μετὰ δὲ ταῦτα ἐς τοὺς Πάρθους στρατεύσας πρόφασιν ὅτι οὐκ ἠθέλησεν αὐτῷ ὁ Ἀρτάβανος τὴν θυγατέρα μνηστευσαμένῳ συνοικίσαι (καὶ γὰρ εὖ ἠπίστατο ὅτι λόγῳ μὲν ἐκείνην γῆμαι, ἔργῳ δὲ τὴν τῶν Πάρθων βασιλείαν παρασπάσασθαι ἐπεθύμει), πολλὰ μὲν [2] τῆς χώρας τῆς περὶ τὴν Μηδίαν, ἅτε καὶ ἐξαπιναίως ἐμπεσὼν ἐς αὐτήν, ἐκάκωσε, πολλὰ δὲ καὶ τείχη ἐπόρθησε, τά τε Ἄρβηλα παρεστήσατο, καὶ τὰ μνημεῖα τὰ βασιλικὰ τῶν Πάρθων ἀνορύξας τὰ ὀστᾶ ἔρριψεν· οἱ γὰρ Πάρθοι οὐδὲ ἐς χεῖρας αὐτῷ ἦλθον. οὔκουν [3] οὐδὲ ἔσχον τι ἐξαίρετον περὶ τῶν τότε πραχθέντων συγγράψαι, πλὴν ὅτι δύο στρατιῶται ἀσκὸν οἴνου ἁρπάσαντες προσῆλθον αὐτῷ, ἰδιούμενος ὅλον ἑκάτερος τὸ λάφυρον, καὶ κελευσθέντες ὑπ' αὐτοῦ νείμασθαι τὸν οἶνον τά τε ξίφη ἐσπάσαντο καὶ τὸν ἀσκὸν διέτεμον ὡς καὶ ἐξ ἡμισείας αὐτὸν μετὰ τοῦ οἴνου ληψόμενοι. οὕτω γὰρ [4] καὶ τὸν αὐτοκράτορά σφων ᾐδοῦντο ὥστ' αὐτῷ καὶ περὶ τῶν τοιούτων ἐνοχλεῖν, καὶ φρονήσει ἐχρῶντο ὡς καὶ τὸν ἀσκὸν καὶ τὸν οἶνον ἀπολέσαι. οἱ μὲν οὖν βάρβαροι ἐς τὰ ὄρη καὶ ὑπὲρ τὸν Τίγριν ἀπέφυγον, ἵνα παρασκευάσωνται· ὁ δὲ δὴ Ἀντωνῖνος τοῦτο [5] μὲν ἀπεκρύπτετο, ὡς δὲ δὴ καὶ παντελῶς αὐτῶν, οὓς μηδὲ ἑωράκει, κεκρατηκὼς ἐσεμνύνετο, καὶ μάλιστα ὅτι λέων τις ἐξαίφνης ἐξ ὄρους καταδραμὼν συνεμάχησεν αὐτῷ, ὡς αὐτὸς ἐπέστειλεν. οὐ [2] [1] μόνον δὲ τὰ ἄλλα ἐκδιῃτᾶτο καὶ παρηνόμει καὶ ἐν αὐταῖς ταῖς στρατείαις (ἀλλὰ καί τινα ἰδίαν κ.τ.λ. c. 3. 3). Xiph. 337, 17338, 6 R. St.
[2] ἀλλ' ἀλήθεια· καὶ γὰρ τῷ βιβλίῳ τῷ περὶ αὐτοῦ γραφέντι οἱ ἐνέτυχον. οὕτω γάρ που πρὸς πάντας τοὺς βουλευτὰς διακείμενος συνῄδει ὥστε μηδ' ἐγκαλουμένων τι πολλῶν τούς τε δούλους καὶ τοὺς ἐξελευθέρους τούς τε φίλους αὐτῶν τοὺς πάνυ συλλαμβάνεσθαί τε ὑπ' αὐτοῦ καὶ διὰ βασάνων ἐρωτᾶσθαι "εἰ ἄρα ὁ δεῖνά με φιλεῖ" [3] ἢ "ὁ δεῖνά με μισεῖ"; καὶ γάρ τοι καὶ τὰ τῶν ἀστέρων διαγράμματα, καθ' ἃ ἐγεγέννητό τις τῶν πρώτων τῶν παρ' αὐτῷ, ἐτεκμαίρετο, ὡς ἔλεγεν, τόν τε οἰκείως οἱ καὶ τὸν ἀλλοτρίως ἔχοντα, καὶ πολλοὺς καὶ ἐκ τούτων τοὺς μὲν ἐτίμα τοὺς δ' ἀπώλλυεν.
[3]
[1] τῶν δ' οὖν Πάρθων τῶν τε Μήδων δεινῶς ἐφ' οἷς ἐπεπόνθεσαν ἀγανακτησάντων καὶ χεῖρα πολλὴν παρασκευαζομένων ἐν παντὶ δέους ἐγένετο· θρασύτατος μὲν γὰρ ἀπειλῆσαί τι καὶ προπετέστατος τολμῆσαι, δειλότατος δὲ διακινδυνεῦσαί πῃ καὶ ἀσθενέστατος πονῆσαι ἦν.
[2] οὕτω γὰρ οὔτε τὸ καῦμα οὔθ' ὅπλα φέρειν ἔτι ἐδύνατο ὥστε καὶ τοὺς χειριδωτοὺς χιτῶνας ἐς θώρακος τρόπον τινὰ εἶδος πεποιημένους ἐνδύνειν, ἵνα τὴν τοῦ ὅπλου δόξαν χωρὶς τοῦ βάρους αὐτοῦ ἔχων μήτε ἐπιβουλεύηται καὶ θαυμάζηται. καὶ αὐτοῖς καὶ ἄνευ [3] μάχης πολλάκις ἐχρῆτο. χλαμύδα τε τοτὲ μὲν ὁλοπόρφυρον τοτὲ δὲ μεσόλευκον, ἔστι δ' ὅτε καὶ μεσοπόρφυρον, ὥσπερ καὶ ἐγὼ εἶδον, ἐφόρει. ἐν γὰρ τῇ Συρίᾳ τῇ τε Μεσοποταμίᾳ Κελτικοῖς καὶ ἐσθήμασιν καὶ ὑποδήμασιν ἐχρήσατο. καί τινα ἰδίαν ἔνδυσιν βαρβαρικῶς πως κατακόπτων καὶ συρράπτων ἐς μανδύης τρόπον προσεπεξεῦρεν, καὶ αὐτός τε συνεχέστατα αὐτὴν ἐνέδυνεν, ὥστε καὶ Καράκαλλος διὰ τοῦτο ἐπικληθῆναι, καὶ τοὺς στρατιώτας μάλιστα ἀμφιέννυσθαι [4] ἐκέλευεν. αὐτόν τε οὖν τοιοῦτον οἱ βάρβαροι ὁρῶντες ὄντα, καὶ ἐκείνους πολλοὺς μὲν ἀκούοντες εἶναι, ἐκ δὲ δὴ τῆς προτέρας τρυφῆς (τά τε γὰρ ἄλλα καὶ ἐν οἰκίαις ἐχείμαζον, πάντα τὰ τῶν ξενοδοκούντων σφᾶς ὡς καὶ ἴδια ἀναλίσκοντες) καὶ ἐκ τῶν πόνων τῆς τε ταλαιπωρίας τῆς τότε αὐτοῖς παρούσης οὕτω καὶ τὰ σώματα [5] τετρυχωμένους καὶ τὰς ψυχὰς τεταπεινωμένους ὥστε μηδὲν τῶν λημμάτων ἔτι, ἃ πολλὰ ἀεὶ παρ' αὐτοῦ ἐλάμβανον, προτιμᾶν, αἰσθόμενοι, ἐπήρθησαν ὡς καὶ συναγωνιστὰς αὐτοὺς ἀλλ' οὐ πολεμίους [4] [1] ἕξοντες, κ .......... μάζοντος ...... Ἀντωνῖνος ἀντιπαρεσκευάζετο· οὐ μέντοι καὶ πολεμῆσαι αὐτῷ ἐξεγένετο, ἀλλ' ἐν μέσοις τοῖς στρατιώταις, οὓς μάλιστα ἐτίμα καὶ οἷς ἰσχυρῶς ἐθάρρει, κατεσφάγη. ἐπειδὴ γὰρ μάντις τις ἐν τῇ Ἀφρικῇ εἶπεν, ὥστε καὶ δημοσιευθῆναι, ὅτι καὶ τὸν Μακρῖνον τὸν ἔπαρχον καὶ τὸν [2] υἱὸν αὐτοῦ Διαδουμενιανὸν αὐταρχῆσαι δεῖ, καὶ τοῦτο ἐκεῖνός τε ἐς τὴν Ῥώμην ἀναπεμφθεὶς Φλαουίῳ Ματερνιανῷ τῷ τότε τῶν ἐν τῷ ἄστει στρατιωτῶν ἄρχοντι ἐξέφηνε, καὶ ὃς τῷ Ἀντωνίνῳ παραχρῆμα ἐπέστειλεν, καὶ συνέβη ταῦτα μὲν τὰ γράμματα ἐς τὴν Ἀντιόχειαν πρὸς τὴν μητέρα τὴν Ἰουλίαν παραπεμφθῆναι, ἐπειδὴ [3] ἐκεκέλευστο αὐτὴ πάντα τὰ ἀφικνούμενα διαλέγειν ἵνα μὴ μάτην οἱ ὄχλος γραμμάτων ἐν τῇ πολεμίᾳ ὄντι πέμπηται, ἕτερα δὲ ὑπὸ Οὐλπίου Ἰουλιανοῦ τοῦ τότε τὰς τιμήσεις ἐγκεχειρισμένου δι' ἄλλων γραμματοφόρων ὀρθὴν πρὸς τὸν Μακρῖνον, δηλοῦντα τὰ γιγνόμενα, ἀφικέσθαι, καὶ κατὰ τοῦτο τοῖς μὲν πρὸς τὸν αὐτοκράτορα [4] γραφεῖσι διατριβὴν γενέσθαι, τὰ δὲ ἐκείνῳ ἐπισταλέντα φθῆναι ἀναγνωσθέντα αὐτῷ, ἐφοβήθη τε ὁ Μακρῖνος μὴ καὶ διαφθαρῇ ὑπ' αὐτοῦ διά τε τοῦτο καὶ ὅτι Σεραπίων τις Αἰγύπτιος ἄντικρυς τῷ Ἀντωνίνῳ πρὸ ὀλίγων ἡμερῶν εἰρήκει ὅτι τε ὀλιγοχρόνιος ἔσοιτο καὶ ὅτι ἐκεῖνος αὐτὸν διαδέξοιτο, καὶ οὐκ ἀνεβάλετο.
[5] ὁ μὲν γὰρ Σεραπίων ἐπὶ τούτῳ τὸ μὲν πρῶτον λέοντι παρεβλήθη, ἐπεὶ δ' οὐχ ἥψατο αὐτοῦ τὴν χεῖρα μόνον, ὥς φασι, προτείναντος, ἐφονεύθη, δυνηθεὶς ἄν, ὥς γε ἔφη, μηδὲ τοῦτο παθεῖν δαιμόνων [5] [1] τινῶν ἐπικλήσει, εἰ μίαν ἡμέραν ἐπεβεβιώκει. ὁ δὲ δὴ Μακρῖνος ἔπαθε μὲν οὐδέν, ἔσπευσε δ' ὑποπτεύσας ἀπολεῖσθαι, ἄλλως τε ὅτι καὶ τοὺς ἑταίρους αὐτοῦ τοὺς συνόντας ὁ Ἀντωνῖνος ἐξαίφνης, ...... τῶν γενεθλίων αὐτοῦ, ἄλλον κατ' ἄλλην πρόφασιν, ὡς [2] καὶ τιμῶν, ἀπέωστο ........ ταλα .............. της .............. ιτης ............... ου ........ ....... πεπρωμένον αὐτῷ λήψεσθαι προσδοκῶν, καὶ τὸ παρωνύμιον ἀπ' αὐτοῦ τούτου ἐπεποίητο. κἀκ τούτου δύο τε χιλιάρχους τῶν ἐν τῷ δορυφορικῷ τεταγμένων, Νεμεσιανόν τε καὶ Ἀπολλινάριον [3] ἀδελφοὺς Αὐρηλίους, καὶ Ἰούλιον Μαρτιάλιον ἔν τε τοῖς ἀνακλήτοις στρατευόμενον καὶ ὀργὴν οἰκείαν τῷ Ἀντωνίνῳ ἔχοντα ὅτι [4] οἱ ἑκατονταρχίαν αἰτήσαντι οὐκ ἐδεδώκει, παρασκευάσας ἐπεβούλευσεν αὐτῷ. ἐπράχθη δὲ ὧδε. τῇ ὀγδόῃ τοῦ Ἀπριλίου ἐξορμήσαντά τε αὐτὸν ἐξ Ἐδέσσης ἐς Κάρρας, καὶ κατελθόντα ἀπὸ τοῦ ἵππου ὅπως ἀποπατήσει, προσελθὼν ὁ Μαρτιάλιος ὥς γε εἰπεῖν τι δεόμενος ἐπάταξε ξιφιδίῳ μικρῷ. καὶ αὐτὸς μὲν αὐτίκα ἀπέφυγε, [5] καὶ διέλαθεν ἂν εἰ τὸ ξίφος ἀπερρίφει· νῦν δὲ γνωρισθεὶς ἀπ' αὐτοῦ ὑπό τινος τῶν Σκυθῶν τῶν σὺν Ἀντωνίνῳ ὄντων κατηκοντίσθη· ἐκεῖνον δὲ ... οἱ χιλίαρχοι ὡς καὶ βοηθοῦντες κατέσφαξαν. ὁ δὲ δὴ Σκύθης οὗτος οὐχ ὡς καὶ συμμαχῶν αὐτῷ μόνον, ἀλλ' ὡς καὶ [6] [1] φρουρὰν αὐτοῦ τρόπον τινὰ ἔχων συνῆν. καὶ γὰρ Σκύθας καὶ Κελτούς, οὐ μόνον ἐλευθέρους ἀλλὰ καὶ δούλους, καὶ ἀνδρῶν καὶ γυναικῶν ἀφελόμενος, ὡπλίκει καὶ περὶ αὑτὸν εἶχεν, ὡς καὶ μᾶλλον αὐτοῖς ἢ ‹τοῖς› στρατιώταις θαρσῶν· τά τε γὰρ ἄλλα καὶ ἑκατονταρχίαις [2] σφᾶς ἐτίμα, λέοντάς τε ἐκάλει. καὶ δὴ καὶ τοῖς πρέσβεσι τοῖς οἱ ἐκ τῶν ἐθνῶν αὐτῶν πεμπομένοις καὶ διελέγετο πολλάκις μηδενὸς ἄλλου πλὴν τῶν ἑρμηνέων παρόντος, καὶ ἐνετέλλετο ὅπως, ἄν τι πάθῃ, ἔς τε τὴν Ἰταλίαν ἐσβάλωσι καὶ ἐπὶ τὴν Ῥώμην ἐλαύνωσιν ὡς καὶ εὐαλωτοτάτην οὖσαν· καὶ ἵνα δὴ μηδὲν ἐξ αὐτῶν ἐς [3] ἡμᾶς ἐκφοιτήσῃ, τοὺς ἑρμηνέας εὐθὺς ἐφόνευεν. οὐ μὴν ἀλλὰ τοῦτό τε ἀπ' αὐτῶν τῶν βαρβάρων ὕστερον ἐμάθομεν, καὶ τὸ τῶν φαρμάκων παρὰ τοῦ Μακρίνου· πολλὰ γὰρ καὶ ποικίλα παρὰ τῶν ἐν τῇ ἄνω Ἀσίᾳ ἀνθρώπων τὰ μὲν μετεπέμψατο τὰ δὲ καὶ ἐπρίατο, ὥστε ἑπτακοσίας καὶ πεντήκοντα μυριάδας ἐς αὐτὰ ἀριθμηθῆναι, ἵνα καὶ παμπόλλους, ὅσους ἂν ἐθελήσῃ, καὶ διαφόρως δολοφονήσῃ.
[4] καὶ ἐκεῖνα μὲν ἐν τῷ βασιλικῷ μετὰ ταῦθ' εὑρεθέντα κατεκαύθη· τότε δὲ οἱ στρατιῶται καὶ διὰ τοῦτο, καὶ πρὸς τοῖς ἄλλοις τῷ τοὺς βαρβάρους σφῶν προτιμᾶσθαι δυσχεραίνοντες, οὔτ' ἄλλως ἔτ' ὁμοίως ἔχαιρον αὐτῷ, καὶ ἐπιβουλευθέντι οὐκ ἐβοήθησαν.
[5] τοιούτῳ μὲν τέλει ἐχρήσατο βιούς τε ἔτη ἐννέα καὶ εἴκοσι καὶ ἡμέρας τέσσαρας (τῇ γὰρ τετράδι τοῦ Ἀπριλίου ἐγεγέννητο) καὶ [7] [1] αὐταρχήσας ἔτη [τε] ἓξ καὶ μῆνας δύο καὶ ἡμέρας δύο. καί μοι καὶ ἐνταῦθα τοῦ λόγου θαυμάσαι πάμπολλα ἐπέρχεται. ὅ τε γὰρ πατὴρ αὐτοῦ μέλλοντί οἱ ἐκ τῆς Ἀντιοχείας τὴν τελευταίαν ἔξοδον ποιήσασθαι ξιφήρης ὄναρ ἐπέστη, λέγων ὅτι "ὡς σὺ τὸν ἀδελφὸν ἀπέκτεινας, [2] καὶ ἐγὼ σὲ ἀποσφάξω"· καὶ οἱ μάντεις εἶπον αὐτῷ τὴν ἡμέραν ἐκείνην φυλάσσεσθαι, τούτῳ τῷ ῥήματι ἄντικρυς χρησάμενοι, ὅτι αἱ τοῦ ἥπατος τοῦ ἱερείου πύλαι κέκλεινται. ἀφ' οὗ δὴ καὶ διὰ θύρας τινὸς ἐξῆλθε, μηδὲν μηδὲ τοῦ λέοντος, ὃν καὶ Ἀκινάκην ὠνόμαζε καὶ ὁμοτράπεζον ὁμόκλινόν τε ἐποιεῖτο, φροντίσας, ὅτι καὶ ἐκράτησεν αὐτὸν ἐξιόντα καὶ τὴν ἐσθῆτα αὐτοῦ προσκατέρρηξεν· [3] ἔτρεφε μὲν γὰρ καὶ ἄλλους λέοντας πολλούς, καὶ ἀεί τινας περὶ αὑτὸν εἶχεν, ἐκεῖνον δὲ καὶ δημοσίᾳ πολλάκις κατεφίλει. ταῦτά τε οὖν οὕτως ἔσχε, καὶ ὀλίγον πρὸ τοῦ θανάτου αὐτοῦ ἔν τε τῇ Ἀλεξανδρείᾳ πῦρ ἐξαίφνης πολύ, ὥς γε καὶ ἤκουσα, πάντα τὸν τοῦ Σαράπιδος ναὸν ἔνδοθεν κατασχὸν ἄλλο μὲν οὐδὲν τὸ παράπαν [4] ἐλυμήνατο, τὸ δὲ δὴ ξίφος ἐκεῖνο ᾧ τὸν ἀδελφὸν ἀπεσφάκει μόνον ἔφθειρεν, καὶ μετὰ τοῦτο παυσαμένου αὐτοῦ ἀστέρες πολλοὶ ἐφάνησαν· καὶ ἐν τῇ Ῥώμῃ δαίμων τις ἀνθρώπου σχῆμα ἔχων ὄνον ἔς τε τὸ Καπιτώλιον καὶ μετὰ τοῦτο ἐς [τε] τὸ παλάτιον ἀνήγαγεν, ζητῶν τὸν δεσπότην αὐτοῦ, ὥς γε καὶ ἔφασκεν, καὶ λέγων ἐκεῖνον [5] μὲν ἀπολωλέναι τὸν δὲ Δία ἄρχειν. συλληφθείς τε ἐπὶ τούτῳ καὶ πρὸς τὸν Ἀντωνῖνον ὑπὸ τοῦ Ματερνιανοῦ πεμφθείς "ἀπέρχομαι μέν" ἔφη "ὡς κελεύεις, ἀφίξομαι δὲ οὐ πρὸς τοῦτον τὸν αὐτοκράτορα ἀλλὰ πρὸς ἕτερον", καὶ μετὰ τοῦτ' ἐς τὴν Καπύην ἐλθὼν [8] [1] ἀφανὴς ἐγένετο. τοῦτο μὲν ζῶντος ἔτι αὐτοῦ συνηνέχθη, τῇ δὲ ἱπποδρομίᾳ ‹τῇ› τῆς τοῦ Σεουήρου ἀρχῆς ἕνεκα ποιουμένῃ κατέπεσε μὲν καὶ τὸ τοῦ Ἄρεως ἄγαλμα πομπεῦον, ἀλλὰ τοῦτο μὲν ἧττον [2] ἄν τις θαυμάσειε· τὸ δὲ δὴ μέγιστον, ἡττημένοι οἱ πράσινοι στασιῶται, ἔπειτα κολοιὸν ἐπ' ἄκρου τοῦ ὀβελίσκου πάνυ σφόδρα κρώζοντα ἰδόντες πάντες τε πρὸς αὐτὸν ἀπέβλεψαν, καὶ πάντες ἐξαίφνης ὡς καὶ ἐκ συγκειμένου τινὸς ἀνεβόησαν "Μαρτιάλιε, χαῖρε· Μαρτιάλιε, διὰ χρόνου σε ἑοράκαμεν", οὐχ ὅτι καὶ ὁ κολοιός ποτε οὕτως ὠνομάσθη, ἀλλ' ὅτι δι' ἐκείνου τὸν Μαρτιάλιον τὸν τοῦ Ἀντωνίνου φονέα ὡς καὶ ἐξ [3] ἐπιπνοίας τινὸς θείας ἠσπάσαντο. ἤδη δέ τισι καὶ αὐτὸς ἑαυτῷ ὁ Ἀντωνῖνος τὴν τελευτὴν προδηλῶσαι ἔδοξεν, ἐπειδὴ ἐν τῇ ἐπιστολῇ ἣν τελευταίαν τῇ γερουσίᾳ ἔπεμψεν ἔφη ὅτι "παύσασθε εὐχόμενοί με ἑκατὸν ἔτεσι μοναρχῆσαι"· τὸ μὲν γὰρ ἐπιβόημα τοῦτο ἀεὶ καὶ ἀπ' ἀρχῆς αὐτῷ ἐγίνετο, ἐκεῖνος δὲ τότε πρῶτον καὶ μόνον ᾐτιάσατο αὐτό, λόγῳ μὲν ἐγκαλῶν σφισιν ὡς καὶ ἀδύνατα εὐχομένοις, ἔργῳ δὲ προδηλῶν ὅτι [4] οὐκέτ' οὐδένα χρόνον ἄρξει. καὶ ἐπειδή γε ἅπαξ τοῦτό τινες ἐπεσημήναντο, καὶ ἐμοὶ ἐνθύμιον ἐγένετο ὅτι ἐν τῇ Νικομηδείᾳ τοῖς Κρονίοις ἑστιῶν ἡμᾶς καὶ πολλὰ ἄττα, οἷα ἐν συμποσίῳ εἰκὸς ἦν, εἰπών, ἔπειτ' ἐξανισταμένων ἡμῶν προσκαλεσάμενος ‹ἐμὲ› ἔφη "κάλλιστα, ὦ Δίων, καὶ ἀληθέστατα ὁ Εὐριπίδης εἴρηκεν ὅτι
πολλαὶ μορφαὶ τῶν δαιμονίων,
πολλὰ δ' ἀέλπτως κραίνουσι θεοί,
καὶ τὰ δοκηθέντ' οὐκ ἐτελέσθη,
τῶν δ' ἀδοκήτων πόρον εὗρε θεός.
τοιόνδ' ἀπέβη τόδε πρᾶγμα".
[5] παραχρῆμα μὲν γὰρ ἄλλως ἀπολεληρηκέναι τοῦτο τὸ ἔπος ἔδοξεν, ἐπειδὴ δὲ οὐκ ἐς μακρὰν ἀπώλετο καὶ τελευταίαν ταύτην φωνὴν πρὸς ἐμὲ ἔρρηξε, καὶ πάνυ κεχρησμῳδηκέναι τρόπον τινὰ τὰ συμβησόμενα αὐτῷ ἐνομίσθη, ὥσπερ καὶ ὁ Ζεὺς ὁ Βῆλος ὀνομαζόμενος καὶ ἐν τῇ Ἀπαμείᾳ [6] τῆς Συρίας τιμώμενος· καὶ γὰρ ἐκεῖνος τῷ Σεουήρῳ πρότερον ἰδιωτεύοντί ‹τε› ἔτι τὰ ἔπη ταῦτα εἰρήκει
"ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ,
Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι", καὶ μετὰ ταῦτα αὐτοκράτορι γενομένῳ ταῦτ' εἶπεν χρωμένῳ, ὅτι
"σὸς δ' οἶκος πᾶς βήσεται δι' αἵματος".
[9]
[1] τοῦ δ' οὖν Ἀντωνίνου τό τε σῶμα ἐκαύθη, καὶ τὰ ὀστᾶ ἐν τῷ Ἀντωνινείῳ, κρύφα νυκτὸς ἐς τὴν Ῥώμην κομισθέντα, ἐτέθη· πάνυ γὰρ πάντες οἱ βουλευταὶ καὶ οἱ ἰδιῶται, καὶ ἄνδρες καὶ γυναῖκες, ἰσχυρότατα αὐτὸν ἐμίσησαν, ὥστε καὶ λέγειν καὶ ποιεῖν πάντ' ἐπ' [2] αὐτῷ ὡς καὶ πολεμιωτάτῳ. δόγματι μὲν γὰρ οὐκ ἠτιμώθη διὰ τὸ τοὺς στρατιώτας τῆς μὲν εἰρήνης, ἧς ἀντήλπισαν παρὰ τοῦ Μακρίνου λήψεσθαι, μὴ τυχεῖν, τῶν δὲ δὴ κερδῶν, ὧν παρ' ἐκείνου ἐλάμβανον, στερομένους πάλιν αὐτὸν ποθῆσαι, ἀλλὰ καὶ ἐς τοὺς ἥρωας μετὰ τοῦτ' ἐκνικησάντων αὐτῶν ἐσεγράφη, καὶ τοῦτο καὶ τῇ [3] βουλῇ δῆλον ὅτι ἐψηφίσθη. ἄλλως δὲ πολλὰ καὶ κακὰ ὑπὸ πάντων ἤκουεν ἀεί· οὐδὲ γὰρ Ἀντωνῖνον ἔτ' αὐτὸν ἐκάλουν, ἀλλ' οἱ μὲν Βασσιανὸν τὸ ἀρχαῖον ὄνομα, οἱ δὲ Καράκαλλον, ὥσπερ εἶπον, οἱ δὲ καὶ Ταραύταν ἐκ μονομάχου τινὸς προσηγορίας τό τ' εἶδος καὶ σμικροτάτου καὶ κακοειδεστάτου καὶ τὴν ψυχὴν καὶ θρασυτάτου καὶ μιαιφονωτάτου.
[10]
[1] καὶ τὰ μὲν ἐκείνου, ὅπως ποτ' ἂν καὶ ὀνομάσῃ τις αὐτόν, οὕτως ἔσχεν· ἐμοὶ δὲ δή, καὶ πρὶν ἐς τὴν μοναρχίαν καταστῆναι, προεδηλώθη τρόπον τινὰ παρὰ τοῦ πατρὸς αὐτοῦ ὅτι καὶ ταῦτα γράψοιμι. ἐν γὰρ πεδίῳ μεγάλῳ τινὶ πᾶσαν τὴν τῶν Ῥωμαίων δύναμιν ἐξωπλισμένην ὁρᾶν τεθνηκότος αὐτοῦ ἤδη ἔδοξα, καὶ ἐνταῦθα τὸν Σεουῆρον ἐπί τε γηλόφου καὶ ἐπὶ βήματος ὑψηλοῦ καθήμενον [2] διαλέγεσθαί τι αὐτοῖς. καί με προσστάντα ἰδὼν ὅπως τῶν λεγομένων ἀκούσω, "δεῦρο" ἔφη, "Δίων, ἐνταῦθα πλησίον πρόσελθε, ἵνα πάντα καὶ τὰ λεγόμενα καὶ τὰ γιγνόμενα καὶ μάθῃς ἀκριβῶς καὶ συγγράψῃς".
[3] τοιοῦτος μὲν ὁ τοῦ Ταραύτου καὶ βίος καὶ ὄλεθρος ἐγένετο, καὶ αὐτῷ ἐπαπώλοντο μὲν καὶ οἱ τῆς κατ' αὐτοῦ ἐπιβουλῆς μετασχόντες, οἱ μὲν εὐθὺς οἱ δ' οὐ πολλῷ ὕστερον, προσδιεφθάρησαν δὲ οἱ πάνυ ἑταῖροι αὐτοῦ καὶ οἱ Καισάρειοι· οὕτω που φονικῷ δαίμονι [11] [1] καὶ ἐς τοὺς ἐχθροὺς καὶ ἐς τοὺς φίλους συνεκεκλήρωτο. ὁ δὲ δὴ Μακρῖνος τὸ μὲν γένος Μαῦρος, ἀπὸ Καισαρείας, γονέων ἀδοξοτάτων ἦν, ὥστε καὶ σφόδρα εἰκότως αὐτὸν τῷ ὄνῳ ‹τῷ› ἐς τὸ παλάτιον ὑπὸ τοῦ δαιμονίου ἐσαχθέντι εἰκασθῆναι· τά τε γὰρ ἄλλα καὶ τὸ οὖς τὸ ἕτερον κατὰ τὸ τοῖς πολλοῖς τῶν Μαύρων ἐπιχώριον διετέτρητο· [2] τῇ δὲ ἐπιεικείᾳ καὶ ἐκεῖνο συνεσκίαζεν, τά τε νόμιμα οὐχ οὕτως ἀκριβῶς ἠπίστατο ὡς πιστῶς μετεχειρίζετο. κἀκ τούτου [τε] καὶ τῷ Πλαυτιανῷ διὰ φίλου τινὸς συνηγόρημα γνωρισθεὶς τὸ μὲν πρῶτον τῶν ἐκείνου χρημάτων ἐπετρόπευσεν, ἔπειτα συναπολέσθαι οἱ κινδυνεύσας, καὶ παρὰ δόξαν ὑπὸ τοῦ Κίλωνος ἐξαιτησαμένου [3] αὐτὸν σωθείς, πρὸς μὲν τοῦ Σεουήρου τοῖς ὀχήμασι τοῖς κατὰ τὴν Φλαμινίαν ὁδὸν διαθέουσιν ἐπετάχθη, πρὸς δὲ τοῦ Ἀντωνίνου ὀνόματά τινα ἐπιτροπείας ὀλιγοχρονίου λαβὼν ἔπαρχος ἀπεδείχθη, καὶ διῴκησε τὰ τῆς ἡγεμονίας ταύτης ἄριστα καὶ δικαιότατα, ὅσα γε [4] καὶ αὐτογνωμονήσας ἔπραξεν. τοιοῦτος δή τις ὢν καὶ οὕτως αὐξηθεὶς ἔς τε τὸν νοῦν τὴν τῆς αὐταρχίας ἐλπίδα ζῶντος ἔτι τοῦ Ταραύτου, δι' ὅπερ εἶπον, ἐνεβάλετο, καὶ τελευτήσαντος αὐτοῦ φανερῶς μὲν οὔτε ἐκείνῃ τῇ ἡμέρᾳ οὔτε ταῖς ἔπειτα ταῖς δύο ἐπεβάτευσεν αὐτῆς, ἵνα μὴ καὶ ἐπὶ τοῦτ' αὐτὸν ἀπεκτονέναι δόξῃ, ἀλλὰ ἄναρκτα παντελῶς τὸν χρόνον ἐκεῖνον ἀπ' αὐτοτελοῦς ἄρχοντος τὰ τῶν Ῥωμαίων [5] πράγματα, οὐδ' εἰδότων αὐτῶν τοῦτο, διεγένετο· πέμψας δὲ ὡς ἑκασταχόσε πρὸς τοὺς στρατιώτας τοὺς ἐν μὲν τῇ Μεσοποταμίᾳ διὰ τὸν πόλεμον, μὴ μέντοι καθ' ἓν ὄντας ἀλλ' ἄλλους ἄλλῃ διεσπασμένους, προσηταιρίσατο αὐτοὺς διὰ τῶν ἐπιτηδείων οἱ τά τε ἄλλα ἐπαγγειλάμενος καὶ τοῦ πολέμου, ᾧ μάλιστα ἐβαρύνοντο, [6] ἀπαλλάξειν ἐπελπίσας. καὶ οὕτω τῇ τετάρτῃ ἡμέρᾳ, ἣ τὰ τοῦ Σεουήρου γενέθλια ἦν, αὐτοκράτωρ τε ὑπ' αὐτῶν ὡς καὶ καταβιασθεὶς [12] [1] ᾑρέθη, καὶ πολλὰ μὲν καὶ χρηστὰ ἐκείνοις ἐδημηγόρησε, πολλὰ δὲ καὶ ἀγαθὰ τοῖς ἄλλοις ἀνθρώποις ὑπετείνατο, τούς τε ἐπ' ἀσεβείᾳ τινί, οἵα γε ἡ ἀσέβεια αὕτη ἡ ἐς τοὺς αὐτοκράτορας λέγεται γίγνεσθαι, τιμωρίαν τινὰ ἔμβιον ὠφληκότας ἀπαλλάξας τῆς καταδίκης, [2] καὶ τοὺς ἐγκαλουμένους τι τοιοῦτον ἀπολύσας, τά τε περὶ τοὺς κλήρους καὶ τὰ περὶ τὰς ἐλευθερίας καταδειχθέντα ὑπὸ τοῦ Καρακάλλου παύσας, καὶ τὸν Αὐρηλιανὸν ἐξαιτηθέντα ὑπ' αὐτῶν οἷα ἀπεχθέστατον σφίσιν ἐν πολλαῖς στρατείαις ταῖς πρόσθε γεγονότα παραιτησάμενος [3] ὡς οὐχ ὅσιον ὂν βουλευτήν τινα ἀποκτεῖναι. οὐ μέντοι καὶ ἐπὶ πολὺ ἐξεγένετο αὐτῷ ἀνδραγαθίσασθαι ...... τε Αὐρηλιαν.......νησανταα......... σαι τι ἐπιχ.......... στρατιώτα ........αμα τοῦτο .......... ὑπ' αὐτοῦ το ......... καὶ ἀναλοι......... δε βουλευς.......... αὔταρχόν γ........... ὀργῇ τε ο..........σι καὶ διακοσίας [4] καὶ πεντήκοντα δραχμὰς ..... πλεῖόν τι δοῦναι κατεδέδεικτο τ ......... φοβηθεὶς ......... τὸν Αὐρηλιανὸν τὸν καὶ μόνον οὐχ ὅπως τῶν ὑπατευκότων ἀλλὰ καὶ τῶν ὅλως βουλευόντων τότε παρόντα ἀπ......... ὑπὸ χρημάτων ...... ἐς αὐτὸν τηνι ........ αἰτίαν τοῦ θανάτου τοῦ Καρακάλλου ......... τρέψας τὸ δ........ καὶ περὶ το......... τας τι επο.....
[5] .....σας παρα...........τονως ............. σφῶν ............. τα ὡ.............. του ............... προ.................. ........ πάμπολλα καὶ ἔπιπλα καὶ κτήματα τῶν αὐτοκρατόρων. ὡς δ' οὐδὲ ταῦτα διὰ τοὺς στρατιώτας ἐξήρκει ταῖς ἐν .......ιακων προς.........ξατο καὶ μεν .........ν βουλευτῶν ..........ν ἀποκτει ........ μηδένα [6] ἀλλ' ἐς φυλακήν τινας ἐμβαλὼν ........... φον τὸν ευ ......... αι τῶν ἱππέων καὶ τῶν ἐξελευθέρων καὶ τῶν Καισαρείων καὶ ......... ικῶν τῶν τε ....... τοὺς καὶ ὁτιοῦν ἁμαρτάνοντας κολασθῆναι ποιήσας ὥστε πᾶσι ........... νον αὐτῶν ........ τάς τε ἐπιτροπείας ... τὰς περιττὰς ....... ... τὰ πολλὰ τῶν ........ τοῦ Ταραύτου .......... αχθέντων [7] ...... το τῶν ἀγώνων .......... ων πλῆθος ην ......... ς, τάς τε δωρεὰς αὖ ἃς μάτην τισὶν ἐδεδώρητο συλλέξας, καὶ μηδεμίαν εἰκόνα αὑτοῦ μήτε ἀργυρᾶν ὑπὲρ πέντε λίτρας μήτε χρυσῆν ὑπὲρ τρεῖς γίγνεσθαι ἐκέλευσεν. τό τε μέγιστον, τὴν μισθοφορὰν τῶν ἐν τῷ δορυφορικῷ στρατευομένων .... ἐς τὸ ταχθὲν .... ὑπὸ τοῦ Σεουήρου ............ εθε ....
[13]
[1] οὐ μὴν ἀλλ' ἐπὶ τούτοις ὑπό τινων οὐ μάτην ἐπαινούμενος ἰσοστάσιόν πως αὐτοῖς αἰτίαμα παρὰ τῶν ἐμφρόνων ἔσχεν, ὅτι ἔς τε τοὺς ὑπατευκότας τινὰς ἐνέγραψε καὶ εὐθὺς ἀρχαῖς ἐθνῶν προσέταξεν, καίτοι μὴ ἐθελήσας δεύτερον δὴ τῷ ἐπιόντι ἔτει ὑπατεύειν δόξαι ὅτι ‹τὰς› τῶν ὑπατευκότων τιμὰς ἐσχήκοι, ὅπερ ἐπὶ τοῦ [2] Σεουήρου ἀρξάμενον καὶ ὁ υἱὸς αὐτοῦ ἐπεποιήκει. τοῦτο γὰρ δὴ νομιμώτατα καὶ περὶ ἑαυτοῦ καὶ περὶ τοῦ Ἀδουέντου πράξας, ἀλογώτατα Μάρκιόν τε Ἀγρίππαν πρότερον μὲν ἐς Παννονίαν εἶτ' ἐς Δακίαν ἡγεμονεύσοντα ἔπεμψεν· τοὺς γὰρ ἄρχοντας αὐτῶν, τόν τε Σαβῖνον καὶ τὸν Καστῖνον, λόγῳ μὲν ὡς καὶ τῆς συνουσίας σφῶν δεόμενος, ἔργῳ δὲ τό τε πάνυ φρόνημα καὶ τὴν φιλίαν αὐτῶν τὴν πρὸς τὸν Καράκαλλον φοβηθείς, εὐθὺς μετεπέμψατο. [3] τόν τε οὖν Ἀγρίππαν ἐς τὴν Δακίαν καὶ Δέκκιον Τρικκιανὸν ἐς τὴν Παννονίαν ἔστειλεν, ἐκεῖνον μὲν δοῦλόν τε κομμωτὴν γυναικός τινος γεγονότα, καὶ διά τε τοῦτο κριθέντα ὑπὸ τοῦ Σεουήρου καίτοι [4] καὶ τῷ βασιλικῷ συνδεδικηκότα, καὶ ἐπὶ προδοσίᾳ πράγματός τινος ἐς νῆσον ἐκπεσόντα, καὶ μετὰ τοῦτο ὑπὸ τοῦ Ταραύτου σὺν τοῖς ἄλλοις καταχθέντα, τάς τε διαγνώσεις αὐτοῦ καὶ τὰς ἐπιστολὰς διοικήσαντα, καὶ τὸ τελευταῖον ἐς τοὺς βουλευτὰς τοὺς ἐστρατηγηκότας ἀπωσθέντα ὅτι μειράκια ἔξωρα ἐς τὴν στρατιὰν ἐπῆκτο, τὸν δὲ δὴ Τρικκιανὸν ἔν τε τῷ πλήθει τῷ Παννονικῷ ἐστρατευμένον καὶ θυρωρόν ποτε τοῦ ἄρχοντος αὐτῆς γεγονότα καὶ τότε τοῦ Ἀλβανίου στρατοπέδου ἄρχοντα.
[14]
[1] ταῦτά τε οὖν αὐτοῦ πολλοὶ ᾐτιῶντο, καὶ ὅτι καὶ τὸν Ἄδουεντον ἐν τοῖς διόπταις τε καὶ ἐρευνηταῖς μεμισθοφορηκότα, καὶ τὴν ἐν αὐτοῖς τάξιν λελοιπότα ἔς τε τοὺς γραμματοφόρους τελέσαντα καὶ πρόκριτον ἀποδειχθέντα καὶ μετὰ τοῦτο ἐς ἐπιτρόπευσιν προαχθέντα, καὶ βουλευτὴν καὶ συνύπατον καὶ πολίαρχον, μήθ' ὁρᾶν ὑπὸ γήρως μήτ' ἀναγιγνώσκειν ὑπ' ἀπαιδευσίας μήτε πράττειν τι ὑπ' [2] ἀπειρίας δυνάμενον, ἀπέφηνεν. ἐτετολμήκει μὲν γὰρ ὁ Ἄδουεντος τοῖς στρατιώταις μετὰ τὸν τοῦ Καρακάλλου θάνατον εἰπεῖν ὅτι "ἐμοὶ μὲν ἡ μοναρχία ἅτε καὶ πρεσβεύοντι τοῦ Μακρίνου προσήκει, ἐπεὶ δ' ὑπεργήρως εἰμί, ἐκείνῳ αὐτῆς ἐξίσταμαι"· ληρεῖν δέ πως ἔδοξεν, ὥσπερ που καὶ ὁ Μακρῖνος τὸ μέγιστον τῆς γερουσίας ἀξίωμα τοιούτῳ ἀνδρὶ δούς, ὅστις οὐδὲ διαλεχθῆναί τινι ἐν τῷ συνεδρίῳ καλῶς ὑπατεύων ἠδυνήθη, καὶ διὰ τοῦτο τῇ τῶν [3] ἀρχαιρεσιῶν ἡμέρᾳ νοσεῖν προσεποιήσατο. ὅθεν οὐκ ἐς μακρὰν τῷ Μαξίμῳ τῷ Μαρίῳ τὴν τῆς πόλεως προστασίαν ἀντ' αὐτοῦ προσέταξε, καθάπερ ἐπὶ τοῦτο μόνον πολίαρχον αὐτὸν ποιήσας ἵνα μιάνῃ τὸ βουλευτήριον, οὐ κατ' ἐκεῖνο μόνον ὅτι ἐν τῷ μισθοφορικῷ ἐστράτευτο καὶ τὰ τῶν δημίων ἔργα καὶ προσκόπων καὶ [4] ἑκατοντάρχων ἐπεποιήκει, ἀλλ' ὅτι καὶ τὴν τῆς πόλεως ἀρχὴν πρὸ τοῦ τῆς ὑπατείας ἔργου εἰλήφει, τοῦτ' ἔστιν πολίαρχος πρότερον ἢ βουλευτὴς ἐγεγόνει. ταῦτα γὰρ περὶ αὐτὸν ὥσπερ τὰ καθ' ἑαυτόν, ὅτι τὴν αὐτοκράτορα ἀρχὴν ἱππεύων ἔτι ἡρπάκει, ἐπηλυγασόμενος ἔπραξεν.
[15]
[1] ἐκεῖνά τε οὖν τινες αὐτοῦ οὐκ ἀπεικότως ἐμέμφοντο, καὶ ὅτι ἐπάρχους τόν τε Ἰουλιανὸν τὸν Οὔλπιον καὶ Ἰουλιανὸν Νέστορα ἀπέδειξε, μήτ' ἄλλην τινὰ ἀρετὴν ἔχοντας μήτ' ἐν πολλαῖς πράξεσιν ἐξητασμένους, ἀλλὰ καὶ πάνυ περιβοήτους ἐπὶ πονηρίᾳ ἐν τῇ τοῦ Καρακάλλου ἀρχῇ γενομένους διὰ τὸ πολλὰ αὐτῷ τῶν ἀγγελιαφόρων σφᾶς ἡγουμένους πρὸς τὰς ἀνοσίους πολυπραγμοσύνας ὑπηρετῆσαι.
[2] ἀλλὰ ταῦτα μὲν ὀλίγοι ἐλογίζοντο καὶ ἀπ' αὐτῶν οὐ καθαρῶς ἐθάρσουν· οἱ δὲ δὴ πλείους τῶν ἰδιωτῶν πρός τε τὴν διὰ βραχέος παρ' ἐλπίδα τοῦ Ταραύτου ἀπαλλαγὴν καὶ πρὸς τὴν ἐκείνου παραπλησίαν, ἐξ ὧν ὑπεδεδείχει σφίσιν, πρὸς πάντα καὶ τὰ λοιπὰ προσδοκίαν οὐκ ἔσχον καιρὸν δι' ὀλίγου οὕτως αὐτοῦ καταγνῶναι, καὶ διὰ τοῦτ' ἰσχυρῶς ἀποθανόντα ἐπόθησαν ὃν πάντως ἄν, εἴπερ [3] ἐπὶ πλεῖον ἐβεβιώκει, διὰ μίσους ἐσχήκεσαν. καὶ γὰρ τρυφερώτερόν πως ζῆν ἤρξατο, καὶ τῶν διαμεμφομένων τι αὐτοῦ ἐπεστρέφετο. τὸν μὲν γὰρ Ματερνιανὸν τόν τε Δάτον οὐκ εὐλόγως μέν (τί γὰρ ἠδικήκεσαν τὸν αὐτοκράτορά σφων περιέποντες;) οὐ μέντοι καὶ ἀπὸ τοῦ ἀνθρωπίνου τρόπου, ἐπεὶ ἐν κινδύνῳ μεγάλῳ ἐγεγόνει, διεχρήσατο· τοῖς δ' ἄλλοις τοῖς τὴν δυσγένειαν αὐτοῦ καὶ τὴν παράλογον τῆς μοναρχίας ἔφεσιν δυσχεραίνειν ὑποπτευομένοις οὐκ ὀρθῶς [4] ἐπεξῄει. πάντα γάρ που τἀναντία αὐτὸν ἐχρῆν, εἰδότα ὅστις τε ἀρχὴν ἐπεφύκει καὶ ὅστις τότε ἦν, μήθ' ὑπερφρονεῖν .... μετρίως ........... μονα τὸν ὁ .......... θεραπεύοντα τοὺς ἀνθρώπους τῇ τε εὐεργεσίᾳ καὶ τῇ τῆς ἀρετῆς διὰ πάντων ὁμοίως ἐπιδείξει παραμυθεῖσθαι.
[16]
[1] ταῦτα μὲν ........ κατ' αὐτὸν ασ ...... εἴρηταί μοι εν ......... ὡς ἕκαστα .......... μης τινος ........... κεινωνες ....... αὐτοκράτωρ μεν .......... ραις ὥσπερ ... ..... λόγῳ παρὰ .......... τὴν ἀρχὴν ........... παντὸς μα..........νος αὐτῆς ..........των ὧν διελ......... στρατιώταις ........ ἀπεδείχθ.......... καὶ ἐπαίνους ἑαυτοῦ [2] οὐκ ὀλίγους μὲν ἀνειπεῖν ἐτόλμησεν, ἔτι δὲ πλείους ἐπιστεῖλαι, λέγων ἄλλα τε καὶ ὅτι "εὖ ἠπιστάμην καὶ ὑμᾶς τοῖς στρατεύμασι συνομολογήσαντας, συνειδὼς ἐμαυτῷ πολλὰ καὶ καλὰ πεποιηκότι τὸ κοινόν". ἐνέγραψεν δὲ ἐν τῇ ἐπιστολῇ Καίσαρα θ' ἑαυτὸν καὶ αὐτοκράτορα καὶ Σεουῆρον, προσθεὶς τῷ Μακρίνου ὀνόματι καὶ εὐσεβῆ καὶ εὐτυχῆ καὶ Αὔγουστον καὶ ἀνθύπατον, οὐκ ἀναμένων τι, ὡς εἰκὸς ἦν, [3] παρ' ἡμῶν ψήφισμα ....... λεν δὲ οὐκ ἠ ......... το σαῦτα καὶ τηλικαῦτα ῥήματα αὐτὸς ....... μενος οὗ οὐδὲ ........... ης ὀνομα ............ ν δορυφόρων ......... ερόν τινες ............ οὐ μὴν ἀλ ........... τως ἐγρα ............ τὴν ἀρχὴν ........... εμον μάλι ....... ων βαρβάρων [4] ......... ρημον προσ ........... ν πλησίον .......... ηθει παρον .......... στον δρασω .......... η τῇ τε ἐπι ...... έγραψεν ἁπλῶς ........ οἱ πρὸ τοῦ Καρακάλλου αὐτοκράτορες, ........ ο καὶ διὰ παν ........ ς ἐποίησε ......... ὑπομνήματα ........ στρατιώταις .......... οὕτως ἐκεῖ ...... [5] ... ἐπὶ κολα ......... των καὶ οὐ ........ είας λέγεσθαι ὑπώπτευσαν ὥστε καὶ δημοσιευθῆναι αὐτὰ ἀξιῶσαι, ἔπεμψεν ἡμῖν, ἅτινα καὶ αὐτὰ ὁ ταμίας, ὥσπερ καὶ ἕτερα αὖθις τῶν ὁμοίων, ἀνέγνω. καὶ στρατηγὸς δέ τις τὰ αὐτοῦ ποτε τοῦ Μακρίνου γράμματα, τῷ σύγκλητόν τε τότε τὴν βουλὴν γενέσθαι καὶ μηδένα τῶν ταμιῶν παρεῖναι, ἐπελέξατο.
[17]
[1] τῆς δ' οὖν πρώτης ἐπιστολῆς ἀναγνωσθείσης καὶ ἐκείνῳ, ὅσα εἰκὸς ἦν, καὶ τῷ υἱεῖ αὐτοῦ ἐψηφίσθη· εὐπατρίδης τε γὰρ καὶ πρόκριτος τῆς νεότητος Καῖσάρ τε ἀπεδείχθη. καὶ ὃς τὰ μὲν ἄλλα προσεδέξατο, τὴν δὲ δὴ ἱπποδρομίαν τὴν ἐπὶ τῇ ἀρχῇ τῆς ἡγεμονίας αὐτοῦ ψηφισθεῖσαν παρῃτήσατο, εἰπὼν αὐτάρκως αὐτὴν τῇ [2] τῶν Σεουήρου γενεσίων θέᾳ τετιμῆσθαι. τοῦ μέντοι Ταραύτου οὐδεμίαν μνείαν οὔτ' ἔντιμον τότε γε οὔτ' ἄτιμον ἐποιήσατο, πλὴν καθ' ὅσον αὐτοκράτορα αὐτὸν ὠνόμασεν· οὔτε γὰρ ἥρωα οὔτε πολέμιον ἀποδεῖξαι ἐτόλμησεν, ὡς μὲν ἐγὼ δοκῶ, ὅτι τὸ μὲν διά τε τὰ πραχθέντα αὐτῷ καὶ διὰ τὸ πολλῶν ἀνθρώπων μῖσος, τὸ δὲ διὰ [3] τοὺς στρατιώτας ὤκνησε πρᾶξαι, ὡς δέ τινες ὑπώπτευσαν, ὅτι τῆς τε γερουσίας καὶ τοῦ δήμου τὴν ἀτιμίαν αὐτοῦ ἔργον γενέσθαι μᾶλλον ἢ ἑαυτοῦ, ἄλλως τε καὶ ἐν τοῖς στρατεύμασιν ὄντος, ἠθέλησε. τοῦ τε γὰρ πολέμου αἰτιώτατον αὐτὸν ἐξ ἀδικίας γεγονέναι, καὶ τὸ δημόσιον ἰσχυρῶς τῇ τῶν χρημάτων ‹τῶν› τοῖς βαρβάροις διδομένων αὐξήσει βεβαρηκέναι ἔφη· ἰσάριθμα γὰρ αὐτὰ τῇ τῶν στρατευομένων [4] μισθοφορᾷ εἶναι. οὐ μέντοι καὶ ἐτόλμησέ τις δημοσίᾳ τι τοιοῦτο κατ' αὐτοῦ θρασύνασθαι ὥστε καὶ πολέμιον αὐτὸν ψηφίσασθαι, δεδιὼς μὴ καὶ παραυτίκα ὑπὸ τῶν ἐν τῇ πόλει στρατευομένων φθαρῇ· ἀλλὰ ἄλλως μὲν καὶ ἐλοιδόρουν αὐτὸν καὶ ὕβριζον ὅσα ἐδύναντο, τάς τε μιαιφονίας αὐτοῦ ὀνομαστὶ καταλέγοντες, καὶ πρὸς πάντας αὐτὸν τοὺς πώποτε κακῶς τυραννήσαντάς σφων παραδεικνύντες, τήν τε ἱπποδρομίαν τὴν τοῖς γενεθλίοις αὐτοῦ τελουμένην [18] [1] καταλυθῆναι, καὶ τοὺς ἀνδριάντας τούς τε χρυσοῦς καὶ τοὺς ἀργυροῦς πάντας ἁπλῶς δι' ἐκεῖνον συγχωνευθῆναι, τούς τε μεμηνυκότας τι αὐτῷ πολλῇ σπουδῇ καὶ φανερωθῆναι καὶ κολασθῆναι [2] δεόμενοι· πολλοὶ γὰρ οὐχ ὅτι δοῦλοί τε καὶ ἐξελεύθεροι καὶ στρατιῶται καὶ Καισάρειοι, ἀλλὰ καὶ ἱππῆς βουλευταί τε καὶ γυναῖκες τῶν [τε] ἐπιφανεστάτων συχναὶ καὶ ἐνδείξεις λαθρίους ἐπ' αὐτοῦ [3] πεποιῆσθαι καὶ σεσυκοφαντηκέναι τινὰς ἐνομίζοντο. οὐ μὴν οὔτε ἐκείνῳ τὸ τοῦ πολεμίου ὄνομα προσέθεσαν, καίτοι τὸν Μαρτιάλιον, ἐπὶ προσχήματι τῆς πρὸς τὸν Ἄρεα αὐτοῦ ὁμωνυμίας, καὶ ἐπαίνοις καὶ ἀγάλμασι τιμηθῆναι δεῖν ἀεί ποτε ἐπιβοῶντες, οὔτε τῷ Μακρίνῳ [4] ὡς καὶ ἀχθόμενοί τι τότε ἐνεδείξαντο. αἴτιον δ' ὅτι προκαταληφθέντες τῇ διὰ τὸν τοῦ Ταραύτου θάνατον χαρᾷ οὐδὲ ἐννοῆσαί τι περὶ τῆς ταπεινότητος αὐτοῦ ἐσχόλασαν, ἀλλ' ἀγαπητῶς αὐτὸν ἐς τὴν ἀρχὴν ἐδέξαντο, οὐχ οὕτως ᾧτινι δουλεύσουσιν ὡς οὗ ἐστέρηντο ἐνθυμούμενοι, καὶ πάντα τινά, καὶ τὸν τυχόντα, αἱρετώτερον [5] αὐτοῦ νομίζοντες ἔσεσθαι. καί τι αὐτοὺς καὶ ἡ τῶν ἐπί τε τῶν ὑπ' ἐκείνου καταδειχθέντων κατάλυσις (πάντα γὰρ ὅσα ποτὲ παρὰ τὸ καθεστηκός, οὐχ ὅτι ἐκ τοῦ δημοσίου τοῦ τῶν Ῥωμαίων, ἀλλὰ καὶ οἴκοθέν τισιν ἐξ ἐπιτροπῆς αὐτοῦ πρός τινων δήμων ἀνηλίσκετο, ἀνετάγη) καὶ ἡ ἐς τὸ ἔπειτα μηδὲν ὅμοιον αὐτοῖς προσταχθήσεσθαι [19] [1] ἐλπὶς ἀνέπεισε στέρξαι τοῖς παροῦσιν. ὡς μέντοι τόν τε Αὐρηλιανὸν τεθνηκότα καὶ τὸν Διαδουμενιανὸν τὸν υἱὸν αὐτοῦ Καίσαρα, λόγῳ μὲν ὑπὸ τῶν στρατιωτῶν δι' ὧν ἀπὸ τῆς Ἀντιοχείας μεταπεμφθεὶς πρὸς αὐτὸν διῄει, ἔργῳ δὲ ὑπὸ τοῦ Μακρίνου, ἀποδεδειγμένον καὶ προσέτι τὸ τοῦ Ἀντωνίνου ὄνομα προσειληφότα [2] ἔμαθον (ταῦτα γὰρ ἐπὶ τῇ τῶν στρατιωτῶν θεραπείᾳ, τὸ μὲν ἵνα μὴ δόξῃ τὴν τοῦ τεθνηκότος μνήμην παντάπασιν ἀτιμάζειν, καὶ μάλισθ' ὅτι τῶν ἀνδριάντων τινὰς τῶν ἐν τῇ Ῥώμῃ ὑπὸ τοῦ Ἀλεξάνδρου αὐτῷ ἀνατεθέντων καὶ αὐτῷ ἐκείνῳ σταθέντων λάθρᾳ καθῃρήκει, τὸ δὲ ἵνα ἄλλας ἑπτακοσίας καὶ πεντήκοντα αὐτοῖς δραχμὰς [3] προσυπόσχηται, ἐποίησεν), οὐκέτ' ὁμοίως φρονεῖν ἤρξαντο, ἀλλ' ἐνθυμούμενοι ὅτι πρότερον ἐν οὐδενὶ λόγῳ ἐπεποίηντο, καὶ προσεκλογιζόμενοι πάνθ' ὅ......... ἄλλων αὐτοῦ τ....... προσυποπτεύ........ κάζοντο, ᾐσχύνθησαν, καὶ τοῦ μὲν Καρακάλλου οὐδὲν μᾶλλον ἐ...... το, τὰ δὲ ἐς ἐκεῖνον φέροντα ἄλλως ........ στέλλοντο τι .... παραιτήσει τῶν ....... τοῦ Σεουήρου [4] .... Ἀντωνίνου κα ....... ξέφαινον κ ........ γε καὶ ἥρωα ......... κότα διὰ τὴν ......... νίαν οὐ δὴ ........ ἀποφανθη ......... καὶ παντάπασιν αἱ γνῶμαι πάντων ἀνθρώπων τῶν ἐν τῇ Ῥώμῃ ...... μετέπεσον ......... γερουσία α........σα καὶ ἐπιφ........ μονη ἐπι τ......... κακουργης ....... αὐτω ἐξαιτ....... γην ἐμὲ δε... καὶ μέντοι [5] κατ' ἄνδρα πάντων ἐρωτηθέντων περὶ τῶν τιμῶν αὐτοῦ ἄλλοι τε ἀμφιβόλως ἀπεκρίναντο καὶ ο ...... Σατουρνῖνος ......... τιαν τρόπον τινὰ ἐπιφημιζομεν ......... στρατηγῶν ...... μὴ ἐξεῖναί οἱ μηδεμίαν ψῆφον περί του προθεῖναι, ἵνα μὴ ὁ .......... νήσῃ σφίσιν. καὶ ταῦτα μὲν ἔξω τοῦ καθεστηκότος ἐγένετο (οὐ γὰρ ἦν νόμιμον ὑπὲρ οὐδενὸς πράγματος σκέψιν τινὰ ἐν τῷ βουλευτηρίῳ [20] [1] μὴ κελεύοντος τοῦ αὐτοκράτορος γενέσθαι)· ὁ δὲ δῆμος, ἅτε καὶ ἐν τῇ ἀγωνίᾳ λανθάνων καὶ ὑπὸ τοῦ πλήθους σφῶν μᾶλλον θρασυνόμενος, μέγα ἀνεβόησεν ἐν τῇ τῶν τοῦ Διαδουμενιανοῦ γενεθλίων ἱπποδρομίᾳ, ἣ τῇ τετάρτῃ καὶ δεκάτῃ τοῦ Σεπτεμβρίου ἡμέρᾳ ἐγίγνετο, ἄλλα τε πολλὰ ὀδυρόμενος καὶ λέγων μόνους τῶν πάντων ἀνθρώπων ἑαυτοὺς δὴ ἀπροστάτους ἀβασιλεύτους εἶναι· τόν τε Δία [2] ἀνεκάλουν ὡς δὴ καὶ μόνον σφῶν ἡγησόμενον, καὶ δὴ καὶ αὐτὸ τοῦτο εἶπον ὅτι "ὡς κύριος ὠργίσθης, ὡς πατὴρ ἐλέησον ἡμᾶς". οὐδὲ ἐφρόντισαν οὐδὲν τὴν πρώτην οὔτε τοῦ ἱππικοῦ οὔτε τοῦ βουλευτικοῦ τε .... τόν τε αὐτοκράτορα καὶ τὸν Καίσαρα ἐπαινούντων, ὥστε καὶ αὐ ....... ἑλληνιστὶ εἰπεῖν "ὢ καλῆς ἡμέρας τῆς τήμερον, ὢ καλῶν βασιλέων", κἀκείνους καὶ ὁμοφρονεῖν σφισιν ἐθελόντων· ἀλλ' ἔς τε τὸν οὐρανὸν τὰς χεῖρας ἀνέτεινον καὶ ἐβόων "οὗτός [3] ἐστιν ὁ Ῥωμαίων Αὔγουστος· τοῦτον ἔχοντες πάντα ἔχομεν". οὕτως που πολὺ τοῖς ἀνθρώποις καὶ αἰδοῦς ἐς τὸ κρεῖττον καὶ καταφρονήματος πρὸς τὸ χεῖρον ἐμπέφυκεν, ὥστε καὶ ἐκείνους μηδ' ἀρχὴν ἔτι εἶναι τόν τε Μακρῖνον καὶ τὸν Διαδουμενιανὸν νομίζειν, [4] ἀλλ' ὡς καὶ τεθνηκότας αὐτοὺς ἤδη καταπατεῖν. ὅθεν οὐχ ἥκιστα καὶ οἱ στρατιῶται κατεφρόνησαν αὐτοῦ, ἐν οὐδενὶ λόγῳ τὰ ἐπὶ τῇ θεραπείᾳ σφῶν πραχθέντα θέμενοι, καὶ μάλισθ' ὅτι οἱ Περγαμηνοί, στερηθέντες ὧν παρὰ τοῦ Ταραύτου πρότερον εἰλήφεσαν, πολλὰ καὶ ἄτοπα ἐς αὐτὸν ἐξύβρισαν, ἐφ' ᾧ δὴ καὶ δημοσίᾳ ἀτιμίαν ὑπ' αὐτοῦ ὦφλον.
[21]
[1] καὶ τὰ μὲν τῶν στρατιωτῶν αὐτίκα λελέξεται· τότε δὲ γράμμα μὲν οὐδὲν ὁ Μακρῖνος τῶν μηνυτικῶν οὔτε ἐσέπεμψεν ἐς τὴν γερουσίαν, ὥσπερ ἠξίουν, οὔτ' ἄλλως ἐξέφηνε, φήσας, εἴτ' οὖν ἀληθῶς εἴτε καὶ ψευδῶς, ἵνα μὴ πολλὴ ταραχὴ γένηται, ὅτι μηδὲν ἐν τῷ βασιλικῷ τοιοῦτον εὑρέθη (ὁ γάρ τοι Ταραύτας ἤτοι διέφθειρε [2] τὰ πλεῖστα τῶν ἔνδειξίν τινα ἐχόντων, ἢ καὶ αὐτοῖς τοῖς πέμψασιν αὐτὰ ἀντέπεμπεν, ὥσπερ εἶπον, ὅπως μηδεὶς ἔλεγχος τῆς κακίας αὐτῶν ὑπολείπηται), τρεῖς δὲ δὴ τῶν βουλευτῶν, οὓς μάλιστα καὶ αὐτὸς ἐξ ὧν ἐπεφωράκει ἀξιομισεῖς ἐνόμιζεν εἶναι, ἐκδήλους ἐποίησε, τόν τε Μανίλιον καὶ τὸν Ἰούλιον καὶ προσέτι Σουλπίκιον Ἀρρηνιανόν, ὃς ἄλλους τέ τινας καὶ τὸν Βάσσον τὸν τοῦ Πομπωνίου παῖδα, [3] ᾧ τῆς Μυσίας ἄρξαντι ὑπεστρατηγήκει, ἐσεσυκοφαντήκει. καὶ οὗτοί τε ἐς νήσους ὑπερωρίσθησαν (ἀπεῖπε γὰρ ἄντικρυς μηδένα αὐτῶν θανατωθῆναι, αὐτὸ τοῦτο γράψας "ἵνα μή, ἃ ἐκείνοις ἐγκαλοῦμεν, αὐτοὶ ποιοῦντες φανῶμεν") καὶ Λούκιος Πρισκιλλιανὸς ὑπ' αὐτῆς τῆς βουλῆς προβληθείς, οὕτω περιβόητος ἐπὶ ταῖς ἐπηρείαις [4] ὥσπερ καὶ ἐπὶ ταῖς τῶν θηρίων σφαγαῖς ὤν. ἔν τε γὰρ τῷ Τουσκούλῳ πολλοῖς ἀεὶ πολλάκις ἐμαχέσατο, ὥστε καὶ σημεῖα τῶν δηγμάτων αὐτῶν φέρειν, καί ποτε καὶ ἄρκτῳ καὶ παρδάλει λεαίνῃ τε καὶ λέοντι ἅμα μόνος συνηνέχθη· καὶ πολὺ πλείους ἄνδρας, καὶ τῶν ἱππέων καὶ τῶν βουλευτῶν, ἐκ τῶν [5] διαβολῶν ἐξώλεσεν. ἐφ' οἷς ἀμφοτέροις ὑπὸ μὲν τοῦ Καρακάλλου μεγάλως ἐτιμήθη καὶ ἐς τοὺς ἐστρατηγηκότας ἐσεγράφη καὶ τῆς Ἀχαΐας καὶ παρὰ τὸ καθῆκον ἦρξεν, ὑπὸ δὲ τῆς γερουσίας ἰσχυρῶς ἐμισήθη, καὶ ἐπίκλητός τε ἐγένετο καὶ ἐς νῆσον κατεκλείσθη.
[22]
[1] οὗτοί τε οὖν οὕτως ἀπήλλαξαν, καὶ ὁ Φλάκκος τὴν τῶν τροφῶν διάδοσιν, ἣν ὁ Μανίλιος πρότερον ἔσχε τῆς κατ' αὐτοῦ συκοφαντίας γέρας εἰλήφει, ἐπετράπη καὶ αὐτὴν καὶ μετὰ τοῦτο τό τε διαδίδοσθαί τινα ἐν ταῖς τῶν στρατηγῶν τῶν πάνυ θέαις, πλὴν τῶν τῇ Φλώρᾳ τελουμένων .......... δικαιονόμοι οἱ τὴν Ἰταλίαν διοικοῦντες ἐπαύσαντο ὑπὲρ τὰ νομισθέντα ὑπὸ τοῦ Μάρκου [2] δικάζοντες. Δομίτιός τέ τις Φλῶρος περιδρομῇ θεραπείας πρὸς σπουδαρχίαν, καίτοι πρότερόν ποτε τὰ τῆς βουλῆς ὑπομνήματα διὰ χειρὸς ἔχων καὶ ἀγορανόμος ἐπ' αὐτοῖς ἀποδειχθῆναι ὀφείλων, εἶτα πρὶν ἄρξαι τῆς ἐλπίδος διὰ Πλαυτιανὸν ἐκπεσών, κατεστήσατο καὶ δήμαρχος ἀπεδείχθη· ὅ τε Φαῦστος ὁ Ἀνίκιος ἐς τὴν [3] Ἀσίαν ἀντὶ τοῦ Ἄσπρου ἄρξων ἐπέμφθη. ἐκεῖνος [μὲν] γὰρ τὸ μὲν πρῶτον καὶ πάνυ πολλῆς παρὰ τοῦ Μακρίνου τιμῆς, ὡς καὶ καταστῆσαι τὰ ἐν τῇ Ἀσίᾳ δυνησόμενος, ἔτυχεν· ἔπειτ' ἐν ὁδῷ ὄντα αὐτὸν ἤδη καὶ πλησιάζοντα τῷ ἔθνει (τὴν γὰρ παραίτησιν, ᾗ παρὰ τοῦ Καρακάλλου παρῄτητο, ἐς αὑτὸν ἐλθοῦσαν οὐκ ἐδέξατο) δεινῶς περιύβρισεν ἀπωσάμενος (καὶ γάρ τινα καὶ διηγγέλλετο [4] αὐτῷ λελαληκὼς οὐκ ἐπιτήδεια), καὶ δῆτα, ὡς καὶ αὖθις αὐτοῦ παρεμένου διά τε γῆρας καὶ νόσον, τῷ Φαύστῳ τὴν Ἀσίαν, καίπερ παροφθέντι τὴν τοῦ κλήρου τάξιν ὑπὸ τοῦ Σεουήρου, ἐνεχείρισεν· καὶ ἐπειδή γε βραχὺς ὁ χρόνος τῆς ἡγεμονίας αὐτῷ ἐγίγνετο, καὶ ἐς τὸ ἐπιὸν ἔτος ἄρξαι αὐτὸν ἀντ' Αὐφιδίου Φρόντωνος [5] ἐκέλευσε. τούτῳ γὰρ οὔτε τὴν Ἀφρικὴν κατακληρωσαμένῳ ἐπέτρεψεν τῶν Ἄφρων αὐτὸν παραιτησαμένων, οὔτε τὴν Ἀσίαν, καίτοι μεταθεὶς αὐτὸν ἐκεῖσε πρότερον. τό γε μὴν ἱκνούμενον γέρας καὶ οἴκοι μείναντι αὐτῷ, τὰς πέντε καὶ εἴκοσι μυριάδας, δοθῆναι ἐσηγήσατο. οὐ μέντοι καὶ ἐκεῖνος αὐτὰς ἔλαβεν, εἰπὼν οὐκ ἀργυρίου ἀλλ' ἡγεμονίας δεῖσθαι, καὶ διὰ τοῦθ' ὕστερον παρὰ τοῦ Σαρδαναπάλλου τὸ ἔθνος ἀπέλαβεν.
ταῦτα μὲν οὕτως ἐγένετο, ....... ἐπ' ἐλπίδι β........ φομένοις ......... ἐκ τῆς ............. μέχρι τῆς ς......... [23] [1] ἡλικίας ἐκ .........· ἡ δὲ Ἰουλία ἡ τοῦ Ταραύτου μήτηρ ἔτυχε μὲν ἐν τῇ Ἀντιοχείᾳ οὖσα, καὶ οὕτω παραχρῆμα, ἅμα τῇ πύστει τοῦ θανάτου αὐτοῦ, διετέθη ὥστε καὶ πλήξασθαι ἰσχυρῶς καὶ ἀποκαρτερῆσαι ἐπιχειρῆσαι. ὃν γὰρ ζῶντα καὶ ἐμίσει, τὸν αὐτὸν τοῦτον τότε τετελευτηκότα ἐπόθει οὐχ ὅτι ἐκεῖνον ζῆν ἤθελεν, ἀλλ' ὅτι αὐτὴ ἰδιωτεύουσα ἤχθετο. καὶ διὰ τοῦτο καὶ τὸν Μακρῖνον [2] πολλὰ καὶ δεινὰ ἐλοιδόρησεν. ἔπειθ' ὡς οὔτε τι τῆς βασιλικῆς θεραπείας ἢ καὶ τῆς τῶν δορυφόρων περὶ αὐτῇ φρουρᾶς ἠλλοιώθη, καὶ ἐκεῖνος χρηστά τινα αὐτῇ, τὰ λεχθέντα ὑπ' αὐτῆς ἀκηκοώς, ἐπέστειλε, θαρσήσασα τήν τε τοῦ θανάτου ἐπιθυμίαν κατέθετο, [3] καὶ μηδὲν αὐτῷ ἀντιγράψασα ἔπραττέν τι καὶ ἐς τοὺς συνόντας οἱ στρατιώτας ἄλλως τε .......... καὶ ἐκειν .......... ........ καὶ τῷ τε Μακρίνῳ ..... ομένους .......... υ υἱέος αὐτῆς .......... ον μνημονεύοντας, ὅπως αὐταρχήσῃ τῇ τε Σεμιράμιδι καὶ τῇ Νιτώκριδι, ἅτε καὶ ἐκ τῶν αὐτῶν τρόπον τινὰ χωρίων αὐταῖς οὖσα, παριςουμένη. ὡς ......... ῃ συνῄρε .. ....... αὶ γράμματα ......... ου Μακρίνου ......... ι τινα [4] ἐφ' οἷς ........... οντα ελα ............ ν γνώμης .......... ειτο φοβηθεῖσα μὴ τοῦ τε ὀνόματος τοῦ τῆς Αὐγούστης στερηθῇ καὶ ἐς τα ....... πατρίδα ἀπελθεῖν ἀναγκασθῇ καὶ παν ........... δεινοτε ........... ας γυναι .......... ωνων προς ........ .. θενεστε ............ νατω τε .......... νω τις οφθη ..
[5] ....... ατο παν του .......... ιέναι μη .......... μην ἀνελ .......... σθῇ καὶ ἐ .......... Μακρίνου .......... κοι κατα .......... ι τοῦ τἀναντία πράττειν δοκεῖν ε .......... ξειν ὅπως ........... ῃ κατα .......... οχωρήση ........ ἐκεῖνός τε ἐξελθεῖν ὅτι τάχιστα ἐκ τῆς Ἀντιοχείας αὐτήν, ὅποι [6] βούλοιτο, ἐκέλευσεν, καὶ τὰ ἐν τῇ Ῥώμῃ περὶ τοῦ υἱέος αὐτῆς λεχθέντα ἤκουσεν, οὐκέτ' ἐφιλοψύχησεν, ἀλλ' ἤδη τρόπον τινὰ καὶ ὑπὸ τοῦ καρκίνου, ὃν ἐν τῷ μαστῷ ἐκ πάνυ πολλοῦ χρόνου ἡσυχάζοντά πως ἔχουσα τότε ‹ἠρέθισεν› ἐκ τῆς πληγῆς ἣν ἐπὶ τῷ τοῦ παιδὸς θανάτῳ κοψαμένη κατὰ τῶν στέρνων ἐπέπληκτο, συναιρουμένη προσδιέφθειρεν ἑαυτὴν ἀποκαρτερήσασα.
[24]
[1] καὶ ἡ μὲν οὕτω τε ἐκ δημοτικοῦ γένους ἐπὶ μέγα ἀρθεῖσα, κἀν τῇ τοῦ ἀνδρὸς ἡγεμονίᾳ περιαλγῶς πάνυ διὰ τὸν Πλαυτιανὸν ζήσασα, τῶν τε υἱέων τόν τε νεώτερον ἐν τοῖς αὑτῆς κόλποις κατασφαγέντα ἐπιδοῦσα καὶ τὸν πρεσβύτερον ζῶντά τε ἀεὶ διὰ τέλους [2] ‹διὰ› φθόνου ἔχουσα καὶ φονευθέντα οὕτω μαθοῦσα, τῆς ἀρχῆς ζῶσα ἐξέπεσεν καὶ ἑαυτὴν προσκατειργάσατο, ὥστε τινὰ ἐς αὐτὴν ἀποβλέψαντα μὴ πάνυ πάντας τοὺς ἐν ταῖς μεγάλαις ἐξουσίαις γενομένους μακαρίζειν, ἂν μὴ καὶ ἡδονή τις αὐτοῖς τοῦ βίου καὶ ἀληθὴς καὶ ἀκήρατος καὶ εὐτυχία καὶ ἀκραιφνὴς καὶ διαρκὴς ὑπάρχῃ.
[3] καὶ τὰ μὲν τῆς Ἰουλίας οὕτως ἔσχε, τό τε σῶμα αὐτῆς ἐς τὴν Ῥώμην ἀναχθὲν ἐν τῷ τοῦ Γαΐου τοῦ τε Λουκίου μνήματι κατετέθη· ὕστερον μέντοι καὶ ἐκεῖνα, ὥσπερ καὶ τὰ τοῦ Γέτα ὀστᾶ, πρὸς τῆς Μαίσης τῆς ἀδελφῆς αὐτῆς ἐς τὸ τοῦ Ἀντωνίνου τεμένισμα [25] [1] μετεκομίσθη. ἔμελλεν δ' οὐδ' ὁ Μακρῖνος ἐπὶ πολὺ περιοίσειν, ὥς που καὶ προεδηλώθη αὐτῷ. ἡμίονός τε γὰρ ἡμίονον ἐν τῇ Ῥώμῃ καὶ χοῖρος χοιρίδιον ὦτα τέσσαρα καὶ γλώσσας δύο πόδας τε ὀκτὼ ἔχον ἔτεκε, καὶ σεισμὸς ἰσχυρὸς ἐγένετο, αἷμά τε ἐκ σωλῆνος ἐρρύη, καὶ μέλισσαι κηρία ἐν τῇ ἀγορᾷ τῇ βοαρίᾳ ἐνέπλασαν.
[2] τό τε θέατρον τὸ κυνηγετικὸν κεραυνοῖς ἐν αὐτῇ τῇ τῶν Ἡφαιστίων ἡμέρᾳ βληθὲν οὕτω κατεφλέχθη ὥστε τήν τε ἄνω περιβολὴν αὐτοῦ πᾶσαν καὶ τὰ ἐν τῷ τοῦ κύκλου ἐδάφει πάντα κατακαυθῆναι, [3] κἀκ τούτου τὰ λοιπὰ πυρωθέντα θραυσθῆναι. οὐδὲ ἐπαρκέσαι αὐτῷ οὔτε ἀνθρωπίνη ἐπικουρία, καίπερ παντὸς ὡς εἰπεῖν ὕδατος ῥέοντος, οὔθ' ἡ τοῦ οὐρανίου ἐπίρροια πλείστη τε καὶ σφοδροτάτη γενομένη ἠδυνήθη· οὕτω που καὶ τὸ ὕδωρ ἑκάτερον ὑπὸ τῆς τῶν σκηπτῶν δυνάμεως ἀνηλίσκετο, καὶ ἐν μέρει καὶ αὐτὸ τοῦτο προσεσίνετο, ὅθεν ἡ θέα τῶν μονομαχιῶν ἐν τῷ [4] σταδίῳ ἐπὶ πολλὰ ἔτη ἐτελέσθη. τοῦτό τε οὖν τὰ μέλλοντα ἔσεσθαι προεσήμαινεν, ‑ ἐνεπρήσθη μὲν γὰρ καὶ ἄλλα τινά, καὶ τῶν βασιλικῶν κτημάτων μάλιστα, ἐν τῇ ἀρχῇ αὐτοῦ πολλάκις, ὅπερ που καὶ αὐτὸ ἐξαίσιον ἀεί ποτε νενόμισται· ἐκεῖνο δὲ δὴ ἄντικρυς ἐς αὐτὸν φέρειν, ὅτι καὶ τὴν ἱπποδρομίαν τοῦ Ἡφαίστου κατελελύκει, [5] ἔδοξεν. ἔκ τε οὖν τούτου νέον τι γίγνεσθαι ἐτοπάσθη, καὶ ὅτι ὁ Τίβερις ἐν τῇ αὐτῇ ἐκείνῃ ἡμέρᾳ πληθύσας ἔς τε τὴν ἀγορὰν καὶ ἐς τὰς περὶ αὐτὴν ὁδοὺς τοσαύτῃ ῥύμῃ ἐσέβαλεν ὥστε καὶ ἀνθρώπους παρασυρῆναι. γυνή τέ τις, ὥς γε ἤκουσα, βλοσυρὰ καὶ ὑπέρογκος ὀφθεῖσά τισιν ἔφη ὅτι ἐλάχιστα ταῦτα πρὸς τὰ [26] [1] μέλλοντα αὐτοῖς συμβήσεσθαί ἐστιν. καὶ ἔσχεν οὕτως· οὐδὲ γὰρ ἐν τῇ πόλει μόνῃ τὸ δεινὸν ἔμεινεν, ἀλλὰ πᾶσαν τὴν οἰκουμένην αὐτῆς, ὑφ' ἧς τὸ θέατρον ἀεί ποτε ἐπληροῦτο, ἐπέσχεν· τὸν μὲν γὰρ πρὸς τοὺς βαρβάρους πόλεμον καὶ ἐλαττωθέντες κατέθεντο, τῇ δὲ ἐκ τῶν στρατιωτῶν πλεονεξίᾳ καὶ στάσει δεινῶς ἐκακώθησαν. ἐπράχθη δὲ ἑκάτερον ὧδε.
[2] ὁ Μακρῖνος ἰδὼν τὸν Ἀρτάβανον σφόδρα τε ἐφ' οἷς ἐπεπόνθει θυμούμενον καὶ δυνάμει πολλῇ ἐς τὴν Μεσοποταμίαν ἐμβεβληκότα, τὸ μὲν πρῶτον τούς τ' αἰχμαλώτους αὐτῷ αὐτεπάγγελτος καὶ λόγους φιλίους ἔπεμψε, πρός τε τὴν εἰρήνην αὐτὸν προκαλούμενος [3] καὶ τὴν αἰτίαν τῶν γεγονότων ἐς τὸν Ταραύταν τρέπων· ὡς δὲ ἐκεῖνος οὔτε τοῦτο προσεδέξατο, καὶ προσέτι καὶ τὰ φρούρια αὐτὸν τάς τε πόλεις ‹τὰς› κατασκαφείσας ἀναστῆσαι τῆς τε Μεσοποταμίας παντελῶς ἐκστῆναι καὶ δίκας ἐπί τε τοῖς ἄλλοις καὶ ἐπὶ τῇ τῶν [4] βασιλικῶν μνημάτων λύμῃ δοῦναι ἐκέλευσεν (τῇ τε γὰρ δυνάμει, ἣν πολλὴν ἠθροίκει, θαρρῶν, καὶ τοῦ Μακρίνου ὡς καὶ παρὰ τὴν ἀξίαν αὐταρχοῦντος καταφρονῶν, τῇ τε ὀργῇ ἀπλήστῳ ἐχρῆτο, καὶ ἤλπιζε καὶ ἄκοντος αὐτοῦ πάνθ' ὅσα ἐβούλετο κατεργάσεσθαι), [5] οὐδὲ καιρὸν οὐδένα διαβουλεύσασθαι ἔσχεν, ἀλλ' ἀπαντήσας αὐτῷ πρὸς τὴν Νίσιβιν ἤδη προσιόντι ἡττήθη, μάχης περὶ τοῦ ὕδατος τοῖς στρατιώταις ἐν τῇ ἀντιστρατοπεδεύσει γενομένης. καὶ δὴ καὶ αὐτὸ τὸ τάφρευμα παρ' ὀλίγον ἀπέβαλεν. ἀλλὰ τὸ μὲν οἵ τε ὑπασπιςταὶ [6] καὶ οἱ σκευοφόροι οἱ παρατυχόντες διεςώσαντο· θρασυνόμενοι γὰρ προεξῇξαν ἐς τοὺς βαρβάρους ἐπεκδραμόντες· τό τε γὰρ ἀνέλπιστον τῆς ἀντιτάξεως ὠφέλησεν αὐτούς, καὶ δὴ στρατιῶταί τινες ὡπλισμένοι ἀλλ' οὐχ ὑπηρέται ἔδοξαν εἶναι. ὁ δ............ τότε τε οὐ .......... καὶ μετα ........... ξεως παρ.......... [7] της νυκ............. τὰ στρατό ......... οἵ τε Ῥωμαῖοι ....... το καὶ οἱ πολέμιοι τὸν θόρυβον ........... σφῶν α ............ πτευσαν ......... γην, ἀ ............. αὐτοὺς . ο .......... λυ ἀπαλ . η .......... σαν ἐπει .... ....... τες οἱ Ῥωμαῖοι ..... βαρβάρων ......... ασπτοης .......... αληθειν ........... το πεποιη ........... θον τε αυ........... μια μὲν μ........... ἀ...λαξ... ......... ....... ήθει αὐτῶν βιασθέντες καὶ τῇ τοῦ Μακρίνου [8] φυγῇ ἀθυμήσαντες ἐνικήθησαν. κἀκ τούτου ...... τῆς Μεσοποταμίας ἄλλως τε καὶ ἐκεί ....... τὴν Συρίαν κα ......... ιελθόντες ........ η. τότε μὲν δὴ ταῦτα ἐγένετο, ἐν δὲ δὴ τῷ μετοπώρῳ τῷ τε χειμῶνι, ἐν ᾧ ὅ τε Μακρῖνος καὶ ὁ Ἄδουεντος ὑπάτευσαν, ἐς μὲν χεῖρας οὐκέτ' ἀλλήλοις ἦλθον, διαπρεσβευόμενοι δὲ [27] [1] καὶ διακηρυκευόμενοι συνηλλάγησαν. ὁ γὰρ Μακρῖνος ὑπό τε δειλίας ἐμφύτου (καὶ γὰρ Μαῦρος ὢν δεινῶς ἐδείμαινεν) καὶ ὑπὸ τῆς τῶν στρατιωτῶν ἀταξίας οὐκ ἐτόλμησε διαπολεμῆσαι, ἀλλὰ καὶ πάνυ πολλὰ τῆς εἰρήνης ἕνεκα καὶ δῶρα καὶ χρήματα καὶ αὐτῷ τῷ Ἀρταβάνῳ καὶ τοῖς παραδυναστεύουσίν οἱ ἐδαπάνησεν, ὥστε καὶ ἐς πεντακισχιλίας μυριάδας τὸ σύμπαν ἀνάλωμα γενέσθαι.
[2] καὶ ἐκεῖνος ἔκ τε τούτου καὶ ὅτι καὶ οἱ στρατιῶται αὐτοῦ τῇ τε τοῦ χρόνου τριβῇ, ὃν πολὺν ἀπ' οἴκου οὐκ εἰωθότες ἦσαν, καὶ τῇ τῆς τροφῆς σπάνει, ἣν οὔτε ἐκ παρασκευῆς (οὐ γὰρ ἑτοιμάζονται) οὔτ' αὐτόθεν τῷ τὰ μὲν δεδῃῶσθαι τὰ δὲ ἐν τοῖς τείχεσιν εἶναι εὐπόρουν, [3] δεινῶς ἤσχαλλον, οὐκ ἀκουσίως κατηλλάγη. οὐ μέντοι καὶ πάντα τὰ πραχθέντα αὐτοῖς ἀκριβῶς ὁ Μακρῖνος τῇ [τε] βουλῇ ἐπέστειλεν, καὶ διὰ τοῦτο καὶ θυσίαι αὐτῷ ἐπινίκιοι ἐψηφίσθησαν καὶ τὸ ὄνομα τὸ Παρθικὸν ἐδόθη. οὐ μὴν ἐδέξατο, αἰσχυνθείς, ὡς ἔοικεν, ἐπίκλησιν πολεμίων λαβεῖν ὑφ' ὧν ἥττητο.
[4] καὶ μέντοι καὶ τὰ κατὰ τὸν Ἀρμένιον πολεμωθέντα, ὥσπερ εἶπον, κατέστη, τοῦ [τε] Τιριδάτου πεμφθὲν αὐτῷ τὸ διάδημα παρὰ τοῦ Μακρίνου λαβόντος, καὶ τὴν μητέρα, ἣν ἕνδεκα μησὶν ὁ Ταραύτας ἐν τῷ δεσμωτηρίῳ κατεσχήκει, τήν τε λείαν τὴν ἐκ τῆς Ἀρμενίας ἁλοῦσαν κομισαμένου, καὶ τὰ χωρία ὅσα ὁ πατὴρ αὐτοῦ ἐν τῇ Καππαδοκίᾳ ἐκέκτητο, τό τε [γὰρ] ἀργύριον ὃ κατ' ἔτος παρὰ [5] τῶν Ῥωμαίων εὑρίσκετο, ἐλπίσαντος λήψεσθαι. οἵ τε Δάκοι λυμηνάμενοί τινα τῆς Δακίας καὶ πολεμησείοντες ἐπὶ πλεῖον ἀνέσχον, τοὺς ὁμήρους, οὓς ὁ Καράκαλλος ἐν συμμαχίας λόγῳ παρ' αὐτῶν εἰλήφει, κομισάμενοι.
[28]
[1] ταῦτα μὲν οὖν οὕτως ἔσχεν, πόλεμος δὲ δὴ τοῖς Ῥωμαίοις ἕτερος οὐκέτ' ὀθνεῖος ἀλλ' ἐμφύλιος συνερράγη. οἱ γὰρ στρατιῶται τὸ μέν τι τοῖς πταίσμασιν ἀχθόμενοι, τὸ δὲ πλέον οὔτε πόνον οὐδένα ἔθ' ἑκούσιον ὑπομένοντες, ἀλλ' ἐς πάντα δὴ πάντως ἐκδεδιῃτημένοι, οὔτ' αὐτοκράτορα οὐδένα ἐγκρατῶς σφῶν ἄρχοντα ἔχειν ἐθέλοντες, ἀλλὰ λαμβάνειν μὲν ἄπλετά τινα ἀξιοῦντες ἔργον δ' [2] οὐδὲν ἄξιον αὐτῶν ποιεῖν δικαιοῦντες, ἐταράσσοντο. καί σφας ἥ τε τῆς μισθοφορᾶς συντομὴ καὶ ἡ τῶν γερῶν τῶν τε ἀτελειῶν τῶν ἐν τοῖς στρατιωτικοῖς ὑπηρετήμασιν, ἃ παρὰ τοῦ Ταραύτου εὕρηντο, στέρησις, καίπερ μηδὲν αὐτοὺς μέλλοντάς σφων ἀπολαύσειν, ἐπιπαρώξυνεν, ἥ τε ἐν ταὐτῷ τρόπον τινὰ διατριβή, ἣν τοῦ πολέμου [3] ἕνεκα χειμάζοντες ἐν τῇ Συρίᾳ ἐπεποίηντο, προσεπισχύρισεν. ἔδοξεν μὲν γὰρ στρατηγικῶς πως καὶ νουνεχόντως ὁ Μακρῖνος πεποιηκέναι, τῶν μὲν ἐν τοῖς ὅπλοις ὄντων μηδὲν παρελόμενος, ἀλλ' ἀκέραια αὐτοῖς πάντα τὰ πρὸς ἐκείνου νομισθέντα τηρήσας, τοῖς δ' αὖθις στρατευσομένοις προειπὼν ὅτι ἐπὶ τοῖς ἀρχαίοις τοῖς ὑπὸ τοῦ Σεουήρου [4] καταδειχθεῖσιν καταλεχθήσοιντο· τούτους τε γάρ, ἅτε καὶ κατ' ὀλίγους ἐς τὴν στρατιὰν ἥξοντας, [καὶ] τὸ μὲν πρῶτον ὑπό τε τοῦ ἀμάχου καὶ ὑπὸ δέους τὸ δὲ ἔπειτα ὑπό τε τοῦ χρόνου καὶ ὑπὸ τοῦ ἔθους οὐδὲν νεοχμώσειν, καὶ τοὺς ἑτέρους, ἅτε μηδὲν ἀπολλύντας [29] [1] αὐτούς, ἡσυχάσειν ἤλπισεν. τοῦτο δὲ εἰ μὲν ἀναχωρησάντων τε αὐτῶν ἐς τὰ οἰκεῖα τείχη καὶ κατὰ τοῦτο διασπαρέντων ἐγεγόνει, ὀρθῶς ἂν ἐπέπρακτο. ἴσως μὲν γὰρ οὐδ' ἂν ἠγανάκτησάν τινες αὐτῶν, πιστεύσαντες ὄντως μηδὲν αὐτοὶ ζημιωθήσεσθαι τῷ μὴ [2] παραχρῆμα αὐτὸ πεπονθέναι· εἰ δὲ δὴ καὶ ἐχαλέπηναν, ἀλλ' ὀλίγοι πως ἕκαστοι ὄντες καὶ τοῖς ἐκ τῆς βουλῆς ἄρχουσιν ὑποτεταγμένοι οὐδὲν ἂν μέγα κακὸν δρᾶσαι ἠδυνήθησαν. ἐν δὲ δὴ τῇ Συρίᾳ συνεστραμμένοι, καὶ τὸ μέν τι καὶ περὶ αὑτούς, εἰ σκεδασθεῖεν, ὑποπτεύσαντες καινοτομηθήσεσθαι (τότε γὰρ διὰ τὴν τοῦ πολέμου χρείαν [3] κολακεύεσθαι ἐδόκουν), τὸ δὲ καὶ τῷ ........................ ἐκεῖνοι μὲν γὰρ στρατιώτας τέ τινας ἀπέκτειναν καὶ τῆς Μεσοποταμίας τινὰ ἐλυμήναντο, οὗτοι δὲ καὶ ἀλλήλων συχνοὺς κατέκοψαν καὶ τὸν αὐτοκράτορά σφων κατέλυσαν, καὶ ὃ τούτου δεινότερόν ἐστιν, τοιοῦτον ἕτερον ἐστήσαντο ὑφ' οὗ οὐδὲν ὅ τι οὐ κακὸν καὶ αἰσχρὸν ἐγένετο.
[30]
[1] καί μοι δοκεῖ ἐναργέστατα καὶ τοῦτο, εἴπερ τι ἄλλο τῶν πώποτε, προδειχθῆναι· ἡλίου τε γὰρ ἔκλειψις περιφανεστάτη ὑπὸ τὰς ἡμέρας ἐκείνας ἐγένετο, καὶ ὁ ἀστὴρ ὁ κομήτης ἐπὶ πλεῖον ὤφθη, ἕτερόν τέ τι ἄστρον ἀπὸ δυσμῶν πρὸς ἀνατολὰς τὸ ἀκροφύσιον ἐπὶ πολλὰς νύκτας ἀνατεῖνον δεινῶς ἡμᾶς ἐξετάραττεν, ὥστε τοῦτο δὴ τὸ τοῦ Ὁμήρου διὰ στόματος ἀεὶ ποιεῖσθαι
ἀμφὶ δ' ἐσάλπιγξεν μέγας οὐρανός, ἄιε δὲ Ζεύς. ἐπράχθη δὲ ὧδε.
[2] ἡ Μαῖσα ἡ τῆς Ἰουλίας τῆς Αὐγούστης ἀδελφὴ δύο τε θυγατέρας, Σοαιμίδα καὶ Μαμαίαν, ἐξ Ἰουλίου Ἀουίτου ἀνδρὸς ὑπατευκότος, καὶ δύο ἐγγόνους ἄρσενας, ἐκ μὲν τῆς Σοαιμίδος Οὐαρίου τε Μαρκέλλου, ἀνδρὸς ὁμοεθνοῦς (ἐξ Ἀπαμείας γὰρ ἧς ἐκεῖνος ἦν) καὶ ἔν τε ἐπιτροπαῖς ἐξετασθέντος καὶ ἐς τὸ συνέδριον ἐσγραφέντος [3] καὶ μετὰ τοῦτο τελευτήσαντος Ἀουῖτον, ἐκ δὲ τῆς Μαμαίας Γεσσίου τε Μαρκιανοῦ, Σύρου τε καὶ αὐτοῦ ἐξ Ἄρκης πόλεως ὄντος καὶ ἐπιτροπείας τινὰς προσταχθέντος, Βασσιανὸν ἔχουσα ‑ αὕτη οὖν οἴκοι ἐν τῇ Ἐμέσῃ τὴν δίαιταν ν ......, τῆς ἀδελφῆς Ἰουλίας ᾗ παρὰ πάντα τὸν τῆς βασιλείας αὐτῆς χρόνον συνεγεγόνει, διολομένης.
[4] ὁ γὰρ Ἀουῖτος παρὰ μὲν τοῦ Καρακάλλου ἐς Κύπρον ἐκ τῆς Μεσοποταμίας μετὰ τὴν τῆς Ἀσίας ἀρχὴν πεμφθεὶς κληρωτῷ τινὶ σύνεδρος ὑπό τε γήρως καὶ ὑπ' ἀρρωστίας ὤφθη συναιρούμενος· τὰ δὲ τοῦ ..αυ.......... αὐτοῦ, ἐπ........... ἐτελεύτησεν, [31] [1] Εὐτυχιανός τις ἔν τε ἀθύρμασι καὶ ἐν γυμνασίοις ἀρέσας καὶ διὰ ταῦτα ........ θείς, ὃς αὐτο .......... τας ἐμμελε .......... ας ἐπὶ του .......... νων αυτω ........... προσωνομ......... τε τῶν στρατιωτῶν ἐς τὸν Μακρῖνον ἀπέχθειαν συνιδών (...... τε γὰρ οὐ πο.......... σεων πολ ............ καὶ οἱ τὸ τρ.......... κον τεῖχος .......... ποτε προ ...........) καί τι καὶ ὑπὸ τοῦ Ἡλίου, ὃν Ἐλεγάβαλον ἐπικαλοῦσι καὶ μεγάλως θρησκεύουσιν, ἄλλων τέ τινων μαντειῶν [2] ἀναπεισθείς, ἐπεχείρησε τόν τε Μακρῖνον καθελεῖν καὶ τὸν Ἀουῖτον τὸν τῆς Μαίσης ἔγγονον αὐτοκράτορα, καίπερ παιδίον ἔτι ὄντα, ἀντικαταστῆσαι. καὶ κατειργάσατο ἑκάτερον· καίτοι αὐτός τε οὐδέπω πάνυ ἐς ἄνδρας ἐτέλει, καὶ συνεργοὺς ὀλίγους εἶχεν ἐξελευθέρους [3] καὶ στρατιώτας εξ ......... τέλους βουλευτάς τε Ἐμεσηνοὺς ................ ρος ..... τοῦ τε γὰρ Ταραύτου υἱὸν αὐτὸν μοιχίδιον εἶναι πλασάμενος, καὶ τῇ ἐσθῆτι τῇ ἐκείνου, ᾗ ποτε ἐν παισὶν ἐχρῆτο, κοσμήσας. αιταραυτηι .......... τῶν βασιλι .......... ατων τῶν ......... συναλλετο .........
[4] ἔς τε τὸ στρατόπεδον νυκτός, μήτε τῆς μητρὸς αὐτοῦ μήτε τῆς τήθης ἐπισταμένης, ἐσήγαγε, καὶ τοὺς στρατιώτας ἅμα τῇ ἕῳ τῆς τοῦ Μαΐου ἑκκαιδεκάτης, γλιχομένους τινὰ ἀφορμὴν ἐπαναστάσεως λαβεῖν, ἀνέπεισε νεοχμῶσαι. μαθὼν δὲ ταῦτα ὁ Ἰουλιανὸς ὁ ἔπαρχος (ἔτυχεν γὰρ οὐ πόρρω ἀπών) ἄλλους τέ τινας καὶ θυγα[34]τέρα τοῦ Μαρκιανοῦ γαμβρόν τε ἐφόνευσεν, κἀκ τῶν λοιπῶν στρατιωτῶν ἀθροίσας τινὰς ὡς δι' ὀλίγου προσέμειξεν ὡς καὶ πολεμιωτάτῳ [32] τείχει. δυνηθεὶς δ' ἂν αὐτὸ αὐθημερὸν λαβεῖν (οἱ γὰρ Μαῦροι οἱ τῷ Ταραύτᾳ κατὰ τὸ συμμαχικὸν πεμφθέντες προθυμότατα ὑπὲρ τοῦ Μακρίνου, ἅτε καὶ ὁμοεθνοῦς σφίσιν ὄντος, ἠγωνίσαντο, ὥστε καὶ πύλας τινὰς διαρρῆξαι) οὐκ ἠθέλησεν, εἴτ' οὖν φοβηθεὶς ἐσδραμεῖν, εἴτε καὶ ἐλπίσας ἑκόντας τοὺς ἔνδον [5] παραστήσεσθαι. ὡς δ' οὔτε τις αὐτῷ ἐπεκηρυκεύετο, καὶ προσέτι τὰς πύλας πάσας τῆς νυκτὸς ἀπῳκοδόμησαν ὥστε ἐν ἀσφαλεστέρῳ εἶναι, προσέβαλεν μὲν αὖθις αὐτοῖς, ἐπέρανε δ' οὐδέν. τόν τε γὰρ Ἀουῖτον, ὃν Μᾶρκον Αὐρήλιον Ἀντωνῖνον ἤδη προσηγόρευον, περιφέροντες ὑπὲρ τοῦ τείχους, καὶ εἰκόνας τινὰς τοῦ Καρακάλλου [6] παιδικὰς ὡς καὶ προσφερεῖς αὐτῷ ἀποδεικνύντες, παῖδά τε ὄντως αὐτὸν ἐκείνου καὶ διάδοχον τῆς ἀρχῆς ἀναγκαῖον εἶναι λέγοντες, καὶ "τί ταῦτα ὦ συστρατιῶται ποιεῖτε; τί δὲ οὕτω τῷ τοῦ εὐεργέτου ὑμῶν ὑεῖ μάχεσθε"; ἐκβοῶντες, πάντας τοὺς σὺν τῷ Ἰουλιανῷ στρατιώτας, ἄλλως τε καὶ προθύμως πρὸς τὸ νεωτεροποιεῖν ἔχοντας, διέφθειραν, ὥστε τοὺς μὲν ἐπιτεταγμένους σφίσιν πλὴν τοῦ Ἰουλιανοῦ (διέδρα γάρ) ἀποκτεῖναι, ἑαυτοὺς ‹δὲ› τά τε ὅπλα τῷ [7] Ψευδαντωνίνῳ παραδοῦναι. κατεχομένους γὰρ αὐτοὺς ὑπό τε τῶν ἑκατοντάρχων καὶ τῶν ἄλλων ὑπομειόνων, κἀκ τούτου διαμέλλοντας, ὁ Εὐτυχιανὸς τὸν Φῆστον, κατὰ τὸν τοῦ Ταραύτου πρόκοιτον ἀντωνομάσθη, ἔπεισεν ἀποσφάξαι πάντας ἐκείνους, ἆθλόν σφισι τὴν τοῦ τεθνήξοντος ‹ἑκάστῳ› οὐσίαν τε καὶ χώραν ἐν τῇ στρατείᾳ προθείς· καὶ αὐτοῖς καὶ τὸ παιδίον ἀπὸ τοῦ τείχους ἐδημηγόρησεν ὑπόβλητα, τόν τε πατέρα ἤδη ἐπαινῶν, καὶ τὸν Μακρῖνον ὡς ................................................... .................................................... .................................................... ....................................................
[33]
[1] ................................... . αρ ........... καιν .......... τομ ........... νατων ......... λιτι ... ....... μισθοσ ........ ἐπὶ μηδ ........ ματι το ........ δεδικα ........ εισχε ........ τιαν η κα ..... λελοιπότας ἐς τὴν ἀρχαίαν οὐσίαν τε καὶ ἐπιτιμίαν ἐπαναχθῆναι. ᾧ μέντοι μάλιστα [2] αὐτοὺς ἀνηρτήσατο, ... ἕκαστον ........ δώσειν ....... ὑπέσχετο καὶ τοὺς φυγάδας κατάξειν ὡς καὶ ἐκ τούτου γνήσιος ἔκγονος τοῦ Ταραύτου εἶναι δόξων. ......... τα γε κ ......... παρανο ........ ειγε εκ ........ ................... .................................................. .................................................. .................................................. .................................................. ............ νο ............ μη ........... ιτη ...... ... κιανω ............ τω ...... Μακρῖνον ........ μενω .. [34] [1] (ὁ γὰρ Μάρκελλος ἐτεθνήκει), τοῦτον μὲν ἀπέκτεινεν, αὐτὸς δὲ ἀτολμήσας περαιτέρω χωρὶς τοῦ Μακρίνου προχωρῆσαι μετεπέμψατο αὐτόν. καὶ ὃς ἔς τε τὴν Ἀπάμειαν ἐς τοὺς Ἀλβανίους στρατιώτας διὰ [2] ταχέων ἦλθε, καὶ τὸν υἱὸν αὐτοκράτορα, καίπερ δέκατον ἔτος ἄγοντα, ἀπέδειξεν, ὅπως ἐπὶ τῇ προφάσει ταύτῃ τοὺς στρατιώτας τοῖς τε ἄλλοις καὶ πεντακισχιλίων δραχμῶν ὑποσχέσει τιθασεύσῃ· καὶ παραυτίκα τε αὐτοῖς κατὰ χιλίας ἔνειμε, τήν τε τροφὴν καὶ [3] τοῖς λοιποῖς ἐντελῆ, καὶ τὰ ἄλλ' ἃ ἀφῄρητο αὐτούς, ἀποκατέστησεν, ἐλπίζων σφᾶς διὰ τούτων ἱλεώσεσθαι. κἀκ τῆς αὐτῆς ταύτης αἰτίας καὶ τῷ δήμῳ δεῖπνον κατὰ πεντήκοντα καὶ ἑκατὸν δραχμὰς ἔνειμε πρὶν καὶ ὁτιοῦν περὶ τῆς ἐπαναστάσεως αὐτοῖς διαδηλῶσαι, ἵνα μὴ δι' ἐκείνην ἀλλ' ἐς τὴν τοῦ υἱέος τιμὴν ἑστιᾶν αὐτοὺς νομισθείη. καὶ αὐτῷ ταῦτα πράττοντι στρατιώτης τις τῶν ἀφεστηκότων [4] προσῆλθεν, τὴν ‹τοῦ› Ἰουλιανοῦ κεφαλήν (εὑρέθη γὰρ κεκρυμμένος που καὶ ἐσφάγη) κομίζων ἐν ὀθονίοις πολλοῖς ἰσχυρῶς σφόδρα σχοινίοις καταδεδεμένην ὡς καὶ τοῦ Ψευδαντωνίνου οὖσαν· καὶ γὰρ [5] τῷ τοῦ Ἰουλιανοῦ δακτυλίῳ ἐσεσήμαντο. καὶ ὁ μὲν τοῦτο ποιήσας ἐξέδρα ἐν ᾧ ἐκείνη ἐξεκαλύπτετο· γνοὺς δ' ὁ Μακρῖνος τὸ πεπραγμένον οὐκέτ' ἐτόλμησεν οὔτε κατὰ χώραν μεῖναι οὔτε πρὸς τὸ τεῖχος προσελάσαι, ἀλλ' ἐς τὴν Ἀντιόχειαν κατὰ τάχος ἀνεκομίσθη. καὶ οὕτως οἵ τε Ἀλβάνιοι οἵ τε ἄλλοι οἱ περὶ ἐκεῖνα τὰ χωρία χειμάζοντες [6] προσαπέστησαν. καὶ οἱ μὲν τά τε ἄλλα ἀντιπαρεσκευάζοντο, καὶ ἀντέπεμπον ἔς τε τὰ ἔθνη καὶ ἐς τὰ στρατόπεδα ἀγγέλους καὶ γράμματα, ἀφ' ὧν πολλαχόθι πρός τε τὴν πρώτην ἑκατέρου περὶ τοῦ ἑτέρου πέμψιν καὶ πρὸς τὰς συνεχεῖς καὶ διαφόρους ἀλλήλαις [7] ἀγγελίας ἐταράχθησαν· κἀκ τούτου συχνοὶ μὲν καὶ τῶν γραμματοφόρων ἀμφοτέρωθεν ἐφθάρησαν, συχνοὶ δὲ καὶ τῶν θανατωσάντων τοὺς Ἀντωνινείους ἢ καὶ μὴ αὐτίκα αὐτοῖς προσθεμένων αἰτίαν ἔσχον, καὶ οἱ μὲν καὶ ἀπώλοντο διὰ τοῦτο, οἱ δ' ἄλλο τι ὦφλον.
[8] ὧν ἐγὼ τὰ μὲν ἄλλα (ὁμοιοτροπώτατά τε γάρ ἐστιν καὶ οὐδὲν μέγα λεπτολογηθέντα ἔχει) παρήσω, τὰ δὲ ἐν τῇ Αἰγύπτῳ γενόμενα κεφαλαιώσας ἐρῶ.
[35]
[1] ἦρχεν μὲν αὐτῆς ὁ Βασιλιανός, ὃν καὶ ἐς τὴν τοῦ Ἰουλιανοῦ χώραν ἔπαρχον ὁ Μακρῖνος ἐπεποιήκει, διῆγεν δέ τινα καὶ Μάριος Σεκοῦνδος, καίπερ βουλευτής τε ὑπὸ τοῦ Μακρίνου γεγονὼς καὶ τῆς Φοινίκης προστατῶν· καὶ ἦσαν κατὰ ταῦτα ἀμφότεροι αὐτῷ προσκείμενοι, καὶ διὰ τοῦτο καὶ τοὺς τοῦ Ψευδαντωνίνου δρομοκήρυκας [2] ἀπέκτειναν. μέχρι μὲν δὴ οὖν ἐν ἀμφιβόλῳ τὰ πράγματα ἦν, μετέωροι καὶ αὐτοὶ καὶ οἱ στρατιῶται οἵ τε ἰδιῶται ἦσαν, οἱ μέν τινες αὐτῶν ταῦτα οἱ δὲ ἐκεῖνα κατὰ ‹τὸ› στασιωτικὸν καὶ βουλόμενοι καὶ εὐχόμενοι καὶ διαθρυλοῦντες. ἐπεὶ δὲ τῆς ἥττης τοῦ Μακρίνου ἀγγελία ἀφίκετο, στάσις ἰσχυρὰ ἐγένετο καὶ τοῦ τε δήμου [3] πολλοὶ καὶ τῶν στρατιωτῶν οὐκ ὀλίγοι διώλοντο, ὅ τε Σεκοῦνδος ἐν ἀμηχανίᾳ ἔπεσε, καὶ ὁ Βασιλιανὸς φοβηθεὶς μὴ καὶ ἐν χερσὶν ἀπόληται ἔκ τε τῆς Αἰγύπτου ἐξέδρα, καὶ ἐς τὴν Ἰταλίαν τὴν περὶ τὸ Βρεντέσιον ἐλθὼν ἐφωράθη, προδοθεὶς ὑπὸ φίλου τινός, ᾧ ἐν τῇ Ῥώμῃ ὄντι κρύφα προσέπεμψεν τροφὴν αἰτῶν.
καὶ ὁ μὲν οὕτως, ὕστερον ἐς τὴν Νικομήδειαν ἀναχθείς, ἐσφάγη· [36] [1] ὁ δὲ δὴ Μακρῖνος ἔγραψε μὲν καὶ τῇ βουλῇ περὶ τοῦ Ψευδαντωνίνου ὅσα καὶ τοῖς ἑκασταχόθι ἄρχουσι, παιδίον τέ τι ἀποκαλῶν αὐτὸν καὶ ἔμπληκτον εἶναι λέγων, ἔγραψε δὲ καὶ τῷ Μαξίμῳ τῷ πολιάρχῳ τά τε ἄλλα οἷα εἰκὸς ἦν, καὶ ὅτι οἱ στρατιῶται καὶ οἱ νεωστὶ κατειλεγμένοι πάνθ' ὅσα καὶ πρὶν εἶχον λαμβάνειν ἀξιοῦσιν, καὶ κοινὴν ἐπὶ τοῖς οὐ διδομένοις σφίσιν ὀργὴν καὶ οἱ ἄλλοι οἱ [2] μηδενὸς ἐστερημένοι ποιοῦνται. καὶ ἵνα γέ τις ἄλλα ὅσα παρά τε τοῦ Σεουήρου καὶ τοῦ υἱέος αὐτοῦ πρὸς διαφθορὰν τῆς ἀκριβοῦς στρατείας εὕρηντο παραλίπῃ, οὔτε δίδοσθαί σφισι τὴν μισθοφορὰν τὴν ἐντελῆ πρὸς ταῖς ἐπιφοραῖς, ἃς ἐλάμβανον, οἷόν τε εἶναι ἔφη [3] (ἐς γὰρ ἑπτακισχιλίας μυριάδας ἐτησίους τὴν αὔξησιν αὐτῆς τὴν ὑπὸ τοῦ Ταραύτου γενομένην τείνειν) οὔτε μὴ δίδοσθαι, τοῦτο μὲν ὅτι ο......... ται ἐκεῖνο δ........ δικαίων πο........ ἀλλὰ τὰ νεν......... ἀναλώματα α........ .αὶ τὸ μὲν ς......... [4] τε δημοσιο......... στρατιωτικ........ μενον καὶ ο..... .... ἀπολουμεν.......... δυνηθη αὐ.......... παῖς ὡς αυτ ......... τ' ἐφ' ἑαυτω.......... ἑαυτὸν ἐπ.......... καὶ ὅτι καὶ υἱὸν εἶχε κατωδύρατο ἑαυτόν, παραμύθιον τῆς συμφορᾶς ἔχειν ἔφη ὅτι τῷ ἀδελφοφόνῳ τῷ τὴν οἰκουμένην ἀπολέσαι [5] ἐπιχειρήσαντι ἐπεβίω. ἔπειτα καὶ τοιόνδε τι προσενέγραψεν, ὅτι πολλοὺς οἶδα μᾶλλον ἐπιθυμοῦντας αὐτοκράτορα σφαγῆναι ἢ αὑτοὺς βιῶναι. τοῦτο δὲ οὐ περὶ ἐμαυτοῦ λέγω, ὅτι τις ἢ ἐπιθυμήσειεν ἂν ἢ εὔξαιτό με ἀπολέσθαι. ἐφ' ᾧ δὴ Φούλουιος Διογενιανὸς ἐξεβόησεν ὅτι πάντες εὐξάμεθα.
[37]
[1] οὗτος δ' ἦν μὲν ἐκ τῶν ὑπατευκότων, σφόδρα δ' οὐ φρενήρης, καὶ κατὰ τοῦτο οὔτ' αὐτὸς ἑαυτὸν οὔτε τοὺς ἄλλους ἤρεσκεν. οὗτος καὶ τ.......... τὸ ὑπόγραμμα ....... ἐπιστολη ..... .....σαντος ὅτ.......... καὶ πρὸς τὸ ....... .........ς διφθέριον ....... ραπτο ἀναγνῶναι ........ σατο κἀκεῖνα ... ..... θηναι καὶ ην ......... ς ἄλλα τε καὶ .......... σπεμφθείη ........ ἄντικρυς ὡς ........... μοσιευθη ......... τα κατοκνῶν ......... ερ κελεύσας ......... ωθῆναι τῷ ...
[2] ...... καὶ ἄλλοις τε ........ πρώτων τοῖς ........ υσαν ἐπιστη .......... ῦ κοινοῦ σω ...... όνοιάν τινα .......... ους τονδε .......... ων γραμμα .......... ων ἐπὶ πλει .. .......... ον ὅτι ὁ Ψευδαντωνῖνος εὑρὼν .. ἐν τοῖς τοῦ Μακρίνου κιβωτίοις μηδέπω ......... α αὐτὸς ἑκὼν .......... ἐξέφηνεν .......... α διαβολὴν ....... πρὸς τοὺς στρατιώτας ποιούμενος.
[3] οὕτω δὲ ταχέως ἐπ' αὐτὸν ἤλασεν ὥστε χαλεπῶς τὸν Μακρῖνον ἐν κώμῃ τινὶ τῶν Ἀντιοχέων, ἑκατόν τε καὶ ὀγδοήκοντα [4] ἀπὸ τῆς πόλεως σταδίους ἀπεχούσῃ, συμβαλεῖν αὐτῷ. ἔνθα δὴ τῇ μὲν προθυμίᾳ τῇ τῶν δορυφόρων ἐκράτησεν (τούς τε γὰρ θώρακας τοὺς λεπιδωτοὺς καὶ τὰς ἀσπίδας τὰς σωληνοειδεῖς ἀφελόμενος αὐτῶν κουφοτέρους σφᾶς ἐς τὰς μάχας ἐπεποιήκει), τῇ δὲ ἑαυτοῦ δειλίᾳ ἡττήθη, καθάπερ καὶ τὸ δαιμόνιον αὐτῷ προεδήλωσεν.
[5] ἐν γὰρ δὴ τῇ ἡμέρᾳ ἐκείνῃ ἐν ᾗ τὰ πρῶτα αὐτοῦ περὶ τῆς ἀρχῆς γράμματα ἡμῖν ἀνεγνώσθη, περιστερά τις ἐπὶ εἰκόνα Σεουήρου, οὗ τὸ ὄνομα αὐτὸς ἑαυτῷ ἐτέθειτο, ἐν τῷ συνεδρίῳ ἀνακειμένην ἐπέπτατο· καὶ μετὰ τοῦτο, ὅτε τὰ περὶ τοῦ υἱέος ἔπεμψεν, οὔτε ὑπὸ τῶν ὑπάτων οὔθ' ὑπὸ τῶν στρατηγῶν συνήλθομεν (οὐ γὰρ ἔτυχον παρόντες) ἀλλ' ὑπὸ τῶν δημάρχων, ὅπερ ἐν τῷ χρόνῳ τρόπον [6] τινὰ ἤδη κατελέλυτο. οὐ μὴν οὐδὲ τὸ ὄνομα αὐτοῦ ἐν τῷ τῆς ἐπιστολῆς προοιμίῳ, καίτοι καὶ Καίσαρα καὶ αὐτοκράτορα αὐτὸν ὀνομάσας, καὶ τὰ γραφέντα ὡς καὶ παρ' ἀμφοτέρων ἐπισταλέντα προδηλώσας, ἐνέγραψεν· ἔν τε τῇ διηγήσει τῶν πεπραγμένων τῆς μὲν τοῦ Διαδουμενιανοῦ προσηγορίας ἐπεμνήσθη, τὴν δὲ τοῦ Ἀντωνίνου, καίπερ ἔχοντος αὐτοῦ καὶ ταύτην, παρέλιπεν. ταῦτα μὲν οὕτως [38] [1] ἔσχεν, καὶ νὴ Δία καὶ ὅτε περὶ τῆς τοῦ Ψευδαντωνίνου ἐπαναστάσεως ἐπέστειλεν, εἶπον μέν τινα οἱ ὕπατοι κατ' αὐτοῦ, ὥσπερ εἴωθεν ἐν τοῖς τοιούτοις γίγνεσθαι, εἶπεν δὲ καὶ τῶν στρατηγῶν τις τῶν τε δημάρχων ἕτερος· καὶ ἐκείνῳ μὲν τῷ ‹τε› ἀνεψιῷ αὐτοῦ καὶ ταῖς μητράσι τῇ τε τήθῃ πόλεμός [τε] ἐπηγγέλθη καὶ ἐπεκηρύχθη, τοῖς δὲ συνεπαναστᾶσιν αὐτῷ ἄδεια ἂν γνωσιμαχήσωσιν, ὥσπερ [2] καὶ ὁ Μακρῖνος αὐτοῖς ὑπέσχητο, ἐδόθη. καὶ γὰρ ἃ διελέχθη τοῖς στρατιώταις ἀνεγνώσθη, ἐξ ὧν ἔτι καὶ μᾶλλον τὴν ταπεινότητα καὶ τὴν μωρίαν αὐτοῦ πάντες κατέγνωμεν· τά τε γὰρ ἄλλα καὶ ἑαυτὸν μὲν πατέρα τὸν δὲ Διαδουμενιανὸν υἱὸν αὑτοῦ συνεχέστατα ἀπεκάλει, καὶ τὴν ἡλικίαν τοῦ Ψευδαντωνίνου διέβαλλε, πολὺ νεώτερον [3] αὐτοῦ τὸν υἱὸν αὐτοκράτορα ἀποφήνας. ἐν δ' οὖν τῇ μάχῃ ὁ μὲν Γάννυς καὶ τὰ στενὰ τὰ πρὸ τῆς κώμης σπουδῇ προκατέλαβε καὶ τοὺς στρατιώτας εὐπολέμως διέταξεν, καίτοι καὶ ἀπειρότατος τῶν στρατιωτικῶν ὢν καὶ ἐν τρυφῇ βεβιωκώς· οὕτω που μεγάλη τύχη πρὸς πάντα ἁπλῶς προφέρει, ὥστε καὶ ἐπιστήμας τοῖς ἀγνοοῦσιν [4] αὐτὴν χαρίζεσθαι. τὸ δὲ δὴ στράτευμα αὐτοῦ ἀσθενέστατα ἠγωνίσατο, καὶ εἴ γε μὴ ἥ τε Μαῖσα καὶ ἡ Σοαιμίς (συνῆσαν γὰρ ἤδη τῷ παιδίῳ) ἀπό τε τῶν ὀχημάτων καταπηδήσασαι καὶ ἐς τοὺς φεύγοντας ἐσπεσοῦσαι ἐπέσχον αὐτοὺς τῆς φυγῆς ὀδυρόμεναι, καὶ ἐκεῖνο σπασάμενον τὸ ξιφίδιον, ὃ παρέζωστο, ὤφθη σφίσιν ἐπὶ ἵππου θείᾳ τινὶ φορᾷ ὡς καὶ ἐς τοὺς ἐναντίους ἐλάσον, οὐκ ἄν ποτε ἔστησαν. καὶ ὣς δ' ἂν αὖθις ἐτράποντο, εἰ μὴ ὁ Μακρῖνος ἰδὼν αὐτοὺς ἀνθισταμένους ἔφυγεν.
[39]
[1] καὶ ὁ μὲν οὕτως τῇ Ἰουνίου ὀγδόῃ ἡττηθεὶς τὸν μὲν υἱὸν πρὸς τὸν Ἀρτάβανον τὸν τῶν Πάρθων βασιλέα διά τε τοῦ Ἐπαγάθου καὶ δι' ἄλλων τινῶν ἔπεμψεν, αὐτὸς δὲ ἐς τὴν Ἀντιόχειαν ὡς καὶ [2] νενικηκώς, ὅπως καταδεχθῇ, ἐσελθών, ἔπειτα διαγγελθείσης τῆς ἥττης αὐτοῦ, καὶ φόνων ἐκ τούτου πολλῶν κἀν ταῖς ὁδοῖς κἀν τῇ πόλει, ὥς που καὶ εὐνοίας ἑκατέρῳ τις αὐτῶν εἶχε, γιγνομένων, ἀπέδρα καὶ ἐκεῖθεν νυκτὸς ἐπὶ ἵππων, τήν τε κεφαλὴν καὶ τὸ γένειον πᾶν ξυράμενος, καὶ ἐσθῆτα φαιὰν κατὰ τῆς ἁλουργοῦς, ἵν' ὅτι μάλιστα [3] ἰδιώτῃ τινὶ ἐοίκῃ, λαβών. καὶ οὕτω μετ' ὀλίγων ἐς Αἰγὰς τῆς Κιλικίας ἐλθών, ὀχημάτων τε ἐνταῦθα ὡς καὶ στρατιώτης τις τῶν ἀγγελιαφόρων ὢν ἐπέβη, καὶ διεξήλασε διὰ τῆς Καππαδοκίας καὶ τῆς Γαλατίας τῆς τε Βιθυνίας μέχρι Ἐριβώλου τοῦ ἐπινείου τοῦ κατ' ἀντιπέρας τῆς τῶν Νικομηδέων πόλεως ὄντος, γνώμην ἔχων ἐς τὴν Ῥώμην ἀναδραμεῖν ὡς καὶ ἐκεῖ παρά τε τῆς βουλῆς καὶ [4] παρὰ τοῦ δήμου βοηθείας τινὸς τευξόμενος. καὶ εἴπερ ἐπεφεύγει, πάντως ἄν τι κατείργαστο· ἡ γὰρ εὔνοιά σφων παρὰ πολὺ ἐς αὐτόν, πρός τε τὸ τῶν Σύρων τόλμημα καὶ πρὸς τὴν τοῦ Ψευδαντωνίνου ἡλικίαν τό τε τοῦ Γάννυ καὶ τοῦ Κωμάζοντος αὐτεπίτακτον σκοπούντων, ἐποίει, ὥστε καὶ τοὺς στρατιώτας ἂν ἢ ἑκόντας μετανοῆσαι [5] ἢ καὶ ἄκοντας καταδαμασθῆναι. νῦν δὲ τῶν μὲν ἄλλων ἀνθρώπων δι' ὧν διῄει, εἰ καὶ ἐγνώρισέν τις αὐτόν, ἀλλ' οὔτι καὶ ἐφάψασθαι ἐτόλμησεν αὐτοῦ· ὡς δὲ ἐκ τοῦ Ἐριβώλου διαπλέων ἐς τὴν Χαλκηδόνα (οὐ γὰρ ἐθάρσησεν ἐς τὴν Νικομήδειαν ἐσελθεῖν, φοβηθεὶς τὸν τῆς Βιθυνίας ἄρχοντα Καικίλιον Ἀρίστωνα), ἔπεμψε πρός τινα τῶν ἐπιτρόπων ἀργύριον αἰτῶν καὶ κατὰ τοῦτο ἐγνώσθη, [6] κατελήφθη τε ἐν τῇ Χαλκηδόνι ἔτι ὤν, καὶ ἐπελθόντων καὶ τῶν ὑπὸ τοῦ Ψευδαντωνίνου ‹πεμφθέντων› ἵνα ........ νῦν εἰ πώποτε ......, συνελήφθη τε ὑπ' Αὐρηλίου Κέλσου ἑκατοντάρχου, καὶ [40] [1] μέχρι τῆς Καππαδοκίας ἤχθη ὥσπερ τις τῶν ἀτιμοτάτων. ἐνταῦθα δὲ μαθὼν ὅτι καὶ ὁ υἱὸς αὐτοῦ ἑαλώκει (διὰ γὰρ τοῦ Ζεύγματος αὐτόν, δι' οὗ πρότερον διιὼν Καῖσαρ ἀπεδέδεικτο, διελαύνοντα Κλαύδιος Πολλίων ὁ τοῦ στρατοπέδου ἑκατόνταρχος συνέλαβεν) ἔρριψέ τε αὑτὸν ἀπὸ τοῦ ὀχήματος (οὐ γὰρ ἐδέδετο) καὶ τότε μὲν τὸν [2] ὦμον συνέτριψε, μετὰ δὲ τοῦτο οὐ πολλῷ ὕστερον ἀποθανεῖν κελευσθεὶς πρὶν ἐς τὴν Ἀντιόχειαν ἐσελθεῖν ἐσφάγη τε ὑπὸ Μαρκιανοῦ Ταύρου ἑκατοντάρχου, καὶ αὐτοῦ τὸ σῶμα ἄταφον ἔμεινε μέχρις οὗ ὁ Ψευδαντωνῖνος, ἐς τὴν Βιθυνίαν ἐκ τῆς Συρίας παρελθών, ἐφήσθη αὐτῷ.
[3] ὁ μὲν οὖν Μακρῖνος οὕτω, καὶ γέρων ὤν (πεντήκοντα γὰρ καὶ τέσσαρα ἦγεν ἔτη, τριῶν που μηνῶν δέοντα ἢ πέντε) καὶ ἐμπειρίᾳ πραγμάτων προφέρων, ἀρετήν τε ὑποδεικνύων καὶ τοσούτων στρατευμάτων ἄρχων, ὑπό τε παιδαρίου, οὗ μηδὲ τὸ ὄνομα πρότερον [4] ἠπίστατο, κατελύθη, ὥς που καὶ τὸ μαντεῖον αὐτῷ προεμήνυσε, ....... ου Ζεὺς ὁ Βῆλος χρωμένῳ οἱ αὐτὸ τοῦτο ἔφη
"ὦ γέρον, ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί,
σὴ δὲ βίη λέλυται χαλεπὸν δέ σε γῆρας ἱκάνει," φεύγων τε ........ σης ἢ νενικη ...., δραπετεύσας διὰ τῶν ἐθνῶν ὧν [5] ἦρξε, συλληφθεὶς ὑπὸ τῶν τυχόντων ὥσπερ τις λῃστής, ἐπιδὼν ἑαυτὸν μετ' ἀτιμοτάτων κακούργων ...... φρουρούμενον ᾧ πολλοὶ πολλάκις βουλευταὶ προσήχθησαν, ἀποθανεῖν τε ἐκελεύσθη τὴν τοῦ κολάσαι πάντα τινὰ Ῥωμαίων ἀπολῦσαί τε ἐξουσίαν ἔχων, καὶ πρὸς ἑκατοντάρχων συνελήφθη τε καὶ τῆς κεφαλῆς ἀπεστερήθη οὓς καὶ αὐτοὺς μετὰ τῶν ἄλλων τῶν τε χειρόνων καὶ τῶν κρειττόνων ἀποκτεῖναι ἐξουσίαν εἶχεν [41] [1] καὶ αὐτῷ καὶ ὁ υἱὸς προσαπώλετο. οὕτω που οὐδεὶς οὐδὲ τῶν σφόδρα δοκούντων ἐρρῶσθαι βεβαίαν τὴν ἰσχὺν ἔχει, ἀλλὰ καὶ οἱ πάνυ εὖ πράττοντες ἐξ ἴσου τοῖς λοιποῖς αἰωροῦνται.
[2] καὶ ὁ μὲν ἐπαινεθεὶς ἂν ὑπὲρ πάντας ἀνθρώπους, εἴ γε μὴ αὐτὸς αὐταρχῆσαι ἐπετεθυμήκει, ἀλλ' ἐπιλεξάμενός τινα τῶν ἔς γε τὴν γερουσίαν τελούντων τῆς τῶν Ῥωμαίων ἀρχῆς προστατῆσαι, αὐτοκράτορα [3] αὐτὸν ἀπεδεδείχει, καὶ μόνως ἂν οὕτως τὸ αἰτίαμα τὸ τῆς ἐπὶ τὸν Καράκαλλον ἐπιβουλῆς, ὡς καὶ διὰ τὴν αὑτοῦ σωτηρίαν ἀλλ' οὐ διὰ τὴν τῆς ἡγεμονίας ἐπιθυμίαν ποιησάμενος αὐτήν, ἐκφυγών, καὶ διέβαλεν ἅμα ἑαυτὸν καὶ διέφθειρεν, ὥστε καὶ ἐν ὀνείδει [4] καὶ ἐν παθήματι ἀξιωτάτῳ αὐτοῦ γενέσθαι. τῆς γὰρ μοναρχίας, μηδ' ὄνομα βουλευτοῦ ἔχων, ὀριγνηθεὶς καὶ τάχιστα καὶ βαρυσυμφορώτατα αὐτὴν ἀπέβαλεν· ἐνιαυτῷ τε γὰρ καὶ δύο μησίν, τριῶν ἡμερῶν, ὥστε καὶ μέχρι τῆς μάχης λογιζομένοις συμβῆναι, δέουσιν, ἦρξεν.