχάτοις φυτεύουσιν· ἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον ὀρχόν (η 127) καὶ τὰ ἑξῆς ἔπη].

   πάλιν δένδρεα δ' ὑψιπέτηλα κατὰ κρῆθεν χέε καρπόν (λ 588)· δένδρον τὸ γένος, οἷς ἐπάγει τὰ εἴδη· ὄχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι. καὶ πάλιν ὅθι δένδρεα μακρὰ πεφύκει (ε 238), καὶ ἐπάγει· κλήθρη τ' αἴγειρός τ' ἐλάτη τ' ἦν οὐρανομήκης. καὶ εἰπὼν ὁ δ' ἐρινεὸν ὀξέι χαλκῷ τάμνεν (Φ 37) ἐπάγει τὸ εἰδικώτερον· νέους ὄρπηκας. καὶ πάλιν ἀμφόνον εἰπὼν (Κ 297) ἐπάγει τὰ ἐκ τοῦ φόνου· ἂν νέκυας διά τ' ἔντεα καὶ μέλαν αἷμα· καὶ γὰρ οἱ νέκυες καὶ τὸ αἷμα καὶ τὰ ἔντεα ἐκ τοῦ φόνου· καὶ πάλιν ἀλλὰ φόνος τε καὶ αἷμα καὶ ἀργαλέος στόνος ἀνδρῶν (Τ 214). λέγει δὲ καὶ τὸν τόπον, ἔνθα οἱ φονευθέντες, φόνον·

   ἀλλ' ἐξελθόντες μεγάρων ἕζεσθε θύραζε

   ἐκ φόνου εἰς αὐλήν (χ 375). τὸ οὖν ἀμφόνον δύναται ἐπὶ τοῦ τόπου τῶν πεφονευμένων ἀκούεσθαι, ἔνθα ἦσαν οἱ νέκυες καὶ τὰ ἑξῆς. [τὸ δὲ ἐρευγόμενοι φόνον αἵματος (Π 162) ἀποδεδώκαμεν ἀντὶ τοῦ αἷμα φόνου. δύναται δὲ φόνον λέγειν ἐν ὑπερβολῇ τὸ πλῆθος τὸ ἐκ τοῦ αἵματος τῶν φονευθέντων].

   τὰ μὲν οὖν συνεκτικὰ πολλῶν ὁμοῦ οὕτω, τὰ δὲ διαζευκτικά· μάντιν ἢ ἰητῆρα κακῶν ἢ τέκτονα δούρων ἢ καὶ θέσπιν ἀοιδόν (ρ 384. 85). τούτοις οὖν ὅμοιον τὸ τῶν οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες (Ω 221). ὁ δὲ Λειώδης (φ 144) ὅτι οὐκ ἔστι μάντις δῆλον· οὐδὲν γὰρ ποιεῖ αὐτὸν προλέγοντα τοῖς μνηστῆρσιν, ὥσπερ τὸν Θεοκλύμενον·

   ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων

   εἰλύαται κεφαλαί τε πρόσωπά τ' ἔνερθέ τε γοῦνα; (υ 351-2)

καὶ ἐπάγει·

   εἰδώλων πλεῖον πρόθυρον, πλείη δὲ [καὶ] αὐλὴ

   ἱεμένων ἔρεβόσδε, ὡς τῶν παρακολουθούντων αὐτοῖς δαιμόνων ἤδη ἀφισταμένων καὶ εἰς Ἅιδου ἀπιόντων, ὡς καὶ ἐπὶ τοῦ Ἕκτορος ἔφη [ῥέπε δ' Ἕκτορος αἴσιμον ἦμαρ, ᾤχετο δ' εἰς Ἀίδαο], λεῖπε δέ ἑ Φοῖβος Ἀπόλλων (Χ 212 sqq.), καὶ ἐπὶ τῶν ἀποθνήσκειν μελλόντων

   αἱ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ

   ἑζέσθην, Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν

   (Θ 73. 74).

   ἠγνόησάν τινες καὶ τὸν θυοσκόον, ἀποδιδόντες τὸν αὐτὸν μάντιν. δοκεῖ δ' ἐμοὶ ἱερέα αὐτὸν ἀποδιδόναι, ἀπὸ τοῦ καίειν τὰ θύη. λέγει γὰρ καῖε δ' ἐπὶ σχίζῃς ὁ γέρων (Α 462)· ὁ οὖν καίων τὰ τεθυμένα τοῖς θεοῖς θυοσκόος· θεοῖσι δὲ θῦσαι ἀνώγει Πάτροκλον (Ι 219) καὶ τὸν πῦρ κῆαι ἄνωγε (ο 97) καὶ πῦρ μέγα κειάμενος (ψ 51). καὶ ὁ Χρύσης δὲ λέγει· ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί' ἔκηα (Α 40). ἀπὸ συμβεβηκότος οὖν θυοσκόος ὁ ἱερεύων τοῖς θεοῖς ἐκ τῶν ἰδίων, καὶ εἴ τις ἄλλος βούλοιτο. πῶς οὖν ὁ Λειώδης φησὶν αὐτὰρ ἐγὼ μετὰ τοῖσι θυοσκόος οὐδὲν ἐοργὼς κείσομαι (χ 318); πρὸς ὃν ἀποκρίνεται· εἰ μὲν δὴ μετὰ τοῖσι θυοσκόος εὔχεαι εἶναι, πολλάκι που μέλλεις ἀρήμεναι ἐν μεγάροισι, τηλοῦ ἐμοὶ νόστοιο τέλος γλυκεροῖο γενέσθαι (χ 32123)· τοὺς γὰρ ἱερέας ποιεῖ καὶ καταρωμένους, ὥσπερ τὸν Χρύσην, οὐ τοὺς μάντεις. ὅταν οὖν εἴπῃ ἢ οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες (Ω 221), οὐ δεῖ συνάπτειν τῷ θυοσκόοι, ἢ ἱερῆες, ἀλλὰ θυοσκόοι ἢ ἱερῆες, ἵν' ᾖ ἐπίθετον τῶν ἱερέων τὸ θυοσκόοι, τὰ τεθυμένα καίοντες· ὁ γὰρ διαζευκτικὸς ἄλλους καὶ ἄλλους δηλοῖ, ὡς τὸ ἀλλ' ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα ἢ καὶ ὀνειροπόλον (Α 62). περὶ τριῶν γὰρ ἔφη· περὶ μάντεως, ὃς ἐκ σημείων ἢ τεράτων ἢ οἰωνῶν ἢ ἔκ τινων συμβόλων ἢ ἀποβάντων λέγει καὶ μαντεύεται, ὡς ὁ Κάλχας ἐκ τοῦ λοιμοῦ τὴν Ἀπόλλωνος μῆνιν, ἐκ τοῦ δράκοντος καὶ τῶν στρουθῶν τὰ περὶ τὴν πόρθησιν τοῦ Ἰλίου, ὁ δὲ Θεοκλύμενος ἐξ οἰωνῶν, ἀετὸν θεασάμενος τίλλοντα πέλειαν (ο 529), καὶ ἡ Ἑλένη ἐπὶ τῶν ἁρπασάντων τὸν ἥμερον χῆνα ἐκ τῆς αὐλῆς· κλῦτέ μοι, αὐτὰρ ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ ἀθάνατοι βάλλουσιν (ο 172). ὁ μὲν οὖν μάντις τοιοῦτος, ὁ δὲ ἱερεὺς ἀρᾶται καὶ εὔχεται τῷ θεῷ, οὗπερ καὶ τὴν ἱερωσύνην ἔχει, ὡς ὁ Χρύσης καταρᾶται μὴ τυχὼν τῆς θυγατρός, καὶ πάλιν τυχὼν ὑπερεύχεται . ὁ δ' ὀνειροπόλος ἔμπειρός ἐστιν ἀποκρίνασθαι ὀνείρατα, ὥσπερ Πηνελόπη τὸν Ὀδυσσέα καὶ τοὺς χῆνας ὁραθέντας ἐπερωτᾷ ἐνύπνια διελέσθαι καὶ σαφηνίσαι (τ 535 sqq.). καί τινα Εὐρυδάμαντα ὀνειροπόλον γέροντά φησι μὴ κρίνασθαι τοῖς ἑαυτοῦ παισὶν ὀνείρους, ὁπότε ἤρχοντο ἐπὶ τὸν πόλεμον (Ε 150), οὐ μὰ Δία θεασάμενος αὐτός· οὐδὲ μὴν ἐκείνους ἰδεῖν ἔφη, ἐξ ὧν καὶ ἔμελλεν ὁ πατὴρ κρίνειν αὐτοῖς τὸ μέλλον. [ὅτι δὲ διέζευκται ὁ θυοσκόος ἱερεὺς τοῦ μάντεως δῆλον· τῶν οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες].

[221]    [ἐζητήθη ποίου μέμνηται ἐνταῦθα Ὅμηρος αἰετοῦ, τοῦ πυγάργου ἢ τοῦ ἀφροδισίου ἢ πέλλου, περὶ ὧν φησιν ἐν τῇ Ἰλιάδι Κ (274). καὶ πάλιν αἰετοῦ οἴματ' ἔχων μέλανος τοῦ θηρητῆρος, περὶ οὗ φησιν ἐν τῇ Ἰλιάδι Φ (252).] ἔστι δὲ ὁ αὐτός, καλούμενος μορφνὸς ὀνόματι καὶ μέλας δὲ ὤν, περὶ οὗ φησιν Ἀριστοτέλης (hist. anim. IX, 32)· ἕτερος δὲ μέλας χρόαν καὶ μέγεθος ἐλάχιστος καὶ κράτιστος· οἰκεῖ δ' ὄρη καὶ ὕλας, καλεῖται δὲ μελαναίετος καὶ λαγωσφόνος ἔστι δὲ ὠκυβόλος. ἐπεὶ τοίνυν κοινῶς αἰετὸν ἔφη, προσέθηκε μέλανος, εἶτα ἐπικυρῶν τοῦ θηρητῆρος. οἱ δὲ κατεψεύσαντο τοῦ ποιητοῦ ὡς μελανόστου ὑφ' ἓν ὡς Ὀρέστου εἰρηκότος διὰ τὸ καὶ Δημόκριτον ἱστορεῖν ἐπὶ τοῦ ἀετοῦ τὰ ὀστᾶ μέλανα εἶναι, καταψευδόμενοι τῆς ἀληθείας· ὀστοῦν γὰρ μέλαν οὐδενὸς ζώου εὑρίσκεται· οὐδ' ἂν εἶπεν ὁ ποιητὴς ὀστοῦν, εἰωθὼς ὀστέον λέγειν τρισυλλάβως. ἀλλ' οὗτός ἐστιν ὁ μέλας, ὁ θηρητήρ, ὃν Ἀριστοτέλης μὲν κράτιστον ἔφη, Ὅμηρος δὲ ὅς θ' ἅμα κάρτιστός τε καὶ ὤκιστος πετεηνῶν (Φ 253). εἴωθε δὲ καὶ ὁ Ἀρχίλοχος μελάμπυγον τοῦτον καλεῖν· μή τευ μελαμπύγου τύχῃς (fr. 110) ‑ ἄλλος γὰρ ὁ πύγαργος, ἄλλος δὲ ὁ μέλας ὅλος· διὰ τοῦτο καὶ μελάμπυγος ‑ ἀλλ' οὐκ ἐπὶ τούτους ἀναφέρων Θείας υἱοὺς κατωμαδὸν πρὸς Ἡρακλέους φερομένους τὰς ὑπὸ τὰ ἰσχία αὐτοῦ καταμαθεῖν πυλι ..... καὶ γελάσαντας οὕτω τυχεῖν σωτηρίας· ἀλλὰ πρὸς τὸν πύγαργον ἀετὸν (Arist. p. 618 β 19) συγκρίνων καρτερὸν εἶπε τὸν μελάμπυγον. διὸ οὔτε τὸ μελανόστου συναπτέον, οὔτε τὸ μελανόσσου γραπτέον, οἷον μελανοφθάλμου· μελαναίετος γὰρ ὡς ὅλος μέλας· οὔτε, ὥς φησιν Ἀρίσταρχος, ἐγκλίνοντες ἂν προφεροίμεθα μέλανός του· ἐπιτηδεύων γὰρ εἶπε τοῦ θηρητῆρος, ἐπεὶ ὁ μέλας τοιοῦτος. ἀλλὰ τὸ ἄρθρον λυπεῖ προσκείμενον. λυπείτω οὖν καὶ ἐπὶ τῷ Τελαμωνιάδῃ (Ξ 460) καὶ τῷ Ἀσκληπιάδῃ (Λ 614) καὶ οὕνεκα τὸν Χρύσην ἠτίμασεν (Α 11). ἀπὸ δὲ τούτου, ὅτι τὸν αὐτὸν μορφνόν καὶ περκνόν καλεῖ (Ω 316), συναγάγοι ἄν τις ἐκ τοῦ κἀκεῖνον θηρητῆρα εἰπεῖν μορφνὸν θηρητῆρα, εἰ μὴ ἄρα ἄλλως μὲν ὁ περκνός, ὃς καὶ θηρητὴρ κοινῶς εἴρηται, ἄλλως δὲ ὁ μέλας, ὃς καὶ θηρητὴρ ἰδίως καλεῖται.

[420]    Quae a schol. Townleiano (V. Rose, Ar. ps., p. 169, 23) et Victor. (f. 4504a) ex <21Aristotele>21 afferuntur induci non possum ut cum Roseo l. c. et Heitzio, verl. Schrft. d. Ar., p. 269, ad ἀπορήματα Ὁμηρικά referam; quorum sententia si vera esset, paucissima illa verba et a scholiis et ab Eustathio h. l. allata e Porphyrio petita esse summa quidem a . σ , a, a mihi se habere videtur, ut statuendum potius sit, Aristotelem occasione oblata de eadem vel simili re ad vulnera pertinente agentem versum, quem Homeri esse diceret (μῦσεν δὲ περιβροτόεσσα ὠτειλή), obiter attulisse. Neque illa quidem quae apud Suidam leguntur v. μεμυκότα ..... καὶ Ὅμηρος· σὺν δ' ἕλκεα πάντα μέμυκεν. ἐκ παρατηρήσεως Ὅμηρός φησι τῶν ἐν πολέμῳ τρωθέντων τὰ τραύματα μὴ μύειν, μόνου δὲ τοῦ Ἕκτορος κατὰ θείαν πρόνοιαν ..., quibus multum a a a aa η , a parata , θa a vaverint; μόνου δὲ τοῦ Ἕκτορος κτλ. docetur, nisi quod ipso v. 422 continetur.

[515]    παράδοξον τὸ τὸν ἐχθρὸν οὕτω χειραγωγῆσαι καὶ τιμῆσαι. τάχα οὖν τοῦτο ποιεῖ τοῦ γήρως τοῦ πατρὸς μνησθείς.

[527sqq]    ..... ζητοῦσι δέ τινες ἀπὸ τούτων τῶν ἐπῶν, πῶς ἐνταῦθα μὲν ὁ ποιητής φησιν ἐκ θεῶν εἶναι τὰ κακὰ τοῖς ἀνθρώποις, ἐν δὲ τῇ α (34) τῆς Ὀδυσσείας καὶ αὐτούς φησιν ἐπισπᾶσθαι τὰ κακὰ τοὺς ἀνθρώπους· οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε' ἔχουσιν. ῥητέον οὖν ὅτι ἐνταῦθα Ἀχιλλεύς ἐστιν ὁ λέγων ἐκ θεῶν εἶναι τὰ κακά, ἀγνοῶν τὴν ἀλήθειαν· ἐν δὲ τῇ Ὀδυσσείᾳ Ζεύς, ὡς σαφῶς ἐπιστάμενος, λέγει τὴν ἀλήθειαν. λύεται οὖν τὸ ζήτημα προσώπῳ.

   μέμφεται τὴν δόξαν Πλάτων (resp. II, p. 379 D) λέγων, ὡς ὁ

θεὸς ἀγαθόν, οὐδὲν δὲ ἀγαθὸν βλαβερόν, ὃ δὲ μὴ βλαβερὸν οὐδὲ βλάπτει. ἔπλασεν οὖν ταῦτα ὁ ἥρως πρὸς παραμυθίαν Πριάμου, ἐπεὶ καὶ ὁ ποιητὴς ὁμοίως φησίν, ὅταν λέγῃ Ζεύς· οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε' ἔχουσιν (α 34).

[559sqq]    Ἀριστοτέλης (fr. 163) φησὶν ἀνώμαλον εἶναι τὸ Ἀχιλλέως ἦθος. οἱ δέ φασιν ὅτι, ἵνα ἀποστήσῃ αὐτὸν τοῦ ἐφ' Ἕκτορι θρήνου, διὰ τοῦτο δεδίσσει.

   ἀγριαίνεται, ἵνα μὴ διὰ τὰς αἰκίας εἰς θρῆνον ἐλθὼν ὁ Πρίαμος ταράξῃ αὐτόν, καὶ ὅτι συνεχῶς τοῦ ὀνόματος Ἕκτορος ἐμέμνητο.

[515]    τινὲς ἀθετοῦσι· τὴν γὰρ Διὸς κέλευσιν αἰτίαν ἔδει λέγειν τῆς λύσεως. πῶς δὲ δώσει τῷ ἀποθανόντι; ἢ τάχα φησὶν, ὅτι καὶ τὴν Διὸς γνώμην πληρώσας ὅμως οὐκ ἀνάξια τῆς εἰς σὲ κακίας ἔλαβον. ἔθος δὲ τοὺς φόνους ἐπὶ χρήμασι λύειν· καί ῥ' ὁ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλ' ἀποτίσας (Ι 634), καί κέν τίς τε κασιγνήτοιο φόνοιο ποινήν (Ι 632). δώσει δὲ ἀποθανόντι δι' ἐπιταφίων εἰς αὐτὸν ἀγώνων.

[650]    ἐκτὸς μὲν δὴ λέξο· ἀφίστησιν αὐτόν, ἀμάρτυρον θέλων ἔχειν τὴν νυκτερινὴν παρρησίαν πρὸς συνουσίαν, καθάπερ ἡ μήτηρ παρῄνεσεν (v. 130)· αἰδεῖται γὰρ εἰσφέρειν Βρισηίδα ὑπὲρ τοῦ Πριάμου. ἢ ὑπὲρ τοῦ πολλαπλασιάσαι τὴν χάριν. ἢ βεβαιῶσαι θέλει τὰς ἐπαγγελίας τῆς ἀνοχῆς, ὡς πάντων δι' αὐτοῦ γινομένων. ἢ ἴσως οἶδεν Ἀγαμέμνονος τὸ πρὸς τοὺς πολεμίους σκληρόν. οἰκονομεῖται γὰρ νυκτὸς ἀπελθεῖν.

[669]    ... ἐζήτηται δὲ πῶς Ἀχιλλεὺς χωρὶς τῶν βασιλέων ἐπαγγέλλεται τῷ Πριάμῳ ταῦτα ἅπερ ὑπισχνεῖται. ῥητέον οὖν ὅτι Ἀχιλλεὺς τὰ τῶν πολεμίων ἐπετέτραπτο πάντα, καὶ αὐτὸς εἶχε τὴν ἐξουσίαν πάντων τῶν τοῦ πολέμου ἀνοχῶν τε καὶ συμβολῶν.

[765]    ψευδές· οὐ γὰρ εἰκοστὸν ἔτος δύναται εἶναι, ἐξ οὗ εἰς τὸ Ἴλιον ἦλθεν Ἑλένη, εἴ γε δεκαετὴς μὲν ὁ τοῦ πολέμου χρόνος ὁμολογεῖται γεγονέναι, εἰκοστῷ δὲ Ὀδυσσεὺς εἰς Ἰθάκην ἐπανελήλυθεν ἔτει. ῥητέον δὲ ὅτι δέκα ἔτη ἐστρατολόγουν, χειμάζοντες ἐν ταῖς ἰδίαις καὶ θέρους εἰς Αὐλίδα ἀφικνούμενοι. καὶ γὰρ ἤκουον τὸν πλοῦτον καὶ τὴν ἰσχὺν τῶν Τρώων πολλὴν οὖσαν. καί τινες δὲ παρῃτοῦντο τὸν πόλεμον καὶ διὰ τοῦτο ἐκεῖ καθήμενοι ἐστρατολόγουν. νῦν δὲ εἰκοστὸν ἔτος ἐστὶν ἀπὸ τῆς ἁρπαγῆς Ἑλένης. ἐπὶ δὲ Ὀδυσσέως τὰ δέκα ἔτη τῆς στρατολογίας οὐκ ἀριθμητέον.